ΠΕΡΙ ΚΥΡΗΝΗΣ.
Πινδαρικὴ ὑπόμνησις : Κάρρωτος, ὄνομα κύριον, περὶ οὗ μέμνηται πρὸς τὸν Ἀρκεσίλαον· οἱ δὲ τὸν ἡνίοχον τούτου, ὅν φησιν ὁ Δίδυμος τῆς Πυθιακῆς νίκης αἴτιον γενέσθαι τῷ Ἀρκεσιλάῳ, κατάγειν δὲ αὐτῷ καὶ στρατιωτικὸν ἀπὸ τῆς Ἑλλάδος ἀθροίσαντα. Ταῦτα δὲ πιστοῦται παρατιθέμενος τὰ Θεοτίμου ἐκ τοῦ πρώτου Περὶ Κυρήνης ἔχοντα οὕτως· «Διαπίπτουσαν δὲ τὴν πρᾶξιν αἰσθόμενος ὁ Ἀρκεσίλαος καὶ βουλόμενος διʼ αὐτοῦ τὰς Ἑσπερίδας οἰκίσαι, πέμπει μὲν εἰς τὰς πανηγύρεις ἵππους ἀθλήσοντας Εὔφημον ἄγοντα, νικήσας δὲ τὰ Πύθια καὶ τὴν ἑαυτοῦ πατρίδα ἐστεφάνωσε καὶ ἐποίκους εἰς τὰς Ἑσπερίδας συνέλεγεν. Εὔφημος μὲν οὖν ἐτελεύτα· Κάρρωτος δὲ τῆς Ἀρκεσιλάου γυναικὸς ἀδελφὸς διεδέξατο τὴν τῶν ἐποίκων ἡγεμονίαν.» Ὁ τοίνυν Πίνδαρος τοῖς ἑταίροις καθομιλῶν τὸ καταπραχθὲν τῷ Εὐφήμῳ τῷ Καρρώτῳ προσῆψε.
Πινδαρικὴ ὑπόμνησις : Κυβερνήτης ὁ Εὔφημος ἦν καὶ πρωρεύς· τοῦτο γὰρ ἱστορεῖν ἴσμεν Θεότιμον.
Πινδαρικὴ ὑπόμνησις : Θεότιμος δὲ ἐν τῷ περὶ τοῦ Νείλου ὅρου ἱστοριῶν διὰ τοῦ υ γράφει εὔβολον, καὶ οὕτω προσαγορεύεσθαι διὰ τὸ ἐν καλῷ τόπῳ κεῖσθαι τὴν νῆσον.
ΙΤΑΛΙΚΑ.
Πλούταρχος : Πορσίνας, Τούσκων βασιλεὺς, πέραν Θύμβριος ποταμοῦ στρατεύσας ἐπολέμησε Ῥωμαίοις, καὶ τὴν ἀπὸ σιτίων φερομένην εὐθηνίαν μέσην λαβὼν, λιμῷ τοὺς προειρημένους ἔτρυχεν. Ὁράτιος δὲ Κάτλος, στρατηγὸς χειροτονηθεὶς, τὴν ξυλίνην κατελάβετο γέφυραν, καὶ τὸ πλῆθος τῶν βαρβάρων διαβῆναι βουλόμενον ἐπεῖχε. Πλεονεκτούμενος δὲ ὑπὸ τῶν πολεμίων, προσέταξε τοῖς ὑποτεταγμένοις κόπτειν τὴν γέφυραν, καὶ τὸ πλῆθος τῶν βαρβάρων διαβῆναι βουλόμενον ἐκώλυσε. Βέλει δὲ τὸν ὀφθαλμὸν πληγεὶς, ῥίψας ἑαυτὸν εἰς τὸν ποταμὸν, διενήξατο εἰς τοὺς οἰκείους· ὡς Θεότιμος δευτέρῳ Ἰταλικῶν.