eul_wid: uqo-aa
Σχόλια εἰς τὸ περὶ ἑρμηνείας ἈριστοτέλουςOn Aristotle's Book-Interpretation, Commentary
Ammonius of Alexandria Phil On Aristotle's Book Interpretation, Commentary PDF
| 1 (1t) | ΑΜΜΩΝΙΟΥ ΤΟΥ ΕΡΜΕΙΟΥ ΥΠΟΜΝΗΜΑ ΕΙΣ ΤΟ ΠΕΡΙ ΕΡΜΗΝΕΙΑΣ. Πολὺ μὲν ἐν σοφοῖσι κοὐκ ἀνώνυμον τὸ Περὶ ἑρμηνείας τοῦ Ἀριστοτέλους βιβλίον τῆς τε πυκνότητος ἕνεκα τῶν ἐν αὐτῷ παραδιδομένων θεωρημάτων καὶ τῆς περὶ τὴν λέξιν δυσκολίας. διὸ καὶ πολλῶν ἐξηγητῶν πολλαὶ περὶ αὐτὸ κατεβλήθησαν φροντίδες. εἰ δέ τι καὶ ἡμεῖς δυνηθείημεν εἰσενεγκεῖν περὶ τὴν τοῦ βιβλίου σαφήνειαν, ἀπομνημονεύσαντες τῶν ἐξηγήσεων τοῦ θείου ἡμῶν διδασκάλου Πρόκλου τοῦ Πλατωνικοῦ διαδόχου τοῦ εἰς ἄκρον τῆς ἀνθρωπίνης φύσεως τήν τε ἐξηγητικὴν τῶν δοκούντων τοῖς παλαιοῖς δύναμιν καὶ τὴν ἐπιστημονικὴν τῆς φύσεως τῶν ὄντων κρίσιν ἀσκήσαντος, πολλὴν ἂν τῷ λογίῳ θεῷ χάριν ὁμολογήσαιμεν. Ἀρχὴ τοίνυν ἡμῖν γενέσθω τῆς ἐξηγήσεως ἡ τῶν πέντε κεφαλαίων ὑφήγησις τῶν προλαμβάνεσθαι τῆς τοῦ ῥητοῦ σαφηνείας εἰωθότων, καὶ λέγωμεν τίς τε ἡ πρόθεσις τοῦ Περὶ ἑρμηνείας καὶ τίνα ἔχει τάξιν πρὸς τὰ ἄλλα τῆς λογικῆς τοῦ Ἀριστοτέλους πραγματείας συγγράμματα τίς τε ἡ αἰτία ταύτης αὐτῆς τῆς Περὶ ἑρμηνείας ἐπιγραφῆς καὶ ὅτι γνήσιόν ἐστι τὸ σύγγραμμα τοῦτο τοῦ Ἀριστοτέλους καὶ ἐπὶ πᾶσι τίς ἡ εἰς τὰ κεφάλαια τοῦδε τοῦ βιβλίου διαίρεσις· τὸ γὰρ ἐπιζητεῖν πρὸς τί χρήσιμον ἂν εἴη τῷ φιλοσοφεῖν βουλομένῳ τὸ Περὶ ἑρμηνείας βιβλίον ἡ πρόθεσις αὐτοῦ φανεῖσα ἡμῖν περίεργον ἐπιδείξει. Τίς οὖν ἡ πρόθεσις αὕτη; τοῦτο γὰρ ἀνάγκη πρὸ τῶν ἄλλων ἀφορίζεσθαι καὶ πρὸς ταύτην τὰ ἐφεξῆς ἅπαντα συνείρειν. ἵνα δὴ τοῦτο διηρθρωμένως ἕλωμεν, ἀναμνησθῆναι χρὴ τῶν εἰρημένων ἐν τοῖς προλαμβανομένοις τῆς συναναγνώσεως τῶν Κατηγοριῶν, λέγω δὲ ὅτι ἡ μὲν λογικὴ πραγματεία τέλος ἔχει τὴν εὕρεσιν τῆς ἀποδείξεως, προηγεῖται δὲ ταύτης ἡ τοῦ ἁπλῶς συλλογισμοῦ γνῶσις, καὶ ταύτης πάλιν ἡ τῶν ἁπλῶν λόγων τῶν συντιθέντων τὸν συλλογισμὸν θεωρία, ταύτης δὲ ἡ κατάληψις πασῶν κατὰ γένη τῶν ἁπλῶν φωνῶν, ἐξ ὧν ὁ ἁπλοῦς λόγος ἔχει τὴν γένεσιν. |
| 2 | παραδοὺς τοίνυν ὁ Ἀριστοτέλης ἐν τῷ βιβλίῳ τῶν Κατηγοριῶν τὴν περὶ τῶν ἁπλῶν φωνῶν πραγματείαν ἐν τούτῳ προτίθεται παραδοῦναι ἡμῖν τοὺς ἁπλοῦς λόγους τοὺς ἐκ τῆς συμπλοκῆς τῶν ἁπλῶν φωνῶν ἀποτελουμένους καὶ ὡς προτεινομένους ὑπὸ τῶν συλλογίσασθαί τι βουλομένων τοῖς κοινωνοῖς τῶν λόγων προτάσεις ὑπὸ τῶν παλαιῶν ὀνομαζομένους. ἀλλὰ τοῦ λόγου πέντε ὄντων εἰδῶν, τοῦ τε κλητικοῦ ὡς τὸ ὦ μάκαρ Ἀτρείδη, καὶ τοῦ προστακτικοῦ ὡς τὸ βάσκ’ ἴθι, Ἶρι ταχεῖα, καὶ τοῦ ἐρωτηματικοῦ ὡς τὸ τίς πόθεν εἰς ἀνδρῶν; καὶ τοῦ εὐκτικοῦ ὡς τὸ αἲ γάρ, Ζεῦ τε πάτερ, καὶ ἐπὶ τούτοις τοῦ ἀποφαντικοῦ, καθ’ ὃν ἀποφαινόμεθα περὶ ὁτουοῦν τῶν πραγμάτων οἷον θεοὶ δέ τε πάντα ἴσασι, ‘πᾶσα ψυχὴ ἀθάνατοσ‘, οὐ περὶ παντὸς ἁπλοῦ λόγου κατὰ τήνδε τὴν πραγματείαν διδάσκει ἡμᾶς ὁ Ἀριστοτέλης, ἀλλὰ περὶ μόνου τοῦ ἀποφαντικοῦ. καὶ τοῦτο εἰκότως· μόνον γὰρ τοῦτο τὸ εἶδος τοῦ λόγου δεκτικόν ἐστιν ἀληθείας τε καὶ ψεύδους καὶ ὑπὸ τοῦτο τελοῦσιν αἱ ἀποδείξεις, ὑπὲρ ὧν ἡ λογικὴ πᾶσα πραγματεία τῷ φιλοσόφῳ συντέτακται. Καλοῦσι δὲ οἱ Στωϊκοὶ τὸν μὲν ἀποφαντικὸν λόγον ἀξίωμα, τὸν δὲ εὐκτικὸν ἀρατικόν, τὸν δὲ κλητικὸν προσαγορευτικόν, προστιθέντες τούτοις ἕτερα πέντε λόγων εἴδη σαφῶς ὑπό τινα τῶν ἀπηριθμημένων ἀναφερόμενα· λέγουσι γὰρ τὸ μέν τι εἶναι ὀμοτικὸν οἷον ἴστω νῦν τόδε γαῖα, τὸ δὲ ἐκθετικὸν οἷον ‘ἔστω εὐθεῖα γραμμὴ ἥδε‘, τὸ δὲ ὑποθετικὸν οἷον ‘ὑποκείσθω τὴν γῆν κέντρον εἶναι τῆς τοῦ ἡλίου σφαίρασ‘, τὸ δὲ ὅμοιον ἀξιώματι οἷον ὡς ὡραΐζεται ἡ τύχη εἰς τοὺς βίους, ἅπερ ἅπαντα δεκτικὰ ὄντα ψεύδους τε καὶ ἀληθείας ὑπάγοιντο ἂν τῷ ἀποφαντικῷ, τοῦ μὲν ὀμοτικοῦ τῇ μαρτυρίᾳ τοῦ θείου πλεονάσαντος τῆς ἀποφάνσεως τοῦ δ’ ὁμοίου τῷ ἀξιώματι τῇ τοῦ ὡς ἐπιτατικοῦ ἐπιρρήματος προσθήκῃ. |
| 3 | πέμπτον δέ τι πρὸς τούτοις εἶναί φασι τὸ ἐπαπορητικὸν οἷον Δᾶος πάρεστι· τί ποτ’ ἀπαγγελῶν ἄρα; ὅπερ ἐναργῶς ταὐτὸν ὂν τυγχάνει τῷ ἐρωτηματικῷ, πλὴν ὅτι προτίθησι τὴν πρόφασιν τῆς ἐρωτήσεως. Πάλιν δὲ τοῦ ἀποφαντικοῦ λόγου δύο ὄντων εἰδῶν καὶ τοῦ μὲν καλουμένου κατηγορικοῦ τοῦ δὲ ὑποθετικοῦ, κατηγορικοῦ μὲν τοῦ σημαίνοντος τί τίνι ὑπάρχει ἢ οὐχ ὑπάρχει, ὡς ὅταν εἴπωμεν ‘Σωκράτης περιπατεῖ, Σωκράτης οὐ περιπατεῖ‘ (κατηγοροῦμεν γὰρ τὸ περιπατεῖν τοῦ Σωκράτους ποτὲ μὲν καταφατικῶς ποτὲ δὲ ἀποφατικῶς) ὑποθετικοῦ δὲ τοῦ σημαίνοντος τίνος ὄντος τί ἐστιν ἢ οὐκ ἔστιν, ἢ τίνος μὴ ὄντος τί ἐστιν ἢ οὐκ ἔστιν, ὡς ὅταν εἴπωμεν ‘εἰ ἄνθρωπός ἐστι, καὶ ζῷόν ἐστιν, εἰ ἄνθρωπός ἐστι, λίθος οὐκ ἔστιν, εἰ μὴ ἔστιν ἡμέρα, νύξ ἐστιν, εἰ μὴ ἔστιν ἡμέρα, οὐκ ἔστιν ἥλιος ὑπὲρ γῆν‘, τὸ κατηγορικὸν ἡμῖν μόνον εἶδος τοῦ ἀποφαντικοῦ λόγου παραδίδωσιν ὁ Ἀριστοτέλης ὡς αὐτοτελὲς καὶ χρήσιμον πρὸς τὰς ἀποδείξεις, τὸ δέ γε ὑποθετικὸν ὡς ἐλλιπὲς ὂν καὶ δεόμενον πάντως τῆς διὰ τοῦ κατηγορικοῦ τελειότητος οὐδαμοῦ προηγουμένης ἀξιώσει σπουδῆς· οἱ γὰρ ὑποθετικοὶ συλλογισμοὶ τὴν καλουμένην μετάληψιν ἤτοι πρόσληψιν ἀναποδείκτως λαμβάνοντες ἐνίοτε δὲ καὶ τὸ συνημμένον ἢ τὸ διεζευγμένον λόγου δεόμενον ἐξ ὑποθέσεως ἔσχον τὴν πίστιν, ἥτις αὐτῶν τὰς πρώτας ὑποθέσεις παραδέχοιτο. πρὸς οὖν τὴν τῶν ὑποθέσεων τούτων κατασκευὴν εἰ μὲν ἑτέρῳ τις ὑποθετικῷ χρῷτο συλλογισμῷ, δεήσει πάλιν ἑτέρας αὐτῷ κατασκευῆς πρὸς τὴν πίστιν τῶν ἐν αὐτῷ ὑποθέσεων καὶ πρὸς ἐκείνην ἑτέρας, καὶ τοῦτο εἰς ἄπειρον, εἰ δι’ ὑποθέσεων ἐθέλοι τὰς ὑποθέσεις κρατύνειν. εἰ δέ γε μέλλει τελεία καὶ ἀπροσδεὴς ἡ ἀπόδειξις γίνεσθαι, δῆλον ὅτι κατηγορικοῦ συλλογισμοῦ χρεία τοῦ δίχα τινὸς ὑποθέσεως ἐπαγγελλομένου τὸ προκείμενον δεικνύναι. διὸ καὶ τοὺς μὲν κατηγορικοὺς ἁπλῶς οὕτως ὀνομάζομεν συλλογισμούς, τοὺς δὲ ὑποθετικοὺς τὸ μὲν ὅλον τοῦτο ἐξ ὑποθέσεως συλλογισμούς, ἁπλῶς δ’ οὐκέτι πρὸς τῷ καὶ ἄλλως τὰς ὑποθετικὰς ἀποφάνσεις ἐκ τῶν κατηγορικῶν τὴν γένεσιν ἔχειν· ἄλλης γὰρ πρὸς ἄλλην κατηγορικῆς προτάσεως ἢ ἀκολουθίαν ἢ διάστασιν σημαίνουσι, συνδέουσαι αὐτὰς πρὸς ἀλλήλας ἢ τῷ συμπλεκτικῷ ἢ τῷ διαζευκτικῷ προσαγορευομένῳ συνδέσμῳ πρὸς τὸ ἕνα δοκεῖν εἶναι τὸν ἐξ αὐτῶν συγκείμενον λόγον. |
