Ο ΛΟΓΟΣ ΥΠΕΡ ΤΩΝ ΕΝ ΔΙΟΝΥΣΟΥ ΤΟΝ ΒΙΟΝ ΕΙΚΟΝΙΖΟΝΤΩΝ.
Θεωρία.
Οἱ συμμαχοῦντες ὑπόπτοις πράγμασι λόγοι τῇ μὲν γλώττῃ τοῦ παριόντος φέρουσι κόσμον, τῷ δὲ τρόπῳ διαβολήν. δεῖ δὲ μήτε τὴν ἄδικον ὑπόνοιαν εὐλαβεῖσθαι μήτε βιάζεσθαι τὴν ἀλήθειαν· τὸ μὲν γὰρ ἀπίθανον, τὸ δὲ γέμει δειλίας. ὧν οὐδέτερον οἶμαι ῥήτορι πρέπειν.
διὰ τοῦτο τῆς ῥητορικῆς ἡ πηγή, Θουκυδίδης ὁ τὸν Δημοσθένην πολλάκις ἀρδεύσας, ἐπαινέτης εἶναι Περικλέους ἠξίωσεν οὔτε πρὸς ἀπόνοιαν ἀποκλίναντος οὔτε φρονήσαντός τι μικρόψυχον.
ὃν ἐγὼ παράδειγμα ποιησάμενος καὶ τὸ Πινδάρου λαβὼν κατὰ νοῦν, ὡς ὁ μέγας κίνδυνος ἄναλκιν οὐ φῶτα λαμβάνει, πάρειμι πρὸς ὑποψίαν ἀγωνιούμενος, οὐ πρὸς τὴν ἀλήθειαν πολεμήσων.
οἷς μὲν οὖν ἦθος ἀστεῖον καὶ χάρις ἔμφυτος ἐπανθεῖ, τούτοις ἔστω μοι συνηγορία ἠθῶν ὁ λόγος· ὅτῳ δὲ φίλον κατὰ τὴν ποίησιν ἀναίτιον αἰτιάσασθαι καὶ σεμνότερος εἶναι δοκεῖν ἐθέλει τοῦ δέοντος, οὗτος γυμνάσιον καλείτω μοι τὴν ὑπόθεσιν.
Ὁ λόγος.
Μηδεὶς ὑμῶν, ὦ παρόντες, ὄνειδός μοι νομίσῃ τὴν ὑπόθεσιν φέρειν, εἰ πάντα μιμεῖσθαι τῶν λόγων ἀσκούντων τοῖς ὄνομα κεκτημένοις τὴν μίμησιν ἐπικουρήσων ἀφῖγμαι· ὅσῳ γὰρ ἀδίκως ἐν αἰσχρᾷ γεγόνασιν ὑποψίᾳ, τοσούτῳ μᾶλλον αὐτῶν ὑπερασπίσαι προήχθην, μεγίστην εἶναι νομίσας βάσανον ῥήτορος τοὺς μετὰ κινδύνων ἀγῶνας.
δεήσομαι δὴ πάντων ὑμῶν ἣν οὗτοι συνήθη ποιοῦνται πρὸς τὰ θέατρα δέησιν, ἱλαρῶς ἀκοῦσαι τοῦ λόγου μὴ πρὸς τὴν οὐκ οἶδʼ ὅπως κατέχουσαν βλέποντας δόξαν, ἀλλὰ τὴν τοῦ πράγματος ἀκριβῶς δοκιμάζοντας φύσιν.
εἰ γὰρ πρὸς ἕνα κατήγορον οὐ ῥᾴδιον ἀντειπεῖν, ὅτι τῷ πρότερος λέγειν πλεονεκτεῖ λοιδορίαις καὶ σκώμμασιν ἐμφράττων τῷ συλλόγῳ τὰς ἀκοάς, πῶς ἄν τις πολλὴν ἐπιστομίσειε φήμην πάλαι κρατοῦσαν καὶ πλείστην καταχέουσαν τῶν μίμων διαβολήν; τολμήσω δὲ ὅμως τοὺς μὲν τοῦ κακῶς ἀκούειν, τοὺς δὲ τοῦ κακῶς δοξάζειν ἐλευθερῶσαι.
εἰ μὲν οὖν ἄμοιρος ταύτης ὑπῆρχον τῆς θέας, οὐδʼ οὕτως ἂν ἐκαρτέρουν συκοφαντουμένων ἀνθρώπων ὑπεριδεῖν· ἐπεὶ δὲ θεατὴς ἐγινόμην, ἡνίκα με πλείστων ἡγημένων ἱδρώτων εἰς ἀνάπαυλαν ὁ καιρὸς βραχεῖαν ἐκάλει, πρὶν εἰς παιδευτὰς ἐγγραφῆναι, καὶ τῆς ἐντεῦθεν μετεῖχον ψυχαγωγίας, ἡγησάμην ἀγνώμων τις εἶναι δοκεῖν, εἰ μὴ τῇ τέχνῃ, διʼ ἧς ἐκηλούμην, τὴν ἐκ τῆς γλώττης βοήθειαν ἀμοιβὴν ἐκτίσω τῆς ἡδονῆς.
ἀεὶ μὲν γὰρ ὑβριζομένῃ συνήλγουν. ὡς δὲ φίλους ἄνδρας καὶ τραφέντας ἐν λόγοις καὶ τὸν τρόπον ἐπιεικεῖς τὰ μίμων ᾐσθόμην ἐν ἀστείᾳ τινὶ παίζοντας ἑορτῇ καὶ κροτοῦντα τὸν δῆμον, πρέπειν ᾠήθην ἐμαυτῷ καὶ τοῖς φίλοις καὶ τῷ δήμῳ τὰ δίκαια συνειπεῖν, ἵνα μὴ δοκοίην ἐγὼ μὲν φαύλων εἶναι συνήθης, οἱ δὲ ἀνελεύθερον ἔργον ἐπιτηδεύειν, ὁ δὲ δῆμος ἀγεννές τι ποιοῦντας κροτεῖν. τοσαῦταί με τὴν παροῦσαν ἀπῄτουν συνηγορίαν προφάσεις.
Ἐπειγομένου δή μοι πρὸς τοὺς ἀγῶνας τοῦ λόγου οὐ πρότερον αὐτὸν εἰς ἐκείνους ἀφίημι, πρὶν διδάξαι τὸν τρόπον, ὃν προσήκειν ἡγοῦμαι τὸ παρὸν δοκιμάζεσθαι πρᾶγμα.
τὰς τέχνας οἱ καλῶς ἐξετάζοντες πρὸς τοὺς ἐν ταύταις εὐδοκιμοῦντας ὁρῶσιν, οὐ τοὺς ἐν ἐσχάτῃ μοίρᾳ τοῦ χοροῦ τεταγμένους.
τοῦτό μοι παρʼ ὅλην φυλάξατε τὴν ὑπὲρ τῶν μίμων ἐπικουρίαν μὴ πρὸς τοὺς ἧττον κομψοὺς ἀποβλέποντες, ἀλλὰ τοὺς πανταχοῦ γῆς ὑμνουμένους καὶ δικαίως ἐκ τῆς τέχνης πεπλουτηκότας, ὡς ἐσθῆτι πολυτελεῖ καὶ χρυσίου περιουσίᾳ καὶ σκεύεσιν ἀργυροῖς καὶ δούλων ἐναβρύνεσθαι καταλόγῳ.
ὀρθῶς, οἶμαι, κρίνειν ὑμᾶς ἀξιῶ· ὡς τοίνυν οὕτω κρινούντων ἀγωνιοῦμαι.
Ὅτι τοίνυν οὐ φαῦλον ἡ μίμησις—δεῖ γάρ, ἐπειδὴ ταύτην ἔχουσιν ἐπωνυμίαν αἱ τέχναι, τοῦτο παραστῆσαι τὸν λόγον—, ὑμῖν ἐγὼ παρέξομαι μάρτυρας, οὓς οὐ παραγράψασθαι θέμις.
μιμεῖται γὰρ Δηίφοβον μὲν Ἀθηνᾶ, ἡ δὲ Ἀφροδίτη γυναῖκα πρεσβῦτιν, ὁ δὲ Ποσειδῶν τοῖς Ἀχαιοῖς ἐν Τροίᾳ συναγωνίζεται παλαιῷ φωτὶ ἐοικώς, ἀλλὰ καὶ Ἄρης ἀνδρὸς ἔχων ἰδέαν Ἕκτορι λοιγὸν ἀμύνει. ἁπλῶς ἅπαντες οἱ θεοὶ ξείνοισιν ἐοικότες ἀλλοδαποῖσι παντοῖοι τελέθοντες ἐπιστρωφῶσι πόληας. θεῶν οὖν μιμουμένων τίνα τρόπον ἀνθρώποις ἔγκλημα γίνεται μίμησις;
Ἔχει μὲν οὖν ἀρκοῦσαν ὁ λόγος τὴν ἐξ οὐρανοῦ μαρτυρίαν· ἐπεὶ δὲ τὰ πᾶσιν ὁρώμενα μείζονα πίστιν ἔχει τῶν ἀφανῶν, καλὸν ἂν εἴη τοῖς εἰρημένοις ἑτέραν ἀπόδειξιν ἀνθρωπείαν προσθεῖναι.
ὁρᾶτε τοίνυν, ὅσαι τέχναι τὸ πλῆθος ἔργον ποιοῦνται τὴν μίμησιν, ῥητορική, ποίησις, ἡ τὸν χαλκὸν ἐξ ὕδατος ἔμψυχόν πως δοκεῖν εἶναι μηχανωμένη, ὀρχησταί, πλάσται, ζωγράφοι. τί ἂν μεῖζον εἴποι τις μίμων ἐγκώμιον ἢ τὸ προσηγορίαν ἔχειν τοιαύτην, ἐφʼ ἣν σπεύδουσιν ἅπαντες;
ἴσμεν δέ που καὶ τὴν Σώφρονος ποίησιν ὡς ἅπασα μῖμοι προσαγορεύεται. καὶ τοῦτο μὲν ἅπασι γνώριμον, ἐκεῖνο δὲ τὰς τῶν πολλῶν διέλαθεν ἀκοάς. λέγεται Πλάτωνα τὸν Ἀρίστωνος τουτωνὶ τῶν συγγραμμάτων ἐπαινέτην γενόμενον ὑπερφυῶς ὡς ἐκ Σικελίας Ἀθήναζε ταῦτα κομίσαι μέγα τι δῶρον οἰόμενον ἄγειν τῇ θρεψαμένῃ καὶ πόλιν ἐκ τούτων κοσμεῖν Πλάτωνός τε πατρίδα καὶ πάσης μητέρα σοφίας.
οὕτω δὲ λόγος ἐκεῖνον ταῦτα θαυμάσαι, ὡς οὐ μόνον ἡμέραν ὅλην αὐτοῖς ὁμιλεῖν, ἀλλὰ καὶ τῆς νυκτὸς ὑποβάλλειν αὑτοῦ κατόπιν τῇ στρωμνῇ τὸ βιβλίον, ὅπως, οἶμαι, γένοιτο πρόχειρον, εἴ πού τις ἔννοια παραπέσοι νύκτωρ αὐτῷ δεομένη τοῦ ποιητοῦ.
οὗτος τοίνυν ὁ Πλάτωνα λαχὼν ἐραστὴν μιμεῖται μὲν ἄνδρας, μιμεῖται δὲ γύναια. φθέγγεται δὲ καὶ παιδίον αὐτῷ μήπω γινῶσκον ὀρθῶς οὐ μητέρα καλεῖν, οὐ πατέρα προσαγορεύειν.
οἴεσθε οὖν, εἰ τὸ μίμων ἄδοξον ἦν ἐπιτήδευμα, ἢ Σώφρονα μίμους ἐπιγράφειν αὑτοῦ τὰ ποιήματα ἢ Πλάτωνα τούτων ἐπαινέτην γενέσθαι ἢ τὸν Διόνυσον, ὥς φασι, θέατρον ἀνακεῖσθαι τούτοις αὑτοῦ τὸ τέμενος ἐπιτρέπειν;
Ἀλλὰ βίος, φησί, τοῖς πλείοσιν ἀσελγὴς καὶ γέμων ἐπιορκίας, ὥστε, κἂν αὐτὸ μὴ θῶμεν φαῦλον εἶναι τὸ ἐπιτήδευμα, τῷ βίῳ κακίζεται τῶν μετιόντων.
τί γὰρ ὧν ἐπιτηδεύουσιν ἄνθρωποι πάντας ἔχει τοὺς μετιόντας ἀμέμπτους; δοκίμαζε πάσας, εἰ βούλει, τὰς τέχνας, τὴν ἀνιοῦσαν ἄχρι τῶν ἐν οὐρανῷ φαινομένων, τὴν οὐκ ἐῶσαν ἄβατον εἶναι τὴν τοῦ Ποσειδῶνος ἀρχήν, αὐτούς μοι σκόπει τοὺς διδασκάλους τῶν λόγων, οἷς ἡ μὲν πρόσοδος ἀπὸ τοῦ σωφρονεῖν, τὸ δὲ ἐνδεὲς ἐκ τῶν ἐναντίων, τὰς βαναύσους, τὰς ἐπαγγελλομένας εὐφραίνειν, τὰς εἰς ὄνησιν εὑρημένας, τὰς ὠφελείᾳ καὶ τέρψει συγκεκραμένας, τίνα τούτων ὁρᾷς ἀνεγκλήτους ἅπαντας ἔχουσαν τοὺς αὐτῇ κεχρημένους;
καλῶ τοίνυν αὐτὰς ἐνταῦθα πρὸς συμμαχίαν· δεῦρό μοι ἥκετε πᾶσαι καί μοι συλλάβεσθε τοῦ πρὸς τοῦτον ἀγῶνος πολλοὺς μὲν αὑτῆς ἑκάστη καταλέγουσα μαθητάς, ὁμολογοῦσα δὲ τούτων ἐνίους ἐπιόρκους εἶναι καὶ νοσεῖν ἀκρασίαν.
