eul_wid: mlc-aa
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Fragments on Stoic Philosophy by Apollodorus of Seleucia

The Fragments on Stoic Philosophy is a lost treatise by the 2nd-century BCE Stoic philosopher Apollodorus of Seleucia. The work does not survive intact but is known through approximately eighteen quotations preserved by later doxographers, most prominently by Diogenes Laërtius in the seventh book of his Lives and Opinions of Eminent Philosophers. These fragments indicate that the treatise was a systematic exposition of core Stoic doctrine, organised according to the traditional tripartite division of philosophy into logic, physics, and ethics. Apollodorus followed the teachings of the school's major authorities, particularly Chrysippus, and is cited on fundamental definitions such as the criterion of truth being the cognitive impression, the corporeal nature of ousia, and the nature of the void. The work appears to have been a didactic summary, likely used for instruction, reflecting the efforts of later Stoics to consolidate and clarify the complex system established by their predecessors. Apollodorus's clear formulations were highly regarded and, through their preservation in Laërtius, became a principal source for later accounts of Stoic philosophy.

Λαέρτιος Διογένης τριμερῆ φασιν εἶναι τὸν κατὰ φιλοσοφίαν λόγον· εἶναι γὰρ αὐτοῦ τὸ μέν τι φυσικόν, τὸ δὲ ἠθικόν, τὸ δὲ λογικόν. οὕτω δὲ πρῶτος διεῖλε Ζήνων ὁ Κιτιεύς——καὶ Ἀπολλόδωρος ὁ Ἔφιλλος ἐν τῷ πρώτῳ τῶν εἰς τὰ δόγματα εἰσαγωγῶν——. ταῦτα δὲ τὰ μέρη ὁ μὲν Ἀπολλόδωρος τόπους καλεῖ …

Λαέρτιος Διογένης ὁ δʼ Ἀπολλόδωρος δεύτερα τὰ ἠθικά.

Διοκλῆς ὁ Μάγνης, Λαέρτιος Διογένης κριτήριον δὲ τῆς ἀληθείας φασὶ τυγχάνειν τὴν καταληπτικὴν φαντασίαν, τουτέστι τὴν ἀπὸ ὑπάρχοντος, καθά φησι Χρύσιππος——καὶ Ἀντίπατρος καὶ Ἀπολλόδωρος.

Λαέρτιος Διογένης σῶμα δέ ἐστι κατʼ αὐτοὺς ἡ οὐσία καὶ πεπερασμένη, καθά φησιν——καὶ Ἀπολλόδωρος ἐν τῇ φυσικῇ. καὶ παθητὴ δέ ἐστιν, ὡς ὁ αὐτός φησιν· εἰ γὰρ ἦν ἄτρεπτος, οὐκ ἂν τὰ γινόμενα ἐξ αὐτῆς ἐγίνετο. ἔνθεν κἀκεῖνός φησιν ὅτι τομὴ εἰς ἄπειρόν ἐστιν.

Λαέρτιος Διογένης φησὶ δὲ περὶ τοῦ κενοῦ Χρύσιππος μὲν ἐν τῷ περὶ κενοῦ καὶ ἐν τῇ πρώτῃ τῶν φυσικῶν τεχνῶν——καὶ Ἀπολλόδωρος.

Λαέρτιος Διογένης σῶμα δʼ ἐστί, φησὶν Ἀπολλόδωρος ἐν τῇ φυσικῇ, τὸ τριχῇ διαστατόν, εἰς μῆκος, εἰς πλάτος, εἰς βάθος. τοῦτο δὲ καὶ στερεὸν σῶμα καλεῖται. ἐπιφάνεια δʼ ἐστὶ σώματος πέρας ἢ τὸ μῆκος καὶ πλάτος μόνον ἔχον, βάθος δὲ οὔ. ——γραμμὴ δʼ ἐστὶν ἐπιφανείας πέρας ἢ μῆκος ἀπλατὲς ἢ τὸ μῆκος μόνον ἔχον. στιγμὴ δʼ ἐστὶ γραμμῆς πέρας, ἥτις ἐστὶ σημεῖον ἐλάχιστον.

