eul_wid: hki-aa
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

On Hunting with Mirrors by Clearchus of Soli

On Hunting with Mirrors is a lost treatise by the Peripatetic philosopher Clearchus of Soli, a pupil of Aristotle active around 300 BCE. Written in Attic Greek, the work investigated natural phenomena, with its title derived from a described method of capturing birds using mirrors. The technique involved placing a mirror opposite a snare; the birds, seeing their own reflection during mating season, would rush toward it and become entangled. This placed the work within a popular Hellenistic genre of paradoxography, which collected and sought to explain marvels of the natural world. The treatise is also known by the alternative title Apostasmata, meaning "Extracts," indicating it was structured as a collection of observations or excerpts.

The work survives only in fragments, with 127 passages preserved by later authors such as Athenaeus in his Deipnosophistae and Plutarch. These fragments reveal a blend of zoological curiosity, optical interest, and anecdotal compilation, reflecting the broader Peripatetic tradition of empirical inquiry. The content ranged from the hunting habits of quail and jackdaws to discussions of animal behaviour and natural philosophy, likely intended for an educated audience fascinated by scientific curiosities. As a lost text, its influence is discernible only through these later citations, which transmitted Clearchus's observations into the enduring stream of ancient natural history and paradoxographical literature.

Ἀθήναιος περὶ δὲ τῆς τῶν ὀρτύγων θήρας ἰδίως ἱστορεῖ Κλέαρχος ὁ Σολεὺς ἐν τῷ ἐπιγραφομένῳ περὶ τῶν ἐν τῇ Πλάτωνος πολιτείᾳ μαθηματικῶς εἰρημένων γράφων οὕτως: οἱ ὄρτυγες περὶ τὸν τῆς ὀχείας καιρόν, ἐὰν κάτοπτρον ἐξ ἐναντίας τις αὐτῶν καὶ πρὸ τούτου βρόχον θῇ, τρέχοντες πρὸς τὸν ἐμφαινόμενον ἐν τῷ κατόπτρῳ ἐμπίπτουσιν εἰς τὸν βρόχον. καὶ περὶ τῶν κολοιῶν δὲ καλουμένων τὰ ὅμοια ἱστορεῖ ἐν τούτοις: καὶ τοῖς κολοιοῖς δὲ διὰ τὴν φυσικὴν φιλοστοργίαν, καίπερ τοσοῦτον πανουργίᾳ διαφέρουσιν, ὅμως ὅταν ἐλαίου κρατὴρ τεθῇ πλήρης, οἱ στάντες αὐτῶν ἐπὶ τὸ χεῖλος καὶ καταβλέψαντες ἐπὶ τὸν ἐμφαινόμενον καταράττουσιν. διόπερ ἐλαιοβρόχων γενομένων ἡ τῶν πτερῶν αὐτοῖς συγκόλλησις αἰτία γίνεται τῆς ἁλώσεως.

Πλούταρχος ὑποδεδειγμένων δὲ τούτων, τὸ μὲν συμπληροῦν τὰ διαστήματα καὶ παρεντάττειν τὰς μεσότητας, εἰ καὶ μηδεὶς ἐτύγχανε πεποιηκὼς πρότερον, ὑμῖν ἂν αὐτοῖς ἕνεκα γυμνασίας παρῆκα. νῦν δὲ πολλοῖς κἀγαθοῖς ἀνδράσιν ἐξειργασμένου τούτου, μάλιστα δὲ Κράντορι καὶ Κλεάρχῳ καὶ Θεοδώρῳ τοῖς Σολεῦσι, μικρὰ περὶ τῆς τούτων διαφορᾶς εἰπεῖν οὐκ ἄχρηστόν ἐστιν. ὁ γὰρ Θεόδωρος οὐχ ὡς ἐκεῖνοι δύο στίχους ποιῶν, ἀλλʼ ἐπὶ μιᾶς εὐθείας ἐφεξῆς τούς τε διπλασίους ἐκτάττων καὶ τοὺς τριπλασίους, πρῶτον μὲν ἰσχυρίζεται τῇ λεγομένῃ κατὰ μῆκος σχίσει τῆς οὐσίας, δύο ποιούσῃ μοίρας ὡς ἐκ μιᾶς, οὐ τέσσαρας ἐκ δυοῖν. ἔπειτά φησι τὰς τῶν μεσοτήτων παρεντάξεις οὕτω λαμβάνειν προσήκειν χώραν. εἰ δὲ μή, ταραχὴν καὶ σύγχυσιν ἔσεσθαι καὶ μεταστάσεις εἰς τὸ πρῶτον, εὐθὺς τριπλάσιον ἐκ τοῦ πρώτου διπλασίου τῶν συμπληρούντων ἑκάτερον ὀφειλόντων. τοῖς δὲ περὶ τὸν Κράντορα βοηθοῦσιν αἵ τε θέσεις τῶν ἀριθμῶν, ἐπιπέδων ἐπιπέδοις καὶ τετραγώνων τετραγώνοις καὶ κύβων κύβοις ἀντιθέτως συζυγούντων, τῇ τε μὴ κατὰ τάξιν αὐτῶν λήψει, ἀλλʼ ἐναλλὰξ ἀρτίων καὶ περιττῶν

Κλήμης ὁ Ἀλεξανδρεύς Κλέαρχος δὲ ὁ Περιπατητικὸς εἰδέναι φησί τινα Ἰουδαῖον, ὃς Ἀριστοτέλει συνεγένετο.

Ἰώσηπος ὁ ἱστορικός ὅτι δὲ οὐ μόνον ἠπίσταντο τοὺς Ἰουδαίους, ἀλλὰ καὶ ἐθαύμαζον ὅσοις αὐτῶν ἐντύχοιεν οὐχ οἱ φαυλότατοι τῶν Ἑλλήνων, ἀλλʼ οἱ ἐπὶ σοφίᾳ μάλιστα τεθαυμασμένοι, ῥᾴδιον γνῶναι. Κλέαρχος γὰρ ὁ Ἀριστοτέλους ὢν μαθητὴς καὶ τῶν ἐκ τοῦ Περιπάτου φιλοσόφων οὐδενὸς δεύτερος ἐν τῷ πρώτῳ περὶ ὕπνου βιβλίῳ φησὶν Ἀριστοτέλην τὸν διδάσκαλον αὐτοῦ περί τινος ἀνδρὸς Ἰουδαίου ταῦτα ἱστορεῖν, αὐτῷ τε τὸν λόγον Ἀριστοτέλει ἀνατίθησι. ἐστὶ δʼ οὕτω γεγραμμένον: ἀλλὰ τὰ μὲν πολλὰ μακρὸν ἂν εἴη λέγειν, ὅσα δʼ ἔχει τῶν ἐκείνου θαυμασιότητά τινα καὶ φιλοσοφίαν, ὁμοίως διελθεῖν οὐ χεῖρον. σαφῶς δʼ ἴσθι, εἶπεν, Ὑπεροχίδη, ὀνείροις ἴσα σοὶ δόξω λέγειν. καὶ ὁ Ὑπεροχίδης εὐλαβούμενος: διʼ αὐτὸ γάρ, ἔφη, τοῦτο καὶ ζητοῦμεν ἀκοῦσαι πάντες. οὐκοῦν, εἶπεν ὁ Ἀριστοτέλης, κατὰ τὸ τῶν ῥητορικῶν παράγγελμα τὸ γένος αὐτοῦ πρῶτον διέλθωμεν, ἵνα μὴ ἀπειθῶμεν τοῖς τῶν ἀπαγγελιῶν διδασκάλοις. λέγε, εἶπεν ὁ Ὑπεροχίδης, οὕτως εἰ δοκεῖ. κἀκεῖνος τοίνυν τὸ μὲν γένος ἦν Ἰουδαῖος ἐκ τῆς Κοίλης Συρίας, οὗτοι δʼ εἰσὶν ἀπόγονοι τῶν ἐν Ἰνδοῖς φιλοσόφων. καλοῦνται δέ, ὥς φασιν, οἱ φιλόσοφοι παρὰ μὲν Ἰνδοῖς Καλανοί, παρὰ δὲ Σύροις Ἰουδαῖοι, τοὔνομα λαβόντες ἀπὸ τοῦ τόπου. προσαγορεύεται γὰρ ὃν κατοικοῦσι τόπον Ἰουδαία. τὸ δὲ τῆς πόλεως αὐτῶν ὄνομα πάνυ σκολιόν ἐστιν, Ἱερουσαλήμην γὰρ αὐτὴν καλοῦσιν. οὗτος οὖν ὁ ἄνθρωπος ἐπιξενούμενός τε πολλοῖς κἀκ τῶν ἄνω τόπων εἰς τοὺς ἐπιθαλαττίους ὑποκαταβαίνων Ἑλληνικὸς ἦν οὐ τῇ διαλέκτῳ μόνον ἀλλὰ καὶ τῇ ψυχῇ. καὶ τότε διατριβόντων ἡμῶν περὶ τὴν Ἀσίαν παραβαλὼν εἰς τοὺς αὐτοὺς τόπους ἅνθρωπος ἐντυγχάνει ἡμῖν τε καί τισιν ἑτέροις τῶν σχολαστικῶν πειρώμενος αὐτῶν τῆς σοφίας. ὡς δὲ πολλοῖς τῶν ἐν παιδείᾳ συνῳκείωτο, παρεδίδου τι μᾶλλον ὧν εἶχεν. ταῦτʼ εἴρηκεν ὁ Ἀριστοτέλης παρὰ τῷ Κλεάρχῳ, καὶ προσέτι πολλὴν καὶ θαυμάσιον καρτερίαν τοῦ Ἰουδαίου ἀνδρὸς ἐν τῇ διαίτῃ καὶ σωφροσύνην διεξιών. ἔνεστι δὲ τοῖς βουλομένοις ἐξ αὐτοῦ τὸ πλέον γνῶναι τοῦ βιβλίου. φυλάττομαι γὰρ ἐγὼ τὰ πλείω τῶν ἱκανῶν παρατίθεσθαι. Κλέαρχος μὲν οὖν ἐν παρεκβάσει ταῦτʼ εἴρηκεν, τὸ γὰρ προκείμενον αὐτῷ ἦν ἕτερον, οὕτως ἡμῶν μνημονεύσας.

Πρόκλος ὅτι δὲ καὶ ἐξιέναι τὴν ψυχὴν καὶ εἰσιέναι δυνατὸν εἰς τὸ σῶμα δηλοῖ καὶ ὁ παρὰ τῷ Κλεάρχῳ τῇ ψυχουλκῷ ῥάβδῳ χρησάμενος ἐπὶ τοῦ μειρακίου τοῦ καθεύδοντος καὶ πείσας τὸν δαιμόνιον Ἀριστοτέλη, καθάπερ ὁ Κλέαρχος ἐν τοῖς περὶ ὕπνου φησίν, περὶ τῆς ψυχῆς, ὡς ἄρα χωρίζεται τοῦ σώματος καὶ ὡς εἴσεισιν εἰς τὸ σῶμα καὶ ὡς χρῆται αὐτῷ οἷον καταγωγίῳ. τῇ γὰρ ῥάβδῳ πλήξας τὸν παῖδα τὴν ψυχὴν ἐξείλκυσεν καὶ οἷον ἄγων διʼ αὐτῆς πόρρω τοῦ σώματος ἀκίνητον ἐνέδειξε τὸ σῶμα καὶ ἀβλαβὲς σῳζόμενον ἀναισθητεῖν πρὸς τὰς πληγὰς τῶν γναπτόντων ὅμοιον ἀψύχῳ. ἐκείνην δὲ μεταξὺ διενεχθεῖσαν πόρρω τοῦ σώματος ἐγγύθεν αὐτῆς ἀγομένης πάλιν τῆς ῥάβδου μετὰ τὴν εἴσοδον ἀπαγγέλλειν ἕκαστα. τοιγαροῦν ἐκ τούτων πιστεῦσαι τούς τε ἄλλους τῆς τοιαύτης ἱστορίας θεατὰς καὶ τὸν Ἀριστοτέλην χωριστὴν εἶναι τοῦ σώματος τὴν ψυχήν. τοῦτο μὲν οὖν ὅπερ λέγω, τὸ τὴν ψυχὴν ἐξιέναι τε δύνασθαι τοῦ σώματος καὶ αὖθις εἰσιέναι καὶ ἔμπνουν ποιεῖν ὅπερ ἀπελελοίπει, ταῦτά τε δηλοῖ πάλαι τοῖς ἡγεμόσιν τοῦ Περιπάτου γεγραμμένα καὶ κτλ.

Πρόκλος καὶ γὰρ ἐφʼ ἡμῶν τινες ἤδη καὶ ἀποθανεῖν ἔδοξαν καὶ μνήμασιν ἐνετέθησαν καὶ ἀνεβίωσαν καὶ ὤφθησαν οἱ μὲν ἐγκαθήμενοι τοῖς μνήμασιν, οἱ δὲ καὶ ἐφεστῶτες· καθάπερ δὴ καὶ ἐπὶ τῶν πάλαι γεγονότων ἱστοροῦνται καὶ Ἀριστέας ὁ Προκοννήσιος καὶ Ἑρμότιμος ὁ Κλαζομένιος καὶ Ἐπιμενίδης ὁ Κρὴς μετὰ θάνατον ἐν τοῖς ζῶσιν γενόμενοι. καὶ τί δεῖ πολλὰ λέγειν; ὅπου γε καὶ ὁ μαθητὴς Ἀριστοτέλους Κλέαρχος ἱστορίαν τινὰ τοιαύτην πρῶτος παραδέδωκεν θαυμασίαν. Κλεώνυμος ὁ Ἀθηναῖος, φιλήκοος ἀνὴρ τῶν ἐν φιλοσοφίᾳ λόγων, ἑταίρου τινὸς αὐτῷ τελευτήσαντος περιαλγὴς γενόμενος καὶ ἀθυμήσας ἐλιποψύχησέν τε καὶ τεθνάναι δόξας τρίτης ἡμέρας οὔσης κατὰ τὸν νόμον προυτέθη. περιβάλλουσα δὲ αὐτὸν ἡ μήτηρ καὶ πανύστατον ἀσπαζομένη, τοῦ προσώπου θοἰμάτιον ἀφελοῦσα καὶ καταφιλοῦσα τὸν νεκρὸν ᾔσθετο βραχείας ἀναπνοῆς αὐτῷ τινος ἐγκειμένης. περιχαρῆ δὲ αὐτὴν γενομένην ἐπισχεῖν τὴν ταφήν. τὸν δὲ Κλεώνυμον ἀναφέροντα κατὰ μικρὸν ἐγερθῆναι καὶ εἰπεῖν ὅσα τε ἐπειδὴ χωρὶς ἦν τοῦ σώματος καὶ οἷα ἴδοι καὶ ἀκούσειεν. τὴν μὲν οὖν αὑτοῦ ψυχὴν φάναι παρὰ τὸν θάνατον οἷον ἐκ δεσμῶν δόξαι τινῶν ἀφειμένην τοῦ σώματος παρεθέντος μετέωρον ἀρθῆναι, καὶ ἀρθεῖσαν ὑπὲρ γῆς ἰδεῖν τόπους ἐν αὐτῇ παντοδαποὺς καὶ τοῖς σχήμασι καὶ τοῖς χρώμασιν καὶ ῥεύματα ποταμῶν ἀπρόσοπτα ἀνθρώποις· καὶ τέλος ἀφικέσθαι εἴς τινα χῶρον ἱερὸν τῆς Ἑστίας, ὃν περιέπειν δαιμονίας δυνάμεις ἐν γυναικῶν μορφαῖς ἀπεριηγήτοις. εἰς δὲ ἐκεῖνον αὑτὸν τὸν τόπον καὶ ἄλλον ἀφικέσθαι ἄνθρωπον καὶ ἀμφοῖν τὴν αὐτὴν γενέσθαι φωνήν, μένειν τε ἡσυχῇ καὶ ὁρᾶν τὰ ἐκεῖ πάντα. καὶ δὴ καὶ ὁρᾶν ἄμφω ψυχῶν ἐκεῖ κολάσεις τε καὶ κρίσεις καὶ τὰς ἀεὶ καθαιρομένας καὶ τὰς τούτων ἐπισκόπους Εὐμενίδας. ἔπειτα κελευσθῆναι ἀποχωρεῖν, καὶ ἀποχωρήσαντας ἀλλήλους ἐπανερέσθαι τίνες εἶεν, καὶ εἰπεῖν ἀλλήλοις τὰ ὀνόματα καὶ τὰς πατρίδας, τὸν μὲν Ἀθήνας καὶ Κλεώνυμον, τὸν δὲ Συρακούσας καὶ Λυσίαν, καὶ ἀλλήλοις παρακελεύσασθαι ζητῆσαι πάντως ἑκάτερον, ἐὰν εἰς τὴν θατέρου πόλιν ἀφίκηται, τὸν ἀπʼ ἐκείνης ὡρμημένον. καὶ μετὰ χρόνον οὐ πολὺν ἐλθεῖν μὲν Ἀθήναζε τὸν Λυσίαν, πόρρωθεν δὲ αὐτὸν ἰδόντα τὸν Κλεώνυμον ἀναβοῆσαι τοῦτον εἶναι τὸν Λυσίαν, καὶ τοῦτον ὡσαύτως ἐπιγνῶναί τε πρὶν προσέλθῃ καὶ τοῖς παροῦσιν εἰπεῖν τοῦτον εἶναι τὸν Κλεώνυμον.

Θεοδώρητος ὁ Κύρρου Κλέαρχος δὲ τῶν τεττάρων εἶναι στοιχείων τὴν ἁρμονίαν

Πλατωνικὴ ὑπόμνησις παρὰ παροιμίας φησὶ τῆς κινήσω τὸν ἀφʼ ἱερᾶς, ἣ τέτακται ἐπὶ τῶν τὴν ἐσχάτην βοήθειαν κινούντων. μετείληπται δὲ ἀπὸ τῶν πεττευόντων, παρὰ τούτοις γὰρ κεῖταί τις ψῆφος οἷον ἱερὰ καὶ ἀκίνητος, θεῶν νομιζομένη, ὥς φησιν Κλέαρχος ἐν Ἀρκεσίλᾳ.

