eul_wid: nbg-aa
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

On Cleopatra's Banquet by Socrates of Rhodes

On Cleopatra's Banquet is a fragmentary historical prose text attributed to Socrates of Rhodes, also known by the title Extracts. The work centres on a famously extravagant banquet given by Cleopatra VII for the Roman triumvir Mark Antony in Cilicia during the late 1st century BCE. Its most detailed surviving passage, preserved by the later author Athenaeus, describes the queen's strategic display of wealth, including the dissolution of a priceless pearl earring in vinegar, which she then drank to win a wager. This anecdote exemplifies the work's anecdotal and sensational style, which emphasizes the almost unimaginable luxury of the Ptolemaic court and offers a moralizing critique of such decadence within the established literary trope of the Oriental banquet. The text is entirely lost except for four fragments quoted by Athenaeus in his Deipnosophistae, surviving through this secondary transmission alone without an independent manuscript tradition. The legend of Cleopatra's pearl, as transmitted by Socrates of Rhodes, became one of the most enduring stories about the queen. Repeated by subsequent authors like Pliny the Elder, it profoundly shaped the popular image of Cleopatra as a figure of lavish spectacle and cunning, influencing artistic and literary depictions for centuries.

ΠΕΡΙ ΕΜΦΥΛΙΟΥ ΠΟΛΕΜΟΥ.

Ἀθήναιος : Σωκράτης δὲ ὁ Ῥόδιος ἐν τρίτῳ Ἐμφυλίου πολέμου τὸ Κλεοπάτρας ἀναγράφων συμπόσιον, τῆς τελευταίας Αἰγύπτου βασιλευσάσης, γημαμένης δʼ Ἀντωνίῳ τῷ Ῥωμαίων στρατηγῷ ἐν Κιλικίᾳ, φησὶν οὕτως· «Ἀπαντήσασα τῷ Ἀντωνίῳ ἡ Κλεοπάτρα ἐν Κιλικίᾳ, παρεσκεύασεν αὐτῷ βασιλικὸν συμπόσιον, ἐν ᾧ πάντα χρύσεα καὶ λιθοκόλλητα περιττῶς ἐξειργασμένα ταῖς τέχναις· ἦσαν δὲ, φησὶ, καὶ οἱ τοῖχοι ἁλουργέσι καὶ διαχρύσοις ἐμπεπετασμένοι ὕφεσι. Καὶ δώδεκα τρίκλινα διαστρώσασα, ἐκάλεσε τὸν Ἀντώνιον, μεθʼ ὧν ἐβούλετο, ἡ Κλεοπάτρα. Τοῦ δὲ τῇ πολυτελείᾳ τῆς ὄψεως ἐκπλαγέντος, ὑπομειδιάσασα, ταῦτʼ ἔφη πάντα δωρεῖσθαι αὐτῷ, καὶ εἰς αὔριον παρεκάλει συνδειπνῆσαι πάλιν, ἥκοντα μετὰ τῶν φίλων καὶ τῶν ἡγεμόνων· ὅτε καὶ πολλῷ κρεῖττον διακοσμήσασα τὸ συμπόσιον, ἐποίησε φανῆναι τὰ πρῶτα μικρὰ, καὶ πάλιν καὶ ταῦτα ἐδωρήσατο. Τῶν δʼ ἡγεμόνων ἐφʼ ᾗ ἕκαστος κατέκειτο κλίνῃ, καὶ τὰ κυλικεῖα, καθὼς ταῖς στρωμναῖς ἐμεμέριστο, ἑκάστῳ φέρειν ἐπέτρεψε. Καὶ κατὰ τὴν ἄφοδον τοῖς μὲν ἐν ἀξιώμασι φορεῖα σὺν τοῖς κομίζουσι, τοῖς πλείοσι δὲ καταργύροις σκευαῖς κεκοσμημένους ἵππους, πᾶσι δὲ λαμπτηροφόρους παῖδας Αἰθίοπας παρέστησε. Τῇ δὲ τετάρτῃ τῶν ἡμερῶν ταλαντιαίους εἰς ῥόδα μισθοὺς δέδωκε, καὶ κατεστρώθη ἐπὶ πηχυαῖα βάθη τὰ ἐδάφη τῶν δένδρων ἐμπεπετασμένων δικτύων τοῖς ἕλιξιν.» Ἱστορεῖ δὲ καὶ αὐτὸν τὸν Ἀντώνιον, ἐν Ἀθήναις μετὰ ταῦτα διατρίψαντα, περίοπτον ὑπὲρ τὸ θέατρον κατασκευάσαντα σχεδίαν, χλωρᾷ πεπυκασμένην ὕλῃ, ὥσπερ ἐπὶ τῶν Βακχικῶν ἄντρων γίνεται, ταύτης τύμπανα καὶ νεβρίδας καὶ παντοδάπʼ ἄλλʼ ἀθύρματα Διονυσιακὰ ἐξαρτήσαντα, μετὰ τῶν φίλων ἐξ ἑωθινοῦ κατακλινόμενον μεθύσκεσθαι, λειτουργούντων αὐτῷ τῶν ἐξ Ἰταλίας μεταπεμφθέντων ἀκροαμάτων, συνηθροισμένων ἐπὶ τὴν θέαν τῶν Πανελλήνων. «Μετέβαινε δʼ ἐνίοτε, φησὶ, καὶ ἐπὶ τὴν ἀκρόπολιν, ἀπὸ τῶν τεγῶν λαμπάσι δᾳδουχουμένης πάσης τῆς Ἀθηναίων πόλεως. Καὶ ἔκτοτʼ ἐκέλευσεν ἑαυτὸν Διόνυσον ἀνακηρύττεσθαι κατὰ τὰς πόλεις ἁπάσας.»

Ἀθήναιος : Βομβυλιός· θηρίκλειον Ῥοδιακὸν, οὗ περὶ τῆς ἰδέας Σωκράτης φησίν· «Οἱ μὲν ἐκ φιάλης πίνοντες ὅσον θέλουσι τάχιστʼ ἀπαλλαγήσονται, οἱ δὲ ἐκ βομβυλιοῦ κατὰ μικρὸν στάζοντες.»

Ὄλυμπος — ΠΕΡΙ ΚΛΕΟΠΑΤΡΑΣ. —

Πλούταρχος : Ἐκ δὲ λύπης ἅμα τοσαύτης καὶ ὀδύνης — ἀνεφλέγμηνε γὰρ αὐτῆς τὰ στέρνα τυπτομένης καὶ ἥλκωτο — πυρετῶν ἐπιλαβόντων, ἠγάπησε τὴν πρόφασιν, ὡς ἀφεξομένη τροφῆς διὰ τοῦτο, καὶ παραλύσουσα τοῦ ζῆν ἀκωλύτως ἑαυτήν. Ἦν δὲ ἰατρὸς αὐτῇ συνήθης Ὄλυμπος, ᾧ φράσασα τἀληθὲς, ἔχρητο συμβούλῳ καὶ συνεργῷ τῆς καθαιρέσεως, ὡς αὐτὸς ὁ Ὄλυμπος εἴρηκεν, Ἱστορίαν τινὰ τῶν πραγμάτων τούτων ἐκδεδωκώς.