ΗΠΕΙΡΩΤΙΚΑ.
Πλούταρχος Ῥωμαίων πρὸς Πύρρον Ἠπειρώτην πολεμούντων, Αἱμίλιος Παῦλος χρησμὸν ἔλαβε νικῆσαι, βωμὸν ἐὰν ποιήσῃ, ἔνθα ἂν ἴδῃ χάσματι κρυπτόμενον ἄνδρα τῶν ἐπισήμων μετὰ ἅρματος· μετὰ τρεῖς ἡμέρας Οὐαλέριος Κονάτος κατʼ ὄναρ ἰδὼν ἀναλαβεῖν ἱερέως κόσμον — καὶ γὰρ ἦν μαντικῆς ἔμπειρος —, στρατηγήσας καὶ πολλοὺς φονεύσας, ὑπὸ γῆς κατεπόθη. Ὁ Αἱμίλιος δὲ βωμὸν ἱδρύσας, ἐνίκησε καὶ ἑκατὸν ἑξήκοντα πυργοφόρους ἐλέφαντας εἰς Ῥώμην κατέπεμψεν. Ὁ δὲ βωμὸς μαντεύεται κατʼ ἐκεῖνον τὸν καιρὸν, καθʼ ὃν ἐνικήθη Πύρρος, ὡς ἱστορεῖ Κριτόλαος τρίτῃ Ἠπειρωτικῶν.
ΦΑΙΝΟΜΕΝΑ.
Πλούταρχος Κρόνος ἐπιξενωθεὶς γεωργῷ, ᾧ ἦν θυγάτηρ καλὴ Ἐντωρία, ταύτην ἐβιάζετο καὶ ἐτέκνωσεν υἱοὺς, Ἰάνον, Ὕμνον, Φαῦστον, Φήλικα. Δοὺς οὖν τρόπον τῆς τοῦ οἴνου πόσεως καὶ τῆς ἀμπέλου, ἠξίωσε καὶ τοῖς γείτοσι μεταδοῦναι. Ποιήσαντες δʼ αὐτὸ καὶ πιόντες παρὰ τὸ σύνηθες, εἰς ὕπνον κατηνέχθησαν βαρύτερον τοῦ δέοντος· οἱ δὲ πεφαρμακῶσθαι δόξαντες, λίθοις βάλλοντες τὸν Ἰκάριον ἀπέκτειναν· οἱ δὲ θυγατριδαὶ ἀθυμήσαντες, βρόχῳ τὸν βίον κατέστρεψαν. Λοιμοῦ δὲ κατασχόντος Ῥωμαίους, ἔχρησεν ὁ Πύθιος λωφήσειν, ἐὰν ἐξιλάσωνται τοῦ Κρόνου τὴν μῆνιν καὶ τοὺς δαίμονας τῶν ἀνόμως ἀπολομένων. Λουτάτιος δὲ Κάτλος, ἀνὴρ τῶν ἐπισήμων, κατεσκεύασε τῷ θεῷ τέμενος τὸ κείμενον σύνεγγυς τοῦ Ταρπηΐου ὄρους, καὶ τὸν ἄνω βωμὸν ἱδρύσατο τετραπρόσωπον, ἢ διὰ τοὺς θυγατριδὰς, ἢ ὅτι τετραμερὴς ὁ ἐνιαυτός ἐστι, καὶ μῆνα κατέδειξεν Ἰανουάριον. Ὁ δὲ Κρόνος πάντας κατηστέρισεν. Καὶ οἱ μὲν καλοῦνται προτρυγητῆρες, ὁ δʼ Ἰάνος προανατέλλων· δείκνυται δὲ ὁ ἀστὴρ πρὸ τῶν ποδῶν τῆς παρθένου· ὡς Κριτόλαος ἐν τετάρτῃ Φαινομένων.