τί οὖν, ὦ θαυμάσιε, δράσομεν; ὥρα γὰρ ἢ πάσας ἀτίμως ἐκ τῶν πόλεων ἐκκηρύξαι—οὐδεμία γὰρ ἅπαντας ἕξει τοὺς φοιτητὰς ἀναμαρτήτους δεικνύναι—ἢ μηδὲ τῶν μίμων φαυλίσαι τὴν ἐπιτήδευσιν παρὰ τὴν τῶν ἐν αὐτοῖς οὐ σωφρονούντων κακίαν.
εἰ μὲν γὰρ ὁ τῆς τέχνης ἀπῄτει σκοπὸς ἐπιορκεῖν τε καὶ ἀκολασταίνειν, ἦν ἂν τελέως ἀμήχανον μῖμον ὀφθῆναί τινα τούτων ἀπηλλαγμένον· ἐπεὶ δὲ καὶ πονηρίαν ἔνεστι φεύγειν καὶ τὸ πρᾶγμα διώκειν, αὐτὴν ἂν οἶμαι πρὸς σὲ τὴν τέχνην εἰπεῖν, εἴ ποθεν λάβοι φωνήν· πλείστην ἔχω σοι χάριν, ὅτι τῶν ἐν διαβολῇ με ποιούντων μίμων κατηγορεῖς.
ταῦτά μοι δοκῶ λεγούσης ἀκούειν ἐκείνης. εἶναι μὲν γὰρ ἔνια τῶν τελουμένων παιγνίων, ἐν οἷς ἐπιορκία τίς ἐστιν, οὐκ ἀντιλέγω· οὐ μὴν διὰ ταῦτα φαίην ἂν αὐτὸ χρῆναι τὸ πρᾶγμα κακίζειν, ἀλλὰ μὴ δεῖν ὅλως ἄγεσθαι ταῦτα· ἐπεὶ καὶ τῶν συγγραμμάτων ὅσα τοῖς κορυφαίοις εἴργασται τῶν ποιητῶν ὅσα τε τοῖς ἀρίστοις τῶν ῥητόρων ἔστιν ἃ παντάπασιν ἀποδοκιμάζομεν ὡς μὴ παραδιδόναι τοῖς νέοις, αὐτῶν τε τῶν κεκριμένων ἔστιν ἅπερ οὐκ ὀρθῶς εἰρῆσθαί φαμεν.
οἷον, ἵνα σοι τὸ τῆς ἐπιορκίας λύσωμεν ἔγκλημα, τίς οὐκ ἂν ῥᾳδίως τῶν ἐρώντων ἐπιορκήσειε τοὺς ἐν ἔρωτι ὅρκους ἀκούων μὴ δύνειν οὔατʼ ἐς ἀθανάτων ἑτέρου τε λέγοντος ποιητοῦ· μὴ δείμαινε θεοὺς ἐράων, ἢ ψεῦδος ὀμόσσῃς;
ἀλλʼ οὔτε μισολόγος οὕτως οὐδείς, ὡς τούτων γε εἵνεκα τὴν τῶν λόγων ἀφανίσαι παιδείαν, οὔτε γέλωτι τοσοῦτον οὐδείς ἐστι πολέμιος, ὡς ἕνεκα παιγνίων εὐαριθμήτων, ἐν οἷς ἐστιν ἐπιορκία, τὸ τῶν μίμων ἐπιτήδευμα καταλῦσαι.
εἰ δέ μοι τοσοῦτον ἐξῆν ὅσον ὀνόματα βασανίζειν, οὐκ ἂν ὤκνησα λέγειν, ὡς οὐδὲ ἔνεστιν ὅλως ἐπιορκίας μίμησιν εἶναι. τῶν μὲν γὰρ ἄλλων, ὅσα ποιοῦσιν ἢ φθέγγονται μῖμοι, τὰ μὲν σχήμασιν ἔνι, τὰ δὲ λόγοις μιμεῖσθαι, κἂν ἰατρὸν ἢ ῥήτορα σχηματίσηται μῖμος ἢ μοιχὸν ἢ δεσπότην ἢ δοῦλον, μιμεῖται μὲν ἅπαντα, γίνεται δὲ τούτων οὐδέν, τὰ δὲ ψευδῆ διομνύμενος αὐτὸ τῆς ἐπιορκίας ὑπομένει τὸ πάθος. οὐκ ἂν ἀκριβεῖ λόγῳ μῖμος ἐπιορκήσειεν ἄν, εἰ μὴ τὴν προσηγορίαν ἀρνοῖτο τοῖς ἔργοις.
ὁ αὐτὸς δή μοι λόγος καὶ πρὸς τὸ μὴ χρῆναί τι βλάσφημον λέγειν εἰρήσθω· οὐδὲν γὰρ ἧττον καὶ τοῦτο πρᾶξίς ἐστιν, οὐ μίμησις. εἰ δέ τις ἄρα μήτε τῆς αὑτοῦ τέχνης τὸν νόμον φυλάττων μήτε τοῦ λόγου τὸν ἔλεγχον αἰσχυνόμενος ἐπιορκίᾳ τε χρήσεται καὶ βλάσφημον ἀφεῖναι τολμήσει φωνήν, ἔξω μοι τοῦ χοροῦ τετάχθω τῶν μίμων.
τίς οὖν ἔτι λοιπὸν ἔσται σοι πόρος διαβολῆς; εἰ γὰρ ἅπαξ ὡς ἀληθῶς τὸ πρᾶγμα δεινὸν ἐπεφύκει, οὔτε τῶν μετιόντων ἐλεύθερος ἄν τις ὤφθη κακίας καὶ τῶν ἐν μουσείοις καλῶς τεθραμμένων οὐδεὶς ἂν τοῦτʼ ἀσκήσας ἐφάνη. οὐχ ὁρᾷς, ὅπως τῶν φύσει κακῶν οὐκ ἔστιν οὐδὲν ἄνδρα μετελθεῖν ἀγαθόν, ἱεροσυλίαν, προδοσίαν, μοιχείαν ἄλλα τε, ὅσα ταῖς προσηκούσαις ἀναστέλλουσι δίκαις οἱ νόμοι;
Ἀλλὰ γὰρ μοιχείαν ἀκούσας οὐ συγχωρεῖν ἔοικάς μοι τῷ λόγῳ προβαίνειν ἑτέρας ἐντεῦθεν εὑρὼν κατηγορίας λαβήν. ἐρεῖς γὰρ οὐδὲν ὡς εἰπεῖν αὐτοῖς παίγνιον εἶναι πάθους ἀπηλλαγμένον τοιούτου, ὥστε τὸν θεατὴν καὶ μάλιστα τὸν ἐν ἡλικίᾳ τῶν ἡδονῶν εἰς ἀνήκεστον ἔρωτα πίπτειν διαφθαρέντος τοῦ λογισμοῦ τοῖς ὁρωμένοις.
ἀλλʼ ἡνίκα μοιχείαν, ὦ βέλτιστε, θεωρεῖς, τότε καὶ δικαστήριον ὁρᾷς ἀρχικόν, καὶ κατηγορεῖ μὲν ὁ τῆς ἑαλωκυίας ἀνήρ, κρίνεται δὲ μετὰ τῆς ἐρωμένης ὁ τὴν μοιχείαν τολμήσας, ἀπειλεῖ δὲ τιμωρίαν ἀμφοτέροις ὁ δικαστής· ἐπεὶ δὲ ὅλον παιδιά τίς ἐστι τὸ χρῆμα, τὸ πέρας αὐτοῖς εἰς ᾠδήν τινα καὶ γέλωτα λήγει· πάντα γὰρ εἰς ἀναψυχὴν μεμηχάνηται καὶ ῥᾳστώνην.
καί μοι δοκῶ τὸν Διόνυσον, φιλόγελως γὰρ ὁ θεός, τὴν ἡμετέραν ἐλεήσαντα φύσιν—ἄλλαι γὰρ ἄλλους ἀνιῶσι φροντίδες, τὸν μὲν παίδων ἀποβολή, τὸν δὲ πένθος γονέων, ἕτερον θάνατος ἀδελφῶν, ἄλλον χρηστῆς γυναικὸς τελευτή, πολλοὺς ἔνδεια δάκνει χρημάτων, πολλοὺς ἀτιμία λυπεῖ—, δοκῶ δή μοι ταῦτα ἐκεῖνον οἰκτείραντα τῶν ἀνθρώπων τοῖς εὐτραπέλοις τοιαύτην ἐμβαλεῖν ἐπιτήδευσιν, ὅπως ταύτῃ παραμυθοῖντο τοὺς ἀθύμως διακειμένους.
ὅθεν αὐτὸν ἐπήρετο μὲν ὁ θεράπων κατὰ τὴν τοῦ κωμικοῦ μαρτυρίαν, εἴ τι λέγοι τῶν εἰωθότων, ἐφʼ οἷς ἀεὶ γελῶσιν οἱ θεώμενοι, ὁ δὲ νὴ τὸν Δία, ὅ τι βούλει γε εἶπεν· οὕτως εὔχαρις ὁ θεὸς καὶ φιλανθρωπίᾳ προσκείμενος, ὡς ἐκ παντὸς ἐπιτρέψαι γέλωτα γίνεσθαι τρόπου.
πλὴν ἐπειδὴ σχῆμα μοιχείας ὅλον δοκεῖ σοι τὸ θέατρον εἰς αἰσχρὰν ἕλκειν ἐπιθυμίαν, ἐκεῖνό σε παρατηρεῖν ἀξιῶ· οὐδεὶς ὡς ἔπος εἰπεῖν ἐν μίμων παιγνίοις μοιχεύσας διέλαθεν, ὥστε προτρέπουσι ταύτῃ τὸν θεατὴν εὐκοσμίας ἐπιμελεῖσθαι. ἀσκεῖ γὰρ τὸ σεμνόν, ἔνθα τὸ φαῦλον ἁλίσκεται.
τῷ τοίνυν μηδένα λαθεῖν ἀλλοτρίαν εὐνὴν καταισχύναντα ἄγρυπνον ὑποφαίνουσι φύλακα σωφροσύνης τὴν Δίκην, ὡς ἕκαστον ἐπιβουλεύοντα γάμῳ καταφωρᾶν τὴν θεὸν καὶ παραδιδόναι τῷ τῆς ὑβρισμένης ἀνδρί.
ἀλλʼ, ὡς ἔοικεν, οὔπω ἑαλωκότα θεασάμενος τὸν μοιχὸν ἐκ τοῦ θεάτρου κατέβης οὐ περιμείνας τοῦ παιγνίου τὸ τέλος, ὅθεν καὶ τοῦτο μὲν ἐξ ἀγνοίας ἢ κακουργίας σιγῇ παρατρέχεις, σκιαγραφίαν δὲ μοιχείας ἦθος ἡγῇ διαφθείρειν.
πόσας, οἴει, μοιχείας ἀπαγγέλλειν ἀπαιτοῦμεν τοὺς νέους; τὴν Ἑλένην, ἣν εἰλήφει πρὸς γάμου κοινωνίαν ὁ τοῦ δεσπότου τῶν Ἀχαιῶν ἀδελφός, τὴν Κλυταιμνήστραν, ἣν ἔγημε τῆς Ἑλλάδος ὁ βασιλεύς, τὴν Πασιφάην, ἣν Ἥλιος ἔσπειρεν, ἣν ἠγάγετο Μίνως, ἣν ἐμοίχευσε ταῦρος.
καὶ τί σοι μοιχευθείσας ἀπαριθμοῦμαι γυναῖκας; Τηρεὺς τὴν τῆς αὑτοῦ γυναικὸς ᾔσχυνεν ἀδελφὴν καὶ τὴν γλῶτταν ἀπέτεμεν ἧς ἐβιάσατο κόρης. Οἰδίπους ἐπλησίασε τῇ μητρὶ καὶ τῶν αὐτῶν ἀδελφὸς ἅμα καὶ πατὴρ ἐγεγόνει.
Ἀρχίλοχον γὰρ οὐδὲ παραβάλλειν ἔνεστιν ὅλως ἑτέρῳ μηδὲν εἰς ἔννοιάν τε καὶ λέξιν ἐσχάτης ἀκοσμίας ἐκλελοιπότα. κἀκεῖνα μὲν ἔργα, ταῦτα δὲ μίμησις.
