eul_wid: fbe-ab
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Fragments on Homer's Origins by Ephorus of Cyme

The Fragments on Homer's Origins constitutes a compilation of 282 passages that preserve the Homeric scholarship of the 4th-century BCE historian Ephorus of Cyme. Ephorus did not author a discrete treatise under this title; rather, these excerpts are drawn from his comprehensive historical works, wherein he addressed subjects pertaining to the poet Homer. The fragments engage with contemporary debates concerning Homer's birthplace, biography, and the historical milieu of the epic poems. They exemplify the rationalizing methodology characteristic of Hellenistic scholarship, which sought to harmonize mythological traditions with historical and geographical inquiry.

The original work does not survive intact. The extant collection is assembled entirely from quotations by later authors, most notably the geographer Strabo, who frequently cited Ephorus in his own writings. Consequently, understanding of Ephorus's perspectives is mediated through the selective interests of these subsequent sources. Scholars interpret these fragments as integral to Ephorus's larger historiographical endeavor to utilize Homeric poetry as a source for early Greek history and ethnography. The work was likely composed for an educated audience invested in probing the historical foundations of Hellenic culture and identity.

Ψευδοπλούταρχος Ἔφορος μὲν οὖν ὁ Κυμαῖος ἐν συντάγματι τῶι ἐπιγραφομένωι Ἐπιχωρίωι Κυμαῖον αὐτὸν ἀποδεικνύναι πειρώμενός φησιν ὅτι Ἀπελλῆς καὶ Μαίων καὶ Δῖος ἀδελφοὶ Κυμαῖοι τὸ γένος· ὧν Δῖος μὲν διὰ χρέα μετώικησεν εἰς Ἄσκρην κώμην τῆς Βοιωτίας, κἀκεῖ γήμας Πυκιμήδην ἐγέννησεν Ἡσίοδον· Ἀπελλῆς δὲ τελευτήσας ἐν τῆι πατρίδι Κύμηι κατέλιπε θυγατέρα Κριθηίδα τοὔνομα, προστησάμενος αὐτῆς τὸν ἀδελφὸν Μαίονα, ὃς διακορεύσας τὴν προειρημένην καὶ τὴν ἀπὸ τῶν πολιτῶν ἐπὶ τῶι γεγονότι δείσας κατάγνωσιν, ἔδωκεν αὐτὴν πρὸς γάμον Φημίωι Σμυρναίωι διδασκάλωι γραμμάτων. φοιτῶσα δὲ αὐτὴ ἐπὶ τοὺς πλύνους, οἳ ἦσαν παρὰ τῶι Μέλητι, ἀπεκύησε τὸν Ὅμηρον ἐπὶ τῶι ποταμῶι, καὶ διὰ τοῦτο Μελησιγένης ἐκλήθη. μετωνομάσθη δὲ Ὅμηρος, ἐπειδὴ τὰς ὄψεις ἐπηρώθη· οὕτω γὰρ ἐκάλουν οἵ τε Κυμαῖοι καὶ οἱ Ἴωνες τοὺς τὰς ὄψεις πεπηρωμένους παρὰ τὸ δεῖσθαι τῶν ὁμηρευόντων, ὅ ἐστι τῶν ἡγουμένων. καὶ ταῦτα μὲν Ἔφορος.

Ἀθήναιος ζηλωτὴς δὲ διὰ τῶν εὐτραπέλων λόγων τούτων ἐγένετο ὁ Στρατόνικος Σιμωνίδου τοῦ ποιητοῦ, ὥς φησιν Ἔφορος ἐν δευτέρωι Περὶ Εὑρημάτων, φάσκων καὶ Φιλόξενον τὸν Κυθήριον περὶ τὰ ὅμοια ἐσπουδακέναι.

Ἀθήναιος οἶδα δὲ καὶ ἄλλα γένη αὐλῶν τραγικῶν τε καὶ λυσιωιδικῶν καὶ κιθαριστηρίων, ὧν μνημονεύουσιν Ἔφορός τʼ ἐν τοῖς Εὑρήμασι καὶ Εὐφράνωρ ὁ Πυθαγορικὸς ἐν τῶι Περὶ αὐλῶν, ἔτι δὲ καὶ Ἄλεξις καὶ αὐτὸς ἐν τῶι Περὶ αὐλῶν.

Ἀθήναιος φοίνικα δὲ τὸ ὄργανον Ἔφορος καὶ Σκάμων ἐν τοῖς Περὶ Εὑρημάτων ὑπὸ Φοινίκων εὑρεθὲν ταύτης τυχεῖν τῆς προσηγορίας. Σῆμος δὲ ὁ Δήλιος ἐν πρώτωι Δηλιάδος διὰ τὸ ἐκ τοῦ ἐν Δήλωι φοίνικος τοὺς ἀγκῶνας αὐτοῦ ἐξεργάσασθαι …

Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν ἱστὸν ἐποιχομένην .. αἱ πάλαι γυναῖκες ἑστῶσαι ὕφαινον καὶ ἐπιπορευόμεναι τὸν ἱστὸν διὰ τὴν τῶν ὑφαινομένων, ὡς εἰκός, πλατύτητα. πρώτην δὲ γυναῖκα Αἰγυπτίαν, Ὕρ τὸ ὄνομα, καθεζομένην ὑφάναι φασί, ἀφʼ ἧς καὶ Αἰγύπτιοι τῆς Ἀθηνᾶς ἄγαλμα καθημένης ἱδρύσαντο, ὥς φησιν Ἔφορος ἐν τοῖς Εὑρήμασι.

Αἴλιος Θέων ὁ σοφιστής συγγνώμης δʼ ἄξιον, ὅταν εἰς ἐκεῖνά τις ἐμπέσηι ποτὲ τὰ μέτρα, ἅπερ ἔχει ὁμοιότητα πρὸς τὸ πεζόν, οἷόν ἐστι τὸ ἰαμβικόν. διὸ καὶ πάντες οἱ συγγραφεῖς ἄκοντες ἐμπίπτουσιν εἰς τὸ γένος τοῦτο. ὁ γοῦν Ἔφορος ἐν τῶι Περὶ λέξεως διʼ αὐτοῦ τοῦ ἀπαγορεύοντος λόγου, μὴ τῆι ἐνρύθμωι χρῆσθαι διαλέκτωι, εὐθὺς ἐν ἀρχῆι στίχον εἴρηκεν εἰπών «πάλιν δὲ περὶ τῆς ἐνρύθμου διέξειμι.»

Φώτιος διὸ καὶ τὰ προοίμια αὐτοῖς τῶν Ἱστοριῶν τῆι τε διανοίαι καὶ τοῖς ἄλλοις ἐστὶν ὁμοιότατα, ὡς ἂν ἀπὸ τῆς αὐτῆς ἀφετηρίας ἐκδραμόντων ἑκατέρου πρὸς τὸ στάδιον τῆς ἱστορίας.

Πολύβιος οὐ γὰρ ἡγητέον μουσικήν, ὡς Ἔφορός φησιν ἐν τῶι προοιμίωι τῆς ὅλης πραγματείας, οὐδαμῶς ἁρμόζοντα λόγον αὑτῶι ῥίψας, ἐπʼ ἀπάτηι καὶ γοητείαι παρεισῆχθαι τοῖς ἀνθρώποις.

Οὐαλέριος Ἁρποκρατίων Ἰσοκράτης Πανηγυρικῶι «τά τε παλαιὰ καινῶς διελθεῖν καὶ περὶ τῶν νεωστὶ γενομένων ἀρχαίως εἰπεῖν». ἔνιοι μέν φασι σημαίνειν ἀρχαιοτρόπως, τουτέστιν ἀρχαιοτέροις ὀνόμασι χρῆσθαι. Ἔφορος δʼ ἐν τῆι α τῶν Ἱστοριῶν τρόπον τινὰ ἐξηγήσατο, ἐν ὧι φησὶ περὶ τῶν ἀρχαίων πραγμάτων τοὺς νεωτέρους διεξέρχεσθαι· «περὶ μὲν γὰρ τῶν καθʼ ἡμᾶς γεγενημένων» φησί «τοὺς ἀκριβέστατα λέγοντας πιστοτάτους ἡγούμεθα, περὶ δὲ τῶν παλαιῶν τοὺς οὕτω διεξιόντας ἀπιθανωτάτους εἶναι νομίζομεν, ὑπολαμβάνοντες οὔτε τὰς πράξεις ἁπάσας οὔτε τῶν λόγων τοὺς πλείστους εἰκὸς εἶναι μνημονεύεσθαι διὰ τοσούτων.»

Οὐαλέριος Ἁρποκρατίων Κεβρῆνα ... πόλις ἐστὶ τῆς Τρωάδος Κεβρήν, Κυμαίων ἀποικία, ὥς φησιν Ἔφορος ἐν α.

Ἀθήναιος περὶ δὲ τῶν καρίδων, ὅτι καὶ πόλις ἦν Καρίδες περὶ Χίον τὴν νῆσον Ἔφορος ἐν τῆι α ἱστορεῖ, κτίσαι φάσκων αὐτὴν τοὺς διασωθέντας ἐκ τοῦ ἐπὶ Δευκαλίωνος γενομένου κατακλυσμοῦ μετὰ Μάκαρος, καὶ μέχρι νῦν τὸν τόπον καλεῖσθαι Καρίδας.

Πλατωνικὴ ὑπόμνησις ἐν τῶι Καρὶ ὑμῖν ὁ κίνδυνος ἐπὶ τῶν ἐπισφαλέστερον καὶ ἐν ἀλλοτρίοις κινδυνευόντων. Κᾶρες γὰρ δοκοῦσι πρῶτοι μισθοφορῆσαι, ὅθεν καὶ εἰς πόλεμον αὐτοὺς προέταττον ... καὶ τὸ παρʼ Ὁμήρωι δὲ «ἐν Καρὸς αἴσηι» ἐν τῶι τυχόντι τινες ἀκούουσι. μέμνηται δʼ αὐτῆς Ἀρχίλοχος λέγων «καὶ δὴ ʼπίκουρος ὥστε Κὰρ κεκλήσομαι»· καὶ Ἔφορος ἐν α Ἱστοριῶν· καὶ Φιλήμων ἐν Γάμωι «ἐν Καρὶ τὸν κίνδυνον· οἶδα, δέσποτα» κτλ.

Αἴλιος Θέων ὁ σοφιστής διηγημάτων μὲν μυθικῶν ... παρὰ Ἐφόρωι ἐν τῆι πρώτηι τὸ περὶ τῶν πεντήκοντα Θεσπίου θυγατέρων, αἷς ἁπάσαις παρθένοις οὔσαις φασὶν ἅμα μιγῆναι τὸν Ἡρακλέα ...

Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια Ἔφορος δὲ ἐν πρώτωι παραδέδωκεν αὐτὸν διʼ Ὀμφάλην καταλελεῖφθαι.

Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια Ἔφορος δὲ ἐν τῆι ε φησὶν αὐτὸν ἑκουσίως ἀπολελεῖφθαι πρὸς Ὀμφάλην τὴν Λυδῶν βασιλεύουσαν.

Στέφανος ὁ Βυζάντιος Δυμᾶνες· φυλὴ Δωριέων. ἦσαν δὲ τρεῖς, Ὑλλεῖς καὶ Πάμφυλοι καὶ Δυμᾶνες, ἐξ Ἡρακλέους — καὶ προσετέθη ἡ Ὑρνηθία —, ὡς Ἔφορος α· «Αἰγίμιος γάρ, ὢν τῶν περὶ τὴν Οἴτην Δωριέων βασιλεύς, ἔσχε δύο παῖδας Πάμφυλον καὶ Δυμᾶνα, καὶ τὸν τοῦ Ἡρακλέους Ὕλλον ἐποιήσατο τρίτον, χάριν ἀποδιδοὺς ἀνθʼ ὧν Ἡρακλῆς ἐκπεπτωκότα κατήγαγεν.»

Πινδαρικὴ ὑπόμνησις Αἰγεῖδαι ἐμοὶ πατέρες διτταὶ γίνονται αἱ τῶν Θήβηθεν Αἰγειδῶν εἰς Σπάρτην ἀφίξεις, προτέρα μὲν ἡ σὺν τοῖς Δωριεῦσι καὶ Ἀριστοδήμωι, ἧς μέμνηται Ἔφορος ἐν τῆι πρώτηι λέγων· «Ὕλλον καὶ τοὺς ἄλλους τοὺς ἀποτυχόντας τῆς ἐπὶ τὴν Σπάρτην στρατείας ἐπερωτᾶν τὸν θεὸν τίνας τῶν Ἑλλήνων ποιήσονται πρὸς τὴν κάθοδον συμμάχους· τὸν δὲ ἀνελεῖν, τοὺς ὑπὸ Ἡρακλέους εὐεργηθέντας, πρώτους δὲ τούτων κελεῦσαι Αἰγείδας παρακαλεῖν. ὑπολαμβάνοντας δὲ ταῦτα εὐλόγως προστεταχέναι τὸν θεὸν ἐλθεῖν εἰς τὰς Ἀθήνας πρῶτον, εἰδότας Θησέα τὸν Αἰγέως μέγιστα πάντων ὑφʼ Ἡρακλέους εὐεργετημένον. … ἔπειτά φασι τὸν Ἀριστόδημον διὰ τῆς Βοιωτίας πορευόμενον καταλαβεῖν θύοντάς τινας τῶν Θηβαίων παρὰ τὴν ὁδόν, καὶ τοῦ κήρυκος ἀκούσαντα τοῖς Αἰγείδαις εὐχομένου τὰ ἀγαθά, λαβεῖν περὶ τῆς μαντείας ἔννοιαν· καὶ νομίσαντα δεῖν, ἐπειδὴ τοὺς Ἀθήνηθεν Αἰγείδας πρώτους παρακαλοῦντες διημάρτανον, τοὺς ἐκ τῶν Θηβῶν συμμάχους μετελθεῖν πρότερον. κατὰ τύχην δὲ ταύτηι τῆι στρατείαι τῶν Ἡρακλειδῶν τὴν Πελοπόννησον κατασχόντων ἡγοῦντο τὸ μαντεῖον εἰρῆσθαι περὶ τῶν ἐν Θήβαις Αἰγειδῶν.» ἑτέρα δὲ ἡ σὺν Τιμομάχωι, ἐν ὧι πρὸς Ἀμυκλαεῖς Λακεδαιμονίοις καθειστήκει πόλεμος.

Αἴλιος Θέων ὁ σοφιστής καὶ περὶ τοῦ Ἀριστοδήμου ὡς ἐτελεύτησε κεραυνόβλητος γενόμενος.

Αἴλιος Θέων ὁ σοφιστής τῶν δὲ πραγματικῶν διηγήσεων ἔστι μέν τινα καὶ παρὰ Ἡροδότου λαβεῖν, ὡς τὰ ἐκ τῆς τετάρτης περὶ τοῦ διαιρεῖσθαι τὴν ὅλην γῆν εἰς τρία μέρη ... καὶ παρὰ Θουκυδίδου ἐκ τῆς πρώτης τὰ περὶ τῆς ἀναιρέσεως Ἱππάρχου ... πλείω δὲ ἔχομεν καὶ παρʼ ἄλλων ἱστορικῶν λαβεῖν· παρὰ μὲν Ἐφόρου ἐκ τῆς πρώτης τὰ περὶ τὴν διαίρεσιν τῆς Πελοποννήσου κατὰ τὴν τῶν Ἡρακλειδῶν κάθοδον.

Στράβων οὐκ ἄτοπον δʼ ἴσως καὶ τοὺς οἰκιστὰς προσθεῖναι τῶν τὴν Πελοπόννησον οἰκούντων, οὓς εἶπεν Ἔφορος, τοὺς μετὰ τὴν Ἡρακλειδῶν κάθοδον· Κορίνθου μὲν Ἀλήτην, Σικυῶνος δὲ Φάλκην, Ἀχαίας δὲ Τισαμενόν, Ἤλιδος δʼ Ὀξύλον, Μεσσήνης δὲ Κρεσφόντην, Λακεδαίμονος δʼ Εὐρυσθένη καὶ Προκλῆ, Ἄργους δὲ Τήμενον καὶ Κίσσον, τῶν δὲ περὶ τὴν Ἀκτὴν Ἀγραῖον καὶ Δηιφόντην.

Ψευδοσκύμνος τὰ μὲν οὖν βόρεια τῆς Πελοποννήσου μέρη Σικυώνιοι κατέχουσιν οἵ τε πρίν ποτε Κόρινθον οἰκήσαντες ἐπιφανῆ πόλιν ἄλλοι τʼ Ἀχαιοί· τοὺς πρὸς ἑσπέραν δʼ ὅρους καὶ ζέφυρον Ἠλεῖοι τε καὶ Μεσσήνιοι· τὸ πρὸς μεσημβρίαν δὲ καὶ νότον κλίμα Λάκωνες Ἀργεῖοί τε· πρὸς ἀνιόντα δὲ ἥλιον ὅσαι κατέχουσι τὴν Ἀκτὴν πόλεις· ἐν τῆι μεσογείωι δʼ ἐστὶν ἡ Φλιασία τό τʼ Ἀρκάδων μέγιστον ἐπὶ τούτοις ἔθνος. τοὺς Ἀρκάδας μὲν οὖν λέγουσʼ αὐτόχθονας, ὕστερον Ἀλήτην δʼ οἰκίσαι Κορινθίους, Φάλκην δὲ τὸν Σικυῶνα, τὴν δʼ Ἀχαίαν Τισαμενόν, Ἤλιδος δʼ ὑπάρχειν Ὀξύλον ἡγεμόνα, Κρεσφόντην δὲ τῆς Μεσσηνίας, Εὐρυσθένην δὲ καὶ Προκλῆ Λακεδαίμονος, Ἄργους δὲ Κίσσον καὶ μετʼ αὐτοῦ Τήμενον, τῶν δὲ περὶ τὴν Ἀκτὴν Ἀγραῖον, ὡς λόγος, καὶ Δηιφόντην, γαμβρὸν ὄντα Τημένου.

Πλατωνικὴ ὑπόμνησις Διὸς Κόρινθος ἐπὶ τῶν ἄγαν μὲν ὑπερσεμνυνομένων, κακῶς δὲ καὶ πονηρῶς ἀπαλλαττόντων. τῶν γὰρ Κορινθίων βαρέα τοῖς Μεγαρεῦσιν ἀποίκοις οὖσιν ἐπιταττόντων τὸ μὲν πρῶτον ὑπήκουον· ὡς δὲ ὕβρεως οὐδὲν ἀπελίμπανον οἱ Κορίνθιοι, τὰ δὲ τῶν Μεγαρέων ἔρρωτο, ἐλπίσαντες οἱ Μεγαρεῖς οὐδὲν ἂν παθεῖν ἀποστάντες παραχρῆμα τῶν Κορινθίων ἀφίστανται. πέμπουσιν οὖν πρέσβεις οἱ Κορίνθιοι κατηγορήσοντας τῶν Μεγαρέων, οἳ παρελθόντες εἰς τὴν ἐκκλησίαν ἄλλα τε πολλὰ διεξήιεσαν καὶ τέλος ὅτι δικαίως ἂν στενάξειεν ἐπὶ τοῖς γιγνομένοις ὁ Διὸς Κόρινθος, εἰ μὴ λήψονται δίκην παρʼ αὐτῶν. ἐφʼ οἷς παροξυνθέντες οἱ Μεγαρεῖς τούς τε πρέσβεις παραχρῆμα λίθοις ἔβαλον, καὶ μετὰ μικρὸν ἐπιβοηθησάντων τινῶν τοῖς Κορινθίοις καὶ μάχης γενομένης νικήσαντες, φυγῆι τῶν Κορινθίων ἀποχωρούντων, ἐφεπόμενοι καὶ κτείνοντες ἅμα παίειν ἀλλήλοις τὸν Διὸς Κόρινθον ἐκέλευον. μέμνηται δὲ ταύτης Ἀριστοφάνης ἐν τοῖς Βατράχοις ... καὶ ἐν Ταγηνισταῖς, καὶ Ἔφορος ἐν πρώτωι Ἱστοριῶν, καὶ Πλάτων Εὐθυδήμωι. ἄλλοι δὲ ἐπὶ τῶν ἐπʼ οὐδενὶ τέλει ἀπειλούντων φασὶν εἰρῆσθαι τὴν παροιμίαν. Μεγαρεῦσι γὰρ ὡρμημένοις ἀφίστασθαι ἐπιλέγειν τὸν Κορίνθιον «οὐκ ἀνέξεται ταῦτα ὁ Διὸς Κορίνθος». μέμνηται ταύτης καὶ Πίνδαρος.

Μακρόβιος «τοῖς μὲν οὖν ἄλλοις ποταμοῖς οἱ πλησιόχωροι μόνοι θύουσιν, τὸν δὲ Ἀχελῶιον μόνον πάντας ἀνθρώπους συμβέβηκεν τιμᾶν, οὐ τοῖς κοινοῖς ὀνόμασιν ἀντὶ τῶν ἰδίων ὀνομάζοντες τοὺς ἄλλους ποταμούς, ἀλλὰ τοῦ Ἀχελώιου τὴν ἰδίαν ἐπωνυμίαν ἐπὶ τὸ κοινὸν μεταφέροντας. τὸ μὲν γὰρ ὕδωρ ὅλως, ὅπερ ἐστὶν κοινὸν ὄνομα, ἀπὸ τῆς ἰδίας ἐκείνου προσηγορίας Ἀχελῶιον καλοῦμεν, τῶν δὲ ἄλλων ὀνομάτων τὰ κοινὰ πολλάκις ἀντὶ τῶν ἰδίων ὀνομάζομεν τοὺς μὲν Ἀθηναίους Ἴωνας, τοὺς δὲ Λακεδαιμονίους Πελοποννησίους ἀποκαλοῦντες. τούτου δὲ τοῦ ἀπορήματος οὐδὲν ἔχομεν αἰτιώτατον εἰπεῖν ἢ τοὺς ἐκ Δωδώνης χρησμούς· σχεδὸν γὰρ ἐν ἅπασιν αὐτοῖς προστάττειν ὁ θεὸς εἴωθεν Ἀχελώιωι θύειν, ὥστε πολλοὶ νομίζοντες οὐ τὸν ποταμὸν τὸν διὰ τῆς Ἀκαρνανίας ῥέοντα, ἀλλὰ τὸ σύνολον ὕδωρ Ἀχελῶιον ὑπὸ τοῦ χρησμοῦ καλεῖσθαι, μιμοῦνται τὰς τοῦ θεοῦ προσηγορίας. σημεῖον δὲ ὅτι πρὸς τὸ θεῖον ἀναφέροντες οὕτω λέγειν εἰώθαμεν· μάλιστα γὰρ τὸ ὕδωρ Ἀχελῶιον προσαγορεύομεν ἐν τοῖς ὅρκοις καὶ ἐν ταῖς εὐχαῖς καὶ ἐν ταῖς θυσίαις, ἅπερ πάντα περὶ τοὺς θεούς.»

Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν Ἔφορος δʼ ἐν β φησὶ τὸ ἐν Δωδώνηι μαντεῖον σχεδὸν ἐν ἅπασι τοῖς χρησμοῖς προστάττειν Ἀχελώιωι θύειν, ὅθεν τοὺς Ἕλληνας πάντα … ποταμὸν νομίζειν Ἀχελῶιον.

Ἀμμώνιος ὁ Γραμματικός Θηβαῖοι καὶ Θηβαγενεῖς διαφέρουσιν, καθὼς Δίδυμος ἐν ὑπομνήματι τῶι πρώτωι τῶν Παιάνων Πινδάρου φησίν· «καὶ τὸν τρίποδα ἀπὸ τούτου Θηβαγενεῖς πέμπουσι τὸν χρύσεον εἰς Ἰσμηνίου πρῶτον.» τίς δʼ ἐστὶ διαφορὰ Θηβαγενέων πρὸς Θηβαίους, Ἔφορος ἐν τῆι δευτέραι φησί· «οὗτοι μὲν οὖν συνετάχθησαν εἰς τὴν Βοιωτίαν· τοὺς δὲ τοῖς Ἀθηναίοις ὁμόρους προσοικοῦντας ἰδίαι Θηβαῖοι προσηγάγοντο πολλοῖς ἔτεσιν ὕστερον, οἳ σύμμικτοι ἦσαν πολλαχόθεν, ἐνέμοντο δὲ τὴν ὑπὸ τὸν Κιθαιρῶνα χώραν καὶ τὴν ἀπεναντίον τῆς Εὐβοίας, ἐκαλοῦντο δὲ Θηβαγενεῖς, ὅτι προσεγένοντο τοῖς ἄλλοις Βοιωτοῖς διὰ Θηβαίων.»

Οὐαλέριος Ἁρποκρατίων Ἀπατούρια· ... ἑορτή ἐστι παρʼ Ἀθηναίοις, ἣν ἄγουσι Πυανεψιῶνι ἐφʼ ἡμέρας δ, ὥς φασιν οἱ τὰ Περὶ ἑορτῶν γράψαντες. πόθεν δʼ ἐκλήθη ἄλλοι τε πολλοὶ εἰρήκασι καὶ Ἔφορος ἐν β, ὡς διὰ τὴν ὑπὲρ τῶν ὁρίων ἀπάτην γενομένην, ὅτι Ἀθηναίων πολεμούντων πρὸς Βοιωτοὺς ὑπὲρ τῆς Μελανίας χώρας Μέλανθος ὁ τῶν Ἀθηναίων βασιλεὺς Ξάνθον τὸν Θηβαίων μονομαχῶν ἀπατήσας ἀπέκτεινεν.

Φώτιος, Σοῦδα Περιθοῖδαι· δῆμος τῆς Οἰνηίδος φυλῆς, ἀπὸ Πειρίθου τοῦ Ἰξίονος. νόμος δʼ ἦν Ἀθήνησι ξένους εἰσδέχεσθαι τοὺς βουλομένους τῶν Ἑλλήνων, Θεσσαλοὺς δʼ ἐξαιρέτως ὑπεδέχοντο διὰ τὴν Πειρίθου καὶ Θησέως φιλοξενίαν. τούτοις δὲ καὶ χώραν ἐμέρισαν, ἣν ἐκάλεσαν Περιθοίδας. Ἔφορος ἱστορεῖ ἐν γ.

Στέφανος ὁ Βυζάντιος Ἀθῆναι ... ϛ Εὐβοίας, Δίαντος κτίσμα, ὡς Ἔφορος γ· «Ἄβαντος δὲ γίγνονται παῖδες Ἄλκων καὶ Δίας καὶ Ἀρέθουσα, ὧν ὁ μὲν Δίας κτίσας πόλιν οὕτως ἀπὸ τῆς πατρίδος ὠνόμασεν.» ὁ πολίτης Ἀθηναῖος καὶ Ἀθηναικός. ταύτας δʼ Ἀθήνας καὶ Διάδας λέγεσθαι.

Στέφανος ὁ Βυζάντιος Λάμψος· μοῖρα τῆς Κλαζομενίων χώρας, ἀπὸ Λάμψου παιδὸς Κυδρίδου, ὡς Ἔφορος γ.

Στέφανος ὁ Βυζάντιος Σκυφία· πολίχνιον Κλαζομενίων, ὡς Ἔφορος ἐν γ· «ἐν Σκυφίαι κατώικει». τινὲς δὲ διὰ τοῦ π.

Φώτιος, Σοῦδα Κωρυκαῖος ... Κώρυκος γὰρ τῆς Παμφυλίας ἀκρωτήριον, παρʼ ὧι πόλις Ἀττάλεια. ἐνταῦθα οἱ ἀπὸ τῆς πόλεως ἵνα μηδὲν αὐτοὶ κακῶς πάσχωσιν ἀπὸ τῶν ἐφορμούντων ἐπὶ τὴν ἄκραν ληιστῶν, ὑπαλλαττόμενοι πρὸς τοὺς ἐν ἄλλοις λιμέσιν ὁρμοῦντας κατηκροῶντο καὶ τοῖς ληισταῖς ἀπήγγελλον καὶ τίνες εἰσὶν καὶ ποῖ πλέουσιν· ὅθεν καὶ ἡ παροιμία «τοῦ δʼ ἆρʼ ὁ Κωρυκαῖος ἠκροάζετο» ... ὁ δʼ Ἔφορος ἐν γ· «ὑπʼ ἄκραι» φησίν «ὤικουν οἱ καλούμενοι Κωρυκαῖοι ἀνατεινούσηι εἰς πέλαγος, σύμμικτοί τινες κατασκευασάμενοι πολισμάτιον, γείτονες Μυονήσωι. τοῖς οὖν ὁρμοῦσιν ἐμπόροις προσήιεσαν, ὡς ἐωνούμενοι ἢ σύμπλοοι· εἶτα μαθόντες τί τε κομίζουσι καὶ ποῖ πλέουσι, τοῖς Μυονησίοις ἀπήγγελλον, κἀκεῖνοι ἐπετίθεντο αὐτοῖς· ἐλάμβανον δὲ καὶ αὐτοὶ μέρη τινὰ τῶν λύτρων.»

Στέφανος ὁ Βυζάντιος Μυκαλησσός· πόλις μεσογεία Βοιωτίας ... ἔστι καὶ ἄλλη Καρίας, ὡς Ἔφορος γ.

Ἀθήναιος ὁ Ἔφορος δʼ ἐν γ Ἱστοριῶν «κλαρώτας» φησί «Κρῆτες καλοῦσι τοὺς δούλους ἀπὸ τοῦ γενομένου περὶ αὐτῶν κλήρου. τούτοις δʼ εἰσὶ νενομισμέναι τινὲς ἑορταὶ ἐν Κυδωνίαι, ἐν αἷς οὐκ εἰσίασιν εἰς τὴν πόλιν ἐλεύθεροι, ἀλλʼ οἱ δοῦλοι πάντων κρατοῦσι καὶ κύριοι μαστιγοῦν εἰσι τοὺς ἐλευθέρους.»

Στράβων μηνύει δὲ καὶ Ἔφορος τὴν παλαιὰν περὶ τῆς Αἰθιοπίας δόξαν, ὅς φησιν ἐν τῶι περὶ τῆς Εὐρώπης λόγωι, τῶν περὶ τὸν οὐρανὸν καὶ τὴν γῆν τόπων εἰς τέσσαρα μέρη διηιρημένων, τὸ πρὸς τὸν ἀπηλιώτην Ἰνδοὺς ἔχειν, πρὸς νότον δὲ Αἰθίοπας, πρὸς δύσιν δὲ Κελτούς, πρὸς δὲ βορρᾶν ἄνεμον Σκύθας. προστίθησι δʼ, ὅτι μείζων ἡ Αἰθιοπία καὶ ἡ Σκυθία· «δοκεῖ γάρ» φησίν «τὸ τῶν Αἰθιόπων ἔθνος παρατείνειν ἀπʼ ἀνατολῶν χειμερινῶν μέχρι δυσμῶν χειμερινῶν· ἡ Σκυθία δʼ ἀντίκειται τούτωι».

Κοσμᾶς Ἰνδικοπλεύστης Ἐφόρου ἐκ τῆς δ αὐτοῦ Ἱστορίας. «τὸν μὲν γὰρ ἀπηλιώτην καὶ τὸν ἐγγὺς ἀνατολῶν τόπον Ἰνδοὶ κατοικοῦσι· τὸν δὲ πρὸς νότον καὶ μεσημβρίαν Αἰθίοπες νέμονται· τὸν δὲ ἀπὸ ζεφύρου καὶ δυσμῶν Κελτοὶ κατέχουσι· τὸν δὲ κατὰ βορρᾶν καὶ τοὺς ἄρκτους Σκύθαι κατοικοῦσιν. ἔστιν μὲν οὖν οὐκ ἶσον ἕκαστον τούτων τῶν μερῶν, ἀλλὰ τὸ μὲν τῶν Σκυθῶν καὶ τῶν Αἰθιόπων μεῖζον, τὸ δὲ τῶν Ἰνδῶν καὶ τῶν Κελτῶν ἔλαττον. καὶ παραπλήσιον ἑκατέρων ἀλλήλοις ἔχει τοῦ τόπου τὸ μέγεθος· οἱ μὲν γὰρ Ἰνδοί εἰσι μεταξὺ θερινῶν καὶ χειμερινῶν ἀνατολῶν· Κελτοὶ δὲ τὴν ἀπὸ θερινῶν μέχρι χειμερινῶν δυσμῶν χώραν κατέχουσι· καὶ τοῦτο μὲν ἶσόν ἐστιν ἐκείνωι τῶι διαστήματι καὶ μάλιστά πως ἀντικείμενον. ἡ δὲ τῶν Σκυθῶν κατοίκησις τοῦ μὲν ἡλίου τῆς περιφορᾶς τὸν διαλείποντα κατέχει τόπον· ἀντίκειται δὲ πρὸς τὸ τῶν Αἰθιόπων ἔθνος, ὃ δοκεῖ παρατείνειν ἀπὸ ἀνατολῶν χειμερινῶν μέχρι δυσμῶν τῶν βραχυτάτων.» οὗτος ὁ Ἔφορος παλαιός ἐστι συγγραφεύς, φιλόσοφος καὶ ἱστοριογράφος. ΝΟΤΟΣ ΧΕΙΜΕΡΙΝΗ ΑΝΑΤΟΛΗ ΑΙΘΙΟΠΕΣ ΧΕΙΜΕΡΙΝΗ ΔΥΣΙΣ ΑΠΗΛΙΩΤΗΣ ΙΝΔΟΙ ΚΕΛΤΟΙ ΖΕΦΥΡΟΣ ΘΕΡΙΝΗ ΑΝΑΤΟΛΗ ΣΚΥΘΑΙ ΘΕΡΙΝΗ ΔΥΣΙΣ ΒΟΡΡΑΣ ἀκριβῶς ὁ Ἔφορος καὶ λόγωι καὶ τῆι καταγραφῆι ... διηγεῖται τὴν θέσιν τῆς γῆς καὶ τῶν ἄστρων τὴν περιφοράν.