| 4 | διὰ ταῦτα τοίνυν τὸ κατηγορικὸν εἶδος τοῦ ἀποφαντικοῦ λόγου πολυπραγμονεῖ μόνον ὁ Ἀριστοτέλης. Ἔστιν οὖν ἡ πρόθεσις τῆς προκειμένης πραγματείας, ὡς συνελόντι φάναι, διαλεχθῆναι περὶ τῆς πρώτης συνθέσεως τῶν ἁπλῶν φωνῶν τῆς κατὰ τὸ κατηγορικὸν εἶδος τοῦ ἀποφαντικοῦ λόγου γινομένης. λέγω δὲ τὸ πρώτης, διότι καὶ τοὺς συλλογισμοὺς ἡ σύνθεσις τῶν ἁπλῶν ἐργάζεται φωνῶν, οὐ μέντοι ἡ πρώτη, ἀλλ’ ἡ διὰ τῆς συμπλοκῆς τῶν κατὰ τὴν πρώτην σύνθεσιν γεγονότων λόγων ἀποτελουμένη. διὸ τοὺς ἁπλοῦς τούτους λόγους κατὰ μὲν τήνδε τὴν πραγματείαν αὐτοὺς καθ’ αὑτοὺς θεωρῶν ὡς ἀποφάνσεις μόνον ἐπισκέψεται, καὶ οὐχ ὡς προτάσεις, ἐν δὲ τοῖς Ἀναλυτικοῖς ὡς μέρη τῶν συλλογισμῶν παραλαμβάνων ἅμα καὶ ὡς προτάσεις εἰκότως ἀξιώσει σκοπεῖν· ὡς γὰρ προτεινομένους αὐτοὺς ὑπὸ τῶν συλλογίσασθαί τι βουλομένων τοῖς κοινωνοῖς τῶν λόγων οὕτως οἱ παλαιοὶ προτάσεις ἐπονομάζουσιν. Αὐτόθεν δὲ ἡμῖν ἐκ τῶν εἰρημένων καὶ ἡ τάξις ἀναφαίνεται τοῦ βιβλίου· εἰ γὰρ μέσην ἔχουσι τάξιν οἱ ἁπλοῖ λόγοι τῶν τε ἁπλῶν φωνῶν καὶ τῶν συλλογισμῶν, παραδιδόασι δὲ τὴν μὲν περὶ τῶν ἁπλῶν φωνῶν θεωρίαν αἱ Κατηγορίαι τὴν δὲ περὶ τῶν ἁπλῶν λόγων τὸ προκείμενον βιβλίον τὴν δὲ περὶ τῶν συλλογισμῶν τὰ Ἀναλυτικά, δῆλον ὅτι μέσην ἂν ἔχοι τάξιν τῶν τε Κατηγοριῶν καὶ τῶν Ἀναλυτικῶν, ἑπόμενον μὲν ταῖς Κατηγορίαις προηγούμενον δὲ τῶν τε Ἀναλυτικῶν καὶ τῶν ἄλλων πάντων τῆς λογικῆς πραγματείας συγγραμμάτων. Ὅτι δὲ χρήσιμον τὸ προκείμενον βιβλίον πρὸς τὴν λογικὴν ταύτην πραγματείαν, αὕτη δὲ πρὸς πᾶσαν φιλοσοφίαν, ἐναργὲς ἐκ τῶν εἰρημένων. Ἐπὶ τούτοις οὖν τῆς ἐπιγραφῆς τὸ αἴτιον ἐπισκεπτόμενοι λέγομεν τί ποτε ἄρα καλῶν ὁ Ἀριστοτέλης ἑρμηνείαν οὕτως ἐπέγραψε τὸ βιβλίον Περὶ ἑρμηνεία ς · οὐ γὰρ δὴ καὶ αὐτὸς καθάπερ ὁ Δημήτριος ὁ τὸ περὶ τῆς λογογραφικῆς ἰδέας βιβλίον συγγράψας καὶ οὗτος αὐτὸ ἐπιγράψας Περὶ ἑρμηνείας ἀξιοῖ καλεῖν ἑρμηνείαν τὴν λογογραφικὴν ἰδέαν, ὡς δὴ περὶ ταύτης ἐν τῷ προκειμένῳ βιβλίῳ διαλεξόμενος. |
| 5 | ῥητέον οὖν ὅτι τῆς ψυχῆς τῆς ἡμετέρας διττὰς ἐχούσης δυνάμεις, τὰς μὲν γνωστικὰς τὰς δὲ ζωτικὰς τὰς καὶ ὀρεκτικὰς λεγομένας (λέγω δὲ γνωστικὰς μὲν καθ’ ἃς γινώσκομεν ἕκαστον τῶν ὄντων, οἷον νοῦν διάνοιαν δόξαν φαντασίαν αἴσθησιν, ὀρεκτικὰς δὲ καθ’ ἃς ὀρεγόμεθα τῶν ἀγαθῶν, ἢ τῶν ὄντων ἢ τῶν δοκούντων, οἷον βούλησιν λέγω προαίρεσιν θυμὸν ἐπιθυμίαν), τὰ μὲν τέσσαρα εἴδη τοῦ λόγου τὰ παρὰ τὸ ἀποφαντικὸν ἀπὸ τῶν ὀρεκτικῶν δυνάμεων προέρχονται (τῆς ψυχῆς οὐκ αὐτῆς καθ’ αὑτὴν ἐνεργούσης ἀλλὰ πρὸς ἕτερον ἀποτεινομένης τὸν συμβάλλεσθαι δοκοῦντα πρὸς τὸ τυχεῖν τῆς ὀρέξεως καὶ ἤτοι λόγον παρ’ αὐτοῦ ζητούσης, καθάπερ ἐπὶ τοῦ πυσματικοῦ καὶ ἐρωτηματικοῦ καλουμένου λόγου, ἢ πρᾶγμα, καὶ εἰ πρᾶγμα, ἤτοι αὐτοῦ ἐκείνου τυχεῖν ἐφιεμένης πρὸς ὃν ὁ λόγος, ὥσπερ ἐπὶ τοῦ κλητικοῦ, ἤ τινος παρ’ αὐτοῦ πράξεως, καὶ ταύτης ἢ ὡς παρὰ κρείττονος, ὡς ἐπὶ τῆς εὐχῆς, ἢ ὡς παρὰ χείρονος, ὡς ἐπὶ τῆς κυρίως καλουμένης προστάξεως), μόνον δὲ τὸ ἀποφαντικὸν ἀπὸ τῶν γνωστικῶν, καὶ ἔστι τοῦτο ἐξαγγελτικὸν τῆς γενομένης ἐν ἡμῖν γνώσεως τῶν