---
title: Fragments on Geography
title_greek: Ἀποσπάσματα περὶ Γεωγραφίας
author: Andron of Halicarnassus II
eul_wid: cte-aa
eul_aid: cte
canonical: "https://eulogikon.org/works/andron-halicarnassus-ii-geography-fragments-cte-aa"
period: Classical
dialect: Ionic (frg)
domain: Geography
format: Prose
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Fragments on Geography

*Ἀποσπάσματα περὶ Γεωγραφίας*

**Author:** Andron of Halicarnassus II

**eul_wid:** `cte-aa` · [HTML page](https://eulogikon.org/works/andron-halicarnassus-ii-geography-fragments-cte-aa)

## Text

### t1-2

ΠΕΡΙΠΛΟΥΣ.

### 1

Schol. Apoll. Rhod. II, 354: Ἄκρα κατὰ τὴν Ἡράκλειαν, ἣν Ἀχερούσιον καλοῦσιν οἱ ἐγχώριοι. Ἡρόδωρος δὲ καὶ Εὐφορίων ἐν τῷ Ξενίῳ ἐκείνῃ φασὶ τὸν Κέρβερον ἀνῆχθαι ὑπὸ τοῦ Ἡρακλέους, καὶ ἐμέσαι χολήν· ἐξ ἧς φυῆναι τὸ καλούμενον ἀκόνιτον φάρμακον. Ἄνδρων δὲ ὁ Τήϊος ἐν τῷ Περίπλῳ φησὶν Ἀχέροντα τινὰ βασιλεῦσαι τῶν τόπων, οὗ θυγατέρα γενέσθαι Δαρδανίδα. Ταύτῃ δὲ Ἡρακλέα πλησιάσαντα ἐσχηκέναι υἱὸν Ποιμένα λεγόμενον. Ἀποθανόντων δὲ κατὰ τὸν αὐτὸν χρόνον τῆς τε Δαρδανίδος καὶ τοῦ υἱοῦ αὐτῆς Ποιμένος, τοὺς τόπους ἀπ’ αὐτῶν κληθῆναι κατὰ τὴν Ἡράκλειαν Δαρδανίδα τε καὶ Ποιμένα.

### 2

Idem II, 946: Πόλις τοῦ Πόντου ἡ Σινώπη, ὠνομασμένη ἀπὸ τῆς Ἀσωποῦ θυγατρὸς Σινώπης· ἣν ἁρπάσας ὁ Ἀπόλλων, κατὰ Φιλοστέφανον, ἀπὸ Βοιωτίας ἐκόμισεν εἰς τὸν Πόντον, καὶ μιγεὶς αὐτῇ ἔσχε Σύρον, ἀφ’ οὗ οἱ Σύροι. Τὴν δὲ τῶν Ἀσσυρίων χώραν Λευκοσύρων φησὶ καλεῖσθαι Ἄνδρων ἐν τῷ Περὶ Πόντου, κατὰ ἀντίφρασιν τῶν ἐν τῇ Φοινίκῃ Σύρων. Ὁ δὲ Τήϊος Ἄνδρων φησὶ μίαν τῶν Ἀμαζόνων φεύγουσαν εἰς Πόντον γήμασθαι τῷ τῶν τόπων ἐκείνων βασιλεῖ, πίνουσάν τε πλεῖστον οἶνον, ὀνομασθῆναι Σανάπην, ἐπειδὴ μεταφραζόμενον τοῦτο σημαίνει τὴν πολλὰ πί νουσαν.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: cte-aa`.