εἶεν· τοὺς Ὁμήρου δὲ μύθους ποῦ τάξομεν, ἐν οἷς τετόλμηται μοιχεία θεῶν, Ἄρης τὴν Ἡφαίστου μιαίνων εὐνὴν καὶ ταῖς ἐκείνου μηχαναῖς ἐμπεσών;
εἶτα μειράκια μὲν ἀπαγγέλλειν ἐκεῖνα παρασκευάζομεν καὶ τοσαύτην ποιούμεθα τούτου σπουδήν, ὡς τὸν ἀμελοῦντα ταῖς κατὰ τὸν παιδαγωγὸν σωφρονίζειν πληγαῖς· ἀνδράσι δὲ καὶ παιδίοις καὶ πρεσβύταις καὶ νέοις μίμους θεωμένοις μεμψόμεθα;
καὶ μὴν ἡ τοῖς τοιούτοις συγγράμμασιν ὁμιλοῦσα νεότης αὐτὸ τῆς ἡλικίας ἐστὶ τὸ σφαλερώτατον καὶ μάλιστα πρὸς ἐπιθυμίαν εὐάγωγον, ἀλλʼ ἴσμεν ὅτι παίγνια ταῦτα.
ἀλλʼ ἀκοῆς ὀφθαλμοὶ δρῶσί τι πλέον. ἀλλὰ τὰ μὲν θεωρήσαντες μόνον ἀπέρχονται καί τις μικρὸν ὕστερον γίνεται λήθη· ἀπαγγελία δὲ μέτρον ἔχουσα καὶ ῥυθμὸν βεβαίαν ἐντίθησι μνήμην.
οὐκοῦν ἀνάγκη πᾶσαν διαγράψαι ποιητικήν, εἰ τοῖς τῶν ἐντυγχανόντων λυμαίνεται τρόποις; ἀλλὰ μὴ ῥᾳδίως οὕτως ἐξολισθαίνειν ἡγοῦ σώφρονα φύσιν, ὡς ὑπὸ μίμων ἢ δραμάτων ἢ μύθων ἐπὶ πορνείαν αὐτομολεῖν.
Σάτυρον δή, οἶμαι, τὸν κωμικὸν ἀκούεις ὑποκριτήν, τοὺς δὲ κωμικοὺς ὑποκριτὰς οὐκ ἂν ἁμάρτοις μίμους καλῶν Ἀττικούς. ἐπεὶ οὖν εἷλεν Ὄλυνθον Φίλιππος, ἑορτὴν ἦγεν Ὀλύμπια καὶ πάντας μὲν τοὺς τεχνίτας εἱστία, στεφάνοις δὲ τοὺς νενικηκότας ἐτίμα. ἧκεν οὗτος ὁ Σάτυρος καὶ ἦν τῶν ἑστιωμένων· εἰ δὲ τῶν νενικηκότων, οὐ τοῦτό με Δημοσθένης ἐδίδαξε.
Φιλίππου δὲ πυθομένου, τί δὴ τῶν ἄλλων αἰτούντων, ὅ τι βούλοιτο ἕκαστος, μόνος οὐδὲν ἐπαγγέλλεται, οὐ μικροψυχίαν, ἔφη, σοῦ τινα καταγνούς—ἡ γάρ σοι τῶν δωρεῶν πολυτέλεια πρέπουσά ἐστι βασιλεῖ καὶ Ὀλυμπίων ἀγῶνι—, δέδοικα μέντοι, μὴ διαμάρτω.
ἠρέθισε ταῦτα εἰπὼν τὴν ἐκείνου φιλοτιμίαν, ὥστε οὐδʼ ἀπώκνησεν, ὅτου ἂν αἰτήσῃ τυχεῖν, ὑποσχέσθαι διδόναι. ὁ δὲ δωρεὰν ᾔτησε ζημίαν αὑτῷ προξενοῦσαν.
τῆς γὰρ Ἀπολλοφάνους φιλίας οὐδὲ τεθνεῶτος ἐπελανθάνετο, τὰς ἐκείνου δὲ θυγατέρας—καὶ γὰρ ἔτυχε ταύτας αἰχμαλώτους Φίλιππος ἔχων—ἠξίου λαβεῖν ἐπαγγειλάμενος, εἰ λάβοι, προῖκα προσθεὶς ἐκδιδόναι· ἤδη γὰρ ἀνδρὸς ἦσαν ὡραῖαι.
ἐκρότησε μὲν τὸ συμπόσιον ἅπαν, ἐπλήρωσε δὲ τὴν ὑπόσχεσιν Φίλιππος συναλγήσας μὲν ταῖς κόραις, θαυμάσας δὲ Σάτυρον, ἐπαρθεὶς δὲ τῷ κρότῳ. οὕτως ἔνι κωμικὸν εἶναι τὴν τέχνην, ἐγκρατῆ δὲ τὴν γνώμην.
Ἀλλὰ γὰρ Σάτυρος ὁ τῆς κωμῳδίας οὗτος ὑποκριτὴς τῶν Σοφοκλέους ἀνέμνησέ με σατύρων, οὓς ἐκεῖνος εἰσήγαγεν οὕτω πρὸς ἀσέλγειαν μεμηνότας, ὥστε ὅ γε Ἀριστείδης, οὓς λοιδορεῖ φιλοσόφους καὶ πλείστῃ φησὶν ἀκολασίᾳ συζῆν, τοῖς Σοφοκλέους ἀπεικάζει σατύροις. ἀλλʼ ὅμως οὐδεὶς ᾐτιάσατο Σοφοκλέα τοὺς θεατὰς ἀκρατεῖς καταστῆσαι.
Ὡς τοίνυν οὐ μόνον ἀβλαβὴς τοῖς θεωμένοις ἡ τῶν μίμων ἐστὶν ἐπιτήδευσις, ἀλλʼ οὐδὲ βλάβης ὑπόνοιαν ἔχει παρὰ τοῖς εὖ φρονοῦσιν, ἡ πεῖρά σοι λέγει.
παννυχίζει μὲν γὰρ πολλάκις ἡ πόλις, ἀνέῳκται δὲ παρόντων ἀνδρῶν γυναιξὶ καὶ παρθένοις τὸ θέατρον οὐ μόνον ταῖς εἰς ὄχλον τελούσαις, ἀλλὰ καὶ ταῖς ἐν μέσῳ τεταγμέναις τῆς τύχης καί, ναὶ μὰ Δία, πολλαῖς εὐγενείας τε καὶ πλούτου φερούσαις τὰ πρῶτα, καὶ οὔτε κόρην πατὴρ οὔτε σύνοικον ἀνὴρ ἀποτρέπει. τίς δὲ οὐκ ἂν διεκώλυεν, εἰ τὴν θέαν ἦθος ᾤετο διαφθείρειν;
εἰ δὲ μέμφῃ τοὺς ἄνδρας, ὅσοι προϊέναι καὶ θεωρεῖν ταῖς αὑτῶν ἐνδιδόασι γυναιξίν, ὑπολαμβάνων, εἰ τὴν οἰκίαν αὐταῖς δεσμωτήριον καταστήσαις, μεγίστην εἶναι φρουρὰν σωφροσύνης, τραγικὴν ἄκουε ῥῆσιν ἐναντία σοι λέγουσαν· τὸ μὲν μέγιστον, οὔποτʼ ἄνδρα χρὴ σοφὸν λίαν φυλάσσειν ἄλοχον ἐν μυχοῖς δόμων. ἐρᾷ γὰρ ὄψις τῆς θύραθεν ἡδονῆς, ἐρᾷ δʼ ἀκούειν ὧν φυλάττεται κλύειν· ἐν δʼ ἀφθόνοισι τοῖσδʼ ἀναστρωφωμένη βλέπουσά τʼ εἰς πᾶν καὶ παροῦσα πανταχοῦ τὴν ὄψιν ἐμπλήσασʼ ἀπήλλακται κακῶν. ἀκούεις ἀνδρὸς μισογύνου καὶ σώφρονος, οἷα τοὺς γήμαντας νουθετεῖ.
Ἀλλὰ μὴν αὐτῶν ἂν ἴδοις τῶν μίμων τινὰς ἐλευθέρως οὕτω διακειμένους, ὥστε τῶν ἀστειοτέρων ἐς τὰς οἰκίας πυκνῶς εἰσιόντες ἐπὶ παῖδας καὶ γυναῖκας, τὰ τιμιώτατα, οὐδὲν ἄτοπον οὐδαμοῦ πράξαντες ὤφθησαν. ὅπερ οὖν ἀσκῶν τις ἐπιμελῶς οὐ βλάπτεται τὴν ψυχήν, τοῦτο πῶς ἄν τις βλάπτοιτο θεωρῶν;
Οἶμαι τοίνυν κἀκεῖνο πρὸς οὐ μικρὰν τείνειν μίμων συνηγορίαν, ὅτι γυναῖκας οἱ πλείους ἄγονται καὶ παιδοποιοῦνται κατὰ τοὺς νόμους. καὶ οὐκ ἀνέγκλητον οὐδενὶ μίμου γυναῖκα μοιχεύειν, κἂν ἁλῷ τις τοῦτο πεποιηκώς, δώσει δίκην οὐκ ἐλάττω τῆς ἐπὶ τοῖς ἄλλοις μοιχοῖς ὡρισμένης οὐδὲ λέξει πρὸς τοὺς δικάζειν λαχόντας· ἄνδρες δικασταί, οὗτός με ταῦτα πράττειν ἐδίδαξεν, οὗτος τὴν ἰδίαν ἐπαίδευσε σύνοικον μηδὲν οἴεσθαι χαλεπὸν εἶναι μοιχείαν.
οὐχ οὕτως ἀπολογήσεται· λέγοντος γὰρ ἀκούσεται τοῦ κατηγόρου· ἄνθρωπε, οὐδὲ τὸν ἐπὶ σκηνῆς τὴν δοκοῦσαν μοιχεύοντά μου γυναῖκα περιορῶ, ἀγανακτῶ δὲ καὶ δεινά φημι πεπονθέναι καὶ κάλει παῖδα καὶ μάχαιράν τις φερέτω. πρόσεισιν οἰκέτης ἔχων τὸ προσταχθέν. εἶτα βουλήν τινα δοὺς ἐμαυτῷ καὶ δεινὸν ἡγησάμενος αὐτοχειρίᾳ τὴν τιμωρίαν λαβεῖν ἀμφοτέρους εἰς δικαστήριον ἄγω.
Πόθεν οὖν τὸ πρᾶγμα κακῶς δίκαιον λέγειν; ὡς, εἰ πρὸς εὐκοσμίαν ἐπίβουλον ἦν, οὐ πάροδον εἶχεν ἐν Λακεδαίμονι—φασὶ δὲ τοὺς ἄνδρας μηδὲν ἄσχημον πράττειν ἐπιμελεῖσθαι καὶ τρόπων κοσμιότητι καλλωπίζεσθαι μᾶλλον ἢ τῇ περὶ τοὺς ἀγῶνας ἀνδρίᾳ—, οὐ πόλει βασιλευούσῃ περισπούδαστον ἦν.
ἐκείνη γάρ, ὅσους τῶν μίμων αὐτῇ διαπρέπειν ἡ φήμη κηρύττει, κἂν πόρρω που τύχωσιν ὄντες, πρὸς ἑαυτὴν ἐφέλκεται καὶ καλεῖ, καὶ δεῖγμα σαφὲς ἡ τῶν ἀδελφῶν ξυνωρὶς πατρίδα καὶ τροφὸν κτησαμένων τὴν πόλιν, οὐ πάλαι πέρας τοῦ βίου λαχόντων.
καὶ σεμνύνεται μὲν ἡ πέμψασα πόλις, ἥδεται δὲ ἡ τυχοῦσα τοῦ δώρου, ἡ μὲν ὡς οὐ βραχύ τι κερδάνασα, ἡ δὲ ὡς οὐ μικρόν τι δωρησαμένη. εἰκότως· οὐδὲ βασιλεὺς γὰρ ἀποδοκιμάζει τὴν θέαν, ἀλλὰ παρὰ τὴν τοῦ χειμῶνος ἀκμήν, ἐν ᾗ Ῥωμαῖοι τὴν πάτριον ἄγουσιν ἑορτήν, ἐνιαυτοῦ τοῦ μὲν πεπαυμένου, τοῦ δὲ ἀρχομένου, ἡνίκα νόμος αὐτῷ τοῖς ἐν τέλει συνεστιᾶσθαι, ἡδίω τὴν εὐωχίαν ἡγεῖται θεάματι γίνεσθαι μίμων.
τοιγαροῦν τελεῖται μὲν ἐν βασιλείοις, πάρεστι δὲ τὸ βασιλικὸν ἅπαν συνέδριον προκαθημένου τοῦ τὰ σκῆπτρα λαχόντος· οὐ μίαν δὲ μόνον ἢ δευτέραν ἢ τρίτην ἑωρακότες ἡμέραν ἐμπίπλανται, κἂν διπλασιάσῃς τὸν ἀριθμόν, ἄλλης ἔτι μιᾶς προσδεήσῃ. μισθὸν δὲ τῆς θυμηδίας αὐτοῖς βασιλεὺς νέμει φιλοτιμίας ἐκείνῳ πρεπούσας.