πραγμάτων ἀληθῶς ἢ φαινομένως. διὸ καὶ μόνον τοῦτο δεκτικόν ἐστιν ἀληθείας ἢ ψεύδους, τῶν δὲ ἄλλων οὐδέν. τοῦτο τοίνυν τὸ εἶδος τοῦ λόγου τὸ ἀποφαντικὸν ἑρμηνείαν ἀξιοῖ καλεῖν ὁ Ἀριστοτέλης ὡς ἑρμηνεῦον τὴν γνῶσιν τῆς ψυχῆς. ἐπεὶ οὖν, καθάπερ αὐτὸς ἐν τοῖς προοιμίοις ἐρεῖ τοῦδε τοῦ βιβλίου, εἰσὶ μὲν καὶ ἕτεροι λόγοι παρὰ τὸν ἀποφαντικόν (καὶ γὰρ ἡ εὐχή, φησί, λόγος) ὁ δὲ ἀποφαντικὸς τῆς νῦν θεωρίας, διὰ τοῦτο ἐπέγραψε τὸ βιβλίον Περὶ ἑρμηνείας, ὡς οὐδὲν διαφέρον ἢ οὕτως ἐπιγράφειν ἢ Περὶ τοῦ ἀποφαντικοῦ λόγου. Πρὸς δὲ τὸ γνήσιον εἶναι τοῦ φιλοσόφου τὸ βιβλίον οὐδεὶς ἠξίωσε τῶν περὶ τὰ συγγράμματα τοῦ Ἀριστοτέλους ἐσπουδακότων ἀμφιβαλεῖν εἴς τε τὸ πιθανὸν ἀποβλέπων τῆς ἀπαγγελίας καὶ εἰς τὴν ἔντεχνον καὶ τῷ φιλοσόφῳ συνήθη τῶν ἐν αὐτῷ παραδιδομένων θεωρημάτων διάθεσιν καὶ τὴν πρὸς τὰς ἄλλας αὐτοῦ πραγματείας ὁμολογίαν, πλὴν Ἀνδρονίκου τοῦ Ῥοδίου, ὃς ἑνδέκατος μὲν ἦν ἀπὸ τοῦ Ἀριστοτέλους, ἀκούσας δὲ αὐτοῦ καλοῦντος ἐν τοῖς προοιμίοις τοῦδε τοῦ βιβλίου τὰ νοήματα παθήματα τῆς ψυχῆς καὶ προστιθέντος ‘ὡς περὶ τούτων εἴρηται ἐν τοῖς Περὶ ψυχῆς,‘ διὰ τὸ μὴ συνιδεῖν ὅπου τῆς Περὶ ψυχῆς πραγματείας τὰ νοήματα παθήματα τῆς ψυχῆς ἐκάλεσεν ὁ φιλόσοφος, ἀναγκαῖον ᾠήθη τῶν δύο πραγματειῶν, ταύτης τε καὶ τῆς Περὶ ψυχῆς, τὴν ἑτέραν νόθον ἀποφήνασθαι τοῦ Ἀριστοτέλους, καὶ δεῖν ἐνόμισε ταύτην ἀθετεῖν μᾶλλον ἢ τὴν Περὶ ψυχῆς. |
| 6 | ἰστέον δὲ ὅτι πολλαχοῦ ἐν τῇ Περὶ ψυχῆς ἔχομεν τὴν φαντασίαν παθητικὸν νοῦν ὑπὸ τοῦ φιλοσόφου καλουμένην, νοῦν μὲν ὡς ἔνδον ἐν ἑαυτῇ τὸ γνωστὸν ἔχουσαν καὶ ταύτῃ διαφέρουσαν τῆς αἰσθήσεως, ὅτι ἅπερ ἡ αἴσθησις ἔξω κείμενα γινώσκει δεομένη πάντως τῆς ἐκείνων παρουσίας πρὸς τὸ ἐνεργῆσαι περὶ αὐτά, τούτων ἡ φαντασία τοὺς τύπους διὰ τῶν αἰσθήσεων ἀπομαξαμένη ἐν ἑαυτῇ ἔχει καὶ μὴ δεομένη τῶν ἔξω κειμένων δύναται προσβάλλειν, διὸ κἀν τοῖς ὕπνοις τῶν αἰσθήσεων ἀνενεργήτων μενουσῶν ἐνεργοῦμεν κατὰ φαντασίαν, παθητικὸν δέ, διότι μετὰ μερισμοῦ τινος καὶ διαστάσεως ἕκαστον γινώσκει, ἅτε ἀχώριστον σώματος ἔχουσα τήν τε οὐσίαν καὶ τὴν ἐνέργειαν καὶ ἀρχή τις οὖσα τῶν αἰσθήσεων. ἀποφαινόμενος οὖν ἐν τοῖς Περὶ ψυχῆς ὁ Ἀριστοτέλης ἄνευ τοῦ παθητικοῦ τούτου νοῦ μηδὲν τῶν ἐνταῦθα πραγμάτων νοεῖν τὴν ἡμετέραν ψυχήν, δι’ ὧν φησιν “οὐ μνημονεύομεν δέ, ὅτι τοῦτο μὲν ἀπαθές, ὁ δὲ παθητικὸς νοῦς φθαρτός, καὶ ἄνευ τούτου οὐδὲν νοεῖ” καὶ ἑξῆς “τὰ μὲν οὖν εἴδη τὸ νοητικὸν ἐν τοῖς φαντάσμασι νοεῖ” καὶ ἐπὶ τούτοις “τὰ δὲ δὴ πρῶτα νοήματα τί διοίσει τοῦ μὴ φαντάσματα εἶναι; ἢ οὐδὲ τὰ ἄλλα φαντάσματα, ἀλλ’ οὐκ ἄνευ φαντασμάτων”, δῆλος ἂν εἴη καὶ ἐν ἐκείνοις τὰ νοήματα παθήματα προσαγορεύων τῆς ψυχῆς. φαίνεται δὲ καὶ ἐπὶ πάσας τῆς ψυχῆς τὰς ἐνεργείας κοινότερον τὸ τοῦ πάθους ὄνομα ἐκτείνων· ἀπορίαν γοῦν φησιν ἐν ἐκείνοις ἔχειν τὰ πάθη τῆς ψυχῆς, πότερόν ἐστιν ἅπαντα κοινὰ καὶ τοῦ ἔχοντος ἤ ἐστί τι καὶ τῆς ψυχῆς ἴδιον αὐτῆς, καὶ ἐπικρίνων τὰ περὶ τῆς ἀπορίας ἐπιφέρει “φαίνεται δὲ τῶν μὲν πλείστων οὐδὲν ἄνευ τοῦ σώματος πάσχειν οὐδὲ ποιεῖν, οἷον ὀργίζεσθαι θαρρεῖν