Ἄρειος Δίδυμος, Ἰωάννης ὁ Στοβαῖος Ἀπολλόδωρος ἐν τῇ Φυσικῇ τέχνῃ κίνησιν εἶναι μεταβολὴν κατὰ τόπον ἢ σχῆμα ἢ ὅλῳ ἢ μέρεσι· σχέσιν δὲ συνοχὴν κατὰ τόπον ἢ σχῆμα καὶ τὸ ἴσχεσθαι τοιοῦτο· γένη δὲ κινήσεως εἶναι πρῶτα δύο, τήν τε κατʼ εὐθεῖαν καὶ τὴν ἐγκύκλιον. τούτων δὲ εἴδη γίγνεσθαι πλείονα. περὶ τὸ αὐτὸ δὲ κινήσεις γίγνεσθαι πολλὰς καὶ ἐν τῷ αὐτῷ τόπῳ, οἷον περιπατεῖν καὶ τρέχειν μὴ ἐκβαίνοντα τὸν αὐτὸν τόπον, καὶ ἅμα κινεῖσθαι τήν τε ἐπʼ εὐθεῖαν καὶ τὴν εἰς τὰ πλάγια καὶ τὴν ἔμπροσθεν καὶ τὴν ὄπισθεν καὶ τὴν εἰς δεξιὰν καὶ ἀριστερὰν καὶ ἐγκύκλιον, καὶ ταχέως ἅμα καὶ βραδέως, καθάπερ ἐπὶ τῶν πλεόντων καὶ τῶν ὁμοίως τούτοις διακειμένων συντυγχάνειν. ὥσπερ δὲ παντὸς σώματος ἐλέγομεν μέρος εἶναι σῶμα καὶ πάσης ἐπιφανείας ἐπιφάνειαν καὶ πάσης γραμμῆς γραμμὴν καὶ παντὸς τόπου τόπον καὶ παντὸς χρόνου χρόνον, οὕτως καὶ πάσης κινήσεως κίνησιν εἶναι ῥητέον καὶ πάσης σχέσεως σχέσιν κατὰ τὴν αὐτὴν ἀναλογίαν.

Ἄρειος Δίδυμος, Ἰωάννης ὁ Στοβαῖος Ἀπολλόδωρος δʼ ἐν τῇ Φυσικῇ τέχνῃ οὕτως ὁρίζεται τὸν χρόνον· «χρόνος δʼ ἐστὶ τῆς τοῦ κόσμου κινήσεως διάστημα· οὕτως δʼ ἐστὶν ἄπειρος, ὡς ὁ πᾶς ἀριθμὸς ἄπειρος λέγεται εἶναι· τὸ μὲν γάρ ἐστιν αὐτοῦ παρεληλυθός, τὸ δὲ ἐνεστηκός, τὸ δὲ μέλλον. ἐνεστάναι δὲ τὸν πάντα χρόνον ὡς τὸν ἐνιαυτὸν ἐνεστηκέναι λέγομεν κατὰ μείζονα περιγραφήν. καὶ ὑπάρχειν ὁ πᾶς χρόνος λέγεται, οὐδενὸς αὐτοῦ τῶν μερῶν ὑπάρχοντος ἀπαρτιζόντως.»

Λαέρτιος Διογένης τὸ δὲ πᾶν λέγεται, ὥς φησιν Ἀπολλόδωρος, ὅ τε κόσμος καὶ καθʼ ἕτερον τρόπον τὸ ἐκ τοῦ κόσμου καὶ τοῦ ἔξωθεν κενοῦ σύστημα· ὁ μὲν οὖν κόσμος πεπερασμένος ἐστί, τὸ δὲ κενὸν ἄπειρον.

