eul_wid: lfe-aa

Ἀποσπάσματα περὶ Γετῶν
Historical Fragments on the Getae

Crito of Pieria Historical Fragments on the Getae PDF

t ΓΕΤΙΚΑ. Suidas v.
1 [5] Γεσοί. «Οἱ Ῥωμαῖοι πήξαντες τοὺς γεσοὺς καὶ τὰς περικεφαλαίας τούτοις ἐπιθέντες φαντασίας παρέσχοντο τοῖς ἐκ διαστήματος, ὡς μένοντες ἐπὶ τοῦ λόφου.» Ἔστιν δὲ ὅπλον. [Ὅτι ὁ Γεσός ἐστιν μακροκέντης ἢ κοντός. —Ὅτι κρίτων ἔγραψεν ἐν τοῖς Γετικοῖς.] Idem Δεισιδαιμονία: Κρίτων ἐν τοῖς Γετικοῖς φησιν· «Οἱ δὲ βασιλεῖς τῶν Γετῶν ἀπάτῃ καὶ γοητείᾳ δεισιδαιμονίαν καὶ ὁμόνοιαν ἐνεργασάμενοι αὐτοῖς, μεγάλων ἤδη ἐφίενται.
2 » Idem: Καθιστάμενο ς , πρὸς τὸ βέλτιον μετάγων.
3a [10] «Ὁ δὲ Καῖσαρ εἰς τὴν Ἀσίαν ἦλθε τὰ τῶν ὑπηκόων καὶ τῶν Πάρθων ἅμα καθιστάμενος.» Καὶ αὖθις· «Πολεμοῦντι δὲ αὐτῷ καὶ [τὰ] περὶ τὴν ἀρχὴν καθισταμένῳ συγγενόμενος·» φησὶ Κρίτων ἐν Γετικοῖς. Idem v. Ἄρτι ... καὶ ἀντὶ τοῦ νῦν τὸ ἀρτίω ς . «Ἔτι περαιουμένοις καὶ ἀρτίως ἀποβαίνουσιν ἐπιτίθεσθαι·» Κρίτων ἐν Γετικοῖς. Idem v. Βοωτίαις: «Καί τινων βοωτίαις ἐφεστώτων, τῶν δὲ ἄλλων τῶν περὶ βασιλέα τοῖς ἐρύμασι νενεμημένων·» Κρίτων ἐν τοῖς Γετικοῖς. Strabo lib.
3b [5] VII: Λέγει δὲ τοὺς Μυσοὺς ὁ Ποσειδώνιος καὶ ἐμψύχων ἀπέχεσθαι κατ’ εὐσέβειαν, διὰ δὲ τοῦτο καὶ θρεμμάτων· μέλιτι δὲ χρῆσθαι καὶ γάλακτι καὶ τυρῷ ζῶντας καθ’ ἡσυχίαν, διὰ δὲ τοῦτο καλεῖσθαι θεοσεβεῖς τε καὶ καπνοβάτας, κτλ. (in margine cod.) Τοὺς πιλοφόρους Γέτας, ὡς ἄλλοι τέ φασι καὶ Κρίτων ἐν τοῖς Γετικοῖς.