ἐπιθυμεῖν, ὅλως αἰσθάνεσθαι. μάλιστα δὲ ἔοικεν ἴδιον τὸ νοεῖν· εἰ δέ ἐστι καὶ τοῦτο φαντασία τις ἢ μὴ ἄνευ φαντασίας, οὐκ ἐνδέχοιτ’ ἂν οὐδὲ τοῦτο ἄνευ σώματος εἶναι,” καὶ ἔτι πρὸ τούτων ἐν τῷ προοιμίῳ τῆς αὐτῆς πραγματείας “ἐπιζητοῦμεν δὲ θεωρῆσαι καὶ γνῶναι τήν τε φύσιν αὐτῆς καὶ τὴν οὐσίαν, εἶθ’ ὅσα συμβέβηκε περὶ αὐτήν, ὧν τὰ μὲν ἴδια πάθη τῆς ψυχῆς εἶναι δοκεῖ, τὰ δὲ κοινὰ καὶ τοῖς ζῴοις δι’ ἐκείνην ὑπάρχειν”. δι’ ὧν δῆλός ἐστι καὶ τῆς λογικῆς ἡμῶν ψυχῆς τὴν νόησιν, καὶ εἰ χωρὶς γίνοιτο φαντασίας, πάθος καλεῖν οὐ παραιτούμενος, οὐ κατὰ τὴν ἔννοιαν δηλονότι τὴν προειρημένην, ἀλλὰ διὰ τὸ προϋπάρχειν ἐπ’ αὐτῆς κατὰ χρόνον ἑκάστης ἐνεργείας τὴν ἄγουσαν ἐπ’ αὐτὴν δύναμιν, ταὐτὸν δὲ εἰπεῖν τοῦ τελείου τὸ ἀτελές, πρὸς διάκρισιν τῆς ἐνεργείας τοῦ νοῦ τοῦ αὐτοτελοῦς καλουμένου καὶ τῇ οὐσίᾳ σύνδρομον τὴν ἐνέργειαν ἔχοντος, ὥσπερ ἀπαθῆ καὶ ἀμιγῆ καὶ χωριστὸν παντὸς σώματος εἶναι. |
| 7 | τοῦτον ἡμῶν τὸν νοῦν ἀποφαίνεται, διακρίνων αὐτὸν ἀπὸ τοῦ ἰδίως παθητικοῦ καλουμένου καὶ τῆς φαντασίας, ὡς ἐλέγομεν, οὐδαμῶς διαφέροντος. διὸ καὶ τοῦ μεμνῆσθαι ἡμᾶς ζητῶν τὴν αἰτίαν τὸ μὲν μόριον τῆς ψυχῆς καθ’ ὃ τὸ εἶναι ἔχομεν ἀπαθές, τὸν δὲ παθητικὸν νοῦν φθαρτὸν εἶναί φησι, καὶ τὴν νόησιν ἡμῶν πρὸς τοῦτον φθαρτὸν ὄντα συμπεπλεγμένην τῆς λήθης ἴσχειν ἀποφαίνεται τὴν αἰτίαν. οὐκ ἄρα δικαίως ὁ Ἀνδρόνικος νόθον ὑπώπτευσεν εἶναι τοῦ φιλοσόφου τὸ βιβλίον. Λοιπὸν οὖν ἡμῖν τῶν ἐξ ἀρχῆς προτεθέντων τὸ παραδοῦναι τὴν εἰς τὰ κεφάλαια τοῦδε τοῦ βιβλίου διαίρεσιν. εἰς τέσσαρα τοίνυν ἐναργῶς αὐτοῦ τμήματα διαιρουμένου τὸ μὲν πρῶτόν ἐστι περὶ τῶν ἀρχῶν τοῦ ἀποφαντικοῦ λόγου. καλῶ δὲ ἀρχὰς τοῦ ἀποφαντικοῦ λόγου τὰ συμβαλλόμενα πρὸς τὴν τούτου διδασκαλίαν, ὥσπερ ἀρχὰς ἂν εἴποις γεωμετρίας τούς τε ὅρους καὶ τὰ αἰτήματα καὶ τὰς καλουμένας κοινὰς ἐννοίας, ἅπερ ὁ Ἀριστοτέλης ἐν ταῖς Κατηγορίαις στοιχεῖα τῶν διαγραμμάτων προσαγορεύειν ἠξίωσεν. ἐπεὶ τοίνυν ἐν τῇ διδασκαλίᾳ τῶν προτάσεων καλέσει τί ὄνομα καὶ τί ῥῆμα καὶ κατάφασιν καὶ ἀπόφασιν καὶ ἀπόφανσιν καὶ ἀντίφασιν, εἰκότως πρὶν εἰπεῖν τι περὶ προτάσεων παραδίδωσιν ἡμῖν τί ἕκαστον τούτων τῶν ὀνομάτων σημαίνει· καὶ γὰρ ἦν ἀκόλουθον γνώριμα πρότερον αὐτὰ ποιήσαντα τοῖς εἰσαγομένοις οὕτω πρὸς τὴν τῶν προκειμένων διδασκαλίαν παραβαλεῖν. τοῦτο οὖν ἐστι τὸ πρῶτον τοῦ βιβλίου κεφάλαιον τὸ περὶ τῶν εἰρημένων ἀρχῶν τοῦ ἀποφαντικοῦ λόγου διαλεγόμενον. τὰ δὲ τρία τὰ ἐφεξῆς αὐτὰς ἡμῖν παραδιδόασι λοιπὸν τὰς προτάσεις. ἀλλ’ ἐπειδὴ τῶν προτάσεων αἱ μὲν ἐκ δύο μόνων ἁπλῶν φωνῶν συμπλεκομένων ἀποτελοῦνται, τῆς μὲν ὑποκειμένης τῆς δὲ κατηγορουμένης, ὡς ὅταν εἴπω ‘Σωκράτης περιπατεῖ‘ (ἐνταῦθα γὰρ τὸ μὲν Σωκράτης ὑποκείμενος ὅρος λέγεται, τὸ δὲ περιπατεῖ κατηγορούμενος, διότι ἐν παντὶ κατηγορικῷ λόγῳ τὸ μέν ἐστι περὶ οὗ ὁ λόγος τὸ δὲ περὶ ἐκείνου λεγόμενον, καὶ τὸ μὲν περὶ οὖ ὁ λόγος, οἷόν ἐστιν ἐνταῦθα τὸ Σωκράτης, ὑποκείμενον λέγεται ὡς δεχόμενον τὰς κατ’ αὐτοῦ κατηγορίας, τὸ δὲ περὶ αὐτοῦ λεγόμενον, οἷόν ἐστιν ἐνταῦθα τὸ περιπατεῖ, κατηγορούμενον