eul_wid: uvo-ai
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Speeches: Part XVII (Declamation: Miltiades) by Choricius the Sophist of Gaza

Miltiades, after Marathon, asked the Athenians for a fleet, promising wealth from a land he would not name, besieged Paros and was lamed in the leg; Xanthippus now prosecutes him for deceiving the people. Where Herodotus left him silent, Choricius gives him a voice: he recalls his victory over Datis, blames the wound rather than his intent, urges his son to finish the work at Paros, and imagines Rumour carrying the trial to Darius.

Part of Speeches

ΜΙΛΤΙΑΔΗΣ.

Μετὰ τὴν ἐκ Μαραθῶνος τῶν βαρβάρων φυγὴν στόλον ᾔτησεν Ἀθηναίους ὁ Μιλτιάδης ὑποσχόμενος, εἰ λάβοι, μέγαν τῇ πόλει πλοῦτον πορίζειν ἔκ τινος χώρας. οὕτως εἰπὼν καὶ τὸ τῆς χώρας ὄνομα κρύψας λαβὼν ὅσας ᾔτησε ναῦς ἐπὶ Πάρον ἦλθε τὴν νῆσον τὰ βαρβάρων φρονήσασαν. καταστήσας ἐν πολιορκίᾳ Παρίους, εἶτα τὴν εἴσοδον βιάσασθαι βουληθεὶς πηροῦται τὸ σκέλος. καὶ κρίνει Ξάνθιππος αὐτὸν τῆς εἰς τὸν δῆμον ἀπάτης ὡς προδεδωκότα Παρίοις τὴν ἀναχώρησιν. μελετῶμεν τὸν φεύγοντα.

Θεωρία.

Οὐκ ἤρκεσε τῷ Μιλτιάδῃ πρὸς ἀπαλλαγὴν ὑποψίας ὁ Μαραθὼν καὶ μετὰ τοὺς ἀγῶνας ἐκείνους εἰς δικαστήριον ἕλκεται μόλις βαδίζων ταῖς ἐκ τοῦ πάθους ὀδύναις. τῇ γὰρ Ἀθηναίων δημοκρατίᾳ ἐδόκει μηδὲ τὸν ἄκρον τῶν πολιτῶν ἀνεξέταστον παρέρχεσθαι. καὶ διὰ τοῦτο τὸν ἄνδρα χειραγωγήσας ἀφῖγμαι.

Ἡροδότῳ μὲν οὖν πεποίηται σιωπῶν τῇ χειρὶ μόνον τὸ πάθος ὑποδεικνύς, ἐγὼ δὲ τῆς Μιλτιάδου γλώττης ἀκούειν ἐπιθυμῶν ἠχθόμην τοιοῦτον ὁρῶν ἄφωνον ῥήτορα.

ἂν οὖν τῶν οἰκείων μνησθῇ που τροπαίων, νεμεσάτω μηδεὶς Ξανθίππου τοὺς ἐπαίνους αὐτῷ χορηγοῦντος τῇ τῆς κατηγορίας ἀνάγκῃ, εἴ τῳ φαίνεται πρὸς ζῆλον καὶ μίμησιν Ὅμηρος ἀξιόχρεως εἶναι. λαβὼν γὰρ ἐξ Ἀχιλλέως τὴν κόρην καὶ τοῖς κήρυξι παραδοὺς καὶ διʼ ἐκείνων κομίσας πρὸς Ἀγαμέμνονα φρονήματος μετὰ τὴν ὕβριν τὸν Φθιώτην ἐπλήρωσε καὶ δέδωκεν αὐτῷ καταλέγειν τὰς πόλεις τῶν Τρώων, ὅσας εἷλε τοῖς ὅπλοις, ὅσας ἐχειρώσατο ναυμαχῶν.

ταὐτὰ μὲν οὖν ὁ Μιλτιάδης ποιήσει, καὶ πολὺς μὲν ὁ Δαρεῖος εἰς εὐφημίαν αὐτῷ, πολὺς δὲ Δᾶτις ὁ Δαρείου σατράπης, ὃν ἐκ Μαραθῶνος ἄπρακτον ἀπήλασε τῷ δεσπότῃ· τοῦ δὲ μὴ δοκεῖν ἀπορίᾳ δικαιωμάτων ἐπὶ τὰς προτέρας καταφεύγειν ἀνδραγαθίας συγκεράσει τὴν ἀπολογίαν τοῖς ἐγκωμίοις τῇ μὲν ἑαυτὸν κατηγορίας ἐλευθερῶν, τοῖς δὲ τιμῆς ἄξιον ὄντα δεικνύς· οὐ γὰρ ἐξαρκεῖ τοῖς μέγα φρονοῦσι τὸ μὴ δοκεῖν ἁμαρτάνειν.

Μελέτη.

Ἦν ἄρα καὶ τὸ λίαν εὐδοκιμεῖν ἀφορμὴ τοῦ πράττειν κακῶς· ἐν γὰρ τῇ τῶν κατωρθωμένων ὑπερβολῇ τὴν ὑποψίαν δίδωμι τῆς προδοσίας καὶ πρὸς τὴν ἔναγχος νίκην μετρούμενος ἀπαιτοῦμαι κρατεῖν πανταχοῦ.

οὐ μὴν ἀλλὰ τοὐμὸν ἀνέγκλητόν ἐστι καὶ κρεῖττον αἰτίας· ὅσα γὰρ ἐπὶ Πέρσας πλεονεκτήματα, τοσαῦτα πρὸς Παρίους ἔπλευσα φέρων ἄνευ τῆς Τύχης, ἧς οὐ παρεπομένης ἀσθενεῖ τὰ λοιπά.

Ξάνθιππος μὲν οὖν ὑπόθεσιν εὗρε κεκομψευμένην, ᾗ παραμυθήσεται τὸν Δαρεῖον τῆς ἐφʼ οἷς πέπονθε λύπης· εἰδὼς γάρ, οἶμαι, ῥήτορος αὐτὸν ἀποροῦντα λόγῳ κοσμοῦντος ἐπιταφίῳ τοὺς ὑφʼ ἡμῶν πεπτωκότας καὶ τὴν ἐπὶ τούτοις αὐτοῦ πραΰνοντος ἀθυμίαν, τοῦτο καταμαθών, οὐ γὰρ ἐπιχωριάζουσι βαρβάροις οἱ λόγοι, τὴν κατὰ τοῦ στρατηγήσαντος ὕβριν καλῶς ᾠήθη τῷ Δαρείῳ θεραπεύειν τὸ πένθος.

ἐγὼ δὲ τὸν Μαραθῶνα πηγὴν ἔχων ἄφθονον λόγων δικαίων ὅτῳ χρήσωμαι τρόπῳ τούτῳ ζητῶν ἀπορῶ τοῦ μὲν ἀριθμεῖν ὅσα τῇ πατρίδι συνεβαλόμην αὐθαδείας ἔγκλημα φέροντος, τῆς δὲ σιωπῆς ἀπολογίας ἀσθένειαν ἐμφαινούσης.

ἀλλὰ διπλῆς ἐμοὶ κινδυνευομένης αἰδοῦς, τῆς μέν, εἰ τοῖς ὑπὲρ ἡμῶν πόνοις ὡραϊσαίμην, ἀπειρόκαλον γάρ, τῆς δέ, προδότης ὑμῖν εἰς φανείην, γέμει γὰρ ἀδοξίας, ἑλοίμην ἂν μᾶλλον τὴν ἐκ δικαίων ἐπαίνων ἢ τὴν ἐξ ἀδίκου κατηγορίας αἰσχύνην.

τοῦ γὰρ Περσικοῦ λυθέντος πολέμου οὐ πόνοις τοῦ κατηγόρου, ταῖς δὲ τοῦ προδότου ταλαιπωρίαις ὑμεῖς μὲν ἐν εὐπαθείαις ἦτε καὶ θυσίαις καὶ χαριστηρίοις ἐστεφανωμένοι καὶ παιανίζοντες, ἐγὼ δὲ τῇ μὲν ἡδονῇ τῶν τελουμένων ὅσον τῇ προθυμίᾳ τῶν ἔργων τοὺς ἄλλους ἐνίκων, οὐ μὴν εἴα μοι τὸν λογισμὸν ἡσυχάζειν ἡ Πάρος, ἀλλὰ συνέστρεφέ τε καὶ πάσας ἐμοὶ τὰς φροντίδας εἰς τὰ περὶ αὐτῆς ἐδαπάνα σωφρονισμόν.

