---
title: On Piety and Virtue
title_greek: Ἀποσπάσματα
author: Clinias of Tarentum
eul_wid: hcg-ab
eul_aid: hcg
canonical: "https://eulogikon.org/works/clinias-tarentum-piety-virtue-hcg-ab"
period: Classical
dialect: "Doric (phi, frg)"
domain: Philosophy
format: Collection
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# On Piety and Virtue

*Ἀποσπάσματα*

**Author:** Clinias of Tarentum

**eul_wid:** `hcg-ab` · [HTML page](https://eulogikon.org/works/clinias-tarentum-piety-virtue-hcg-ab)

## Text

### 108 (1t)

Περὶ ὁσιότητος καὶ εὐσεβείας Stob. 3.1.75 p. 30 He. (Mullach 2 p. 24) 〈Κλεινίου〉 Πυθαγορείου Ταραντίνου. Πᾶσα μὲν ὦν ἀρετὰ τελεοῦται, καθάπερ ἐν ἀρχᾷ διώρισται, ἐκ λόγου καὶ προαιρέσεως καὶ δυνάμεως. τούτων δὲ καθ’ ἑαυτὸ ἕκαστον οὐκ ἀρετᾶς μέρος ἐντί, ἀλλ’ αἴτιον ἀρετᾶς. ὅσοι μὲν οὖν ἔχοντι τὸ νοατικὸν καὶ γνωστικὸν μέρος αὐτᾶς, δεινοί τε καὶ συνετοὶ ὀνυμαίνονται· ὅσοι δὲ τὸ ἠθικόν τε καὶ προαιρετικόν, χρήσιμοί τε καὶ ἐπιεικέες. Stob. 3.1.76 p. 31 He. (Mullach 2 p. 24) Κλεινίου Πυθαγορείου Ταραντίνου ἐκ τοῦ Περὶ ὁσιότητος καὶ εὐσεβείας. Ὁπότας δὲ ἕξω τὰς αἰτίας ἀναιρεῖν, δι’ ἃς ἀδικεῖν πέφυκεν ἄνθρωπος; αὗται δὲ τρεῖς τυγχάνοντι· φιλαδονία μὲν ἐν ταῖς ἀπολαύσεσι ταῖς διὰ σώματος, πλεονεξία δὲ ἐν τῷ κερδαίνειν· φιλοδοξία δὲ ἐν τῷ καθυπερέχειν καὶ 〈ἄρχειν τῶν〉 ἴσων τε καὶ ὁμοίων. δεῖ τοιγαροῦν γνωρίζειν, ὅτι τούτοις ἀντιτιθέμεν οἷόν τέ ἐστιν, ἃ μὲν φόβον ἐμπαρασκευάζοντι τοῖς ἀνθρώποις, ἃ δὲ αἰσχύναν, ἃ δὲ καὶ ἐπιθυμίαν· φόβον μὲν δὴ τῶν νόμων, αἰσχύναν δὲ τῶν θεῶν, ἐπιθυμίαν δὲ τῶν λόγων. διδάσκειν ὦν δεῖ τὼς νέως ἐξ ἀρχᾶς τάν τε τῶν θεῶν τιμὰν καὶ τὰν τῶν νόμων· ἐκ τῶνδε γὰρ φανερὸν ἂν εἴη, ὅτι πᾶν ἔργον ἀνθρώπινον καὶ βίος 〈ὃσ〉 ὁσιότατός τε καὶ εὐσεβείας μεθέξει, καὶ ὀρθοπλοιεῖ. On numbers: Ps.—Iambl. Theol. arithm. p. 21 De F. καὶ Κλεινίας δὲ ὁ Ταραντῖνος· ταῦτα γὰρ (sc. the numbers 1—4) ἄρα μένοντα μέν, φησίν, ἀριθμητικὰν καὶ γεωμετρίαν ἐγέννασεν, ἐκκινηθέντα δὲ ἁρμονίαν καὶ ἀστρονομίαν. Syrian. CAG 6.1 p. 168 Kroll ἄξιον δὴ τούτοις ἢ τὰ Κλεινίου τοῦ Πυθαγορείου παραβάλλειν, ὃς ἐξῃρῆσθαι βούλεται πανταχοῦ τὸ ἓν καὶ τὸ μέτρον οὐ μόνον σωμάτων οὐδὲ τῶν ἐγκοσμίων πραγμάτων, ἀλλὰ καὶ αὐτῶν τῶν νοητῶν, ἡνίκα ἂν αὐτὸ σεμνύνων ἀρχὰν εἶναι τῶν ὄντων λέγῃ καὶ νοατῶν μέτρον καὶ ἀγένητον καὶ ἀίδιον καὶ μόνον καὶ κυριῶδες, αὐτὸ ἑαυτὸ δηλοῦν.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: hcg-ab`.
