ΤΑ ΚΑΤΑ ΔΙΩΝΑ.
Πλούταρχος Κήρυκες παρὰ τοῦ Διονυσίου κατέβαινον, ἐπιστολὰς πρὸς Δίωνα παρὰ τῶν οἰκείων γυναικῶν κομίζοντες. Μία δʼ ἦν ἔξωθεν ἐπιγεγραμμένη· Τῷ πατρὶ παρʼ Ἱππαρίνου· τοῦτο γὰρ ἦν ὄνομα τῷ τοῦ Δίωνος υἱῷ. Καίτοι φησὶ Τίμαιος, Ἀρεταῖον αὐτὸν ἀπὸ τῆς μητρὸς Ἀρέτης καλεῖσθαι. Τιμωνίδῃ δὲ μᾶλλον, ὡς οἴομαι, περί γε τούτων πιστευτέον, ἀνδρὶ φίλῳ καὶ συστρατιώτῃ Δίωνος.
Πλούταρχος Ἔφορος μὲν οὖν φησιν, ὡς ἁλισκομένης τῆς νεὼς, ἑαυτὸν ἀνέλοι· Τιμωνίδης δὲ, πραττομέναις ἐξ ἀρχῆς ταῖς πράξεσι ταύταις μετὰ Δίωνος παραγενόμενος, καὶ γράφων πρὸς Σπεύσιππον, τὸν φιλόσοφον, ἱστορεῖ, ζῶντα ληφθῆναι, τῆς τριήρους εἰς τὴν γῆν ἐκπεσούσης, τὸν Φίλιστον· καὶ πρῶτον μὲν ἀποδύσαντας αὐτοῦ τὸν θώρακα τοὺς Συρακουσίους, καὶ γυμνὸν ἐπιδειξαμένους τὸ σῶμα, προπηλακίζειν, ὄντος ἤδη γέροντος· ἔπειτα τὴν κεφαλὴν ἀποτεμεῖν καὶ τοῖς παισὶ παραδοῦναι τὸ σῶμα, κελεύσαντας ἕλκειν διὰ τῆς Ἀχραδινῆς, καὶ καταβαλεῖν εἰς τὰς Λατομίας.
Σχόλια εἰς Θεόκριτον Σιμωνίδης δὲ ἐν τῷ περὶ Σικελίας Αἴτνην φησὶ κρῖναι Ἥφαιστον καὶ Δήμητραν περὶ τῆς χώρας ἐρίσαντας.