ὡς κατ’ ἐκείνου ἀγορευόμενον καὶ λεγόμενον), ἐπεὶ οὖν, ὥσπερ ἐλέγομεν, αἱ μὲν τῶν προτάσεων ἐξ ὑποκειμένου μόνου καὶ κατηγορουμένου συμπληροῦνται, αἱ δὲ καὶ τρίτον ἔχουσι προσκατηγορούμενον, ὡς ὅταν εἴπω ‘Σωκράτης δίκαιός ἐστιν‘ (ἐνταῦθα γὰρ ὑποκείμενον μέν ἐστι τὸ Σωκράτης κατηγορούμενον δὲ τὸ δίκαιος προσκατηγορούμενον δὲ τὸ ἐστίν), αἱ δὲ πρὸς τούτοις καὶ τρόπον ἔχουσι προσκείμενον τὸν σημαίνοντα ὅπως ὑπάρχει τὸ κατηγορούμενον τῷ ὑποκειμένῳ, οἷον τὸ ἀναγκαῖον τὸ ἀδύνατον τὸ ἐνδεχόμενον τὸ καλῶς τὸ σαφῶς τὸ δικαίως, ὡς ὅταν εἴπω ‘Σωκράτην μουσικὸν εἶναι ἐνδέχεται‘ ἢ ‘Σωκράτης σαφῶς ἐξηγεῖται‘, πλείονας δὲ τούτων ὅρους συμπλεκομένους ἀλλήλοις πρὸς μιᾶς προτάσεως γένεσιν οὐδ’ ἐπινοῆσαι δυνατόν, τὸ μὲν δεύτερον τοῦ βιβλίου κεφάλαιον παραδίδωσιν ἡμῖν τὰς ἁπλουστάτας προτάσεις καὶ ἔσται περὶ προτάσεως ἤτοι ἀποφάνσεως ἐξ ὑποκειμένου καὶ κατηγορουμένου, τὸ δὲ τρίτον τὰς τούτων συνθετωτέρας διὰ τὴν τοῦ προσκατηγορουμένου προσθήκην καὶ ἔσται περὶ προτάσεως ἤτοι ἀποφάνσεως ἐξ ὑποκειμένου καὶ κατηγορουμένου καὶ τρίτου προσκατηγορουμένου, τὸ δὲ τέταρτον τὰς μετὰ τρόπου προτάσεις. |
| 8 | τοῦτον οὖν τὸν τρόπον πᾶσι τοῖς εἴδεσι τῶν προτάσεων ἐπεξελθὼν ὁ Ἀριστοτέλης καὶ ἀποφήνασθαι θαρρήσας ὡς οὐκ εἰσὶ πλείους τούτων ἀντιφάσεις πέρας ἐπιτίθησι τῇ πραγματείᾳ. πρὸς δὲ αὐτῷ τῷ συμπεράσματι τοῦ βιβλίου γυμνασθήσεταί τι παρὰ ταῦτα πρόβλημα οἰκεῖον καὶ αὐτὸ τῇ προκειμένῃ θεωρίᾳ. Τούτων οὖν προειλημμένων ὥρα λοιπὸν ἡμῖν ἐπὶ τὴν ἐξήγησιν τῆς λέξεως χωρεῖν, ἣν συνεστραμμένην οὖσαν ἐμφάσεώς τε καὶ πολυνοίας γέμουσαν καὶ ὑπὸ βραχείας παραλλαγῆς ἅπαν ἐνίοτε τὸ νόημα ἐξαλλάττουσαν καὶ ἐν πολλοῖς τῶν ἀντιγράφων ἤδη τοῦτο πεπονθυῖαν ἅπασαν ἑξῆς ἐδοκιμάσαμεν παραθέσθαι πρὸς διάγνωσιν τῆς ἀκριβεστέρας εἶναι δοκούσης ἐκδόσεως. Πρῶτον δεῖ θέσθα ι , τί ὄνομα καὶ τί ῥῆμ α . Πρόκειται μέν, ὡς ἐλέγομεν, τῷ Ἀριστοτέλει παραδοῦναι ἡμῖν τὴν διδασκαλίαν τοῦ ἀποφαντικοῦ λόγου· ἐπεὶ δὲ πᾶσα ἀπόφανσις ἐξ ὀνομάτων καὶ ῥημάτων ἔχει τὴν γένεσιν, ὡς ὅταν εἴπω ‘Σωκράτης περιπατεῖ‘, δεῖ δὲ πανταχοῦ τὰ ἁπλούστερα προγινώσκεσθαι τῶν ἐξ αὐτῶν συγκειμένων, διὰ δὴ τοῦτο πρεπωδεστάτην ἀρχὴν ποιεῖται τῆς πραγματείας τὴν τῆς ὑπάρξεως τοῦ ὀνόματος καὶ τοῦ ῥήματος θεωρίαν· τὸ γὰρ θέσθαι νῦν ἀντὶ τοῦ ὁρίσασθαι παρείληπται, λεγόμενον μὲν καὶ κατ’ ἄλλων σημαινομένων ἐνταῦθα δὲ τὸν ὁρισμόν, ὅπερ ἐλέγομεν, σημαῖνον. |
| 9 | ὅτι δὲ κατὰ πλείονας τρόπους τὸ θέσθαι λέγεται, φανερόν· τάς τε γὰρ ὑποθέσεις πολλάκις θέσεις προσαγορεύομεν, ὡς ὅταν εἴπωμεν ‘κείσθω τὸ θέατρον ἔχειν τοσόνδε τι πλῆθοσ‘, ‘κείσθω δὲ δεκάπηχυ μέγεθος ἔχειν‘ ἢ ‘βασιλεύειν, τί οὖν ποιήσεις;‘ καλοῦμεν δὲ θέσεις καὶ τὰς παραδόξους ὑπολήψεις τῶν γνωρίμων τινὸς κατὰ φιλοσοφίαν, οἷον τὸ πάντα κινεῖσθαι καὶ στάσεως μηδαμῶς τὰ ὄντα μετέχειν, ὥσπερ ἔλεγεν Ἡράκλειτος, ἢ ἓν εἶναι τὸ ὄν, ὡς ἐδόκει Παρμενίδῃ. θέσεις δὲ λέγομεν καὶ τὰς ὁμολογίας, ὡς δὴ καὶ ἀναθέσθαι λέγομεν τὸ ἀναπαλαῖσαι τὴν ὁμολογίαν. ἀλλὰ καὶ τὰ ἐπιρρήματα τὰ θετικὰ λεγόμενα θέσεις καλοῦσί τινες, οἷον γαμητέον πλευστέον. ἔτι δὲ λέγομεν θέσεις καὶ τοὺς ὁρισμοὺς ὡς προϋποκειμένους τῶν ἀποδείξεων· εἰ γὰρ αἱ ἀποδείξεις ἀπὸ τῶν κατ’ οὐσίαν ὑπαρχόντων τοῖς πράγμασιν ἐπιτελοῦνται, τὴν δὲ οὐσίαν ἑκάστου τῶν ὄντων οἱ ὁρισμοὶ σημαίνουσιν, εἰκότως προϋποκεῖσθαι δεῖ τοὺς ὁρισμοὺς τῶν ἀποδείξεων. καὶ ἔτι τούτου κοινότερον θέσεις ἀξιοῖ καλεῖν ὁ Ἀριστοτέλης ἁπλῶς ἁπάσας τὰς ἀμέσους ἀρχὰς τῶν ἀποδείξεων τὰς ἀντιδιαιρουμένας τοῖς ἀξιώμασιν, οἷον τούς τε ὁρισμούς, ὡς εἴρηται, καὶ τὰ αἰτήματα καὶ τὰς ὑποθέσεις ἀποδείξεως μὲν ἤδη δεομένας ἄνευ δὲ ταύτης εἰλημμένας, ὡς ἐν τῷ πρώτῳ σαφῶς διώρισται τῶν Ἀποδεικτικῶν. κατὰ τοσούτους μὲν ἢ καὶ πλείονας τρόπους τὸ θέσθαι λέγεται, νῦν δὲ ὁ Ἀριστοτέλης ἀντὶ τοῦ ὁρίσασθαι αὐτῷ χρῆται, ὡς δηλοῖ ἐπιφέρων τὸ “τί ὄνομα καὶ τί ῥῆμα”, τοῦ ‘τί ἐστι‘ τὸν ὁρισμὸν ἡμῖν προφανέστατα σημαίνοντος. Ἀπορήσειε δ’ ἄν τις διὰ τίνα αἰτίαν ἐν παντὶ τῷ βιβλίῳ τῶν Κατηγοριῶν περὶ ἁπλῶν φωνῶν πραγματευσάμενος ἐνταῦθα πάλιν περὶ ὀνόματος καὶ ῥήματος προτίθεται λέγειν, ὧν ἑκάτερον ἁπλῆ ἐστι δηλονότι φωνή. |
| 10 | πρὸς ὃν ῥητέον ὡς ἁπλῆ φωνὴ καὶ ὄνομα καὶ ῥῆμα καὶ φάσις καὶ ὅρος τῷ μὲν ὑποκειμένῳ ταὐτά ἐστιν ἀλλήλοις, τῇ δὲ σχέσει μόνῃ διαφέρουσιν, ὥσπερ τὸ σπέρμα καὶ ὁ καρπὸς καὶ ἡ ἀνάβασις καὶ ἡ κατάβασις· ὅταν μὲν γὰρ τὰς ἁπλᾶς φωνὰς ὡς σημαντικὰς τῶν πραγμάτων οἷς ἐτέθησαν θεωρῶμεν, αὐτὸ τοῦτο μόνον ἁπλᾶς φωνὰς προσαγορεύομεν αὐτὰς οὐ διορίζοντες κατὰ τοῦτο τὰ ὀνόματα τῶν ῥημάτων, ὅταν δὲ διπλόην τινὰ ἐν αὐταῖς θεασάμενοι καὶ τὰς μὲν αὐτῶν ἄρθροις συνταττομένας εὑρίσκοντες τὰς δὲ οὔ, ἢ καὶ τὰς μὲν χρόνον τινὰ προσσημαινούσας τὰς δὲ οὔ, διαιροῦμεν αὐτὰς ἀπ’ ἀλλήλων καὶ τὰς μὲν ἄρθροις συνταττομένας καὶ χρόνον μὴ προσσημαινούσας ὀνόματα καλεῖν ἀξιοῦμεν, τὰς δὲ ἄρθροις μὲν συντάττεσθαι μὴ δυναμένας κατὰ χρόνον δέ τινα λεγομένας ῥήματα. ὅταν δὲ αὖ πάλιν ἑκατέραν τῶν τοιούτων φωνῶν μὴ λαμβάνωμεν αὐτὴν καθ’ αὑτὴν ἀλλ’ ὡς μέρος οὖσαν καταφάσεως ἢ ἀποφάσεως, τότε φάσιν αὐτὴν καλεῖν ἀξιοῦμεν, ὡς ἐν τοῖς ἑξῆς σαφῶς ἡμᾶς ὁ Ἀριστοτέλης διδάξει. ὅταν δὲ ὡς ἐν συλλογισμῷ παραλαμβανομένας ἐπισκοπῶμεν, ὅρους αὐτὰς ὀνομάζομεν, ὡς ἐν τοῖς προοιμίοις ῥηθήσεται τῶν Ἀναλυτικῶν. οὕτω δὲ καὶ Πλάτων ἐν τῷ ἐνάτῳ τῶν Νόμων τὰς ἁπλᾶς φωνὰς ἐκάλεσεν ὅρους· φησὶ γοῦν τοὺς μὲν προσμιγνύναι τῶν ὅρων ἀλλήλοις, ὧν ἄμεσος ἡ ἀντίθεσις, οἷον τὸ θερμὸν καὶ οὐ θερμόν, τοὺς δὲ μεθόριον ἔχειν, ὧν ἔστι τι μέσον, οἷον τὸ θερμὸν καὶ τὸ ψυχρὸν ἢ τὸ ἑκούσιον καὶ τὸ ἀκούσιον. περὶ ὧν ἐν ἐκείνοις ὁ λόγος μέσον ἐχόντων τὴν κατὰ θυμὸν γινομένην βλάβην οὔτε ἑκούσιον οὖσαν καθαρῶς οὔτε ἀκούσιον. ἐπεὶ δὲ εἰ καὶ ταὐτόν ἐστι κατὰ τὸ ὑποκείμενον ὄνομα ἢ ῥῆμα εἰπεῖν καὶ ἁπλῆν φωνήν, ἀλλὰ κατά γε τὴν εἰρημένην σχέσιν ταῦτα διαφέρουσιν ἀλλήλων, τὸ δὲ τῶν Κατηγοριῶν βιβλίον περὶ μόνων ἁπλῶν φωνῶν ἡμᾶς ἐδίδαξεν οὐδὲν πολυπραγμονῆσαν τὴν τῶν ὀνομάτων πρὸς τὰ ῥήματα διαφοράν, ἧς πολλὴ χρεία πρὸς τὴν θεωρίαν τοῦ ἀποφαντικοῦ λόγου (διὰ γὰρ ταύτης τοὺς ὑποκειμένους