Ψευδοσκύμνος ἔπειτα χώρα Κελτικὴ καλουμένη μέχρι τῆς θαλάττης τῆς κατὰ Σαρδὼ κειμένης, ὅπερ μέγιστόν ἐστι πρὸς δυσμαῖς ἔθνος. τὴν μὲν γὰρ ἐντὸς ἀνατολῶν πᾶσαν σχεδὸν οἰκοῦσιν Ἰνδοί, τὴν δὲ πρὸς μεσημβρίαν Αἰθίοπες ἐγγὺς κείμενοι νότου πνοῆς· τὸν ἀπὸ ζεφύρου Κελτοὶ δὲ μέχρι δυσμῶν τόπον θερινῶν ἔχουσιν, τὸν δὲ πρὸς βορρᾶν Σκύθαι. Ἰνδοὶ μὲν οὖν μεταξὺ θερινῶν ἀνατολῶν καὶ χειμερινῶν οἰκοῦσι· Κελτοὶ δʼ ἀνάπαλιν ὑπʼ ἰσημερινῆς θερινῆς τε δύσεως, ὡς λόγος. τὰ μὲν οὖν ἔθνη τὰ τέσσαρʼ ἐστὶ τοῖς ὄχλοις τοῖς πλήθεσίν τε τῶν κατοικούντων ἴσα· ἡ δʼ Αἰθιόπων πλέονʼ ἐστὶ χώραν καὶ Σκυθῶν ἐρημίαν δʼ ἔχουσα πλείστην διὰ τὸ καὶ τὰ μὲν ἔμπυρʼ εἶναι μᾶλλον αὐτῶν, τὰ δʼ ἔνυγρα.

Αἴλιος Θέων ὁ σοφιστής τὸ δὲ μὴ μόνον ἀνασκευάζειν τὰς τοιαύτας μυθολογίας, ἀλλὰ καὶ ὅθεν παρερρύηκεν ὁ τοιοῦτος λόγος ἀποφαίνειν τελεωτέρας ἐστὶν ἕξεως ἢ κατὰ τοὺς πολλούς ...... καὶ μέντοι καὶ Ἔφορος ἐν τῆι τετάρτηι χρῆται τούτωι τῶι τρόπωι, ὅτι ἄρα Τιτυὸς μὲν ἦν Πανοπέως δυνάστης, ἀνὴρ παράνομος καὶ βίαιος, Πύθων δὲ θηριώδης τὴν φύσιν, Δράκων ἐπικαλούμενος.

Στράβων Ἔφορος δʼ, ὧι τὸ πλεῖστον προσχρώμεθα διὰ τὴν περὶ ταῦτα ἐπιμέλειαν, καθάπερ καὶ Πολύβιος μαρτυρῶν τυγχάνει, ἀνὴρ ἀξιόλογος, δοκεῖ μοι τἀναντία ποιεῖν ἔσθʼ ὅτε τῆι προαιρέσει καὶ ταῖς ἐξ ἀρχῆς ὑποσχέσεσιν. ἐπιτιμήσας γοῦν τοῖς φιλομυθοῦσιν ἐν τῆι τῆς ἱστορίας γραφῆι καὶ τὴν ἀλήθειαν ἐπαινέσας προστίθησι τῶι περὶ τοῦ μαντείου τούτου λόγωι σεμνήν τινα ὑπόσχεσιν, ὡς πανταχοῦ μὲν ἄριστον νομίζει τἀληθές, μάλιστα δὲ κατὰ τὴν ὑπόθεσιν ταύτην. «ἄτοπον γάρ, εἰ περὶ μὲν τῶν ἄλλων τὸν τοιοῦτον ἀεὶ τρόπον διώκομεν» φησί «περὶ δὲ τοῦ μαντείου λέγοντες, ὃ πάντων ἐστὶν ἀψευδέστατον, τοῖς οὕτως ἀπίστοις καὶ ψευδέσι χρησόμεθα λόγοις.» ταῦτα δʼ εἰπὼν ἐπιφέρει παραχρῆμα, ὅτι «ὑπολαμβάνουσι κατασκευάσαι τὸ μαντεῖον Ἀπόλλωνα μετὰ Θέμιδος, ὠφελῆσαι βουλόμενον τὸ γένος ἡμῶν.» εἶτα τὴν ὠφέλειαν εἰπών, ὅτι «εἰς ἡμερότητα προὐκαλεῖτο καὶ ἐσωφρόνιζε, τοῖς μὲν χρηστηριάζων καὶ τὰ μὲν προστάττων τὰ δὲ ἀπαγορεύων, τοὺς δʼ οὐδʼ ὅλως προσιέμενος· ταῦτα δὲ διοικεῖν νομίζουσι» φησίν «αὐτόν, οἱ μὲν αὐτὸν τὸν θεὸν σωματοειδῆ γινόμενον, οἱ δʼ ἀνθρώποις ἔννοιαν παραδιδόντα τῆς ἑαυτοῦ βουλήσεως.» ὑποβὰς δὲ περὶ τῶν Δελφῶν οἵτινές εἰσι διαλεγόμενος, φησὶ τὸ παλαιὸν Παρνασίους τινὰς αὐτόχθονας καλουμένους οἰκεῖν τὸν Παρνασόν, καθʼ ὃν χρόνον Ἀπόλλωνα τὴν γῆν ἐπιόντα ἡμεροῦν τοὺς ἀνθρώπους δόσει τῶν ἡμέρων καρπῶν καὶ τῶν ἄλλων τῶν ὠφελούντων τὸν ἀνθρώπινον βίον. ἐξ Ἀθηνῶν δʼ ὁρμηθέντα ἐπὶ Δελφοὺς ταύτην ἰέναι τὴν ὁδόν, ἧι νῦν Ἀθηναῖοι τὴν Πυθιάδα πέμπουσι· γενόμενον δὲ κατὰ Πανοπέας Τιτυὸν καταλῦσαι ἔχοντα τὸν τόπον, βίαιον ἄνδρα καὶ παράνομον· τοὺς δὲ Παρνασίους συμμίξαντας αὐτῶι καὶ ἄλλον μηνῦσαι χαλεπὸν ἄνδρα. Πύθωνα τοὔνομα, ἐπίκλησιν δὲ Δράκοντα, κατατοξεύοντος δʼ ἐπικελεύειν «ἵε παιάν», ἀφʼ οὗ τὸν παιωνισμὸν οὕτως ἐξ ἔθους παραδοθῆναι τοῖς μέλλουσι συμπίπτειν εἰς παράταξιν. ἐμπρησθῆναι δὲ καὶ σκηνὴν τότε τοῦ Πύθωνος ὑπὸ τῶν Δελφῶν, καθάπερ καὶ νῦν ἔτι καίειν ὑπόμνημα ποιουμένους τῶν τότε γενομένων. τί δʼ ἂν εἴη μυθωδέστερον ἢ Ἀπόλλων τοξεύων καὶ κολάζων Τιτυοὺς καὶ Πύθωνας καὶ ὁδεύων ἐξ Ἀθηνῶν εἰς Δελφοὺς καὶ γῆν πᾶσαν ἐπιών; εἰ δὲ ταῦτα μὴ ὑπελάμβανε μύθους εἶναι, τί ἐχρῆν τὴν μυθευομένην Θέμιν γυναῖκα καλεῖν, τὸν δὲ μυθευόμενον δράκοντα ἄνθρωπον; πλὴν εἰ συγχεῖν ἐβούλετο τόν τε τῆς ἱστορίας καὶ τὸν τοῦ μύθου τόπον

Αἴλιος Θέων ὁ σοφιστής καὶ ὅσα ἄλλα τοιαῦτα ἐπιλύεται περὶ τοῦ Λυκούργου καὶ Μίνωος καὶ Ῥαδαμάνθυος καὶ Διὸς καὶ Κουρήτων καὶ τῶν ἄλλων τῶν ἐν τῆι Κρήτηι μυθολογουμένων.

Στράβων ὑπὲρ τῆς Κρήτης ὁμολογεῖται, διότι κατὰ τοὺς παλαιοὺς χρόνους ἐτύγχανεν εὐνομουμένη καὶ ζηλωτὰς ἑαυτῆς τοὺς ἀρίστους τῶν Ἑλλήνων ἀπέφηνεν, ἐν δὲ τοῖς πρώτοις Λακεδαιμονίους, καθάπερ Πλάτων τε ἐν τοῖς Νόμοις δηλοῖ καὶ Ἔφορος ἐν τῆι Εὐρώπηι ἀναγέγραφεν.

Αἴλιος Θέων ὁ σοφιστής οἱ δὲ περὶ τὴν πάλαι μὲν Φλέγραν, νῦν δὲ Παλλήνην ὀνομαζομένην κατοικοῦντες ἦσαν ἄνθρωποι ὠμοὶ καὶ ἱερόσυλοι καὶ ἀνθρωποφάγοι, οἱ καλούμενοι Γίγαντες, οὓς Ἡρακλῆς λέγεται χειρώσασθαι τὴν Τροίαν ἑλών· καὶ διὰ τὸ κρατῆσαι τοὺς περὶ τὸν Ἡρακλέα ὀλίγους ὄντας τῶν Γιγάντων πολλῶν ὄντων καὶ ἀσεβῶν θεῶν ἔργον ἅπασιν ἐδόκει γεγονέναι τὸ περὶ τὴν μάχην.

Οὐαλέριος Ἁρποκρατίων Τορώνη· ... πόλις ἐν Θράικηι, ὡς Ἔφορος ἐν δ ἱστορεῖ.

Οὐαλέριος Ἁρποκρατίων Οἰσύμη· ... πόλις ἐστὶ τῆς Θράικης, καθά φασιν ἄλλοι τε καὶ Ἔφορος ἐν δ.

Οὐαλέριος Ἁρποκρατίων Δάτος· πόλις ἐστὶ Θράικης σφόδρα εὐδαίμων. ἀπὸ ταύτης γοῦν ἐλέγετό τις καὶ παροιμία «Δάτος ἀγαθῶν». δεδηλώκασι δὲ περί τε αὐτῆς καὶ τῆς παρακειμένης χώρας ὁτὲ μέν «τὸ Δάτον» οὐδετέρως λέγοντες, ὁτὲ δὲ «τὴν Δάτον» θηλυκῶς, ὡς ἀεὶ Ἔφορος ἐν τῆι δ· ἅπαξ δʼ ἀρσενικῶς «τὸν Δάτον» Θεόπομπος γ Φιλιππικῶν. μετωνομάσθη μέντοι ἡ πόλις τῶν Δατηνῶν Φίλιπποι, Φιλίππου τοῦ Μακεδόνων βασιλέως κρατήσαντος αὐτῆς, ὡς Ἔφορός τέ φησι καὶ Φιλόχορος ἐν τῆι ε.

Οὐαλέριος Ἁρποκρατίων Μαρώνεια· ... ἔστι μέντοι καὶ πόλις ἐν Θράικηι Μαρώνεια, ἥν φασιν εἶναι τὴν ὑφʼ Ὁμήρου Ἴσμαρον καλουμένην· μνημονεύει δὲ αὐτῆς Δημοσθένης ... καὶ Ἔφορος ἐν τῆι δ.

Οὐαλέριος Ἁρποκρατίων Αἰνίους· ... Αἶνος πόλις τῆς Θράικης· Ὅμηρος «ὃς ἂρ Αἰνόθεν εἰληλούθει». Ἔφορος δʼ ἐν τῆι δ περὶ Θραικίων πολισμάτων λέγων φησίν· «ἐχομένη δὲ τούτων Αἶνος πόλις, ἣν Ἕλληνες τὰ πρῶτα Ἀλωπεκοννήσιοι κατώικισαν, ὕστερον δʼ ἐκ Μιτυλήνης ἐπηγάγοντο καὶ Κύμης ἐποίκους.»

Οὐαλέριος Ἁρποκρατίων Κριθώτην· ... Κριθώτη μία πόλις τῶν ἐν Χερρονήσωι, καθά φησιν Ἑλλάνικος ἐν α Τρωικῶν. Ἔφορος δʼ ἐν τῆι δ φησὶν αὐτὴν κατοικισθῆναι ὑπὸ Ἀθηναίων τῶν μετὰ Μιλτιάδου ἐκεῖ παραγενομένων.

Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια ἔστι δέ τις ἄκρη Ἑλίκης κατεναντίον Ἄρκτου, πάντοθεν ἠλίβατος, καί μιν καλέουσι Κάραμβιν ὅτι ἡ Κάραμβις ἄκρα ὑψηλή τε καὶ καταρρὼξ τῆς Παφλαγονίας καὶ εἰς τὸ πέλαγος τείνει πρὸς ἄρκτον μνημονεύει καὶ Ἔφορος ἐν δ.

Στράβων Ἔφορος δʼ ἐν τῆι τετάρτηι μὲν τῆς ἱστορίας, Εὐρώπηι δʼ ἐπιγραφομένηι βίβλωι, περιοδεύσας τὴν Εὐρώπην μέχρι Σκυθῶν ἐπὶ τέλει φησὶν εἶναι τῶν τε ἄλλων Σκυθῶν καὶ τῶν Σαυροματῶν τοὺς βίους ἀνομοίους· τοὺς μὲν γὰρ εἶναι χαλεπούς, ὥστε καὶ ἀνθρωποφαγεῖν, τοὺς δὲ καὶ τῶν ἄλλων ζώιων ἀπέχεσθαι. «οἱ μὲν οὖν ἄλλοι» φησί «τὰ περὶ τῆς ὠμότητος αὐτῶν λέγουσιν, εἰδότες τὸ δεινὸν καὶ τὸ θαυμαστὸν ἐκπληκτικὸν ὄν»· δεῖν δὲ τἀναντία καὶ λέγειν καὶ παραδείγματα ποιεῖσθαι· καὶ αὐτὸς οὖν περὶ τῶν δικαιοτάτοις ἤθεσι χρωμένων ποιήσεσθαι τοὺς λόγους, εἶναι γάρ τινας τῶν Νομάδων Σκυθῶν γάλακτι τρεφομένους ἵππων, τῆι δὲ δικαιοσύνηι πάντων διαφέρειν. μεμνῆσθαι δʼ αὐτῶν τοὺς ποιητάς· Ὅμηρον μὲν «Γλακτοφάγων Ἀβίων τε, δικαιοτάτων ἀνθρώπων» φήσαντα τὴν γῆν καθορᾶν τὸν Δία· τὸν δὲ Ἡσίοδον ἐν τῆι καλουμένηι Γῆς Περιόδωι τὸν Φινέα ὑπὸ τῶν Ἁρπυιῶν ἄγεσθαι «Γλακτοφάγων εἰς γαῖαν, ἀπήναις οἰκίʼ ἐχόντων». εἶτʼ αἰτιολογεῖ, διότι ταῖς διαίταις εὐτελεῖς ὄντες καὶ οὐ χρηματισταὶ πρός τε ἀλλήλους εὐνομοῦνται, κοινὰ πάντα ἔχοντες τά τε ἄλλα καὶ τὰς γυναῖκας καὶ τέκνα καὶ τὴν ὅλην συγγένειαν, πρός τε τοὺς ἐκτὸς ἄμαχοί εἰσι καὶ ἀνίκητοι, οὐδὲν ἔχοντες ὑπὲρ οὗ δουλεύσουσι. καλεῖ δὲ καὶ Χοιρίλον εἰπόντα ἐν τῆι διαβάσει τῆς σχεδίας, ἣν ἔζευξε Δαρεῖος· «μηλονόμοι τε Σάκαι, γενεᾶι Σκύθαι, αὐτὰρ ἔναιον Ἀσίδα πυροφόρον· νομάδων γε μὲν ἦσαν ἄποικοι ἀνθρώπων νομίμων». καὶ τὸν Ἀνάχαρσιν δὲ σοφὸν καλῶν ὁ Ἔφορος τούτου τοῦ γένους φησὶν εἶναι, νομισθῆναι δὲ καὶ τῶν ἑπτὰ σοφῶν ἐπʼ εὐτελείαι καὶ σωφροσύνηι καὶ συνέσει· εὑρήματά τε αὐτοῦ λέγει τά τε ζώπυρα καὶ τὴν ἀμφίβολον ἄγκυραν καὶ τὸν κεραμικὸν τροχόν. ταῦτα δὲ λέγω, σαφῶς μὲν εἰδὼς ὅτι καὶ οὗτος αὐτὸς οὔτε τὰ ἀληθέστατα λέγει περὶ πάντων, καὶ δὴ καὶ τὸ τοῦ Ἀναχάρσιδος—πῶς γὰρ ὁ τροχὸς εὕρημα αὐτοῦ, ὃν οἶδεν Ὅμηρος πρεσβύτερος ὢν «ὡς δʼ ὅτε τις κεραμεὺς τροχὸν ἅρμενον ἐν παλάμηισι» καὶ τὰ ἑξῆς—ἀλλʼ ἐκεῖνα διασημῆναι βουλόμενος, ὅτι κοινῆι τινι φήμηι καὶ ὑπὸ τῶν παλαιῶν καὶ ὑπὸ τῶν ὕστερον πεπιστεῦσθαι συνέβαινε τὸ τῶν Νομάδων, τοὺς μάλιστα ἀπωικισμένους ἀπὸ τῶν ἄλλων ἀνθρώπων γαλακτοφάγους τε εἶναι καὶ ἀβίους καὶ δικαιοτάτους, ἀλλʼ οὐχ ὑπὸ Ὁμήρου πεπλάσθαι.

Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια γελοῖος δὲ Ἔφορος νομίζων πρῶτον Ἀνάχαρσιν τὴν διπλῆν ἄγκυραν εὑρηκέναι· πρεσβύτεροι γὰρ Ἀναχάρσιδος οἱ Ἀργοναῦται.

Στέφανος ὁ Βυζάντιος Τιβαρανία· χώρα πρὸς τῶι Πόντωι, πρόσοικος Χάλυψι καὶ Μοσσυνοίκοις. τὸ ἐθνικὸν Τιβαρανοὶ καὶ Τιβαρηνοί, καὶ τὸ θηλυκὸν Τιβαρηνίς. Ἔφορος ἐν ε φησὶν ὅτι «Τιβαρηνοὶ καὶ τὸ παίζειν καὶ τὸ γελᾶν εἰσιν ἐζηλωκότες καὶ μεγίστην εὐδαιμονίαν τοῦτο νομίζουσιν. ὅμοροι δὲ τούτοις Χάλυβες καὶ τὸ τῶν Λευκοσύρων ἔθνος.»

Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια ὅτι δὲ Βοιωτοὶ καὶ Μεγαρεῖς ἔκτισαν τὴν ἐν Πόντωι Ἡράκλειαν καὶ Ἔφορος ἐν πέμπτωι καὶ ἄλλοι ἱστοροῦσιν.

τὴν δὲ Μαριανδυνῶν γῆν σὺν Γνησιόχωι τῶι Μεγαρεῖ Βοιωτοὶ κατέσχον, ὡς Εὐφορίων ἱστορεῖ.

Στέφανος ὁ Βυζάντιος Βρύλλιον· πόλις ἐν τῆι Προποντίδι. Ἔφορος δʼ ἐν τῶι ε Κίον αὐτήν φησιν εἶναι ... Βρυλλὶς ἡ χώρα, ἐν ἧι Δασκύλειόν ἐστι μικρὸν πολισμάτιον.

Στέφανος ὁ Βυζάντιος Ἄβαρνος· πόλις καὶ χώρα καὶ ἄκρα τῆς Παριανῆς ... Ἑκαταῖος ... Λαμψάκου ἄκρην εἶναί φησιν. Ἔφορος δʼ ἐν τῆι ε λέγει κληθῆναι αὐτὴν ἀπὸ τῆς ἐν Φωκαίδι Ἀβαρνίδος ὑπὸ Φωκαέων τὴν Λάμψακον κτιζόντων.

Μακρόβιος «μετὰ δὲ τὴν Ἄσσον ἐστὶ τὰ Γάργαρα πλησίον πόλις.»

Ἀθήναιος ὁ δὲ Γαίσων, οὗ Ἀρχέστρατος μνημονεύει, ἡ Γαισωνὶς λίμνη ἐστὶ μεταξὺ Πριήνης καὶ Μιλήτου ἡνωμένη τῆι θαλάσσηι, ὡς Νεάνθης ὁ Κυζικηνὸς ἱστορεῖ ἐν τῆι ϛ τῶν Ἑλληνικῶν. Ἔφορος δʼ ἐν τῆι πέμπτηι ποταμὸν εἶναί φησι τὸν Γαίσωνα περὶ Πριήνην, ὃν εἰσρεῖν εἰς λίμνην.

Οὐαλέριος Ἁρποκρατίων Σόλοι· ... ἡ μὲν Κυπρικὴ πόλις, ἡ δὲ τῆς Κιλικίας, ὡς ἄλλοι τε ἱστοροῦσι καὶ Ἔφορος ἐν τῆι ε.

Σοῦδα Δούλων πόλις· ἐν Λιβύηι. Ἔφορος ε.

Στέφανος ὁ Βυζάντιος Ὕδρα· νῆσος Λιβύης περὶ Καρχηδόνα, ὡς Ἔφορος ε.

Στέφανος ὁ Βυζάντιος Χαλισία· πόλις Λιβύης. Ἔφορος ἐν τῶι ε· «ἀναχθέντι δʼ ἀπὸ τούτων πόλις ὀνομαζομένη Χαλισία.» ἔστι καὶ ἄλλη πρὸς τῶι Πόντωι, μία τῶν Ἀμαζονίδων, ἧς οἱ οἰκήτορες Χαλίσιοι.

Στέφανος ὁ Βυζάντιος Καρικὸν τεῖχος· πόλις Λιβύης ἐν ἀριστερᾶι τῶν Ἡρακλείων στηλῶν, ὡς Ἔφορος ε.

Ἀθήναιος Ἕρμιππος δʼ ἐν α Περὶ νομοθετῶν τῶν μονομαχούντων εὑρετὰς ἀποφαίνει Μαντινεῖς, Δημώνακτος ... συμβουλεύσαντος· καὶ ζηλωτὰς τούτων γενέσθαι Κυρηναίους. Ἔφορος δʼ ἐν ἕκτηι Ἱστοριῶν «ἤσκουν» φησί «τὰ πολεμικὰ οἱ Μαντινεῖς καὶ Ἀρκάδες, τήν τε στολὴν τὴν πολεμικὴν καὶ τὴν ὅπλισιν τὴν ἀρχαίαν ὡς εὑρόντων ἐκείνων ἔτι καὶ νῦν Μαντινικὴν ἀποκαλοῦσι. πρὸς δὲ τούτοις καὶ ὁπλομαχίας μαθήσεις ἐν Μαντινείαι πρῶτον εὑρέθησαν Δημέου τὸ τέχνημα καταδείξαντος.»

Στέφανος ὁ Βυζάντιος Φορίεια· κώμη Ἀρκαδίας. τὸ ἐθνικὸν Φοριαεύς, ὡς Ἔφορος ἐν τῆι ϛ τῶν Ἱστοριῶν.

Στέφανος ὁ Βυζάντιος Ἁλιεῖς· πόλις Ἀργολικῆς παραθαλασσία. ... Ἔφορος ἐν τῶι ϛ ὅτι οὗτοι Τιρύνθιοί εἰσι, καὶ ἐξαναστάντες ἐβουλεύοντο οἰκεῖν τινα τόπον καὶ ἠρώτων τὸν θεόν. ἔχρησε δὲ οὕτω· «ποῖ τυ λαβὼν καὶ ποῖ τυ καθίξω καὶ ποῖ τυ οἴκησιν ἔχων ἁλιέα τε κεκλῆσθαι.» ἐλέγοντο δʼ οὕτως διὰ τὸ πολλοὺς τῶν Ἑρμιονέων ἁλιευομένους κατὰ τοῦτο τὸ μέρος οἰκεῖν τῆς χώρας.

Αἴλιος Θέων ὁ σοφιστής ἔχουσι δὲ καὶ περὶ Δαιδάλου τῆς ἀφίξεως πρὸς Κώκαλον τὸν Σικανῶν βασιλέα Ἔφορος μὲν ἐν τῆι ἑβδόμηι, Φίλιστος δὲ ἐν τῆι πρώτηι.

Οὐαλέριος Ἁρποκρατίων Εὐρύβατον ... Ἔφορος ἐν τῆι η Εὐρύβατόν φησιν ἄνδρα Ἐφέσιον λαβόντα χρήματα παρὰ Κροίσου ὥστε στρατιὰν συναγαγεῖν εἰς τὸν πόλεμον τὸν εἰς τοὺς Πέρσας, εἶτα προδότην γενόμενον ἐγχειρίσαι τὰ δοθέντα χρήματα τῶι Κύρωι· καὶ ἐντεῦθεν τοὺς πονηροὺς Εὐρυβάτους καλεῖσθαι.

Ἔφορος δὲ λέγει Ἐφέσιον αὐτὸν γεγονέναι, πεμφθέντα δὲ μετὰ χρημάτων εἰς Πελοπόννησον ὑπὸ Κροίσου ἐπὶ ξενικοῦ μίσθωσιν αὐτομολῆσαι πρὸς Κῦρον ...

Σοῦδα Εὐρύβατος· πονηρός. ἀπὸ τοῦ πεμφθέντος ὑπὸ Κροίσου ἐπὶ ξενολογίαν μετὰ χρημάτων, ὥς φησιν Ἔφορος, εἶτα μεταβαλλομένου πρὸς Κῦρον. ἦν δὲ Ἐφέσιος. οἱ δὲ τὸν Κέρκωπα τὸν ἕτερον· Διότιμος Ἡρακλέους Ἄθλοις ... Νίκανδρος Αἰγιναῖον Εὐρύβατον πανουργότατον, οὗ μνημονεύει Ἀριστοτέλης ἐν α Περὶ δικαιοσύνης. Δοῦρις ... ἀπὸ τοῦ Ὀδυσσέως ἑταίρου. ...

Διόδωρος ὁ Σικελιώτης ὅτι Κροῖσος ... προσποιησάμενος εἰς Δελφοὺς πέμπειν ἔπεμπεν εἰς Πελοπόννησον Εὐρύβατον τὸν Ἐφέσιον, δοὺς αὐτῶι χρυσίον, ὅπως ὡς πλείστους ξενολογήσηι τῶν Ἑλλήνων. ὁ δὲ πεμφθεὶς πρὸς Κῦρον τὸν Πέρσην ἀποχωρήσας τὰ κατὰ μέρος ἐδήλωσε, διὸ καὶ παρὰ τοῖς Ἕλλησιν ἐπισήμου γενομένης τῆς περὶ τὸν Εὐρύβατον πονηρίας, μέχρι τοῦ νῦν ὅταν τις ὀνειδίσαι τινὶ βούληται μοχθηρίαν, Εὐρύβατον ἀποκαλεῖ.

Οὐαλέριος Ἁρποκρατίων γεωφάνιον· χωρίον, ἐν ὧι γῆς μέταλλον. περὶ δὲ τοῦ ἐν Σάμωι γεωφανίου ὃν τρόπον ἐξευρέθη Ἔφορος δεδήλωκεν ἐν τῆι θ.

Σοῦδα ἐπὶ τὰ Μανδροβόλου· ἐπὶ τῶν εἰς τὰ χείρονα τρεπομένων. ἀπὸ Μανδροβόλου τινὸς τὸ ἐν Σάμωι γεωφάνιον εὑρόντος καὶ πρῶτον μὲν κριὸν χρυσοῦν ἀναθέντος, ἔπειτα ἀργυροῦν, ἔπειτα χαλκοῦν ἐλάττονα, εἶτα οὐκέτι· ὡς Ἔφορος.

Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια Ἔφορος δὲ ἐν ἐννάτωι φησὶ τὰς Ἀμαζόνας ὑβριζομένας ὑπὸ τῶν ἀνδρῶν, ἐξελθόντων αὐτῶν ἐπί τινα πόλεμον, τοὺς μὲν καταλειφθέντας ἀναιρεῖν, τοὺς δὲ ἀπὸ τῆς ξένης προσιόντας μὴ δέχεσθαι.

Στέφανος ὁ Βυζάντιος Ἀμαζόνες· ἔθνος γυναικεῖον πρὸς τῶι Θερμώδοντι, ὡς Ἔφορος, ἃς νῦν Σαυροματίδας καλοῦσιν.

Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια περὶ τῆς μάχης καὶ Δηίλοχος ἱστορεῖ. —περὶ δὲ τῆς τοῦ Κυζίκου ἀναιρέσεως καὶ τῆς ὅλης μάχης οὐ συμφωνεῖται. Ἔφορος μὲν γάρ φησι τοὺς Δολίονας Πελασγοὺς ὄντας καὶ ἐχθρώδως διακειμένους πρὸς τοὺς τὴν Θεσσαλίαν καὶ Μαγνησίαν κατοικοῦντας διὰ τὸ ἀπελασθῆναι ὑπʼ αὐτῶν ἐπιθέσθαι αὐτοῖς, γράφων ἐν τῆι ἐννάτηι. ἠκολούθηκε δὲ Ἀπολλώνιος Δηιλόχωι. Καλλισθένης δὲ ἐν τῶι πρώτωι τοῦ Περίπλου κατʼ ἔχθραν φησὶ τοὺς οἰκοῦντας τὴν Κύζικον ἐπιθέσθαι νυκτὸς τοῖς Ἀργοναύταις.

Στέφανος ὁ Βυζάντιος Φάλαννα· πόλις Περραιβίας ... Ἔφορος Φάλαννον αὐτὴν καλεῖ ἐν τῶι θ.

Στέφανος ὁ Βυζάντιος Πάρος· νῆσος ... ἀπὸ ταύτης λέγεται παροιμία τὸ ἀναπαριάζειν, ὡς Ἔφορος ἐν τῆι ι. «ὁ δὲ Μιλτιάδης τῶν μὲν ἄλλων νήσων τινὰς ἀποβάσεις ποιησάμενος ἐπόρθησε, Πάρον δὲ εὐδαιμονεστάτην οὖσαν τότε τῶν Κυκλάδων καθεζόμενος ἐπολιόρκει πολὺν χρόνον, τῆς θαλάττης εἴργων καὶ κατὰ γῆν μηχανήματα ἄγων. ἤδη δὲ τῶν τειχῶν πιπτόντων καὶ ἐπὶ τῶι παραδιδόναι τὴν πόλιν τῶν Παρίων διωμολογημένων, ὕλης τινὸς ἐξ αὐτομάτου περὶ τὴν Μύκονον ἐξαφθείσης οἱ μὲν Πάριοι τὸν Δάτιν αὐτοῖς πυρσεύειν ὑπολαβόντες ἐψεύσαντο τὰς ὁμολογίας καὶ τὴν πόλιν οὐκέτι τῶι Μιλτιάδηι παρεδίδοσαν. ὅθεν φασὶν ἔτι καὶ νῦν ἡμᾶς χρῆσθαι τῆι παροιμίαι τοὺς ψευδομένους τὰς ὁμολογίας ἀναπαριάζειν φάσκοντας.»

Ἔφορος δὲ ἐν τῆι ια φησὶν ἐκτῖσαι αὐτὸν τὰ πεντήκοντα τάλαντα, γήμαντα γυναῖκα πλουσίαν.

Αἴλιος Θέων ὁ σοφιστής ἔχομεν δὲ καὶ ἀνασκευὰς καὶ κατασκευὰς παρὰ τοῖς παλαιοῖς χρειῶν καὶ γνωμῶν καὶ ἀποφάσεων καὶ τοιούτων. καὶ δὴ ἁρμόττοι ἂν εἰς τοῦτο τὸ εἶδος ὅσα λέγεται ὑπὸ τοῦ Ἐφόρου ἐν τῆι ἑνδεκάτηι τῶν Ἱστοριῶν πρὸς τὰς ὑπὸ τῶν παλαιοτέρων περὶ τοῦ Νείλου καταβεβλημένας ἀποφάσεις.

Ἰωάννης ὁ Λυδός Ἔφορός γε μὴν ὁ Κυμαῖος ἐν τῆι ια τῶν Ἱστοριῶν φησιν, ἀραιὰν εἶναι κατὰ φύσιν τὴν Αἴγυπτον, καὶ κατʼ ἔτος ἐπαγομένης ἰλύος ὑπὸ τοῦ Νείλου στεγανοῦσθαι, τὸν δὲ ποταμὸν δίκην ἱδρῶτος κατὰ τὸν καιρὸν τοῦ καύματος ἐπὶ τὰ κουφότερα καὶ ἀραιότερα καταρρεῖν.

Ἀέτιος Ἔφορος ὁ ἱστοριογράφος κατὰ θέρος φησὶν ἀναχαλᾶσθαι τὴν ὅλην Αἴγυπτον καὶ οἱονεὶ ἐξιδροῦν τὸ πολὺ νᾶμα. συνδίδωσι δʼ αὐτῆι καὶ ἡ Ἀραβία καὶ ἡ Λιβύη παρὰ τὸ ἀραιὸν καὶ ὑπόψαμμον.

Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια Ἔφορος δὲ ποταμόχωστον εἶναί φησι τὴν Αἴγυπτον, ῥηγνυμένης δὲ τῆς γῆς ὑπὸ τοῦ ἡλίου τῶι ἔαρι ἀναπηδᾶν τὸ ὕδωρ καὶ ἐπαύξεσθαι τὸ ῥεῦμα.

Διόδωρος ὁ Σικελιώτης Ξενοφῶν δὲ καὶ Θουκυδίδης, ἐπαινούμενοι κατὰ τὴν ἀλήθειαν τῶν ἱστοριῶν, ἀπέσχοντο τελέως κατὰ τὴν γραφὴν τῶν τόπων τῶν κατʼ Αἴγυπτον· οἱ δὲ περὶ τὸν Ἔφορον καὶ Θεόπομπον μάλιστα πάντων εἰς ταῦτʼ ἐπιταθέντες ἥκιστα τῆς ἀληθείας ἐπέτυχον. ... Ἔφορος δὲ καινοτάτην αἰτίαν εἰσφέρων πιθανολογεῖν μὲν πειρᾶται, τῆς δʼ ἀληθείας οὐδαμῶς ἐπιτυγχάνων θεωρεῖται. φησὶ γὰρ τὴν Αἴγυπτον ἅπασαν οὖσαν ποταμόχωστον καὶ χαύνην, ἔτι δὲ κισηρώδη τὴν φύσιν, ῥαγάδας τε μεγάλας καὶ διηνεκεῖς ἔχειν, διὰ δὲ τούτων εἰς ἑαυτὴν ἀναλαμβάνειν ὑγροῦ πλῆθος· καὶ κατὰ μὲν τὴν χειμερινὴν ὥραν συνέχειν ἐν ἑαυτῆι τοῦτο, κατὰ δὲ τὴν θερινὴν ὥσπερ ἱδρῶτάς τινας ἐξ αὑτῆς πανταχόθεν ἀνιέναι, καὶ διὰ τούτων πληροῦν τὸν ποταμόν. ὁ δὲ συγγραφεὺς οὗτος οὐ μόνον ἡμῖν φαίνεται μὴ τεθεαμένος τὴν φύσιν τῶν κατὰ τὴν Αἴγυπτον τόπων, ἀλλὰ μηδὲ παρὰ τῶν εἰδότων τὰ κατὰ τὴν χώραν ταύτην ἐπιμελῶς πεπυσμένος.