Εὐστάθιος ὁ Θεσσαλονίκης Κλέαρχος τοῖς πέντε φησὶ πλάνησιν ἀναλογεῖν

Λαέρτιος Διογένης Κλέαρχος δὲ ὁ Σολεὺς ἐν τῷ περὶ παιδείας καὶ τοὺς Γυμνοσοφιστὰς ἀπογόνους εἶναι τῶν Μάγων φησίν.

Ἡσύχιος ὁ Ἀλεξανδρεύς Μανέρως τοῦτόν φασιν Αἰγύπτιον ὁμολογῆσαι πρῶτον παρὰ Μουσῶν διδαχθέντα, καὶ διὰ τοῦτο πᾶσιν ἀνὰ στόμα γενέσθαι, ὡς Κλέαρχος ἐν τοῖς περὶ παιδείας ἱστορεῖ.

Ἀθήναιος Κλέαρχος, ὦ λῷστε, ἐν δευτέρῳ περὶ παιδείας οὑτωσί φησιν: λείπεται τίς ὁ συρβηνέων χορός, ὧν ἕκαστον τὸ δοκοῦν ἑαυτῷ κατᾷσαι δεῖ, προσέχοντα οὐδὲν τῷ προκαθημένῳ καὶ διδάσκοντι τὸν χορόν, ἀλλʼ οὗτος αὐτὸς πολὺ τούτων ἀτακτότερός ἐστιν θεατής.

Ἀθήναιος συνελόντι δὲ εἰπεῖν κατὰ τὸν Σολέα Κλέαρχον οὐ καρτερικὸν βίον ἀσκεῖτε, κυνικὸν δὲ τῷ ὄντι ζῆτε, καίτοι τοῦ ζῴου τούτου ἐν τέτταρσι τὴν φύσιν περιττὴν ἔχοντος, ὧνπερ ὑμεῖς τὰ χείρω μερισάμενοι τηρεῖτε. αἰσθήσει τε γὰρ τῇ κατʼ ὄσφρανσιν καὶ πρὸς τὸ οἰκεῖον καὶ ἀλλότριον θαυμαστόν, καὶ τῷ συνανθρωπίζον οἰκουρὸν εἶναι καὶ φυλακτικὸν τοῦ τῶν εὖ δρώντων βίου πάντων περιττότατον. ὧν οὐδέτερον πρόσεστιν ὑμῖν τοῖς τὸν κυνικὸν βίον μιμουμένοις. οὔτε γὰρ συνανθρωπίζετε οὔτε διαγινώσκετε οὐδένα τῶν ὁμιλούντων, αἰσθήσει τε πολλῷ ὑστεροῦντες ἀργῶς καὶ ἀφυλάκτως ζῆτε. λοιδόρου δὲ καὶ παμφάγου τοῦ ζῴου πεφυκότος, ἔτι δὲ ταλαιπώρου καὶ γυμνοῦ τὸν βίον, ἄμφω ταῦτα μελετᾶτε, κακολόγοι καὶ βοροὶ πρός τε τούτοις ἄνοικοι καὶ ἀνέστιοι βιοῦντες.

Ἀθήναιος Κλέαρχος δὲ ἐν πρώτῳ περὶ φιλίας τὸν Θεμιστοκλέα φησὶ τρίκλινον οἰκοδομησάμενον περικαλλέστατον ἀγαπᾶν ἂν ἔφησεν, εἰ τοῦτον φίλων πληρώσειεν.

Ἀθήναιος Κλέαρχος δʼ ἐν δευτέρῳ περὶ φιλίας Στρατόνικος, φησίν, ὁ κιθαριστὴς ἀναπαύεσθαι μέλλων ἐκέλευεν ἀεὶ τὸν παῖδα προσφέρειν αὑτῷ πιεῖν. οὐχ ὅτι διψῶ, φησίν, ἵνα δὲ μὴ διψήσω.

Ἀθήναιος Κλέαρχος δʼ ὁ Σολεὺς ἐν τῷ ἐπιγραφομένῳ Γεργιθίῳ καὶ πόθεν ἡ ἀρχὴ τοῦ ὀνόματος τῶν κολάκων παρῆλθεν διηγεῖται αὐτὸν τὸν Γεργίθιον ὑποτιθέμενος, ἀφʼ οὗ τὸ βιβλίον ἔχει τὴν ἐπιγραφήν, ἕνα γεγονότα τῶν Ἀλεξάνδρου κολάκων. διηγεῖται δὲ οὕτως, τὴν κολακείαν ταπεινὰ ποιεῖν τὰ ἤθη τῶν κολάκων καταφρονητικῶν ὄντων τῶν περὶ αὐτούς. σημεῖον δὲ τὸ πᾶν ὑπομένειν εἰδότας οἷα τολμῶσι. τὰ δὲ τῶν κολακευομένων ἐμφυσωμένων τῇ κολακείᾳ χαῦνα καὶ κενὰ ποιοῦσαν αὐτήν, πάντα ἐν ὑπεροχῇ παρʼ αὐτοῖς ὑπολαμβάνεσθαι κατασκευάζεσθαι. ἑξῆς τε διηγούμενος περί τινος μειρακίου Παφίου μὲν τὸ γένος, βασιλέως δὲ τὴν τύχην, τοῦτο, φησί, τὸ μειράκιον — οὐ λέγων αὐτοῦ τοὔνομα — κατέκειτο διʼ ὑπερβάλλουσαν τρυφὴν ἐπὶ ἀργυρόποδος κλίνης ὑπεστρωμένης Σαρδιανῇ ψιλοτάπιδι τῶν πάνυ πολυτελῶν. ἐπεβέβλητο δʼ αὐτῷ πορφυροῦν ἀμφίταπον Ἀμοργίνῳ καλύμματι περιειλημμένον. προσκεφάλαια δʼ εἶχε τρία μὲν ὑπὸ τῇ κεφαλῇ βύσσινα παραλουργῆ, διʼ ὧν ἠμύνετο τὸ καῦμα, δύο δʼ ὑπὸ τοῖς ποσὶ ὑσγινοβαφῆ τῶν Δωρικῶν καλουμένων. ἐφʼ ὧν κατέκειτο ἐν λευκῇ χλανίδι.

παραδεδεγμένοι δʼ εἰσὶ πάντες οἱ κατὰ τὴν Κύπρον μόναρχοι τὸ τῶν εὐγενῶν κολάκων γένος ὡς χρήσιμον· πάνυ γὰρ τὸ κτῆμα τυραννικόν ἐστι. καὶ τούτων οἷον Ἀρεοπαγιτῶν τινων οὔτε τὸ πλῆθος οὔτε τὰς ὄψεις ἔξω τῶν ἐπιφανεστάτων οἶδεν οὐδείς. διῃρημένων δὲ διχῇ κατὰ συγγένειαν τῶν ἐν τῇ Σαλαμῖνι κολάκων, ἀφʼ ὧν εἰσιν οἱ κατὰ τὴν ἄλλην Κύπρον κόλακες, τοὺς μὲν Γεργίνους, τοὺς δὲ Προμάλαγγας προσαγορεύουσιν. ὧν οἱ μὲν Γεργίνοι συναναμιγνύμενοι τοῖς κατὰ τὴν πόλιν ἔν τε τοῖς ἐργαστηρίοις καὶ ταῖς ἀγοραῖς ὠτακουστοῦσι κατασκόπων ἔχοντες τάξιν, ὅτι δʼ ἂν ἀκούσωσιν ἀναφέρουσιν ἑκάστης ἡμέρας πρὸς τοὺς καλουμένους ἄνακτας. οἱ δὲ Προμάλαγγες ζητοῦσιν ἄν τι τῶν ὑπὸ τῶν Γεργίνων προσαγγελθέντων οὐκ ἀνάξιον εἶναι ζητήσεως δόξῃ, ὄντες τινὲς ἐρευνηταί. καὶ τούτων οὕτως ἔντεχνος καὶ πιθανὴ πρὸς ἅπαντας ἡ ἔντευξις, ὥστʼ ἔμοιγε δοκεῖ, καθάπερ καὶ αὐτοί φασι, παρʼ ἐκείνων εἰς τοὺς ἔξω τόπους διαδεδόσθαι τὸ σπέρμα τῶν ἐλλογίμων κολάκων. καὶ γὰρ οὐχ οἷον μετρίως ἐπὶ τῷ πράγματι σεμνύνονται διὰ τὸ τετιμῆσθαι παρὰ τοῖς βασιλεῦσιν, ἀλλὰ καὶ λέγουσιν ὅτι τῶν Γεργίνων τις ἀπόγονος ὢν τῶν Τρώων ἐκείνων, οὓς Τεῦκρος ἀπὸ τῶν αἰχμαλώτων κατακτησάμενος εἰς Κύπρον ἔχων ἀπῴκησεν, οὗτος διὰ τῆς παραλίας μετʼ ὀλίγων στείλας ἐπὶ τῆς Αἰολίδος κατὰ πύστιν ἅμα καὶ οἰκισμὸν τῆς τῶν προγόνων χώρας πόλιν οἰκίσειε περὶ τὴν Τρωικὴν Ἴδην συμπαραλαβών τινας τῶν Μυσῶν, ἣ πάλαι μὲν ἀπὸ τοῦ γένους Γέργινα, νῦν δὲ Γέργιθα κέκληται ..... τούτου γάρ, ὡς ἔοικε, τοῦ στόλου τινὲς ἀποσπασθέντες ἐν τῇ Κυμαίᾳ κατέσχον ἐκ Κύπρου τὸ γένος ὄντες, ἀλλʼ οὐκ ἐκ τῆς Θετταλικῆς Τρίκκης, καθάπερ τινὲς εἰρήκασιν, ὧν ἰατρεῦσαι τὴν ἄγνοιαν οὐδʼ Ἀσκληπιάδαις τοῦτό γε νομίζω δεδόσθαι. γεγόνασι δὲ παρʼ ἡμῖν καὶ ἐπὶ Γλοῦ τοῦ Καρὸς καὶ γυναῖκες ὑπὸ τὰς ἀνάσσας αἱ προσαγορευθεῖσαι κολακίδες. ἀφʼ ὧν ὑπολιπεῖς τινες εἰς τὸ πέραν ἀφικόμεναι μετάπεμπτοι πρός τε τὰς Ἀρταβάζου καὶ τὰς Μέντορος γυναῖκας Κλιμακίδες μετωνομάσθησαν ἀπὸ τοιαύτης πράξεως· ταῖς μεταπεμψαμέναις ἀρεσκευόμεναι κλίμακα κατεσκεύαζον ἐξ ἑαυτῶν οὕτως ὥστʼ ἐπὶ τοῖς νώτοις αὐτῶν τὴν ἀνάβασιν γίγνεσθαι καὶ τὴν κατάβασιν ταῖς ἐπὶ τῶν ἁμαξῶν ὀχουμέναις. εἰς τοῦτο τρυφῆς, ἵνα μὴ ἀθλιότητος εἴπω, προηγάγοντο τεχνώμεναι τὰς ἀφρονεστάτας. τοιγαροῦν αὗται μὲν ἐκ τῶν λίαν μαλακῶν ὑπὸ τῆς τύχης μεταβιβασθεῖσαι σκληρῶς ἐβίωσαν ἐπὶ γήρως, αἱ δέ, τῶν παρʼ ἡμῖν ταῦτα διαδεξαμένων, ἐκπεσοῦσαι τῆς ἐξουσίας κατῆραν εἰς Μακεδονίαν, καὶ τὰς τῶν ἐκεῖ κυρίας τε καὶ βασιλίδας ὃν τρόπον ταῖς ὁμιλίαις διέθεσαν οὐδὲ λέγειν καλόν, πλὴν ὅτι μαγευόμεναι καὶ μαγεύουσαι ταυροπόλοι καὶ τριοδίτιδες αὗται πρὸς ἀλήθειαν ἐγένοντο, πλήρεις πάντων ἀποκαθαρμάτων. τοσούτων ἔοικε καὶ τοιούτων ἡ κολακεία κακῶν αἰτία γενέσθαι τοῖς διὰ τὸ κολακεύεσθαι προσδεξαμένοις αὐτήν.

προελθὼν δὲ πάλιν ὁ Κλέαρχος καὶ τάδε φησίν: ἀλλʼ ἤδη τῇ τούτων χρείᾳ μέμψαιτʼ ἄν τις τὸ μειράκιον, ὥσπερ εἶπον. οἱ μὲν γὰρ παῖδες μικρὸν ἄπωθεν τῆς κλίνης ἐν χιτωνίσκοις ἕστασαν. τριῶν δʼ ὄντων ἀνδρῶν, διʼ οὓς δὴ νῦν ὁ πᾶς λόγος ἐνέστηκε, καὶ τούτων ὄντων ἐπωνύμων παρʼ ἡμῖν, ὁ μὲν εἷς ἐπὶ τῆς κλίνης πρὸς ποδῶν καθῆστο τοὺς τοῦ μειρακίου πόδας ἐπὶ τοῖς αὑτοῦ γόνασι λεπτῷ λῃδίῳ συνημφιακώς. ὃ δὲ ἐποίει δήπου καὶ μὴ λέγοντος οὐκ ἄδηλον. καλεῖται δʼ οὗτος ὑπὸ τῶν ἐγχωρίων Παράβυστος διὰ τὸ καὶ τῶν μὴ παραδεχομένων ὅμως τεχνικώτατα κολακεύων παρεμπίπτειν ἐς τὰς ὁμιλίας. ἅτερος δʼ ἦν ἐπί τινος δίφρου κειμένου παρʼ αὐτὴν τὴν κλίνην καὶ τοῦ νεανίσκου τὴν χεῖρα παρεικότος ἐκκρεμάμενος ταύτης καὶ προσπεπτωκὼς κατέψηχέ τε καὶ τῶν δακτύλων ἕκαστον ἐν μέρει διαλαμβάνων εἷλκέ τε καὶ ἐξέτεινεν. ὥστε τὸν πρῶτον αὐτὸν ἐπονομάσαντα Σικύαν εὐστόχως εἰρηκέναι δοκεῖν. ὁ δὲ τρίτος ὁ Θὴρ ὁ γενναιότατος, ὅσπερ ἦν τῆς ὑπηρεσίας πρωταγωνιστής, προσεστηκὼς αὐτῷ κατὰ κεφαλὴν μετεῖχε τῶν βυσσίνων προσκεφαλαίων ἀποκεκλιμένος εἰς αὐτὰ πάνυ φιλικῶς. καὶ τῇ μὲν ἀριστερᾷ τὸ τοῦ μειρακίου τριχωμάτιον ἐπικοσμῶν, τῇ δεξιᾷ δὲ Φωκαικὸν ψῆγμά τι διακινῶν καὶ αἰωρῶν ἡδὺς ἦν, ἀλλʼ οὐκ ἀποσοβῶν. διὸ ἐμοὶ δοκεῖν αὐτῷ δαίμων τις ἐλευθέριος νεμεσήσας ἐφίησι μυῖαν, οὐκ ἄλλην ἢ κείνην ἧς καὶ τὴν Ἀθηνᾶν φησιν Ὅμηρος ἐνεῖναι τῷ Μενελάῳ τὸ θάρσος, οὕτως ἦν ἐρρωμένη καὶ ἄφοβος τὴν ψυχήν. δηχθέντος δὲ τοῦ μειρακίου τηλικοῦτον ἀνέκραγεν ἅνθρωπος ὑπὲρ ἐκείνου καὶ οὕτως ἠγανάκτησεν ὥστε διὰ τὴν πρὸς μίαν ἔχθραν ἁπάσας ἐκ τῆς οἰκίας ἤλαυνεν. ὅθεν καὶ φανερὸς ἐγένετο πρὸς τούτῳ τεταχὼς αὑτόν.

Ἀθήναιος εἴη οὖν ἂν ὁ τοῦ προειρημένου μειρακίου κόλαξ μαλακοκόλαξ, ὥς φησιν ὁ Κλέαρχος. πρὸς γὰρ τῷ οὕτω κολακεύειν καὶ τὸ σχῆμα τῶν κολακευομένων ἐπακολουθῶν ἀποπλάττεται παραγκωνίζων καὶ σπαργανῶν ἑαυτὸν τοῖς τριβωναρίοις. ὅθεν αὐτὸν οἱ μὲν παραγκωνιστήν, οἱ δὲ σχηματοθήκην καλοῦσι. κατʼ ἀλήθειαν γὰρ ὁ κόλαξ ἔοικεν εἶναι τῷ Πρωτεῖ ὁ αὐτός. γίγνεται γοῦν παντοδαπὸς οὐ μόνον κατὰ τὴν μορφήν, ἀλλὰ καὶ κατὰ τοὺς λόγους, οὕτω ποικιλόφωνός τις ἐστίν.

Ἀθήναιος Κλέαρχος δʼ ὁ Σολεὺς ἐν τῷ πρώτῳ τῶν ἐρωτικῶν κόλαξ μὲν οὐδείς, φησί, διαρκεῖ πρὸς φιλίαν. καταναλίσκει γὰρ ὁ χρόνος τὸ τοῦ προσποιήματος αὐτῶν ψεῦδος. ὁ δʼ ἐραστὴς κόλαξ ἐστὶ φιλίας διʼ ὥραν ἢ κάλλος.

Ἀθήναιος καὶ γὰρ τὸ παλαιὸν παίδων ἤρων, ὡς καὶ ὁ Ἀρίστων ἔφη, ὅθεν καὶ καλεῖσθαι τοὺς ἐρωμένους συνέβη παιδικά. πρὸς ἀλήθειαν γάρ, καθάπερ φησὶ Κλέαρχος ἐν τῷ πρώτῳ τῶν ἐρωτικῶν, Λυκοφρονίδην εἰρηκέναι φησίν οὔτε παιδὸς ἄρρενος οὔτε παρθένων τῶν χρυσοφόρων οὐδὲ γυναικῶν βαθυκόλπων καλὸν τὸ πρόσωπον, ἐὰν μὴ κόσμιον πεφύκῃ. ἡ γὰρ αἰδὼς ἄνθος ἐπισπείρει.