εἰδὼς οὖν δύσκολον πεφυκὸς ἀνθρώπους ἄρτι καταθεμένους τὰ ὅπλα καὶ πρὸς ἐπινικίους ἑορτὰς κεχυμένους εἰς διαπόντιον ἐξάγειν στρατείαν χρηστὰς ὑμῖν ἐλπίδας ὑπέτεινα τὸ τοῦ μέλλοντος ἀφανὲς ἐκ τῶν ἤδη πεπραγμένων εἰκάζων.

ἵνα δὲ μὴ τῆς ἐξόδου Παρίοις αἴσθησις γένηται παρὰ τῶν τὰ τῆς πατρίδος ἀπόρρητα πωλεῖν εἰθισμένων, οὐ προήγαγον εἰς μέσον τὴν ἐκείνων προσηγορίαν, μή ποτε προκηρύττουσα τὸν στόλον ἡ φήμη καὶ ταῖς αὐτῶν εἰκονίζουσα διανοίαις οὐ συγχωρήσῃ φοβερὰν ὀφθῆναι τὴν θέαν. τὰ γὰρ ἄφνω φανέντα πλέον ταράττει τῶν ἐκ συνεχοῦς ἀκοῆς ἐντυπωθέντων τῇ γνώμῃ.

ταῦτα παρέπεισα, ταῦτά μοι Ξάνθιππος ἐγκαλεῖ οὐ συμπλεύσας οὐδὲ κοινωνὸς τοῦ στόλου μοι γεγονώς, ὁ γὰρ ἄνθρωπος ἀπράγμων ἐστὶν ἐν πολέμου καιρῷ, ἀπὸ δὲ τοῦ τραύματος, ὡς ἔοικε, τεκμαιρόμενος τὴν εἰς τὸν δῆμον ἀπάτην.

Τὸ μέντοι πρᾶγμα τοῦτον ἄνωθεν προϊὸν ἀπέβη τὸν τρόπον. ἔπλευσα, τριακοστὴν οἶμαι ταύτην ἡμέραν, εἰς Πάρον οὐ καλῶς ἔχειν νομίσας τὴν μὲν βαρβαρικὴν ἀναστεῖλαι πλεονεξίαν, τοὺς δὲ τὰ πολεμίων ὁμοφύλων ὀνόματι πλημμελοῦντας μὴ σωφρονίσαι.

ἀποβὰς οὖν καὶ παραστήσας τὰ ὅπλα πρὸ τῶν ἔργων ἐχρώμην ταῖς ἀπειλαῖς εὐπειθεστέρους οὕτω μοι γίνεσθαι Παρίους ἐλπίζων. οἱ γὰρ ἐν ὑποψίᾳ καὶ φόβῳ τοῦ πάσχειν εὐκολώτεροι πείθεσθαι τὸ μὴ παθεῖν κερδαίνειν ἐθέλοντες.

ὡς δὲ μικρὸν ἔργον ἐποιοῦντο τὰς ἀπειλὰς καὶ τοῦ κακῶς πάσχειν ἐδέοντο, ἄρας τῷ στρατῷ περιῆλθον καταβραχὺ προϊὼν καὶ κείρων ἅμα τὴν γῆν.

ἀγωνιῶντι δή μοι καὶ δεινῶς ἠπορημένῳ πρὸς ἀνόνητον πολιορκίας διατριβὴν προσέρχεται γυνή τις, ὡς ἐδόκει, καί μου τῆς ἀμηχανίας πυθομένη τὴν πρόφασιν ἐκέλευσέ τε θαρρεῖν καὶ συνακολουθεῖν ἑαυτῇ καὶ ἅμα λέγουσα πρός τι χωρίον ἡγεῖτο προβεβλημένον τοῦ ἄστεος.

ἐγὼ δὲ κύκλῳ περιθεούσης αἱμασιᾶς τὸ χωρίον βίᾳ πως ἐντὸς γεγονώς, ὡς οὐδαμοῦ τὴν γυναῖκα περιβλεψάμενος εἶδον, ὑποψίας εὐθὺς καὶ δείματος μεστὸς ἐγενόμην καὶ ἀνελογιζόμην, μὴ δαιμόνιον φάσμα τυγχάνοι γυναικείῳ λανθάνον παραπετάσματι.

καί πως τῶν γονάτων ἐμοὶ τῷ δέει θηλυνομένων χαλεπῶς ὑπερβὰς τὸ χωρίον καὶ συμπεσὼν οὕτως, ὡς ὁρᾶτε, διετέθην τὸ σκέλος. καταλαμβάνω δὲ τὸ στρατόπεδον ὀξύτερον ἤπερ ἐδίδου τὸ πάθος· οὐ γὰρ ᾐσθανόμην τῶν ἀλγηδόνων ἠσχολημένος τῷ φόβῳ.

καὶ πάντα μοι λοιπὸν εἰσῄει τὸ γύναιον, τὸ πιθανὸν τῶν ῥημάτων οἷς ἠπατήθην, ὡς ἐκέλευσέ μοι θαρρεῖν, ὡς εἱπόμην προηγουμένῃ, ὡς ἔνδον γενόμενος οὐδὲν οὐδαμοῦ περισκοπήσας ἑώρων. ὃ γὰρ ἂν ἅπαξ τύχῃ τις ὑποπτεύσας, εἰς τοῦτο πάντα νομίζει τὰ συμπίπτοντα τείνειν. ταῦτα τὴν πολιορκίαν διέλυσε, ταῦτά με δεῦρο κομίζει, ταῦτα διδάξων ὑμᾶς συνήγαγε Ξάνθιππος.

Πρόσχημα γάρ, φησίν, ὁ τῶν Παρίων ἦν μηδισμός· ἔπλευσας δὲ Λυσαγόραν τὸν Πάριον ἀμυνόμενος ἰδίᾳ τί σε λελυπηκότα καὶ τῇ πόλει στόλου ζημίαν ἐξεῦρες εἴτε τῆς ἰδίας ἕνεκεν ἔχθρας εἴτε δώρων ἐπιθυμίας.

πολλὴ μὲν ἡ καταδρομὴ τῶν ῥημάτων, Λυσαγόρας καὶ στόλου δαπάνη καὶ δωροδοκίας ἐλπίς, ἀπόδειξιν δὲ ζητῶν οὐδαμοῦ θεωρῶ.

ἐν ἀγορᾷ μὲν οὖν λοιδορεῖν καὶ ταῦτα προφέρειν ἐν ταῖς συνουσίαις ἀπορίᾳ διηγημάτων οὐ κωλύει σε νόμος, εἰς δικαστήριον δὲ γυμνὸν ἐλέγχων εἰσιόντα κολάζει.

οἴει γὰρ οὕτω μικροψύχως ἔχειν ἡμᾶς, ὡς, εἴ τις ἔτυχέ που προσκρούσας, ἀπέραντα χαλεπαίνειν ἐκείνῳ καὶ πόλιν ἅπασαν πρὸς ἑτέραν πόλιν ἐκπολεμῶσαι καὶ στόλῳ μετιέναι τὸ μῖσος καὶ χρόνον ὅλου μηνὸς ἐν ἀλλοτρίᾳ συντρίβεσθαι;

ἄπαγε, τοὺς ἄλλους ἀπὸ τῶν σῶν δοκιμάζεις. οὕτω σοὶ μᾶλλον πρὸς τοὺς ἰδίᾳ λυπήσαντας ὁ θυμὸς συγγηράσκει, τὸ δὲ καθʼ ἡμᾶς οὐ τοιοῦτόν ἐστιν. ὁ μὲν γὰρ οἷς ἂν λυμαίνοιτο τὴν πόλιν ἐπιχειρῶν οὗτος ἀθάνατος ἐμοὶ δυσμενής, τὰς δὲ τοιαύτας διαφορὰς ἐπὶ πολὺ προβαίνειν οὐ συγχωρῶ καὶ βραχὺς ἀπομαραίνει μοι χρόνος.