Ἀριστείδης ὁ ῥήτωρ «ἀλλʼ ἄγε δὴ μετάβηθι», Ἐφόρου δὲ τοῦ φιλοσόφου καὶ σοφοῦ «κόσμον ἄεισον», ὧι κεκόσμηκεν ἁνὴρ αὑτόν τε καὶ τὴν συγγραφήν. καίτοι δέδοικα μὴ γελοιότερος ὁ πειρώμενος ἐλέγχειν ὦ τοῦ φάσκοντος εὑρεῖν. εἰ μὲν γὰρ μὴ πολὺ μὲν Καταδούπων ἄνω, πολὺ δʼ ὧν ἴσμεν τόπων ἔτι τὴν ἐπίδοσιν κατῆγεν ὁ Νεῖλος, τάχʼ ἄν τις προσεῖτο τὴν ὑπόνοιαν ὡς ἄρα ἐκ τοῦ Λιβυκοῦ ὄρους καὶ τοῦ Ἀραβίου τὸ ὕδωρ ὑποχωροῦν εἰς τὸ κάτω πληροῖ τὴν Αἴγυπτον μέσην τε καὶ κοίλην οὖσαν, ἅ φησιν ἐκεῖνος τὴν θέρμην αἰτιώμενος. ὅλως δέ τι δή ποτε οὐ καὶ πάντες οἱ ποταμοὶ μείζους ἑαυτῶν τοῦ θέρους γίγνονται τῶι λόγωι τούτωι; εἰ γὰρ ὁ ἥλιος εἰς τὰ κοῖλα τῆς γῆς τὸ ὕδωρ ἀπωθεῖ, ἡ δὲ γῆ μεστὴ γιγνομένη τελευτῶσα ἐπικλύζεται αὐτὴ διʼ αὑτῆς, τί δή ποτʼ οὐκ εἰσὶν ἐν ἀκμῆι τοῦ καύματος οἱ ποταμοὶ μέγιστοι, πάντες ἐν τοῖς κοίλοις ὄντες τῆς καθʼ αὑτοὺς ἕκαστοι γῆς, ἀλλʼ ἀντὶ τοῦ μέγιστοι τότʼ εἶναι τότʼ εἰσιν ἐλάχιστοι. «πῶς οὖν αἱ πόρρω τοῦ Νείλου» φησί «λίμναι πληροῦνται, εἴπερ ἐξ ὄμβρων ἢ χιόνος λυθείσης αἴρεται»; τοῦτο δʼ εἰ τὰ μάλιστα ἀδύνατόν ἐστιν, οὐδὲν μᾶλλον τῶι γε Ἐφόρου λόγωι συνθεῖ. ἔστι γὰρ καὶ μήτε ἐξ ὄμβρων μήτε ἐκ χιόνος αἴρεσθαι τὸν ποταμὸν καὶ μὴ τοῦτʼ αἴτιον εἶναι, τὸ τὴν ἰκμάδα εἰς αὐτὸν ὑπορρεῖν. εἰ δʼ ἡ κοιλότης ἡ τῆς συγκεκλεισμένης ὑπὸ τῶν ὀρῶν χώρας παρεῖχε τὴν αἰτίαν, οὐκ ἂν ἐπληροῦντο αἱ πόρρω δήπου λίμναι τοῦ ποταμοῦ. καὶ τούτου μάρτυς αὐτὸς Ἔφορος. φησὶ γὰρ φεύγων τὸν ἔλεγχον ὡς ἄρα «οὐ δυνατὸν τοῦτο συμβαίνειν περὶ τὴν ἄλλην γῆν, διὰ τὸ μήτε κοίλην εἶναι μήτʼ ἐπίκτητον ὥσπερ τὴν Αἴγυπτον, ἀλλʼ ἀρχαίαν τε καὶ» ὡς ἐκεῖνος κέκληκεν «αὐτοπαγῆ». καὶ ἕτερʼ ἄν τις ἔχοι λέγειν μυρία τοιαῦτα καίτοι πρός γε οὓς αὐτὸς ἀντιλέγει, καὶ ἓν ποιησάμενος παράδειγμα ἀπαλλάττεται· ἔστι δʼ οὗ μηδʼ ὄνομα ἐπενεγκών, ὥστε γνῶναι ἢ τὸν ποταμὸν ἢ τὴν γῆν, ὅμως ἀξιοῖ νικᾶν. «ἀραιὰ γὰρ ἡ Αἴγυπτος καὶ ῥαιδία λιβάδας διαδοῦναι.» εἰ μὲν οὖν καὶ αὕτη μεταξὺ Λιβύης καὶ Ἀραβίας ἐστὶν ἡ γῆ ἢ κοιλοτέρα τῆς ἄλλης ἁπάσης, δῶμεν ἀληθῆ λέγειν Ἔφορον· καίτοι τοσοῦτόν γε ψεύδεται, εἰπὼν μὴ δεῖν ἄλλοθι ζητεῖν, μὴ γὰρ εἶναι ταὐτόν. τοσαῦτα δὲ ἡμῖν καὶ πρὸς τὴν Ἐφόρου σοφίαν καὶ γνώμην καινὴν εἰρήσθω, ὅτι καὶ μόνος ἧφθαί φησιν τῆς ἀληθείας. ἥσθην δὲ θαλάττηι γλυκείαι Λιβύης ἐπέκεινα εἴσω ῥεούσηι διὰ τοὺς ἐτησίας καὶ ταύτης καὶ κροκοδείλοις καὶ μύθοις Μασσαλιωτικοῖς ἀντὶ τῶν Συβαριτικῶν. εἰ γὰρ μὴ συνίης, ὦ χαριέστατε Εὐθύμενες —εἰ ταῦτʼ ἀληθῆ Ἔφορος λέγει σοὶ φάσκων δοκεῖν ...

Στέφανος ὁ Βυζάντιος Τύχη· πόλις Σικελίας πλησίον Συρακουσῶν. Ἔφορος ἐν τῆι ιβ νῆσον Τυχίαν φησίν.

Οὐαλέριος Ἁρποκρατίων Σκῆψις· ... πόλις ἐστὶν ἐν Τροίαι, ἧς μνημονεύουσιν ἄλλοι τε καὶ Ἔφορος ἐν τῆι ιε.

Στέφανος ὁ Βυζάντιος Ἔντελλα· πόλις Σικελίας. Ἔφορος ιϛ. ἦσαν δʼ οἱ οἰκοῦντες Καμπανοὶ τὸ γένος, σύμμαχοι Καρχηδονίων.

Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν εἰπέ μοι ἠὲ ἑκὼν ὑποδάμνασαι ἦ σέ γε λαοὶ ἐχθαίρουσʼ ἀνὰ δῆμον ἐπισπόμενοι θεοῦ ὀμφῆι πολλάκις γὰρ μεθίστασαν τοὺς βασιλεῖς μαντείαις ἐπισπόμενοι. ἱστορεῖ καὶ Ἔφορος ἐν τῆι ιϛ περὶ τοὺς θεούς. τούτωι συνωιδόν ἐστι τὸ «δεινὸν δὲ γένος βασιλήιόν ἐστι κτείνειν· ἀλλὰ πρῶτα θεῶν εἰρώμεθα βουλάς».

Διόδωρος ὁ Σικελιώτης τούτων δὲ πραττομένων Φαρνάβαζος ὁ Δαρείου τοῦ βασιλέως σατράπης Ἀλκιβιάδην τὸν Ἀθηναῖον συλλαβὼν ἀνεῖλεν, χαρίσασθαι βουλόμενος Λακεδαιμονίοις. τοῦ δʼ Ἐφόρου διʼ ἄλλας αἰτίας ἐπιβουλευθῆναι γεγραφότος, οὐκ ἄχρηστον εἶναι νομίζω παραθεῖναι τὴν παραδοθεῖσαν ὑπὸ τοῦ συγγραφέως ἐπιβουλὴν κατʼ Ἀλκιβιάδου. φησὶ γὰρ κατὰ τὴν ἑπτακαιδεκάτην βίβλον Κῦρον μὲν καὶ Λακεδαιμονίους λάθραι παρασκευάζεσθαι ἅμα πολεμεῖν πρὸς Ἀρταξέρξην τὸν ἀδελφόν, Ἀλκιβιάδην δὲ διά τινων αἰσθόμενον τὴν Κύρου προαίρεσιν ἐλθεῖν πρὸς Φαρνάβαζον καὶ περὶ τούτων ἐξηγήσασθαι κατὰ μέρος, ἀξιῶσαι δὲ αὐτὸν δοῦναι ἀναβάσεως ὁδὸν πρὸς Ἀρταξέρξην· βούλεσθαι γὰρ ἐμφανίσαι πρῶτον τὴν ἐπιβουλὴν τῶι βασιλεῖ. τὸν δὲ Φαρνάβαζον ἀκούσαντα τῶν λόγων σφετερίσασθαι τὴν ἐπαγγελίαν καὶ πέμψαι πιστοὺς ἄνδρας ὑπὲρ τούτων τῶι βασιλεῖ δηλώσοντας. οὐ διδόντος δὲ τοῦ Φαρναβάζου τοὺς παραπέμψοντας εἰς τὰ βασίλεια, φησὶ τὸν μὲν Ἀλκιβιάδην ὁρμῆσαι πρὸς τὸν σατράπην τῆς Παφλαγονίας, ὅπως διʼ ἐκείνου ποιήσαιτο τὴν ἀνάβασιν· τὸν δὲ Φαρνάβαζον φοβηθέντα μὴ περὶ τούτων ἀκούσηι τὴν ἀλήθειαν ὁ βασιλεύς, ἐπαποστεῖλαι τοὺς ἀνελοῦντας κατὰ τὴν ὁδὸν τὸν Ἀλκιβιάδην. τοὺς δὲ καταλαβόντας τῆς Φρυγίας ἔν τινι κώμηι κατεσκηνωκότα νυκτὸς περιθεῖναι ξύλων πλῆθος· ἀναφθέντος οὖν πολλοῦ πυρὸς τὸν Ἀλκιβιάδην ἐπιχειρῆσαι μὲν ἀμύνεσθαι, κρατηθέντα δὲ ὑπὸ τοῦ πυρὸς καὶ τῶν εἰς αὐτὸν ἀκοντιζόντων τελευτῆσαι.

Ἀθήναιος ἐκαλεῖτο δὲ καὶ Δερκυλλίδας ὁ Λακεδαιμόνιος Σίσυφος, ὥς φησιν Ἔφορος ἐν τῆι ὀκτωκαιδεκάτηι λέγων οὕτως· «Λακεδαιμόνιοι ἀντὶ Θίμβρωνος Δερκυλλίδαν ἔπεμψαν εἰς τὴν Ἀσίαν, ἀκούοντες ὅτι πάντα πράττειν εἰώθασιν οἱ περὶ τὴν Ἀσίαν βάρβαροι μετὰ ἀπάτης καὶ δόλου. διόπερ Δερκυλλίδαν ἔπεμψαν ἥκιστα νομίζοντες ἐξαπατηθήσεσθαι· ἦν γὰρ οὐδὲν ἐν τῶι τρόπωι Λακωνικὸν οὐδʼ ἁπλοῦν ἔχων, ἀλλὰ πολὺ τὸ πανοῦργον καὶ τὸ θηριῶδες. διὸ καὶ Σίσυφον αὐτὸν οἱ Λακεδαιμόνιοι προσηγόρευον.»

Στέφανος ὁ Βυζάντιος Ἑρμοῦ πεδίον· τόπος πλησίον Κύμης. Ἔφορος ιη.

Οὐαλέριος Ἁρποκρατίων Ἱερώνυμος· ... Ἱερωνύμου τοῦ στρατηγήσαντος Ἀθηναίων ἄλλοι τε μνημονεύουσι καὶ Ἔφορος ἔν τε τῆι ιη καὶ ἐν τῆι ιθ.

Στέφανος ὁ Βυζάντιος Φοινίκαιον· ὄρος Κορίνθου. Ἔφορος ιθ.

Στέφανος ὁ Βυζάντιος Ὠτιεῖς· μοῖρα Κυπρίων. Ἔφορος ιθ· «Ἀμαθούσιοι δὲ καὶ Σόλιοι καὶ Ὠτιεῖς ἀντέχοντες ἔτι τῶι πολέμωι.»

Στέφανος ὁ Βυζάντιος Ἄργος· ... καὶ ἀργολίζω ῥῆμα, οὗ τὴν μετοχὴ Ἔφορος ιθ.

Στέφανος ὁ Βυζάντιος Χυτόν· χωρίον ἠπείρου. Ἔφορος ιθ· «οἱ δʼ ἐκ Κλαζομενῶν κατώικισαν τῆς ἠπείρου τὸ Χυτὸν καλούμενον.»

Οὐαλέριος Ἁρποκρατίων Μαντινέων διοικισμός· Ἰσοκράτης ἐν τῶι Περὶ τῆς εἰρήνης περὶ Λακεδαιμονίων λέγων φησί «Μαντινέας διώικισαν». καὶ Ἔφορος ἐν τῆι κ φησιν ὅτι εἰς ε κώμας τὴν Μαντινέων διώικισαν πόλιν Λακεδαιμόνιοι.

εἰς οἰνοχόημα, ὅταν ἦι Ἅλαδε μύσται, οἱ καθιστάμενοι μυστηρίων .... ἐπιμεληταί. καὶ Ἔφορος ἐν τῆι κα τῶν Ἱστοριῶν … δεισεστη … ν … ς

Στέφανος ὁ Βυζάντιος Βουφία· κώμη τῆς Σικυωνίας. Ἔφορος κγ. τὸ ἐθνικὸν Βουφιεύς.

Οὐαλέριος Ἁρποκρατίων Νεμεὰς χαράδρα· Αἰσχίνης Περὶ τῆς πρεσβείας. οὕτω τόπος τις ἐκαλεῖτο ἐν Πελοποννήσωι. «πλησίον τῆς Νεμεάδος χαράδρας» Ἔφορος ἐν κγ.

Στέφανος ὁ Βυζάντιος Χρυσόπολις· ἐν Βιθυνίαι πλησίον Χαλκηδόνος τὸν ἀνάπλουν πλέοντι ἐν δεξιᾶι. Ἔφορος κγ· «παραδοῦναι τὴν Καλχηδονίων Χρυσόπολιν τοῖς συμμάχοις.» καὶ Θεόπομπος ἐν α Ἑλληνικῶν

Στέφανος ὁ Βυζάντιος Δύμη· πόλις Ἀχαίας ... ὁ πολίτης Δυμαῖος. Ἔφορος κδ· «παραγενομένης δὲ τῆς στρατιᾶς εἰς τὴν Δύμην πρῶτον μὲν οἱ Δυμαῖοι καταπλαγέντες.»

Λαέρτιος Διογένης ἐν τούτωι δὲ ψηφισαμένων τῶν Ἀθηναίων βοηθεῖν Λακεδαιμονίοις ἔπεμψε τοὺς παῖδας εἰς τὰς Ἀθήνας στρατευσομένους ὑπὲρ τῶν Λακεδαιμονίων. καὶ γὰρ ἐπαίδευντο αὐτόθι ἐν τῆι Σπάρτηι, καθά φησιν Διοκλῆς ἐν τοῖς Βίοις τῶν φιλοσόφων. ὁ μὲν οὖν Διόδωρος οὐδὲν ἐπιφανὲς πράξας ἐκ τῆς μάχης ἀνασώζεται, καὶ αὐτῶι υἱὸς ὁμώνυμος γίνεται τἀδελφῶι. ὁ δὲ Γρύλλος τεταγμένος κατὰ τοὺς ἱππέας—ἦν δὲ ἡ μάχη ἡ περὶ τὴν Μαντίνειαν— ἰσχυρῶς ἀγωνισάμενος ἐτελεύτησεν, ὥς φησιν Ἔφορος ἐν τῆι πέμπτηι καὶ εἰκοστῆι, Κηφισοδώρου μὲν ἱππαρχοῦντος, Ἡγησίλεω δὲ στρατηγοῦντος. ἐν ταύτηι τῆι μάχηι καὶ Ἐπαμεινώνδας ἔπεσε.

Στέφανος ὁ Βυζάντιος Κασσάνωρος· πόλις Αἰγυπτία, ἧς μέμνηται Ἔφορος κϛ.

Στέφανος ὁ Βυζάντιος Βύμαζος· πόλις Παιόνων. Ἔφορος κζ.

Στέφανος ὁ Βυζάντιος Ζηράνιοι· ἔθνος Θράικης. Θεόπομπος με. καὶ Ζηρανία ἐπὶ τῆς χώρας· Ἔφορος κζ.

Στέφανος ὁ Βυζάντιος Φάρος· νῆσος ἐν τῶι Ἀδρίαι, ποταμὸν ὁμώνυμον ἔχουσα. ἔστι δὲ κτίσμα Παρίων, ὡς Ἔφορος κη.

Στέφανος ὁ Βυζάντιος Μύνδωνες· ἔθνος Λιβύης. Ἔφορος κη· «Μύνδωνες οἵπερ εὐγνωμότατοι δοκοῦσιν εἶναι καὶ πλουσιώτατοι τὸν βίον.»

Στέφανος ὁ Βυζάντιος Ἕρβιτα· πόλις Σικελίας. Ἔφορος κη.

Στέφανος ὁ Βυζάντιος Ἴστρος· ... δ πόλις τῆς Ἰαπυγίας, ὡς Ἔφορος κθ.

Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν ἠὲ μετὰ Φλεγύας οἱ μὲν Γυρτωνίους, οἱ δὲ τοὺς ἐνοικοῦντας τὴν Δαυλίδα τῆς Φωκίδος, οὓς μεγαλήτορας οἱονεὶ δεινορέκτας φησὶ διὰ τὸ πεπορθηκέναι τὸν ἐν Πυθοῖ ναόν .... ἐπὶ πλεῖον δὲ περὶ αὐτῶν διείλεκται Ἔφορος, ἀποδεικνὺς ὅτι τὴν Δαυλίδα καὶ οὐ τὴν Γυρτῶνα ὤικησαν· ὅθεν καὶ παρὰ Φωκεῦσι τὸ ὑβρίζειν φλεγυᾶν λέγεσθαι. ἔστι δὲ ταῦτα ἐν τῆι τριακοστῆι τῆι Δημοφίλου.

Ἀνώνυμα εἰς τὰ Ἠθικὰ Νικομάχεια Ἕρμαιον ἐν Κορωνείαι τῆς Βοιωτίας τόπος οὕτως λεγόμενος πεδινὸς ἐν αὐτῆι, τῶν ἄλλων ἀνωμάλων ὄντων, ἐν ὧι παρατεταγμένοι ποτὲ Κορωνεῖς σὺν τοῖς βοηθήσουσιν αὐτοῖς στρατιώταις ἐκ τοῦ Μεταχοίου μετὰ τῶν βοιωταρχῶν, ὅτε τὴν πόλιν κατέλαβε καὶ τὴν ἀκρόπολιν εἶχεν ὑφʼ ἑαυτῶι Ὀνόμαρχος ὁ Φωκεὺς προδοθεῖσαν αὐτῶι, αὐτοὶ μὲν μείναντες ἀπέθανον ὑπὸ τῶν ἀμφὶ τὸν Ὀνόμαρχον ἀποκλείσαντες τὰς πύλας, ἵνα αὐτοῖς μηδὲ βουλομένοις ἐξείη φυγεῖν καὶ καταλιπεῖν τὴν πατρίδα. οἱ δὲ τῶν Βοιωτῶν βοηθήσαντες αὐτοῖς στρατιῶται ἐκ τοῦ Μεταχοίου ἔφυγον εὐθὺς ἐν ἀρχῆι τῆς μάχης, αἰσθόμενοι ἕνα τεθνάναι τῶν βοιωταρχῶν Χάρωνα. ἱστοροῦσι περὶ τῆς μάχης ταύτης Κηφισσόδωρος ἐν τῆι ιβ τῶν Περὶ τοῦ ἱεροῦ πολέμου καὶ Ἀναξιμένης ἐν τῆι τετάρτηι τῶν Περὶ Φίλιππον καὶ Ἔφορος ἐν τῆι τριακοστῆι.

Στέφανος ὁ Βυζάντιος Μετάχοιον· φρούριον Βοιωτίας μεταξὺ Ὀρχομενοῦ καὶ Κορωνείας. Ἔφορος λ.

Στέφανος ὁ Βυζάντιος Μελιταία· πόλις Θετταλίας. Ἀλέξανδρος Ἀσίαι. Θεόπομπος δὲ Μελίτειαν αὐτήν φησιν. ὁ πολίτης Μελιταιεύς. Ἔφορος λ· «οἱ δὲ τύραννοι τῶν Φερῶν καὶ Μελιταιεῖς φίλοι πρότερον ὑπάρχοντες.»

Ἀθήναιος Ἔφορος δὲ ἢ Δημόφιλος ὁ υἱὸς αὐτοῦ ἐν τῆι τριακοστῆι τῶν Ἱστοριῶν περὶ τοῦ ἐν Δελφοῖς ἱεροῦ λέγων φησίν· «Ὀνόμαρχος δὲ καὶ Φάυλλος καὶ Φάλαικος οὐ μόνον ἅπαντα τὰ τοῦ θεοῦ ἐξεκόμισαν, ἀλλὰ τὸ τελευταῖον αἱ γυναῖκες αὐτῶν τόν τε τῆς Ἐριφύλης κόσμον ἔλαβον, ὃν Ἀλκμαίων εἰς Δελφοὺς ἀνέθηκε κελεύσαντος τοῦ θεοῦ, καὶ τὸν τῆς Ἑλένης ὅρμον Μενελάου ἀναθέντος. ἑκατέρωι γὰρ ὁ θεὸς ἔχρησεν, Ἀλκμαίωνι μὲν πυνθανομένωι πῶς ἂν τῆς μανίας ἀπαλλαγείη· “τιμῆέν μʼ αἰτεῖς δῶρον μανίαν ἀποπαῦσαι· καὶ σὺ φέρειν τιμῆεν ἐμοὶ γέρας, ὧι ποτε μήτηρ Ἀμφιάραον ἔκρυψʼ ὑπὸ γῆν αὐτοῖσι σὺν ἵπποις.” Μενελάωι δὲ πῶς ἂν τὸν Ἀλέξανδρον τιμωρήσαιτο· “πάγχρυσον φέρε κόσμον ἑλὼν ἀπὸ σῆς ἀλόχοιο δειρῆς, ὅν ποτε Κύπρις ἔδωχʼ Ἑλένηι μέγα χάρμα· ὥς σοι Ἀλέξανδρος τίσιν ἐχθίστην ἀποδώσει.” συνέβη δὲ ταῖς γυναιξὶν ἔριν ἐμπεσεῖν περὶ τοῦ κόσμου τούτου ποτέρα πότερον λήψεται· καὶ διακληρουμένων ἡ μὲν σκυθρωπὴ οὖσα κατὰ τὸν βίον καὶ σεμνότητος πλήρης τὸν Ἐριφύλης ὅρμον, ἡ δὲ ὥραι διαφέρουσα καὶ μάχλος οὖσα τὸν τῆς Ἑλένης ἔλαχε. καὶ αὕτη μὲν ἐρασθεῖσα νεανίσκου τινὸς Ἠπειρώτου συνεξεδήμησεν, ἡ δὲ τῶι ἀνδρὶ θάνατον ἐβούλευσεν.»

Στέφανος ὁ Βυζάντιος Βοιωτία ... Ἔφορος δέ φησιν ὅτι Ἀθηναῖοι περὶ τὴν ναυτικὴν δύναμιν, Θετταλοὶ περὶ τὴν ἱππικὴν ἐμπειρίαν, Βοιωτοὶ περὶ τὴν τῆς γυμνασίας ἐπιμέλειαν, Κυρηναῖοι περὶ τὴν διφρευτικὴν ἐπιστήμην ἠσχόληνται· «ἡμεῖς δὲ περὶ τὴν τῶν νόμων εὐταξίαν.»

Τατιανὸς ὁ Ἀσσύριος περὶ γὰρ τῆς Ὁμήρου ποιήσεως γένους τε αὐτοῦ καὶ χρόνου καθʼ ὃν ἤκμασε προηρεύνησαν πρεσβύτατοι μὲν Θεαγένης τε ὁ Ῥηγῖνος ... καὶ Στησίμβροτος ὁ Θάσιος καὶ Ἀντίμαχος ... Ἡρόδοτός τε ... καὶ Διονύσιος ὁ Ὀλύνθιος μετὰ δὲ ἐκείνους Ἔφορος ὁ Κυμαῖος καὶ Φιλόχορος ... Μεγακλείδης τε καὶ Χαμαιλέων οἱ περιπατητικοί· ἔπειτα γραμματικοὶ Ζηνόδοτος ...

Ὁμήρου Βίος-ἀνώνυμος Ἱππίας δʼ αὖ καὶ Ἔφορος Κυμαῖον ὁ δʼ Ἔφορος καὶ εἰς Χαρίφημον ἀνάγει τὸ γένος αὐτοῦ· ὁ δὲ Χαρίφημος οὗτος Κύμην ὤικησεν.

Ἔφορος δέ φησιν τοῦτον εἰς Ἄσκρην ἐλθεῖν, οὐ διʼ ἐμπορίαν ἀλλὰ φόνον ἐμφύλιον ἐργασάμενον.

Γεώργιος ὁ Σύγκελλος Ἡσίοδός τε ἐγνωρίζετο, ὃν Ἔφορος ἀνεψιὸν καὶ σύγχρονον Ὁμήρου φησί.

οὐκ ἀγνοοῦμεν οὖν ὡς Ἔφορος καί τινες ἄλλοι τῶν συγγραφέων πολλαῖς γενεαῖς ὑστερεῖν αὐτόν φασιν οὐδʼ ὡς ἔνιοι γεγράφασιν Ἡσιόδωι τῶι ποιητῆι συνηκμακότα.

Στέφανος ὁ Βυζάντιος Βολισσός· πόλις Αἰολικὴ ἐπʼ ἄκρου Χίου πλησίον ... καί φασιν ὅτι Ὅμηρος ἐν τούτωι τῶι πολισματίωι τὰς διατριβὰς ἐποιεῖτο, ὡς Ἔφορος.

Διόδωρος ὁ Σικελιώτης ἔνιοι δʼ ἱστοροῦσιν, ὧν ἐστι καὶ Ἔφορος, τοὺς Ἰδαίους Δακτύλους γενέσθαι μὲν κατὰ τὴν Ἴδην τὴν ἐν Φρυγίαι, διαβῆναι δὲ μετὰ Μυγδόνος εἰς τὴν Εὐρώπην. ὑπάρξαντας δὲ γόητας ἐπιτηδεῦσαι τάς τε ἐπωιδὰς καὶ τελετὰς καὶ μυστήρια, καὶ περὶ Σαμοθράικην διατρίψαντας οὐ μετρίως ἐν τούτοις ἐκπλήττειν τοὺς ἐγχωρίους· καθʼ ὃν δὴ χρόνον καὶ τὸν Ὀρφέα, φύσει διαφόρωι κεχορηγημένον πρὸς ποίησιν καὶ μελωιδίαν, μαθητὴν γενέσθαι τούτων, καὶ πρῶτον εἰς τοὺς Ἕλληνας ἐξενεγκεῖν τελετὰς καὶ μυστήρια.

Ὑπομνήματα εἰς τὴν Διονυσίου Τέχνην τῶν στοιχείων εὑρετὴν ἄλλοι τε καὶ Ἔφορος ἐν δευτέρωι Κάδμον φασίν· οἱ δὲ οὐχ εὑρετήν, τῆς δὲ Φοινίκων εὑρέσεως πρὸς ἡμᾶς διάκτορον γεγενῆσθαι, ὡς καὶ Ἡρόδοτος ἐν ταῖς Ἱστορίαις καὶ Ἀριστοτέλης ἱστορεῖ.

Ὑπομνήματα εἰς τὴν Διονυσίου Τέχνην Φοινίκεια δὲ τὰ γράμματα ἐλέγοντο, ὥς φησιν Ἔφορος ὁ Κυμαῖος καὶ Ἡρόδοτος, ἐπεὶ Φοίνικες εὗρον αὐτά.

Κλήμης ὁ Ἀλεξανδρεύς Κάδμος δὲ Φοῖνιξ ἦν ὁ τῶν γραμμάτων Ἕλλησιν εὑρετής, ὥς φησιν Ἔφορος, ὅθεν καὶ Φοινικήια τὰ γράμματα Ἡρόδοτος κεκλῆσθαι γράφει. οἱ δὲ Φοίνικας καὶ Σύρους γράμματα ἐπινοῆσαι πρώτους λέγουσιν.

Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν οὐχ οἱ αὐτοὶ γὰρ ἦσαν παρὰ πᾶσι τοῖς Ἕλλησι χαρακτῆρες· διάφορα δὲ καὶ τὰ τῶν στοιχείων ὀνόματα, ὡς τὸ σάν. Καλλίστρατος δὲ Σάμιος ἐπὶ τῶν Πελοποννησιακῶν μετήνεγκε τὴν γραμματικὴν καὶ παρέδωκεν Ἀθηναίοις ἐπὶ ἄρχοντος Εὐκλείδου, ὥς φησιν Ἔφορος.

Σέργιος ὀξύβαριν περίσπασιν; δίτονον; σύμπλεκτον; κεκλασμένην;

Διόδωρος ὁ Σικελιώτης περὶ πρώτων δὲ τῶν βαρβάρων διέξιμεν, οὐκ ἀρχαιοτέρους αὐτοὺς ἡγούμενοι τῶν Ἑλλήνων, καθάπερ Ἔφορος εἴρηκεν, ἀλλὰ προδιελθεῖν βουλόμενοι ...

Πολύβιος ὁ μὲν γὰρ Ἔφορός φησιν, εἰ δυνατὸν ἦν αὐτοὺς παρεῖναι πᾶσι τοῖς πράγμασι, ταύτην ἂν διαφέρειν πολὺ τῶν ἐμπειριῶν.

κατὰ γὰρ τὸ προοίμιον τῆς ἕκτης βύβλου φησί τινας ὑπολαμβάνειν διότι τινὸς μείζονος δεῖται φύσεως καὶ φιλοπονίας καὶ παρασκευῆς τὸ τῶν ἐπιδεικτικῶν λόγων γένος ἢ τὸ τῆς ἱστορίας· ταύτας δὲ τὰς δόξας πρότερον μὲν Ἐφόρωι φησὶ προσπεσεῖν. οὐ δυνηθέντος δʼ ἱκανῶς ἐκείνου πρὸς τοὺς ταῦτα λέγοντας ἀπαντῆσαι, πειρᾶται συγκρίνειν αὐτὸς ἐκ παραβολῆς τὴν ἱστορίαν τοῖς ἐπιδεικτικοῖς λόγοις, πρᾶγμα ποιῶν πάντων ἀτοπώτατον, πρῶτον μὲν τὸ καταψεύσασθαι τοῦ συγγραφέως. ὁ γὰρ Ἔφορος ... κατὰ δέ τινα συντυχίαν εὐχαριστότατα καὶ πιθανώτατα περὶ τῆς συγκρίσεως εἴρηκε τῆς τῶν ἱστοριογράφων καὶ λογογράφων. ὁ δʼ ἵνα μὴ δόξηι κατακολουθεῖν Ἐφόρωι ...

Στράβων τοὺς δὲ Πελασγούς, ὅτι μὲν ἀρχαῖον τὸ φῦλον κατὰ τὴν Ἑλλάδα πᾶσαν ἐπεπόλασε καὶ μάλιστα παρὰ τοῖς Αἰολεῦσι τοῖς κατὰ Θετταλίαν, ὁμολογοῦσιν ἅπαντες σχεδόν τι. νομίζειν δέ φησιν Ἔφορος τὸ ἀνέκαθεν Ἀρκάδας ὄντας ἑλέσθαι στρατιωτικὸν βίον, εἰς δὲ τὴν αὐτὴν ἀγωγὴν προτρέποντας πολλοὺς ἅπασι τοῦ ὀνόματος μεταδοῦναι, καὶ πολλὴν ἐπιφάνειαν κτήσασθαι καὶ παρὰ τοῖς Ἕλλησι καὶ παρὰ τοῖς ἄλλοις, παρʼ ὅσους ποτὲ ἀφιγμένοι τετυχήκασι. καὶ γὰρ τῆς Κρήτης ἔποικοι γεγόνασιν, ὥς φησιν Ὅμηρος λέγει γοῦν Ὀδυσσεὺς πρὸς Πηνελόπην· «ἄλλη δʼ ἄλλων γλῶσσα μεμιγμένη· ἐν μὲν Ἀχαιοί, ἐν δʼ Ἐτεόκρητες μεγαλήτορες, ἐν δὲ Κύδωνες, Δωριέες τε τριχάικες δῖοί τε Πελασγοί.» καὶ τὸ Πελασγικὸν Ἄργος ἡ Θετταλία λέγεται, τὸ μεταξὺ τῶν ἐκβολῶν τοῦ Πηνειοῦ καὶ τῶν Θερμοπυλῶν ἕως τῆς ὀρεινῆς τῆς κατὰ Πίνδον, διὰ τὸ ἐπάρξαι τῶν τόπων τούτων τοὺς Πελασγούς· τόν τε Δία τὸν Δωδωναῖον αὐτὸς ὁ ποιητὴς ὀνομάζει Πελασγικόν «Ζεῦ ἄνα Δωδωναῖε Πελασγικέ.» πολλοὶ δὲ καὶ τὰ Ἠπειρωτικὰ ἔθνη Πελασγικὰ εἰρήκασιν, ὡς καὶ μέχρι δεῦρο ἐπαρξάντων· Πελασγούς τε πολλοὺς καὶ τῶν ἡρώων ὄνομα καλέσαντες οἱ ὕστερον ἀπʼ ἐκείνων πολλὰ τῶν ἐθνῶν ἐπώνυμα πεποιήκασι. καὶ γὰρ τὴν Λέσβον Πελασγίαν εἰρήκασι, καὶ τοῖς ἐν τῆι Τρωάδι Κίλιξιν Ὅμηρος εἴρηκε τοὺς ὁμόρους Πελασγούς «Ἱππόθοος δʼ ἄγε φῦλα Πελασγῶν ἐγχεσιμώρων, τῶν οἳ Λάρισαν ἐριβώλακα ναιετάασκον.» τῶι δʼ Ἐφόρωι τοῦ ἐξ Ἀρκαδίας εἶναι τὸ φῦλον τοῦτο ἦρξεν Ἡσίοδος· φησὶ γὰρ «υἱεῖς ἐξεγένοντο Λυκάονος ἀντιθέοιο, ὅν ποτε τίκτε Πελασγός». Αἰσχύλος δʼ ἐκ τοῦ περὶ Μυκήνας Ἄργους φησὶν ἐν Ἱκετίσιν ἢ Δαναίσι τὸ γένος αὐτῶν. καὶ τὴν Πελοπόννησον δὲ Πελασγίαν φησὶν Ἔφορος κληθῆναι· καὶ Εὐριπίδης δʼ ἐν Ἀρχελάωι φησὶν ὅτι «Δαναὸς ... ἐλθὼν ἐς Ἄργος ὤικισʼ Ἰνάχου πόλιν, Πελασγιώτας δʼ ὠνομασμένους τὸ πρὶν Δαναοὺς καλεῖσθαι νόμον ἔθηκʼ ἀνʼ Ἑλλάδα».