Ἀθήναιος τότε γὰρ καὶ οἱ παῖδές εἰσιν καλοί, ὡς Γλυκέρα ἔφασκεν ἡ ἑταίρα, ὅσον ἐοίκασι γυναιξὶ χρόνον, καθάπερ ἱστορεῖ Κλέαρχος.

Ἀθήναιος φὴς οὖν: διὰ τί, τῶν ἐστεφανωμένων ἐὰν λύηται ὁ στέφανος, ἐρᾶν λέγονται; πότερον ὅτι ὁ ἔρως τοῦ τῶν ἐρώντων ἤθους περιαιρεῖται τὸν κόσμον, διὰ τοῦτο τὴν τοῦ ἐπιφανοῦς κόσμου περιαίρεσιν φρυκτόν τινα, φησὶ Κλέαρχος ἐν πρώτῳ ἐρωτικῶν, καὶ σημεῖον νομίζουσιν τοῦ καὶ τὸν τοῦ ἤθους κόσμον περιῃρῆσθαι τοὺς τοιούτους; ἢ καθάπερ ἐπὶ τῆς μαντικῆς ἄλλα πολλὰ καὶ τοῦτο σημειοῦνταί τινες; ὁ γὰρ ἐκ τοῦ στεφάνου κόσμος οὐδὲν ἔχων μόνιμον σημεῖόν ἐστι πάθους ἀβεβαίου μὲν κεκαλλωπισμένου δέ. τοιοῦτος δʼ ἐστὶν ὁ ἔρως· οὐδένες γὰρ μᾶλλον τῶν ἐν τῷ ἐρᾶν ὄντων καλλωπίζονται. εἰ μὴ ἄρα ἡ φύσις οἱονεί τι δαιμόνιον δικαίως βραβεύουσα τῶν πραγμάτων ἕκαστον οἴεται δεῖν τοὺς ἐρῶντας μὴ στεφανοῦσθαι πρὶν κρατήσωσιν τοῦ ἔρωτος. τοῦτο δʼ ἔστιν ὅταν κατεργασάμενοι τὸν ἐρώμενον ἀπαλλαγῶσιν τῆς ἐπιθυμίας. τὴν ἀφαίρεσιν οὖν τοῦ στεφάνου σημεῖον τοῦ ἔτι ἐν τῷ διαγωνίζεσθαι εἶναι ποιούμεθα. ἢ ὁ Ἔρως αὐτὸς οὐκ ἐῶν καθʼ αὑτοῦ στεφανοῦσθαι καὶ ἀνακηρύττεσθαι τῶν μὲν τὸν στέφανον περιαιρεῖ, τοῖς δὲ λοιποῖς ἐνδίδωσιν αἴσθησιν μηνύων ὅτι ἡττῶνται ὑπὸ αὐτοῦ· διὸ ἐρᾶν οἱ λοιποὶ τοὺς τοιούτους φασίν. ἢ ὅτι λύεται μὲν πᾶν τὸ δεδεμένον, ὁ δὲ ἔρως στεφανουμένων τινῶν δεσμός ἐστιν, οὐθένες γὰρ ἄλλοι τῶν δεδεμένων περὶ τὸ στεφανοῦσθαι σπουδάζουσιν πλὴν οἱ ἐρῶντες, τὴν τοῦ στεφάνου δὴ λύσιν σημεῖον τοῦ περὶ τὸν ἔρωτα δεσμοῦ νομίζοντες ἐρᾶν φασιν τοὺς τοιούτους; ἢ διὰ τὸ πολλάκις τοὺς ἐρῶντας διὰ τὴν πτοίησιν, ὡς ἔοικεν, στεφανουμένους περιαιρεῖν αὑτῶν τὸν στέφανον ἀντιστρέφομεν τῇ ὑπονοίᾳ τὸ πάθος, ὡς οὐκ ἄν ποτε τοῦ στεφάνου περιρρέοντος εἰ μὴ ἤρων; ἢ ὅτι ἀναλύσεις περὶ μόνους μάλιστα τοὺς ἐρῶντας καὶ καταδεδεμένους γίνονται, τὴν δὲ τοῦ στεφάνου ἀνάλυσιν καταδεδεμένων τινῶν εἶναι νομίζοντες ἐρᾶν φασι τοὺς τοιούτους; καταδέδενται γὰρ οἱ ἐρῶντες. εἰ μὴ ἄρα διὰ τὸ κατεστέφθαι τῷ ἔρωτι τοὺς ἐρῶντας οὐκ ἐπίμονος αὐτῶν ὁ στέφανος γίνεται. χαλεπὸν γὰρ ἐπὶ μεγάλῳ καὶ θείῳ στεφάνῳ μικρὸν καὶ τὸν τυχόντα μεῖναι. στεφανοῦσιν δὲ τὰς τῶν ἐρωμένων θύρας ἤτοι τιμῆς χάριν καθαπερεί τινος θεοῦ τὰ πρόθυρα, ἢ οὐ τοῖς ἐρωμένοις ἀλλὰ τῷ Ἔρωτι ποιούμενοι τὴν τῶν στεφάνων ἀνάθεσιν τοῦ μὲν Ἔρωτος τὸν ἐρώμενον ἄγαλμα, τούτου δὲ ναὸν ὄντα τὴν οἴκησιν στεφανοῦσιν· διὰ ταῦτα δὲ καὶ θύουσιν ἔνιοι ἐπὶ ταῖς τῶν ἐρωμένων θύραις. ἢ μᾶλλον ὑφʼ ὧν οἴονταί τε καὶ πρὸς ἀλήθειαν τὸν τῆς ψυχῆς κόσμον ἐσκύλευνται, τούτοις καὶ τὸν τοῦ σώματος κόσμον ὑπὸ τοῦ πάθους ἐξαγόμενοι σκυλεύοντες ἑαυτοὺς ἀνατιθέασιν. πᾶς δʼ ὁ ἐρῶν τοῦτο δρᾷ μὲν παρόντος, μὴ παρόντος δὲ τοῦ ἐρωμένου τοῦ ἐμποδὼν ποιεῖται τὴν ἀνάθεσιν. ὅθεν Λυκοφρονίδης τὸν ἐρῶντα ἐκεῖνον αἰπόλον ἐποίησε λέγοντα· τόδʼ ἀνατίθημί σοι ῥόδον, καλὸν ἄνθημα καὶ πέδιλα καὶ κυνέαν καὶ τὰν θηροφόνον λογχίδʼ, ἐπεί μοι νόος ἄλλᾳ κέχυται ἐπὶ τὰν Χάρισιν φίλαν παῖδα καὶ καλάν.

Ἀθήναιος Κλέαρχος δʼ ὁ Σολεὺς ἐν τοῖς ἐρωτικοῖς διὰ τί, φησί, μετὰ χεῖρας ἄνθη καὶ μῆλα καὶ τὰ τοιαῦτα φέρομεν; πότερον ὅτι καὶ διὰ τῆς τούτων ἀγαπήσεως ἡ φύσις μηνύει τοὺς τῆς ὥρας ἔχοντας τὴν ἐπιθυμίαν; διὰ τοῦτʼ οὖν οἱονεὶ δεῖγμα τῆς ὄψεως τὰ ὡραῖα μετὰ χεῖρας ἔχουσιν καὶ χαίρουσιν αὐτοῖς; ἢ δυοῖν χάριν ταῦτα περιφέρουσιν; ἀρχή τε γὰρ ἐντυχίας καὶ παράδειγμα τῆς βουλήσεως αὐτοῖς γίνεται διὰ τούτων, αἰτηθεῖσι μὲν τὸ προσαγορευθῆναι, δοῦσι δὲ τὸ προυπογράφειν ὅτι δεῖ καὶ αὐτοὺς μεταδιδόναι τῆς ὥρας. ἡ γὰρ τῶν ὡραίων ἀνθῶν καὶ καρπῶν αἴτησις ...... εἰς ἀντίδοσιν τῆς τοῦ σώματος ὥρας προκαλεῖται τοὺς λαβόντας. ἢ τὴν τούτων ὥραν παραψυχὴν καὶ παραμυθίαν τῆς ἐπὶ τῶν ἐρωμένων ὥρας ταῖς ἐπιθυμίαις ἔχοντες χαίρουσιν αὐτοῖς. ἐκκρούεται γὰρ ὑπὸ τῆς τούτων παρουσίας ὁ τῶν ἐρωμένων πόθος. εἰ μὴ ἄρα τοῦ περὶ αὑτοὺς κόσμου χάριν καθάπερ ἄλλο τι τῶν πρὸς καλλωπισμὸν συντεινόντων ἔχουσί τε ταῦτα καὶ χαίρουσιν αὐτοῖς. οὐ γὰρ μόνον στεφανουμένων τοῖς ὡραίοις ἄνθεσιν, ἀλλὰ καὶ μετὰ χεῖρας ἐχόντων τὸ πᾶν εἶδος ἐπικοσμεῖται· τάχα δʼ ἴσως διὰ τὸ φιλοκάλους εἶναι. δηλοῖ δὲ τὸ τῶν καλῶν ἐρᾶν καὶ πρὸς τὰ ὡραῖα φιλικῶς ἔχειν. καλὸν γὰρ τὸ τῆς ὀπώρας καὶ τὸ τῆς ὥρας ὄντως πρόσωπον ἔν τε καρποῖσι καὶ ἄνθεσι θεωρούμενον. ἢ πάντες οἱ ἐρῶντες οἷον ἐκτρυφῶντες ὑπὸ τοῦ πάθους καὶ ὡριαινόμενοι τοῖς ὡραίοις ἁβρύνονται. φυσικὸν γὰρ δή τι τὸ τοὺς οἰομένους εἶναι καλοὺς καὶ ὡραίους ἀνθολογεῖν. ὅθεν αἵ τε περὶ τὴν Περσεφόνην ἀνθολογεῖν λέγονται καὶ Σαπφώ φησιν ἰδεῖν ἄνθεʼ ἀμέργουσαν παῖδʼ ἄγαν ἁπαλάν.

Ἀθήναιος ὑμεῖς δέ, ὦ φιλόσοφοι, κἂν ἐρασθέντες ποτὲ γυναικῶν ἐν ἐννοίᾳ λάβητε ὡς ἀδύνατόν ἐστι τὸ τυχεῖν, μάθετε ὅτι ἀδυνατοῦσι παύονται οἱ ἔρωτες, ὥς φησι Κλέαρχος. τῇ τε γὰρ περὶ τὴν Πειρήνην χαλκῇ βοὶ βοῦς ἐπανέβη, καὶ γεγραμμένῃ κυνὶ καὶ περιστερᾷ καὶ χηνὶ τῇ μὲν κύων, τῇ δὲ περιστερά, τῇ δὲ χὴν προσῆλθον καὶ ἐπεπήδησαν. φανέντων δὲ πᾶσι τούτοις ἀδυνάτων ἀπέστησαν, καθάπερ Κλείσοφος ὁ Σηλυμβριανός. οὗτος γὰρ τοῦ ἐν Σάμῳ Παρίου ἀγάλματος ἐρασθεὶς κατέκλεισεν αὑτὸν ἐν τῷ ναῷ, ὡς πλησιάσαι δυνησόμενος. καὶ ὡς ἠδυνάτει διά τε τὴν ψυχρότητα καὶ τὸ ἀντίτυπον τοῦ λίθου, τηνικαῦτα τῆς ἐπιθυμίας ἀπέστη καὶ προβαλλόμενος τὸ σαρκίον ἐπλησίασεν. τῆς πράξεως ταύτης μνημονεύει καὶ Ἄλεξις ὁ ποιητὴς ἐν τῷ ἐπιγραφομένῳ δράματι Γραφῇ λέγων ὧδε: γεγένηται δʼ, ὡς λέγουσιν, κἀν Σάμῳ τοιοῦθʼ ἕτερον. λιθίνης ἐπεθύμησεν κόρης ἄνθρωπος ἐγκατέκλεισέν θʼ αὑτὸν τῷ νεῷ. καὶ Φιλήμων τοῦ αὐτοῦ μνημονεύων φησίν: ἀλλʼ ἐν Σάμῳ μὲν τοῦ λιθίνου ζῴου ποτὲ ἄνθρωπος ἠράσθη τις. εἶτʼ εἰς τὸν νεὼν κατέκλεισεν αὑτόν.

Ἀθήναιος ἐν Αἰγίῳ δὲ παιδὸς ἠράσθη χήν, ὡς Κλέαρχος ἱστορεῖ ἐν πρώτῳ ἐρωτικῶν.

Ἀθήναιος ἐν δὲ Λευκαδίᾳ φησὶν Κλέαρχος οὕτως ἐρασθῆναι ταὼν παρθένου ὡς καὶ τὸν βίον ἐκλιπούσῃ συναποθανεῖν.

Ἀθήναιος Κλέαρχος δʼ ἐν πρώτῳ ἐρωτικῶν Γύγης, φησίν, ὁ Λυδῶν βασιλεὺς οὐ μόνον περὶ ζῶσαν τὴν ἐρωμένην περιβόητος γέγονεν, ἐγχειρίσας αὑτόν τε καὶ τὴν ἀρχὴν ἐκείνῃ πᾶσαν, ἀλλὰ καὶ τελευτησάσης συναγαγὼν τοὺς ἐκ τῆς χώρας Λυδοὺς πάντας ἔχωσε μὲν τὸ νῦν ἔτι καλούμενον τῆς ἑταίρας μνῆμα, εἰς ὕψος ἄρας ..... ὥστε περιοδεύοντος αὐτοῦ τὴν ἐντὸς τοῦ Τμώλου χώραν, οὗ ἂν ἐπιστραφεὶς τύχῃ, καθορᾶν τὸ μνῆμα καὶ πᾶσι τοῖς τὴν Λυδίαν οἰκοῦσιν ἄποπτον εἶναι.

Ἀθήναιος Περικλῆς δὲ ὁ Ὀλύμπιος, ὥς φησι Κλέαρχος ἐν πρώτῳ ἐρωτικῶν, οὐχ ἕνεκεν Ἀσπασίας—οὐ τῆς νεωτέρας ἀλλὰ τῆς Σωκράτει τῷ σοφῷ συγγενομένης—καίπερ τηλικοῦτον ἀξίωμα συνέσεως καὶ πολιτικῆς δυνάμεως κτησάμενος, οὐ συνετάραξε πᾶσαν τὴν Ἑλλάδα;

Ἀθήναιος ἔχων δὲ καὶ ἄλλα μαρτύρια ἀνατίθεμαι τὰ νῦν, ἕως ἂν ἀπομνημονεύσω τὸν τῶν καλῶν γυναικῶν κατάλογον. Κλέαρχος γὰρ περὶ Ἐπαμινώνδου φησὶν οὕτως: Ἐπαμινώνδας δʼ ὁ Θηβαῖος σεμνότερον μὲν τούτων, οὐκ εὐσχημόνως δὲ περὶ τὰς ὁμιλίας ἐσφάλλετο τὴν γνώμην, εἴ τις θεωροίη τὰ πραχθέντα αὐτῷ περὶ τὴν Λάκωνος γυναῖκα.

Ἀθήναιος Κλέαρχος δʼ ἐν πρώτῳ ἐρωτικῶν νόμιον καλεῖσθαί τινά φησιν ᾠδὴν ἀπʼ Ἠριφανίδος, γράφων οὕτως: Ἠριφανὶς ἡ μελοποιὸς Μενάλκου κυνηγετοῦντος ἐρασθεῖσα ἐθήρευεν μεταθέουσα ταῖς ἐπιθυμίαις. φοιτῶσα γὰρ καὶ πλανωμένη πάντας τοὺς ὀρείους ἐπεξῄει δρυμούς, ὡς μῦθον εἶναι τοὺς λεγομένους Ἰοῦς δρόμους. ὥστε μὴ μόνον τῶν ἀνθρώπων τοὺς ἀστοργίᾳ διαφέροντας, ἀλλὰ καὶ τῶν θηρῶν τοὺς ἀνημερωτάτους συνδακρῦσαι τῷ πάθει, λαβόντας αἴσθησιν ἐρωτικῆς ἐλπίδος. ὅθεν ἐποίησέ τε καὶ ποιήσασα περιῄει κατὰ τὴν ἐρημίαν, ὥς φασιν, ἀναβοῶσα καὶ ᾄδουσα τὸ καλούμενον νόμιον, ἐν ᾧ ἐστιν: μακραὶ δρύες, ὦ Μενάλκα.

Ἀθήναιος Κλέαρχος δὲ ἐν δευτέρῳ ἐρωτικῶν τὰ ἐρωτικά φησιν ᾄσματα καὶ τὰ Λοκρικὰ καλούμενα οὐδὲν τῶν Σαπφοῦς καὶ Ἀνακρέοντος διαφέρειν.

Ἀθήναιος ἐπὶ τούτοις ὁ Μυρτίλος μέλλων σιωπᾶν ἀλλὰ μικροῦ, ἔφη, ἄνδρες φίλοι, ἐξελαθόμην ὑμῖν εἰπεῖν τήν τε Ἀντιμάχου Λυδήν, προσέτι δὲ καὶ τὴν ὁμώνυμον ταύτης ἑταίραν Λυδὴν ἣν ἠγάπα Λαμύνθιος ὁ Μιλήσιος. ἑκάτερος γὰρ τούτων τῶν ποιητῶν, ὥς φησι Κλέαρχος ἐν τοῖς ἐρωτικοῖς, τῆς βαρβάρου Λυδῆς εἰς ἐπιθυμίαν καταστὰς ἐποίησεν ὁ μὲν ἐν ἐλεγείοις, ὁ δʼ ἐν μέλει τὸ καλούμενον ποίημα Λυδήν.