Λαέρτιος Διογένης ὅτι δὲ καὶ ζῷον ὁ κόσμος καὶ λογικὸν καὶ ἔμψυχον καὶ νοερὸν——καὶ Ἀπολλόδωρός φησιν ἐν τῇ φυσικῇ——ζῷον μὲν οὕτως ὄντα, οὐσίαν ἔμψυχον αἰσθητικήν·

Λαέρτιος Διογένης ὅτι τε εἷς ἐστι Ζήνων τέ φησιν ἐν τῷ περὶ τοῦ ὅλου καὶ Χρύσιππος καὶ Ἀπολλόδωρος ἐν τῇ φυσικῇ.

Λαέρτιος Διογένης ὁρᾶν δὲ ἡμᾶς τοῦ μεταξὺ τῆς ὁράσεως καὶ τοῦ ὑποκειμένου φωτὸς ἐντεινομένου κωνοειδῶς, καθά φησι Χρύσιππος——καὶ Ἀπολλόδωρος. γίνεσθαι μέντοι τὸ κωνοειδὲς τοῦ ἀέρος πρὸς τῇ ὄψει, τὴν δὲ βάσιν πρὸς τῷ ὁρωμένῳ· ὡς διὰ βακτηρίας οὖν τοῦ ταθέντος ἀέρος τὸ βλεπόμενον ἀναγγέλλεσθαι.

Λαέρτιος Διογένης τὸ δὲ ἠθικὸν μέρος τῆς φιλοσοφίας διαιροῦσιν. καὶ οὕτω δʼ ὑποδιαιροῦσιν οἱ περὶ Χρύσιππον——καὶ Ἀπολλόδωρον …

Λαέρτιος Διογένης οὐδέτερα δὲ ὅσα μήτε ὠφελεῖ μήτε βλάπτει, οἷον ζωή, ὑγίεια, ἡδονή, κάλλος, ἰσχύς, πλοῦτος, εὐδοξία, εὐγένεια· καὶ τὰ τούτοις ἐναντία, θάνατος, νόσος, πόνος, αἶσχος, ἀσθένεια, πενία, ἀδοξία, δυσγένεια καὶ τὰ τούτοις παραπλήσια, καθά φησιν Ἑκάτων——καὶ Ἀπολλόδωρος ἐν τῇ ἠθικῇ καὶ Χρύσιππος.

Λαέρτιος Διογένης τὰς δὲ ἀρετὰς λέγουσιν ἀντακολουθεῖν ἀλλήλαις καὶ τὸν μίαν ἔχοντα πάσας ἔχειν· εἶναι γὰρ αὐτῶν τὰ θεωρήματα κοινά, καθάπερ Χρύσιππος—Ἀπολλόδωρος δὲ ἐν τῇ φυσικῇ κατὰ τὴν ἀρχήν.

Λαέρτιος Διογένης οὐδὲ μὴν λυπηθήσεσθαι τὸν σοφόν, διὰ τὸ τὴν λύπην ἄλογον εἶναι συστολὴν ψυχῆς, ὡς Ἀπολλόδωρός φησιν ἐν τῇ ἠθικῇ.

Λαέρτιος Διογένης κυνιεῖν τε αὐτόν· εἶναι γὰρ τὸν κυνισμὸν σύντομον ἐπʼ ἀρετὴν ὁδόν, ὡς Ἀπολλόδωρος ἐν τῇ ἠθικῇ.

Λαέρτιος Διογένης καὶ ἐρασθήσεσθαι δὲ τὸν σοφὸν τῶν νέων τῶν ἐμφαινόντων διὰ τοῦ εἴδους τὴν πρὸς ἀρετὴν εὐφυΐαν, ὥς φησι Ζήνων—καὶ Χρύσιππος——καὶ Ἀπολλόδωρος ἐν τῇ ἠθικῇ.