Στράβων οἱ μὲν μεταγράφουσιν Ἀλαζώνων, οἱ δʼ Ἀμαζώνων ποιοῦντες, τὸ δʼ ἐξ Ἀλύβης ἐξ Ἀλόπης ἢ ἐξ Ἀλόβης, τοὺς μὲν Σκύθας Ἀλιζῶνας φάσκοντες ὑπὲρ τὸν Βορυσθένη ........., τοὺς δʼ Ἀμαζῶνας μεταξὺ Μυσίας καὶ Καρίας καὶ Λυδίας, καθάπερ Ἔφορος νομίζει, πλησίον Κύμης τῆς πατρίδος αὐτοῦ. καὶ τοῦτο μὲν ἔχεταί τινος λόγου τυχὸν ἴσως· εἴη γὰρ ἂν λέγων τὴν ὑπὸ τῶν Αἰολέων καὶ Ἰώνων οἰκισθεῖσαν ὕστερον, πρότερον δʼ ὑπὸ Ἀμαζόνων· καὶ ἐπωνύμους πόλεις τινὰς εἶναί φασι· καὶ γὰρ Ἔφεσον καὶ Σμύρναν καὶ Κύμην καὶ Μύριναν.

Στέφανος ὁ Βυζάντιος Ἁλιζῶνες· ἔθνος· Ὅμηρος ... Ἔφορος οἰκῆσαί φησι τοὺς Ἁλιζῶνας τὴν παραλίαν τὴν μεταξὺ Μυσίας καὶ Καρίας καὶ Λυδίας κειμένην.

Στράβων Ἔφορος δέ φησιν Αἰτωλὸν ἐκπεσόντα ὑπὸ Σαλμωνέως, τοῦ βασιλέως Ἐπειῶν τε καὶ Πισατῶν, ἐκ τῆς Ἠλείας εἰς τὴν Αἰτωλίαν ὀνομάσαι τε ἀφʼ αὑτοῦ τὴν χώραν καὶ συνοικίσαι τὰς αὐτόθι πόλεις. τούτου δʼ ἀπόγονον ὑπάρξαντα Ὀξύλον φίλον τοῖς περὶ Τήμενον Ἡρακλείδαις ἡγήσασθαί τε τὴν ὁδὸν κατιοῦσιν εἰς τὴν Πελοπόννησον καὶ μερίσαι τὴν πολεμίαν αὐτοῖς χώραν καὶ τἆλλα ὑποθέσθαι τὰ περὶ τὴν κατάκτησιν τῆς χώρας· ἀντὶ δὲ τούτων λαβεῖν χάριν τὴν εἰς τὴν Ἠλείαν κάθοδον, προγονικὴν οὖσαν κατελθεῖν δὲ ἀθροίσαντα στρατιὰν ἐκ τῆς Αἰτωλίας ἐπὶ τοὺς κατέχοντας Ἐπειοὺς τὴν Ἦλιν. ἀπαντησάντων δὲ τῶν Ἐπειῶν μεθʼ ὅπλων, ἐπειδὴ ἀντίπαλοι ἦσαν αἱ δυνάμεις, εἰς μονομαχίαν προελθεῖν κατὰ ἔθος τι παλαιὸν τῶν Ἑλλήνων Πυραίχμην Αἰτωλὸν Δέγμενόν τʼ Ἐπειόν, τὸν μὲν Δέγμενον μετὰ τόξου ψιλόν, ὡς περιεσόμενον ῥαιδίως ὁπλίτου διὰ τῆς ἑκηβολίας, τὸν δὲ μετὰ σφενδόνης καὶ πήρας λίθων, ἐπειδὴ κατέμαθε τὸν δόλον· τυχεῖν δὲ νεωστὶ ὑπὸ τῶν Αἰτωλῶν εὑρημένον τὸ τῆς σφενδόνης εἶδος. μακροβολωτέρας δʼ οὔσης τῆς σφενδόνης πεσεῖν τὸν Δέγμενον, καὶ κατασχεῖν τοὺς Αἰτωλοὺς τὴν γῆν, ἐκβαλόντας τοὺς Ἐπειούς. παραλαβεῖν δὲ καὶ τὴν ἐπιμέλειαν τοῦ ἱεροῦ τοῦ Ὀλυμπίασιν, ἣν εἶχον οἱ Ἀχαιοί· διὰ δὲ τὴν τοῦ Ὀξύλου φιλίαν πρὸς τοὺς Ἡρακλείδας συνομολογηθῆναι ῥαιδίως ἐκ πάντων μεθʼ ὅρκου τὴν Ἠλείαν ἱερὰ εἶναι τοῦ Διός, τὸν δʼ ἐπιόντα ἐπὶ τὴν χώραν ταύτην μεθʼ ὅπλων ἐναγῆ εἶναι, ὡς δʼ αὔτως ἐναγῆ καὶ τὸν μὴ ἐπαμύνοντα εἰς δύναμιν. ἐκ δὲ τούτου καὶ τοὺς κτίσαντας τὴν Ἠλείων πόλιν ὕστερον ἀτείχιστον ἐᾶσαι, καὶ τοὺς διʼ αὐτῆς τῆς χώρας ἰόντας στρατοπέδωι τὰ ὅπλα παραδόντας ἀπολαμβάνειν μετὰ τὴν ἐκ τῶν ὅρων ἔκβασιν, Ἴφιτόν τε θεῖναι τὸν Ὀλυμπικὸν ἀγῶνα ἱερῶν ὄντων τῶν Ἠλείων. ἐκ δὴ τῶν τοιούτων αὔξησιν λαβεῖν τοὺς ἀνθρώπους· τῶν γὰρ ἄλλων πολεμούντων ἀεὶ πρὸς ἀλλήλους μόνοις ὑπάρξαι πολλὴν εἰρήνην οὐκ αὐτοῖς μόνον ἀλλὰ καὶ τοῖς ξένοις, ὥστε καὶ εὐανδρῆσαι μάλιστα πάντων παρὰ τοῦτο. Φείδωνα δὲ τὸν Ἀργεῖον δέκατον μὲν ὄντα ἀπὸ Τημένου, δυνάμει δʼ ὑπερβεβλημένον τοὺς κατʼ αὐτόν, ἀφʼ ἧς τήν τε λῆξιν ὅλην ἀνέλαβε τὴν Τημένου διεσπασμένην εἰς πλείω μέρη, καὶ μέτρα ἐξεῦρε τὰ Φειδώνια καλούμενα καὶ σταθμοὺς καὶ νόμισμα κεχαραγμένον τό τε ἄλλο καὶ τὸ ἀργυροῦν, πρὸς τούτοις ἐπιθέσθαι καὶ ταῖς ὑφʼ Ἡρακλέους αἱρεθείσαις πόλεσι καὶ τοὺς ἀγῶνας ἀξιοῦν τιθέναι αὐτόν, οὓς ἐκεῖνος ἔθηκε· τούτων δὲ εἶναι καὶ τὸν Ὀλυμπικόν. καὶ δὴ βιασάμενον ἐπελθόντα θεῖναι αὐτόν, οὔτε τῶν Ἠλείων ἐχόντων ὅπλα, ὥστε κωλύειν, διὰ τὴν εἰρήνην, τῶν τε ἄλλων κρατουμένων τῆι δυναστείαι. οὐ μὴν τούς γε Ἠλείους ἀναγράψαι τὴν θέσιν ταύτην, ἀλλὰ καὶ ὅπλα κτήσασθαι διὰ τοῦτο καὶ ἀρξαμένους ἐπικουρεῖν σφίσιν αὐτοῖς· συμπράττειν δὲ καὶ Λακεδαιμονίους, εἴτε φθονήσαντας τῆι διὰ τὴν εἰρήνην εὐτυχίαι εἴτε καὶ συνεργοὺς ἕξειν νομίσαντας πρὸς τὸ καταλῦσαι τὸν Φείδωνα, ἀφηιρημένον αὐτοὺς τὴν ἡγεμονίαν τῶν Πελοποννησίων, ἣν ἐκεῖνοι προεκέκτηντο. καὶ δὴ καὶ συγκαταλῦσαι τὸν Φείδωνα· τοὺς δὲ συγκατασκευάσαι τοῖς Ἠλείοις τήν τε Πισᾶτιν καὶ τὴν Τριφυλίαν.

Στράβων Ἔφορος δὲ τὸν Κρεσφόντην, ἐπειδὴ εἷλε Μεσσήνην, διελεῖν φησὶν εἰς πέντε πόλεις αὐτήν, ὥστε Στενύκλαρον μὲν ἐν τῶι μέσωι τῆς χώρας ταύτης κειμένην ἀποδεῖξαι βασίλειον αὑτῶι, εἰς δὲ τὰς ἄλλας βασιλέας πέμψαι, Πύλον καὶ Ῥίον καὶ Μεσόλαν καὶ Ὑαμεῖτιν, ποιήσαντα ἰσονόμους πάντας τοῖς Δωριεῦσι τοὺς Μεσσηνίους· ἀγανακτούντων δὲ τῶν Δωριέων μεταγνόντα μόνον τὸν Στενύκλαρον νομίσαι πόλιν, εἰς τοῦτον δὲ καὶ τοὺς Δωριέας συναγαγεῖν πάντας.

Στράβων φησὶ δʼ Ἔφορος τοὺς κατασχόντας τὴν Λακωνικὴν Ἡρακλείδας, Εὐρυσθένη τε καὶ Προκλῆ, διελεῖν εἰς ἓξ μέρη καὶ πολίσαι τὴν χώραν. μίαν μὲν οὖν τῶν μερίδων τὰς Ἀμύκλας ἐξαίρετον δοῦναι τῶι προδόντι αὐτοῖς τὴν Λακωνικὴν καὶ πείσαντι τὸν κατέχοντα αὐτὴν ἀπελθεῖν ὑπόσπονδον μετὰ τῶν Ἀχαιῶν εἰς τὴν Ἰωνίαν· τὴν δὲ Σπάρτην βασίλειον ἀποφῆναι σφίσιν αὐτοῖς, εἰς δὲ τὰς ἄλλας πέμψαι βασιλέας, ἐπιτρέψαντας δέχεσθαι συνοίκους τοὺς βουλομένους τῶν ξένων διὰ τὴν λειπανδρίαν. χρῆσθαι δὲ Λαὶ μὲν ὡς ναυστάθμωι διὰ τὸ εὐλίμενον· Αἴγυι δὲ πρὸς τοὺς πολέμους φρουρίωι—πᾶσιν γὰρ ὁμορεῖν τοῖς κύκλωι· Φαραίαι δὲ ταμιείωι, πλείστην ἀπὸ τῶν ἐντὸς ἀσφάλειαν ἐχούσηι καὶ ἀπὸ τῶν ἐκτός. ὑπακούοντας δʼ ἅπαντας τοὺς περιοίκους Σπαρτιατῶν ὅμως ἰσοτίμους εἶναι, μετέχοντας καὶ πολιτείας καὶ ἀρχείων. Ἆγιν δὲ τὸν Εὐρυσθένους ἀφελέσθαι τὴν ἰσοτιμίαν καὶ συντελεῖν προστάξαι τῆι Σπάρτηι. τοὺς μὲν οὖν ἄλλους ὑπακοῦσαι, τοὺς δʼ Ἑλείους, τοὺς ἔχοντας τὸ Ἕλος, ποιησαμένους ἀπόστασιν κατὰ κράτος ἁλῶναι πολέμωι καὶ κριθῆναι δούλους ἐπὶ τακτοῖς τισιν, ὥστε τὸν ἔχοντα μήτʼ ἐλευθεροῦν ἐξεῖναι μήτε πωλεῖν ἔξω τῶν ὅρων τούτους· τοῦτον δὲ λεχθῆναι τὸν πρὸς τοὺς Εἵλωτας πόλεμον. σχεδὸν δέ τι καὶ τὴν εἱλωτείαν τὴν ὕστερον συμμείνασαν μέχρι τῆς Ῥωμαίων ἐπικρατείας οἱ περὶ Ἆγιν εἰσὶν οἱ καταδείξαντες· τρόπον γάρ τινα δημοσίους δούλους εἶχον οἱ Λακεδαιμόνιοι τούτους, κατοικίας τινὰς αὐτοῖς ἀποδείξαντες καὶ λειτουργίας ἰδίας.

περὶ δὲ τῆς Λακώνων πολιτείας καὶ τῶν γενομένων παρʼ αὐτοῖς μεταβολῶν τὰ μὲν πολλὰ παρείη τις ἂν διὰ τὸ γνώριμον τινῶν δʼ ἄξιον ἴσως μνησθῆναι. Ἀχαιοὺς γὰρ τοὺς Φθιώτας φασὶ συγκατελθόντας Πέλοπι εἰς τὴν Πελοπόννησον οἰκῆσαι τὴν Λακωνικήν, τοσοῦτον δʼ ἀρετῆι διενεγκεῖν, ὥστε τὴν Πελοπόννησον ἐκ πολλῶν ἤδη χρόνων Ἄργος λεγομένην τότε Ἀχαικὸν Ἄργος λεχθῆναι, καὶ οὐ μόνον γε τὴν Πελοπόννησον, ἀλλὰ καὶ ἰδίως τὴν Λακωνικὴν οὕτω προσαγορευθῆναι· τὸ γοῦν τοῦ ποιητοῦ «ποῦ Μενέλαος ἔην; ἢ οὐκ Ἄργεος ἦεν Ἀχαικοῦ;» δέχονταί τινες οὕτως «ἢ οὐκ ἦν ἐν τῆι Λακωνικῆι;» κατὰ δὲ τὴν τῶν Ἡρακλειδῶν κάθοδον Φιλονόμου προδόντος τὴν χώραν τοῖς Δωριεῦσι μετανέστησαν ἐκ τῆς Λακωνικῆς εἰς τὴν τῶν Ἰώνων, τὴν καὶ νῦν Ἀχαίαν καλουμένην. ἐροῦμεν δὲ περὶ αὐτῶν ἐν τοῖς Ἀχαικοῖς. οἱ δὲ κατασχόντες τὴν Λακωνικὴν καὶ κατʼ ἀρχὰς μὲν ἐσωφρόνουν, ἐπεὶ δʼ οὖν Λυκούργωι τὴν πολιτείαν ἐπέτρεψαν, τοσοῦτον ὑπερεβάλοντο τοὺς ἄλλους, ὥστε μόνοι τῶν Ἑλλήνων καὶ γῆς καὶ θαλάττης ἐπῆρξαν, διετέλεσάν τε ἄρχοντες τῶν Ἑλλήνων, ἕως ἀφείλοντο αὐτοὺς τὴν ἡγεμονίαν Θηβαῖοι, καὶ μετʼ ἐκείνους εὐθὺς Μακεδόνες. Ἑλλάνικος μὲν οὖν Εὐρυσθένη καὶ Προκλέα φησὶ διατάξαι τὴν πολιτείαν, Ἔφορος δʼ ἐπιτιμᾶι, φήσας Λυκούργου μὲν αὐτὸν μηδαμοῦ μεμνῆσθαι, τὰ δʼ ἐκείνου ἔργα τοῖς μὴ προσήκουσιν ἀνατιθέναι· μόνωι γοῦν Λυκούργωι ἱερὸν ἱδρῦσθαι καὶ θύεσθαι κατʼ ἔτος, ἐκείνοις δέ, καίπερ οἰκισταῖς γενομένοις, μηδὲ τοῦτο δεδόσθαι, ὥστε τοὺς ἀπʼ αὐτῶν τοὺς μὲν Εὐρυσθενίδας τοὺς δὲ Προκλείδας καλεῖσθαι, ἀλλὰ τοὺς μὲν Ἀγίδας ἀπὸ Ἄγιδος τοῦ Εὐρυσθένους, τοὺς δʼ Εὐρυπωντίδας ἀπὸ Εὐρυπῶντος τοῦ Προκλέους· τοὺς μὲν γὰρ δυναστεῦσαι δικαίως, τοὺς δὲ δεξαμένους ἐπήλυδας ἀνθρώπους διʼ ἐκείνων δυναστεῦσαι· ὅθεν οὐδʼ ἀρχηγέτας νομισθῆναι, ὅπερ πᾶσιν ἀποδίδοται οἰκισταῖς. Παυσανίαν τε, ἐκπεσόντα ὑπὸ τῆς ἑτέρας οἰκίας, ἐν τῆι φυγῆι συντάξαι λόγον κατὰ τῶν Λυκούργου νόμων, ὄντος τῆς ἐκβαλλούσης οἰκίας, ἐν ὧι καὶ τοὺς χρησμοὺς λέγει τοὺς δοθέντας αὐτῶι ἀπʼ ἐγκωμίων πλείστων.

Στράβων Ἔφορος δὲ καὶ ταύτηι κρείττω τὴν Βοιωτίαν ἀποφαίνει τῶν ὁμόρων ἐθνῶν, καὶ ὅτι μόνη τριθάλαττός ἐστι καὶ λιμένων εὐπορεῖ πλειόνων, ἐπὶ μὲν τῶι Κρισσαίωι κόλπωι καὶ τῶι Κορινθιακῶι τὰ ἐκ τῆς Ἰταλίας καὶ Σικελίας καὶ Λιβύης δεχομένη, ἐπὶ δὲ τῶν πρὸς Εὔβοιαν μερῶν ἐφʼ ἑκάτερα τοῦ Εὐρίπου σχιζομένης τῆς παραλίας, τῆι μὲν ἐπὶ τὴν Αὐλίδα καὶ τὴν Ταναγρικήν, τῆι δʼ ἐπὶ τὸν Σαλγανέα καὶ τὴν Ἀνθηδόνα, τῆι μὲν εἶναι συνεχῆ τὴν κατʼ Αἴγυπτον καὶ Κύπρον καὶ τὰς νήσους θάλατταν, τῆι δὲ τὴν κατὰ Μακεδόνας καὶ τὴν Προποντίδα καὶ τὸν Ἑλλήσποντον. προστίθησι δέ, ὅτι καὶ τὴν Εὔβοιαν τρόπον τινὰ μέρος αὐτῆς πεποίηκεν ὁ Εὔριπος, οὕτω στενὸς ὢν καὶ γεφύραι συνεζευγμένος πρὸς αὐτὴν διπλέθρωι. τὴν μὲν οὖν χώραν ἐπαινεῖ διὰ ταῦτα, καί φησι πρὸς ἡγεμονίαν εὐφυῶς ἔχειν· ἀγωγῆι δὲ καὶ παιδείαι μὴ χρησαμένους, ἐπεὶ μηδὲ τοὺς ἀεὶ προισταμένους προιδεῖν αὐτῆς, εἰ καί ποτε κατώρθωσαν, ἐπὶ μικρὸν τὸν χρόνον συμμεῖναι, καθάπερ Ἐπαμεινώνδας ἔδειξε· τελευτήσαντος γὰρ ἐκείνου τὴν ἡγεμονίαν ἀποβαλεῖν εὐθὺς τοὺς Θηβαίους, γευσαμένους αὐτῆς μόνον· αἴτιον δὲ εἶναι τὸ λόγων καὶ ὁμιλίας τῆς πρὸς ἀνθρώπους ὀλιγωρῆσαι, μόνης δʼ ἐπιμεληθῆναι τῆς κατὰ πόλεμον ἀρετῆς. ἔδει δὲ προσθεῖναι ........ ἡ δʼ οὖν Βοιωτία πρότερον μὲν ὑπὸ βαρβάρων ὠικεῖτο Ἀόνων καὶ Τεμμίκων, ἐκ τοῦ Σουνίου πεπλανημένων, καὶ Λελέγων καὶ Ὑάντων. εἶτα Φοίνικες ἔσχον οἱ μετὰ Κάδμου. ὃς τήν τε Καδμείαν ἐτείχισε καὶ τὴν ἀρχὴν τοῖς ἐκγόνοις ἀπέλιπεν. ἐκεῖνοι δὲ τὰς Θήβας τῆι Καδμείαι προσέκτισαν καὶ συνεφύλαξαν τὴν ἀρχήν, ἡγούμενοι τῶν πλείστων Βοιωτῶν ἕως τῆς τῶν Ἐπιγόνων στρατείας· κατὰ δὲ τούτους ὀλίγον χρόνον ἐκλιπόντες τὰς Θήβας ἐπανῆλθον πάλιν. ὡς δʼ αὔτως ὑπὸ Θραικῶν καὶ Πελασγῶν ἐκπεσόντες ἐν Θετταλίαι συνεστήσαντο τὴν ἀρχὴν μετὰ Ἀρναίων ἐπὶ πολὺν χρόνον, ὥστε καὶ Βοιωτοὺς κληθῆναι πάντας. εἶτʼ ἀνέστρεψαν εἰς τὴν οἰκείαν, ἤδη τοῦ Αἰολικοῦ στόλου παρεσκευασμένου περὶ Αὐλίδα τῆς Βοιωτίας, ὃν ἔστελλον εἰς τὴν Ἀσίαν οἱ Ὀρέστου παῖδες. προσθέντες δὲ τῆι Βοιωτίαι τὴν Ὀρχομενίαν—οὐ γὰρ ἦσαν κοινῆι πρότερον, οὐδʼ Ὅμηρος μετὰ Βοιωτῶν αὐτοὺς κατέλεξεν, ἀλλʼ ἰδίαι Μινύας προσαγορεύσας — μετʼ ἐκείνων ἐξέβαλον τοὺς μὲν Πελασγοὺς εἰς Ἀθήνας, ἀφʼ ὧν ἐκλήθη μέρος τι τῆς πόλεως Πελασγικόν, —ὤικησαν δὲ ὑπὸ τῶι Ὑμηττῶι—, τοὺς δὲ Θρᾶικας ἐπὶ τὸν Παρνασσόν. Ὕαντες δὲ τῆς Φωκίδος Ὕαν πόλιν ὤικισαν. φησὶ δʼ Ἔφορος τοὺς μὲν Θρᾶικας ποιησαμένους σπονδὰς πρὸς τοὺς Βοιωτοὺς ἐπιθέσθαι νύκτωρ στρατοπεδεύουσιν ὀλιγωρότερον ὡς εἰρήνης γεγονυίας· διακρουσαμένων δʼ αὐτοὺς αἰτιωμένων τε ἅμα, ὅτι τὰς σπονδὰς παρέβαινον, μὴ παραβῆναι φάσκειν ἐκείνους· συνθέσθαι γὰρ ἡμέρας, νύκτωρ δʼ ἐπιθέσθαι· ἀφʼ οὗ δὴ καὶ τὴν παροιμίαν εἰρῆσθαι «Θραικία παρεύρεσις». τοὺς δὲ Πελασγοὺς μένοντος ἔτι τοῦ πολέμου χρηστηριασομένους ἀπελθεῖν εἰς Δωδώνην, ἀπελθεῖν δὲ καὶ τοὺς Βοιωτούς. τὸν μὲν οὖν τοῖς Πελασγοῖς δοθέντα χρησμὸν ἔφη μὴ ἔχειν εἰπεῖν, τοῖς δὲ Βοιωτοῖς ἀνελεῖν τὴν προφῆτιν, ἀσεβήσαντας εὖ πράξειν. τοὺς δὲ θεωροὺς ὑπονοήσαντας χαριζομένην τοῖς Πελασγοῖς τὴν προφῆτιν κατὰ τὸ συγγενές, ἐπειδὴ καὶ τὸ ἱερὸν Πελασγικὸν ἐξ ἀρχῆς ὑπῆρξεν, οὕτως ἀνελεῖν, ἁρπάσαντας τὴν ἄνθρωπον εἰς πυρὰν ἐμβαλεῖν, ἐνθυμηθέντας εἴτε κακουργήσασαν εἴτε μὴ πρὸς ἀμφότερα ὀρθῶς ἔχειν, εἰ μὲν παρεχρηστηρίασε κολασθείσης αὐτῆς, εἰ δʼ οὐδὲν ἐκακούργησε τὸ προσταχθὲν αὐτῶν πραξάντων. τοὺς δὲ περὶ τὸ ἱερὸν τὸ μὲν ἀκρίτους κτείνειν τοὺς πράξαντας, καὶ ταῦτʼ ἐν ἱερῶι, μὴ δοκιμάσαι, καθιστάναι δʼ εἰς κρίσιν, καλεῖν δʼ ἐπὶ τὰς ἱερείας· ταύτας δʼ εἶναι τὰς προφήτιδας, αἳ λοιπαὶ τριῶν οὐσῶν περιῆσαν. λεγόντων δʼ, ὡς οὐδαμοῦ νόμος εἴη δικάζειν γυναῖκας, προσελέσθαι καὶ ἄνδρας ἴσους ταῖς γυναιξὶ τὸν ἀριθμόν. τοὺς μὲν οὖν ἄνδρας ἀπογνῶναι, τὰς δὲ γυναῖκας καταγνῶναι, ἴσων δὲ τῶν ψήφων γενομένων τὰς ἀπολυούσας νικῆσαι· ἐκ δὲ τούτων Βοιωτοῖς μόνοις ἄνδρας προθεσπίζειν ἐν Δωδώνηι. τὰς μέντοι προφήτιδας ἐξηγουμένας τὸ μαντεῖον εἰπεῖν, ὅτι προστάττοι ὁ θεὸς τοῖς Βοιωτοῖς, τοὺς παρʼ αὐτοῖς τρίποδας συλλέγοντας εἰς Δωδώνην πέμπειν κατʼ ἔτος. καὶ δὴ καὶ ποιεῖν τοῦτο· αἰεὶ γάρ τινα τῶν ἀνακειμένων τριπόδων νύκτωρ καθαιροῦντας καὶ κατακαλύπτοντας ἱματίοις ὡς ἂν λάθρα τριποδηφορεῖν εἰς Δωδώνην. μετὰ δὲ ταῦτα τὴν Αἰολικὴν ἀποικίαν συνέπραξαν τοῖς περὶ Πενθίλον πλείστους ἐξ ἑαυτῶν συμπέμψαντες, ὥστε καὶ Βοιωτικὴν προσαγορευθῆναι. ὕστερον δὲ χρόνοις πολλοῖς ὁ Περσικὸς πόλεμος περὶ Πλαταιὰς γενόμενος διελυμήνατο τὴν χώραν. εἶτʼ ἀνέλαβον σφᾶς πάλιν ἐπὶ τοσοῦτον, ὥστε καὶ τῆς τῶν Ἑλλήνων ἀρχῆς ἀμφισβητῆσαι Θηβαίους δυσὶ μάχαις κρατήσαντας Λακεδαιμονίους. Ἐπαμεινώνδα δὲ πεσόντος ἐν τῆι μάχηι, ταύτης μὲν τῆς ἐλπίδος διεσφάλησαν, ὑπὲρ δὲ τῶν Ἑλλήνων ὅμως ἐπολέμησαν πρὸς Φωκέας τοὺς τὸ ἱερὸν συλήσαντας τὸ κοινόν.

Σχόλια εἰς Εὐριπίδην Κύπριδος Ἁρμονίαν Δερκύλος Θηβαίου τινὸς Δράκοντος, Ἄρεως δὲ υἱοῦ φησιν εἶναι τὴν Ἁρμονίαν θυγατέρα, ὃν φονεύσας Κάδμος ἔγημεν Ἁρμονίαν. Ἔφορος δὲ Ἠλέκτρας τῆς Ἄτλαντος αὐτὴν εἶναι λέγει, Κάδμου δὲ παραπλέοντος τὴν Σαμοθράικην ἁρπάσαι αὐτήν· τὴν δὲ εἰς τιμὴν τῆς μητρὸς ὀνομάσαι τὰς Ἠλέκτρας πύλας. καὶ νῦν ἔτι ἐν τῆι Σαμοθράικηι ζητοῦσιν αὐτὴν ἐν ταῖς ἑορταῖς.

Στράβων, Στέφανος ὁ Βυζάντιος : πόλεις δʼ ἔσχον Ἄμφισσάν τε καὶ Ναύπακτον, ὧν ἡ Ναύπακτος συμμένει τοῦ Ἀντιρρίου πλησίον· ὠνόμασται δʼ ἀπὸ τῆς ναυπηγίας τῆς ἐκεῖ γενομένης, εἴτε τῶν Ἡρακλειδῶν ἐκεῖ ναυπηγησαμένων τὸν στόλον, εἴθʼ, ὥς φησιν Ἔφορος, Λοκρῶν ἔτι πρότερον παρασκευασάντων. ἔστι δὲ νῦν Αἰτωλῶν Φιλίππου προσκρίναντος.

Στράβων Ἔφορος δὲ τοὺς Αἰτωλοὺς εἰπὼν ἔθνος εἶναι μηδεπώποτε γεγενημένον ὑφʼ ἑτέροις, ἀλλὰ πάντα τὸν μνημονευόμενον χρόνον μεμενηκὸς ἀπόρθητον διά τε τὰς δυσχωρίας τῶν τόπων καὶ διὰ τὴν περὶ τὸν πόλεμον ἄσκησιν, ἐξ ἀρχῆς μέν φησιν ἅπασαν τὴν χώραν Κουρῆτας κατασχεῖν· ἀφικομένου δʼ ἐξ Ἤλιδος Αἰτωλοῦ τοῦ Ἐνδυμίωνος καὶ τοῖς πολέμοις κρατοῦντος αὐτῶν, τοὺς μὲν Κουρῆτας εἰς τὴν νῦν καλουμένην Ἀκαρνανίαν ὑποχωρῆσαι, τοὺς δʼ Αἰτωλῶι συγκατελθόντας Ἐπειοὺς τὰς ἀρχαιοτάτας κτίσαι τῶν ἐν Αἰτωλίαι πόλεων· δεκάτηι δʼ ὕστερον γενεᾶι τὴν Ἦλιν ὑπὸ Ὀξύλου τοῦ Αἵμονος συνοικισθῆναι, περαιωθέντος ἐκ τῆς Αἰτωλίας. παρατίθησι δὲ τούτων μαρτύρια τὰ ἐπιγράμματα, τὸ μὲν ἐν Θέρμοις τῆς Αἰτωλίας, ὅπου τὰς ἀρχαιρεσίας ποιεῖσθαι πάτριον αὐτοῖς ἐστιν, ἐγκεχαραγμένον τῆι βάσει τῆς Αἰτωλοῦ εἰκόνος· Χώρης οἰκιστῆρα, παρʼ Ἀλφειοῦ ποτε δίναις θρεφθέντα, σταδίων γείτονʼ Ὀλυμπιάδος, Ἐνδυμίωνος παῖδʼ Αἰτωλοὶ τόνδʼ ἀνέθηκαν Αἰτωλόν, σφετέρας μνῆμʼ ἀρετῆς ἐσορᾶν. τὸ δʼ ἐν τῆι ἀγορᾶι τῶν Ἠλείων ἐπὶ τῶι Ὀξύλου ἀνδριάντι· Αἰτωλός ποτε τόνδε λιπὼν αὐτόχθονα δῆμον κτήσατο Κουρῆτιν γῆν, δορὶ πολλὰ καμών· τῆς δʼ αὐτῆς γενεᾶς δεκατόσπορος Αἵμονος υἱὸς Ὀξύλος ἀρχαίην ἔκτισε τήνδε πόλιν. τὴν μὲν οὖν συγγένειαν τὴν πρὸς ἀλλήλους τῶν τε Ἠλείων καὶ τῶν Αἰτωλῶν ὀρθῶς ἐπισημαίνεται διὰ τῶν ἐπιγραμμάτων, ἐξομολογουμένων ἀμφοῖν οὐ τὴν συγγένειαν μόνον, ἀλλὰ καὶ τὸ ἀρχηγέτας ἀλλήλων εἶναι· διʼ οὗ καλῶς ἐξελέγχει ψευδομένους τοὺς φάσκοντας τῶν μὲν Αἰτωλῶν ἀποίκους εἶναι τοὺς Ἠλείους, μὴ μέντοι τῶν Ἠλείων τοὺς Αἰτωλούς. τὴν δʼ ἀνομολογίαν τῆς γραφῆς καὶ τῆς ἀποφάσεως φαίνεται τὴν αὐτὴν ἐπιδεδειγμένος κἀνταῦθα, ἥνπερ ἐπὶ τοῦ μαντείου τοῦ ἐν Δελφοῖς παρεστήσαμεν. εἰπὼν γὰρ ἀπόρθητον ἐκ τοῦ μνημονευομένου χρόνου παντὸς τὴν Αἰτωλίαν, εἰπὼν δὲ καὶ ἐξ ἀρχῆς τὴν χώραν ταύτην τοὺς Κουρῆτας κατασχεῖν, ὤφειλε μὲν τοῖς εἰρημένοις ἀκόλουθον τοῦτο φέρειν, ὅτι οἱ Κουρῆτες διέμειναν ἕως εἰς αὐτὸν κατέχοντες τὴν Αἰτωλίαν γῆν ........ ὁ δʼ ἐκλαθόμενος τῆς ὑποσχέσεως οὐ τοῦτʼ ἐπιφέρει, ἀλλὰ τοὐναντίον, ὡς ἀφικομένου ἐξ Ἤλιδος Αἰτωλοῦ ........ ἴσως δή τις ἂν φαίη λέγειν αὐτὸν ἀπόρθητον τὴν Αἰτωλίαν ἀφʼ οὗ τοὔνομα τοῦτʼ ἔσχε μετὰ τὴν Αἰτωλοῦ παρουσίαν. ἀλλʼ ἀφήιρηται καὶ τούτου τοῦ νοήματος τὸν λόγον, φήσας ἐν τοῖς ἐφεξῆς τὸ μὲν πλεῖστον τοῦ λαοῦ τοῦ διαμένοντος ἐν τοῖς Αἰτωλοῖς τοῦτο εἶναι τὸ τῶν Ἐπειῶν λέγων· συμμιχθέντων δʼ αὐτοῖς ὕστερον Αἰολέων τῶν ἅμα Βοιωτοῖς ἐκ Θετταλίας ἀναστάντων, κοινῆι μετὰ τούτων τὴν χώραν κατασχεῖν ... καὶ Ἀπολλόδωρος δʼ εἴρηκεν ἐκ τῆς Βοιωτίας ἀπελθόντας Ὕαντας ἱστορεῖσθαι καὶ ἐποίκους τοῖς Αἰτωλοῖς γενομένους. ὁ δʼ ὥσπερ κατωρθωκὼς ἐπιλέγει, διότι ταῦτα καὶ τὰ τοιαῦτα «διακριβοῦν εἰώθαμεν, ὅταν ἦι τι τῶν πραγμάτων ἢ παντελῶς ἀπορούμενον ἢ ψευδῆ δόξαν ἔχον». τοιοῦτος δʼ ὢν Ἔφορος ἑτέρων ὅμως κρείττων ἐστίν ...

Στράβων παραπλήσια τούτοις καὶ τὰ περὶ τῶν Αἰτωλῶν εἰρημένα. φήσας γὰρ ἀπορθήτους αὐτοὺς ἐκ παντὸς τοῦ χρόνου τοτὲ μὲν Αἰολέας φησὶν οἰκῆσαι τοὺς κατέχοντας βαρβάρους ἐκβαλόντας, τοτὲ δʼ Αἰτωλὸν μετὰ τῶν ἐξ Ἤλιδος Ἐπειῶν τοῖς πολέμοις κρατῆσαι τῶν ἐχθρῶν· τούτους δʼ ὑπʼ Ἀλκμαίωνος καὶ Διομήδους.

Στράβων Ἔφορος δʼ οὔ φησι συστρατεῦσαι· Ἀλκμαίωνα γὰρ τὸν Ἀμφιάρεω, στρατεύσαντα μετὰ Διομήδους καὶ τῶν ἄλλων Ἐπιγόνων καὶ κατορθώσαντα τὸν πρὸς Θηβαίους πόλεμον, συνελθεῖν Διομήδει καὶ τιμωρήσασθαι μετʼ αὐτοῦ τοὺς Οἰνέως ἐχθρούς· παραδόντα δʼ ἐκείνοις τὴν Αἰτωλίαν, αὐτὸν εἰς τὴν Ἀκαρνανίαν παρελθεῖν καὶ ταύτην καταστρέφεσθαι. Ἀγαμέμνονα δʼ ἐν τούτωι τοῖς Ἀργείοις ἐπιθέμενον κρατῆσαι ῥαιδίως, τῶν πλείστων τοῖς περὶ Διομήδη συνακολουθησάντων. μικρὸν δʼ ὕστερον ἐπιπεσούσης τῆς ἐπʼ Ἴλιον ἐξόδου δείσαντα, μὴ ἀπόντος αὐτοῦ κατὰ τὴν στρατείαν ἐπανελθόντες οἴκαδε οἱ περὶ τὸν Διομήδη—καὶ γὰρ ἀκούεσθαι μεγάλην περὶ αὐτὸν συνεστραμμένην δύναμιν—κατάσχοιεν τὴν μάλιστα προσήκουσαν αὐτοῖς ἀρχήν—τὸν μὲν γὰρ Ἀδράστου, τὸν δὲ τοῦ πατρὸς εἶναι κληρονόμον—, ταῦτα δὴ διανοηθέντα καλεῖν αὐτοὺς ἐπί τε τὴν τοῦ Ἄργους ἀπόληψιν καὶ τὴν κοινωνίαν τοῦ πολέμου. τὸν μὲν οὖν Διομήδη πεισθέντα μετασχεῖν τῆς στρατείας, τὸν δὲ Ἀλκμαίωνα ἀγανακτοῦντα μὴ φροντίσαι· διὰ δὲ τοῦτο μηδὲ κοινωνῆσαι τῆς στρατείας μόνους τοὺς Ἀκαρνᾶνας τοῖς Ἕλλησι. ... ὁ μὲν οὖν Ἔφορος πρὸ τῶν Τρωικῶν ἤδη τὴν Ἀκαρνανίαν ὑπὸ τῶι Ἀλκμαίωνι ποιήσας τό τε Ἄργος τὸ Ἀμφιλοχικὸν ἐκείνου κτίσμα ἀποφαίνει καὶ τὴν Ἀκαρνανίαν ὠνομάσθαι φησὶν ἀπὸ τοῦ παιδὸς αὐτοῦ Ἀκαρνᾶνος, Ἀμφιλόχους δὲ ἀπὸ τοῦ ἀδελφοῦ Ἀμφιλόχου, ὥστε ἐκπίπτει εἰς τὰ παρὰ τὴν Ὁμηρικὴν ἱστορίαν λεγόμενα. Θουκυδίδης δὲ καὶ ἄλλοι τὸν Ἀμφίλοχον ἀπὸ τῆς στρατείας τῆς Τρωικῆς ἐπανιόντα, οὐκ ἀρεσκόμενον τοῖς ἐν Ἄργει ταύτην οἰκῆσαί φασι τὴν χώραν, οἱ μὲν κατὰ διαδοχὴν ἥκοντα τῆς τοῦ ἀδελφοῦ δυναστείας, οἱ δʼ ἄλλως.

Στράβων μετὰ δὲ τὴν Ἀμβρακίαν τὸ Ἄργος ἐστὶ τὸ Ἀμφιλοχικόν, κτίσμα Ἀλκμαίωνος καὶ τῶν παίδων. Ἔφορος μὲν οὖν φησι τὸν Ἀλκμαίωνα μετὰ τὴν Ἐπιγόνων ἐπὶ τὰς Θήβας στρατείαν παρακληθέντα ὑπὸ Διομήδους συνελθεῖν εἰς Αἰτωλίαν αὐτῶι καὶ συγκατακτήσασθαι ταύτην τε καὶ τὴν Ἀκαρνανίαν. καλοῦντος δʼ αὐτοὺς ἐπὶ τὸν Τρωικὸν πόλεμον Ἀγαμέμνονος τὸν μὲν Διομήδη πορευθῆναι, τὸν δʼ Ἀλκμαίωνα μείναντα ἐν τῆι Ἀκαρνανίαι τὸ Ἄργος κτίσαι, καλέσαι δʼ Ἀμφιλοχικὸν ἐπώνυμον τοῦ ἀδελφοῦ, Ἴναχον δὲ τὸν διὰ τῆς χώρας ῥέοντα ποταμὸν εἰς τὸν κόλπον ἀπὸ τοῦ κατὰ τὴν Ἀργείαν προσαγορεῦσαι. Θουκυδίδης δὲ ...

Στράβων ὁ δὲ τὴν Ἀλκμαιωνίδα γράψας Ἰκαρίου τοῦ Πηνελόπης πατρὸς υἱεῖς γενέσθαι δύο, Ἀλυζέα καὶ Λευκάδιον, δυναστεῦσαι δʼ ἐν τῆι Ἀκαρνανίαι τούτους μετὰ τοῦ πατρός· τούτων οὖν ἐπωνύμους τὰς πόλεις Ἔφορος λέγεσθαι δοκεῖ.

οἱ δὲ τὰς ἀποικίας καταλέγουσιν εἰς Ἔφορον ἀποτείνεται, ὃς περὶ τῆς Ἰωνικῆς ἀποικίας ἔγραψε.

Στέφανος ὁ Βυζάντιος Βέννα· μία φυλὴ τῶν ἐν Ἐφέσωι ε, ἧς οἱ φυλέται Βενναῖοι, ὡς Ἔφορος. ὅτι Ἄνδροκλος ὁ κτίσας Ἔφεσον· «οὗτος Πριηνεῦσι βοηθήσας ἐτελεύτησε καὶ οἱ πολλοὶ Ἐφέσιοι σὺν αὐτῶι. οἱ οὖν καταλειφθέντες Ἐφέσιοι ἐστασίασαν κατὰ τῶν Ἀνδρόκλου παίδων, καὶ βουλόμενοι βοήθειαν ἔχειν πρὸς αὐτοὺς ἐκ Τέω καὶ Καρήνης ἀποίκους ἔλαβον, ἀφʼ ὧν ἐν Ἐφέσωι δύο φυλαὶ τῶν ε τὰς ἐπωνυμίας ἔχουσιν· οἱ μὲν γὰρ ἐν Βέννηι Βενναῖοι, οἱ δʼ ἐν Εὐωνύμωι τῆς Ἀττικῆς Εὐώνυμοι. οὓς δʼ ἐξ ἀρχῆς ἐν Ἐφέσωι κατέλαβον Ἐφεσίους φασί, τοὺς δʼ ὕστερον ἐπήλυδας Τηίους καὶ Καρηνείους ἀποκαλοῦσι.»

Στράβων φησὶ δʼ Ἔφορος τὸ πρῶτον κτίσμα εἶναι Κρητικόν ὑπὲρ τῆς θαλάττης τετειχισμένον, ὅπου νῦν ἡ πάλαι Μίλητός ἐστιν, Σαρπηδόνος ἐκ Μιλήτου τῆς Κρητικῆς ἀγαγόντος οἰκήτορας καὶ θεμένου τοὔνομα τῆι πόλει τῆς ἐκεῖ πόλεως ἐπώνυμον, κατεχόντων πρότερον Λελέγων τὸν τόπον· τοὺς δὲ περὶ Νηλέα ὕστερον τὴν νῦν τειχίσαι πόλιν.

Στράβων ἀλλὰ μὴν καὶ ἄλλην τινὰ ἱστορίαν εἴρηκεν παλαιὰν Ἔφορος, ἧι οὐκ ἄλογον ἐντυχεῖν καὶ Ὅμηρον. λέγεσθαι γάρ φησιν ὑπὸ τῶν Ταρτησσίων Αἰθίοπας τὴν Λιβύην ἐπελθόντας μέχρι δύσεως τοὺς μὲν αὐτοῦ μεῖναι τοὺς δὲ καὶ τῆς περαίας κατασχεῖν πολλήν. τεκμαίρεται δʼ ἐκ τούτου καὶ Ὅμηρον εἰπεῖν οὕτως· «Αἰθίοπας, τοὶ διχθὰ δεδαίαται ἔσχατοι ἀνδρῶν.»

Ψευδοσκύμνος εἶτʼ ἐχομένη ἐστὶ νῆσος ἡ καλουμένη Ἐρύθεια, μεγέθει μὲν βραχεῖα παντελῶς, βοῶν δʼ ἀγέλας ἔχουσα καὶ βοσκημάτων, προσεμφερεῖς ταύροις τε τοῖς Αἰγυπτίοις καὶ τοῖς κατὰ τὴν Ἤπειρον ἔτι Θεσπρωτίοις. προσεσπερίους δʼ Αἰθίοπας οἰκητὰς ἔχειν λέγουσιν αὐτὴν γενομένης ἀποικίας. ταύτης σύνεγγυς δʼ ἐστὶν ἐπιφανὴς πόλις λαβοῦσα Τυρίων ἐμπόρων ἀποικίαν Γάδειρʼ, ὅπου μέγιστα γίνεσθαι λόγος κήτη. μετὰ ταύτην δʼ ἐστὶν ἡμερῶν δυοῖν τελέσαντι πλοῦν ἐμπόριον εὐτυχέστατον ἡ λεγομένη Ταρτησσός, ἐπιφανὴς πόλις, ποταμόρρυτον κασσίτερον ἐκ τῆς Κελτικῆς χρυσόν τε καὶ χαλκὸν φέρουσα πλείονα.

Στράβων ... ἀπὸ τοῦ Ἱεροῦ ἀκρωτηρίου ἀρξάμενοι. τοῦτο δέ ἐστι τὸ δυτικώτατον οὐ τῆς Εὐρώπης μόνον, ἀλλὰ καὶ τῆς οἰκουμένης ἁπάσης σημεῖον ... αὐτὸ δὲ τὸ ἄκρον καὶ προπεπτωκὸς εἰς τὴν θάλατταν Ἀρτεμίδωρος εἰκάζει πλοίωι, γενομενός, φησίν, ἐν τῶι τόπωι· προσλαμβάνειν δὲ τῶι σχήματι νησίδια τρία, τὸ μὲν ἐμβόλου τάξιν ἔχον, τὰ δὲ ἐπωτίδων, ὑφόρμους ἔχοντα μετρίους. Ἡρακλέους δʼ οὔθʼ ἱερὸν ἐνταῦθα δείκνυσθαι—ψεύσασθαι δὲ τοῦτο Ἔφορον—οὔτε βωμόν, οὔτʼ ἄλλου τῶν θεῶν .....

Στράβων Ἔφορος δὲ ὑπερβάλλουσάν τε τῶι μεγέθει λέγει τὴν Κελτικήν, ὥστε ἧσπερ νῦν Ἰβηρίας καλοῦμεν ἐκείνοις τὰ πλεῖστα προσνέμειν μέχρι Γαδείρων. φιλέλληνάς τε ἀποφαίνει τοὺς ἀνθρώπους, καὶ πολλὰ ἰδίως λέγει περὶ αὐτῶν οὐκ ἐοικότα τοῖς νῦν. ἴδιον δὲ καὶ τοῦτο· ἀσκεῖν γὰρ αὐτοὺς μὴ παχεῖς εἶναι μηδὲ προγάστορας, τὸν δʼ ὑπερβαλλόμενον τῶν νέων τὸ τῆς ζώνης μέτρον ζημιοῦσθαι.

Ψευδοσκύμνος χρῶνται δὲ Κελτοὶ τοῖς ἔθεσιν Ἑλληνικοῖς ἔχοντες οἰκειότατα πρὸς τὴν Ἑλλάδα διὰ τὰς ὑποδοχὰς τῶν ἐπιξενουμένων. σὺν μουσικῆι δʼ ἄγουσιν τὰς ἐκκλησίας, ζηλοῦντες αὐτὴν ἡμερώσεως χάριν.

οὐκ εὖ δʼ οὐδὲ ὁ φήσας ὅπλα αἴρεσθαι πρὸς τὰς πλημμυρίδας τοὺς Κίμβρους· οὐδʼ ὅτι ἀφοβίαν οἱ Κελτοὶ ἀσκοῦντες κατακλύζεσθαι τὰς οἰκίας ὑπομένουσιν, εἶτʼ ἀνοικοδομοῦσι· καὶ ὅτι πλείων αὐτοῖς συμβαίνει φθόρος ἐξ ὕδατος ἢ πολέμου, ὅπερ Ἔφορός φησιν.

Ἰώσηπος ὁ ἱστορικός περὶ μὲν γὰρ Γαλατῶν τε καὶ Ἰβήρων οὕτως ἠγνόησαν οἱ δοκοῦντες ἀκριβέστατοι συγγραφεῖς, ὧν ἐστιν Ἔφορος, ὥστε πόλιν οἴεται μίαν εἶναι τοὺς Ἴβηρας τοὺς τοσοῦτο μέρος τῆς ἑσπερίου γῆς κατοικοῦντας· καὶ τὰ μήτε γενόμενα παρʼ αὐτοῖς ἔθη μήτε λεγόμενα γράφειν ὡς ἐκείνων αὐτοῖς χρωμένων ἐτόλμησαν.

Στράβων πλησίον δὲ τῆς Κύμης τὸ Μισηνὸν ἀκρωτήριον καὶ ἐν τῶι μεταξὺ Ἀχερουσία λίμνη ..... ταῖς δὲ Βαίαις συνεχὴς ὅ τε Λοκρῖνος κόλπος, καὶ ἐντὸς τούτου ὁ Ἄορνος .... ἐμύθευον δʼ οἱ πρὸ ἡμῶν ἐν τῶι Ἀόρνωι τὰ περὶ τὴν νεκυῖαν τὴν Ὁμηρικήν· καὶ δὴ καὶ νεκυομαντεῖον ἱστοροῦσιν ἐνταῦθα γενέσθαι καὶ Ὀδυσσέα εἰς τοῦτʼ ἀφικέσθαι. προσεμύθευον δʼ οἱ ἐπιχώριοι καὶ τοὺς ὄρνεις τοὺς ὑπερπετεῖς γενομένους καταπίπτειν εἰς τὸ ὕδωρ, φθειρομένους ἀπὸ τῶν ἀναφερομένων ἀέρων, καθάπερ ἐν τοῖς Πλουτωνίοις. καὶ τοῦτο τὸ χωρίον Πλουτώνιόν τι ὑπελάμβανον, καὶ τοὺς Κιμμερίους ἐνταῦθα λέγεσθαι. καὶ εἰσέπλεόν γε οἱ προθυσόμενοι καὶ ἱλασόμενοι τοὺς καταχθονίους δαίμονας, ὄντων τῶν ὑφηγουμένων τὰ τοιάδε ἱερέων ἐργολαβηκότων τὸν τόπον. ἔστι δὲ πηγή τις αὐτόθι ποταμίου ὕδατος ἐπὶ τῆι θαλάττηι· τούτου δʼ ἀπείχοντο πάντες τὸ τῆς Στυγὸς ὕδωρ νομίσαντες. καὶ τὸ μαντεῖον ἐνταῦθά που ἵδρυτο· τόν τε Πυριφλεγέθοντα ἐκ τῶν θερμῶν ὑδάτων ἐτεκμαίροντο τῶν πλησίον καὶ τῆς Ἀχερουσίας. Ἔφορος δὲ τοῖς Κιμμερίοις προσοικειῶν τὸν τόπον φησὶν αὐτοὺς ἐν καταγείοις οἰκίαις οἰκεῖν, ἃς καλοῦσιν ἀργίλλας, καὶ διά τινων ὀρυγμάτων παρʼ ἀλλήλους τε φοιτᾶν καὶ τοὺς ξένους εἰς τὸ μαντεῖον δέχεσθαι πολὺ ὑπὸ γῆς ἱδρυμένον· ζῆν δʼ ἀπὸ μεταλλείας καὶ τῶν μαντευομένων, καὶ τοῦ βασιλέως ἀποδείξαντος αὐτοῖς συντάξεις. εἶναι δὲ τοῖς περὶ τὸ χρηστήριον ἔθος πάτριον μηδένα τὸν ἥλιον ὁρᾶν, ἀλλὰ τῆς νυκτὸς ἔξω πορεύεσθαι τῶν χασμάτων, καὶ διὰ τοῦτο τὸν ποιητὴν περὶ αὐτῶν εἰπεῖν ὡς ἄρα «οὐδέ ποτʼ αὐτοὺς Ἠέλιος φαέθων ἐπιδέρκεται.» ὕστερον δὲ διαφθαρῆναι τοὺς ἀνθρώπους ὑπὸ βασιλέως τινός, οὐκ ἀποβάντος αὐτῶι τοῦ χρησμοῦ, τὸ δὲ μαντεῖον ἔτι συμμένειν μεθεστηκὸς εἰς ἕτερον τόπον.

Ψευδοσκύμνος μετὰ δὲ Λατίνους ἐστὶν ἐν Ὀπικοῖς πόλις τῆς λεγομένης λίμνης Ἀόρνου πλησίον Κύμη, πρότερον ἣν Χαλκιδεῖς ἀπώικισαν, εἶτʼ Αἰολεῖς· οὗ Κερβέριόν τι δείκνυται ὑποχθόνιον μαντεῖον· ἐλθεῖν φασι δὲ δεῦρο παρὰ Κίρκης ἐπανάγοντʼ Ὀδυσσέα. ἐκ τῆς δὲ Κύμης τῆς πρὸς Ἀόρνωι κειμένης κτίσιν κατὰ χρησμὸν ἔλαβεν ἡ Νεάπολις.

Στράβων ἔνιοι δὲ ἁπλούστερον εἰρήκασιν, ὥσπερ Ἔφορος, τόν γε περίπλουν ἡμερῶν καὶ νυκτῶν πέντε.

ἦσαν γὰρ τῶν βαρβάρων οἱ μὲν ἔνοικοι, τινὲς δʼ ἐκ τῆς περαίας ἐπήιεσαν. οὐδένα δὲ τῆς παραλίας εἴων οἱ Ἕλληνες ἅπτεσθαι, τῆς δὲ μεσογαίας ἀπείργειν παντάπασιν οὐκ ἴσχυον, ἀλλὰ διετέλεσαν μέχρι δεῦρο Σικελοὶ καὶ Σικανοὶ καὶ Μόργητες καὶ ἄλλοι τινὲς νεμόμενοι τὴν νῆσον, ὧν ἦσαν καὶ Ἴβηρες, οὕσπερ πρώτους φησὶ τῶν βαρβάρων Ἔφορος λέγεσθαι τῆς Σικελίας οἰκιστάς.

αἱ δὲ μεταξὺ Κατάνης καὶ Συρακουσῶν ἐκλελοίπασι, Νάξος καὶ Μέγαρα, ὅπου καὶ αἱ τῶν ποταμῶν ἐκβολαὶ συνελθοῦσαι καὶ πάντα καταρρεόντων ἐκ τῆς Αἴτνης εἰς εὐλίμενα στόματα· ἐνταῦθα δὲ καὶ τὸ τῆς Ξιφονίας ἀκρωτήριον. φησὶ δὲ ταύτας Ἔφορος πρώτας κτισθῆναι πόλεις Ἑλληνίδας ἐν Σικελίαι, δεκάτηι γενεᾶι μετὰ τὰ Τρωικά· τοὺς γὰρ πρότερον δεδιέναι τὰ ληιστήρια τῶν Τυρρηνῶν καὶ τὴν ὠμότητα τῶν ταύτηι βαρβάρων, ὥστε μηδὲ κατʼ ἐμπορίαν πλεῖν. Θεοκλέα δʼ Ἀθηναῖον παρενεχθέντα ἀνέμοις εἰς τὴν Σικελίαν κατανοῆσαι τήν τε οὐδένειαν τῶν ἀνθρώπων καὶ τὴν ἀρετὴν τῆς γῆς, ἐπανελθόντα δὲ Ἀθηναίους μὲν μὴ πεῖσαι, Χαλκιδέας δὲ τοὺς ἐν Εὐβοίαι συχνοὺς παραλαβόντα καὶ τῶν Ἰώνων τινάς, ἔτι δὲ Δωριέων, ὧν οἱ πλείους ἦσαν Μεγαρεῖς, πλεῦσαι. τοὺς μὲν οὖν Χαλκιδέας κτίσαι Νάξον, τοὺς δὲ Δωριέας Μέγαρα τὴν Ὕβλαν πρότερον καλουμένην.

Ψευδοσκύμνος ἑξῆς Σικελία νῆσος εὐτυχεστάτη, ἣν τὸ πρότερον μὲν ἑτερόγλωσσα βάρβαρα λέγουσι πλήθη κατανέμεσθʼ Ἰβηρικά, διὰ τὴν ἑτερόπλευρον δὲ τῆς χώρας φύσιν ὑπὸ τῶν Ἰβήρων Τρινακρίαν καλουμένην χρόνωι Σικελίαν προσαγορευθῆναι πάλιν Σικελοῦ δυναστεύσαντος· εἶθʼ Ἑλληνικὰς ἔσχεν πόλεις, ὥς φασιν, ἀπὸ τῶν Τρωικῶν δεκάτηι γενεᾶι μετὰ ταῦτα Θεοκλέους στόλον παρὰ Χαλκιδέων λαβόντος—ἦν δʼ οὗτος γένει ἐκ τῶν Ἀθηνῶν— καὶ συνῆλθον, ὡς λόγος, Ἴωνες, εἶτα Δωριεῖς οἰκήτορες. στάσεως δʼ ἐν αὐτοῖς γενομένης, οἱ Χαλκιδεῖς κτίζουσι Νάξον, οἱ Μεγαρεῖς δὲ τὴν Ὕβλαν.

Στράβων εἶθʼ ἡ πόλις οἱ Λοκροὶ οἱ Ἐπιζεφύριοι, Λοκρῶν ἄποικοι τῶν ἐν τῶι Κρισαίωι κόλπωι, μικρὸν ὕστερον τῆς Κρότωνος καὶ Συρακουσῶν κτίσεως ἀποικισθέντες ὑπὸ Εὐάνθους· Ἔφορος δʼ οὐκ εὖ, τῶν Ὀπουντίων Λοκρῶν ἀποίκους φήσας.

Ψευδοσκύμνος οἱ δὲ λεγόμενοι Ἐπιζεφύριοι πλησίον κεῖνται Λοκροί. τούτους δὲ πρώτους φασὶ χρήσασθαι νόμοις γραπτοῖσιν, οὓς Ζάλευκος ὑποθέσθαι δοκεῖ. εἰσὶν δʼ ἄποικοι τῶν Ὀπουντίων Λοκρῶν· ἔνιοι δὲ Λοκρῶν φασι τῶν ἐν Ὀζόλαις.

Στράβων πρῶτοι δὲ νόμοις ἐγγραπτοῖς χρήσασθαι πεπιστευμένοι εἰσί· καὶ πλεῖστον χρόνον εὐνομηθέντας Διονύσιος ἐκπεσὼν ἐκ τῆς Συρακουσίων ἀνομώτατα πάντων διεχρήσατο ...... τῆς δὲ τῶν Λοκρῶν νομογραφίας μνησθεὶς Ἔφορος, ἣν Ζάλευκος συνέταξεν ἔκ τε τῶν Κρητικῶν νομίμων καὶ Λακωνικῶν καὶ ἐκ τῶν Ἀρεοπαγιτικῶν, φησὶν ἐν τοῖς πρώτοις καινίσαι τοῦτο τὸν Ζάλευκον ὅτι τῶν πρότερον τὰς ζημίας τοῖς δικασταῖς ἐπιτρεψάντων ὁρίζειν ἐφʼ ἑκάστοις τοῖς ἀδικήμασιν, ἐκεῖνος ἐν τοῖς νόμοις διώρισεν, ἡγούμενος τὰς μὲν γνώμας τῶν δικαστῶν οὐχὶ τὰς αὐτὰς εἶναι περὶ τῶν αὐτῶν, δεῖν δὲ τὰς αὐτὰς εἶναι τὰς ζημίας. ἐπαινεῖ δὲ καὶ τὸ ἁπλουστέρως περὶ συμβολαίων διατάξαι. Θουρίους δʼ ὕστερον ἀκριβοῦν θέλοντας πέρα τῶν Λοκρῶν ἐνδοξοτέρους μὲν γενέσθαι, χείρονας δέ· εὐνομεῖσθαι γὰρ οὐ τοὺς ἐν τοῖς νόμοις ἅπαντα φυλαττομένους τὰ τῶν συκοφαντῶν, ἀλλὰ τοὺς ἐμμένοντας τοῖς ἁπλῶς κειμένοις. τοῦτο δὲ καὶ Πλάτων εἴρηκεν, ὅτι παρʼ οἷς πλεῖστοι νόμοι καὶ δίκαι παρὰ τούτοις καὶ βίοι μοχθηροί, καθάπερ καὶ παρʼ οἷς ἰατροὶ πολλοὶ καὶ νόσους εἰκὸς εἶναι πολλάς.

ὤικουν δὲ Ἰάπυγες τὸν Κρότωνα πρότερον, ὡς Ἔφορός φησιν.

οἰκιστὴς δὲ τοῦ Μεταποντίου Δαύλιος ὁ Κρίσης τύραννος γεγένηται τῆς περὶ Δελφούς, ὥς φησιν Ἔφορος.

ἔστι δʼ, ὥς φησιν Ἔφορος, Πελασγῶν ἵδρυμα

Στράβων Ἔφορος μὲν οὖν ἀρχὴν εἶναι τῆς Ἑλλάδος τὴν Ἀκαρνανίαν φησὶν ἀπὸ τῶν ἑσπερίων μερῶν· ταύτην γὰρ συνάπτειν πρώτην τοῖς Ἠπειρωτικοῖς ἔθνεσιν. ἀλλʼ ὥσπερ οὗτος τῆι παραλίαι μέτρωι χρώμενος ἐντεῦθεν ποιεῖται τὴν ἀρχήν, ἡγεμονικόν τι τὴν θάλατταν κρίνων πρὸς τὰς τοπογραφίας, ἐπεὶ ἄλλως γʼ ἐνεχώρει κατὰ τὴν Μακεδόνων καὶ Θετταλῶν γῆν ἀρχὴν ἀποφαίνεσθαι τῆς Ἑλλάδος .......

Ψευδοσκύμνος ἑξῆς διέξιμεν δὲ πάλι τὴν Ἑλλάδα ἐπὶ κεφαλαίου τούς τε περὶ αὐτὴν τόπους ἐθνικῶς ἅπαντας κατʼ Ἔφορον δηλώσομεν. μετὰ τοὺς Ἀκαρνᾶνας μέν ἐστʼ Αἰτωλία, ἐξ Ἤλιδος λαβοῦσα τὴν ἀποικίαν· Κουρῆτες αὐτὴν γὰρ κατώικουν τὸ πρότερον, ἀφικόμενος δʼ Αἰτωλὸς ἐκ τῆς Ἤλιδος Αἰτωλίαν ὠνόμασʼ ἐκείνους ἐκβαλών .......

Κρήτη δὲ νῆσος τῆς Πελοποννήσου πέραν κεῖται, μεγάλη τὸ μέγεθος εὐδαίμων τʼ ἄγαν, ἀπὸ τῆς Μαλείας τῆς Λακωνικῆς ἄκρας κατὰ μῆκος εἰς τὸ πέλαγος ἄχρι τῆς Δωρίδος Ῥόδου παρεκτείνουσα καὶ πλείστοις σχεδὸν ὀχλοῖς ἀπʼ ἀρχῆς καὶ πόλεσιν οἰκουμένη. ἀρχαιοτάτους ἔχει δὲ τοὺς οἰκήτορας τοὺς δὴ παρʼ αὐτοῖς Ἐτεόκρητας λεγομένους. πρώτους δὲ Κρῆτάς φασι τῆς Ἑλληνικῆς ἄρξαι θαλάττης τάς τε νησιώτιδας πόλεις κατασχεῖν, ἃς δὲ καὶ συνοικίσαι αὐτῶν Ἔφορος εἴρηκεν· εἶναί φησί τε ἐπώνυμον τὴν νῆσον ἀπὸ Κρητός τινος, τοῦ δὴ γενομένου βασιλέως αὐτόχθονος· πλοῦν ἡμέρας ἀπέχειν δὲ τῆς Λακωνικῆς.

Στράβων, Εὐστάθιος ὁ Θεσσαλονίκης τοῦ δὲ ποιητοῦ τὸ μὲν ἑκατόμπολιν λέγοντος τὴν Κρήτην τὸ δὲ ἐνενηκοντάπολιν Ἔφορος μὲν ὕστερον ἐπικτισθῆναι τὰς δέκα φησὶ μετὰ τὰ Τρωικὰ ὑπὸ τῶν Ἀλθαιμένει τῶι Ἀργείωι συνακολουθησάντων Δωριέων· τὸν μὲν οὖν Ὀδυσσέα λέγει ἐνενηκοντάπολιν ὀνομάσαι. οὗτος μὲν οὖν πιθανός ἐστιν ὁ λόγος. ἄλλοι δʼ ὑπὸ τῶν Ἰδομενέως ἐχθρῶν κατασκαφῆναί φασι τὰς δέκα.