Ἀθήναιος ἐκάλουν δὲ καὶ τὰ νῦν τῶν οἰκιῶν παρʼ ἡμῖν καλούμενα ὑπερῷα ᾠά, φησὶ Κλέαρχος ἐν ἐρωτικοῖς, τὴν Ἑλένην φάσκων ἐν τοιούτοις οἰκήμασι τρεφομένην δόξαν ἀπενέγκασθαι παρὰ πολλοῖς ὡς ἐξ ᾠοῦ εἴη γεγεννημένη.

Ἀθήναιος Κλέαρχος δʼ ἐν τῷ περὶ τοῦ πανικοῦ οἱ στρουθοί, φησί, χοἰ πέρδικες, ἔτι δὲ οἱ ἀλεκτρυόνες καὶ οἱ ὄρτυγες προίενται τὴν γονὴν οὐ μόνον ἰδόντες τὰς θηλείας, ἀλλὰ κἂν ἀκούσωσιν αὐτῶν τὴν φωνήν. τούτου δὲ αἴτιον ἡ τῇ ψυχῇ γινομένη φαντασία περὶ τῶν πλησιασμῶν. φανερώτατον δὲ γίνεται περὶ τὰς ὀχείας, ὅταν ἐξ ἐναντίας αὐτοῖς θῆς κάτοπτρον. προστρέχοντες γὰρ διὰ τὴν ἔμφασιν ἁλίσκονταί τε καὶ προίενται τὸ σπέρμα, πλὴν τῶν ἀλεκτρυόνων. τούτους δʼ ἡ τῆς ἐμφάσεως αἴσθησις εἰς μάχην προάγεται μόνον. ταῦτα μὲν ὁ Κλέαρχος.

Ἀθήναιος Κλέαρχος δʼ ὁ Σολεύς, εἷς δʼ οὗτος τῶν Ἀριστοτέλους ἐστὶ μαθητῶν, ἐν τῷ πρώτῳ τῶν βίων τάδε γράφει: ἔτι δὲ παράσιτον νῦν μὲν τὸν ἕτοιμον, τότε δὲ τὸν εἰς τὸ συμβιοῦν κατειλεγμένον. ἐν γοῦν τοῖς παλαιοῖς νόμοις ..... αἱ πλεῖσται τῶν πόλεων ἔτι καὶ τήμερον ταῖς ἐντιμοτάταις ἀρχαῖς συγκαταλέγουσι παρασίτους.

Ἀθήναιος Εὐξίθεος ὁ Πυθαγορικός, ὦ Νίκιον, ὥς φησι Κλέαρχος ὁ Περιπατητικὸς ἐν δευτέρῳ βίων, ἔλεγεν ἐνδεδέσθαι τῷ σώματι καὶ τῷ τῇδε βίῳ τὰς ἁπάντων ψυχὰς τιμωρίας χάριν, καὶ διείπασθαι τὸν θεὸν ὡς εἰ μὴ μενοῦσιν ἐπὶ τούτοις, ἕως ἂν ἑκὼν αὐτοὺς λύσῃ, πλέοσι καὶ μείζοσι ἐμπεσοῦνται τότε λύμαις. διὸ πάντας εὐλαβουμένους τὴν τῶν κυρίων ἀνάτασιν φοβεῖσθαι τοῦ ζῆν ἑκόντας ἐκβῆναι μόνον τε τὸν ἐν τῷ γήρᾳ θάνατον ἀσπασίως προσίεσθαι, πεπεισμένους τὴν ἀπόλυσιν τῆς ψυχῆς μετὰ τῆς τῶν κυρίων γίγνεσθαι γνώμης.

Ἀθήναιος Κλέαρχος δʼ ἐν βʼ βίων ὅρα, φησίν, τοὺς τὸ κοσμοσάνδαλον ἀνείροντας Λακεδαιμονίους, οἳ τὸν παλαιότατον τῆς πολιτικῆς κόσμον συμπατήσαντες ἐξετραχηλίσθησαν. διόπερ καλῶς περὶ αὐτῶν εἴρηκεν ὁ κωμῳδιοποιὸς Ἀντιφάνης ἐν Κιθαριστῇ: οὐκ ἐφύσων οἱ Λάκωνες ὡς ἀπόρθητοί ποτε; νῦν δʼ ὁμηρεύουσʼ ἔχοντες πορφυροῦς κεκρυφάλους.

Ζηνόβιος ὁ Σοφιστής Λευκηπατίας: Κλέαρχος ἐν τῷ περὶ βίων φησὶ συμβαίνειν τι περὶ τὸ ἧπαρ ἐπί τινων, ὃ δειλοὺς ποιεῖ. εἰρῆσθαι οὖν ἐπὶ τῶν τοιούτων τὴν παροιμίαν.

Ἀθήναιος νῦν δὲ τῶν ἀνθρώπων οὐχ αἱ ὀσμαὶ μόνον, ὥς φησιν Κλέαρχος ἐν γʼ περὶ βίων, ἀλλὰ καὶ αἱ χροιαὶ τρυφερὸν ἔχουσαί τι συνεκθηλύνουσι τοὺς μεταχειριζομένους. ὑμεῖς δὲ οἴεσθε τὴν ἁβρότητα χωρὶς ἀρετῆς ἔχειν τι τρυφερόν. καίτοι Σαπφώ, γυνὴ μὲν πρὸς ἀλήθειαν οὖσα καὶ ποιήτρια, ὅμως ᾐδέσθη τὸ καλὸν τῆς ἁβρότητος ἀφελεῖν λέγουσα ὧδε ἐγὼ δὲ φίλημμʼ ἁβροσύναν … τοῦτο καί μοι τὸ λαμπρὸν ἔρος τὠελίω καὶ τὸ καλὸν λέλογχε, φανερὸν ποιοῦσα πᾶσιν ὡς ἡ τοῦ ζῆν ἐπιθυμία τὸ λαμπρὸν καὶ τὸ καλὸν εἶχεν αὐτῇ. ταῦτα δʼ ἐστὶν οἰκεῖα τῆς ἀρετῆς. Παρράσιος δὲ ὁ ζωγράφος, καίπερ παρὰ μέλος ὑπὲρ τὴν ἑαυτοῦ τέχνην τρυφήσας καὶ τὸ λεγόμενον ἐλευθέριον ἐκ ῥαβδίων ἑλκύσας, λόγῳ γοῦν ἀντελάβετο τῆς ἀρετῆς, ἐπιγραψάμενος τοῖς ἐν Λίνδῳ πᾶσιν αὑτοῦ ἔργοις ἁβροδίαιτος ἀνὴρ ἀρετήν τε σέβων τάδʼ ἔγραψεν Παρράσιος. ᾧ κομψός τις, ὡς ἐμοὶ δοκεῖ, ὑπεραλγήσας ῥυπαίνοντι τὸ τῆς ἀρετῆς ἁβρὸν καὶ καλόν, ἅτε φορτικῶς μετακαλεσαμένῳ εἰς τρυφὴν τὴν δοθεῖσαν ὑπὸ τῆς τύχης χορηγίαν, παρέγραψε τὸ ῥαβδοδίαιτος ἀνήρ. ἀλλʼ ὅμως διὰ τὸ τὴν ἀρετὴν φῆσαι τιμᾶν ἀνεκτέον. ταῦτα μὲν ὁ Κλέαρχος.

Ἀθήναιος οὕτω δὲ παρὰ τοῖς ἀρχαίοις τὸ τῆς τρυφῆς καὶ τῆς πολυτελείας ἠσκεῖτο ὡς καὶ Παρράσιον τὸν ζωγράφον πορφύραν ἀμπέχεσθαι, χρυσοῦν στέφανον ἐπὶ τῆς κεφαλῆς ἔχοντα, ὡς ἱστορεῖ Κλέαρχος ἐν τοῖς βίοις. οὗτος γὰρ παρὰ μέλος ὑπὲρ τὴν γραφικὴν τρυφήσας λόγῳ τῆς ἀρετῆς ἀντελαμβάνετο καὶ ἐπέγραφεν τοῖς ὑπʼ αὐτοῦ ἐπιτελουμένοις ἔργοις ἁβροδίαιτος ἀνὴρ ἀρετήν τε σέβων τάδʼ ἔγραψεν. καί τις ὑπεραλγήσας ἐπὶ τούτῳ παρέγραψεν: ῥαβδοδίαιτος ἀνήρ.

Ἀθήναιος Κλέαρχος δʼ ἐν τῇ τετάρτῃ περὶ βίων Λυδοί, φησί, διὰ τρυφὴν παραδείσους κατασκευασάμενοι καὶ κηπαίους αὐτοὺς ποιήσαντες ἐσκιατροφοῦντο, τρυφερώτερον ἡγησάμενοι τὸ μηδʼ ὅλως αὐτοῖς ἐπιπίπτειν τὰς τοῦ ἡλίου αὐγάς. καὶ πόρρω προάγοντες ὕβρεως τὰς τῶν ἄλλων γυναῖκας καὶ παρθένους εἰς τὸν τόπον τὸν διὰ τὴν πρᾶξιν Ἁγνεῶνα κληθέντα συνάγοντες ὕβριζον. καὶ τέλος τὰς ψυχὰς ἀποθηλυνθέντες ἠλλάξαντο τὸν τῶν γυναικῶν βίον, διόπερ καὶ γυναῖκα τύραννον ὁ βίος εὕρετο αὐτοῖς μίαν τῶν ὑβρισθεισῶν Ὀμφάλην. ἥτις πρώτη κατῆρξε μὲν τῆς εἰς Λυδοὺς πρεπούσης τιμωρίας. τὸ γὰρ ὑπὸ γυναικὸς ἄρχεσθαι ὑβριζομένους σημεῖόν ἐστι βίας. οὖσα οὖν καὶ αὐτὴ ἀκόλαστος καὶ ἀμυνομένη τὰς γενομένας αὐτῇ πρότερον ὕβρεις τοῖς ἐν τῇ πόλει δούλοις τὰς τῶν δεσποτῶν παρθένους ἐξέδωκεν ἐν ᾧ τόπῳ πρὸς ἐκείνων ὑβρίσθη. εἰς τοῦτον οὖν συναθροίσασα μετʼ ἀνάγκης συγκατέκλινε τοῖς δούλοις τὰς δεσποίνας. ὅθεν οἱ Λυδοὶ τὸ πικρὸν τῆς πράξεως ὑποκοριζόμενοι τὸν τόπον καλοῦσιν Γλυκὺν Ἀγκῶνα. οὐ μόνον δὲ Λυδῶν γυναῖκες ἄφετοι οὖσαι τοῖς ἐντυχοῦσιν, ἀλλὰ καὶ Λοκρῶν τῶν Ἐπιζεφυρίων, ἔτι δὲ τῶν περὶ Κύπρον καὶ πάντων ἁπλῶς τῶν ἑταιρισμῷ τὰς ἑαυτῶν κόρας ἀφοσιούντων, παλαιᾶς τινος ὕβρεως ἔοικεν εἶναι πρὸς ἀλήθειαν ὑπόμνημα καὶ τιμωρίας. πρὸς ἣν εἷς τῶν Λυδῶν εὐγενὴς ἀνὴρ ὁρμήσας καὶ τῇ παρʼ αὐτοῖς Μίδου βασιλείᾳ βαρυνθείς, τοῦ μὲν Μίδου ὑπʼ ἀνανδρίας καὶ τρυφῆς ἐν πορφύρᾳ κειμένου καὶ ταῖς γυναιξὶν ἐν τοῖς ἱστοῖς συνταλασιουργοῦντος, Ὀμφάλης δὲ πάντας τοὺς συγκατακλιθέντας αὑτῇ ξενοκτονούσης, ἀμφοτέρους ἐκόλασε, τὸν μὲν ὑπὸ ἀπαιδευσίας κεκωφημένον τῶν ὤτων ἐξελκύσας, ὃς διὰ τὴν τοῦ φρονεῖν ἔνδειαν τοῦ πάντων ἀναισθητοτάτου ζῴου τὴν ἐπωνυμίαν ἔσχε, τὴν δὲ

Ἡσύχιος ὁ Ἀλεξανδρεύς γλυκὺς ἀγκών: Κλέαρχος δέ φησιν — — — — — — — ἐξυβρίζειν εἰς τὰς τῶν καταδεεστέρων γυναῖκας καὶ παρθένους, καὶ τὸ χωρίον, ἐν ᾧ ταῦτα ἔδρων, ὀνομάσαι γλυκὺν ἀγκῶνα.

Ἀθήναιος Κλέαρχος δέ φησιν ὡς Πολυκράτης ὁ τῆς ἁβρᾶς Σάμου τύραννος διὰ τὴν περὶ τὸν βίον ἀκολασίαν ἀπώλετο, ζηλώσας τὰ Λυδῶν μαλακά. ὅθεν τῷ τʼ ἐν Σάρδεσιν Ἀγκῶνι Γλυκεῖ προσαγορευομένῳ τὴν παρὰ τοῖς Σαμίοις λαύραν ἀντικατεσκεύασεν ἐν τῇ πόλει καὶ τοῖς Λυδῶν ἄνθεσιν ἀντέπλεξε τὰ διαγγελθέντα Σαμίων ἄνθεα. τούτων δὲ ἡ μὲν Σαμίων λαύρα στενωπή τις ἦν γυναικῶν δημιουργῶν, ἣ καὶ τῶν πρὸς ἀπόλαυσιν καὶ ἀκρασίαν πάντων βρωμάτων ὄντως ἐνέπλησε τὴν Ἑλλάδα. τὰ δὲ Σαμίων ἄνθη γυναικῶν καὶ ἀνδρῶν ..... κάλλη διάφορα. ἔτι δὲ τῆς συμπάσης πόλεως ἐν ἑορταῖς τε καὶ μέθαις ...... καὶ ταῦτα μὲν ὁ Κλέαρχος.

Ἀθήναιος Κλέαρχος δὲ ἐν τετάρτῳ βίων ζηλώσαντάς φησι τοὺς Μιλησίους τὴν Κολοφωνίων τρυφὴν διαδοῦναι καὶ τοῖς πλησιοχώροις, ἔπειτʼ ὀνειδιζομένους λέγειν ἑαυτοῖς: οἴκοι τὰ Μιλήσια κἀπιχώρια καὶ μὴ ἐν τῷ μέσῳ.

Ἀθήναιος καὶ περὶ Σκυθῶν δʼ ἑξῆς ὁ Κλέαρχος τάδε ἱστορεῖ: μόνον δὲ νόμοις κοινοῖς καὶ πρῶτον ἔθνος ἐχρήσατο τὸ Σκυθῶν. εἶτα πάλιν ἐγένοντο πάντων ἀθλιώτατοι βροτῶν διὰ τὴν ὕβριν. ἐτρύφησαν μὲν γὰρ ὡς οὐδένες ἕτεροι, τῶν πάντων εὐροίας καὶ πλούτου καὶ τῆς λοιπῆς αὐτοὺς χορηγίας κατασχούσης. τοῦτο δὲ δῆλον ἐκ τῆς ἔτι καὶ νῦν ὑπολειπούσης περὶ τοὺς ἡγεμόνας αὐτῶν ἐσθῆτός τε καὶ διαίτης. τρυφήσαντες δὲ καὶ μάλιστα δὴ καὶ πρῶτοι πάντων τῶν ἀνθρώπων ἐπὶ τὸ τρυφᾶν ὁρμήσαντες εἰς τοῦτο προῆλθον ὕβρεως ὥστε πάντων τῶν ἀνθρώπων εἰς οὓς ἀφίκοιντο ἠκρωτηρίαζον τὰς ῥῖνας. ὧν οἱ ἀπόγονοι μεταστάντες ἔτι καὶ νῦν ἀπὸ τοῦ πάθους ἔχουσι τὴν ἐπωνυμίαν. αἱ δὲ γυναῖκες αὐτῶν τὰς Θρᾳκῶν τῶν πρὸς ἑσπέραν καὶ ἄρκτον περιοίκων γυναῖκας ἐποίκιλλον τὰ σώματα, περόναις γραφὴν ἐνεῖσαι. ὅθεν πολλοῖς ἔτεσιν ὕστερον αἱ ὑβρισθεῖσαι τῶν Θρᾳκῶν γυναῖκες ἰδίως ἐξηλείψαντο τὴν συμφορὰν προσκαταγραψάμεναι τὰ λοιπὰ τοῦ χρωτός, ἵνʼ ὁ τῆς ὕβρεως καὶ τῆς αἰσχύνης ἐπʼ αὐταῖς χαρακτὴρ εἰς ποικιλίαν καταριθμηθεὶς κόσμου προσηγορίᾳ τοὔνειδος ἐξαλείψῃ. πάντων δὲ οὕτως ὑπερηφάνως προέστησαν ὥστε οὐδένων ἄδακρυς ἡ τῆς δουλείας ὑπουργία γιγνομένη διήγγειλεν εἰς τοὺς ἐπιγινομένους τὴν ἀπὸ Σκυθῶν ῥῆσιν οἵα τις ἦν. διὰ τὸ πλῆθος οὖν τῶν κατασχουσῶν αὐτοὺς συμφορῶν, ἐπεὶ διὰ τὸ πένθος ἅμα τόν τε τῶν βίων ὄλβον καὶ τὰς κόμας περιεσπάσθησαν, παντὸς ἔθνους οἱ ἔξω τὴν ἐφʼ ὕβρει κουρὰν ἀπεσκυθίσθαι προσηγόρευσαν.

