ΠΑΡΘΙΚΑ.
Στράβων : Ἀπήγγελται δʼ ἡμῖν ὑπὸ τῶν τὰ Παρθικὰ συγγραψάντων τῶν Περὶ Ἀπολλόδωρον τὸν Ἀρτεμιτηνὸν, ἃ πολλῶν ἐκεῖνοι μᾶλλον ἀφώρισαν, τὰ Περὶ τὴν Ὑρκανίαν καὶ τὴν Βακτριανήν.
Στράβων : Ἀπολλόδωρος ὁ τὰ Παρθικὰ γράψας συνεχῶς αὐτὸν τὸν Ὦχον ποταμὸν ὀνομάζει, ὡς ἐγγυτάτω τοῖς Παρθυαίοις ῥέοντα.
Στράβων : Ἀπὸ τῆς Ὑρκανίας ἐπὶ τὴν Ἀρτεμίταν τὴν ἐν τῇ Βαβυλωνίᾳ στάδιοί εἰσιν ὀκτακισχίλιοι, καθάπερ εἴρηκεν Ἀπολλόδωρος ἐκ τῆς Ἀρτεμίτας.
Στράβων : Εἰσὶ δὲ καὶ Ἑλληνίδες πόλεις, κτίσματα τῶν Μακεδόνων ἐν τῇ Μηδίᾳ, ὧν Λαοδίκειά τε καὶ Ἀπάμεια καὶ Ἡράκλεια ἡ πρὸς Ῥαγαῖς καὶ αὐτὴ Ῥάγεια, τὸ τοῦ Νικάτορος κτίσμα· ὃ ἐκεῖνος μὲν Εὐρωπὸν ὠνόμασε, Πάρθοι δὲ Ἀρσακίαν, νοτιωτέραν οὖσαν τῶν Κασπίων πυλῶν πεντακοσίοις που σταδίοις, ὥς φησιν Ἀπολλόδωρος Ἀρτεμιτηνός.
Στράβων : Τῆς δὲ Βακτρίας μέρη μέν τινα τῇ Ἀρίᾳ παραβέβληται πρὸς ἄρκτον, τὰ πολλὰ δʼ ὑπέρκειται πρὸς ἕω· πολλὴ δʼ ἐστὶ καὶ πάμφορος πλὴν ἐλαίου. Τοσοῦτον δὲ ἴσχυσαν οἱ ἀποστήσαντες Ἕλληνες αὐτὴν διὰ τὴν ἀρετὴν τῆς χώρας, ὥστε τῆς τε Ἀριανῆς ἐπεκράτουν καὶ τῶν Ἰνδῶν, ὥς φησιν Ἀπολλόδωρος ὁ Ἀρτεμιτηνὸς, καὶ πλείω ἔθνη κατεστρέψαντο ἢ Ἀλέξανδρος, καὶ μάλιστα Μένανδρος — εἴγε καὶ τὸν Ὕπανιν διέβη, πρὸς ἕω, καὶ μέχρι τοῦ Ἰσάμου προῆλθε· τὰ μὲν γὰρ αὐτὸς, τὰ δὲ Δημήτριος ὁ Εὐθυδήμου υἱὸς τοῦ Βακτρίων βασιλέως· οὐ μόνον δὲ τὴν Πατταληνὴν κατέσχον, ἀλλὰ καὶ τῆς ἄλλης παραλίας τήν τε Σαραόστου καλουμένην, καὶ τὴν Σιγέρδιδος βασιλείαν. Καθʼ ὅλου δέ φησιν ἐκεῖνος, τῆς συμπάσης Ἀριανῆς πρόσχημα εἶναι τὴν Βακτριανήν· καὶ δὴ καὶ μέχρι Σηρῶν καὶ Φρυνῶν ἐξέτειναν τὴν ἀρχήν.
Στράβων : Ἀπολλόδωρος γοῦν, ὁ τὰ Παρθικὰ ποιήσας, μεμνημένος καὶ τῶν τὴν Βακτριανὴν ἀποστησάντων Ἑλλήνων παρὰ τῶν Συριακῶν βασιλέων, τῶν ἀπὸ Σελεύκου τοῦ Νικάτορος, φησὶ μὲν αὐτοὺς αὐξηθέντας ἐπιθέσθαι καὶ τῇ Ἰνδικῇ· οὐδὲν δὲ προσανακαλύπτει τῶν πρότερον ἐγνωσμένων, ἀλλὰ καὶ ἐναντιολογεῖ, πλείω τῆς Ἰνδικῆς ἐκείνους ἢ Μακεδόνας καταστρέψασθαι λέγων. Εὐκρατίδαν γοῦν πόλεις χιλίας ὑφʼ ἑαυτῷ ἔχειν· ἐκείνους δὲ αὐτὰ τὰ μεταξὺ ἔθνη τοῦ τε Ὑδάσπου καὶ τοῦ Ὑπάνιος τὸν ἀριθμὸν ἐννέα, πόλεις τε σχεῖν πεντακισχιλίας, ὧν μηδεμίαν εἶναι Κῶ τῆς Μεροπίδος ἐλάττω· ταύτην δὲ πᾶσαν τὴν χώραν καταστρεψάμενον Ἀλέξανδρον παραδοῦναι Πώρῳ.
Ἀθήναιος : Ἀπολλόδωρος δʼ ἐν τετάρτῳ Παρθικῶν ἄνθος τι ἀναγράφει καλούμενον φιλάδελφον κατὰ τὴν Παρθικὴν χώραν, περὶ οὗ τάδε φησί· «Καὶ μυρσίνης γένη ποικίλα, μῖλάξ τε καὶ τὸ καλούμενον φιλάδελφον, ὃ τὴν ἐπωνυμίαν ἔλαβε τῇ φύσει πρόσφορον. Ἐπειδὰν γὰρ ἐκ διαστήματος αὐτομάτως κράδαι συμπέσωσιν, ἐμψύχων περιπλοκὴν ἐν τῷ μένουσιν ἡνωμέναι, καθάπερ ἀπὸ ῥίζης μιᾶς, καὶ τὸ λοιπὸν ἀνατρέχουσι καὶ ζωοφυτοῦσιν. Διὸ καὶ τοῖς ἡμέροις φυλακὴν ἀπʼ αὐτῶν κατασκευάζουσιν. Ἀφαιροῦντες γὰρ τῶν ῥάβδων τὰς λεπτοτάτας καὶ διαπλέξαντες δικτύου τρόπῳ, φυτεύουσι κύκλῳ τῶν κηπευμάτων· καὶ ταῦτα συμπλεκόμενα περιβόλου παρέχεται δυσπάροδον ἀσφάλειαν.»