καὶ δῆτα θῶμεν δύσκολον εἶναί με κατὰ φύσιν καὶ μέτρον ὀργῆς ἀγνοεῖν, ἀλλὰ κοινοῦ μίσους φυομένου ταῖς πόλεσιν οὐκ ἔτι μοι πρὸς τὴν ἰδίαν ἀπέχθειαν ἐσχόλαζεν ὁ θυμός, καθάπερ ῥεῦμα πρὸς τὸ κοιλότερον, ἐπὶ μεῖζον ἀδίκημα ῥέπων.

οὐκ οὖν, ἕως μὲν Ἀθηναῖοι Παρίοις ἐμέμφοντο, Λυσαγόραν ὡς Πάριον μᾶλλον ἐχθρὸν ᾠόμην, οὐ Παρίους ὡς Λυσαγόρου πολίτας, ὥσπερ ἂν εἰ δύο φωράσας κακούργους, τὸν μὲν ἐπὶ τοῖς ἐμοῖς χρήμασι μόνον, τὸν δὲ τοῖς ἐμοῖς ἅμα καὶ οἷς ἡ πόλις καρποῦται, τὴν εἰς ἐμὲ μόνον ἐπιβουλὴν ἔφερον πρᾴως τῆς ἐμοὶ δυσμενείας πρὸς τὴν χείρω μεθισταμένης.

εἰκότως, ὦ Ξάνθιππε, τὰς ἰδίας ἔχθρας οἴει μεγάλας ὑπὲρ τῆς πόλεως οὔποτε θυμωθείς.

Ἔρωτι, φησί, δώρων ἀνήχθη. Ἀθήνηθεν ἔπλεον ἐμαυτὸν πωλήσων Παρίοις, καὶ τὸν Δαρείου χρυσὸν ἀτιμάσας, ἐξῆν γάρ, ἐξῆν αὐτομολοῦντι πλουτεῖν, τὸ Παρίων ἐζήλουν ἀργύριον, καὶ τὸν ἐκ τῶν ἀριστειῶν ἀπωσάμενος πλοῦτον τὸν ἐκ προδοσίας ἐθαύμαζον.

οὐκ οἶσθα ὅτι γενναίαν καὶ φιλότιμον φύσιν τὰ πόνῳ κτηθέντα πλέον εὐφραίνει τῶν ἀπόνως συλλεγομένων καὶ μᾶλλον ἥδεταί τις αὐτὸς πορισάμενος ἢ παρʼ ἑτέρου παραλαβὼν καὶ τὸ μὲν δικαιοσύνῃ κτηθὲν ἐπαινούμενον οἶδε, τὸ δὲ πονηρῶς ἀνυσθὲν ἐπίψογον πεφυκὸς καὶ τὸ μὲν βεβαίως παραμένον τῷ κεκτημένῳ, τὸ δὲ σφαλερὸν καὶ ταχὺ μεταπῖπτον;

εἶτα τὴν ἐκ νίκης ἀφθονίαν ὑπεριδὼν ἐξ ἀδικίας καπηλεύειν ἠράσθην. τίς οὖν ὁ τῆς δωροδοκίας γεγένηταί μοι καιρός; εἰ μὲν γὰρ ἡγήσατο τῆς πληγῆς, πῶς ἂν ἐπὶ τοὺς δεδωκότας ἐβιαζόμην τὴν εἴσοδον; εἰ δὲ τὸ σκέλος ἔτυχον πηρωθείς, τίς ἂν ἐπρίατο πεπληγμένον τοῦ πάθους ἀρκοῦντος εἰς πολιορκίας διάλυσιν;

ἐμοὶ μὲν οὖν ἤρκει Δαρεῖος καὶ Δᾶτις, τοῖς ἐμοῖς ἄμφω κινδύνοις, ὁ μὲν τὴν Ἑλλάδα μηκέτι περιεργάζεσθαι παιδευθείς, ὁ δὲ μέγαν ἆθλον ἀπολαβὼν τὴν διὰ τοῦ δρασμοῦ σωτηρίαν· καθαρὰ γὰρ ὑποψίας ἡ τῶν ἐχθρῶν μαρτυρία τοῖς ἔργοις οἷς πάσχουσι δηλουμένη.

ἐπεὶ δὲ καὶ τοῦτό με Ξάνθιππος ἀδικεῖ τοσαύτην ἐμοὶ βίαν προσάγων οἰκείων ἐπαίνων, ὑπολάβετέ μοι δικάζειν ἐν Μαραθῶνι καὶ τοὺς αὐτόθι κειμένους τῶν ἐναντίων ὁρᾶν, ὡς ἂν ἧττον ἐμὲ νομίσητε φορτικὸν τὸ χωρίον τῶν ἐμοῦ φανταζόμενοι πόνων.

Κόρον λαβὼν ὁ Δαρεῖος δούλων βαρβάρων ἐπεθύμησεν Ἑλλήνων κληθῆναι δεσπότης. ἐρασθεὶς οὖν ἐκέλευσεν οἰκέτην παρεστηκότα πυκνῶς αὐτὸν ἀναμιμνήσκειν τῶν Ἀθηναίων, ἵνα μὴ λάθῃ τῶν εὐχῶν ἐκκρουσθεὶς βασιλικαῖς παρασυρόμενος ἀσχολίαις.

ἐγκειμένου δὲ τοῦ παιδὸς καὶ τῆς ἐπιθυμίας αὐτῷ σφοδρότερον τοῦ θεράποντος ἐνοχλούσης καιρὸν ἐπιτηρήσας ὃν ᾠήθη καλῶς ἕξειν αὑτῷ, πεῖραν ἡμῶν ἐποιεῖτο τῆς γνώμης, ὅπως ἔχομεν πρὸς τὸ πείθεσθαι κήρυξι διακονεῖν ἐπιτάττουσι βασιλεῖ.

ταῦτα διενοήθη τὸν Ἀθήνησι σύμβουλον ἀγνοῶν. ἀφανίσας γὰρ ψηφίσματι τοὺς ἀγγέλους ἀφειλόμην αὐτοῦ τὴν διὰ κηρύκων ἐλπίδα. καί μοι λαβὼν ἀνάγνωθι Ξανθίππῳ τὸ ψήφισμα.

Ψήφισμα Μιλτιάδου

Οὕτω τοῖς κήρυξι τοῖς βασιλέως ἀπεκρινάμην. εἰς ταῦτα κατέστησα Δαρεῖον τοὺς περὶ τῆς δουλείας ἥκοντας ἀνελών. τοῦτο τὸ ψήφισμα δέδωκεν ἐκείνῳ μαθεῖν, ὡς ὅπλων αὐτῷ δεῖ καὶ κινδύνων. τοῦτό μου πρῶτον τρόπαιον ἦν τῆς μάχης αὐτῆς τιμιώτερον, ὅσον εὐβουλία ῥώμης ἀμείνων. μή σοι δοκεῖ τις τοιαῦτα γράψας δωροδοκεῖν;

Ἄκουε τοίνυν ἕτερον τῆς ἐμῆς προδοσίας τεκμήριον. ἐτύγχανον μὲν στρατηγός, συνέβη δὲ ταῖς γνώμαις ἡμᾶς διῃρῆσθαι καὶ δύο γενέσθαι μερίδας ἴσας τὸν ἀριθμόν, τὴν μὲν ἀξιοῦσαν ἀκινδύνως δουλεύειν τὴν πόλιν, τὴν δὲ πίπτειν ἡμῖν ἐλευθέροις ὑφηγουμένην, μεμνῆσθαι γὰρ νίκης ἀπίθανον ἦν εὐαριθμήτοις ἀνδράσι πρὸς ἀμύθητον ὄχλον.