Καίτοι Φιλίππου, φησί, κατηγόρησε Δημοσθένης, ὅτι μίμους γελοίων ἀγαπᾷ καὶ περὶ αὑτὸν ἔχει. ἐπειδὴ παρὰ τὰ σπουδαῖα τοῖς γελοίοις ἐχρῆτο πολλῶν αὐτῷ πολέμων συνεστηκότων. ὅτι γάρ τις καὶ γελοίων ἐστὶ καιρός, αὐτοῦ μοι τοῦ Δημοσθένους μάρτυς ὁ παιδευτὴς τὸν Ἱππονίκου παῖδα γελοίων ἀκροᾶσθαι προτρέπων, εἰ μὴ καιρὸς εἴη σπουδαίων.
ἔτι τοίνυν οὐ θεωροῦντα μέμφεται Φίλιππον, ἀλλʼ ὅτι, φησίν, ἀγαπᾷ καὶ περὶ αὑτὸν ἔχει. οὔκουν τὴν θέαν ἁπλῶς, τὸ δὲ τούτοις ἀεὶ συνδιατρίβειν ἐν μέρει ποιεῖται κατηγορίας. δεῖ γὰρ οὔτε στέργειν τοσοῦτον, ὅσον καὶ συνοικεῖν, οὔτε τοσοῦτον μισεῖν, ὅσον καὶ τὴν θέαν ἐκκλίνειν· τὸ μὲν γὰρ ῥᾴθυμον, τὸ δὲ σκυθρωπόν.
εἰ δέ με χρὴ κατόπιν τῆς ἀληθείας τάξαι τὸν ῥήτορα καὶ τῆς πρὸς ἐκεῖνον αἰδοῦς περὶ πλείονος ταύτην ποιήσασθαι, φαίην ἄν, ὡς τὰ μὲν ἀθυμοῦντα τὸν δῆμον παραμυθούμενος, τὰ δὲ τὸν Μακεδόνα μισῶν ἐλοιδόρει τοὺς ἐκείνῳ συνόντας, ἐπεὶ κατά γε κρίσιν ὀρθὴν Φίλιππός μοι κοσμεῖ τὴν ὑπόθεσιν, ὃν αὐτὸς εἰς ἔλεγχόν μοι προφέρεις.
ὁ γὰρ ἀνήρ, εἰ μὲν ὕπτιος ἦν τις καὶ πάντα τὸν βίον ἀργίᾳ καὶ τρυφῇ δεδωκὼς καὶ βραχὺ φροντίζων εὐκλείας, ἦν ἀπόδειξις ἐναργὴς τοῦ μεστὸν αἰσχύνης εἶναι πρᾶγμα τοὺς μίμους. οἷος γὰρ πέφυκεν ἕκαστος, τοιούτοις χαίρει συνών.
ἐπεὶ δὲ τὴν δόξαν ἀντὶ τοῦ ζῆν ἀσφαλῶς ᾕρητο κατὰ τὴν αὐτοῦ τοῦ δυσμενοῦς μαρτυρίαν καὶ πᾶν ὅπερ ἤθελε μέρος ἡ τύχη τοῦ σώματος ἑτοίμως ἐκείνῃ προεῖτο, ὥστε τῷ λοιπῷ σεμνῶς βασιλεύειν, πῶς ἄν, εἴπερ ἄδοξον ἦσαν οἱ μῖμοι, τούτοις ἐκεῖνος συνῆν, ἄνθρωπος ὑπὲρ εὐδοξίας ἠκρωτηριασμένος εἶναι μᾶλλον ὑπομείνας ἤπερ ὅλος διάγειν ἀσχήμως;
ἐξ αὐτοῦ τοίνυν Φιλίππου πάρεστιν ἀμφότερα γνῶναι, ὡς δεῖ μὲν εὐκλείας ἐρᾶν καὶ σωτηρίας αὐτὴν ἔμπροσθεν ἄγειν καὶ δρέπεσθαι πόνοις καὶ κινδύνοις τὸ κτῆμα, δεῖ δὲ καὶ τῆς ἐκ τῶν μίμων ἀναπαύλης μετέχειν. ἔστι γάρ, ἔστιν ἅμα τῇ θυμηδίᾳ καὶ ἦθος ἐντεῦθεν ἀναλαβεῖν τοὺς συνόντας εὐφραῖνον καὶ σκωμμάτων χάριν ζηλῶσαι.
τοιγαροῦν τῶν Ἀθηναίων οἱ πρέσβεις, οὓς ὑπὲρ εἰρήνης ἡ πόλις ἀπέστειλεν, οὐ τὴν ἐν τοῖς πράγμασι μόνον Φιλίππου δεινότητα θαυμάσαντες ἐπανῆλθον, ἀλλὰ καὶ τῆς ἐν τοῖς πότοις αὐτοῦ δεξιότητος ἀγασθέντες, ὥστε τὸν ἐν ἐκείνοις πρεσβύτατον εἰπεῖν, ὡς τυγχάνοι μὲν εἰς μακρὸν ἤδη γῆρας ἐλάσας, οὔπω δὲ οὕτως ἡδὺν καὶ ἀστεῖον ἑωρακὼς εἴη.
οὕτω φιλανθρωπίας καὶ χάριτος ὁ Μακεδὼν εἰς ἄκρον ἀφίκετο καὶ οἴκοθε μέν, ὡς εἰκός, ἐπαφρόδιτος ὤν, προσλαβὼν δέ τι καὶ τῇ θέᾳ τῶν μίμων. ἔστιν ἄρα πρόθυμόν τε εἶναι καὶ κτήσασθαι δόξαν καὶ εὐφροσύνην μὴ ζημιοῦσθαι. ταῦτα γὰρ ἅπαντα Φιλίππῳ προσῆν.
Ἀλλʼ, εἰ δοκεῖ, Φίλιππον καὶ Μακεδονίαν ἀφέντες— ἱκανὰς γὰρ ἡμῖν ἐχορήγησαν ἀφορμάς—ἴωμεν ἐπὶ τὴν Ῥώμην τῷ λόγῳ.
Πέντε τοίνυν εἰσὶ μνῆμαι βασιλειῶν καὶ μήποτε εἴη πλειόνων, ἀρίστη δὲ καὶ μεγίστη πασῶν ἡ παροῦσα. φαίνεται τοίνυν αὕτη μάλιστα μίμοις χρωμένη, οὐκ ἄν, εἰ φαῦλον ὑπῆρχε τὸ θέαμα.
τοσαύτη γὰρ ἡ Ῥωμαίων σεμνότης, ὥστε τῶν ἁμαρτημάτων, ὅσα πάλαι μικρὰν ὑφίστατο δίκην, ταῦτα πικρῶς οἱ Ῥωμαίων σωφρονίζουσι νόμοι. τὴν γυναῖκα γάρ, ἐφʼ ᾗ ἂν ἁλῷ μοιχός, νόμοι μὲν Ἀττικοὶ χρυσοφορεῖν εἴργουσι καὶ δημοτελέσιν ἱεροῖς παραβάλλειν, Ῥωμαῖοι δὲ ζημιοῦσι θανάτῳ.
οὐκοῦν ὅσῳ μείζονι τὴν μοιχείαν κολάζουσι δίκῃ, τοσούτῳ πλείονα σωφροσύνης τίθενται πρόνοιαν. ὥστε παντί που δῆλον ὡς, εἰ τὴν τυχοῦσαν ἔφερε λύμην ἡ τῆς ἐν θεάτρῳ μοιχείας εἰκών—πάλιν γὰρ ἐπὶ ταύτην ἧκέ με φέρων ὁ λόγος—, οὔποτε ἂν νομοθέταις ἠμελήθη Ῥωμαίων.
ἐκείνων οὖν οὐδὲν ἀδικεῖν ἡγησαμένων τὸ πρᾶγμα σὺ τοῦτο προτρέπειν οἴει τοὺς ὁρῶντας μοιχεύειν. μὴ τοσοῦτον παίγνια μίμων γενναίας κατισχύσειε φύσεως.
ἢ καὶ τῶν Μενάνδρῳ πεποιημένων προσώπων Μοσχίων μὲν ἡμᾶς παρεσκεύασε παρθένους βιάζεσθαι, Χαιρέστρατος δὲ ψαλτρίας ἐρᾶν, Κνήμων δὲ δυσκόλους ἐποίησεν εἶναι, Σμικρίνης δὲ φιλαργύρους ὁ δεδιώς, μή τι τῶν ἔνδον ὁ καπνὸς οἴχοιτο φέρων;
ἀλλʼ οὐδεὶς ἄν, οἶμαι, ταῦτα φήσειεν εὐφρονῶν. καίτοι μισανθρωπία καὶ ψαλτρίας ἔρως καὶ τὸ φιλάργυρον εἶναι ὄνειδος ἔχει τιμωρίας ἐκτός, μοιχεία δὲ τοῖς ἐσχάτοις ἔνοχός ἐστιν ἐπιτιμίοις. οὐκοῦν ἐκεῖνα μᾶλλον ἱκανὰ πρὸς ζῆλον ἐγείρειν, ὅσῳ τὰ μὲν ψέγεται μόνον, τὰ δὲ τῇ μεγίστῃ κολάζεται δίκῃ;
Εἴθε, φησί, μοιχείας αὐτοῖς μίμησις ἤρκει καὶ μὴ πολὺ δεινοτέραν αὐτῆς ἐπετήδευον πεπορνευμένον ὑποκρινόμενοι.
τίνα δὴ βλάπτειν ἡγῇ τὴν ὑπόκρισιν; αὐτόν, εἰπέ μοι, τὸν κεχρημένον ἢ τὸν θεώμενον οἴει θηλύνειν; σὺ μὲν ἀμφοτέρους ἐρεῖς, ἐγὼ δὲ τούτων οὐδέτερον.
οὐ γὰρ συναλλοιοῦται τοῖς ἐσθήμασιν ἡ ψυχή, κἂν συνᾴδοντά τις τῷ σχήματι φθέγξηται. οὔτε γὰρ ἀνδρεῖον ἡ λεοντῆ τὸν Ἀριστοφάνους ἐποίει Ξανθίαν οὔτε δειλὸν ἡ γυναικεία στολὴ τὸν Πηλέως, κἂν ἐγὼ τὸ σχῆμα τοῦτο τῆς ἀγωνιστικῆς ἀποθέμενος ἀναλάβω στρατιώτου σκευήν, οὐ γενήσομαί τις πολεμικός.
καὶ τί με δεῖ πρὸς ὑμᾶς ἐμαυτῷ παραδείγματι χρήσασθαι; παίζουσι πόλεμον ἐνίοτε μῖμοι καὶ γίνεται δὴ στρατηγὸς μέν τις τῶν Τρώων, ἕτερος δέ τις τῶν Μυρμιδόνων· ἄμφω δὲ μένουσι τὴν ἔμφυτον ἔχοντες δύναμιν, οὐ τὴν πεπλασμένην ἰσχύν.
Αἰσθάνομαι μὲν ἠρέμα σου κατανεύοντος· ἐπεὶ δὲ μήπω βεβαίως ἔοικας πειθαρχεῖν, ἀκούσῃ τι μεῖζον τῶν εἰρημένων.
εἰ μῖμος εἴη πεπορνευμένος, ἂν τὴν ἰδίαν ὑποκρίνηται νόσον, οὐ γελᾶν, οὐ θαυμάζειν κινήσει τὸ θέατρον. ὥστε φροντὶς αὐτῷ γίνεται καὶ σπουδὴ τὸ πάθος διαφυγεῖν, ἵνα γέλωτος τύχῃ καὶ κρότου.
εἰ δὲ λέγοις καταβραχὺ τὴν μίμησιν ὑποσαίνουσαν τὴν ψυχὴν ἐντὸς παραδύεσθαι καὶ γίνεσθαι φύσιν, ὀρθῶς ἂν εἴποις, ἡνίκα τις ἕν τι καὶ μόνον ἀσκεῖ καὶ πρὸς ἐκεῖνο τὸν λογισμὸν ἐκδίδωσιν ὅλον· εἰ δέ τις εἴδη παντοδαπὰ σχηματίζεται καὶ πρὸς ἕτερον ἐξ ἑτέρου μεταπηδᾷ καὶ τὸ παρὸν ἔτι μιμούμενος ἐννοεῖται τὸ προσδοκώμενον, ὁ δὲ τοιοῦτος οὔτε τοῖς σεμνοτέροις γίνεται σχήμασι κρείττων οὔτε τοῖς ἑτέρως ἔχουσι χείρων.
μὴ τοίνυν πρᾶγμα πειρῶ καταλύειν, ὅπερ τὸν μετιόντα μὲν οὐδὲν ἀδικεῖ, τῶν δὲ τεθεαμένων τοὺς μὲν οἴκαδε πέμπει, τοὺς δὲ εἰς ἀγορὰν ἐξάγει, ἑκατέρους φέροντας ἐν τῷ προσώπῳ μειδιάματος λείψανον.
ὑπὲρ τῶν μιμουμένων οὕτως ἡ πεῖρά σοι διαμάχεται, ὑπὲρ δὲ τῶν θεωμένων οἱ Ῥωμαίων πρὸς σὲ πάλιν ὁπλίζονται νόμοι. ὥσπερ γὰρ Ἀθηναίους οὐδὲν ἡ κωμῳδία βλάπτειν ἐδόκει πρὸς σωφροσύνην μνήμην ποιουμένη Κλεισθένους, οἵαν ὁ τούτου βίος ἀπῄτει—ὁ γὰρ Ἀθήνησι νόμος ἀτίμους ποιῶν τοὺς ἐπὶ τῷ σώματι μισθαρνοῦντας οὐκ εἴα δοξάζειν τὸν δῆμον, ὡς δεῖ τοιαῦτα τολμᾶν, οἷα κωμικοὶ παίζουσι ποιηταί—, οὕτω καὶ νῦν ὁ κολάζων νόμος τοὺς πωλοῦντας τὴν ὥραν δείκνυσι παίγνιον ὂν τὰ δρώμενα.