ὡς δʼ εἴρηκεν Ἔφορος, ζηλωτὴς ὁ Μίνως ἀρχαίου τινὸς Ῥαδαμάνθυος, δικαιοτάτου ἀνδρός, ὁμωνύμου τοῦ ἀδελφοῦ αὐτοῦ, ὃς πρῶτος τὴν νῆσον ἐξημερῶσαι δοκεῖ νομίμοις καὶ συνοικισμοῖς πόλεων καὶ πολιτείαις, σκηψάμενος παρὰ Διὸς φέρειν ἕκαστα τῶν τιθεμένων δογμάτων εἰς μέσον. τοῦτον δὴ μιμούμενος καὶ ὁ Μίνως διʼ ἐννέα ἐτῶν, ὡς ἔοικεν, ἀναβαίνων ἐπὶ τὸ τοῦ Διὸς ἄντρον καὶ διατρίβων ἐνθάδε ἀπήιει συντεταγμένα ἔχων παραγγέλματά τινα, ἃ ἔφασκεν εἶναι προστάγματα τοῦ Διός. ἀφʼ ἧς αἰτίας καὶ τὸν ποιητὴν οὕτως εἰρηκέναι «ἐνθάδε Μίνως ἐννέωρος βασίλευε Διὸς μεγάλου ὀαριστής.» τοιαῦτα δʼ εἰπόντος, οἱ ἀρχαῖοι περὶ αὐτοῦ πάλιν ἄλλους εἰρήκασι λόγους ὑπεναντίους τούτοις, ὡς τυραννικός τε γένοιτο καὶ βίαιος καὶ δασμολόγος, τραγωιδοῦντες τὰ περὶ τὸν Μινώταυρον καὶ τὸν λαβύρινθον καὶ τὰ Θησεῖ συμβάντα καὶ Δαιδάλωι. ταῦτα μὲν οὖν ὁποτέρως ἔχει, χαλεπὸν εἰπεῖν. ἔστι δὲ καὶ ἄλλος λόγος οὐχ ὁμολογούμενος, τῶν μὲν ξένον τῆς νήσου τὸν Μίνων λεγόντων, τῶν δʼ ἐπιχώριον. ὁ μέντοι ποιητὴς τῆι δευτέραι δοκεῖ μᾶλλον συνηγορεῖν ἀποφάσει, ὅταν φῆι ὅτι «πρῶτον Μίνωα τέκε Κρήτηι ἐπίουρον»

Πολύβιος ἐπὶ δὲ τὴν Κρηταιῶν μεταβάντας ἄξιον ἐπιστῆσαι κατὰ δύο τρόπους, πῶς οἱ λογιώτατοι τῶν ἀρχαίων συγγραφέων Ἔφορος Ξενοφῶν Καλλισθένης Πλάτων πρῶτον μὲν ὁμοίαν εἶναί φασι καὶ τὴν αὐτὴν τῆι Λακεδαιμονίων, δεύτερον δʼ ἐπαινετὴν ὑπάρχουσαν ἀποφαίνουσιν. ὧν οὐδέτερον ἀληθὲς εἶναί μοι δοκεῖ. σκοπεῖν δʼ ἐκ τούτων πάρεστιν. καὶ πρῶτον ὑπὲρ τῆς ἀνομοιότητος διέξιμεν. τῆς μὲν δὴ Λακεδαιμονίων πολιτείας ἴδιον εἶναί φασι πρῶτον μὲν τὰ περὶ τὰς ἐγγαίους κτήσεις, ὧν οὐδενὶ μέτεστι πλεῖον, ἀλλὰ πάντας τοὺς πολίτας ἴσον ἔχειν δεῖ τῆς πολιτικῆς χώρας. δεύτερον τὰ περὶ τὴν τοῦ διαφόρου κτῆσιν, ἧς εἰς τέλος ἀδοκίμου παρʼ αὐτοῖς ὑπαρχούσης ἄρδην ἐκ τῆς πολιτείας ἀνηιρῆσθαι συμβαίνει τὴν περὶ τὸ πλεῖον καὶ τοὔλαττον φιλοτιμίαν. τρίτον παρὰ Λακεδαιμονίοις οἱ μὲν βασιλεῖς ἀίδιον ἔχουσι τὴν ἀρχήν, οἱ δὲ προσαγορευόμενοι γέροντες διὰ βίου, διʼ ὧν καὶ μεθʼ ὧν πάντα χειρίζεται τὰ κατὰ τὴν πολιτείαν. παρὰ δὲ Κρηταιεῦσι πάντα τούτοις ὑπάρχει τἀναντία· τήν τε γὰρ χώραν κατὰ δύναμιν αὐτοῖς ἐφιᾶσιν οἱ νόμοι, τὸ δὴ λεγόμενον, εἰς ἄπειρον κτᾶσθαι. τό τε διάφορον ἐκτετίμηται παρʼ αὐτοῖς ἐπὶ τοσοῦτον ὥστε μὴ μόνον ἀναγκαίαν ἀλλὰ καὶ καλλίστην εἶναι δοκεῖν τὴν τούτου κτῆσιν. καθόλου θʼ ὁ περὶ τὴν αἰσχροκέρδειαν καὶ πλεονεξίαν τρόπος οὕτως ἐπιχωριάζει παρʼ αὐτοῖς ὥστε παρὰ μόνοις Κρηταιεῦσι τῶν ἁπάντων ἀνθρώπων μηδὲν αἰσχρὸν νομίζεσθαι κέρδος. καὶ μὴν τὰ κατὰ τὰς ἀρχὰς ἐπέτεια παρʼ αὐτοῖς ἐστιν καὶ δημοκρατικὴν ἔχει διάθεσιν. ὥστε πολλάκις διαπορεῖν πῶς ἡμῖν περὶ τῶν τὴν ἐναντίαν φύσιν ἐχόντων ὡς οἰκείων καὶ συγγενῶν ὄντων ἀλλήλοις ἐξηγγέλκασι. καὶ χωρὶς τοῦ παραβλέπειν τὰς τηλικαύτας διαφοράς, καὶ πολὺν δή τινα λόγον ἐν ἐπιμέτρωι διατίθενται, φάσκοντες τὸν Λυκοῦργον μόνον τῶν γεγονότων τὰ συνέχοντα τεθεωρηκέναι. δυεῖν γὰρ ὄντων διʼ ὧν σώιζεται πολίτευμα πᾶν, τῆς πρὸς τοὺς πολεμίους ἀνδρείας καὶ τῆς πρὸς σφᾶς αὐτοὺς ὁμονοίας, ἀνηιρηκότα τὴν πλεονεξίαν ἅμα ταύτηι συνανηιρηκέναι πᾶσαν ἐμφύλιον διαφορὰν καὶ στάσιν· ἧι καὶ Λακεδαιμονίους, ἐκτὸς ὄντας τῶν κακῶν τούτων, κάλλιστα τῶν Ἑλλήνων τὰ πρὸς σφᾶς αὐτοὺς πολιτεύεσθαι καὶ συμφρονεῖν. ταῦτα δʼ ἀποφηνάμενοι καὶ θεωροῦντες ἐκ παραθέσεως Κρηταεῖς διὰ τὴν ἔμφυτον σφίσι πλεονεξίαν ἐν πλείσταις ἰδίαι καὶ κατὰ κοινὸν στάσεσι καὶ φόνοις καὶ πολέμοις ἐμφυλίοις ἀναστρεφομένους, οὐδὲν οἴονται πρὸς σφᾶς εἶναι, θαρροῦσι δὲ λέγειν ὡς ὁμοίων ὄντων τῶν πολιτευμάτων. ὁ δʼ Ἔφορος χωρὶς τῶν ὀνομάτων καὶ ταῖς λέξεσι κέχρηται ταῖς αὐταῖς, ὑπὲρ ἑκατέρας ποιούμενος τῆς πολιτείας ἐξήγησιν, ὥστʼ εἴ τις μὴ τοῖς κυρίοις ὀνόμασι προσέχοι, κατὰ μηδένα τρόπον ἂν δύνασθαι διαγνῶναι περὶ ὁποτέρας ποιεῖται τὴν διήγησιν.

Στράβων τῆς δὲ πολιτείας, ἧς Ἔφορος ἀνέγραψε, τὰ κυριώτατα ἐπιδραμεῖν ἀποχρώντως ἂν ἔχοι. δοκεῖ δέ, φησίν, ὁ νομοθέτης μέγιστον ὑποθέσθαι ταῖς πόλεσιν ἀγαθὸν τὴν ἐλευθερίαν· μόνην γὰρ ταύτην ἴδια ποιεῖν τῶν κτησαμένων τὰ ἀγαθά, τὰ δʼ ἐν δουλείαι τῶν ἀρχόντων, ἀλλʼ οὐχὶ τῶν ἀρχομένων εἶναι. τοῖς δʼ ἔχουσι ταύτην φυλακῆς δεῖν. τὴν μὲν οὖν ὁμόνοιαν διχοστασίας αἰρομένης ἀπαντᾶν, ἣ γίνεται διὰ πλεονεξίαν καὶ τρυφήν· σωφρόνως γὰρ καὶ λιτῶς ζῶσιν ἅπασιν οὔτε φθόνον οὔθʼ ὕβριν οὔτε μῖσος ἀπαντᾶν πρὸς τοὺς ὁμοίους. διόπερ τοὺς μὲν παῖδας εἰς τὰς ὀνομαζομένας ἀγέλας κελεῦσαι φοιτᾶν, τοὺς δὲ τελείους σιτεῖσθαι ἐν τοῖς συσσιτίοις, ἃ καλοῦσιν ἀνδρεῖα, ὅπως τῶν ἴσων μετάσχοιεν τοῖς εὐπόροις οἱ πενέστεροι, δημοσίαι τρεφόμενοι. πρὸς δὲ τὸ μὴ δειλίαν ἀλλʼ ἀνδρείαν κρατεῖν ἐκ παίδων ὅπλοις καὶ πόνοις συντρέφειν, ὥστε καταφρονεῖν καύματος καὶ ψύχους καὶ τραχείας ὁδοῦ καὶ ἀνάντους καὶ πληγῶν τῶν ἐν γυμνασίοις καὶ μάχαις ταῖς κατὰ σύνταγμα. ἀσκεῖν δὲ καὶ τοξικῆι καὶ ἐνοπλίωι ὀρχήσει, ἣν καταδεῖξαι Κουρῆτας πρῶτον, ὕστερον δὲ καὶ Πύρριχον συντάξαντα τὴν κληθεῖσαν ἀπʼ αὐτοῦ πυρρίχην, ὥστε μηδὲ τὴν παιδιὰν ἄμοιρον εἶναι τῶν πρὸς πόλεμον χρησίμων. ὡς δʼ αὔτως καὶ τοῖς ῥυθμοῖς Κρητικοῖς χρῆσθαι κατὰ τὰς ὠιδὰς συντονωτάτοις οὖσιν, οὓς Θάλητα ἀνευρεῖν, ὧι καὶ τοὺς παιᾶνας καὶ τὰς ἄλλας τὰς ἐπιχωρίους ὠιδὰς ἀνατιθέασι καὶ πολλὰ τῶν νομίμων· καὶ ἐσθῆτι δὲ καὶ ὑποδέσει πολεμικῆι χρῆσθαι, καὶ τῶν δώρων τιμιώτατα αὐτοῖς εἶναι τὰ ὅπλα.

λέγεσθαι δʼ ὑπό τινων, ὡς Λακωνικὰ εἴη τὰ πολλὰ τῶν νομιζομένων Κρητικῶν· τὸ δʼ ἀληθές, εὑρῆσθαι μὲν ὑπʼ ἐκείνων, ἠκριβωκέναι δὲ τοὺς Σπαρτιάτας, τοὺς δὲ Κρῆτας ὀλιγωρῆσαι, κακωθεισῶν τῶν πόλεων, καὶ μάλιστα τῆς Κνωσσίων, τῶν πολεμικῶν· μεῖναι δέ τινα τῶν νομίμων παρὰ Λυττίοις καὶ Γορτυνίοις καὶ ἄλλοις τισὶ πολιχνίοις μᾶλλον ἢ παρʼ ἐκείνοις. καὶ δὴ καὶ τὰ Λυττίων νόμιμα ποιεῖσθαι μαρτύρια τοὺς τὰ Λακωνικὰ πρεσβύτερα ἀποφαίνοντας· ἀποίκους γὰρ ὄντας φυλάττειν τὰ τῆς μητροπόλεως ἔθη, ἐπεὶ ἄλλως γε εὔηθες εἶναι τὸ τοὺς βέλτιον συνεστῶτας καὶ πολιτευομένους τῶν χειρόνων ζηλωτὰς ἀποφαίνειν. οὐκ εὖ δὲ ταῦτα λέγεσθαι· οὔτε γὰρ ἐκ τῶν νῦν καθεστηκότων τὰ παλαιὰ τεκμηριοῦσθαι δεῖν, εἰς τἀναντία ἑκατέρων μεταπεπτωκότων—καὶ γὰρ ναυκρατεῖν πρότερον τοὺς Κρῆτας, ὥστε καὶ παροιμιάζεσθαι πρὸς τοὺς προσποιουμένους μὴ εἰδέναι ἃ ἴσασιν «ὁ Κρὴς ἀγνοεῖ τὴν θάλατταν», νῦν δʼ ἀποβεβληκέναι τὸ ναυτικόν—οὔτε ὅτι ἄποικοί τινες τῶν πόλεων γεγόνασι τῶν ἐν Κρήτηι Σπαρτιατῶν, ἐν τοῖς ἐκείνων νομίμοις διαμένειν ἐπηναγκάσθαι· πολλὰς γοῦν τῶν ἀποικίδων μὴ φυλάττειν τὰ πάτρια, πολλὰς δὲ καὶ τῶν μὴ ἀποικίδων ἐν Κρήτηι τὰ αὐτὰ ἔχειν τοῖς ἀποίκοις ἔθη.

τῶν τε Σπαρτιατῶν τὸν νομοθέτην Λυκοῦργον πέντε γενεαῖς νεώτερον Ἀλθαιμένους εἶναι τοῦ στείλαντος τὴν εἰς Κρήτην ἀποικίαν· τὸν μὲν γὰρ ἱστορεῖσθαι Κίσσου παῖδα τοῦ τὸ Ἄργος κτίσαντος περὶ τὸν αὐτὸν χρόνον ἡνίκα Προκλῆς τὴν Σπάρτην συνώικιζε, Λυκοῦργον δʼ ὁμολογεῖσθαι παρὰ πάντων ἕκτον ἀπὸ Προκλέους γεγονέναι· τὰ δὲ μιμήματα μὴ εἶναι πρότερα τῶν παραδειγμάτων μηδὲ τὰ νεώτερα τῶν πρεσβυτέρων. τήν τε ὄρχησιν τὴν παρὰ τοῖς Λακεδαιμονίοις ἐπιχωριάζουσαν καὶ τοὺς ῥυθμοὺς καὶ παιᾶνας τοὺς κατὰ νόμον ἀιδομένους καὶ ἄλλα πολλὰ τῶν νομίμων Κρητικὰ καλεῖσθαι παρʼ αὐτοῖς, ὡς ἂν ἐκεῖθεν ὁρμώμενα. τῶν δʼ ἀρχείων τὰ μὲν καὶ τὰς διοικήσεις ἔχειν τὰς αὐτὰς καὶ τὰς ἐπωνυμίας, ὥσπερ καὶ τὴν τῶν γερόντων ἀρχὴν καὶ τὴν τῶν ἱππέων—πλὴν ὅτι τοὺς ἐν Κρήτηι ἱππέας καὶ ἵππους κεκτῆσθαι συμβέβηκεν· ἐξ οὗ τεκμαίρονται πρεσβυτέραν εἶναι τῶν ἐν Κρήτηι ἱππέων τὴν ἀρχήν· σώζειν γὰρ τὴν ἐτυμότητα τῆς προσηγορίας· τοὺς δὲ μὴ ἱπποτροφεῖν—, τοὺς ἐφόρους δὲ τὰ αὐτὰ τοῖς ἐν Κρήτηι κόσμοις διοικοῦντας ἑτέρως ὠνομάσθαι. τὰ δὲ συσσίτια ἀνδρεῖα παρὰ μὲν τοῖς Κρησὶν καὶ νῦν ἔτι καλεῖσθαι, παρὰ δὲ τοῖς Σπαρτιάταις μὴ διαμεῖναι, καλούμενα ὁμοίως πρότερον· παρʼ Ἀλκμᾶνι γοῦν οὕτω κεῖσθαι· «θοίναις δὲ καὶ ἐν θιάσοισιν ἀνδρείων παρὰ δαιτυμόνεσσι πρέπει παιᾶνα κατάρχειν.»

λέγεσθαι δʼ ὑπὸ τῶν Κρητῶν, ὡς καὶ παρʼ αὐτοὺς ἀφίκοιτο Λυκοῦργος κατὰ τοιαύτην αἰτίαν. ἀδελφὸς ἦν πρεσβύτερος τοῦ Λυκούργου Πολυδέκτης· οὗτος τελευτῶν ἔγκυον κατέλιπε τὴν γυναῖκα. τέως μὲν οὖν ἐβασίλευεν ὁ Λυκοῦργος ἀντὶ τοῦ ἀδελφοῦ, γενομένου δὲ παιδὸς ἐπετρόπευεν ἐκεῖνον, εἰς ὃν ἡ ἀρχὴ καθήκουσα ἐτύγχανε. λοιδορούμενος δή τις αὐτῶι σαφῶς εἶπεν εἰδέναι, διότι βασιλεύσοι· λαβὼν δʼ ὑπόνοιαν ἐκεῖνος, ὡς ἐκ τοῦ λόγου τούτου διαβάλλοιτο ἐπιβουλὴ ἐξ αὐτοῦ τοῦ παιδός, δείσας μὴ ἐκ τύχης ἀποθανόντος αἰτίαν αὐτὸς ἔχοι παρὰ τῶν ἐχθρῶν, ἀπῆρεν εἰς Κρήτην. ταύτην μὲν δὴ λέγεσθαι τῆς ἀποδημίας αἰτίαν. ἐλθόντα δὲ πλησιάσαι Θάλητι μελοποιῶι ἀνδρὶ καὶ νομοθετικῶι, ἱστορήσαντα δὲ παρʼ αὐτοῦ τὸν τρόπον, ὃν Ῥαδάμανθύς τε πρότερον καὶ ὕστερον Μίνως ὡς παρὰ τοῦ Διὸς τοὺς νόμους ἐκφέροι εἰς ἀνθρώπους. γενόμενον δὲ καὶ ἐν Αἰγύπτωι καὶ καταμαθόντα καὶ τὰ ἐκεῖ νόμιμα, ἐντυχόντα δʼ, ὥς φασί τινες, καὶ Ὁμήρωι διατρίβοντι ἐν Χίωι, κατᾶραι πάλιν εἰς τὴν οἰκείαν, καταλαβεῖν δὲ τὸν τοῦ ἀδελφοῦ υἱόν, τὸν Πολυδέκτου Χαρίλαον, βασιλεύοντα. εἶθʼ ὁρμῆσαι διαθεῖναι τοὺς νόμους, φοιτῶντα ὡς τὸν θεὸν τὸν ἐν Δελφοῖς κἀκεῖθεν κομίζοντα τὰ προστάγματα, καθάπερ οἱ περὶ Μίνω ἐκ τοῦ ἄντρου τοῦ Διός, παραπλήσια ἐκείνοις τὰ πλείω.

τῶν Κρητικῶν τὰ κυριώτατα ταῦτα· καὶ τῶν καθʼ ἕκαστα τοιαῦτα εἴρηκε. γαμεῖν μὲν ἅμα πάντες ἀναγκάζονται παρʼ αὐτοῖς οἱ κατὰ τὸν αὐτὸν χρόνον ἐκ τῆς τῶν παίδων ἀγέλης ἐκκριθέντες· οὐκ εὐθὺς δʼ ἄγονται παρʼ ἑαυτοὺς τὰς γαμηθείσας παῖδας, ἀλλʼ ἐπὰν ἤδη διοικεῖν ἱκαναὶ ὦσι τὰ περὶ τοὺς οἴκους· φερνὴ δʼ ἐστίν, ἂν ἀδελφοὶ ὦσι, τὸ ἥμισυ τῆς τοῦ ἀδελφοῦ μερίδος. παῖδας δὲ γράμματά τε μανθάνειν καὶ τὰς ἐκ τῶν νόμων ὠιδὰς καί τινα εἴδη τῆς μουσικῆς. τοὺς μὲν οὖν ἔτι νεωτέρους εἰς τὰ συσσίτια ἄγουσι· χαμαὶ δὲ καθήμενοι διαιτῶνται μετʼ ἀλλήλων ἐν φαύλοις τριβωνίοις καὶ χειμῶνος καὶ θέρους τὰ αὐτά, διακονοῦσί τε καὶ ἑαυτοῖς καὶ τοῖς ἀνδράσι. συμβάλλουσι δʼ εἰς μάχην καὶ οἱ ἐκ τοῦ αὐτοῦ συσσιτίου πρὸς ἀλλήλους καὶ πρὸς ἕτερα συσσίτια. καθʼ ἕκαστον δὲ ἀνδρεῖον ἐφέστηκε παιδονόμος. οἱ δὲ μείζους εἰς τὰς ἀγέλας ἄγονται. τὰς δʼ ἀγέλας συνάγουσιν οἱ ἐπιφανέστατοι τῶν παίδων καὶ δυνατώτατοι, ἕκαστος ὅσους πλείστους οἷός τέ ἐστιν ἀθροίζων. ἑκάστης δὲ τῆς ἀγέλης ἄρχων ἐστὶν ὡς τὸ πολὺ ὁ πατὴρ τοῦ συναγαγόντος, κύριος ὢν ἐξάγειν ἐπὶ θήραν καὶ δρόμους, τὸν δʼ ἀπειθοῦντα κολάζειν. τρέφονται δὲ δημοσίαι. τακταῖς δέ τισιν ἡμέραις ἀγέλη πρὸς ἀγέλην συμβάλλει μετὰ αὐλοῦ καὶ λύρας εἰς μάχην ἐν ῥυθμῶι, ὥσπερ καὶ ἐν τοῖς πολεμικοῖς εἰώθασιν· ἐκφέρουσι δὲ τὰς πληγὰς τὰς μὲν διὰ χειρὸς τὰς δὲ καὶ διʼ ὅπλων σιδηρῶν.

ἴδιον δʼ αὐτοῖς τὸ περὶ τοὺς ἔρωτας νόμιμον· οὐ γὰρ πειθοῖ κατεργάζονται τοὺς ἐρωμένους, ἀλλʼ ἁρπαγῆι. προλέγει τοῖς φίλοις πρὸ τριῶν ἢ πλειόνων ἡμερῶν ὁ ἐραστὴς ὅτι μέλλει τὴν ἁρπαγὴν ποιεῖσθαι· τοῖς δʼ ἀποκρύπτειν μὲν τὸν παῖδα ἢ μὴ ἐᾶν πορεύεσθαι τὴν τεταγμένην ὁδὸν τῶν αἰσχίστων ἐστίν, ὡς ἐξομολογουμένοις ὅτι ἀνάξιος ὁ παῖς εἴη τοιούτου ἐραστοῦ τυγχάνειν. συνιόντες δʼ, ἂν μὲν τῶν ἴσων ἢ τῶν ὑπερεχόντων τις ἦι τοῦ παιδὸς τιμῆι καὶ τοῖς ἄλλοις ὁ ἁρπάζων, ἐπιδιώκοντες ἀνθήψαντο μόνον μετρίως, τὸ νόμιμον ἐκπληροῦντες, τἆλλα δʼ ἐπιτρέπουσιν ἄγειν χαίροντες· ἂν δʼ ἀνάξιος, ἀφαιροῦνται. πέρας δὲ τῆς ἐπιδιώξεώς ἐστιν, ἕως ἂν ἀχθῆι ὁ παῖς εἰς τὸ τοῦ ἁρπάσαντος ἀνδρεῖον. ἐράσμιον δὲ νομίζουσιν οὐ τὸν κάλλει διαφέροντα, ἀλλὰ τὸν ἀνδρείαι καὶ κοσμιότητι. καὶ δωρησάμενος ἀπάγει τὸν παῖδα τῆς χώρας εἰς ὃν βούλεται τόπον· ἐπακολουθοῦσι δὲ τῆι ἁρπαγῆι οἱ παραγενόμενοι· ἑστιαθέντες δὲ καὶ συνθηρεύσαντες δίμηνον—οὐ γὰρ ἔξεστι πλείω χρόνον κατέχειν τὸν παῖδα— εἰς τὴν πόλιν καταβαίνουσιν. ἀφίεται δʼ ὁ παῖς δῶρα λαβὼν στολὴν πολεμικὴν καὶ βοῦν καὶ ποτήριον—ταῦτα μὲν τὰ κατὰ τὸν νόμον δῶρα— καὶ ἄλλα πλείω καὶ πολυτελῆ, ὥστε συνερανίζειν τοὺς φίλους διὰ τὸ πλῆθος τῶν ἀναλωμάτων. τὸν μὲν οὖν βοῦν θύει τῶι Διὶ καὶ ἑστιᾶι τοὺς συγκαταβαίνοντας· εἶτʼ ἀποφαίνεται περὶ τῆς πρὸς τὸν ἐραστὴν ὁμιλίας, εἴτʼ ἀσμενίζων τετύχηκεν εἴτε μή, τοῦ νόμου τοῦτʼ ἐπιτρέψαντος, ἵνʼ, εἴ τις αὐτῶι βία προσενήνεκται κατὰ τὴν ἁρπαγήν, ἐνταῦθα παρῆι τιμωρεῖν ἑαυτῶι καὶ ἀπαλλάττεσθαι· τοῖς δὲ καλοῖς τὴν ἰδέαν καὶ προγόνων ἐπιφανῶν ἐραστῶν μὴ τυχεῖν αἰσχρόν, ὡς διὰ τὸν τρόπον τοῦτο παθοῦσιν. ἔχουσι δὲ τιμὰς οἱ παρασταθέντες — οὕτω γὰρ καλοῦσι τοὺς ἁρπαγέντας· ἔν τε γὰρ τοῖς χοροῖς καὶ τοῖς δρόμοις ἔχουσι τὰς ἐντιμοτάτας χώρας, τῆι τε στολῆι κοσμεῖσθαι διαφερόντως τῶν ἄλλων ἐφίεται τῆι δοθείσηι παρὰ τῶν ἐραστῶν. καὶ οὐ τότε μόνον, ἀλλὰ καὶ τέλειοι γενόμενοι διάσημον ἐσθῆτα φέρουσιν, ἀφʼ ἧς γνωσθήσεται ἕκαστος κλεινὸς γενόμενος· τὸν μὲν γὰρ ἐρώμενον καλοῦσι κλεινόν, τὸν δʼ ἐραστὴν φιλήτορα. ταῦτα μὲν τὰ περὶ τοὺς ἔρωτας νόμιμα.

ἄρχοντας δὲ δέκα αἱροῦνται. περὶ δὲ τῶν μεγίστων συμβούλοις χρῶνται τοῖς γέρουσι καλουμένοις· καθίστανται δʼ εἰς τοῦτο τὸ συνέδριον οἱ τῆς τῶν κόσμων ἀρχῆς ἠξιωμένοι καὶ τἆλλα δόκιμοι κρινόμενοι.

Στράβων Καλαυρία νησίδιον .... ἐνταῦθα ἦν ἄσυλον Ποσειδῶνος ἱερόν, καί φασι τὸν θεὸν τοῦτον ἀλλάξασθαι πρὸς μὲν Λητὼ τὴν Καλαυρίαν ἀντιδόντα Δῆλον, πρὸς Ἀπόλλωνα δὲ Ταίναρον ἀντιδόντα Πυθώ. Ἔφορος δὲ καὶ τὸν χρησμὸν λέγει· «ἶσόν τοι Δῆλόν τε Καλαυρίαν τε νέμεσθαι, Πυθώ τʼ ἠγαθέην καὶ Ταίναρον ἠνεμόεντα.»

Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν οὐδʼ ὅσʼ ἐς Ὀρχομενὸν ποτινίσσεται τὸν τῆς Βοιωτίας φησίν, ὃν Μινύαι κατώικησαν· πολὺ γὰρ τούτωι παράκειται πεδίον, εἰ πιστός ἐστιν Ἔφορος, πολλὰ δὲ καὶ ταῖς Χάρισι ταῖς αὐτόθι τιμωμέναις δῶρα πέμπεται.

Στέφανος ὁ Βυζάντιος Τέλφουσα· ..... Ἔφορος δὲ Τιλφωσαῖον ὄρος ἐν Ἀλαλκομενίαι.

Στέφανος ὁ Βυζάντιος Ἄβδηρα .... Ἔφορος καὶ τὴν πόλιν Ἄβδηρόν φησιν, ὁμωνύμως τῶι Ἀβδήρωι, ἀφʼ οὗ τὰ Ἄβδηρα. ὁ πολίτης Ἀβδηρίτης. καὶ γὰρ τοῦ Δίολκος τὸ Διολκίτης καὶ τοῦ Ὀξύρυγχος τὸ Ὀξυρυγχίτης· καὶ ἀπὸ τῶν εἰς α οὐδετέρων εὑρίσκεται, ὡς Γάβαλα Γαβαλίτης.

Στέφανος ὁ Βυζάντιος πόλις πρὸς τῆι Προποντίδι. λέγεται δὲ ἀρσενικῶς παρὰ Ἐφόρωι· οἱ δὲ Ἀθηναῖοι «ἐν τῆι Σηστῶι» φασιν.

Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια περὶ τοῦ Βοσπόρου ἡ ἱστορία παρὰ τοῖς παλαιοῖς διαφόρως λέγεται. Νύμφις μὲν γάρ φησιν ἱστορεῖν Ἀκαρίωνα, ὡς ἄρα Φρύγες διαπλεῦσαι βουλόμενοι τὸν πορθμὸν κατεσκεύασαν ναῦν ἔχουσαν ἐγκεχαραγμένην προτομὴν ταύρου .... Ἔφορος δέ φησιν ἡρπάσθαι τὴν Ἰὼ ὑπὸ Φοινίκων καὶ διακομισθῆναι εἰς Αἴγυπτον, ἀνθʼ ἧς τὸν βασιλέα τῶν Αἰγυπτίων πέμψαι Ἰνάχωι ταῦρον. τετελευτηκότος δὲ ἐκείνου περιιέναι αὐτοὺς παραδεικνύντας, καθὸ πρότερον οὐκ ἐγίνωσκον τὸ ζῶον· τὸν δὲ τόπον προσηγορεῦσθαι, διʼ οὗ οἱ τὸν ταῦρον ἔχοντες ἔπλευσαν, Βόσπορον.

Στράβων ἑπτάστομος γάρ ἐστιν .... Ἔφορος δὲ πεντάστομον εἴρηκε τὸν Ἴστρον.

Ὁ Περίπλους τοῦ Εὐξείνου Πόντου τῆς δʼ Εὐρώπης ἐπʼ αὐτοῦ τοῦ στόματος τῆς Μαιώτιδος λίμνης τὸ Παντικάπαιόν ἐστιν ἔσχατον, τοῦ Βοσπόρου βασίλειον ἐπωνομασμένον. ἄνωθεν δὲ τούτων ἡ Σκυθικὴ βάρβαρος πρὸς τὴν ἀοίκητον συνορίζουσά ἐστι γῆν καὶ πᾶσι τοῖς Ἕλλησιν ἀγνοουμένην. πρώτους δὲ παρὰ τὸν Ἴστρον εἶναι Καρπίδας εἴρηκεν Ἔφορος· εἶτεν Ἀροτῆρας πρόσω Νευρούς τε μέχρι γῆς πάλιν ἐρήμου διὰ πάγον. πρὸς ἀνατολὰς δὲ ἐκβάντι τὸν Βορυσθένην ποταμὸν τοὺς τὴν λεγομένην Ὕλαιαν οἰκοῦντας Σκύθας εἶναι· Γεωργοὺς δὲ ἐχομένους τούτων ἄνω· ἔπειτα πάλιν ἔρημον ἐπὶ πολὺν τόπον· ὑπὲρ δὲ ταύτην Ἀνδροφάγων Σκυθῶν ἔθνος· ἐπέκεινα δὲ πάλιν ἔρημον εἶναι ἐχομένην. τὸν Παντικάπην διαβάντι Λιμναίων ἔθνος ἕτερά τε πλείονα οὐ διωνομασμένα, Νομαδικὰ δὲ ἐπικαλούμενα, εὐσεβῆ πάνυ, ὧν οὐδεὶς ἔμψυχον ἀδικήσαι ποτʼ ἄν· οἰκοφόρα δέ, ὡς εἴρηκε, καὶ σιτούμενα γάλακτι Σκυθικαῖς ἱππομολγίαις· ζῶσι δὲ τήν τε κτῆσιν ἀναδεδειχότες κοινὴν ἁπάντων τήν τε ὅλην οὐσίαν· καὶ τὸν σοφὸν δὲ Ἀνάχαρσιν ἐκ τῶν Νομαδικῶν φησὶ γενέσθαι τῶν σφόδρα εὐσεβεστάτων καὶ κατοικῆσαί τινας εἰς τὴν Ἀσίαν ἐλθόντας, οὓς δὴ καὶ Σάκας καλοῦσιν. εὐσημότατον δὲ εἶναί φησιν τὸ τῶν Σαυροματῶν καὶ Γελώνων καὶ τρίτον τὸ τῶν Ἀγαθύρσων ἐπικαλούμενον γένος.

Ὁ Περίπλους τοῦ Εὐξείνου Πόντου ἀπὸ δὲ τῶν Μαιωτῶν λαβοῦσα τὸ ὄνομα Μαιῶτις ἑξῆς ἐστι λίμνη κειμένη, εἰς ἣν ὁ Τάναις, ἀπὸ τοῦ ποταμοῦ λαβὼν τὸ ῥεῦμʼ Ἀράξεως, ἐπιμίσγεται, ὡς Ἑκαταῖος εἶφʼ ὁ Τήιος· ὡς δὲ Ἔφορος ἱστόρηκεν, ἐκ λίμνης τινός, ἧς τὸ πέρας ἐστὶν ἄφραστον. ἐξίησι δὲ δίστομον ἔχων τὸ ῥεῖθρον εἰς τὴν λεγομένην Μαιῶτιν εἰς τὸν Κιμμέρικόν τε Βόσπορον.

Ὁ Περίπλους τοῦ Εὐξείνου Πόντου τὸν δὲ Τάναιν ποταμόν, ὅς ἐστι τῆς Ἀσίας ὅρος τέμνων τὴν ἤπειρον ἑκατέραν δίχα, πρῶτοι νέμονται Σαρμάται ... εἶτα μετὰ τοὺς Σαρμάτας Μαιωτῶν γένος Ἰαζαματῶν λεγόμενον, ὡς Δημήτριος εἴρηκεν, ἐφʼ οἷς καὶ Μαιῶτις λίμνη λέγεται· ὡς δὲ Ἔφορος λέγει, Σαυροματῶν λέγεται ἔθνος. τούτοις δὲ ἐπιμεμίχθαι τὰς Ἀμαζόνας τοῖς Σαυρομάταις λέγουσιν, ἐλθούσας ποτὲ ἀπὸ τῆς περὶ τὸν Θερμώδοντα γενομένης μάχης· ἐφʼ οἷς ἐπεκλήθησαν οἱ Σαυρομάται Γυναικοκρατούμενοι.

Στέφανος ὁ Βυζάντιος Ἰαζαβάται· ἔθνος παρὰ Μαιῶτιν, οὓς Σαυρομάτας φησὶν Ἔφορος.

Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια ἱστορεῖ Ἔφορος καὶ Νυμφόδωρος περὶ τούτων, ὅτι τὸν βασιλέα αὐτῶν ἄδικόν τι κρίναντα ἐγκλείουσι καὶ λιμαγχονοῦσι.

Ὁ Περίπλους τοῦ Εὐξείνου Πόντου ἀπὸ ... Κερασοῦντος ἕως πλησίον Κοτυώρου πρῶτον ὤικουν ἔθνος οἱ λεγόμενοι Μοσυνοικοί, ἔθεσιν νόμοις τε ἔργοις τε βαρβαρικώτατοι· φασὶ γὰρ ἐν ξυλίνοισιν ὑψηλοῖς τʼ ἄγαν πύργοις ἐνοικεῖν πάντας, ἐν φανερῶι δʼ ἀεὶ ἕκαστα πράττειν. τὸν δʼ ἑαυτῶν βασιλέα δεδεμένον ἐν πύργωι τε συγκεκλεισμένον τηρεῖν ἐπιμελῶς, τὴν ἀνωτάτω στέγην ἔχοντα· τοῖς φρουροῦσι δʼ αὐτὸν ἐπιμελὲς εἶναι, νομίμως ἵνα πάντα προστάττηι ποιεῖν· εἰ δὲ παραβαίη, κόλασιν αὐτοῦ λαμβάνειν φασὶν μεγίστην, μὴ διδόντας τροφήν.