ἔρις ἐντεῦθεν ἄκριτος ἦν οὔτε πλήθει τῆς ἑτέρας ὑπερβαλλούσης μερίδος ἑκατέρας τε πιθανόν τι λέγειν δοκούσης, τῆς μὲν τὴν σωτηρίαν τῆς πόλεως, τῆς δὲ τὴν εὔκλειαν. ἔδει τινὸς ὁποτέρῳ ἔτυχε μέρει προστιθεμένου καὶ τὴν ἐκ τῆς ἰσότητος λύοντος ἅμιλλαν.

προσελθὼν οὖν Καλλιμάχῳ, ἦν γὰρ πολέμαρχος, διελέχθην καὶ πείθω μετὰ τῆς καλλίονος μοίρας γενέσθαι τὴν ἐναντίαν λαθών. τότε μόνον ἠπάτησα, Ξάνθιππε, τῆς ἀπάτης λυσιτελούσης.

οὐκοῦν σὺ μὲν οἷς ἔπραξας καὶ ὁ δεῖνα τοῖς ἑαυτοῦ καὶ ἄλλος τις τοῖς οἰκείοις ἔργοις ἀγάλλεται, ἀκριβεῖ δὲ λόγῳ Μιλτιάδου γίνεται πάντα τοῦ δεδωκότος τῷ πολέμῳ συστῆναι. εἰ γὰρ ἡ μὲν πρὸς ἀλλήλους φιλονεικία λέλυται τῷ πολεμάρχῳ, τὸν δὲ πολέμαρχον αὐτὸς ἔπεισα λῦσαι τὴν ἔριν, τὸ δὲ ταύτην λελύσθαι παρέσχεν ἡμῖν ἀμύνασθαι τοὺς ἐχθρούς, τοῦ τὸ σπέρμα καταβαλόντος καὶ τὰ φυόμενα γίνεται.

εἶεν· ἐδέδοκτο μὲν πολεμεῖν, τῆς σάλπιγγος δὲ συναγούσης τὴν μάχην ὑμεῖς μὲν κόσμῳ καὶ σιωπῇ τεταγμένοι τοῖς ἐμοῖς ὀξέως ἐπείθεσθε παραγγέλμασιν, οἱ βάρβαροι δὲ θυμῷ προσέβαλον καὶ βοῇ ἑνὶ μόνῳ τὸν πόλεμον δυσχεραίνοντες, εἴπερ ὀλίγων ἔσονται δούλων δεσπόται.

οὕτως ἦσαν κοῦφοι ταῖς προσδοκίαις καὶ διένεμον ἤδη τοὺς αἰχμαλώτους ἀλλήλοις καὶ πλείστην ἡμῖν μανίαν ὠνείδιζον τὴν ἀρετὴν ἀπὸ τοῦ πλήθους ὡς βάρβαροι κρίνοντες.

μάχης δὲ καρτερᾶς γενομένης καὶ τῶν ἐλπίδων αὐτοῖς λαμπρῶς λελυμένων ταχέως ἀπερυθριάσαντες ἐδραπέτευον, ἕως αὐτοὺς ἐδίδαξεν ὁ δρασμὸς μηκέτι μανίαν καλεῖν τὴν ὀλίγων ἐπὶ πολλοὺς συμπλοκήν, ἀλλὰ τὴν τῶν φαύλων προπέτειαν κατὰ τῶν βελτιόνων.

Εἰ μὲν οὖν ὅλον ἐσφετεριζόμην τὸ τρόπαιον μηδὲν τῇ Τύχῃ παρέχων, εἰκότως ἂν τοῦ μὴ τὴν Πάρον ἑλεῖν εὐθυνόμην· οὐ γὰρ δίκαιον τὴν πάλαι μὲν νίκην κερδαίνειν ἐμέ, εἰ δέ τι συμβέβηκε δυσχερές, ἀνατιθέναι τῇ δαίμονι· νῦν δὲ τῆς αὐτῆς μὲν ἐγὼ προθυμίας, ἑκατέρων δὲ πέρας ἔργον ἐκείνης.

συλλογίσασθαι δὴ βούλομαι καὶ καταλέξαι τὰ πεπραγμένα· ἔλυσα τοὺς ἀπὸ τῶν κηρύκων φόβους τοῖς Ἕλλησιν, οὐκ ἠξίωσα Δαρεῖον τῶν ἀποκρίσεων, ἐσοφισάμην τοὺς κωλύοντας παράταξιν, ἐβιασάμην εἰς αὐτὴν τὴν ᾐόνα τοὺς πολεμίους.

τίνες οὖν αἱ τῶν ἱδρώτων ἡμῖν ἀμοιβαί; Ξάνθιππος καὶ γραφὴ προδοσίας καὶ δικασταί. ἕτερος μὲν οὖν ἴσως ἐπὶ τοιούτοις ᾀδόμενος ἔργοις τὸν ὑπόλοιπον βίον ἐξέδωκεν ἂν εἰς ἡδονὰς καὶ ῥᾳστώνην καὶ νῦν μὲν ἅμα τοῖς ἐπιτηδείοις πολυτελῶς εὐωχεῖτο, νῦν δὲ μετὰ τῶν οἰκείων ἐτρύφα λειμῶνας καὶ ἄλση περινοστῶν· ἐγὼ δὲ πόνων, ὡς ἔοικεν, ἀπληστίαν νοσῶ.

βούλει τῶν πραγμάτων ὀρθὸς φανῆναι κριτής, ἐάσας τὸ τέλος τὴν γνώμην ἐξέταζε, καὶ μίαν ὄψει προσοῦσάν μοι πανταχοῦ. ἀνήχθην Παρίους τιμωρησόμενος τὰ βαρβάρων φρονήσαντας, ἐψίλωσα τὴν νῆσον τῶν δημοσίων προσόδων, ἐμήκυνα τὴν προσεδρίαν, ἕως ἐνῆν. τὸ πέρας, ἐκείμην ὑπὸ τοῦ σκέλους ἐν τῷ στρατοπέδῳ, συλλόγου δὲ περὶ ἐμὲ γεγονότος καὶ πάντων εἰς γῆν ἀμηχανίᾳ κυπτόντων κουφοτέραν τῇ ὄψει πλασάμενος ἀλγηδόνα καὶ βιασάμενος, ὡς ἐνῆν, τὰς ὀδύνας καὶ τοιοῦτον σχηματισάμενος ἦθος τοῦ μὴ πρὸς ἀπορίαν αὐτοὺς ἐμπεσεῖν ἠρώτων, εἴ τινά που τοῖς πράγμασιν ὁδὸν ἢ μηχανὴν ἐνορῷεν, οἱ δὲ τέως μὲν ἀγωνιῶντες ἐσίγων, εἶτα μιᾷ γνώμῃ παρῄνουν ἐνδοῦναι ταῖς δυσκολίαις.

Τί οὖν ὁ τοῦ κατηγόρου δεινὸς καὶ ἄφυκτος, ὡς οἴεται, λόγος; πολλοί, φησίν, Ἑλλήνων συνηγωνίσαντο τοῖς βαρβάροις, οὐ Πάριοι μόνοι. σὺ δὴ πρὸ τῶν ἄλλων ἐπὶ Παρίου ἐκπλεύσας εὔδηλος εἶ Λυσαγόρᾳ μνησικακῶν.

κατὰ ποίαν οὖν ἔδει με τάξιν Παρίους ἀμύνασθαι; πότερα πρώτους τῶν μηδισάντων ἢ μέσους ἢ πάντων ἐσχάτους; ἣ γὰρ ἂν τάξιν εἱλόμην, ἀφορμήν σοι παρεῖχον ψευδολογίας.

εἰ μὲν πρὸ τῶν ἄλλων ἐχειρωσάμην, ἵνα πρότερον θεραπεύσω τὴν ἰδίαν ὀργὴν κατὰ τὸν σόν, ὦ Ξάνθιππε, λόγον· εἰ δὲ πάντων ἐσχάτους, ἵνα τὴν οἰκείαν ἀποκρύψω δυσμένειαν· ἀλλὰ καὶ μέσους ἐν τῇ τιμωρίᾳ πεποιηκὼς ἐδόκουν ἂν μὴ τιθέναι μὲν πρώτους, ἵνα λάθω Λυσαγόραν μισῶν, μὴ καρτερῆσαι δὲ τελευταίους ἐᾶσαι βιασαμένου με τοῦ πρὸς ἐκεῖνον θυμοῦ. τοιοῦτόν ἐστι συκοφαντία· τὸ προστυχὸν ἀεὶ πρόφασιν ποιεῖται διαβολῆς.