διὰ τοῦτο τοὺς παῖδας οἱ φύσαντες καὶ μίμους οὐδαμῶς εἴργουσιν ἐν δέοντι θεωρεῖν καὶ δράματα κωμικὰ παρασκευάζουσιν ἀπαγγέλλειν, δέδοικε δὲ οὐδείς, μὴ λάθῃ γύννις καὶ θηλυδρίας ὁ παῖς αὐτῷ γεγονὼς ἢ μῖμον ἰδὼν τοιαῦτα σχηματιζόμενον ἢ λέγοντος Ἀριστοφάνους ἀκούσας, ἃ δὴ τοὺς τοιούτους ἐκεῖνός που ἔφη κωμῳδῶν. οὐδὲ γραμματιστὴν ᾔτησε πώποτε μειρακίου πατὴρ τὰ μὲν ἄλλα δράματα τῷ παιδὶ παραδοῦναι, ἐν οἷς δέ τι τοιοῦτόν ἐστι παραλιπεῖν.
καίτοι τῶν γονέων οἱ νοῦν ἔχοντες τῆς εὐκοσμίας μᾶλλον ἢ τῆς γλώττης αἰτοῦσι πρόνοιαν ἔχειν τὸν παιδευτήν, ἀλλʼ οὔτε τοιαῦτα λέγοντα ποιητὴν οὔτε μῖμον οὕτως ὑποκρινόμενον ὑφορῶνται οὐδὲ τοῖς οἰκέταις, οἷς παραδιδόασι τοὺς υἱεῖς, διακελεύονται πάντα πλὴν μίμων ἐνδιδόναι τοῖς παισὶ θεωρεῖν.
Τοσούτων ἤδη λεχθέντων οὔπω τὸ μέγιστον εἴρηται. αὐτοὺς γὰρ τοὺς πεπορνευμένους, οὓς ὀνομάζομεν ἐκ τοῦ τὰ σώματα διαλελύσθαι τῷ πάθει, ἡμέρας ὡς εἰπεῖν ἑκάστης ὁρῶντες ἀκούοντές τε κυμβαλιζόντων ἐν τοῖς συμποσίοις οὐδεμίαν αἰσθανόμεθα βλάβην ἐντεῦθεν ἡμῖν ἑπομένην. οὐδὲν οὖν λυμαινομένων τῶν τοῦτο νοσούντων τί ἂν πάθοι τις ἐκ τῶν μιμουμένων;
Τάχα τοίνυν, ἐπειδὴ μνήμην ἀρτίως Ἰσοκράτους ἐποιησάμην, εἰς ἔννοιαν παρʼ ἐμοῦ τοῦτον λαβὼν ἐκείνην αὐτοῦ τὴν παραίνεσιν εἰς ἔλεγχον οἴσεις τῶν μίμων· ἃ ποιεῖν αἰσχρόν, ταῦτα νόμιζε μηδὲ λέγειν εἶναι καλόν. οἱ δὲ ποιοῦσι μέν, ἃ μηδὲ θεωρεῖν ἄξιον, λέγουσι δέ, ἃ μηδὲ ἀκούειν καλόν.
ἀλλʼ εἰ μὲν ἀπὸ σπουδῆς τοιούτοις ἐχρῶντο σχήμασί τε καὶ λόγοις, πάνυ αὐτοῖς συνηγορῶν ᾐσχυνόμην, μᾶλλον δέ, μὴ ψόγον ἐπιδεικνύμενος· ἐπεὶ δὲ καὶ μίμησις ὑπάρχει τὸ ἐπιτήδευμα, ἑκατέρας δὲ ἰδέας μετέχει—νῦν μὲν γὰρ οὐ σεμνὰ σχηματίζονται, νῦν δὲ πάσης αἰσχύνης ἀπηλλαγμένα—αὐτό τε τὸ δοκοῦν εἶναι παράνομον δικαστῶν οὐ παραδίδοται ψήφῳ, τί μέμψεως ἄξιον αὐτοῖς ἐνορᾷς; πλὴν εἰ μὴ φήσεις κἀκεῖνο κατηγορεῖν, ὅτι μὴ μόνα τὰ βελτίω μιμοῦνται.
καὶ πῶς τὴν αὑτῶν ἐβεβαίουν ἐπωνυμίαν, ἣν ἐκ τοῦ τὸν βίον ὑπογράφειν προσαγορεύονται, εἰ τῶν ἐν τῷ βίῳ πραγμάτων τὰ μὲν ὑπεκρίνοντο, τὰ δὲ παρεώρων; ὥσπερ ἂν εἰ καὶ τῶν ὀψοποιῶν κατηγόρεις, ὅτι τὰ μὲν ὠφέλιμα ποιοῦσι τῶν ὄψων, τὰ δὲ οὐ τοιαῦτα δέον μόνα μαγειρεύειν, ὅσα πρὸς ὑγίειαν λυσιτελεῖ.
ἀλλʼ οὔτε μαγείρους οὔτε μίμους αἰτιατέον· ἑκάτερον γὰρ ἄμφω ποιεῖν ἡ τέχνη παρακελεύεται. ἀλλʼ ἀντὶ μὲν ἐκείνων μέμφου τοὺς ἐπιτάττοντας, ἀντὶ δὲ μίμων τοὺς οὐ χρηστὰ πράττοντας ἔργα τῆς οὐ καλῆς δεδωκότας μιμήσεως ἀφορμήν.
οὕτω πανταχῆ τὸ πρᾶγμα περιστρέφοντες ὑπεύθυνον οὐδαμοῦ κατηγορίας ὁρῶμεν· οὐ γὰρ αὐτὸ δήπου τὸ παρασκευάζειν γελᾶν εἴποις ἂν ὑπαίτιον εἶναι.
οὐδὲ γὰρ Λυκοῦργος ὁ Σπαρτιάτης, ἀνὴρ σύννους καὶ πράττων οὐδὲν ἄνευ μεγάλου φρονήματος, πρὸς ὃν εἰρηκέναι τὸν Ἀπόλλω φασὶ δίζω ἤ σε θεὸν μαντεύσομαι ἢ ἄνθρωπον, ἀλλʼ ἔτι καὶ μᾶλλον θεὸν ἔλπομαι, οὐδὲ οὗτος ὁ Λάκων ὁ παρὰ κριτῇ τῷ Πυθίῳ φύσεως ἀνθρωπείας ἔχων ἀμείνω τὸν νοῦν ὑβρίζειν ᾠήθη τὴν Σπάρτην ἱδρυσάμενος ταύτῃ Γέλωτος ἄγαλμα, καλῶς γε ταῦτα φρονήσας καὶ τῆς Ἀπόλλωνος εὐφημίας ἀξίως.
δύο γὰρ ἄνθρωπος ἔχει κοινὰ μὲν πρὸς τὸ θεῖον, ἐξαίρετα δὲ πρὸς τὴν ἄλογον φύσιν, λόγον καὶ γέλωτα. ὡς γὰρ πεφύκασι γελᾶν καὶ θεοί, οἶδεν ὁ μεμνημένος τοῦ λέγοντος ἔπους· θεοῖσι δὲ γέλως ἄσβεστος ὄρωρεν. τὸ δὲ φιλομμειδὴς Ἀφροδίτη, κἂν ἐγὼ παραλείψω, λογίζεσθε. ὁ δὲ Ἔρως καὶ ἀνεκάγχασεν εὐστόχως τὴν Αἰήτου βαλών.
πῶς οὖν ἄν τις ἐπιτήδευμα λοιδορήσειεν, ᾧ πρόσεστιν ἔργον κοινὸν μὲν ἀνθρώπου τε καὶ θεοῦ, πόρρω δὲ γένους ἀλόγου; ἐντεῦθεν ἄνδρες ἐν λόγοις τε καὶ νόμοις ἀχθέντες οὐκ ἀποκνοῦσι τοιαῦτα καιροῦ καλοῦντος ἐπιτηδεύειν.
καὶ τοὺς μὲν ἐνταῦθα τοῦτο πεποιηκότας τί δεῖ πρὸς εἰδότας εἰπεῖν; ἀποβλέψατε δὲ πρὸς τὴν Καίσαρος πόλιν, ἣν ἐκαλλώπισε πανταχόθεν ἡ φύσις. ὡραία τε γὰρ καὶ μεγάλη καὶ λόγοις ἀνθοῦσα καὶ πλούτῳ καὶ παντοδαποῖς ἀξιώμασι πολλῶν τε καὶ καλῶν πόλεων ἡγεμὼν ἅμα καὶ μήτηρ. οἱ ταύτην οἰκοῦντες μικρὸν ἀπὸ τοῦ ἄστεος—γινώσκετε, οἶμαι, τὸν χῶρον οἱ μὲν ἑωρακότες, οἱ δὲ πεπυσμένοι—ἐγκύκλιον ἄγουσιν ἑορτὴν οὐδὲ τοῦ λαχόντος τὴν πόλιν ἰθύνειν ἀπόντος· ἡδεῖα δὲ καὶ πλήρης ἁβρότητος ἡ πανήγυρις αὕτη· ἀφικνεῖται γὰρ ἅπασα τῆς πόλεως ἡ σκηνή, παραγίνονται δὲ καὶ ῥήτορες ἄνδρες τὰ μίμων ὑποκρινόμενοι οὐ φαύλως βεβιωκότες οὐδʼ εὐγλωττίᾳ λειπόμενοι τῶν ὁμοτέχνων.
ἆρʼ οὖν, εἰ τῷδε τῷ πράγματι στιγμὴ προσῆν ἀδοξίας, ἄρχοντος ἐναντίον καὶ ἀστῶν καὶ ξένων ἄνδρες ἐκεῖνοι τοῦτο ἂν ἐπετήδευον; οὐδεὶς ἂν λέγειν ἀποτολμήσειε, κἂν πάνυ δύσερις ᾖ.
ὁμολογῶ μὲν γὰρ εἶναί τινας, οἷς ἔνια τῶν γινομένων διαθερμαίνει τὴν φαντασίαν οὐδὲ θεάτρου χωρὶς ἠρεμοῦσαν. οὐ μὴν διὰ τοὺς ἀσελγῶς θεωροῦντας τὴν τῶν σεμνῶς θεωμένων ἀνάπαυλαν καταλῦσαι προσήκει, ὥσπερ οὐδὲ τῶν ἵππων τὴν ἅμιλλαν, ὅτι τῶν ἄθλων οἱ πλείους ἔτι μὲν συνανιστάμενοι τοὺς ἀκρατῶς ἔχοντας ἐν ἑκατέρᾳ μερίδι δύσφημα βοᾶν ἐκβιάζονται, πεπαυμένοι δὲ τοὺς ἡττημένους.
εἰ δὲ καὶ διὰ πάντων ὧν οἱ τῆς θέας ὥρισαν νόμοι σταδίων ἄγοιτό τις τῶν ἄθλων καὶ παντοίας· ἔχοι τύχης ἰδέας ἐλπίδα τινὰ συνεχῆ νίκης ἀμφοτέροις διδούς, τίς ἂν ἐξαριθμήσειε τὰς ἑκατέρων ἐπιορκίας τὸν οἰκεῖον ἅμα καὶ τὸν ἀλλότριον διομνυμένων νικᾶν;
καὶ τὸ μὲν ἄθλου συγκροτουμένου τοιαῦτα παθεῖν ἄτοπον μέν, οὔπω δὲ τῆς ἄκρας μανίας τεκμήριον· ἀλλὰ πρὸ τῆς τὸν ἀγῶνα τελούσης ἡμέρας οὐδὲν ἧττον εἰς ἐπιορκίαν ἐκφέρονται καθʼ αὑτοὺς μὲν ἀγωνιῶντες ἑκάτεροι, πρὸς δὲ τοὺς ἐναντίους ὀμνύντες, ὡς αὑτῶν ἔσται τὸ κράτος, τῆς πρὸς τὸν ἀγῶνα φιλονεικίας οὐκ ἐώσης αὐτοὺς ἐννοεῖν, ὡς ἀνάγκη τοὺς ἑτέρους ἐπιορκεῖν, ἀληθέστερον δὲ εἰπεῖν, ἀμφοτέρους ἄλλων ἐν ἄλλοις ἄθλοις ἀποτυχόντων τῆς ἐνόρκου μαντείας.