Ἀθήναιος καὶ Κλέαρχος δὲ ἐν τῷ τετάρτῳ τῶν βίων γράφει οὕτως: Διονύσιος δʼ ὁ Διονυσίου ἁπάσης γενόμενος Σικελίας ἀλάστωρ εἰς τὴν Λοκρῶν πόλιν παρελθὼν οὖσαν αὐτῷ μητρόπολιν — Δωρὶς γὰρ ἡ μήτηρ αὐτοῦ τὸ γένος ἦν Λοκρίς — στρώσας οἶκον τῶν ἐν τῇ πόλει τὸν μέγιστον ἑρπύλλοις καὶ ῥόδοις μετεπέμπετο μὲν ἐν μέρει τὰς Λοκρῶν παρθένους. καὶ γυμνὸς μετὰ γυμνῶν οὐδὲν αἰσχύνης παρέλιπεν ἐπὶ τοῦ στρώματος κυλινδούμενος. τοιγαροῦν μετʼ οὐ πολὺν χρόνον οἱ ὑβρισθέντες γυναῖκα καὶ τέκνα ἐκείνου λαβόντες ὑποχείρια ἐπὶ τῆς ὁδοῦ στήσαντες μεθʼ ὕβρεως ἐνηκολάσταινον αὐτοῖς. καὶ ἐπεὶ τῆς ὕβρεως πλήρεις ἐγένοντο, κεντοῦντες ὑπὸ τοὺς τῶν χειρῶν ὄνυχας βελόναις ἀνεῖλον αὐτούς. καὶ τελευτησάντων τὰ μὲν ὀστᾶ κατέκοψαν ἐν ὅλμοις, τὰ δὲ λοιπὰ κρεανομησάμενοι ἐπηράσαντο τοῖς μὴ γευσαμένοις αὐτῶν. τὰ δὲ λείψανα κατεπόντωσαν. αὐτὸς δὲ Διονύσιος τέλος μητραγυρτῶν καὶ τυμπανοφορούμενος οἰκτρῶς τὸν βίον κατέστρεψεν. εὐλαβητέον οὖν τὴν καλουμένην τρυφὴν οὖσαν τῶν βίων ἀνατροπὴν ἁπάντων τε ὀλέθριον ἡγεῖσθαι τὴν ὕβριν.

Ἀθήναιος Ταραντίνους δέ φησι Κλέαρχος ἐν τετάρτῳ βίων ἀλκὴν καὶ δύναμιν κτησαμένους εἰς τοσοῦτο τρυφῆς προελθεῖν ὥστε τὸν ὅλον χρῶτα παραλεαίνεσθαι καὶ τῆς ψιλώσεως ταύτης τοῖς λοιποῖς κατάρξαι. ἐφόρουν δέ, φησίν, καὶ παρυφίδα διαφανῆ πάντες, οἷς νῦν ὁ τῶν γυναικῶν ἁβρύνεται βίος. ὕστερον δʼ ὑπὸ τῆς τρυφῆς εἰς ὕβριν ποδηγηθέντες ἀνάστατον μίαν πόλιν Ἰαπύγων ἐποίησαν Κάρβιναν, ἐξ ἧς παῖδας καὶ παρθένους καὶ τὰς ἐν ἀκμῇ γυναῖκας ἀθροίσαντες εἰς τὰ τῶν Καρβινατῶν ἱερὰ σκηνοποιησάμενοι γυμνὰ πᾶσι τῆς ἡμέρας τὰ σώματα παρεῖχον θεωρεῖν. καὶ ὁ βουλόμενος καθάπερ εἰς ἀτυχῆ παραπηδῶν ἀγέλην ἐθοινᾶτο ταῖς ἐπιθυμίαις τὴν τῶν ἀθροισθέντων ὥραν, πάντων μὲν ὁρώντων, μάλιστα δὲ ὧν ἥκιστα ἐκεῖνοι προσεδόκων θεῶν. οὕτω δὲ τὸ δαιμόνιον ἠγανάκτησεν ὥστε Ταραντίνων τοὺς ἐν Καρβίνῃ παρανομήσαντας ἐκεραύνωσεν πάντας. καὶ μέχρι καὶ νῦν ἐν Τάραντι ἑκάστη τῶν οἰκιῶν οὓς οὐχ ὑπεδέξατο τῶν εἰς Ἰαπυγίαν ἐκπεμφθέντων τοσαύτας ἔχει στήλας πρὸ τῶν θυρῶν. ἐφʼ αἷς καθʼ ὃν ἀπώλοντο χρόνον οὔτʼ οἰκτίζονται τοὺς ἀποιχομένους οὔτε τὰς νομίμους χέονται χοάς, ἀλλὰ θύουσι Διὶ Καταιβάτῃ.

Ἀθήναιος Κλέαρχος δὲ ὁ Σολεὺς ἐν τετάρτῳ βίων προειπὼν περὶ τῆς Μήδων τρυφῆς καὶ ὅτι διὰ ταύτην πολλοὺς εὐνουχίσαιεν τῶν περικτιόνων, ἐπιφέρει καὶ τὴν παρὰ Μήδων γενέσθαι Πέρσαις μηλοφορίαν μὴ μόνον ὧν ἔπαθον τιμωρίαν, ἀλλὰ καὶ τῆς τῶν δορυφορούντων τρυφῆς εἰς ὅσον ἦλθον ἀνανδρίας ὑπόμνημα. δύναται γάρ, ὡς ἔοικεν, ἡ παράκαιρος ἅμα καὶ μάταιος αὐτῶν περὶ τὸν βίον τρυφὴ καὶ τοὺς ταῖς λόγχαις καθωπλισμένους ἀγύρτας ἀποφαίνειν.

Ἀθήναιος Κλέαρχος δʼ ἐν τοῖς περὶ βίων περὶ Δαρείου λέγων τοῦ καθαιρεθέντος ὑπὸ τοῦ Ἀλεξάνδρου φησίν: ὁ Περσῶν βασιλεὺς ἀθλοθετῶν τοῖς τὰς ἡδονὰς αὐτῷ πορίζουσιν ὑπὸ πάντων τῶν ἡδέων ἡττωμένην ἀπέδειξε τὴν βασιλείαν καὶ καταγωνιζόμενος ἑαυτὸν οὐκ ᾔσθετο πρότερον ἢ τὸ σκῆπτρον ἕτεροι λαβόντες ἀνεκηρύχθησαν.

Ἀθήναιος καὶ προελθὼν δὲ γράφει: τοῖς γοῦν πορίσασί τι αὐτῷ ἡδὺ βρῶμα διδοὺς ἆθλα τοῦ πορισθέντος οὐχ ἑτέραις ἡδύνων ταῦτα τιμαῖς παρετίθει, πολὺ δὲ μᾶλλον αὐτὸς ἀπολαύων αὐτῶν, νοῦν ἔχων. τοῦτο μὲν γάρ ἐστιν ὁ λεγόμενος, οἶμαι, καὶ Διὸς ἅμα καὶ βασιλέως ἐγκέφαλος.

Ζηνόβιος ὁ Σοφιστής Διὸς ἐγκέφαλος: ἐπὶ τῶν ἡδυπαθούντων ἡ παροιμία τέτακται. Κλέαρχος δὲ ἐν τῷ πέμπτῳ περὶ βίων φησὶ τὰ πολυτελῆ βρώματα παρὰ τοῖς Πέρσαις Διὸς καὶ βασιλέως ἐγκέφαλον καλεῖσθαι.

Ἡσύχιος ὁ Ἀλεξανδρεύς Διὸς ἐγκέφαλος: παροιμία, ἣν Κλέαρχος φησὶν εἰρῆσθαι οἷον ἐπὶ τῶν ἄγαν θείων.

Ἀθήναιος Κλέαρχος δὲ περὶ τοῦ Περσῶν βασιλέως διηγούμενος ὅτι τοῖς αὐτῷ πορίσασιν ἡδύ τι βρῶμα ἆθλα τοῦ πορισθέντος οὐχ ἑτέραις ἡδύνων τιμαῖς ἐτίθει, πολὺ δὲ μᾶλλον αὐτὸς ἀπολαύων, νοῦν ἔχων. τοῦτο γάρ ἐστιν ὁ λεγόμενος, οἶμαι, Διὸς ἅμα καὶ βασιλέως ἐγκέφαλος. ὅθεν ὁ πάντων εὐδαιμονέστατος Σαρδανάπαλλος ὁ παρʼ ὅλον τὸν βίον τιμήσας τὰς ἀπολαύσεις καὶ τελευτήσας δείκνυσιν ἐν τῷ τοῦ μνήματος τύπῳ τοῖς δακτύλοις οἵου καταγέλωτός ἐστιν ἄξια τὰ τῶν ἀνθρώπων πράγματα, οὐκ ἄξια ὄντα ψόφου δακτύλων, ὃν πεποίηται ποιούμενος δὶς ἐν χορῷ … ἡ περὶ τὰ λοιπὰ σπουδή. φαίνεται οὖν οὐκ ἄπρακτος γενόμενος Σαρδανάπαλλος, καὶ γὰρ ἐπιγέγραπται αὐτοῦ τῷ μνήματι: Σαρδανάπαλλος Ἀνακυνδαράξεω Ἀγχιάλην ἔδειμε καὶ Ταρσὸν μιῇ ἡμέρῃ, ἀλλὰ νῦν τέθνηκεν.

Ἀθήναιος Κλέαρχος δʼ ἐν πέμπτῳ βίων Καντιβάρι φησὶ τῷ Πέρσῃ, ὁπότε κοπιάσειε τὰς σιαγόνας ἐσθίων, κεχηνότι καθάπερ εἰς ἄψυχον ἀγγεῖον εἰσαντλεῖν τὴν τροφὴν τοὺς οἰκείους.

Ἀθήναιος Κλέαρχος δʼ ἐν πέμπτῳ βίων Σάγαρίν φησι τὸν Μαριανδυνὸν ὑπὸ τρυφῆς σιτεῖσθαι μὲν μέχρι γήρως ἐκ τοῦ τῆς τιτθῆς στόματος, ἵνα μὴ μασώμενος πονέσειε, οὐ πώποτε δὲ τὴν χεῖρα κατωτέρω τοῦ ὀμφαλοῦ προενέγκασθαι. διὸ καὶ Ἀριστοτέλης Ξενοκράτην τὸν Χαλκηδόνιον σκώπτων ὅτι οὐρῶν οὐ προσῆγε τὴν χεῖρα τῷ αἰδοίῳ ἔλεγεν

χεῖρες μὲν ἁγναί, φρὴν δʼ ἔχει μίασμά τι.

Ἀθήναιος ὁ αὐτός φησι Πίθυλλον τὸν Τένθην καλούμενον οὐ περιγλωττίδα μόνον ὑμενίνην φορεῖν, ἀλλὰ καὶ προσελυτροῦν τὴν γλῶσσαν πρὸς τὰς ἀπολαύσεις. καὶ τέλος ἰχθύαν τρίβων ἀπεκάθαιρεν αὐτήν. μόνος δʼ οὗτος τῶν ἀπολαυστικῶν καὶ δακτυλήθρας ἔχων ἐσθίειν λέγεται τὸ ὄψον, ἵνʼ ὡς θερμότατον ὁ τρισάθλιος ἀναδιδῷ τῇ γλώττῃ.

Ἀθήναιος Φιλόξενον τὸν Ἐρύξιδος, ἐκεῖνος γάρ, ὡς ἔοικεν, ...... ηὔξατό ποτε γεράνου τὴν φάρυγγα σχεῖν. ........ Κλέαρχος δὲ Μελάνθιόν φησι τοῦτʼ εὔξασθαι λέγων: Τιθωνοῦ Μελάνθιος ἔοικε βουλεύσασθαι βέλτιον. ὁ μὲν γὰρ ἀθανασίας ἐπιθυμήσας ἐν θαλάμῳ κρέμαται πάντων ὑπὸ γήρως ἐστερημένος τῶν ἡδέων. Μελάνθιος δὲ τῶν ἀπολαύσεων ἐρῶν ηὔξατο τῆς μακραύχενος ὄρνιθος τὸν τράχηλον ἔχειν, ἵνʼ ὅτι πλεῖστον τοῖς ἡδέσιν ἐνδιατρίβῃ.

Ζηνόβιος ὁ Σοφιστής Τιθωνοῦ γῆρας: ἐπὶ τῶν πολυχρονίων καὶ ὑπεργήρων τάττεται. ἱστορεῖται δὲ, ὅτι Τιθωνὸς κατʼ εὐχὴν τὸ γῆρας ἀποθέμενος τέττιξ ἐγένετο, ὥς φησι Κλέαρχος ἐν τῷ περὶ βίων.

Ἀθήναιος Κλέαρχος δέ φησι Φιλόξενον προλουόμενον ἐν τῇ πατρίδι κἀν ἄλλαις πόλεσι περιέρχεσθαι τὰς οἰκίας, ἀκολουθούντων αὐτῷ παίδων φερόντων ἔλαιον οἶνον γάρον ὄξος καὶ ἄλλα ἡδύσματα. ἔπειτα εἰσιόντα εἰς τὰς ἀλλοτρίας οἰκίας τὰ ἑψόμενα τοῖς ἄλλοις ἀρτύειν ἐμβάλλοντα ὧν ἦν χρεία, κἆθʼ οὕτως ἀνακάψαντα εὐωχεῖσθαι. οὗτος εἰς Ἔφεσον καταπλεύσας εὑρὼν τὴν ὀψόπωλιν κενὴν ἐπύθετο τὴν αἰτίαν. καὶ μαθὼν ὅτι πᾶν εἰς γάμους συνηγόρασται λουσάμενος παρῆν ἄκλητος ὡς τὸν νυμφίον. καὶ μετὰ τὸ δεῖπνον ᾄσας ὑμέναιον, οὗ ἡ ἀρχή: γάμε θεῶν λαμπρότατε πάντας ἐψυχαγώγησεν, ἦν δὲ διθυραμβοποιός. καὶ ὁ νυμφίος: Φιλόξενε, εἶπε, καὶ αὔριον ὧδε δειπνήσεις. καὶ ὁ Φιλόξενος: ἂν ὄψον, ἔφη, μὴ πωλῇ τις.

Ἀθήναιος Κλέαρχος δʼ ἐν τοῖς περὶ βίων φίλιχθύν τινα ἀναγράφων φησὶν οὕτως: Τέχνων ὁ παλαιὸς αὐλητὴς Χάρμου τοῦ αὐλητοῦ τελευτήσαντος — ἦν δὲ φίλιχθυς — ἀποπυρίδας ἐπὶ τοῦ μνήματος ἐνήγιζεν αὐτῷ.

Ἀθήναιος διαβόητοι δʼ εἰσὶν ἐπὶ τρυφῇ καὶ αἱ τῶν Σικελῶν τράπεζαι, οἵτινες καὶ τὴν παρʼ αὐτοῖς θάλατταν λέγουσιν εἶναι γλυκεῖαν, χαίροντες τοῖς ἐξ αὐτῆς γινομένοις ἐδέσμασιν, ὥς φησι Κλέαρχος ἐν πέμπτῳ βίων.

Ἀθήναιος περὶ δὲ Ἀναξάρχου Κλέαρχος ὁ Σολεὺς ἐν πέμπτῳ βίων οὕτω γράφει: τῷ εὐδαιμονικῷ καλουμένῳ Ἀναξάρχῳ διὰ τὴν τῶν χορηγησάντων ἄγνοιαν περιπεσούσης ἐξουσίας γυμνὴ μὲν ᾠνοχόει παιδίσκη πρόσηβος ἡ προκριθεῖσα διαφέρειν ὥρᾳ τῶν ἄλλων, ἀνασύρουσα πρὸς ἀλήθειαν τὴν τῶν οὕτως αὐτῇ χρωμένων ἀκρασίαν. ὁ δὲ σιτοποιὸς χειρῖδας ἔχων καὶ περὶ τῷ στόματι κημὸν ἔτριβε τὸ σταῖς, ἵνα μήτε ἱδρὼς ἐπιρρέοι μήτε τοῖς φυράμασιν ὁ τρίβων ἐμπνέοι. διὸ πρεπόντως ἄν τις εἴποι τῷ σοφῷ τούτῳ φιλοσόφῳ τὰ ἐκ τοῦ Ἀναξίλα Λυροποιοῦ ξανθοῖς τε μύροις χρῶτα λιπαίνων, χλανίδας θʼ ἕλκων, βλαύτας σύρων, βολβοὺς τρώγων, τυροὺς κάπτων, ᾠὰ κολάπτων, κήρυκας ἔχων, Χῖον πίνων, καὶ πρὸς τούτοις ἐν σκυταρίοις ῥαπτοῖσι φορῶν Ἐφεσήια γράμματα καλά.

Ἀθήναιος Κλέαρχος δʼ ἐν τοῖς περὶ βίων εἰς τοῦτό φησιν ὠμότητος Φάλαριν τὸν τύραννον ἐλάσαι ὡς γαλαθηνὰ θοινᾶσθαι βρέφη.

Ἀθήναιος πόσῳ γὰρ τούτων βέλτιον Γοργίας ὁ Λεοντῖνος, περὶ οὗ φησιν ὁ αὐτὸς Κλέαρχος ἐν τῷ ὀγδόῳ τῶν βίων, ὅτι διὰ τὸ σωφρόνως ζῆν σχεδὸν ρʼ ἔτη τῷ φρονεῖν συνεβίωσεν. καὶ ἐπεί τις αὐτὸν ἤρετο τίνι διαίτῃ χρώμενος οὕτως ἐμμελῶς καὶ μετὰ αἰσθήσεως τοσοῦτον χρόνον ζήσειεν, οὐδὲν πώποτε, εἶπεν, ἡδονῆς ἕνεκεν πράξας.

Παυσανίας Αἰγὸς τρόπον μάχαιραν ἐσκάλευσά μοι: λέγεται καὶ ἑτέρως ἡ παροιμία· αἲξ ποττὰν μάχαιραν, ὡς Χρύσιππος καὶ Κλέαρχος. τάσσεται δὲ ἐπὶ τῶν ἑαυτοῖς προξενούντων κακά· ἡ γὰρ αἲξ σκάλλουσα τὴν μάχαιραν εὑρίσκει, διʼ ἧς θύεται. ἄλλοι δέ φασιν ὅτι ἐν Κορίνθῳ τῆς Μηδείας παισὶ μετὰ τὸ ἐναγίσαι τὴν μάχαιραν ἀποκρύπτουσι, τῷ δὲ ἑξῆς ἔτει τὸ μέλλον πάλιν ἐναγίζεσθαι ἱερεῖον τοῖς κέρασιν ἀνορύττει τὴν μάχαιραν.