Ἀλλʼ ἐπηγγείλω, φησί, πλῆθος ἄγειν χρημάτων, ἥκεις δὲ τῷ δήμῳ κομίζων προφάσεις. οὕτω τὴν πόλιν ἠπάτησας ἔργῳ τὰς ὑποσχέσει οὐ παραδούς.

ὄνομα διαβεβλημένον, τὴν ἀπάτην, εὑρὼν δαιμόνιον ἐναντίωμα μεταπλάττεις εἰς ἔγκλημα γνώμης καὶ τὴν ἐμὴν περιφέρων ὁμολογίαν τὴν αἰτίαν, ᾗ προβῆναι κεκώλυται, κρύπτεις.

ὅρα μὴ σὺ μᾶλλον ἐξαπατᾷς κλέπτων τῶν δικαστῶν τὴν ἀκρόασιν. εἰ μὲν γὰρ πρὸ τῆς ἐπὶ Πάρον ἐξόδου τὸ σκέλος οὕτω διατεθεὶς πλοῦτον ἐπηγγειλάμην ἄφθονον ἄγειν ὡς οὐδὲν ἐμποδών μοι γενησομένου τοῦ πάθους, παρέβην τὰς ὑποσχέσεις, παρεκρουσάμην τὸν δῆμον, φιλόπολις δὲ ὁ δῆμος τὸν ἀπατήσαντα ἔκρινεν· ἐπεὶ δὲ Μιλτιάδης ἦν μὲν ἐπαγγειλάμενος ἀπαθής, διήμαρτε δὲ γεγονὼς τραυματίας, τί τὸν νοσοῦντα τὰς τοῦ μὴ νοσοῦντος ἀπαιτεῖς ὑποσχέσεις καὶ ποιεῖς παραπλήσιον ὥσπερ ἂν εἰ δυοῖν Μιλτιάδαιν, τοῦ μὲν ἀκεραίου τὸ σῶμα, τοῦ δὲ νόσῳ πιεζομένου, τοῦ μὲν χρήματα φέρειν εἰπόντος, τοῦ δὲ μηδὲν ὑποσχομένου τοιοῦτον τὴν ἐκ θατέρου ῥηθεῖσαν ἐπαγγελίαν ἀπῄτεις τὸν οὐδὲν εἰρηκότα τῆς ὁμωνυμίας αὐτῷ δίκην λαχών;

οὐχ οὕτω Λακεδαιμονίους φασί—τί γὰρ ἄτοπον καὶ ξενικὴν εὐβουλίαν μιμεῖσθαι;—Κλεομένει χρήσασθαι τῷ Σπαρτιάτῃ. ὁ γὰρ δὴ Κλεομένης ἔτυχε μὲν εἰς Ἄργος ἐπιστρατεύσας Ἀργείων Λακεδαιμονίοις πολεμίως ἐχόντων· ἀνονήτου δὲ τῆς σπουδῆς αὐτῷ γινομένης ἐπανῆκεν ἃς ὑπέτεινε προσδοκίας οὐ φέρων. αἱ δὲ ἦσαν ἅλωσις Ἄργους. τοῦτο πρόφασις ἦν διαβολῆς τοῖς φιλαιτίοις. ᾐτιάθη δωροδοκίας ὁ Κλεομένης. ἀπέφυγε τὴν γραφὴν οὐδενὸς εἰς ἀπολογίαν τραύματος εὐπορῶν.

Πάνυ τοίνυν ἀχθοίμην ἄν, εἰ μὴ μόνον Λακεδαιμονίων, ἀλλὰ καὶ Δαρείου φαυλότεροι δόξομεν. ᾔσθετο γάρ, φασίν, ἀνθρώπινα πεπονθὼς καὶ συνέγνω τῷ Δάτιδι τῶν ἐνταῦθα πταισμάτων.

σκεψώμεθα τοίνυν, τίς μὲν ἐγὼ πρὸς τὸν Δᾶτιν, τίνες δὲ πρὸς Δαρεῖον ὑμεῖς. ἐγὼ τὰ μὲν ἀριστεύσας, τὰ δὲ πεπονθὼς διχόθεν ἐμφαίνω τῇ πόλει γνώμην ἀνύπουλον καὶ φαύλην αἰτίαν οὐ δεχομένην· ὁ δὲ τροπαίων ὁμοῦ καὶ τοιούτων τραυμάτων ἄμοιρος ὢν οὐκ εἶχεν ὅθεν φανήσεται μὴ προδούς.

τοιοῦτος ἐγὼ πρὸς τὸν Δᾶτιν, ὑμεῖς δὲ πρὸς Δαρεῖον Ἕλληνές τε πρὸς βάρβαρον καὶ πρὸς δύσκολον πρᾷοι καὶ νενικηκότες ἀρτίως πρὸς ἡττημένον, τὸ δὲ διάφορον οὐ μικρὸν τῆς μὲν νίκης καὶ τὸν φύσει δυσάρεστον πραϋνούσης, τῆς ἥττης δὲ καὶ τὸν ἄγαν ἥμερον εἰς ὀργὴν ἐκφερούσης.

νὴ Δία, φήσειεν ἄν τις, ἀλλὰ Δᾶτις οὐδὲν ἐπηγγείλατο τῷ δεσπότῃ. καλῶς λέγεται δʼ οὖν αὐτῷ προειπεῖν ὁ Δαρεῖος ψειν αὐτοῦ τὸν αὐχένα καὶ τοιαύτῃ ζημίᾳ περιβαλεῖν, εἰ μὴ δορυαλώτους ἡμᾶς συλλαβὼν ἄγοι δεσμώτας. ὁ δὲ ταῦτα ἀκούσας ὑπισχνεῖτό πως τῷ μηδὲν ἀντιλέγειν.

εἰ γὰρ ἐναργῶς ἀντειπεῖν ἀνεδύετο, τρόπον ἕτερον εἶχεν ὑποφῆναι τὸ βασιλέως ἐπίταγμα μεῖζον ἢ κατὰ τὴν αὑτοῦ ῥώμην ὑπάρχον, καθάπερ τῶν οἰκετῶν ὅσοι λίαν ὑφορῶνται τῶν κεκτημένων, εἴ πού τι χαλεπὸν προσταχθεῖεν διακονεῖν, κἂν ὑποστέλλωνται φανερῶς ἀδυναμίαν προβάλλεσθαι, ὅμως ὑπογράφουσι τὴν ἀσθένειαν εἴτε νεύσαντες ἐπὶ γῆν εἴτε τὰς ὀφρῦς εἰς ἀθυμίαν συναγαγόντες εἴτε διαλεχθέντες ἠρέμα πρὸς ἑαυτούς, οὐχ ὅσον τὸν δεσπότην λαθεῖν, ἀλλʼ ὅσον ὅτι λαθεῖν βούλονται δεῖξαι.

οὐ τοίνυν ἐποίησε τούτων ὁ Δᾶτις οὐδέν· οἶδε γάρ, οἶμαι, τοῦτο καλῶς, ὅτι ταῦτα μέν ἐστιν ἀπειλαὶ προτρέπουσαι πολεμεῖν, ἀτυχῶς δὲ τῆς Ἑλλάδος ἀναχωροῦντι Δαρεῖος οὐ μέμψεται. εἶτα βάρβαρος μὲν ἀνὴρ οἶδεν εἶξαι καιρῷ καὶ συμφορὰν ἐνεγκεῖν, ἂν δὲ Ξάνθιππος ἀπάτην μετακαλέσῃ τὴν ἀπραξίαν, τὰς Ἀθηναίων οἰχήσεται ψήφους ἁρπάσας.