εἶτα διὰ τούτους ἀναιρήσομεν θέαν, ἣν Ἀπόλλωνι τῷ Δηλίῳ προσέθεσαν Ἀθηναῖοι. ἀλλʼ οὐ δίκαιον τοὺς ἐκπίπτοντας τοῦ σκοποῦ τῶν πραγμάτων αἰσχύνην τοῖς πράγμασι φέρειν. γαμοῦσι γὰρ ἄνθρωποι πολλοὶ μὲν ὀρεγόμενοι τέκνων, πολλοὶ δὲ πρὸς ἡδονήν, αὐτάς τε ἃς ἄγομεν θεῶν πανηγύρεις οἱ μὲν ὁσίως τελοῦσιν, οἱ δὲ πρόφασιν ἀσωτίας ποιοῦνται. οὕτως ἄρα κἀκεῖναι, αἳ πάντων εἰσὶ τῶν ἐν ἀνθρώποις τὸ μέγιστον, ἔχουσι δήπου τινὰς οὐχ ὡς ἔδει χρωμένους. οὐ θησόμεθα νόμον μὴ χρῆναι γάμῳ χρῆσθαι, μὴ θείαν ἄγειν πανήγυριν· οὐ γὰρ ἀντὶ τοῦ κολάζειν τὸ φαῦλον δεῖ τὸ χρηστὸν ἀδικεῖν.
ἀλλὰ μὴν τῆς ὑγιείας, εἴπερ τινὸς ἄλλου, πρόνοια καὶ σπουδὴ πᾶσι μέν ἐστιν ἀνθρώποις, μάλιστα δὲ τοῖς νόσων πεπειραμένοις. ἡ γὰρ ἐκ τούτων ὀδύνη τὴν ἐξ ἐκείνης ἐμφαίνει σαφῶς εὐφροσύνην, ἐπεὶ καὶ πᾶν ἀγαθὸν ἥδιον φαίνεται τοῖς οἷον τοὐναντίον πέφυκεν ἐγνωκόσι.
λέγεται τοίνυν τις ἀήθει νόσῳ περιπεσὼν πολλῶν μὲν ἰατρῶν εἰς πεῖραν ἀφῖχθαι, μηδένα δὲ κρείττω τοῦ πάθους εὑρεῖν. ὡς δὲ τὸ κακὸν ἄμαχον ἦν καὶ μάτην ἄλλοτε ἄλλα προσήγετο φάρμακά τε καὶ ποτὰ καὶ σιτία, τούτων δή τινα τῶν γελωτοποιῶν οἴκαδε εἰς ἐκείνου πυκνά τις ἄγων εἰσῄει βουλόμενος βιάσασθαί πως αὐτῷ καὶ μετενεγκεῖν ἀπὸ τῆς ὀδύνης τὴν φαντασίαν· ὁ δὲ τὰ τῆς οἰκείας ἔπαιζε τέχνης, ὅπως καταπραΰνοι τὸν κάμνοντα. τοῦτο ἐκείνῳ ψυχαγωγίας γέγονεν ἴασις. πῶς τις ἂν πρᾶγμα κακίσειεν, ᾧ καὶ νόσον ἰάσαιτο πᾶσιν ἰατροῖς ἀπειθῆ;
Πρὸς ταῦτα τοίνυν ἀντειπεῖν ἔχων οὐδὲν ἐμοὶ δὴ χρήσεται μάρτυρι τοῦ μὴ καλὸν εἶναι τὸ χρῆμα. τί γάρ, φησίν, οὕτω φρονῶν οὐδὲ τὴν ἔναγχος θέαν τῶν, ὡς αὐτὸς ἔφης, ἐπιτηδείων σοι καὶ φίλων ἐν πανηγύρει δημοτελεῖ νύκτωρ ἀχθεῖσαν οὐδὲ ταύτην ἰδεῖν ᾠήθης σοι πρέπειν;
οὐ τὸ θέαμα φεύγων, ἀλλὰ νόμον φυλάττων, ὃν ἔθηκεν ἡ συνήθεια τοῖς τῇδε παιδεύειν ἐπιχειροῦσιν. ὅτι γὰρ ἐξ ἔθους ἡμῖν, ἀλλʼ οὐ κατὰ φύσιν αἰσχρὸν εἶναι τὸ πρᾶγμα δοκεῖ, τεκμήριόν σοι γινέσθω περιφανὲς τὸ τοῖς μαθηταῖς ἐνδιδόναι μικρὰν ἐντεῦθεν ἔχειν ῥᾳστώνην εἴτε πανδήμου τινὸς ἑορτῆς ἀγομένης εἴτε σύγγραμμα νέου πεπληρωκότος, ἐφʼ ᾧ τὸν παιδευτὴν χρυσοῦν ἕνα λαμβάνειν νενομοθέτηται καὶ μιᾶς ἡμέρας ἀνάπαυλαν αὐτῷ τε διδόναι τῷ νέῳ καὶ τοῖς ἐκ τῆς αὐτῆς ὁρμωμένοις παλαίστρας, καὶ σεμνῇ τὴν ἡμέραν ἀμέλει καλοῦμεν ἐπωνυμίᾳ.
εἰ δὲ βλάβην ὁ παιδευτὴς ἐκ ταύτης αὑτῷ τῆς θέας ἕπεσθαι δεδοικὼς ἐφυλάττετο, πολὺ ἂν μᾶλλον τοῖς οἰκείοις διεκελεύετο μαθηταῖς εὐλαβεῖσθαι. εἰ γὰρ ὑπὲρ αὑτοῦ τὴν διάνοιαν ἐταράττετο παιδεύοντός τε καὶ πρεσβυτέραν ἄγοντος ἡλικίαν, πῶς ἂν νεωτέροις καὶ φοιτηταῖς θεωρεῖν ἐνεδίδου τοσοῦτον, ὅσον προσήκει μειρακίοις Ἑρμῇ διακονοῦσι καὶ Μούσαις;
ἀλλʼ, ὅπερ εἶπον, οὐ βλάβης εἴργει με φόβος, νόμος δέ τις ἡμῖν ἐπιχώριος, οὐ τοῖς πανταχοῦ παιδευταῖς ὡρισμένος. τοιγαροῦν ἀνὰ τὴν Φοινίκην ἅπασαν, εἰ διδασκάλων τις ἀθέατος εἴη, δύσκολος εἶναι καὶ δυσάρεστος ὑποπτεύεται. πλὴν εἰ καὶ δώσομεν πανταχοῦ κύριον εἶναι τὸν ἐνταῦθα κρατήσαντα νόμον, οὐ μίμοις τοῦτο γίνεται ψόγος.
ἦ γὰρ ἂν ἀποβάλλοιμεν ἱπποδρομίας καὶ κυνηγέσια καὶ χοροὺς ᾄδοντας καὶ ὄρχησιν καὶ αὐλοὺς καὶ χορδῶν ἁρμονίαν· τούτων γὰρ οὐδενὶ παιδευταῖς νενόμισται παραβάλλειν. ὥστε νόμῳ πόλεως ἀκολουθοῦντες οὐ θεώμεθα μίμους, ἀλλʼ οὐ δεδιότες, μή τι βλάβος ἡμῖν ἐντεῦθεν ἐμπέσῃ.
πολλὰ γὰρ τῶν ἐπὶ σκηνῆς τελουμένων παιγνίων ἐκ προοιμίων εἰς τέλος οὐδὲν ἔξω σεμνότητος ἔχει. δύναιο ἂν ἄνδρα βλέπειν καθεστηκότα σωφρονεῖν παραινοῦντα τῇ συνοικούσῃ καὶ φεύγειν τῶν φιλαιτίων τὰς λοιδορίας.
ἔνι καὶ στρατιώτας ἰδεῖν καὶ ῥητόρων ἀκοῦσαι, δυεῖν ἐνίοτε μίμων, τοῦ μὲν ἀλόγιστόν τινα μιμουμένου, τοῦ δὲ καλῶς ἐν λόγοις ἀχθέντα, ὥστε γελωμένου μὲν ἐκείνου, κροτουμένου δὲ τούτου λογισμὸς εἰσέρχεται τοῖς θεωμένοις, ὡς δεῖ παίδευσιν μὲν ἀγαπᾶν, ὅπως ἐπαινοῖντο, ἀμαθίαν δὲ φεύγειν, ἵνα μὴ σκωμμάτων γένωνται πρόφασις.
Τίς δὲ οὐκ ἂν ἀπείποι καταλέγειν ἐπιχειρῶν, ὅσα μιμοῦνται; δεσπότην, οἰκέτας, καπήλους, ἀλλαντοπώλας, ὀψοποιούς, ἑστιάτορα, δαιτυμόνας, συμβόλαια γράφοντας, παιδάριον ψελλιζόμενον, νεανίσκον ἐρῶντα, θυμούμενον ἕτερον, ἄλλον τῷ θυμουμένῳ πραΰνοντα τὴν ὀργήν.
τί οὖν ἅπαντά μοι παραδραμὼν σχῆμα πεπορνευμένου φέρεις εἰς μέσον; ἢ τοῦτο μόνον ἡμῖν τυγχάνεις τεθεαμένος; τί δέ; τοῦτο μὲν τοὺς ὁρῶντας θηλύνειν ὑπολαμβάνεις, τῶν δὲ βελτιόνων σχημάτων οὐδὲν πρὸς ἑαυτὸ μεταφέρειν οἴει τοὺς θεατάς; καίτοι τὸ μὲν νόσος ἐστὶ φύσεως ὅρον ἐκβᾶσα, τὰ δὲ ζηλοῦν τε καὶ πράττειν ἡ φύσις ἐνομοθέτησε.
Βούλει τὴν ἐκ τοῦ πράγματος ὄνησιν ὀρθῶς ἐξετάσαι; σκόπει τὰ μέγιστα τῶν ἀνθρωπείων κακῶν, ὀργήν τε καὶ λύπην. ὧν ἡ μὲν τῶν ἰδίων ἐξίστησι λογισμῶν—εὖ γὰρ ἔφη τις τὸν θυμὸν μανίαν ὀλιγοχρόνιον εἶναι—, τὰ πλεῖστα δὲ ἅπασιν ἀρρωστήματα λύπῃ κατὰ τὴν τραγῳδίαν συμβαίνει. οὐδένα δὲ ῥᾴδιον ἀμφοῖν ἀπηλλάχθαι, ἀλλὰ τὸν μὲν ἀνιᾷ τι, τὸν δὲ παροξύνει, τισὶ δὲ ἀμφότερα ταῦτα παρενοχλεῖ.
ἤδη τις νουθεσίαις οἰκείων ἢ φίλων οὐδὲν ἐνδιδοὺς μίμους θεασάμενος ἐφαιδρύνθη τὰ μὲν εἰς τούτους ὁρῶν, τὰ δὲ λογιζόμενος, ὡς καὶ ἄλλους εἰκὸς ἐν πλήθει καθῆσθαι τοσούτῳ πάσχοντας μὲν αὑτῷ παραπλήσια, μειδιῶντας δὲ ὅμως· ὥστε κἂν μὴ βεβαίας ἰάσεως τύχῃ, τόν γε τοῦ θεάματος χρόνον κουφότερον ἕξει.
ἵππων μὲν οὖν ἀγῶνες ἐκμαίνουσι μᾶλλον ἢ τέρπουσι τὰς τῶν θεωμένων ψυχὰς καὶ πολλὰς ἤδη καὶ μεγάλας ἀνέτρεψαν πόλεις· μῖμοι δὲ τέρψιν ἀπράγμονα καὶ στάσεως ἐλευθέραν καὶ ταραχῆς ἐπιδείκνυνται καὶ μάλα συμβαίνουσαν τῷ Διονύσῳ.
κἀνταῦθα μὲν οὐδεὶς σύννους οὕτω καὶ κατηφής, ὃς οὐ φαιδρότερος ἔσται· ἐκεῖ δὲ πρᾷος οὕτω καὶ ἄθυμός ἐστιν οὐδείς, ὃς οὐκ ἐξάπτεται καὶ βοᾷ καὶ φιλονεικίας ἐμπίπλαται καὶ θυμοῦ.
τοιγαροῦν ἀποδέχομαι τῶν πόλεων τὴν ἐπίνοιαν, αἷς νενόμισται μίμους ἐν ταῖς τῶν ἵππων ἁμίλλαις μεταξὺ παίζειν τῶν ἄθλων, ἵνα τοῖς θεωμένοις μαλάξωσι τὴν ὀργήν, τὴν μὲν τῶν ἡττημένων πραΰνοντες λύπην, τὴν δὲ τῶν νενικηκότων ἀναστέλλοντες ὕβριν.
κηλούμενοι γὰρ οἱ μὲν ἔλαττον ἀθυμοῦσιν, οἱ δὲ τὴν ἧτταν αὐτοῖς ὀνειδίζοντες παύονται κἂν μὴ σύμπαν τὸ μέρος, ἀλλʼ οἱ πλείους τὸν ἀριθμόν· κἂν ἡ πᾶσα τῶν νενικηκότων ἐπιμείνῃ βοῶσα μερίς, ἧττον τῆς ἐναντίας οἱ πλεῖστοι βοώντων ἀκούσονται περὶ μίμους ἠσχολημένοι.
ἱπποδρομίας μὲν οὖν καὶ ὄρχησιν ὑπεραίρει τὸ πρᾶγμα τῷ μηδὲν στασιῶδες τοῖς δήμοις ἐμβάλλειν, θαυματοποιοὺς δὲ καὶ τραγῳδίας ὑπόκρισιν μετιόντας καὶ λύρᾳ χρωμένους τῷ μὴ κόρον διδόναι· ἐκείνων γὰρ οὕτως ἐνεπλήσθησαν ἄνθρωποι τῶν θεαμάτων ὡς μόλις δημοσιεύειν.