Στράβων φήσαντος δὲ τοῦ Ἐφόρου, διότι τὴν χερρόνησον κατοικεῖ ταύτην ἑκκαίδεκα γένη—τρία μὲν Ἑλληνικά, τὰ δὲ λοιπὰ βάρβαρα χωρὶς τῶν μιγάδων· ἐπὶ θαλάττηι μὲν Κίλικες καὶ Πάμφυλοι καὶ Λύκιοι καὶ Βιθυνοὶ καὶ Παφλαγόνες καὶ Μαριανδυνοὶ καὶ Τρῶες καὶ Κᾶρες· Πισίδαι δὲ καὶ Μυσοὶ καὶ Χάλυβες καὶ Φρύγες καὶ Μιλύαι ἐν τῆι μεσογαίαι—διαιτῶν ταῦτα ὁ Ἀπολλόδωρος ἑπτακαιδέκατόν φησιν εἶναι τὸ τῶν Γαλατῶν ... τῶν δʼ εἰρημένων τὰ μὲν Ἑλληνικὰ μήπω κατὰ τὰ Τρωικὰ κατωικίσθαι, τὰ δὲ βάρβαρα πολλὴν ἔχειν σύγχυσιν διὰ τὸν χρόνον ... φαίνεται δὲ οὔτε τοῦ Ἐφόρου τὴν ἀπόφασιν διαιτῶν ἱκανῶς τά τε τοῦ ποιητοῦ ταράττων καὶ καταψευδόμενος. Ἐφόρου τε γὰρ τοῦτο πρῶτον ἀπαιτεῖν ἐχρῆν, τί δὴ τοὺς Χάλυβας τίθησιν ἐντὸς τῆς χερρονήσου τοσοῦτον ἀφεστῶτας καὶ Σινώπης καὶ Ἀμισοῦ πρὸς ἕω; ... ὥστʼ εἰ τοὺς Χάλυβας τῆς χερρονήσου θετέον μέρος, πολὺ μᾶλλον τοὺς Κατάονας καὶ Καππάδοκας ἀμφοτέρους καὶ Λυκάονας δέ, οὓς καὶ αὐτοὺς παρῆκε. διὰ τί δʼ ἐν τοῖς μεσογαίοις ἔταξε τοὺς Χάλυβας, οὓς ὁ ποιητὴς Ἁλιζῶνας ἐκάλεσεν ... ἄμεινον γὰρ ἦν διελεῖν καὶ τοὺς μὲν ἐπὶ τῆι θαλάττηι φάναι, τοὺς δὲ ἐν τῆι μεσογαίαι, ὅπερ καὶ ἐπὶ τῆς Καππαδοκίας ποιητέον καὶ τῆς Κιλικίας. ὁ δὲ τὴν μὲν οὐδʼ ὠνόμακε, τοὺς Κίλικας δὲ τοὺς ἐπὶ τῆι θαλάττηι μόνον εἴρηκεν. οἱ οὖν ἐπʼ Ἀντιπάτρωι τῶι Δερβήτηι καὶ οἱ Ὁμοναδεῖς καὶ ἄλλοι πλείους οἱ συνάπτοντες τοῖς Πισίδαις «οἳ οὐκ ἴσασι θάλατταν ἀνέρες, οὐδέ θʼ ἅλεσσι μεμιγμένον εἶδαρ ἔδουσι» τίνα λάβωσι τάξιν; ἀλλʼ οὐδὲ Λυδοὺς οὐδὲ Μήιονας εἴρηκεν ... τίνες δʼ εἰσὶν οἱ μιγάδες; ... πῶς δὲ τρία γένη τῶν Ἑλλήνων ...; εἰ γάρ, ὅτι τὸ παλαιὸν οἱ αὐτοὶ ἦσαν Ἴωνες καὶ Ἀθηναῖοι, λεγέσθωσαν καὶ οἱ Δωριεῖς καὶ οἱ Αἰολεῖς οἱ αὐτοί, ὥστε δύο ἔθνη γίνοιτʼ ἄν· εἰ δὲ διαιρετέον κατὰ τὰ ὕστερα ἔθη, καθάπερ καὶ τὰς διαλέκτους, τέτταρα ἂν εἴη καὶ τὰ ἔθνη ... οἰκοῦσι δὲ τὴν χερρόνησον ταύτην, καὶ μάλιστα κατὰ τὸν τοῦ Ἐφόρου διορισμόν, οὐκ Ἴωνες μόνον, ἀλλὰ καὶ Ἀθηναῖοι ...

Στράβων Σκύλαξ δὲ ὁ Καρυανδεὺς ἀπὸ Ἀβύδου ἄρχεται· ὁμοίως δὲ τὴν Αἰολίδα Ἔφορος μὲν λέγει ἀπὸ Ἀβύδου μέχρι Κύμης.

ὑπʼ ἐκείνοις γὰρ ἦν ὕστερον ἡ παραλία πᾶσα ἡ μέχρι Δαρδάνου, καὶ νῦν ὑπʼ ἐκείνοις ἐστί. τὸ δὲ παλαιὸν ὑπὸ τοῖς Αἰολεῦσιν ἦν τὰ πλεῖστα, ὥστε Ἔφορος οὐκ ὀκνεῖ πᾶσαν τὴν ἀπὸ Ἀβύδου μέχρι Κύμης καλεῖν Αἰολίδα.

Στέφανος ὁ Βυζάντιος Ἀρίσβη· πόλις τῆς Τρωάδος, Μιτυληναίων ἄποικος, ἧς οἰκισταὶ Σκαμάνδριος καὶ Ἀσκάνιος υἱὸς Αἰνείου. ... ἔστιν ἑτέρα ἐν Λέσβωι, ἀπὸ Ἀρίσβης τῆς Μάκαρος θυγατρός. Ἔφορος δὲ Μέροπος αὐτὴν γενεαλογεῖ, καὶ πρώτην Ἀλεξάνδρωι τῶι Πριάμου γαμηθῆναι.

Στέφανος ὁ Βυζάντιος Ἀναία· ... ἔστι δὲ Καρίας «ἀντικρὺ Σάμοιο». κέκληται ἀπὸ Ἀναίας Ἀμαζόνος ἐκεῖ ταφείσης, ὡς Ἔφορος.

Στέφανος ὁ Βυζάντιος Βύβασσος· πόλις Καρίας· ἀπὸ Βυβάσσου νομέως περισώσαντος ἀπὸ θαλάσσης καὶ χειμῶνος εἰς Καρίαν ἐκπεσόντα Ποδαλείριον. τὸ ἐθνικὸν Βυβάσσιος. Ἔφορος δὲ Βύβαστόν φησι καὶ Βυβάστιον.

Στέφανος ὁ Βυζάντιος Σίμυρος· πόλις Συρίων. Ἔφορος δὲ Σίμυρα οὐδετέρως αὐτήν φησι. τὸ ἐθνικὸν Σιμύριος· τοῦ δὲ οὐδετέρου Σιμυρεύς.

Στέφανος ὁ Βυζάντιος Δέλτα· πόλις πρὸς τῆι Συρίαι καὶ νῆσος Αἰγύπτου, ὡς Ἔφορος· κατʼ Αἰγυπτίους καλουμένη Πτίμυρις ἀπὸ τῆς τοῦ σχήματος ὁμοιότητος

Στέφανος ὁ Βυζάντιος Ἀβρότονον· Λύκος ὁ Ῥηγῖνος χωρίον οἴεται εἶναι, Στράβων δὲ ἐν ιζ βιβλίωι πόλιν φησί, καὶ ἄλλοι. πόλις δὲ Λιβυφοινίκων. καλεῖται δὲ καὶ Νεάπολις, ὡς Ἔφορος.

Στέφανος ὁ Βυζάντιος Καλάθη· πόλις οὐ πόρρω τῶν Ἡρακλείων στηλῶν· Ἑκαταῖος Εὐρώπηι. Ἔφορος δὲ Καλάθουσαν αὐτήν φησιν.

Πινδαρικὴ ὑπόμνησις ἔνιοι δὲ Ὑλλίδος στάθμας οὕτω· τῆς Λυκούργου νομοθεσίας. οὗτος γὰρ ἑνδέκατός ἐστιν ἀπὸ Ἡρακλέους, ὡς Ἔφορος ἱστορεῖ.

Κλήμης ὁ Ἀλεξανδρεύς τόν τε Μίνω παρὰ Διὸς διʼ ἐνάτου ἔτους λαμβάνειν τοὺς νόμους ἱστοροῦσι φοιτῶντα εἰς τὸ τοῦ Διὸς ἄντρον, τόν τε αὖ Λυκοῦργον τὰ νομοθετικὰ εἰς Δελφοὺς πρὸς τὸν Ἀπόλλωνα συνεχὲς ἀπιόντα παιδεύεσθαι γράφουσι Πλάτων τε καὶ Ἀριστοτέλης καὶ Ἔφορος.

Κλαύδιος Αἰλιανός Λυκοῦργος ὁ Λακεδαιμόνιος ὁ Εὐνόμου παῖς δικαίους βουληθεὶς ἀποφῆναι Λακεδαιμονίους, ὑπὲρ τούτου γε οὐ καλοὺς τοὺς μισθοὺς ἠρύσατο. ἀπήντησε γὰρ αὐτῶι τὸν ὀφθαλμὸν ἐκκοπῆναι ὑπὸ Ἀλκάνδρου, ὡς μὲν τινές φασιν, ἐξ ἐπιβουλῆς λίθωι βληθείς, ὡς δὲ ἄλλος διαφοιτᾶι λόγος, βακτηρίαι παθὼν τὸ πάθος. λέγεται δὲ ὁ λόγος πρὸς τοὺς ἄλλα μὲν θελήσαντας ἄλλων δὲ τυχόντας. λέγει δὲ Ἔφορος αὐτὸν λιμῶι διακαρτερήσαντα ἐν φυγῆι ἀποθανεῖν.

Στράβων Ἔφορος δʼ ἐν Αἰγίνηι ἄργυρον πρῶτον κοπῆναί φησιν ὑπὸ Φείδωνος· ἐμπόριον γὰρ γενέσθαι διὰ τὴν λυπρότητα τῆς χώρας τῶν ἀνθρώπων θαλαττουργούντων ἐμπορικῶς, ἀφʼ οὗ τὸν ῥῶπον Αἰγιναίαν ἐμπολὴν λέγεσθαι.

Αἴλιος Θέων ὁ σοφιστής ὅτι δὲ οὐδὲ τῆς παραφράσεως ἠμέλουν οἱ παλαιοὶ δῆλον .... πολλὰ δέ ἐστι καὶ ἐξειργασμένα μᾶλλον παρὰ ἑτέροις αὐτῶν· τὸ γοῦν Κυλώνειον ἄγος μᾶλλον Ἡροδότου καὶ Ἐφόρου ἐξείργασται Θουκυδίδηι.

Λαέρτιος Διογένης ἀλλὰ καὶ Ἔφορος ἱστορεῖ, ὡς εὔξαιτο εἰ νικήσειεν Ὀλύμπια τεθρίππωι, χρυσοῦν ἀνδριάντα ἀναθεῖναι. νικήσας δὲ καὶ ἀπορῶν χρυσίου κατά τινα ἑορτὴν ἐπιχώριον κεκοσμημένας ἰδὼν τὰς γυναῖκας πάντα ἀφείλετο τὸν κόσμον καὶ ἔπεμψε τὸ ἀνάθημα.

οὗτος πρῶτος, δορυφόρους ἔσχε καὶ τὴν ἀρχὴν εἰς τυραννίδα μετέστησε· καὶ οὐκ εἴα ἐν ἄστει ζῆν τοὺς βουλομένους, καθά φησιν Ἔφορος καὶ Ἀριστοτέλης.

Ἀθήναιος Ξάνθος ὁ Λυδὸς ἢ ὁ τὰς εἰς αὐτὸν ἀναφερομένας ἱστορίας συγγεγραφώς—Διονύσιος δʼ ἐστὶν ὁ Σκυτοβραχίων, ὡς Ἀρτέμων φησὶν ὁ Κασσανδρεὺς ἐν τῶι Περὶ συναγωγῆς βιβλίων, ἀγνοῶν ὅτι Ἔφορος ὁ συγγραφεὺς μνημονεύει αὐτοῦ ὡς παλαιοτέρου ὄντος καὶ Ἡροδότωι τὰς ἀφορμὰς δεδωκότος.

Λαέρτιος Διογένης Ἀρχέτιμος δὲ ὁ Συρακούσιος ὁμιλίαν αὐτῶν ἀναγέγραφε παρὰ Κυψέλωι, ἧι καὶ αὐτός φησι παρατυχεῖν· Ἔφορος δὲ παρὰ Κροίσωι πλὴν Θαλοῦ.

στασιάζεται δὲ καὶ περὶ τοῦ ἀριθμοῦ αὐτῶν .... Ἔφορος δὲ ἀντὶ Μύσωνος Ἀνάχαρσιν

Ἀθήναιος Μιλήσιοι δʼ ἕως μὲν οὐκ ἐτρύφων, ἐνίκων Σκύθας, ὥς φησιν Ἔφορος, καὶ τάς τε ἐφʼ Ἑλλησπόντωι πόλεις ἔκτισαν καὶ τὸν Εὔξεινον Πόντον κατώικισαν πόλεσι λαμπραῖς, καὶ πάντες ὑπὸ τὴν Μίλητον ἔθεον. ὡς δὲ ὑπήχθησαν ἡδονῆι καὶ τρυφῆι, κατερρύη τὸ τῆς πόλεως ἀνδρεῖον, φησὶν ὁ Ἀριστοτέλης, καὶ παροιμία τις ἐγεννήθη ἐπʼ αὐτῶν «πάλαι ποτʼ ἦσαν ἄλκιμοι Μιλήσιοι».

Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια Κλείτη δὲ θυγάτηρ Μέροπος Περκωσίου τὸ γένος, μάντεως, ἣν Κύζικος ἔγημεν, ὡς ἱστορεῖ Δηίοχος καὶ Ἔφορος.

Στράβων τὸ δὲ Κύτωρον ἐμπόριον ἦν ποτε Σινωπέων, ὠνόμασται δὲ ἀπὸ Κυτώρου τοῦ Φρίξου παιδός, ὡς Ἔφορός φησιν.

Πινδαρικὴ ὑπόμνησις οἷα Συρακοσίων ἀρχῶι δαμασθέντες πάθον, ὠκυπόρων ἀπὸ ναῶν ὅ σφιν ἐν πόντωι βάλεν ἁλικίαν, Ἑλλάδʼ ἐξέλκων βαρείας δουλίας ἔνιοι μὲν Ἑλλάδα τὴν Σικελίαν ἤκουσαν, τινὲς δὲ Ἑλλάδα τὴν Ἀττικήν. εἰκὸς δὲ ταῖς Ἐφόρου ἱστορίαις ἐντυχόντα τὸν Πίνδαρον ἐξηκολουθηκέναι αὐτὸν αὐτῶι. ἱστορεῖ γὰρ Ἔφορος τοιοῦτον, ὅτι παρασκευαζομένου Ξέρξου τὸν ἐπὶ τῆι Ἑλλάδι στόλον, πρέσβεις παραγενέσθαι πρὸς Γέλωνα τὸν τύραννον ἱκετεύοντας εἰς τὸν τῶν Ἑλλήνων σύλλογον ἐλθεῖν· ἐκ δὲ Περσῶν καὶ Φοινίκων πρέσβεις πρὸς Καρχηδονίους προστάσσοντας ὡς πλεῖστον δέοι στόλον εἰς Σικελίαν βαδίζειν καὶ καταστρεψαμένους τοὺς τὰ τῶν Ἑλλήνων φρονοῦντας πλεῖν ἐπὶ Πελοπόννησον. ἀμφοτέρων δὲ τὸν λόγον δεξαμένων καὶ τοῦ μὲν Ἱέρωνος συμμαχῆσαι τοῖς Ἕλλησι προθυμουμένου, τῶν δὲ Καρχηδονίων ἑτοίμων ὄντων συμπρᾶξαι τῶι Ξέρξηι, Γέλωνα διακοσίας εὐτρεπίσαντα ναῦς καὶ δισχιλίους ἱππεῖς καὶ πεζοὺς μυρίους κατακοῦσαι στόλον Καρχηδονίων καταπλεῖν ἐπὶ Σικελίαν, καὶ διαμαχησάμενον μὴ μόνον τοὺς Σικελιώτας ἐλευθερῶσαι, ἀλλὰ καὶ σύμπασαν τὴν Ἑλλάδα. εἰκὸς οὖν ταύτηι τῆι ἱστορίαι ἐντετυχηκέναι τὸν Πίνδαρον.

Πλούταρχος «Νάξιοι γὰρ τρεῖς ἔπεμψαν τριήρεις συμμάχους τοῖς βαρβάροις, εἷς δὲ τῶν τριηράρχων Δημόκριτος ἔπεισε τοὺς ἄλλους ἑλέσθαι τὰ τῶν Ἑλλήνων» ..... ἀντιμαρτυρεῖ δʼ αὐτῶι τῶν μὲν πρεσβυτέρων Ἑλλάνικος, τῶν δὲ νεωτέρων Ἔφορος, ὁ μὲν ἓξ ὁ δὲ πέντε ναυσὶν αὐτοὺς Ναξίους ἐλθεῖν τοῖς Ἕλλησι βοηθοῦντας ἱστορήσας.

Πινδαρικὴ ὑπόμνησις ὑπαινίττεται δὲ τὴν περὶ Σαλαμῖνα ναυμαχίαν τῶν Ἑλλήνων, ἧς ἔλαβον τὰ ἀριστεῖα οἱ Αἰγινῆται, καθά φησιν Ἡρόδοτός τε καὶ Ἔφορος.

Πλούταρχος περὶ Θεμιστοκλέους Ἔφορος μὲν εἰπών, ὅτι τὴν Παυσανίου προδοσίαν ἔγνω καὶ τὰ πρασσόμενα πρὸς τοὺς βασιλέως στρατηγούς, «ἀλλʼ οὐκ ἐπείσθη», φησίν, «οὐδὲ προσεδέξατο κοινουμένου καὶ παρακαλοῦντος αὐτὸν ἐπὶ τὰς αὐτὰς ἐλπίδας.» Θουκυδίδης δὲ καὶ τὸ παράπαν τὸν λόγον τοῦτον ὡς κατεγνωκὼς παρῆκεν.

Πλούταρχος Θουκυδίδης μὲν οὖν καὶ Χάρων ὁ Λαμψακηνὸς ἱστοροῦσι τεθνηκότος Ξέρξου πρὸς τὸν υἱὸν αὐτοῦ τῶι Θεμιστοκλεῖ γενέσθαι τὴν ἔντευξιν. Ἔφορος δὲ καὶ Δείνων καὶ Κλείταρχος καὶ Ἡρακλείδης, ἔτι δʼ ἄλλοι πλείονες, πρὸς αὐτὸν ἀφικέσθαι τὸν Ξέρξην. τοῖς δὲ χρονικοῖς δοκεῖ μᾶλλον ὁ Θουκυδίδης συμφέρεσθαι, καίπερ οὐδʼ αὐτοῖς ἀτρέμα συνταττομένοις.

… αν κ … ι ποτε τ … την τ … νι … ἀναγκαῖόν ἐστιν … εἰς τὰ τότε περὶ τοῦ Θεμιστοκλέους. λέγουσι δʼ οἱ μὲν ὅτι ὑπέμνησεν αὐτὸν ὧν περί τε τῆς ναυμαχίας καὶ τῆς γεφύρας προήγγειλε· περὶ μὲν τῆς ναυμαχίας … αων ἐσπούδασε· τίς δὲ τοσούτοις διὰ τῶν ἔργων … ε … ω … ἐκεῖνον μὲν ὑπὸ τῆς πόλεως ἠτιμασμένον, τὴν δὲ πόλιν διὰ τὰς ἐκείνου πράξεις τῆς μεγίστης τιμῆς ὑπὸ τῶν Ἑλλήνων ἀξιωθεῖσαν· ἣ μεγάλην ἡγεμονίαν … οἷον τ … σοφωτάτην καὶ δικαιοτάτην … τατην καὶ χαλεπωτάτην γενομένην πρὸς ἐκεῖνον. οἱ δʼ ὑπολαμβάνουσιν ὅτι εἴπερ ἐβουλήθη ἐκδοῦναι … τὴν ἡγεμονίαν απα … ειρημεν … ὅθεν παρεξέβημεν· Ἀθηναῖοι δὲ Κίμωνος τοῦ Μιλτιάδου στρατηγοῦντος ἐκπλεύσαντες ἐκ Βυζαντίου μετὰ τῶν συμμάχων Ἠιόνα τὴν ἐπὶ Στρυμόνι Περσῶν ἐχόντων εἷλον καὶ Σκῦρον, ἣν νῆσον … την … νειται … ης αὐτοῦ γὰρ … πρὸς Λυκομήδην τὸν βασιλέα παραθαλαττίων καλουμένων πόλεων ὅσαι μὲν ἐκ τῆς Ἑλλάδος ἦσαν ἀπωικισμέναι παραχρῆμα συνέπεισε … Κίμων πυνθανόμενος τὸν τῶν Περσῶν στόλον περὶ τὴν Κύπρον συντετάχθαι, διακοσίαις πεντήκοντα πρὸς τριακοσίας καὶ τετταράκοντα. παραταχθείσας δὲ πολὺν χρόνον πολλὰς μὲν τῶν κινδυνευουσῶν βαρβαρικῶν νεῶν διέφθειρεν, ἑκατὸν δʼ αὐτοῖς ἀνδράσιν εἷλε ζωγρήσας τὸν π … ων. … τὸν μὲν στρατηγὸν αὐτῶν Φερενδάτην ἀδελφιδοῦν ὄντα τοῦ βασιλέως ἐν τῆι σκηνῆι … ε … διετέλουν ὄντες· ὥστε νομίζοντες ἀπὸ τῆς ἠπείρου τὴν ἔφοδον αὐτοῖς γεγονέναι τῶν πολεμίων πρὸς τὰς ναῦς ἔφευγον, ὑπολαμβάνοντες αὐτοῖς εἶναι φιλίας. οὐ δὴ πολλοὶ μὲν ὑπὸ τῶν καταλειφθέντων ἐκεῖ φυλάκων ἀπέθνησκον ἐν τῆι νυκτί, πολλοὶ δὲ ζῶντες ἡλίσκοντο, περιπίπτοντες τοῖς Ἕλλησιν διὰ τὴν ἀπορίαν ὅπου τράποιντο καὶ τὸν ἐξαίφνης αὐτοῖς ἐπιπεσόντα φόβον … αταστρατιωτ νυκτ αὐτοῖς πυρσον ιηνα … ον … ἀνεκοινοῦτο τὴν … ιν πρὸς τὸν συνευνοῦχον … Μιθριδάτην κατακοιμιστὴν τοῦ βασιλέως … ν … τους … λογχοφόρους … ω … ων ἐτύγχανεν ὁ Ἀρταξέρξης ἅμα μὲν αὐτὸς κατασχεῖν τὴν βασιλείαν βουλόμενος, ἅμα δὲ δεδιὼς μὴ πραγμα Πελασγούς … ν τινα καταφυγ

Πλούταρχος Ἔφορος μὲν οὖν Τιθραύστην φησὶ τῶν βασιλικῶν νεῶν ἄρχειν καὶ τοῦ πεζοῦ Φερενδάτην· Καλλισθένης δʼ Ἀριομάνδην τὸν Γωβρύου κυριώτατον ὄντα τῆς δυνάμεως παρὰ τὸν Εὐρυμέδοντα ταῖς ναυσὶ παρορμεῖν, οὐκ ὄντα μάχεσθαι τοῖς Ἕλλησι πρόθυμον, ἀλλὰ προσδεχόμενον ὀγδοήκοντα ναῦς Φοινίσσας ἀπὸ Κύπρου προσπλεούσας. ταύτας φθῆναι βουλόμενος ὁ Κίμων ἀνήχθη βιάζεσθαι παρεσκευασμένος, ἂν ἑκόντες μὴ ναυμαχῶσιν. οἱ δὲ πρῶτον μέν, ὡς μὴ βιασθεῖεν, εἰς τὸν ποταμὸν εἰσωρμίσαντο· προσφερομένων δὲ τῶν Ἀθηναίων ἀντεξέπλευσαν, ὡς ἱστορεῖ Φανόδημος, ἑξακοσίαις ναυσίν, ὡς δʼ Ἔφορος τετταράκοντα καὶ τριακοσίαις.

Ἀριστοφάνους Σχόλια Περικλῆς πολλῶν ὄντων χρημάτων ἐν τῆι ἀκροπόλει εἰς τὸν πόλεμον τὰ πλεῖστα ἀνάλωσε. φασὶ δέ, ὅτι καὶ λογισμοὺς διδοὺς τάλαντα εἴκοσιν ἁπλῶς εἶπεν εἰς τὸ δέον ἀνηλωκέναι. φησὶ δὲ Ἔφορος ὅτι μετὰ ταῦτα μαθόντες οἱ Λακεδαιμόνιοι Κλεανδρίδην μὲν ἐδήμευσαν, Πλειστοάνακτα δὲ ιε ταλάντοις ἐζημίωσαν, ὑπολαβόντες δωροδοκήσαντας αὐτοὺς διὰ τὸ φείσασθαι τῆς λοιπῆς Ἀθηναίων γῆς ὑπὸ τῶν περὶ τὸν Περικλέα, μὴ θελήσαντα γυμνῶς εἰπεῖν ὅτι «δέδωκα τοῖς Λακεδαιμονίων βασιλεῦσι τὸ ἐνδεές».

Πλούταρχος Ἔφορος δὲ καὶ μηχαναῖς χρήσασθαι τὸν Περικλέα, τὴν καινότητα θαυμάσαντα, Ἀρτέμωνος τοῦ μηχανικοῦ παρόντος, ὃν χωλὸν ὄντα καὶ φορείωι πρὸς τὰ κατεπείγοντα τῶν ἔργων προσκομιζόμενον ὀνομασθῆναι περιφόρητον. τοῦτο μὲν οὖν Ἡρακλείδης ὁ Ποντικὸς ἐλέγχει τοῖς Ἀνακρέοντος ποιήμασιν, ἐν οἷς «ὁ περιφόρητος Ἀρτέμων» ὀνομάζεται πολλαῖς ἔμπροσθεν ἡλικίαις τοῦ περὶ Σάμον πολέμου.

ἐνάτωι δὲ μηνὶ τῶν Σαμίων παραστάντων ὁ Περικλῆς τὰ τείχη καθεῖλε καὶ τὰς ναῦς παρέλαβε καὶ χρήμασι πολλοῖς ἐζημίωσεν, ὧν τὰ μὲν εὐθὺς ἤνεγκαν οἱ Σάμιοι, τὰ δʼ ἐν χρόνωι ῥητῶι ταξάμενοι κατοίσειν ὁμήρους ἔδωκαν. Δοῦρις δʼ ὁ Σάμιος τούτοις ἐπιτραγωιδεῖ πολλὴν ὠμότητα τῶν Ἀθηναίων καὶ τοῦ Περικλέους κατηγορῶν, ἣν οὔτε Θουκυδίδης ἱστόρηκεν οὔτʼ Ἔφορος οὔτʼ Ἀριστοτέλης.

Διόδωρος ὁ Σικελιώτης Ἀθηναίοις καὶ Λακεδαιμονίοις ἐνέστη πόλεμος ὁ κληθεὶς Πελοποννησιακός, μακρότατος τῶν ἱστορημένων πολέμων. ἀναγκαῖον δʼ ἐστὶ καὶ τῆς ὑποκειμένης ἱστορίας οἰκεῖον προεκθέσθαι τὰς αἰτίας αὐτοῦ. Ἀθηναῖοι τῆς κατὰ θάλατταν ἡγεμονίας ἀντεχόμενοι τὰ ἐν Δήλωι κοινῆι συνηγμένα χρήματα, τάλαντα σχεδὸν ὀκτακισχίλια, μετήνεγκαν εἰς τὰς Ἀθήνας καὶ παρέδωκαν φυλάττειν Περικλεῖ. οὗτος δʼ ἦν εὐγενείαι καὶ δόξηι καὶ λόγου δεινότητι πολὺ προέχων τῶν πολιτῶν. μετὰ δέ τινα χρόνον ἀνηλωκὼς ἀπʼ αὐτῶν ἰδίαι πλῆθος ἱκανὸν χρημάτων καὶ λόγον ἀπαιτούμενος εἰς ἀρρωστίαν ἐνέπεσεν, οὐ δυνάμενος τῶν πεπιστευμένων ἀποδοῦναι τὸν ἀπολογισμόν. ἀδημονοῦντος δʼ αὐτοῦ περὶ τούτων, Ἀλκιβιάδης ὁ ἀδελφιδοῦς, ὀρφανὸς ὤν, τρεφόμενος παρʼ αὐτῶι, παῖς ὢν τὴν ἡλικίαν ἀφορμὴν αὐτῶι παρέσχετο τῆς περὶ τῶν χρημάτων ἀπολογίας. θεωρῶν γὰρ τὸν θεῖον λυπούμενον ἐπηρώτησε τὴν αἰτίαν τῆς λύπης· τοῦ δὲ Περικλέους εἰπόντος ὅτι τὴν περὶ τῶν χρημάτων ἀπολογίαν αἰτούμενος «ζητῶ πῶς ἂν δυναίμην ἀποδοῦναι τὸν περὶ τούτων λόγον τοῖς πολίταις», ὁ Ἀλκιβιάδης ἔφησε δεῖν αὐτὸν ζητεῖν μὴ πῶς ἀποδῶι τὸν λόγον, ἀλλὰ πῶς μὴ ἀποδῶι. διόπερ Περικλῆς ἀποδεξάμενος τὴν τοῦ παιδὸς ἀπόφασιν ἐζήτει διʼ οὗ τρόπου τοὺς Ἀθηναίους δύναιτʼ ἂν ἐμβαλεῖν εἰς μέγαν πόλεμον· οὕτω γὰρ μάλιστα ὑπελάμβανε διὰ τὴν ταραχὴν καὶ τοὺς τῆς πόλεως περισπασμοὺς καὶ φόβους ἐκφεύξεσθαι τὸν ἀκριβῆ λόγον τῶν χρημάτων. πρὸς δὲ ταύτην τὴν ἀφορμὴν συνεβάλετʼ αὐτῶι καὶ ταὐτόματον διὰ τοιαύτας αἰτίας. τὸ τῆς Ἀθηνᾶς ἄγαλμα Φειδίας μὲν κατεσκεύαζε, Περικλῆς δὲ ὁ Ξανθίππου καθεσταμένος ἦν ἐπιμελητής. τῶν δὲ συνεργασαμένων τῶι Φειδίαι τινὲς διδαχθέντες ὑπὸ τῶν ἐχθρῶν τοῦ Περικλέους ἐκάθισαν ἐπὶ τὸν τῶν δώδεκα θεῶν βωμόν· διὰ δὲ τὸ παράδοξον προσκαλούμενοι ἔφασαν πολλὰ τῶν ἱερῶν χρημάτων ἔχοντα Φειδίαν δείξειν, ἐπισταμένου καὶ συνεργοῦντος τοῦ ἐπιμελητοῦ Περικλέους. διόπερ ἐκκλησίας συνελθούσης περὶ τούτων οἱ μὲν ἐχθροὶ τοῦ Περικλέους ἔπεισαν τὸν δῆμον συλλαβεῖν τὸν Φειδίαν, καὶ αὐτοῦ τοῦ Περικλέους κατηγόρουν ἱεροσυλίαν. πρὸς δὲ τούτοις Ἀναξαγόραν τὸν σοφιστήν, διδάσκαλον ὄντα Περικλέους, ὡς ἀσεβοῦντα εἰς τοὺς θεοὺς ἐσυκοφάντουν· συνέπλεκον δʼ ἐν ταῖς κατηγορίαις καὶ διαβολαῖς τὸν Περικλέα, διὰ τὸν φθόνον σπεύδοντες διαβαλεῖν τὴν τἀνδρὸς ὑπεροχήν τε καὶ δόξαν. ὁ δὲ Περικλῆς εἰδὼς τὸν δῆμον ἐν μὲν τοῖς πολεμικοῖς ἔργοις θαυμάζοντα τοὺς ἀγαθοὺς ἄνδρας διὰ τὰς κατεπειγούσας χρείας, κατὰ δὲ τὴν εἰρήνην τοὺς αὐτοὺς συκοφαντοῦντα διὰ τὴν σχολὴν καὶ φθόνον, ἔκρινε συμφέρειν αὑτῶι τὴν πόλιν ἐμβαλεῖν εἰς μέγαν πόλεμον, ὅπως χρείαν ἔχουσα τῆς Περικλέους ἀρετῆς καὶ στρατηγίας μὴ προσδέχηται τὰς κατʼ αὐτοῦ διαβολὰς μηδʼ ἔχηι σχολὴν καὶ χρόνον ἐξετάζειν ἀκριβῶς τὸν περὶ τῶν χρημάτων λόγον.