Σὺ μὲν οὖν τὴν φύσιν ἐπιδέξιος ὢν παλαιῶν οὐ δέῃ παραδειγμάτων, πρὸς ἃ χρὴ βλέποντα ζῆν· ἐγὼ δὲ νωθὴς τὰ πολέμια γεγονώς, ὡς μαρτυρήσει Δαρεῖος, τῶν ἔμπροσθεν ἀριστέων ζηλωτὴς εἶναι πειρῶμαι καὶ τὰς ἐκείνων ἐπιτηδεύσεις εἰκόνας ἀεὶ ποιοῦμαι τοῦ βίου.

τί οὖν ὁ σοφὸς ἐκ Πύλου πρεσβύτης ὑφηγεῖται τῷ Μυκηναίῳ τετρωμένῳ ποιεῖν; ἡσυχίαν ἄγειν ἐν ἀκμῇ τῶν κινδύνων· οὐ γάρ πως βεβλημένον ἔστι μάχεσθαι.

τὸν Τυδέως δὲ στρατιώτην οὐδὲν ἄμεινον πράξαντα τοῦ Μυκηναίου κελεύσας ἀναχωρεῖν, ἐπειδὴ τὴν Ἕκτορος λοιδορίαν εὐλαβούμενον εἶδεν, εὐάλωτον συκοφάντην ἔφη πτοεῖσθαι· μὴ γὰρ ἕξειν ἀκροατὰς τὸν Πριάμου τῆς Διομήδους ἀριστείας ἀπείρους.

ταῦτα ὁ γέρων ὁ τὰς γνώμας παρέχων, ὁ τοσοῦτον τῇ στρατιᾷ συντελῶν, ὅσον εἰπεῖν τι χρηστὸν καὶ κρῖναι λέγοντος ἄλλου, ὀρθῶς, οἶμαι, καὶ μάλα τῆς ἡλικίας ἀξίως. ἔνθα μὲν γὰρ ἔστι τὴν οἰκείαν προέμενον σωτηρίαν κατορθῶσαί τι τῷ κοινῷ, μήποτε φανείην οὕτω φιλοψύχως ἔχων, ὡς ἀποδειλιᾶσαι τὴν τελευτήν —οὔκουν ὤφθην ἑτέρου δειλότερος ἐν τῷ περὶ τῆς ἐλευθερίας ἀγῶνι—· νῦν δέ μοι τῆς ἐν Πάρῳ διατριβῆς ὄνησιν μὲν οὐδεμίαν, μέλλησιν δὲ τῷ στρατῷ καὶ δαπάνην ἐχούσης περίεργον ἡγησάμην ἐπὶ γῆς ἀλλοτρίας καιρίᾳ πληγῇ καὶ προσδοκίᾳ θανάτου σχολάζειν.

εἰ πρὸς Παρίους ἡμῖν πολέμου συστάντος εὔστοχός τις ἐκείνων ἐνευδοκίμησέ μοι τοξότης, μικρὸν ἂν ἴσως ἐνδεδωκὼς ταῖς ἐκ τοῦ πάθους ὀδύναις ἠγωνιζόμην εὐπροσώπου μοι τότε τῆς φυγῆς ὑπαρχούσης· εἰ δὲ Πάριοι μὲν ἔνδον ἡσύχαζον, θεῶν δέ τις αὐτοῖς τὴν ἡμετέραν ἀναχώρησιν ἐδωρεῖτο, πῶς ἔτι μένειν ἐχρῆν τῆς Τύχης οὕτως ἐπιρρεπῶς κινουμένης;

ὑφορωμένη γὰρ ἴσως μὴ τῶν Μαραθῶνι τροπαίων τὴν τῆς πόλεως ἀρετὴν ὑπολάβοι τις μόνην αἰτίαν ὑπάρχειν, αὐτὴ δὲ τοιούτων ἔργων δόξαι μὴ κοινωνεῖν, ἐβουλεύσατο συνεργὸς ἡμῖν ὀφθῆναι τῆς νίκης καὶ τῆς ἐντεῦθεν εὐκλείας τὸ ἐπιβάλλον αὑτῇ μέρος ἀπολαβεῖν.

πῶς οὖν τοῦτο δράσω; φησί. λύω τὴν Παρίων πολιορκίαν καὶ τὸν Ἀθηναίων στρατηγὸν αὐτὴ ποιήσασα τραυματίαν ἄπρακτον εἰς Ἀθήνας ἐκπέμπω· καὶ γὰρ οὕτως ἂν δόξειεν ἐμῷ νεύματι τὰ φθάσαντα κατορθῶσαι· μὴ γὰρ ἂν ἀντιπραττούσης ἐμοῦ δυνηθῆναί τι δρᾶσαι τῶν εἰργασμένων. ταῦτα βουλευσαμένη τὸ δεδογμένον ἀκονιτὶ διεπράξατο.

Οἶμαι τοίνυν οὐδὲ τοῦτο μικρὸν εἰς ἀπόδειξιν εἶναι τῆς περὶ τὴν Παρίων ἅλωσίν μου σπουδῆς. ἴσμεν ἅπαντες, ὅτι τῷ μὲν οὐδὲν ἑαυτῷ συνειδότι λαμπρὸν βραχὺς γίνεται λόγος εὐκλείας—τί γὰρ ὁ μηδὲν κεκτημένος χρηστὸν εὐλαβήσεται καταισχύνειν;—, τῷ δὲ πλείστοις ἤδη πολέμοις ἐκλάμψαντι πολλὴ γίνεται φυλακὴ μετὰ τὰς ἀνδραγαθίας ἀμέμπτως διαβιῶναι, μήποτε λάθῃ βραχείᾳ κηλῖδι τοὺς πόνους καταρρυπαίνων.

ἄνευ δὲ τούτων, εἰ τῶν ἤδη κατωρθωμένων οὐδὲν ὑπῆρχεν ἐμόν, αὐτάρκης ἦν μοι τὸ πάθος ἀπολογία, καὶ πάλιν εἰ τραυμάτων ἀθῷος περιεγενόμην, τὰ πρώην εἰργασμένα μοι συνηγόρει. πῶς οὖν ἑκατέρου με συνιστῶντος ἀνέγκλητον ἄμφω μοι συνελθόντα τὴν ὑποψίαν οὐ λύσει;

ἀπόκριναι δή μοι βραχύ τι· πότερα μετὰ τῶν σκευοφόρων συντεταγμένος ἐξῄειν ἢ στρατηγὸς ἐξ ἁπάντων αἱρεθεὶς Ἀθηναίων; εἰ μὲν γὰρ εἰς τὴν ἐσχάτην μοῖραν ἐτέλουν, τί παρατρέχων τοὺς ἄλλους ἄνδρα διώκεις ἀριθμὸν ἄλλως πληροῦντα; εἰ δὲ τὸν στόλον ἄγειν ἐτάχθην, πῶς ἂν συνέστη τὸ πλῆθος τοῦ πρώτου τῶν συμπλευσάντων τοιαύτῃ συμφορᾷ κεχρημένου;

ὀδυνώμενον γὰρ οὔτε χρῆσθαι τοῖς ὅπλοις οὔτε πυκνόν τι βουλεύσασθαι ῥᾴδιον συνασθενούσης τῷ σώματι τῆς διανοίας, τῆς δὲ τῶν ἐφεστηκότων εὐβουλίας τε καὶ ῥοπῆς ὁ πόλεμος αἰωρεῖται. οὕτω νοσοῦντος τοῦ στρατηγοῦ τὸ πᾶν ἀχρεῖον ἦν.

Τί οὖν, φησίν, οὐκ ἀνθρωπίνως τὸ μέλλον εἰκάζων, ἀλλʼ ἀποτόμως ἰσχυριζόμενος χρημάτων ἀπεφήνω περιουσίαν ἐλεύσεσθαι ἄγων; ἐκ Μαραθῶνος ἀρτίως ἐτύγχανον ἀφιγμένος καὶ τῆς ἐκεῖθεν ἔπνεον ἔτι φιλοτιμίας καὶ τὸ φρόνημά μου τῶν ἔργων εἶχον οἱ λόγοι.