Ἀθήναιος τίνα δὲ κόλασιν ὑπέμενον Ἀθήνησιν οἱ μὴ λύσαντες τὸν προτεθέντα γρῖφον, εἴ γε ἔπινον φιάλην ἅλμῃ κεκερασμένην, ὡς καὶ ὁ Κλέαρχος προεῖπεν ἐν τῷ ὅρῳ; κἀν τῷ πρώτῳ δὲ περὶ παροιμιῶν γράφει οὕτως· τῶν γρίφων ἡ ζήτησις οὐκ ἀλλοτρία φιλοσοφίας ἐστί, καὶ οἱ παλαιοὶ τὴν τῆς παιδείας ἀπόδειξιν ἐν τούτοις ἐποιοῦντο. προέβαλλον γὰρ παρὰ τοὺς πότους οὐχ ὥσπερ οἱ νῦν ἐρωτῶντες ἀλλήλους, τίς τῶν ἀφροδισιαστικῶν συνδυασμῶν ἢ τίς ἢ ποῖος ἰχθὺς ἥδιστος ἢ τίς ἀκμαιότατος, ἔτι δὲ τίς μετʼ Ἀρκτοῦρον ἢ μετὰ Πλειάδα ἢ τίς μετὰ Κύνα μάλιστα βρωτός. καὶ ἐπὶ τούτοις ἆθλα μὲν τοῖς νικῶσι φιλήματα μίσους ἄξια τοῖς ἐλευθέραν αἴσθησιν ἔχουσι, ζημίαν δὲ τοῖς ἡττηθεῖσιν τάττουσιν ἄκρατον πιεῖν, ὃν ἥδιον τῆς ὑγιείας πίνουσι. κομιδῇ γάρ ἐστι ταῦτά γέ τινος τοῖς Φιλαινίδος καὶ τοῖς Ἀρχεστράτου συγγράμμασιν ἐνῳκηκότος, ἔτι δὲ περὶ τὰς καλουμένας γαστρολογίας ἐσπουδακότος. ἀλλὰ μᾶλλον τὰς τοιαύτας, τῷ πρώτῳ ἔπος ἢ ἰαμβεῖον εἰπόντι τὸ ἐχόμενον ἕκαστον λέγειν καὶ τῷ κεφάλαιον εἰπόντι ἀντειπεῖν τὸ ἑτέρου ποιητοῦ τινος, ὅτι εἰς τὴν αὐτὴν εἶπε γνώμην· ἔτι δὲ λέγειν ἕκαστον ἰαμβεῖον. πρός τε τούτοις ἕκαστον εἰπεῖν ὅσων ἂν προσταχθῇ συλλαβῶν ἔμμετρον, καὶ ὅσα τῆς τῶν γραμμάτων καὶ συλλαβῶν ἔχεται θεωρίας. ὁμοίως δὲ τοῖς εἰρημένοις ἡγεμόνος ἕκαστον λέγειν ὄνομα τῶν ἐπὶ Τροίαν ἢ τῶν Τρώων, καὶ πόλεως ὄνομα τῶν ἐν τῇ Ἀσίᾳ λέγειν ἀπὸ τοῦ δοθέντος γράμματος, τὸν δʼ ἐχόμενον τῶν ἐν τῇ Εὐρώπῃ καὶ τοὺς λοιποὺς ἐναλλάξαι, ἄν τε Ἑλληνίδος ἄν τε βαρβάρου τάξῃ τις. ὥστε τὴν παιδιὰν μὴ ἄσκεπτον οὖσαν μηνύματα γίνεσθαι τῆς ἑκάστου πρὸς παιδείαν οἰκειότητος. ἐφʼ οἷς ἆθλον ἐτίθεσαν στέφανον καὶ εὐφημίαν, οἷς μάλιστα γλυκαίνεται τὸ φιλεῖν ἀλλήλους. ταῦτα μὲν οὖν Κλέαρχος εἴρηκε.

Ἀθήναιος τῶν δὲ πολλῶν τὸ ἰὴ παιὼν ἐπιφθεγγομένων ὁ Ποντιανὸς ἔφη: τὸ ἰὴ παιών, ἄνδρες φίλοι, μαθεῖν βούλομαι εἴτε παροιμία ἐστὶν εἴτε ἐφύμνιον εἴτε τι ἄλλο. πρὸς ὃν ὁ Δημόκριτος ἔφη· Κλέαρχος ὁ Σολεὺς οὐδενὸς ὢν δεύτερος τῶν τοῦ σοφοῦ Ἀριστοτέλους μαθητῶν ἐν τῷ προτέρῳ περὶ παροιμιῶν τὴν Λητώ φησιν ἐκ Χαλκίδος τῆς Εὐβοίας ἀνακομίζουσαν εἰς Δελφοὺς Ἀπόλλωνα καὶ Ἄρτεμιν γενέσθαι παρὰ τὸ τοῦ κληθέντος Πύθωνος σπήλαιον. καὶ φερομένου τοῦ Πύθωνος ἐπʼ αὐτοὺς ἡ Λητὼ τῶν παίδων τὸν ἕτερον ἐν ταῖς ἀγκάλαις ἔχουσα προσβᾶσα τῷ λίθῳ τῷ νῦν ἔτι κειμένῳ ὑπὸ τῷ ποδὶ τῆς χαλκῆς εἰργασμένης Λητοῦς, ὃ τῆς τότε πράξεως μίμημα γενόμενον ἀνάκειται παρὰ τὴν πλάτανον ἐν Δελφοῖς, εἶπεν ἵε παῖ· τυχεῖν δὲ τόξα μετὰ χεῖρας ἔχοντα τὸν Ἀπόλλωνα. τοῦτο δʼ ἐστὶν ὡς ἂν εἴποι τις· ἄφιε παῖ καὶ βάλε παῖ. διόπερ ἀπὸ τούτου λεχθῆναί φασιν τὸ ἵε παῖ καὶ ἵε παιών.

Ζηνόβιος ὁ Σοφιστής Οἰταῖος δαίμων: Κλέαρχός φησιν, ὅτι δαίμων τις Οἰταῖος ἐπωνομάσθη, ὃς ὕβριν καὶ ὑπερηφανίαν πάνυ ἐμίσησεν.

Σχόλια εἰς Θεόκριτον Ἐντὶ μὲν οὐδὲν ἱερόν· παροιμία ἐπὶ τῶν μηδενὸς ἀξίων. φησὶ δὲ Κλέαρχος ἐν δευτέρῳ τῶν παροιμιῶν ὅτι Ἡρακλῆς ἰδὼν ἱδρυμένον τὸν Ἄδωνιν ἔφη· οὐδὲν ἱερόν. οὐ γὰρ αὐτὸν ἄξιον τιμῆς καὶ ἱδρύσεως ἔκρινεν.

Ζηνόβιος ὁ Σοφιστής Οὐδὲν ἱερὸν ὑπάρχεις: Κλέαρχός φησιν ὅτι Ἡρακλῆς ἰδὼν τὸν Ἄδωνιν ἱδρυμένον ἔφη: οὐδὲν ἱερόν. εἴρηται οὖν ἡ παροιμία ἐπὶ τῶν παντελῶς εὐτελῶν καὶ ἀχρήστων.

Μιχαὴλ Ἀποστόλιος ὁ Παροιμιογράφος Οὐδὲν ἱερόν: Ἡρακλῆς εἶπεν Ἀδώνιδος ἰδὼν ξόανον, ὡς τῶν εὐεργετησάντων τοὺς ἀνθρώπους μόνων ὀφειλόντων τιμᾶσθαι. ἢ ὅτι οἱ καταφυγόντες εἰς αὐτὸ δοῦλοι ἄδειαν οὐκ εἶχον. λέγεται δὲ ἐπὶ τῶν μηδενὸς ἀξίων, ὥς φησι Κλέαρχος ἐν δευτέρῳ παροιμιῶν.

Ζηνόβιος ὁ Σοφιστής Οὗτος ἄλλος Ἡρακλῆς: Κλέαρχος ἐξηγούμενος τὴν παροιμίαν φησὶ τὸν Βριαρέω καλούμενον Ἡρακλέα ἐλθεῖν εἰς Δελφούς, καὶ λαβόντα τι τῶν ἐκεῖ κειμηλίων κατά τι παλαιὸν ἔθος ὁρμῆσαι ἐπὶ τὰς Ἡρακλέους στήλας καλουμένας καὶ τῶν ἐκεῖ περιγενέσθαι. χρόνῳ δὲ ὕστερον τὸν Τύριον Ἡρακλέα ἐλθεῖν εἰς Δελφοὺς χρησόμενον τῷ μαντείῳ. τὸν δὲ θεὸν προσειπεῖν αὐτὸν ἄλλον Ἡρακλέα, καὶ οὕτω τὴν παροιμίαν κρατῆσαι.

Ἡσύχιος ὁ Ἀλεξανδρεύς Διομήδειος ἀνάγκη: παροιμία. Κλέαρχος μέν φησι Διομήδους θυγατέρας γενέσθαι πάνυ μοχθηράς, αἷς ἀναγκάζειν πλησιάζειν τινάς, καὶ εὐθὺς αὐτοὺς φονεύειν.

Ἰωάννης ὁ Στοβαῖος Πορφυρίου ἐκ τοῦ αʼ περὶ τοῦ γνῶθι σαυτόν· τί ποτε ἦν ἄρα καὶ τίνος τὸ ἱερὸν πρόσταγμα τὸ ἐν Πυθοῖ, ὃ γνῶναι ἑαυτὸν τοῖς τοῦ θεοῦ δεησομένοις προσαγορεύει; ....... ἀλλʼ εἴτε Φημονόη ....... εἴτε Κλεάρχῳ προσεκτέον μᾶλλον τοῦ μὲν Πυθίου φράζοντι εἶναι παράγγελμα, χρησθῆναι δὲ Χείλωνι, τί ἄριστον ἀνθρώποις μαθεῖν πυνθανομένῳ.

Ἡ μαντίσσα τῶν παροιμιῶν .... οἱ πολλοὶ δὲ Χίλωνος εἶναι τὸ ἀπόφθεγμα φασίν. Κλέαρχος δὲ ὑπὸ τοῦ θεοῦ λεχθῆναι Χίλωνι Δαμαγήτου Λακεδαιμονίῳ.

Ἰωάννης ὁ Στοβαῖος γνῶθι σαυτὸν ὡς παροιμία παραλαμβάνεται, μαρτυρεῖ Θεόφραστος ἐν τῷ περὶ παροιμιῶν. οἱ πολλοὶ δὲ Χείλωνος εἶναι τὸ ἀπόφθεγμα, Κλέαρχος δὲ ὑπὸ τοῦ θεοῦ λεχθῆναι Χείλωνι.

Ἕρμιππος δʼ ἐν τῶι πρώτωι περὶ Ἀριστοτέλους Δελφὸν εὐνοῦχόν φησιν εἰρηκέναι αὐτὸ νεωκόρον ὄντα τοῦ Πυθίου Χαμαιλέων δὲ Θαλῆν τὸν Ἐξαμύου, Κλέαρχος δʼ ἐν τοῖς Περὶ παροιμιῶν ἐρέσθαι ποτὲ τὸν Χίλωνα τὸν θεὸν τί ἄριστον ἂν εἴη, τὴν ἀποκρίνασθαι ὅτι τὸ γνῶθι σεαυτόν. ἔνιοι δʼ αὖ κτλ.

Λαέρτιος Διογένης Δαίμαχος δʼ ὁ Πλαταιικὸς καὶ Κλέαρχος φιάλην ἀποσταλῆναι ὑπὸ Κροίσου Πιττακῷ καὶ οὕτω περιενεχθῆναι

Λαέρτιος Διογένης τούτῳ γυμνασία ἦν σῖτον ἀλεῖν, ὥς φησι Κλέαρχος ὁ φιλόσοφος.

Πλατωνικὴ ὑπόμνησις Κλέαρχος δέ φησιν ὑπὸ Χαλκιδέων τῶν ἐν Εὐβοίᾳ πεμφθῆναι δῶρα εἰς Δελφοὺς Ἀπόλλωνι καὶ Ἀρτέμιδι. τῶν δὲ Δελφῶν μαντευομένων, εἰ ἐξ ἴσης τὴν ἀνάθεσιν ποιήσωνται, ἔφησεν ὁ θεός: κοινὰ τὰ τῶν φίλων.

Ἀθήναιος Κλέαρχος δʼ ὁ Σολεὺς ἐν τοῖς περὶ παροιμιῶν ἐν Λακεδαίμονι, φησί, τοὺς ἀγάμους αἱ γυναῖκες ἐν ἑορτῇ τινι περὶ τὸν βωμὸν ἕλκουσαι ῥαπίζουσιν, ἵνα τὴν ἐκ τοῦ πράγματος ὕβριν φεύγοντες φιλοστοργῶσί τε καὶ ἐν ὥρᾳ προσίωσι τοῖς γάμοις. ἐν δὲ Ἀθήναις πρῶτος Κέκροψ μίαν ἑνὶ ἔζευξεν, ἀνέδην τὸ πρότερον οὐσῶν τῶν συνόδων καὶ κοινογαμίων ὄντων. διὸ καὶ ἔδοξέ τισιν διφυὴς νομισθῆναι, οὐκ εἰδότων τῶν πρότερον διὰ τὸ πλῆθος τὸν πατέρα.

Διογενιανὸς ὁ Ἡρακλεώτης Ἀρχὴ δέ τοι ἥμισυ παντός: τινὲς μὲν τὴν παροιμίαν ἔταξαν ἐπὶ τῶν εἴς τι προκοπτόντων. Κλέαρχος δὲ αὐτὴν ἐντεῦθέν φησιν εἰρῆσθαι· παρὰ Λακεδαιμονίοις τῶν παίδων ὁ πρεσβύτερος τὴν βασιλείαν διεδέχετο τοῦ πατρὸς τελευτήσαντος. Ἀργείᾳ οὖν τῇ Ἀριστοδήμου γυναικὶ γεγόνασι δίδυμοι, καὶ τοῦ ἀνδρὸς τελευτήσαντος βουλομένη ἄμφω τοὺς παῖδας βασιλεύειν, Προκλέα καὶ Εὐρυσθέα, οὐκ εἰδέναι ἔφασκεν, ὁπότερος αὐτῶν πρεσβύτερος εἴη. εἶτα ἐρωτηθεὶς ὁ θεὸς εἶπεν: ἀρχὴ παντὸς ἥμισυ, δηλῶν ὅτι ἄμφω δεῖ βασιλεύειν, μετέχειν δὲ ἑκάτερον τῆς ἀρχῆς.

Ἀθήναιος ἱστορεῖται δὲ καὶ ὅτι φεύγων διὰ τὸν φόβον μεταβάλλει τὰς χρόας καὶ ἐξομοιοῦται τοῖς τόποις ἐν οἷς κρύπτεται, ὡς καὶ ὁ Μεγαρεὺς Θέογνίς φησιν ἐν ταῖς ἐλεγείαις: πουλύπου ὀργὴν ἴσχε πολυπλόκου, ὃς ποτὶ πέτρῃ τῇ προσομιλήσῃ, τοῖος ἰδεῖν ἐφάνη. ὁμοίως ἱστορεῖ καὶ Κλέαρχος ἐν δευτέρῳ περὶ παροιμιῶν παρατιθέμενος τάδε τὰ ἔπη, οὐ δηλῶν ὅτου ἐστί: πουλύποδός μοι, τέκνον, ἔχων νόον, Ἀμφίλοχʼ ἥρως, τοῖσιν ἐφαρμόζου, τῶν κεν κατὰ δῆμον ἵκηαι.

Μιχαὴλ Ἀποστόλιος ὁ Παροιμιογράφος Νεοττοῦ οὐδέν μοι δίδως: ἐπὶ τῶν ἀμεταδότων, νεοττὸς γὰρ λέγεται ἡ τοῦ ᾠοῦ λέκιθος καὶ τὸ πυρρόν. οὕτω Μένανδρος καὶ Κλέαρχος.

Σοῦδα νεοττός: ἡ τοῦ ᾠοῦ λέκιθος καὶ τὸ πυρρόν. Μένανδρος Ἀνδρίᾳ καὶ τεττάρων ᾠῶν μετὰ τοῦτο, φιλτάτη, τὸ νεοττίον. Κλέαρχος ἐν τῷ περὶ οἴνων συγγράμματί φησιν: ὃ διαδίδοται ἀρχὴ ὑπὸ τὸν ὑμένα λευκόν· ἐν τούτῳ γὰρ τὸ σπέρμα καὶ οὐκ ἐν τῷ καλουμένῳ νεοττῷ. διεψεύσθησαν γὰρ οἱ πρῶτοι τοῦτο φήσαντες· καί ἐστι τὸ ὠχρὸν περίττωμα τοῦ σπέρματος. ὅτι δὲ τὸ ὠχρὸν νεοττὸν ἔλεγον, μαρτυρεῖ καὶ Χρύσιππος ἐν τῶ περὶ Χρησμῶν. ὄναρ γάρ τινά φησι θεασάμενον ἐκ τῆς κλίνης αὐτοῦ κρέμασθαι ᾠά, προσαναθέσθαι ὀνειροκρίτῃ. τὸν δὲ εἰπεῖν: ὀρύττων θησαυρὸν εὑρήσεις κατὰ τὸν τόπον ἐκεῖνον. εὑρόντα δὲ σταμνίον ἐν ᾧ ἀργύριον ἦν καὶ χρυσίον, ἐνεγκεῖν τι τοῦ ἀργυρίου τῷ μάντει. τὸν δὲ μάντιν εἰπεῖν: τοῦ δὲ νεοττοῦ οὐδέν μοι δίδως; καὶ Δίφιλος κέχρηται τῇ λέξει ᾠῶν δʼ ἐν αὐτῇ διέτρεχεν νεοττία.

Ζηνόβιος ὁ Σοφιστής Ὑπὲρ τὰ Καλλικράτους: Κλέαρχός φησιν ὅτι Καλλικράτης τις ἐγένετο ἐν Καρύστῳ πλουσιώτατος. εἴ ποτε ἐθαύμαζόν τινα οἱ Καρύστιοι ἐπὶ πλούτῳ ὑπερβολικῷ, ἔλεγον: ὑπὲρ τὰ Καλλικράτους.