Οὐ τοίνυν μόνον τοσαύτην ὑπὲρ αὑτῶν ἀφθονίαν χορηγοῦσι δικαιωμάτων, ἀλλὰ καὶ τὴν πολιτείαν ἡμῖν οὐ μικρὰ πολλάκις εὐεργετοῦσιν ἄρχοντας ἐν καιρῷ τοῖς σκώμμασι σωφρονίζοντες.
ἀναβαίνει γὰρ αὐτοῖς καὶ μέχρι δυναστείας ἡ παρρησία, καὶ τῶν μὲν ἡγεμόνων οἱ φίλοι τὸν ὄγκον ὑποστέλλονται τῆς ἐξουσίας, κἂν ἴδωσί τι ποιοῦντας ἀνάξιον τῆς ἀρχῆς, οὐ θαρροῦσιν ἐπιτιμᾶν, μίμοις δὲ πάρεστι σκώπτειν ἀφόβως.
οὐ μὴν ἀποσκώπτουσι μέν, ἀνόνητοι δὲ περιφρονούμενοι γίνονται, ἀλλʼ εὕροις ἂν τοὺς ἐνόχους ὄντας τοῖς σκώμμασιν ἢ πεπαυμένους ἢ σπανιώτερον ἁμαρτάνοντας ἢ πειρωμένους ἐπισκιάζειν, ἃ πρόσθεν ἀνέδην ἐτόλμων.
παῦσαι τοίνυν αὐτοῖς λοιδορούμενος, μή που καὶ σὲ δικαίως ἀμυνόμενοι σκώψωσι. ποιοῦνται δὲ τὴν ἐπίπληξιν, ἐφʼ οἷς ἂν ταύτῃ χρήσασθαι δέῃ, οὐ πικρὰν οὕτω καὶ ἄκρατον, θέλγουσαν δέ πως ἅμα καὶ δάκνουσαν τῇ συνήθει κεράσαντες χάριτι.
Ἀλλὰ τούτων οὕτω σαφῶς δεικνυμένων οὐδέν, φησίν, ἀπᾴδουσι τῶν Ἡσιόδου κηφήνων, οἳ τὰ τῶν ἐργαζομένων ἀργοῦντες αὐτοὶ κατεσθίουσι καὶ δαπανῶσι μὲν τὰ τῶν εὐπορούντων οὐδὲν ἢ τρυφᾶν ἐπιστάμενοι, τοῖς δὲ πενομένοις ἐμπόδιον γίνονται πρὸς τὴν θέαν αὐτοὺς ἐκ τῶν οἰκείων ἕλκοντες ἔργων. ἀμέλει γὰρ ὡς ἀργοὶ μελέτης οὐ δέονται, ἀλλʼ ὑποβεβρεγμένοι καὶ τὴν γαστέρα πληροῦντες τὰ αὑτῶν ἐπιδείκνυνται τοῖς θεωμένοις.
πῶς οὖν ἦθος φυλάττειν, πῶς δὲ ᾄδειν ἐμμελῶς μεθύοντας ἔνεστι; δεῖ γὰρ καὶ φωνὴν εὐφραίνουσαν ἔχειν καὶ ῥέουσαν γλῶτταν ἑτοίμως— μῖμος γὰρ διλογῶν ἢ προσπταίων συρίττεται μᾶλλον ἢ ῥήτωρ τοῦτο παθών—, δεῖ καὶ χορεύειν ἐπίστασθαι καὶ μὴ φθέγγεσθαι μόνον ἐπιδεξίως, ἀλλὰ καὶ βλέμματι θέλγειν, κἂν δέῃ, δοκεῖν αὐτὸν ἀπατᾶσθαι, ὁρῶντα μὴ ὁρᾶν, τὸ τοῦ λόγου, καὶ ἀκούοντα μὴ ἀκούειν, ὅπως μηδὲν ἀπολείποι χάριτος ἥδυσμα.
κἂν ἅπαντα ταῦτα τύχῃ μόνα λαχών, πολλῶν ἐστιν ἐνδεής· οὐ γὰρ ἐπιλήσμονα δεῖ πεφυκέναι, μή τι τῶν ἔξω μελετηθέντων ἔνδον αὐτὸν διαφύγοι, οὐδὲ παρρησίας ἐνδεέστερον εἶναι, δειλία γὰρ μνήμην ἐκπλήσσει.
σὺ μὲν οὖν οἴει τοὺς μίμους ἐμπόδισμα γίνεσθαι τοῖς ἀπὸ τῶν χειρῶν τρεφομένοις, ἐγὼ δὲ μείζονος αἰτίους ὁρῶ προθυμίας. ὥσπερ γὰρ οὐ τὸν μέτριον ὕπνον φαμὲν κώλυμα εἶναι τοῖς ἔργοις, ἀλλὰ τὰ μέγιστα τούτοις λυσιτελεῖν ἐπιρρωννύντα τὸ σῶμα, καὶ τοὺς μακρὰν πορευομένους ὁδὸν τὰς ἐν μέσῳ καταγωγὰς οἰόμεθα προθυμοτέρους ποιεῖν, ὅταν αὐτοῖς ἢ δένδρου σκιᾶς ἢ πηγῆς ἢ λουτροῦ τινος ἀπολαύειν ἐξῇ, οὕτω καὶ σύμμετρος ἐκ τῆς θέας ἀνάπαυσις σπουδαιότερον ἔχεσθαι τῶν ἔργων παρασκευάζει, ὥστε τοὺς ἐργαζομένους διπλοῦν εἰκότως μισθὸν ἐποφείλειν τοῖς μίμοις, εὐφροσύνης τε καὶ σπουδῆς.
ὅθεν πρὸς ἐμαυτὸν τοιαῦτά μοι λέγοντας ἀναπλάττω· μὴ λάθῃ σε τῶν μίμων ὁ κατήγορος ἀπατήσας· οὐδὲν ἡμῖν ἐμποδών ἐστιν ἡ θέα, ἀλλὰ καὶ τοῦ συνήθους ὀξύτερον προτρέπει μᾶλλον ἐργάζεσθαι τοὺς ἀπολαύειν ἐπειγομένους. διὰ ταύτην καὶ νύκτωρ πληροῦσί τινες, ὃ μεθʼ ἡμέραν ἔργον ποιεῖν ἐβουλεύοντο. οὐ γὰρ πενία μόνον ἐγείρει τὰς τέχνας, ἀλλὰ καὶ θέας ἐπιθυμία, καὶ νικᾷ τὴν ἐκ τῆς ἀγρυπνίας ταλαιπωρίαν ἡ τῆς ἐκ τοῦ θεωρεῖν εὐθυμίας ἐλπίς.
τοιούτοις οἱ χειροτέχναι διαθρυλλοῦσί μοι λόγοις τὰ ὦτα, ὡς ἡδὺ μὲν τῆς τοιαύτης ἀπόνασθαι θέας, ἡδὺ δὲ τῆς σκηνῆς ἐξιόντας ἀπαγγέλλειν τοὺς ἑωρακότας τοῖς οὐ τεθεαμένοις.
εἶτα λέγεις λίχνους καὶ φιλοπότας εἶναι τοὺς μίμους. καίτοι τῷ καταλόγῳ τῶν γνωρισμάτων, ἐξ ὧν ἔφαμεν χρῆναι μῖμον εὐδοκιμεῖν, καὶ τὸ φωνασκεῖν συνηρίθμηται, ὥστε δεῖν ἑκατέρου νοσήματος ἀπηλλάχθαι, ὅπως αὐτῷ μὴ βλάψῃ τὴν εὐφωνίαν σιτίων πλῆθος καὶ μέθη.
Βλάψειέ γε, φησίν, ὦ θεοί. αἰσχρῶν γὰρ ᾀσμάτων ἀκρόασις—μίμοις δὲ ταῦτα σύνηθες ᾄδειν—, ὅσῳ ἂν ἐμμελέστερον ἔχῃ, τοσούτῳ μᾶλλον ταῖς τῶν ἀκουόντων ἐπιβουλεύει ψυχαῖς πλείονα μνήμην τῆς εὐφωνίας ἐργαζομένης, καὶ ὅσα μὲν πράττουσιν ἢ φθέγγονται μῖμοι, μόνους βλάπτειν τοὺς παρόντας ἰσχύει, τὰ δὲ τούτων ᾄσματα καὶ κόρην οἴκοι καθημένην κοσμίως εἰς ἀκράτειαν μεταφέρει τῶν ἔξω τὰ τοιαῦτα πυκνὰ μελῳδούντων οὐδὲ ταύτην ἐώντων ἀνήκοον εἶναι.
εἶτά σοι τοσαύτην ἔχειν δοκεῖ μίμων ᾄσματα ῥώμην, ὡς τρέπειν καὶ μεταπλάττειν τῶν ἀκροωμένων τὰς γνώμας; καὶ φύσις ἡ μὲν γίνεται, ἡ δὲ ἀπόλλυται; ὑποχωρεῖ μὲν ἡ κρείττων, ἡ δὲ ἐναντία ταύτης ἐξιούσης τὴν ἐπὶ ψυχὴν πάροδον λήψεται;
κἂν θυγάτριον ἔχῃς ὥραν ἄγουσαν ἤδη παστάδος, εἴ σοι τὴν οἰκίαν ᾄδοι τις παριών, δέδοικας, μὴ καταλείψασα τὸν ἱστὸν ἢ τὴν ἠλακάτην καὶ τὸν ἄτρακτον ἀπορρίψασα ἢ ὅ τι ἂν ἐργαζομένη τυγχάνῃ, παρακολουθήσῃ τῷ ᾄδοντι δελεασθεῖσα τῷ μέλει;
πόσου ἂν πρίαιτο νέος σώφρονος κόρης ἐρῶν τοσαύτην ἰσχὺν ἐν ταύταις εἶναι ταῖς μελῳδίαις, ὅσην ὑπολαμβάνεις; πλεῖστα γὰρ ὅσα ταῖς θύραις προσᾴδων τῆς ἐρωμένης παρὰ κωφοῦ θύραν ᾄδει κατὰ τὴν παροιμίαν. τὴν δὲ κακῶς τεθραμμένην, κἂν ἄμουσος ᾖ τις, ῥᾳδίως ἐφέλκεται.
οὐκοῦν εἰ μὴ πρότερον, ἀλλὰ νῦν μάνθανε ταῦτα· παραδέδωκέ τις ἀτόποις ἐπιθυμίαις τὸν λογισμόν· οὐδαμῶς αὐτὸν μεταρρυθμίσαι δυνήσῃ, κἂν μακρότερον τῆς Ἰλιάδος ἐγκώμιον ἐγκρατείας αὐτῷ διεξέλθῃς. σώφρων ἔφυ τις ἕτερος· οὐ μετατίθης τὸν ἄνδρα, κἂν διαρραγῇς ᾄδων αἴσχιστα μέλη.
ἂν δὲ πύθῃ τὴν πρόφασιν, ἀποκρινοῦνταί σοι ταύτην ἄνδρες σοφίαν μὲν ἄλλος ἄλλην ἐπιδειξάμενοι, πάντες δὲ ἄμαχον εἰρηκότες εἶναι τὴν φύσιν. Εὐριπίδης μὲν γὰρ ὁ Σοφοκλέους τῇ τοῦ θεοῦ κρίσει σοφώτερος ἄκρας, φησίν, εὐηθείας ἅπτοιτο ἄν, ὅστις τὴν φύσιν νικᾶν ἐθέλει· Πίνδαρος δέ, τὸ θρέμμα τῶν μελιττῶν, τόδε ἔφη που λέγων· οὔτε αἴθων ἀλώπηξ οὔτε ἐρίβρομοι λέοντες μεταλλάξαιντο ἦθος. οὔτε δεινότης, φησί, —τοῦτο γὰρ ἡ κερδὼ σημαίνει τῷ ποιητῇ— μετασκευάσαι δύναται γνώμην οὔτε φόβος—τοῦτο γὰρ ὁ λέων ἐμφαίνει.
καὶ μὴν ᾄσματά ἐστι τὰ Πινδάρου ποιήματα καὶ ἀπὸ τοῦ πασσάλου τὴν φόρμιγγα καθελὼν ᾖδεν ἅμα κιθαρίζων τὰ μέλη, ἀλλʼ ὅμως αὐτός σοι διαρρήδην βοᾷ· μή μου τὰ ᾄσματα φύσεως ἀπαίτει κρατεῖν, κἂν ᾄδω πρὸς λύραν. οὔτε γὰρ αἴθων ἀλώπηξ οὔτε ἐρίβρομοι λέοντες τοῦτο ἂν δύναιντο. ὥσπερ οὖν Πίνδαρος ᾄδων οὐ ποιεῖ σωφρονεῖν τὸν ἀκόλαστον, οὕτως ᾄδοντες μῖμοι τὸν ἐγκρατῆ καὶ σεμνὸν πρὸς αἰσχρὰς οὐ μεταφέρουσιν ἡδονάς.
εἰ δέ με δεῖ καὶ ῥητορικήν τινα μαρτυρίαν προσθεῖναι—δεῖ δὲ σοφιστὴν εἶναι πειρώμενον—, λέγει που ῥήτωρ τις, οὗ χάριτες οἱ λόγοι προσαγορεύονται· οὐκ ἂν γένοιτο χρηστὸς ὁ κακὸς ἐξ ἑτέρας εἰς ἑτέραν πόλιν ἐλθών.
