eul_wid: iwk-aa
Ἀποσπάσματα περὶ ΓεωγραφίαςFragments on Geography
Demetrius of Callatis Fragments on Geography PDF
| t1a-5 | ΠΕΡΙ ΑΣΙΑΣ ΚΑΙ ΕΥΡΩΠΗΣ. Scymnus v. |
| 1a | 718.: Μετὰ ταῦτα δ’ ἔσθ’ ὁ Πόντος, οὗ δὴ τὴν θέσιν ὁ Καλλατιανὸς συγγράφων Δημήτριος ἔοικεν ἐπιμελεστάτως πεπυσμένος. Idem v. |
| 1b [5] | 760: *** Κάλλατις ἀποικία μὲν Ἡρακλεωτῶν γενομένη κατὰ χρησμόν· ἔκτισαν δὲ ταύτην ἡνίκα τὴν Μακεδόνων ἀρχὴν Ἀμύντας παρέλαβεν. Idem v. |
| 1c [5] | 789: Μετ’ αὐτὴν πελαγία Ἀχιλλέως ἡ νῆσός ἐστι κειμένη. Ἔχει δὲ πλῆθος χειρόηθες ὀρνέων, θέαν ἱεροπρεπῆ τε τοῖς ἀφικνουμένοις. Οὐ δυνατόν ἐστ’ ἤπειρον ἀπὸ ταύτης ἰδεῖν καίπερ ἀπεχούσης στάδια τῆς χώρας ἄπο τετρακόσι’, ὡς δὴ συγγράφει Δημήτριος. Idem v. |
| 1d [10] | 880: Εἶτα μετὰ τούτους ἐστὶ Μαιωτῶν γένος Ἰαξαματῶν λεγόμενον, ὡς Δημήτριος [ὁ συγγραφεὺς] εἴρηκεν, ὡς δ’ Ἔφορος λέγει, Σαυροματῶν λέγεται ἔθνος. Strabo I: Δημήτριος δ’ ὁ Καλλατιανὸς τοὺς καθ’ ὅλην τὴν Ἑλλάδα γενομένους ποτὲ σεισμοὺς διηγούμενος τῶν τε Λιχάδων νήσων καὶ τοῦ Κηναίου τὰ πολλὰ καταδῦναί φησι, τά τε θερμὰ τὰ ἐν Αἰδηψῷ καὶ Θερμοπύλαις ἐπὶ τρεῖς ἡμέρας ἐπισχεθέντα πάλιν ῥυῆναι, τὰ δ’ ἐν Αἰδηψῷ καὶ καθ’ ἑτέρας ἀναρραγῆναι πηγάς· Ὠρεοῦ δὲ τὸ πρὸς θαλάττῃ τεῖχος καὶ τῶν οἰκιῶν περὶ ἑπτακοσίας συμπεσεῖν, Ἐχίνου τε καὶ Φαλάρων καὶ Ἡρακλείας τῆς Τραχῖνος, τῶν μὲν πολὺ μέρος πεσεῖν, Φαλάρων δὲ καὶ ἐξ ἐδάφους ἀναστραφῆναι τὸ κτίσμα. |
| 2 [30] | Παραπλήσια δὲ συμβῆναι καὶ Λαμιεῦσι καὶ Λαρισαίοις· καὶ Σκάρφειαν δ’ ἐκ θεμελίων ἀναρριφῆναι, καὶ καταδῦναι σώματα χιλίων καὶ ἑπτακοσίων οὐκ ἐλάττω, Θρονίους δ’ ὑπὲρ ἥμισυ τούτων· κῦμά τε ἐξαρθὲν τριχῆ, τὸ μὲν πρὸς Σκάρφην ἐνεχθῆναι καὶ Θρόνιον, τὸ δὲ πρὸς Θερμοπύλας, ἄλλο δὲ εἰς τὸ πεδίον ἕως τοῦ Φωκικοῦ Δαφνοῦντος. Πηγάς τε ποταμῶν ξηρανθῆναι πρὸς ἡμέρας τινὰς, τὸν δὲ Σπερχειὸν ἀλλάξαι τὸ ῥεῖθρον καὶ ποιῆσαι πλωτὰς τὰς ὁδοὺς, τὸν δὲ Βοάγριον κατ’ ἄλλης ἐνεχθῆναι φάραγγος, καὶ Ἀλόπης δὲ καὶ Κύνου καὶ Ὀποῦντος πολλὰ καταβλαβῆναι μέρη, Οἶον δὲ τὸ ὑπερκείμενον φρούριον πᾶν ἀνατραπῆναι, Ἐλατείας δὲ τοῦ τείχους καταρραγῆναι μέρος, περὶ δὲ Ἄλπωνον θεσμοφορίων ὄντων πέντε καὶ εἴκοσι παρθένους ἀναδραμούσας εἰς πύργον τῶν ἐλλιμενίων κατὰ θέαν, πεσόντος τοῦ πύργου, πεσεῖν καὶ αὐτὰς εἰς τὴν θάλατταν. Λέγουσι δὲ καὶ τῆς Ἀταλάντης τῆς πρὸς Εὐβοίᾳ τὰ μέσα, ῥήματος γενομένου, διάπλουν δέξασθαι, μεταξὺ καὶ τῶν πεδίων ἔνια καὶ μέχρι εἴκοσι σταδίων ἐπικλυσθῆναι, καὶ τριήρη τινὰ ἐκ τῶν νεωρίων ἐξαιρεθεῖσαν ὑπερπεσεῖν τοῦ τείχους. Stephan. |
| 3 | Byz.: Ἀντικύρα, πόλεις δύο· ἡ μία Φωκίδος, ὡς Δημήτριος ὁ Καλλατιανὸς, ἡ δὲ ἐν Μαλιεῦσιν, ὡς Ἀπολλόδωρος. Schol. |
| 4a | Theocrit. I, 64: Δημήτριος δὲ ὁ Καλλατιανὸς, τοῦ Βριάρεω, ἑνὸς τῶν Κυκλώπων, παῖδας γενέσθαι Σικανὸν καὶ Αἴτνην, ἀφ’ ἧς τὸ ὄνομα. Schol. |
| 4b | ad Id. VII, 151: [τὸν Πολύφαμον, ὃς ὤρεσι νᾶας ἔβαλλεν.] Τὸν Πολύφημον τὸν Κύκλωπα λέγει, ὃς ἀντὶ λίθων ὄρη ἔβαλλεν, ἢ τοὺς ἐν τοῖς ὄρεσι λίθους, ὡς Δημήτριός φησι. Id. |
| 4c | ad Id. V, 83: Δημήτριος δὲ Κάρνειον τὸν Ἀπόλλωνα προσαγορευθῆναί φησιν ἀπὸ τοῦ κρᾶναι, ὅ ἐστι τελέσαι. Φησὶ γὰρ, ὡς ὁ Μενέλαος στρατεύσας εἰς Ἴλιον, ηὔξατο τιμῆσαι αὐτὸν, ἐὰν κραίνῃ. Lucian. |
| 5 [5] | Macrob. c. 10: Ἱέρων τε ὁ Συρακοσίων τύραννος δύο καὶ ἐνενήκοντα ἐτῶν γενόμενος ἐτελεύτα νοσῶν, βασιλεύσας ἑβδομήκοντα ἔτη, ὥσπερ Δημήτριός τε ὁ Καλλατιανὸς καὶ ἄλλοι λέγουσιν. |