Ἀθήναιος Κλέαρχος δὲ ἐν τοῖς περὶ παροιμιῶν καὶ διδάσκαλον τοῦ Ἀρχεστράτου γενέσθαι φησὶν Τερψίωνα, ὃν καὶ πρῶτον γαστρολογίαν γράψαντα διακελεύεσθαι τοῖς μαθηταῖς τίνων ἀφεκτέον. ἀπεσχεδιακέναι τε τὸν Τερψίωνα καὶ περὶ τῆς χελώνης τάδε: κρέα χρὴ χελώνης ἢ φαγεῖν ἢ μὴ φαγεῖν.

Ἀθήναιος ὅτι Ἀρχέστρατος ὁ Συρακούσιος ἢ Γελῷος ἐν τῇ ...... ὡς δὲ Κλέαρχος Δειπνολογίᾳ ..... φησί κτλ.

Σοῦδα : Κλέαρχος δὲ ὁ Σολεὺς δειπνολογίαν καλεῖ τὸ ποίημα.

Ἀθήναιος Κλέαρχος γὰρ ἐν τοῖς περὶ παροιμιῶν φησιν ὡς ὁ Στρατόνικος θεασάμενος τὸν Πρόπιν ὄντα τῷ μὲν μεγέθει μέγαν, τῇ δὲ τέχνῃ κακὸν καὶ ἐλάττονα τοῦ σώματος, ἐπερωτώντων αὐτὸν ποῖός τις ἐστιν εἶπεν: οὐδεὶς κακὸς μέγας ἰχθύς, αἰνισσόμενος ὅτι πρῶτον μὲν οὐδείς ἐστιν, εἶθʼ ὅτι κακός, καὶ πρὸς τούτοις μέγας μὲν, ἰχθὺς δὲ διὰ τὴν ἀφωνίαν.

Ἀθήναιος Κλέαρχος δʼ ὁ Περιπατητικὸς ἐν τοῖς περὶ παροιμιῶν περὶ τῆς ἀφύης φησι: διὰ τὸ μικροῦ δεῖσθαι πυρὸς ἐν τοῖς τηγάνοις οἱ περὶ Ἀρχέστρατον ἐπιβαλόντας κελεύουσιν ἐπὶ θερμὸν τήγανον σίζουσαν ἀφαιρεῖν. ἅμα δʼ ἧπται καὶ σίζει, καθάπερ τοὔλαιον, εὐθύς, διὸ λέγεται· ἴδε πῦρ ἀφύη.

Ἀθήναιος ἀλλʼ ἐπεὶ περὶ ταρίχων ἐστὶν ὁ λόγος, περὶ ὧν οἶδα καὶ παροιμίαν μνήμης ἠξιωμένην ὑπὸ τοῦ Σολέως Κλεάρχου: σαπρὸς τάριχος τὴν ὀρίγανον φιλεῖ, ἔρχομαι κἀγὼ λέξων τι περὶ αὐτῶν κτλ.

Ἀθήναιος Κλέαρχος δʼ ὁ ἀπὸ τοῦ Περιπάτου ἐν τοῖς περὶ παροιμιῶν ὡς παροιμίαν ἀναγράφει τὸ ἐπὶ τῇ φακῇ μύρον.

Ἀριστοφάνους Σχόλια ἑπτὰ δὲ ἀναγράφει αὐτῶν γένη ὁ Κλέαρχος ἐν τῷ περὶ γρίφων συντάγματι. γρῖφοι δὲ λέγεται τὰ ἐν τοῖς συμποσίοις προβαλλόμενα αἰνιγματώδη ζητήματα.

Ἀθήναιος ὁ μὲν Σολεὺς Κλέαρχος οὕτως ὁρίζεται: γρῖφος πρόβλημά ἐστι ἐπιπαιστικόν, προστακτικὸν τοῦ διὰ ζητήσεως εὑρεῖν τῇ διανοίᾳ τὸ προβληθὲν τιμῆς ἢ ἐπιζημίου χάριν εἰρημένον. ἐν δὲ τῷ περὶ γρίφων ὁ αὐτὸς Κλέαρχός φησιν ἑπτὰ εἴδη εἶναι γρίφων. ἐν γράμματι μέν, οἷον ἐροῦμεν ἀπὸ τοῦ ἄλφα, ὡς ὄνομά τι ἰχθύος ἢ φυτοῦ, ὁμοίως δὲ κἂν ἔχειν τι κελεύῃ τῶν γραμμάτων ἢ μὴ ἔχειν, καθάπερ οἱ ἄσιγμοι καλούμενοι τῶν γρίφων. ὅθεν καὶ Πίνδαρος πρὸς τὸ σ ἐποίησεν ᾠδήν, οἱονεὶ γρίφου τινὸς ἐν μελοποιίᾳ προβληθέντος. ἐν συλλαβῇ δὲ λέγονται γρῖφοι οἷον ἐροῦμεν ἔμμετρον ὁτιδήποτε οὗ ἡγεῖται βα, οἷον βασιλεύς, ἢ ὧν ἔχει τελευτὴν τὸ ναξ, ὡς Καλλιάναξ, ἢ ὧν τὸν λέοντα καθηγεῖσθαι, οἷον Λεωνίδης, ἢ ἔμπαλιν τελικὸν εἶναι, οἷον Θρασυλέων. ἐν ὀνόματι δὲ, οἷον ἐροῦμεν ὀνόματα ἁπλᾶ ἢ σύνθετα δισύλλαβα, οὗ μορφή τις ἐμφαίνεται τραγικὴ ἢ πάλιν ταπεινή, ἢ ἄθεα ὀνόματα, οἷον Κλεώνυμος, ἢ θεοφόρα οἷον Διονύσιος, καὶ τοῦτο ἤτοι ἐξ ἑνὸς θεοῦ ἢ πλεόνων, οἷον Ἑρμαφρόδιτος. ἢ ἀπὸ Διὸς ἄρχεσθαι Διοκλῆς ἢ Ἑρμοῦ Ἑρμόδωρος· ἢ λήγειν εἰ τύχοι εἰς νῖκος. οἱ δὲ μὴ εἰπόντες ὡς προσετάττετο ἔπινον τὸ ποτήριον. καὶ ὁ μὲν Κλέαρχος οὕτως ὡρίσατο.

Ἀθήναιος τοῦ δὲ ἡμῖν παρακειμένου μελιπήκτου μέμνηται Κλέαρχος ὁ Σολεὺς ἐν τῷ περὶ γρίφων οὑτωσὶ λέγων: σκευῶν κελεύοντι λέγειν ὀνόματα εἰπεῖν τρίπους χύτρα λυχνεῖον ἀκταία βάθρον σπόγγος λέβης σκαφεῖον ὅλμος λήκυθος σπυρὶς μάχαιρα τρύβλιον κρατὴρ ῥαφίς. ἢ πάλιν ὄψων. οὕτως ἔτνος φακῆ τάριχος ἰχθὺς γογγυλὶς σκόροδον κρέας θύννειον ἅλμη κρόμμυον σκόλυμος ἐλαία κάππαρις βολβὸς μύκης. ἐπί τε τῶν τραγημάτων ὁμοίως ἄμης πλακοῦς ἔντιλτος ἴτριον ῥόα ᾠὸν ἐρέβινθος σησάμη κοπτὴ βότρυς ἰσχὰς ἄπιος πέρσεια μῆλʼ ἀμύγδαλα, ταῦτα μὲν ὁ Κλέαρχος.

Ἀθήναιος τὸ δὲ Καστορίωνος τοῦ Σολέως, ὡς ὁ Κλέαρχός φησιν, εἰς τὸν Πᾶνα ποίημα τοιοῦτόν ἐστι· τῶν ποδῶν ἕκαστος ὅλοις ὀνόμασιν περιειλημμένος πάντας ὁμοίως ἡγεμονικοὺς καὶ ἀκολουθητικοὺς ἔχει τοὺς πόδας, οἷον σὲ τὸν βολαῖς νιφοκτύποις δυσχείμερον ναίονθʼ ἕδος, θηρονόμε Πάν, χθόνʼ Ἀρκάδων, κλῄσω γραφῇ τῇδʼ ἐν σοφῇ πάγκλειτʼ ἔπη συνθείς, ἄναξ, δύσγνωστα μὴ σοφοῖς κλυεῖν, μουσοπόλε θήρ, κηρόχυτον ὃς μείλιγμʼ ἱεῖς, καὶ τὰ λοιπὰ τὸν αὐτὸν τρόπον. τούτων δὲ ἕκαστος τῶν ποδῶν, ὡς ἂν τῇ τάξει θῇς, τὸ αὐτὸ μέτρον ἀποδώσει, οὕτως σὲ τὸν βολαῖς νιφοκτύποις δυσχείμερον, νιφοκτύποις σὲ τὸν βολαῖς δυσχείμερον, καὶ ὅτι τῶν ποδῶν ἕκαστός ἐστι ἑνδεκαγράμματος. ἔστι δὲ καὶ μὴ τοῦτον τὸν τρόπον ἀλλʼ ἑτέρως ποιῆσαι, ὥστε πλείω πρὸς τὴν χρῆσιν ἐκ τοῦ ἑνὸς ἔχειν οὕτω λέγοντας μέτρον φράσον μοι τῶν ποδῶν μέτρον λαβών, λαβὼν μέτρον μοι τῶν ποδῶν μέτρον φράσον. — — — — — — — — — — — — — — — — οὐ βούλομαι γὰρ τῶν ποδῶν μέτρον λαβεῖν, λαβεῖν μέτρον γὰρ τῶν ποδῶν οὐ βούλομαι. Πίνδαρος δὲ πρὸς τὴν ἀσιγμοποιηθεῖσαν ᾠδήν, ὡς ὁ αὐτός φησι Κλέαρχος, οἱονεὶ γρίφου τινὸς ἐν μελοποιίᾳ προβληθέντος, ὡς πολλῶν τούτῳ προσκρουόντων διὰ τὸ ἀδύνατον εἶναι ἀποσχέσθαι τοῦ σίγμα καὶ διὰ τὸ μὴ δοκιμάζειν, ἐποίησε πρὶν μὲν εἷρπε σχοινοτένειά τʼ ἀοιδὰ καὶ τὸ σὰν κίβδηλον ἀνθρώποις. ταῦτα σημειώσαιτʼ ἄν τις πρὸς τοὺς νοθεύοντας Λάσου τοῦ Ἑρμιονέως τὴν ἄσιγμον ᾠδήν, ἥτις ἐπιγράφεται Κένταυροι.

Ἀθήναιος Κλεάνθης δὲ ὁ Ταραντῖνος, ὥς φησι Κλέαρχος, πάντα παρὰ τοὺς πότους ἔμμετρα ἔλεγε, καὶ Πάμφιλος δὲ ὁ Σικελός, ὡς ταῦτα: ἔγχει πιεῖν μοι καὶ τὸ πέρδικος σκέλος. ἀμίδα δότω τις ἢ πλακοῦντά τις δότω.

Ἀθήναιος Κλέαρχός φησι Χάρμον τὸν Συρακούσιον εὐτρεπίσθαι στιχίδια καὶ παροιμίας εἰς ἕκαστον τῶν ἐν τοῖς δείπνοις παρατιθεμένων. εἰς μὲν τὸν ἰχθύν: ἥκω λιπὼν Αἰγαῖον ἁλμυρὸν βάθος, εἰς δὲ τοὺς κήρυκας· χαίρετε κήρυκες Διὸς ἄγγελοι, εἰς δὲ τὴν χορδήν: ἑλικτὰ κοὐδὲν ὑγιές, εἰς δὲ τὴν ὠνθυλευμένην τευθίδα: σοφὴ σοφὴ σύ, εἰς δὲ τὸ ἐν τοῖς ἑψητοῖς ὡραῖον: οὐκ ἀπʼ ἐμοῦ σκεδάσεις ὄχλον, εἰς δὲ τὴν ἀποδεδαρμένην ἔγχελυν: οὐ προκαλυπτομένα βοστρυχώδεα κτλ.

φησὶ δὲ καὶ ὅτι ὁ Χάρμος εἰς ἕκαστον τῶν παρατιθεμένων ἔχων τι πρόχειρον, ὡς προείρηται, ἐδόκει τοῖς Μεσσηνίοις πεπαιδευμένος εἶναι, ὡς καὶ Καλλιφάνης ὁ τοῦ Παραβρύκοντος κληθεὶς ἀρχὰς ποιημάτων πολλῶν ἐκγραψάμενος ἀνειλήφει μέχρι τριῶν καὶ τεσσάρων στίχων, πολυμαθείας δόξαν προσποιούμενος.

Ἀθήναιος Κλέαρχος Ἀριστοτέλους μαθητής, Σολεὺς δὲ τὸ γένος, ἐν τῷ προτέρῳ περὶ γρίφων — κρατῶ γὰρ καὶ τῆς λέξεως διὰ τὸ σφόδρα μοι εἶναι προσφιλῆ — οὑτωσί πως εἴρηκε: φαγήσια, οἱ δὲ φαγησιπόσια προσαγορεύουσι τὴν ἑορτήν. ἐξέλιπε δὲ αὕτη, καθάπερ ἡ τῶν ῥαψῳδῶν ἣν ἦγον .... καὶ τὴν τῶν Διονυσίων. ἐν ᾗ παριόντες ἑκάστῳ τῶν θεῶν οἷον τιμὴν ἐπετέλουν τὴν ῥαψῳδίαν. ταῦτʼ εἶπεν ὁ Κλέαρχος· εἰ δʼ ἀπιστεῖς, ὦ ἑταῖρε, καὶ τὸ βιβλίον κεκτημένος οὐ φθονήσω σοι. ἀφʼ οὗ πολλὰ ἐκμαθὼν εὐπορήσεις προβλημάτων. καὶ γὰρ Καλλίαν ἱστορεῖ τὸν Ἀθηναῖον γραμματικὴν συνθεῖναι τραγῳδίαν, ἀφʼ ἧς ποιῆσαι τὰ μέλη καὶ τὴν διάθεσιν Εὐριπίδην ἐν Μηδείᾳ καὶ Σοφοκλέα τὸν Οἰδίπουν.

Εὐστάθιος ὁ Θεσσαλονίκης ἔνθα ὅρα καὶ ὡς οἱ περὶ τὸ θεῖον ῥᾴθυμοι διʼ ἀνάγκην ἐπὶ τὸ θύειν ἔρχονται οὐδʼ ἐν τῇ θυσίᾳ πάντως ἀπαλλαγησόμενοι τοῦ πολυφαγεῖν, ἵνα καὶ αὐτὴ φάγων ἑορτὴ λέγηται, ὁποία καὶ ἡ παρὰ Κλεάρχῳ τῷ Ἀριστοτέλους μαθητῇ, ὃς καθὰ λέγει Ἀθήναιος φαγησίαν ἑορτὴν ἱστορεῖ, κατὰ δέ τινας φαγησιποσίαν. κρατῶ γάρ, φησί, καὶ τῆς λέξεως διὰ τὸ σφόδρα μοι εἶναι προσφιλῆ τὸν Κλέαρχον.

Ἀθήναιος Κλέαρχος δʼ ἐν τῷ προτέρῳ περὶ γρίφων τὰ Ἀρχιλόχου, φησίν, Σιμωνίδης ὁ Ζακύνθιος ἐν τοῖς θεάτροις ἐπὶ δίφρου καθήμενος ἐρραψῴδει.

Ἀθήναιος τῷ δὲ Θεοδέκτῃ παραπλησίως ἔπαιζε γρίφους καὶ Δρομέας ὁ Κῷος, ὥς φησι Κλέαρχος, καὶ Ἀριστώνυμος ὁ ψιλοκιθαριστής, ἔτι δὲ Κλέων ὁ μίμαυλος ἐπικαλούμενος, ὅσπερ καὶ τῶν Ἰταλικῶν μίμων ἄριστος γέγονεν αὐτοπρόσωπος ὑποκριτής. καὶ γὰρ Νυμφοδώρου περιῆν ἐν τῷ μνημονευομένῳ μίμῳ. τούτου δὲ καὶ Ἰσχόμαχος ὁ κῆρυξ ἐγένετο ζηλωτής, ὃς ἐν τοῖς κύκλοις ἐποιεῖτο τὰς μιμήσεις, ὡς δʼ εὐδοκίμει, μεταβὰς ἐν τοῖς θαύμασιν ὑπεκρίνετο μίμους. τοιοῦτοι δʼ ἦσαν οὓς ἐποίει γρίφους, οἷον ἀγροίκου τινὸς ὑπερπλησθέντος καὶ κακῶς ἔχοντος, ὡς ἠρώτα αὐτὸν ὁ ἰατρὸς μὴ εἰς ἔμετον ἐδείπνησεν, οὐκ ἔγωγε, εἰπεῖν, ἀλλʼ εἰς τὴν κοιλίαν. καὶ πτωχῆς τινος τὴν γαστέρα πονούσης ἐπεὶ ὁ ἰατρὸς ἐπυνθάνετο μὴ ἐν γαστρὶ ἔχει, πῶς γάρ, εἶπε, τριταία μὴ βεβρωκυῖα; τῶν Ἀριστωνυμ....

Ἀθήναιος πολλοὶ δὲ τῶν γρίφων καὶ τοιοῦτοί τινές εἰσιν οἷον ἄνδρʼ εἶδον πυρὶ χαλκὸν ἐπʼ ἀνέρι κολλήσαντα, οὕτω συγκόλλως ὥστε σύναιμα ποιεῖν, τοῦτο δὲ σημαίνει σικύας προσβολήν. καὶ τὸ Πανάρκους δʼ ἐστὶ τοιοῦτον, ὥς φησι Κλέαρχος ἐν τῷ περὶ γρίφων, ὅτι βάλοι ξύλῳ τε καὶ οὐ ξύλῳ καθημένην ὄρνιθα καὶ οὐκ ὄρνιθα ἀνήρ τε κοὐκ ἀνὴρ λίθῳ τε καὶ οὐ λίθῳ. τούτων γάρ ἐστι τὸ μὲν νάρθηξ τὸ δὲ νυκτερὶς τὸ δὲ εὐνοῦχος τὸ δὲ κίσηρις.