ὄντος δὲ ψηφίσματος παρὰ τοῖς Ἀθηναίοις Μεγαρέας εἴργεσθαι τῆς τε ἀγορᾶς καὶ τῶν λιμένων οἱ Μεγαρεῖς κατέφυγον ἐπὶ τοὺς Σπαρτιάτας. οἱ δὲ Λακεδαιμόνιοι πεισθέντες τοῖς Μεγαρεῦσιν ἀπέστειλαν πρέσβεις ἐκ τοῦ προφανεστάτου ἀπὸ τῆς τοῦ κοινοῦ συνεδρίου γνώμης προστάττοντες τοῖς Ἀθηναίοις ἀνελεῖν τὸ κατὰ τῶν Μεγαρέων ψήφισμα, μὴ πειθομένων δὲ αὐτῶν ἀπειλοῦντες πολεμήσειν αὐτοῖς μετὰ τῶν συμμάχων. συναχθείσης οὖν περὶ τούτων ἐκκλησίας ὁ Περικλῆς, δεινότητι λόγων πολὺ διαφέρων ἁπάντων τῶν πολιτῶν, ἔπεισε τοὺς Ἀθηναίους μὴ ἀναιρεῖν τὸ ψήφισμα, λέγων ἀρχὴν δουλείας εἶναι τὸ πείθεσθαι παρὰ τὸ συμφέρον τοῖς Λακεδαιμονίων προστάγμασι. συνεβούλευεν οὖν τὰ ἀπὸ τῆς χώρας κατακομίζειν εἰς τὴν πόλιν καὶ θαλαττοκρατοῦντας διαπολεμεῖν τοῖς Σπαρτιάταις. περὶ δὲ τοῦ πολέμου πεφροντισμένως ἀπολογισάμενος ἐξηριθμήσατο μὲν τὸ πλῆθος τῶν συμμάχων τῆι πόλει καὶ τὴν ὑπεροχὴν τῆς ναυτικῆς δυνάμεως, πρὸς δὲ τούτοις τὸ πλῆθος τῶν μετακεκομισμένων ἐκ Δήλου χρημάτων εἰς τὰς Ἀθήνας, ἃ συνέβαινεν ἐκ τῶν φόρων ταῖς πόλεσι κοινῆι συνηθροῖσθαι. κοινῶν δʼ ὄντων τῶν μυρίων ταλάντων ἀπανήλωτο πρὸς τὴν κατασκευὴν τῶν Προπυλαίων καὶ τὴν Ποτιδαίας πολιορκίαν τετρακισχίλια τάλαντα· καὶ καθʼ ἕκαστον ἐνιαυτὸν ἐκ τοῦ φόρου τῶν συμμάχων ἀνεφέρετο τάλαντα τετρακόσια ἑξήκοντα. χωρὶς δὲ τούτων ἡ τε πομπεῖα σκευὴ καὶ τὰ Μηδικὰ σκῦλα πεντακοσίων ἄξια ταλάντων ἀπεφήνατο· ἔν τε τοῖς ἱεροῖς ἀπεδείκνυεν ἀναθημάτων τε πλῆθος καὶ τὸ τῆς Ἀθηνᾶς ἄγαλμα ἔχειν χρυσίου πεντήκοντα τάλαντα, ὡς περιαιρετῆς οὔσης τῆς περὶ τὸν κόσμον κατασκευῆς· καὶ ταῦτα, ἀναγκαία εἰ καταλάβοι χρεία, χρησαμένους παρὰ τῶν θεῶν πάλιν ἀποκαταστήσειν ἐν εἰρήνηι· τούς τε τῶν πολιτῶν βίους διὰ τὴν πολυχρόνιον εἰρήνην πολλὴν ἐπίδοσιν εἰληφέναι πρὸς εὐδαιμονίαν. χωρὶς δὲ τῶν χρημάτων τούτων στρατιώτας ἀπεδείκνυεν ὑπάρχειν τῆι πόλει χωρὶς συμμάχων καὶ τῶν ἐν τοῖς φρουρίοις ὄντων ὁπλίτας μὲν μυρίους καὶ δισχιλίους, τοὺς δʼ ἐν τοῖς φρουρίοις ὄντας καὶ τοὺς μετοίκους ὑπάρχειν πλείους τῶν μυρίων ἑπτακισχιλίων, τριήρεις τε τὰς παρούσας τριακοσίας. τοὺς δὲ Λακεδαιμονίους χρημάτων τε σπανίζειν ἀπεδείκνυε καὶ ταῖς ναυτικαῖς δυνάμεσι πολὺ λείπεσθαι τῶν Ἀθηναίων. ταῦτα διελθὼν καὶ παρορμήσας τοὺς πολίτας εἰς τὸν πόλεμον ἔπεισε τὸν δῆμον μὴ προσέχειν τοῖς Λακεδαιμονίοις. ταῦτα δὲ ῥαιδίως συνετέλεσε διὰ τὴν δεινότητα τοῦ λόγου, διʼ ἣν αἰτίαν ὠνομάσθη Ὀλύμπιος. μέμνηται δὲ τούτων καὶ Ἀριστοφάνης ὁ τῆς ἀρχαίας κωμωιδίας ποιητής, γεγονὼς κατὰ τὴν τοῦ Περικλέους ἡλικίαν, ἐν τοῖσδε τοῖς τετραμέτροις «ὦ λιπερνῆτες γεωργοί, τἀμά τις ξυνιέτω ῥήματʼ, εἰ βούλεσθʼ ἀκοῦσαι τήνδʼ ὅπως ἀπώλετο. πρῶτα μὲν γὰρ αὐτῆς ἦρχε Φειδίας πράξας κακῶς, εἶτα Περικλέης, φοβηθεὶς μὴ μετάσχηι τῆς τύχης, ἐμβαλὼν σπινθῆρα μικρὸν Μεγαρικοῦ ψηφίσματος ἐξεφύσησεν τοσοῦτον πόλεμον ὥστε τῶι καπνῶι πάντας Ἕλληνας δακρῦσαι, τούς τʼ ἐκεῖ τούς τʼ ἐνθάδε.» καὶ πάλιν ἐν ἄλλοις· «Περικλέης οὑλύμπιος ἤστραπτεν, ἐβρόντα, συνεκύκα τὴν Ἑλλάδα». …

αἰτίαι μὲν οὖν τοῦ Πελοποννησιακοῦ πολέμου τοιαῦταί τινες ὑπῆρξαν, ὡς Ἔφορος ἀνέγραψε.

Οὐαλέριος Ἁρποκρατίων Ἀρχιδάμειος πόλεμος· Λυσΐας ἐν τῶι Κατʼ Ἀνδροτίωνος καὶ Δείναρχος Κατὰ Πυθέου ξενίας. τὰ πρῶτα δέκα … ἔτη τοῦ Πελοποννησιακοῦ πολέμου Ἀρχιδάμειος ἐκλήθη πόλεμος, ὡς ἔοικεν, ἀπὸ τοῦ τὸν Ἀρχίδαμον εἰς τὴν Ἀττικὴν ἐμβαλεῖν, καθὰ Θουκυδίδης καὶ Ἔφορος καὶ Ἀναξιμένης φασίν.

Στέφανος ὁ Βυζάντιος Βούδορον· ἀκρωτήριον πρὸς τῆι Σαλαμῖνι, Θουκυδίδης γ. Ἔφορος δὲ φρούριον Βούδαρον εἶπεν. τὸ ἐθνικὸν Βουδόριος.

Διόδωρος ὁ Σικελιώτης Μίνδαρος δʼ ὁ τῶν Λακεδαιμονίων ναύαρχος ἀπὸ τῆς ἥττης φυγὼν εἰς Ἄβυδον τάς τε πεπονηκυίας ναῦς ἐπεσκεύασε καὶ πρὸς τὰς ἐν Εὐβοίαι τριήρεις ἀπέστειλεν Ἐπικλέα τὸν Σπαρτιάτην προστάξας ἄγειν τὴν ταχίστην. ὃς ἐπεὶ κατέπλευσεν εἰς Εὔβοιαν, ἀθροίσας τὰς ναῦς οὔσας πεντήκοντα κατὰ σπουδὴν ἀνήχθη. καὶ κατὰ τὸν Ἄθω γενομένων τῶν τριήρων ἐπεγενήθη χειμὼν τηλικοῦτος ὥστε τὰς μὲν ναῦς ἁπάσας ἀπολέσθαι, τῶν δὲ ἀνδρῶν δώδεκα μόνον διασωθῆναι. δηλοῖ δὲ τὸ περὶ τούτων ἀνάθημα κείμενον ἐν τῶι περὶ Τορώνην νεῶι, καθάπερ φησὶν Ἔφορος, τὴν ἐπιγραφὴν ἔχον ταύτην· οἵδʼ ἀπὸ πεντήκοντα νεῶν θάνατον προφυγόντες πρὸς σκοπέλοισιν Ἄθω σώματα γῆι πέλασαν δώδεκα, τοὺς δʼ ἄλλους ὄλεσεν μέγα λαῖτμα θαλάσσης νῆάς τε στυγεροῖς πνεύμασι χρησαμένας.

Πλούταρχος ὁ δʼ Ἀλκιβιάδης ἰδεῖν τε ποθῶν ἤδη τὰ οἴκοι καὶ ἔτι μᾶλλον ὀφθῆναι βουλόμενος τοῖς πολίταις νενικηκὼς τοὺς πολεμίους τοσαυτάκις ἀνήχθη, πολλαῖς μὲν ἀσπίσι καὶ λαφύροις κύκλωι κεκοσμημένων τῶν Ἀττικῶν τριήρων, πολλὰς δʼ ἐφελκόμενος αἰχμαλώτους, ἔτι δὲ πλείω κομίζων ἀκροστόλια τῶν διεφθαρμένων ὑπʼ αὐτοῦ καὶ κεκρατημένων· ἦσαν γὰρ οὐκ ἐλάττους συναμφότεραι διακοσίων. ἃ δὲ Δοῦρις .... προστίθησι τούτοις ... οὔτε Θεόπομπος οὔτʼ Ἔφορος οὔτε Ξενοφῶν γέγραφεν, οὔτʼ εἰκὸς ἦν οὕτως ἐντρυφῆσαι τοῖς Ἀθηναίοις μετὰ φυγὴν καὶ συμφορὰς τοσαύτας κατερχόμενον.

Διόδωρος ὁ Σικελιώτης εἶχε δὲ τοὺς σύμπαντας Ἀννίβας, ὡς μὲν Ἔφορος ἀνέγραψε, πεζῶν μυριάδας εἴκοσι, ἱππεῖς δὲ τετρακισχιλίους· ὡς δὲ Τίμαιός φησιν, οὐ πολλῶι πλείους τῶν δέκα μυριάδων.

λαμπρῶς δὲ αὐτῶν ἀγωνιζομένων οἱ βάρβαροι ... πρὸς φυγὴν ἐτράπησαν. τούτων δʼ οὐδενὶ κόσμωι φευγόντων ... ἐπηκολούθουν ἀλλήλοις παρακελευόμενοι μηδένα ζωγρεῖν. καὶ πλείους ἀνεῖλον τῶν ἑξακισχιλίων, ὡς Τίμαιος· ὡς δʼ Ἔφορός φησι, δισμυρίων.

τέλος δὲ τῶν δυνάμεων ἀθροισθεισῶν εἰς Καρχηδόνα συνήχθησαν αὐτοῖς οἱ πάντες σὺν ἱππεῦσιν οὐ πολλῶι πλείους, ὡς μὲν Τίμαιος, τῶν δώδεκα μυριάδων· ὡς δʼ Ἔφορος, τριάκοντα μυριάδες.

οἱ δὲ Καρχηδόνιοι πυθόμενοι τὸ μέγεθος τῆς τοῦ Διονυσίου δυνάμεως, ἔκριναν πολὺ ταῖς παρασκευαῖς αὐτὸν ὑπερθέσθαι. διόπερ Ἰμίλκωνα βασιλέα κατὰ νόμον καταστήσαντες, ἐκ τῆς Λιβύης ὅλης, ἔτι δʼ ἐκ τῆς Ἰβηρίας συνήγαγον δυνάμεις, τὰς μὲν παρὰ τῶν συμμάχων μεταπεμπόμενοι, τὰς δὲ μισθούμενοι. καὶ πέρας ἤθροισαν πεζῶν μὲν ὑπὲρ τὰς τριάκοντα μυριάδας, ἱππεῖς δὲ τετρακισχιλίους χωρὶς τῶν ἁρμάτων—ταῦτα δʼ ἦσαν τετρακόσια—, ναῦς δὲ μακρὰς μὲν τετρακοσίας, τὰς δὲ τὸν σῖτον καὶ τὰ μηχανήματα καὶ τὴν ἄλλην ὑπηρεσίαν παρακομιζούσας πλείους τῶν ἑξακοσίων, καθάπερ φησὶν Ἔφορος. Τίμαιος μὲν γὰρ τὰς ἐκ τῆς Λιβύης περαιωθείσας δυνάμεις οὐ πλείω φησὶν εἶναι δέκα μυριάδων, καὶ πρὸς ταύταις ἑτέρας τρεῖς ἀποφαίνεται κατὰ Σικελίαν στρατολογηθείσας.

Πλούταρχος ... οἱ δὲ φρονιμώτατοι τῶν Σπαρτιατῶν οὐχ ἥκιστα καὶ διὰ τοῦτο τὴν τοῦ νομίσματος ἰσχὺν φοβηθέντες ... τόν τε Λύσανδρον ἐλοιδόρουν καὶ διεμαρτύραντο τοῖς ἐφόροις ἀποδιοπομπεῖσθαι πᾶν τὸ ἀργύριον καὶ τὸ χρυσίον ὥσπερ κῆρας ἐπαγωγίμους· οἱ δὲ προὔθεσαν γνώμην. καὶ Θεόπομπος μέν φησι Σκιραφίδαν, Ἔφορος δὲ Φλογίδαν εἶναι τὸν ἀποφηνάμενον, ὡς οὐ χρὴ προσδέχεσθαι νόμισμα χρυσοῦν καὶ ἀργυροῦν εἰς τὴν πόλιν, ἀλλὰ χρῆσθαι τῶι πατρίωι. τῶν δὲ Λυσάνδρου φίλων ὑπεναντιουμένων .... δημοσίαι μὲν ἔδοξεν εἰσάγεσθαι νόμισμα τοιοῦτον, ἂν δέ τις ἁλῶι κεκτημένος ἰδίαι, ζημίαν ὥρισαν θάνατον.

Ἔφορος μὲν οὖν φησιν αὐτὸν ὡς τήν τε Πυθίαν ἐπιχειρήσας διαφθεῖραι καὶ τὰς Δωδωνίδας αὖθις ἀναπείθων διὰ Φερεκλέους … ἀπέτυχεν, εἰς Ἄμμωνος ἀναβῆναι καὶ διαλέγεσθαι τοῖς προφήταις πολὺ χρυσίον διδόντα· τοὺς δὲ δυσχεραίνοντας εἰς Σπάρτην τινὰς ἀποστεῖλαι τοῦ Λυσάνδρου κατηγορήσοντας. ἐπεὶ δὲ ἀπελύθη, τοὺς Λίβυας ἀπιόντας εἰπεῖν· «ἀλλʼ ἡμεῖς γε βέλτιον, ὦ Σπαρτιᾶται, κρινοῦμεν, ὅταν ἥκητε πρὸς ἡμᾶς εἰς Λιβύην οἰκήσοντες,» ὡς δὴ χρησμοῦ τινος ὄντος παλαιοῦ Λακεδαιμονίους ἐν Λιβύηι κατοικῆσαι. —

τοιαύτης δὲ τῶι Λυσάνδρωι τῆς τελευτῆς γενομένης παραχρῆμα μὲν οὕτως ἤνεγκαν οἱ Σπαρτιᾶται βαρέως, ὥστε τῶι βασιλεῖ κρίσιν προγράψαι θανατικὴν .... καὶ γὰρ ἡ πενία τοῦ Λυσάνδρου τελευτήσαντος ἐκκαλυφθεῖσα φανερωτέραν ἐποίησε τὴν ἀρετήν. χρόνωι δὲ ὕστερον Ἔφορός φησιν ἀντιλογίας τινὸς συμμαχικῆς ἐν Σπάρτηι γενομένης καὶ τὰ γράμματα διασκέψασθαι δεῆσαν, ἃ παρʼ ἑαυτῶι κατέσχεν ὁ Λύσανδρος, ἐλθεῖν ἐπὶ τὴν οἰκίαν τὸν Ἀγησίλαον. εὑρόντα δὲ τὸ βιβλίον, ἐν ὧι γεγραμμένος ἦν ὁ περὶ τῆς πολιτείας λόγος, ὡς χρὴ τῶν Εὐρυπωντιδῶν καὶ Ἀγιαδῶν τὴν βασιλείαν ἀφελομένους εἰς μέσον θεῖναι καὶ ποιεῖσθαι τὴν αἵρεσιν ἐκ τῶν ἀρίστων, ὁρμῆσαι μὲν εἰς τοὺς πολίτας τὸν λόγον ἐξενεγκεῖν καὶ παραδεικνύναι τὸν Λύσανδρον οἷος ὢν πολίτης διαλάθοι, Λακρατίδαν δέ, ἄνδρα φρόνιμον καὶ τότε προεστῶτα τῶν ἐφόρων, ἐπιλαβέσθαι τοῦ Ἀγησιλάου καὶ εἰπεῖν, ὡς δεῖ μὴ ἀνορύττειν τὸν Λύσανδρον, ἀλλὰ καὶ τὸν λόγον αὐτῶι συγκατορύττειν οὕτω συντεταγμένον πιθανῶς καὶ πανούργως.

Διόδωρος ὁ Σικελιώτης ὁ δὲ βασιλεὺς Ἀρταξέρξης καὶ πάλαι μὲν ἦν παρὰ Φαρναβάζου πεπυσμένος ὅτι στρατόπεδον ἐπʼ αὐτὸν ἀθροίζει λάθραι Κῦρος· καὶ τότε δὴ πυθόμενος αὐτοῦ τὴν ἀνάβασιν μετεπέμπετο τὰς πανταχόθεν δυνάμεις εἰς Ἐκβάτανα τῆς Μηδίας. ἐπεὶ δὲ αἵ τε παρʼ Ἰνδῶν καί τινων ἄλλων ἐθνῶν καθυστέρουν διὰ τὸ μακρὰν ἀφεστάναι τοὺς τόπους, μετὰ τῆς συναχθείσης στρατιᾶς ὥρμησεν ἀπαντήσων τῶι Κύρωι. εἶχε δὲ τοὺς ἅπαντας στρατιώτας σὺν ἱππεῦσιν οὐκ ἐλάττους τετταράκοντα μυριάδων, καθά φησιν Ἔφορος.

Δημοσθένους Σχόλια ὅθʼ ἡ μεγάλη μάχη πρὸς Λακεδαιμονίους ἐγένεθʼ ἡ ἐν Κορίνθωι περὶ ταύτης τῆς μάχης Ὑπερείδης εἴρηκεν ἐν τῶι Πρὸς Διώνδαν καὶ παρὰ Ἐφόρωι καὶ Ἀνδροτίωνι ἱστορεῖται, ὡς ἐνίκησαν τοὺς Ἀθηναίους οἱ Λακεδαιμόνιοι σφόδρα.

Πλούταρχος τὴν δὲ μόραν Ἔφορος μὲν ἄνδρας εἶναι πεντακοσίους φησί, Καλλισθένης δʼ ἑπτακοσίους, ἄλλοι δέ τινες ἐνακοσίους, ὧν Πολύβιός ἐστιν.

Διονύσιος ὁ Διονυσίου τοῦ τυράννου υἱὸς μετὰ τὴν τοῦ πατρὸς τελευτὴν συνθήκας ἐποιήσατο πρὸς τὸν Περσῶν βασιλέα, ἵνα τῶι μὲν φαινομένωι Λακεδαιμονίοις βοηθῶν ἔλθηι κατʼ Ἀθηναίων, τῆι δὲ ἀληθείαι πορθήσας τὴν Ἑλλάδα πᾶσαν μετὰ Πέρσου μερίσειεν, ὡς Ἔφορος ἱστορεῖ. —καὶ διὰ τοῦτο συναγαγὼν ἁπάσας μικροῦ τὰς ἐν Σικελίαι ναῦς ἐχώρει, θέλων συμμῖξαι τῶι Λακεδαιμονίων ναυτικῶι, ἵνα ὁμοῦ γενόμενα τὰ ναυτικὰ ταῦτα καταγωνίσηται Ἀθηναίους μὴ δυνηθέντας ὑποστῆναι τοσαύτην παρασκευήν. Ἀθηναῖοι δέ, πρὶν Διονύσιον καὶ Λακεδαιμονίους συμμῖξαι ἀλλήλοις, πέμψαντες στρατηγὸν ὄνομα … μετὰ πλείστων νεῶν πρὸς τὰς Διονυσίου τριήρεις καὶ ἕτερον ὄνομα … πρὸς Λακεδαιμονίους εἷλον μὲν πᾶν τὸ Διονυσίου ναυτικόν, κατεπολέμησαν δὲ Λακεδαιμονίους ἐπὶ Λευκάδι.

Πλούταρχος ὡς τῶν παρʼ ἡμῖν τις κατὰ τύχην ἀνεγνωκὼς δύο τῶν Ἐφόρου βιβλίων ἢ τρία, πάντας ἀνθρώπους κατέτριβε ... ἀεὶ τὴν ἐν Λεύκτροις μάχην καὶ τὰ συνεχῆ διηγούμενος· ὅθεν Ἐπαμεινώνδας παρωνύμιον ἔσχεν.

Διόδωρος ὁ Σικελιώτης τρίτος δὲ Ἰάσων ὁ Φεραῖος, ἡγεμὼν ἡιρημένος τῆς Θετταλίας καὶ δοκῶν ἐπιεικῶς ἄρχειν τῶν ὑποτεταγμένων, ἐδολοφονήθη, ὡς μὲν Ἔφορος γέγραφεν, ὑπό τινων νεανίσκων συνομοσαμένων δόξης ἕνεκα, ὡς δʼ ἔνιοι γράφουσιν, ὑπὸ Πολυδώρου τἀδελφοῦ.

Στέφανος ὁ Βυζάντιος Ἐπαρῖται· ἔθνος Ἀρκαδίας· ἡ δὲ πόλις αὐτῶν Ἔπαρις ἔδει, οὐχ εὕρηται δέ. περὶ δὲ τοῦ ἔθνους Ξενοφῶν καὶ Ἔφορος καὶ Ἀνδροτίων φασίν.

Στράβων Ἔφορος δʼ οὕτω λέγει περὶ τῆς κτίσεως ἐπολέμουν Λακεδαιμόνιοι Μεσσηνίοις ἀποκτείνασι τὸν βασιλέα Τήλεκλον εἰς Μεσσήνην ἀφικόμενον ἐπὶ θυσίαν, ὀμόσαντες μὴ πρότερον ἐπανήξειν οἴκαδε πρὶν ἢ Μεσσήνην ἀνελεῖν ἢ πάντας ἀποθανεῖν. φύλακας δὲ τῆς πόλεως κατέλιπον στρατεύοντες τούς τε νεωτάτους καὶ πρεσβυτάτους τῶν πολιτῶν. δεκάτωι δʼ ὕστερον ἔτει τοῦ πολέμου τὰς γυναῖκας τῶν Λακεδαιμονίων συνελθούσας ἐξ ἑαυτῶν πέμψαι τινὰς παρὰ τοὺς ἄνδρας τὰς μεμψομένας, ὡς οὐκ ἐπʼ ἴσοις πολεμοῖεν πρὸς τοὺς Μεσσηνίους—οἱ μὲν γὰρ μένοντες τεκνοποιοῦνται, οἱ δὲ χήρας ἀφέντες τὰς γυναῖκας ἐν τῆι πολεμίαι ἐστρατοπέδευον—καὶ κίνδυνος εἴη λειπανδρῆσαι τὴν πατρίδα. οἱ δʼ ἅμα καὶ τὸν ὅρκον φυλάττοντες καὶ τὸν τῶν γυναικῶν λόγον ἐν νῶι θέμενοι πέμπουσι τῆς στρατιᾶς τοὺς εὐρωστοτάτους ἅμα καὶ νεωτάτους, οὓς ἤιδεσαν οὐ μετασχόντας τῶν ὅρκων διὰ τὸ παῖδας ἔτι ὄντας συνεξελθεῖν τοῖς ἐν ἡλικίαι· προσέταξαν δὲ συγγίγνεσθαι ταῖς παρθένοις ἁπάσαις ἅπαντας ἡγούμενοι πολυτεκνήσειν μᾶλλον. γενομένων δὲ τούτων οἱ μὲν παῖδες ὠνομάσθησαν Παρθενίαι. Μεσσήνη δὲ ἑάλω πολεμηθεῖσα ἐννεακαίδεκα ἔτη, καθάπερ καὶ Τυρταῖός φησιν Ἀμφʼ αὐτὴν δʼ ἐμάχοντʼ ἐννεακαίδεκʼ ἔτη νωλεμέως αἰεὶ ταλασίφρονα θυμὸν ἔχοντες αἰχμηταὶ πατέρων ἡμετέρων πατέρες· εἰκοστῶι δʼ οἱ μὲν κατὰ πίονα ἔργα λιπόντες φεῦγον Ἰθωμαίων ἐκ μεγάλων ὀρέων. τὴν μὲν οὖν Μεσσηνίαν κατενείμαντο. ἐπανελθόντες δʼ οἴκαδε τοὺς Παρθενίας οὐχ ὁμοίως τοῖς ἄλλοις ἐτίμων ὡς οὐκ ἐκ γάμου γεγονότας· οἱ δὲ συνιστάμενοι μετὰ τῶν εἱλώτων ἐπεβούλευσαν τοῖς Λακεδαιμονίοις καὶ συνέθεντο ἆραι σύσσημον ἐν τῆι ἀγορᾶι πῖλον Λακωνικόν, ἐπειδὰν ἐγχειρῶσι. τῶν δὲ εἱλώτων τινὲς ἐξαγγείλαντες, τὸ μὲν ἀντεπιτίθεσθαι χαλεπὸν ἔγνωσαν· καὶ γὰρ πολλοὺς εἶναι καὶ πάντας ὁμόφρονας, ὡς ἂν ἀλλήλων ἀδελφοὺς νομιζομένους· τοὺς μέλλοντας δʼ αἴρειν τὸ σύσσημον ἐκ τῆς ἀγορᾶς ἀπιέναι προσέταξαν. οἱ μὲν δὴ μεμηνυμένην αἰσθόμενοι τὴν πρᾶξιν ἐπέσχον· οἱ δὲ διὰ τῶν πατέρων ἔπεισαν αὐτοὺς εἰς ἀποικίαν ἐξελθεῖν. κἂν μὲν κατάσχωσιν ἀρκοῦντα τὸν τόπον, μένειν, εἰ δὲ μή, τῆς Μεσσηνίας τὸ πέμπτον κατανείμασθαι μέρος ἐπανιόντας. οἱ δὲ σταλέντες κατελάβοντο τοὺς Ἀχαιοὺς πολεμοῦντας τοῖς βαρβάροις, μετασχόντες δὲ τῶν κινδύνων κτίζουσι τὴν Τάραντα.

Πολύβιος Ἐφόρου δὲ πάλιν ἄγνοιαν καταψεύδεται φάσκων λέγειν αὐτὸν ὅτι Διονύσιος ὁ πρεσβύτερος παρελάμβανε τὴν ἀρχὴν ἐτῶν εἴκοσι τριῶν ὑπάρχων, δυναστεῦσαι δὲ τετταράκοντα καὶ δύο, μεταλλάξαι δὲ τὸν βίον προσλαβὼν τοῖς ἑξήκοντα τρία. τοῦτο γὰρ οὐδεὶς ἂν εἴπειε δήπου τοῦ συγγραφέως εἶναι τὸ διάπτωμα, τοῦ δὲ γραφέως ὁμολογουμένως.

Πλούταρχος ἔτι δὲ μᾶλλον αὐτοὺς ἐπῆρεν εὐτυχία τις γενομένη κατὰ θάλασσαν, ἐν ἧι νικήσαντες τὸν Φίλιστον ὠμῶς καὶ βαρβαρικῶς αὐτῶι προσηνέχθησαν. Ἔφορος μὲν οὖν φησιν, ὡς ἁλισκομένης τῆς νεὼς ἑαυτὸν ἀνέλοι· Τιμωνίδης δὲ ... γράφων πρὸς Σπεύσιππον ... ἱστορεῖ ζῶντα ληφθῆναι ...

Πλούταρχος ἀλλὰ Τίμαιος ... ἐμπίμπλαται τῶν κατʼ αὐτοῦ βλασφημιῶν ... οὐ μὴν οὐδʼ Ἔφορος ὑγιαίνει τὸν Φίλιστον ἐγκωμιάζων ...

Πλούταρχος παραλαβὼν τῶν μὲν οἰκείων Αἰσχύλον, ἀδελφὸν ὄντα τῆς Τιμοφάνους γυναικός, τῶν δὲ φίλων τὸν μάντιν, ὃν Σάτυρον μὲν Θεόπομπος, Ἔφορος δὲ καὶ Τίμαιος Ὀρθαγόραν ὀνομάζουσι ......

Κλήμης ὁ Ἀλεξανδρεύς Θεόπομπος δὲ καὶ Ἔφορος καὶ Τίμαιος Ὀρθαγόραν τινὰ μάντιν ἀναγράφουσι.

Κλήμης ὁ Ἀλεξανδρεύς ἀπὸ Τροίας ἁλώσεως ἐπὶ τὴν Ἡρακλειδῶν κάθοδον ἔτη ἑκατὸν εἴκοσι ἢ ὀγδοήκοντα. ἀπὸ τούτου ἐπὶ Εὐαίνετον ἄρχοντα, ἐφʼ οὗ φασιν Ἀλέξανδρον εἰς τὴν Ἀσίαν διαβῆναι, ὡς μὲν Φανίας ἔτη ἑπτακόσια δεκαπέντε· ὡς δὲ Ἔφορος ἑπτακόσια τριάκοντα πέντε· ὡς δὲ Τίμαιος καὶ Κλείταρχος ὀκτακόσια εἴκοσι· ὡς δὲ Ἐρατοσθένης ἑπτακόσια ἑβδομήκοντα· ὡς δὲ Δοῦρις ἀπὸ Τροίας ἁλώσεως ἐπὶ τὴν Ἀλεξάνδρου εἰς Ἀσίαν διάβασιν ἔτη χίλια.

Ἐπιμερισμοὶ Ὁμηρικοί νῶτος· καὶ γὰρ τούτου ἡ χρῆσις. καὶ τὸ μὲν οὐδέτερον πολύ, τὸ νῶτον· ἤδη δὲ καὶ τὸ ἀρσενικόν· ἱστορεῖται δὲ παρὰ Ξενοφῶντι καὶ Ἐφόρωι.

Ἡσύχιος ὁ Ἀλεξανδρεύς Ταναγραίων φυήν· κήτει ὁμοιότητα. Ἔφορος λέγει εἶναί τινα ἐν Τανάγραι παχύτατον, ὃς ἐλέγετο Κητεύς.

Πλούταρχος τῆι ἑβδόμηι φθίνοντος, περὶ ἣν δοκεῖ καὶ τὸ Ἴλιον ἁλῶναι, Θαργηλιῶνος, ὡς Ἔφορος καὶ Καλλισθένης καὶ Δαμάστης καὶ Φύλαρχος ἱστορήκασιν.

Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν αἲ γὰρ ἐμοὶ τοιόσδε πόσις δοκοῦσιν οἱ λόγοι ἀπρεπεῖς παρθένωι εἶναι καὶ ἀκόλαστοι. λύουσι δὲ ἐκ τοῦ προσώπου· ὑπόκεινται γὰρ τρυφῶντες οἱ Φαίακες καὶ παντάπασιν ἁβροδίαιτοι. Ἔφορος μέντοι τοὔμπαλιν ἐπαινεῖ τὸν λόγον ὡς ἐξ εὐφυοῦς πρὸς ἀρετὴν ψυχῆς.

Σχόλια εἰς Θεόκριτον Ὁμόλη δὲ Θετταλίας ὄρος, ὡς Ἔφορος καὶ Ἀριστόδημος ὁ Θηβαῖος ἐν οἷς ἱστορεῖ περὶ τῆς ἑορτῆς τῶν Ὁμολωίων καὶ Πίνδαρος ἐν τοῖς Ὑπορχήμασιν.

Στέφανος ὁ Βυζάντιος Ἀκραιφία· πόλις Βοιωτίας· οἱ δὲ Ἀκραίφιον· Παυσανίας δὲ Ἀκραίφνιον καὶ οὐδετέρως ..... τὸ ἐθνικὸν Ἀκραιφιαῖος καὶ Ἀκραίφιος .... Ἔφορος δὲ καὶ Ἀκραιφνίους καὶ Ἀκραιφνεώτας. Θεόπομπος δὲ τὰ Ἀκραίφνιά φησι καὶ τὸ ἐθνικὸν Ἀκραιφνιεύς.

Στέφανος ὁ Βυζάντιος Βάρις· πόλις. τὸ ἐθνικὸν Βαρίτης. λέγεται βάρις ἡ οἰκία, ὡς Ποσείδιππος· καὶ ἡ συνοικία, ὡς Ἔφορος.

Στέφανος ὁ Βυζάντιος Βοῖον· ἣν Ὅμηρος ἔοικε Βοίβην λέγειν. ἔστι δὲ Δωρικὴ πόλις οὐδετέρως λεγομένη καὶ θηλυκῶς. ἔστι Βοιαὶ καὶ Κρήτης πόλις. ὁ πολίτης Βοιάτης .... λέγεται καὶ Βοιαῖος, ὡς Ἔφορος. Ἡρωιδιανὸς δὲ Βοιίτης φησὶν ......

Στέφανος ὁ Βυζάντιος Ἱστίαια· πόλις Εὐβοίας ..... ὁ πολίτης Ἱστιαιεύς. Ἔφορος δὲ τὸ ἐθνικὸν Ἑστιαῖός φησι.

Στέφανος ὁ Βυζάντιος Νάρμαλις· πόλις Πισιδίας ... οἱ πολῖται Ναρμαλεῖς — ὡς Καβαλεῖς —, ὡς Ἔφορός φησι.

Στέφανος ὁ Βυζάντιος Νοστία· κώμη Ἀρκαδίας. Θεόπομπος λβ Φιλιππικῶν. Ἔφορος τὸ ἐθνικὸν Νεστάνιος ἔφη, ὥστε κατʼ αὐτὸν Νεστανίαν λέγεσθαι. ἡ αὐτὴ γὰρ τῆι προτέραι, ὡς δῆλον ἐξ ἄλλων.

Στέφανος ὁ Βυζάντιος Πάσσα· πόλις Θράικης. τὸ ἐθνικὸν Πασσαῖος ... ἔστι δὲ καὶ Πάσσανδα χωρίον παρὰ Ἀδραμύττιον πόλιν καὶ Κισθήνην. τὸ ἐθνικὸν Πασσανδεὺς τῶι τῆς χώρας τύπωι. Ἔφορος· «ὀλίγοι δέ τινες εἰς τὸ τῶν Πασσανδέων χωρίον ἔφυγον.»

Στράβων σκώπτεται δὲ καὶ ὁ Ἔφορος διότι τῆς πατρίδος ἔργα οὐκ ἔχων φράζειν ἐν τῆι διαριθμήσει τῶν ἄλλων πράξεων, οὐ μὴν οὐδʼ ἀμνημόνευτον αὐτὴν εἶναι θέλων, οὕτως ἐπιφωνεῖ· «κατὰ δὲ τὸν αὐτὸν καιρὸν Κυμαῖοι τὰς ἡσυχίας ἦγον.»

Κλήμης ὁ Ἀλεξανδρεύς Ἔφορος δὲ καὶ ἄλλοι πολλοὶ τῶν ἱστορικῶν καὶ ἔθνη καὶ γλώσσας πέντε καὶ ἑβδομήκοντα λέγουσιν εἶναι, ἐπακούσαντες τῆς φωνῆς Μωυσέως λεγούσης· «ἦσαν δὲ πᾶσαι αἱ ψυχαὶ ἐξ Ἰακὼβ πέντε καὶ ἑβδομήκοντα αἱ εἰς Αἴγυπτον κατελθοῦσαι.» φαίνονται δὲ εἶναι καὶ κατὰ τὸν ἀληθῆ λόγον αἱ γενικαὶ διάλεκτοι δύο καὶ ἑβδομήκοντα, ὡς αἱ ἡμέτεραι παραδιδόασι γραφαί ...

Ἰώσηπος ὁ ἱστορικός Ἡσίοδός τε καὶ Ἑκαταῖος καὶ Ἑλλάνικος καὶ Ἀκουσίλαος καὶ πρὸς τούτοις Ἔφορος καὶ Νικόλαος ἱστοροῦσι τοὺς ἀρχαίους ζήσαντας ἔτη χίλια.