εἶτα, φησίν, ἀποτόμως τὴν ὑπόσχεσιν ἐποιήσω. τοῦτο γνώμης ἀδόλου τε καὶ ἁπλῆς καὶ πονηρὸν μελετώσης οὐδέν. ὁ γὰρ μηδὲν ἀπατηλὸν ἢ κακόηθές τι φρονῶν ἀβασανίστως ἐγγυᾶται τὸ μέλλον, ὁ δὲ φενακίσαι βεβουλευμένος ῥήμασιν ἀμφιβόλοις περιστέλλει τὴν κακουργίαν ἀναχώρησιν ἑαυτῷ καταλείπων καὶ τόπον ἀπολογίας.

τριῶν τοίνυν ὄντων οἷς αἱ νῖκαι φιλοῦσιν ἀκολουθεῖν, παρασκευῆς ὁμοῦ καὶ σπουδῆς καὶ τοῦ δικαίαν εἶναι τοῦ πολέμου τὴν ἀφορμήν—τούτῳ γὰρ ἕπεσθαι χρὴ καὶ τὸ τῶν θεῶν εὐμενές—, τί τούτων ἐμοὶ παρημελημένον ὁρᾷς;

εἰ γὰρ ἐνδείᾳ δυνάμεως ἢ ῥᾳθυμίᾳ γνώμης ἢ στρατεύσας ἀδίκως οὐ παρεστησάμην τὴν νῆσον, εἶχεν ἂν ἐμοί τινα τοῦτο κατηγορίαν· εἰ δὲ τὰ μὲν ἐμὰ πάντα πεπλήρωται, τὸ δὲ τέλος οὐκ ἐπὶ τὸ προσδοκώμενον ἐχώρησε τῶν πραγμάτων, τί τοῦτο πρὸς τόν, ὡς ὁρᾷς, τραυματίαν;

Ἀπήγγειλε τοίνυν ἐμοί τις, ὡς τῇ προτεραίᾳ πᾶσαν οὑτοσὶ τὴν ἀγορὰν περιήρχετο ἀποθαυμάζων ἅμα καὶ τῶν προστυγχανόντων ἕκαστον ἐρωτῶν· τί δʼ ἂν εἴποις περὶ Μιλτιάδου; ὃς ἄρτι τῶν βαρβάρων κενῶσαι τοὺς καταλόγους δοκῶν, ἔπειτα μίαν οὐκ ἐχειρώσατο νῆσον. οὐ ταῦτα διαρρήδην αὐτοῦ τὴν προδοσίαν βοᾷ;

τοῦτο δέ ἐστιν ἀνθρώπου τὸ τῆς Τύχης εὐτράπελον ἀγνοεῖν πλαττομένου. πόσους ἐκείνη μεγάλοις δελεάσασα κατορθώμασιν ἐλαττόνων ὀρεγομένους ἀφῆκε. πόσοι τὸν κότινον πρὸς γενναίους ἀναδησάμενοι παλαιστὰς φαυλοτέροις ἀγῶνα συνάψαντες ἀστεφάνωτοι τῆς Ὀλυμπίας ἀπῆλθον.

ἤδη τις ἰατρὸς θάνατον ἀπειλοῦσαν νόσον κρατήσας μετρίας τινὸς καὶ τῆς τυχούσης ἡττήθη. ἤδη καὶ κυβερνήτης ἀνέμου τε ῥύμης καὶ βίας κυμάτων ἁρπάσας τὴν ναῦν κατὰ πρύμναν αὐτῷ φερομένου τοῦ πνεύματος οὐ διέσωσε τῆς τύχης ἀντιπρώρου πνεούσης.

οὕτω πάντων ἅπτεται πραγμάτων μεταβολή, καὶ τοὺς πολλοὺς ἐκ βραχείας ῥοπῆς ἐπὶ μέγα δυναστείας ἠρμένους μία τις ἀφορμὴ καὶ τὸ τυχὸν πταῖσμα προρρίζους ἀνέτρεψεν.

εἴ τις ὑμῶν Πολυκράτην ἀκήκοεν, οἶδεν ὃ λέγω. Σάμιος ἦν τις ἰδιωτεύων τὰ πρῶτα συστασιώτας περὶ αὑτὸν ἔχων ὀλίγους. τοῦτον ἔρως εἰσῆλθε τὴν ἐν Σάμῳ δημοκρατίαν νεωτερίσαι καὶ πρὸς ἰδίαν ἀρχὴν μεταρρυθμίσαι τὰ πράγματα.

κρατήσας τοίνυν τῶν πολιτῶν καὶ τὰς ὁμόρους δουλωσάμενος πόλεις καὶ καλῶς φερόμενος πανταχοῦ καὶ λοιπὸν ἑαυτῷ συνήθη καὶ φίλην τὴν Τύχην ὑπολαβὼν ὑφʼ ἑνὸς ἀνεσταυρώθη τῶν δορυφόρων. εἰς τοῦτό γε ἔληξαν αἱ Πολυκράτους ἐλπίδες, τοιοῦτον ἔσχεν αὐτοῦ τὰ φρονήματα πέρας, ὥστε κἂν ἐπέγραψέ τις εἰκότως· εἰς ἐμέ τις ὁρῶν μὴ θαρρείτω τῇ Τύχῃ.

τί οὖν ἔτι θαυμάζεις, εἴ τις ἐν μείζοσιν ἔργοις ὡς ἐβούλετο πράξας ἀπὸ τῶν ἐλαττόνων οὐχ ὡς ἤθελεν ἀπηλλάγη;

ἐκράτησάν ποτε καὶ Μεγαρεῖς Ἀθηναίων περὶ Σαλαμῖνος ἐρίζοντες, οὐ μὴν ἔδοξαν Ἀθηναῖοι προδεδωκέναι τὴν νῆσον οὐδὲ χείρους εἶναι τὰ πολεμικὰ Μεγαρέων. μὴ γὰρ οὕτω τῆς Ἀθηνᾶς οἱ τρόφιμοι πράξαιεν.

ἀλλʼ οὐδὲ τῇ Σπάρτῃ δέδοται γέρας ἀήττητα πολεμεῖν, ἀλλʼ ὅτε τὰ κράτιστα ἤνθησε, προσέπταισεν οὐ μετρίως. πολέμου γὰρ αὐτοῖς πρὸς Τεγεάτας συνεστηκότος ὥσπερ οὐ πολεμίοις μάχεσθαι μέλλοντες, οἰκέτας δὲ συλλαβεῖν ἀποδράντας, πέδας ὅτι πλείστας ἄγοντες ἦλθον, καὶ ταῖς Λακεδαιμονίων ἐλπίσιν οὐδεὶς ἔμεινεν ἄνευ δεσμοῦ Τεγεάτης· τοσοῦτον αὐτοῖς περιῆν αὐθαδείας.

τί οὖν συνέβη; παθόντες ὅσα δράσειν ὠνειροπόλουν, εἶτα γυμνωθέντες οἱ Σπαρτιᾶται τῶν ὅπλων, ὦ Ξάνθιππε, ἐν πέδαις ὑπῆρχον, ἃς ἔφερον αὐτοὶ Τεγεάταις. καὶ νῦν ἐπὶ Τεγέαν ἐλθών, νεώς ἐστιν Ἀθηνᾶς παρʼ αὐτοῖς ἱδρυμένος. ἐνταῦθα μετεώρους ὄψει τὰς πέδας τῆς μὲν Λακεδαιμονίων ἥττης ὑπόμνημα, παράδειγμα δὲ τοῖς εἰσιοῦσι τοῦ μὴ μέγα φρονεῖν.