Κλεάρχου γρῖφος: αἶνός τίς ἐστιν ὡς ἀνήρ τε κοὐκ ἀνὴρ ὄρνιθα κοὐκ ὄρνιθʼ ἰδών τε κοὐκ ἰδὼν ἐπὶ ξύλου τε κοὐ ξύλου καθημένην τε κʼ οὐ καθημένην λίθῳ τε κοὐ λίθῳ βάλοι τε κοὐ βάλοι.

ἄλλως: ἄνθρωπος οὐκ ἄνθρωπος, ἄνθρωπος δʼ ὅμως ὄρνιθα κοὐκ ὄρνιθα, ὄρνιθα δʼ ὅμως, ἐπὶ ξύλου τε κοὐ ξύλου καθημένην λίθῳ βαλών με κοὐ λίθῳ διώλεσεν. νυκτερίδα ὁ εὐνοῦχος νάρθηκος κισήρει.

Εὐστάθιος ὁ Θεσσαλονίκης καὶ συλλαλεῖ τῇ ἐννοίᾳ ταύτῃ καί τις παλαιὸς αἶνος ἤγουν γρῖφος, εἰπεῖν δὲ σαφέστερον αἴνιγμα κείμενον παρὰ Κλεάρχῳ εἰπόντι ἐμμέτρως οὕτω: αἶνός τίς ἐστιν ὡς ἀνήρ τε κοὐκ ἀνὴρ ὄρνιθά τε κοὐκ ὄρνιθα ἰδών τε κοὐκ ἰδὼν ἐπὶ ξύλου τε κοὐ ξύλου καθημένην τε κοὐ καθημένην λίθῳ τε κοὐ λίθῳ βάλοι τε κοὐ βάλοι.

Ἀθήναιος Κλέαρχός φησι τὸ μὲν ὕδωρ ὥσπερ καὶ τὸ γάλα λευκὸν λέγεσθαι, οἶνον δὲ καθάπερ καὶ τὸ νέκταρ ἐρυθρόν, μέλι δὲ καὶ ἔλαιον χλωρόν, τὸ δʼ ἐκ τῶν μύρτων θλιβόμενον μέλαν.

Πλούταρχος καὶ πρὸς Κλέαρχον, ὦ Ἀριστότελες, οὐκ ἀπιθάνως ἐδόκει λέγεσθαι τὸν ὑμέτερον, ὑμέτερος γὰρ ὁ ἁνήρ, Ἀριστοτέλους τοῦ παλαιοῦ γεγονὼς συνήθης, εἰ καὶ πολλὰ τοῦ Περιπάτου παρέτρεψεν. ὑπολαβόντος δὲ τοῦ Ἀπολλωνίδου τὸν λόγον καὶ τίς ἦν ἡ δόξα τοῦ Κλεάρχου διαπυθομένου, παντὶ μᾶλλον, ἔφην, ἀγνοεῖν ἢ σοὶ προσῆκόν ἐστι λόγον ὥσπερ ἀφʼ ἑστίας τῆς γεωμετρίας ὁρμώμενον. λέγει γὰρ ἁνὴρ εἰκόνας ἐσοπτρικὰς εἶναι καὶ εἴδωλα τῆς μεγάλης θαλάσσης ἐμφαινόμενα τῇ σελήνῃ τὸ καλούμενον πρόσωπον. ἥ τε γὰρ ἀκτὶς ἀνακλωμένη πολλαχόθεν ἅπτεσθαι τῶν οὐ κατʼ εὐθυωρίαν ὁρωμένων πέφυκεν, ἥ τε πανσέληνος αὐτὴ πάντων ἐσόπτρων ὁμαλότητι καὶ στιλπνότητι κάλλιστόν ἐστι καὶ καθαρώτατον. ὥσπερ οὖν τὴν ἶριν οἴεσθε ὑμεῖς ἀνακλωμένης ἐπὶ τὸν ἥλιον τῆς ὄψεως ἐνορᾶσθαι τῷ νέφει λαβόντι νοτερὰν ἡσυχῇ λειότητα καὶ πῆξιν, οὕτως ἐκεῖνος ἐνορᾶσθαι τῇ σελήνῃ τὴν ἔξω θάλασσαν, οὐκ ἐφʼ ἧς ἐστι χώρας, ἀλλὰ ὅθεν ἡ κλάσις ἐποίησε τῇ ὄψει τὴν ἐπαφὴν αὐτῆς καὶ τὴν ἀνταύγειαν. ὥς που πάλιν ὁ Ἀγησιάναξ εἴρηκεν ᾗ πόντου μέγα κῦμα καταντία κυμαίνοντος δείκελον ἰνδάλλοιτο πυριφλεγέθοντος ἐσόπτρου.

Ἀθήναιος οὐκ ἀγνοῶ δὲ καὶ τοὺς ἰχθυοφάγους παῖδας, ὧν Κλέαρχος μνημονεύει ἐν τῷ περὶ θινῶν, φάσκων Ψαμμήτιχον τὸν Αἰγυπτίων βασιλέα παῖδας θρέψαι ἰχθυοφάγους, τὰς πηγὰς τοῦ Νείλου βουλόμενον εὑρεῖν· καὶ ἄλλους δὲ ἀδίψους ἀσκῆσαι τοὺς ἐρευνησομένους τὰς ἐν Λιβύῃ ψάμμους, ὧν ὀλίγοι διεσώθησαν.

Θεμίστιος τῶν δὲ φυσικῶν τὰ μὲν ἔχει ζωήν, τὰ δʼ οὐκ ἔχει. τίνα δὲ λέγομεν τὴν ζωὴν ἔφθημεν εἰπόντες, ὅτι τὴν διʼ ἑαυτοῦ τροφήν τε καὶ αὔξησιν. ταῦτα δὲ ἦν τὰ ζῷα καὶ τὰ φυτά. τὰ γὰρ λεγόμενα στοιχεῖα φυσικὰ μέν, ὅτι κινήσεως ἀρχὴν ἔχει, οὐ ζῶντα δὲ, ὅτι μὴ τρέφεται διʼ ἑαυτῶν. ἡ γὰρ τῶν λίθων αὔξησις ὁμολογούμενον ὅτι προσθήκη. ἢ εἴπερ καὶ οἱ λίθοι διʼ ὅλου αὔξονται, εἴη ἂν ἐν τούτοις εἶδος ζῳῆς, ἀλλὰ λίαν γε ἀμυδρᾶς, ἐπεὶ καὶ γεννᾶν τινὲς λίθοι λέγονται, ὡς Κλέαρχός φησιν.

Ἀθήναιος Κλέαρχος δʼ ὁ Περιπατητικός φησι Ῥοδίους καὶ Σικελιώτας βράβυλα καλεῖν τὰ κοκκύμηλα.

Ἀθήναιος οὐκ ἔλαθεν δέ με οὐδὲ Κλέαρχος ὁ ἀπὸ τοῦ Περιπάτου ὅσʼ εἴρηκε καὶ περὶ τοῦ ἐξωκοίτου καλουμένου ἰχθύος ἐν τῷ ἐπιγραφομένῳ περὶ τῶν ἐνύδρων. εἴρηκε γάρ—κρατεῖν δʼ οἶμαι καὶ τῆς λέξεως οὕτως ἐχούσης: ὁ ἐξώκοιτος ἰχθύς, ὃν ἔνιοι καλοῦσιν ἄδωνιν, τʼ οὔνομα μὲν εἴληφε διὰ τὸ πολλάκις τὰς ἀναπαύσεις ἔξω τοῦ ὑγροῦ ποιεῖσθαι. ἐστὶ δὲ ὑπόπυρρος καὶ ἀπὸ τῶν βραγχίων ἑκατέρωθεν τοῦ σώματος μέχρι τῆς κέρκου μίαν ἔχει διηνεκῆ λευκὴν ῥάβδον. ἐστὶ δὲ στρογγύλος, ἀλλʼ οὐ πλατὺς ὢν κατὰ τὸ μέγεθος ἴσος ἐστὶ τοῖς παραιγιαλίταις κεστρινίσκοις. οὗτοι δʼ εἰσὶν ὀκταδάκτυλοι μάλιστα τὸ μῆκος. τὸ δὲ σύνολον ὁμοιότατός ἐστι τῷ καλουμένῳ τράγῳ ἰχθυδίῳ πλὴν τοῦ ὑπὸ τὸν στόμαχον μέλανος, ὃ καλοῦσι τοῦ τράγου πώγωνα. ἐστὶ δʼ ὁ ἐξώκοιτος τῶν πετραίων καὶ βιοτεύει περὶ τοὺς πετρώδεις τόπους καὶ ὅταν ᾖ γαλήνη, συνεξορούσας τῷ κύματι κεῖται ἐπὶ τῶν πετριδίων πολὺν χρόνον ἀναπαυόμενος ἐν τῷ ξηρῷ καὶ μεταστρέφει μὲν ἑαυτὸν πρὸς τὸν ἥλιον. ὅταν δʼ ἱκανῶς αὐτῷ τὰ πρὸς τὴν ἀνάπαυσιν ἔχῃ, προσκυλινδεῖται τῷ ὑγρῷ, μέχρι οὗ ἂν πάλιν ὑπολαβὸν αὐτὸν τὸ κῦμα κατενέγκῃ μετὰ τῆς ἀναρροίας εἰς τὴν θάλασσαν. ὅταν δʼ ἐγρηγορὼς ἐν τῷ ξηρῷ τύχῃ, φυλάττεται τῶν ὀρνίθων τοὺς παρευδιαστὰς καλουμένους, ὧν ἐστι κηρύλος, τρόχιλος καὶ ὁ τῇ κρεκὶ προσεμφερὴς ἑλώριος· οὗτοι γὰρ ἐν ταῖς εὐδίαις παρὰ τὸ ξηρὸν νεμόμενοι πολλάκις αὐτῷ περιπίπτουσιν, οὓς ὅταν προίδηται φεύγει πηδῶν καὶ ἀσπαίρων, ἕως ἂν εἰς τὸ ὕδωρ ἀποκυβιστήσῃ.

Ἀθήναιος περὶ δὲ Τροιζῆνα τὸ παλαιόν, φησὶν ὁ αὐτὸς Κλέαρχος, οὔτε τὸν ἱερὸν καλούμενον πολύπουν οὔτε τὸν κωπηλάτην νόμιμον ἦν θηρεύειν, ἀλλʼ ἀπεῖπον τούτων τε καὶ τῆς θαλαττίας χελώνης μὴ ἅπτεσθαι. ὁ δὲ πολύπους ἐστὶ συντηκτικὸς καὶ λίαν ἀνόητος. πρὸς γὰρ τὴν χεῖρα τῶν διωκόντων βαδίζει καὶ διωκόμενος ἔστιν ὅτε οὐχ ὑποχωρεῖ. συντήκονται δʼ αὐτῶν αἱ θήλειαι μετὰ τὸν τόκον καὶ παρίενται, διὸ καὶ ῥᾳδίως ἁλίσκονται. ἑωράθησαν δέ ποτε καὶ ἐπὶ τὸ ξηρὸν ἐξιόντες, μάλιστα δὲ πρὸς τὰ τραχέα τῶν χωρίων, φεύγουσι γὰρ τὰ λεῖα. καὶ χαίρουσι δὲ τῶν φυτῶν ταῖς ἐλαίαις καὶ πολλάκις εὑρίσκονται ταῖς πλεκτάναις περιειληφότες τὸ στέλεχος. ἐφωράθησαν δὲ καὶ συκέαις προσπεφυκυίαις τῇ θαλάσσῃ προσπλεκόμενοι καὶ τῶν σύκων ἐσθίοντες, ὥς φησι Κλέαρχος ἐν τῷ περὶ τῶν ἐν τῷ ὑγρῷ. ἐστὶ δὲ δεῖγμα τοῦ ἥδεσθαι αὐτοὺς τῇ ἐλαίᾳ καὶ τοῦτο. ἐάν τις κλάδον τοῦ φυτοῦ τούτου καθῇ εἰς τὴν θάλασσαν, καθʼ ἥν εἰσιν πολύποδες καὶ μικρὸν ἐπίσχῃ, ἀπονητὶ ἀνέλκει τῷ κλάδῳ περιπλεκομένους ὅσους ἐθέλει.

Κλαύδιος Αἰλιανός λέγει δὲ Κλέαρχος ὁ ἐκ τοῦ Περιπάτου μόνους Πελοποννησίων Ἀργείους ὄφιν μὴ ἀποκτείνειν.

Ἀθήναιος ἔτι ὁ αὐτὸς Κλέαρχος καὶ ταῦτά φησι, σαφέστερον τοῦ Κυρηναίου Φιλοστεφάνου, οὗ πρότερον ἐμνήσθην: ἐπεί τινες τῶν ἰχθύων οὐκ ἔχοντες βρόγχον φθέγγονται. τοιοῦτοι δʼ εἰσὶν οἱ περὶ Κλείτορα τῆς Ἀρκαδίας ἐν τῷ Λάδωνι καλουμένῳ ποταμῷ. φθέγγονται γὰρ καὶ πολὺν ἦχον ἀποτελοῦσιν.

Ἀθήναιος ἐν δὲ τῷ περὶ τῶν δακέτων καὶ βλητικῶν διαπέμπεσθαί φησι τὴν νάρκην τὴν ἀφʼ αὑτῆς δύναμιν καὶ διὰ τῶν ξύλων καὶ διὰ τῶν τριοδόντων, ποιοῦσαν ναρκᾶν τοὺς ἐν χεροῖν ἔχοντας. εἴρηκε δὲ τὴν αἰτίαν Κλέαρχος ὁ Σολεὺς ἐν τῷ περὶ νάρκης, ἅπερ μακρότερα ὄντα ἐπιλέλησμαι, ὑμᾶς δὲ ἐπὶ τὸ σύγγραμμα ἀναπέμπω.

Ἀθήναιος Κλέαρχος δʼ ἐν δευτέρῳ περὶ σκελετῶν οὕτως φησί: σάρκες μυωταὶ καθʼ ἑκάτερον μέρος ἃς οἱ μὲν ψύας, οἱ δὲ ἀλώπεκας, οἱ δὲ νευρομήτρας καλοῦσι. μνημονεύει δὲ τῶν ψυῶν καὶ Ἱπποκράτης ὁ ἱερώτατος.

Ῥοῦφος ὁ Ἐφέσιος Κλέαρχος δὲ τοὺς ἔξω κατὰ τῆς ῥάχεως μύας ψόας καὶ νευρομήτρας καὶ ἀλώπεκάς φησι καλεῖσθαι, οὐκ ὀρθῶς.

Ἰούλιος Πολυδεύκης ὁ Ναυκρατίτης οἱ δὲ ἔνδοθεν κατὰ τὴν ὀσφῦν μύες καλοῦνται ψόαι καὶ νευρομῆτραι καὶ ἀλώπεκες. Κλέαρχος δὲ οὕτως ὀνομάζει τοὺς ἔξωθεν κατὰ τῆς ῥάχεως μῦς.

Ἰούλιος Πολυδεύκης ὁ Ναυκρατίτης τῆς μὲν οὖν ὅλης χειρὸς ὀστᾶ ἓξ καὶ εἴκοσιν εἶναί φησιν ὁ Σολεὺς Κλέαρχος, εἷς τῶν Ἀριστοτέλους μαθητῶν.

Πλατωνικὴ ὑπόμνησις λέγουσι δὲ τὴν λάγυνον λήκυθον καὶ τὸ μεταξὺ τῆς λαυκανίας καὶ αὐχένος ἠχῶδες, ὥς φησι Κλέαρχος.

Ἰούλιος Πολυδεύκης ὁ Ναυκρατίτης μόνα δὲ ἐν στήθεσιν ἔχει μαστοὺς ἄνθρωπος καὶ νυκτερὶς καὶ ἐλέφας. καὶ οὕτω μὲν ὁ Σολεύς.

Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν εὐηγενέων: ἐν τῇ Ῥιανοῦ καὶ Ἀριστοφάνους εὐηφενέων διὰ τοῦ φ, εὖ τῷ ἀφένῳ χρωμένων, ὡς Κλέαρχος ἐν ταῖς γλώτταις.

Ἀθήναιος α: λοιβάσιον κύλιξ, ὥς φησι Κλέαρχος καὶ Νίκανδρος ὁ Θυατειρηνός.

Ἀρριανός Πύρρος τε ὁ Ἠπειρώτης τακτικὰ συνέταξε καὶ Ἀλέξανδρος ὁ Πύρρου παῖς καὶ Κλέαρχος, οὐχ ὁ τῶν μυρίων Ἑλλήνων ἐπὶ βασιλέα ἡγησάμενος, ἀλλὰ ἄλλος οὗτος Κλέαρχος.

Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια Κλέαρχος δέ φησιν, ὅτι κατὰ Κλῆρον ὁ Ἀπόλλων ἔλαχε τὴν πόλιν καὶ ἀπὸ τοῦ κλήρου οὕτως αὐτὴν ὠνομάσθαι.

ὑπὸ κραντῆρος: κραντῆρες λέγονται οἱ ὕστερον ἀναβαίνοντες ὀδόντες παρὰ τὸ κραίνειν καὶ ἀναπληροῦν τὴν ἡλικίαν. νεωτέρων γὰρ ἤδη ἡμῶν γενομένων φύονται οἱ ὀδόντες οὗτοι. Κλέαρχος δὲ σωφρονιστῆρας αὐτοὺς καλεῖ. νῦν ἁπλῶς τοὺς ὀδόντας. σωφρονιστῆρες δὲ διὰ τὸ ἅμα τῷ ἀνιέναι αὐτοὺς καὶ τὸ σῶφρον τοῦ νοῦ λαμβάνειν ἡμᾶς.