οὕτω πάγιον ἀποφαίνονται πάντες εἶναι τὸ πεφυκός. πάρεστι δὲ τὰ τοῖς πάλαι σοφοῖς εἰρημένα βεβαιῶσαι τοῖς νῦν ὁρωμένοις· εὔδηλον γάρ, ὡς κἀκεῖνοι τοιούτοις ἐξ ὧν ἑώρων ἐχρήσαντο λόγοις.
πόσοι δὴ φύλακες πρὸς ἡδονὰς ἐπειγόμενον κατέχειν δύνανται νέον; διεξεληλύθασί γε διὰ πάσης ἄνθρωποι φυλακῆς ἀεί τι πλεῖον εἰς ἀσφάλειαν, ὡς ᾤοντο, προστιθέντες, εἴ πως τὴν ἀκρατῆ βιάσαιντο φύσιν, καὶ πλείστας ἡνίας μηχανησάμενοι, παιδαγωγούς, ἀπειλάς, διδασκάλους, μάστιγας, χαλιναγωγεῖν οὐ δεδύνηνται. πόσας οἱ γυναικῶν ἐρῶντες κοσμίων ἐπάγουσι προσβολὰς ταῖς ἐρωμέναις, ἱκετείας, δάκρυα, μέλη, δώρων ἐπαγγελίας· αἱ δὲ μένουσιν ἄτρωτοι.
γνοὺς τοίνυν ἐξ ἀμφοτέρων, ἔκ τε τῶν βελτιόνων ἔκ τε τῶν ἐναντίων, ὡς ἀμετάστατον ἑκατέροις ἡ φύσις, μὴ βούλου δοκεῖν ἀγροικότερος εἶναι τῷ πρὸς τὰ ᾄσματα φόβῳ ἄλλως τε καὶ πολλῶν ἐν τούτοις ἀκοσμίας ἐχόντων οὐδέν.
Ἐπεὶ δὲ τὴν εὐφωνίαν ὑποστέλλεσθαι φῂς ὡς ἐπαρᾶσθαι ταύτης αὐτοὺς ἐκπεσεῖν, φέρε τι καὶ πρὸς τοῦτό σοι λέξωμεν. μῖμος γὰρ ἅπας, κἂν ἄγαν εὔφωνος ᾖ, τὰ δεύτερα φέρει τραγῳδίας ὑποκριτοῦ, ὃς νῦν μὲν εἰσέρχεται παῖδα φονέα μητρός, νῦν δὲ μητέρα ξίφος ἐπιφέρουσαν τέκνοις ὑπὸ ζηλοτυπίας ἐρωτικῆς.
εἰ τοίνυν ἐκείνων ἀτοπώτερα ταῦτα καὶ μίμων φωνῆς ἡ τούτων καθέστηκε κρείττων, διχόθεν οὗτοι μίμων ἐλέγχονται βλαβερώτεροι, ὥστε μίμων ἐκβεβλημένων συναπελαύνονται τούτοις οἱ μείζονα βλάπτοντες, μᾶλλον δέ, διώκων μέν τις ἐκείνους τάχα φείσεται μίμων, εἴπερ ἧττον λυμαίνονται, τούτους δὲ φυγῇ ζημιῶν ἐκείνοις μείζονα σωφρονισμὸν ἐπιθήσει· ὥστε τῇ κατὰ τῶν μίμων ὀργῇ λανθάνεις ἑτέρους, οὓς οὐ βούλει, προπηλακίζων.
τί οὖν ἐντεῦθε συμβαίνει; κεκλεῖσθαι τὰ θέατρα καὶ μάτην οὕτως ἑστάναι· ὃ πολὺ δεινότερόν ἐστι τοῦ καθελεῖν. καθαιρεθέντα μὲν γὰρ καταβραχὺ τὴν μνήμην ἀπομαραίνει, ἑστηκότα δὲ οὐκ ἐᾷ τοὺς ἐρῶντας ἐπιλανθάνεσθαι. ἀνάμνησις δὲ ἡδονῆς τελέως καταλυθείσης πικροτάτη γίνεται λύπη, ἐπεὶ καὶ τῶν ἀποβαλόντων τὰ φίλτατα οἱ μεμνημένοι τῶν ἐπιλελησμένων εἰσὶν ἀθλιώτεροι.
εἰ δὲ καθελεῖν ἡμῖν ἐπιτρέψεις, ἔλαττον μὲν ἡ καθαίρεσις χρόνου προϊόντος λυπεῖ, μείζονα δὲ τὴν δυσσέβειαν ἔχει πρὸς τὸν ἄρχειν θεάτρου λαχόντα θεόν.
Πάνυ τοίνυν εἰκότως ἂν ἐμαυτοῦ καταγνοίην, εἰ κωμῳδίας πολλαχοῦ μνημονεύσας τοῦ λόγου ἐκεῖνο παραλιπεῖν καρτερήσω. φασὶ τὸν εὑρηκότα τὴν ὑπὲρ ἧς ἀγωνίζομαι τέχνην, ἐξ οὗ πάντα φησὶν ἀπαγγέλλειν ὁ προσηγορίᾳ μὲν δεύτερος, τὴν τάξιν δὲ πρῶτος, ἐκεῖνον δὴ λέγουσι καὶ τὸν παῖδα τὸν Διοπείθους ἡλικώτας τε ἄμφω καὶ φίλους ὅτι μάλιστα εἶναι συνάπτοντος καθʼ Ὅμηρον τοῦ θεοῦ τοὺς ὁμοίους τὸν τρόπον καὶ γνώμας ἐμμέτρους ἀλλήλοις ἀντιτιθέναι καὶ μὴ χείρονα Μενάνδρου δόξαι τὸν ἕτερον. τοιοῦτον ἄνδρα διαβάλλειν ἐπιχειρεῖς.
Λοιπὸν τοίνυν ἡμῖν πρὸς τὸ τῆς κουρᾶς εἶδος καὶ τὸ ῥαπίζεσθαι μεταβήσῃ ψόγον ἐξ ἀμφοτέρων οἰόμενος μίμοις κατασκευάζειν. ἑκατέραν δέ σου κατηγορίαν εἷς ἀποκρούεται μῖμος, ὃν ἀπαιτεῖ τρέφειν τε κόμην ἡ τέχνη καὶ ῥαπίζειν τοὺς ἄλλους.
εἰ μὲν οὖν ἐκεῖνον μέμψεως ἐξαιρεῖς, πῶς ὅλον αὐτὸ διαβάλλεις τὸ πρᾶγμα; τὸ γὰρ ὅλως αἰσχρὸν οὐδένα τῶν μετιόντων ἄμεμπτον ἔχει· εἰ δὲ μηδὲ τοῦτον λοιδορίας ἐλευθεροῖς, τί τοῖς ἄλλοις εἰς ἀδοξίαν προφέρεις τῆς τε κεφαλῆς τὸ ψιλὸν καὶ τὴν ἐπὶ κόρρης πληγήν;
εἴ τις, ὦ δαιμόνιε, ψόγος ἐκ τοιαύτης ὑπῆρχε κουρᾶς, οὐκ ἂν οἱ σοφώτατοι πάντων Αἰγύπτιοι ταύτην ἀσκεῖν εὐθὺς ἐκ παίδων ἠξίουν, ὥς πού φησιν ὁ τὰς Μούσας ὑποδεξάμενος, ᾧ φιλοξενίας μισθὸν ἑκάστη βίβλον ἔδωκε μίαν.
τί δέ σοι τῶν Αἰγυπτίων τὸν ἰδιώτην ὅμιλον λέγω τῶν ἐν αὐτοῖς ἱερέων κεφαλήν τε καὶ γένειον ἐν χρῷ ξυρουμένων;
εἰ δὲ τῷ ῥαπίζοντι φαυλίζεις τὴν ἐπιτήδευσιν, πῶς θεασόμεθα πύκτας, ὧν αἱ πληγαὶ καὶ φόνον πολλάκις εἰργάσαντο; ὅθεν ὁ τοῦ Δράκοντος νόμος ἄν τις ἀποκτείνῃ, φησίν, ἐν ἄθλοις ἄκων.
τί δʼ ἂν εἴποις περὶ τῶν ἰθύνειν τοὺς ἵππους εἰδότων; οἳ πολλάκις τύπτειν ἀλλήλους ἐξάγονται δυοῖν ἐν ταὐτῷ συμπλεκομένων ἁρμάτων· ἀλλὰ καὶ κίνδυνος ἐκεῖ συνεχὴς ἵππων τε καὶ ἀνδρῶν κἂν ἀνέλῃ τις τοῦτο, συνανεῖλε καὶ τὴν ἐκ τῆς ἁμίλλης ἡδονὴν τῶν θεωμένων.
τί δὲ φήσομεν, πρὸς θεῶν, ἂν ἀθλητὴς τὸν ἀντίπαλον καταβάλλῃ; τί δέ, εἰ δρομεὺς τὸν ἐναντίον ὑποσκελίζει; τί δράσεις ἀγωνοθέτης ἡμῖν καταστάς; ἐπιτάξεις, νὴ Διά, τῷ κήρυκι προειπεῖν ἅπασι μὴ τοιαῦτα τολμᾶν; πῶς οὖν στεφανωθήσομαι βοῶντος ἀκούσῃ δικαίως ἑκάστου.
ἄκουε δή, φασί, πρὸς τοῦτο μάλα καλοῦ λόγου. συμπόσιον ἦν, καὶ παρῆν αὐλητής. ηὔλει μὲν οὗτος, οἱ δὲ πίνοντες ἤκουον. ὡς δὲ τοῦ δείπνου προϊόντος ὠρχοῦντο—οἶνος γὰρ καὶ αὐλὸς εἰς ὄρχησιν ἐγείρειν φιλεῖ—, ἔτι σφοδρότερον ἐνέπνευσε τοῖς αὐλοῖς, ὥστε διέσυρέ τις τὸν ἄνδρα τὰς γνάθους ὁρῶν ὠγκωμένας. ὁ δὲ παυσάμενος τοῦ αὐλεῖν, ὅτε τῆς ὀρχήσεως οἱ λοιποί, ἠξίου μὴ τὸν ὄγκον αὑτοῦ τῆς ὄψεως μέμψασθαι· μὴ γὰρ οἷόν τε εἶναι τούτου χωρὶς εὐδοκιμεῖν αὐληταῖς.
τοῦτο καὶ μίμοις καὶ παγκρατιασταῖς καὶ δρομεῦσι καὶ ἀθληταῖς λέγειν ἁρμόσει ἑκάστου τὴν ἐκ τῆς ἰδίας προβαλλομένου τέχνης πληγήν· μὴ γὰρ οἷόν τε εἶναι ταύτης ἐκτὸς ἐπιδείκνυσθαι.
Οἶμαι τοίνυν, εἰ τὸν Διόνυσον ἡλίκος ἐστὶ θεὸς ἐν βραχεῖ παραστήσω τὰς εἰς ἀνθρώπους εὐεργεσίας αὐτοῦ διελθών, εἰς τὴν παροῦσάν μοι τοῦτο τείνειν ὑπόθεσιν· μίμοις γὰρ κόσμον οὐ μικρὸν συντελεῖν τὴν εὐφημίαν τοῦ προεστηκότος μίμων θεοῦ, ἐπεὶ κἂν ἡνιόχοις συνηγορῇ τις, τὸν ἵππιον ὑμνήσει θεόν, τὴν δὲ Λητοῦς ἂν ἐπαινεῖν ἐθέλῃ, τὰ κυνηγέσια.
δύο τοίνυν ὄντων, οἷς ἥδεται μάλιστα φύσις ἀνθρώπων, ἀμπέλου τε καὶ συκῆς—ὥστε τὸν παῖδα τὸν Λύξου δεικνύναι βουλόμενον τὴν Περσῶν ἀτυχίαν οὐκ οἴνῳ χρέωνται, φάναι, οὐ σῦκα ἔχουσι τρώγειν—, ἀμφότερον δῶρον ἑνὸς ὑπάρχει θεοῦ.
ἑωρακὼς δὲ τῶν δωρεῶν τὴν ἑτέραν τὸν οἶνον λυμαινόμενον τοῖς κεχρημένοις—οὔπω γὰρ οἴνου καὶ ὕδατος ἔγνωστο κρᾶσις ἀνθρώποις—, πάλιν ὡς ἡμᾶς ἐφοίτα καὶ ταύτην εἰσηγεῖται τὴν μίξιν. ἐντεῦθεν αὐτῷ διπλῆν ἄγοντες ἑορτὴν Ἀθηναῖοι τιμῶσιν ἐν ἄστει, θεραπεύουσιν ἐν ἀγρῷ τὸν θεόν.
Τοιοῦτος, ὦ παρόντες, ὁ τῶν μίμων προστάτης. δοῦναι δὲ χάριν αὐτὸν αἰτῶ μου τῷ λόγῳ καὶ τοῦτον ἐκτῖσαί μοι τῆς συνηγορίας μισθόν, ἣν ὑπὲρ τῆς τέχνης ἧς ἔφορός ἐστιν εἰργασάμην.