ἆρα αἰσθάνῃ τῶν ἀνθρωπίνων πραγμάτων ὅσην ἀνωμαλίαν νοσεῖ; μή σοι παράδοξον φαίνεται πλήθους ἀλλοφύλων κρατήσαντα μιᾶς νήσου διαμαρτεῖν;

Μικροῦ με, ὦ ἄνδρες Ἀθηναῖοι, παρῆλθεν, ὃ μόνον ὑμῖν ἐξαρκέσει ῥηθέν, ὡς ἄρα δικαστῶν παράνομος ψῆφος ὅλην εἴωθε λυμαίνεσθαι πόλιν. ὁρᾶτε γάρ· Λύκος ἦν ἀνὴρ θηριώδης τό τε ὄνομα καὶ τὸν τρόπον. οὗτος ὁ Λύκος Θησέα τὸν Αἰγέως ἀδίκως γραψάμενος πείθει τοὺς τότε δικάζειν λαχόντας φυγῇ ζημιῶσαι τὸν ἄνδρα. ἐντεῦθε νόσον διπλῆν ἡ πόλις ἐνόσει, λοιμὸν ὁμοῦ καὶ Θησέως ἀποβολήν. χρωμένοις οὖν ἡμῖν ἐν Δελφοῖς ἀνεῖλεν ὁ θεὸς θεραπεῦσαι Θησέα τῷ Λύκου θανάτῳ.

ἐπειδὴ δὲ τοῦ Ἀπόλλωνος ἐμνήσθην, εἰς ἑτέρου χρησμοῦ μνήμην ἀφῖγμαι. ὁ γὰρ αὐτὸς οὗτος θεὸς Πελασγοῖς, ὅτε Λῆμνον οἰκοῦντες ἑορταζούσας ἡμῶν τὰς γυναῖκας λοχήσαντες ἥρπασαν καὶ χρησάμενοι πολλάκις μετὰ τὴν τῆς ὕβρεως πλησμονὴν πανωλεθρίᾳ διέφθειραν, ἐκείνοις ταῦτα πεποιηκόσιν ἔχρησεν ὁ θεὸς μέχρι τοσούτου τὸ δεινὸν παραμένειν—οὐ γὰρ ἔτικτον αὐτοῖς αἱ γυναῖκες—, ἕως τιμωρίαν ἐκτίσωσιν Ἀθηναίοις τῆς ἀσελγείας.

ἧκον ὡς ἡμᾶς ἐπὶ τούτοις οἱ Πελασγοὶ καὶ διηγήσαντο πάντα, τὴν εἰς τὰ γύναια παροινίαν, τὴν γενομένην ἐντεῦθεν αὐτοῖς συμφοράν, τὴν πρὸς τὸν Ἀπόλλω καταφυγήν, τὴν ἀπόκρισιν τοῦ θεοῦ.

ταῦτα ἀκούσαντες τράπεζαν παραθέντες πολυτελῶν ὁμοῦ καὶ ποικίλων γέμουσαν ὄψων ἠξιοῦμεν αὐτῶν τὴν χώραν ἀπολαβεῖν ὧδέ πως θάλλουσαν καὶ μιμουμένην τὴν τῆς τραπέζης ἁβρότητα καὶ τρυφήν. καὶ τοῦτο ἦν Πελασγοῖς τιμωρία, οὐ στεργόντων δὲ τούτων τῇ δίκῃ πλεύσας ἐπὶ Λῆμνον ᾠχόμην τὴν νῆσον ἑλών.

ἀλλʼ ὅμως ἐμοὶ πρόκειται κρίσις. οὐ ταῦτα διενοούμην ἐκ Παρίων Ἀθήναζε πλέων. καί μοι τῆς καταγωγῆς ἐγγὺς γενομένῳ λογισμὸς εἰσῆλθε τοιοῦτος· ἀποβήσομαι τῆς νεώς, καί τις εἰς ἄστυ δραμών, οἷα πεπονθὼς ἥκω, μηνύσει. ὄχλος ἐντεῦθεν εἰς Πειραιᾶ καταβὰς πληρώσουσι τὴν ἀκτήν, οἱ μὲν λόγῳ ψυχαγωγοῦντες, οἱ δὲ καὶ δάκρυον ἀφιέντες. ταῦτα προσεδεχόμην, τούτοις ἐκαρτέρουν τὰς ἀλγηδόνας, ἀπὸ τούτων ἤλπισα Κίμωνα τὸν υἱὸν προτρέπειν εἰς ἀρετήν.

Οἱ μὲν οὖν πλεῖστοι τῶν κρινομένων Ἀθηναίων μητέρας τε κοπτομένας καὶ παῖδας ὀδυρομένους παραστησάμενοι τούτοις θηρῶνται τὸν ἔλεον· ἐμοὶ δὲ δόξατε παρεστάναι γελῶντα παιδία καὶ μητέρας εὐφραινομένας ὧν ἀνεῖλον βαρβάρων δίκην ὑπὲρ αὐτῶν εἰσπραττομένου Ξανθίππου.

Πολλὰ δʼ ἂν ἔχων εἰπεῖν τῷ πάθει παραχωρῶν καταβήσομαι. πρόσιθι, Κίμων, καὶ χεῖρα ὄρεγε τῷ πατρί. μάθωμεν, οἷα ψηφίζονται περὶ ἡμῶν Ἀθηναῖοι, κἂν ὑπομείνω τι δυσχερές, σὺ διατέλει τῷ δήμῳ πατρῷα φρονῶν. φύλαττε τὰς ἐμὰς παρακαταθήκας τῇ πόλει, προθυμίαν, εὔνοιαν, ῥώμην. κἄν ποτέ σοι Ξάνθιππος ὀνειδίσῃ τὸν τοῦ προδότου προσαγορεύων, καρτέρει καὶ μὴ δείκνυε συκοφάντην, ἵνα μὴ τὴν Ἀθηναίων ψῆφον ὑβρίσῃς.

οὐ μικρόν σοι γυμνάσιον τὸν Μαραθῶνα κατέλιπον. ἐνταῦθα πυκνῶς ἐξιὼν ἀναλάμβανέ με τῇ μνήμῃ κοσμοῦντα φάλαγγας Ἀττικάς, ἀνασοβοῦντα τῶν ἐναντίων τὰς τάξεις.

Δαρείῳ παῖδα λέγουσιν εἶναι· ὃν μὴ γένοιτο μὲν εἰς ἔρωτα τῆς Ἑλλάδος ἐλθεῖν—ἀλλʼ οὐδὲ ἥξει ῥᾳδίως ἀφʼ ὧν ὁ πατὴρ ἔπαθε σωφρονῶν· εἰ δὲ τὴν πατρικὴν ζηλώσει πλεονεξίαν, μίμησαι καὶ σὺ τὸν πατέρα δαπανῶν αὑτοῦ τὰς δυνάμεις καὶ μὴ δίδου Παρίοις εἰς τέλος καταγελάσαι τῆς πόλεως. ἐκεῖθεν εὐτυχέστερον τοῦ φύσαντος ἐπανέλθοις. μηδὲ κατόκνει τὸν πλοῦν, κἂν δεήσῃ καὶ τραύματι καὶ Ξανθίππῳ περιπεσεῖν.

Εἴπω καὶ πρὸς ὑμᾶς βραχέα, ὅθεν δέδοικα λάλον οὖσαν τὴν Φήμην μὴ διαβάλλῃ πρὸς Δαρεῖον τὴν πόλιν οὐ καλῶς ἀμειβομένην τοὺς ἀριστέας. ὑποκείσθω γὰρ θέατρον Περσικὸν καὶ προκαθήμενος, οἷα δὴ νόμος, ὁ βασιλεύς. εἰσδραμὼν δή τις ἐξαίφνης τὰ γινόμενα παρʼ ἡμῖν μηνυέτω μετά γε προσθήκης τινός, τοῦτο γὰρ ἔθος τῇ Φήμῃ. οὐ παραχρῆμα τὸ θέατρον βασιλεὺς διαλύσει; οὐχ ἁρπάσεται τὰ ὅπλα; οὐχ ὡς ἐφʼ ἕρμαιον τὴν Ἑλλάδα πλεύσει τῶν παρʼ Ἕλλησι σοφωτάτων κακῶς τοῖς εὐεργέταις χρωμένων;

Οὗτος ὁ παρʼ ἐμοῦ λόγος. ὅθεν γένοιτο τοίνυν ἢ δικαίαν ὑμᾶς θέσθαι ψῆφον ἢ παρανομοῦντας Μιλτιάδου μὴ δεηθῆναι.