ἐν ταῖς ἀποφάνσεσιν ὅρους τῶν κατηγορουμένων διακρίνομεν), διὰ τοῦτο νῦν προχειρίζεται τὴν περὶ ὀνομάτων καὶ ῥημάτων θεωρίαν, ὡς ἂν προσεχεστάτην οὖσαν τῇ προκειμένῃ πραγματείᾳ. Διὰ τί δέ, φαίη τις ἄν, πλειόνων ὄντων τῶν παρὰ τοῖς γραμματικοῖς λεγομένων τοῦ λόγου μερῶν μόνα ταῦτα νῦν παραδίδοται ἡμῖν, τό τε ὄνομα καὶ τὸ ῥῆμα; διότι, φήσομεν, ταῦτα μόνα δίχα τῶν ἄλλων ἁπάντων δύναται ποιεῖν ἀποφαντικὸν λόγον, ὡς ὅταν εἴπωμεν ‘ἄνθρωπος ὑγιαίνει‘. |
| 11 | περὶ τούτων οὖν μόνων ὁ Ἀριστοτέλης ἐν τούτοις ποιεῖται τὴν σκέψιν, ἃ ἐξ ἀνάγκης ἐν παντὶ ἀποφαντικῷ λόγῳ παραλαμβάνεται καὶ ἀρκεῖ πρὸς τὴν γένεσιν τῆς ἁπλῆς ἀποφάνσεως. Ἐπιστῆσαι δὲ ἄξιον ὅτι τῶν θρυλλουμένων ὀκτὼ τοῦ λόγου μερῶν τὰ μέν ἐστι σημαντικὰ φύσεών τινων ἢ ἁπλῶς προσώπων ἢ ἐνεργειῶν ἢ παθῶν ἤ τινος τούτων συμπλοκῆς, καθάπερ ὄνομά τε καὶ ἀντωνυμία καὶ ῥῆμα καὶ μετοχή, ἅπερ καὶ μόνα δύναται ἀρκέσαι πρὸς ἀποφαντικοῦ λόγου γένεσιν, ὡς ὅταν εἴπωμεν ‘Σωκράτης περιπατεῖ‘ ἢ ‘ἐγὼ περιπατῶ‘ ἢ ‘ὁ τρέχων περιπατεῖ‘ ἢ ‘ὁ Σωκράτης τρέχων ἐστί‘, τοῦ μὲν ὡς ὑποκειμένου τοῦ δὲ ὡς κατηγορουμένου λαμβανομένου, τὰ δὲ ταῦτα μὲν οὐ σημαίνουσι, σχέσιν δέ τινα τοῦ κατηγορουμένου πρὸς τὸ ὑποκείμενον δηλοῦσιν, ὥσπερ τὰ πλεῖστα τῶν ἐπιρρημάτων· ἢ γὰρ ὅπως ὑπάρχει τὸ κατηγορούμενον τῷ ὑποκειμένῳ ἢ πότε ἢ ποῦ ἢ ποσάκις, εἴτε ὡρισμένως εἴτε ἀορίστως, ἢ κατὰ ποίαν πρὸς ἕτερον τάξιν, οἷον ὅτι ὅδε ἑξῆς τῷδε τρέχει ἢ χωρὶς τοῦδε οἰκεῖ, ἢ τίνι παραπλησίως ἢ τίνος μᾶλλον ἢ ἧττον ἢ καὶ ὅτι μετ’ ἐπιτάσεως ὑπάρχει ἢ καὶ ὅπως ἡμεῖς ὑπάρχειν αὐτὸ ἢ μὴ ὑπάρχειν δοξάζομεν, ἢ ὡς εἰκάζοντες ἢ ὡς διαβεβαιούμενοι, ἢ καὶ ὅπως διακείμεθα πρὸς τὸ πρᾶγμα, περὶ οὗ ἀποφαινόμεθα, ἢ ὡς σχετλιάζοντες ἢ ὡς θαυμάζοντες ἢ καὶ τὴν ἀπόφανσιν ἐπισφραγιζόμενοι τῇ μαρτυρίᾳ τοῦ κρείττονος, ἢ καὶ ὅτι λυσιτελὲς ἡμῖν τὸ αἱρεῖσθαι τὸ κατηγορούμενον δηλοῦντες ὡς ἐπὶ τῶν θετικῶν λεγομένων ἐπιρρημάτων, ἢ καὶ ἀνεπιτάτως τὴν κατ’ αὐτὸ τὸ ἀκρότατον ἀγαθὸν χαρακτηριζομένην τῆς ψυχῆς διάθεσιν ἀνευφημοῦντες ὡς ἐπὶ τῶν ἐνθουσιαστικῶν ἐπιρρημάτων ἐν τῷ εὖ εἶναι τοὺς κατόχους σημαινόντων, ἢ καὶ τὴν ῥηθεῖσαν παρ’ ἑτέρων ἀπόφανσιν οἰκειούμενοι διὰ τῆς συγκαταθέσεως ἢ ἀποσειόμενοι διὰ τῆς ἀρνήσεως ἢ ἀποφάσεως· λέγω δὲ σημαίνειν τὸ μὲν ὅπως ὑπάρχει, τά τε τῆς μεσότητος καὶ τὰ τῆς ποιότητος σημαντικὰ ἐπιρρήματα, οἷον ‘Σωκράτης καλῶς διαλέγεται‘ ‘ὁ Μελάνθιος τὸν Ὀδυσσέα λὰξ ἔπληξεν‘ ‘αἱ μέλισσαι βοτρυδὸν πέτονται‘, καὶ τὰ δηλοῦντα ὅτι ἀθρόοις τοῖς περὶ ὧν ὁ λόγος ἢ οὐκ ἀθρόοις ὑπάρχει τὸ κατηγορούμενον, οἷον ‘ἅμα ἐπῆλθον οἱ πολέμιοι ἢ σποράδην‘ (εἰσὶ δὲ καὶ ταῦτα ποιότητές τινες· ὑπὸ γὰρ τὸ ποιὸν ἥ τε σύγκρισις καὶ ἡ διάκρισις)· περὶ δὲ τῶν λοιπῶν ἐν τοῖς ἀπηριθμημένοις οὐδὲν πλέον χρὴ προστιθέναι· φανερὰ γὰρ καὶ τοῖς κατὰ βραχὺ δυναμένοις ἐφιστάναι τὰ ὑφ’ ἑκάστου δηλούμενα. |
| 12 | ταῦτα μὲν οὖν, ὅπερ ἐλέγομεν, σχέσιν τινὰ τοῦ κατηγορουμένου πρὸς τὸ ὑποκείμενον δηλοῦντα συμβάλλεσθαί τι δοκοῦσι πρὸς τὴν γένεσιν τῶν τοιούτων ἀποφάνσεων, τὰ δὲ λοιπὰ τῶν ἐπιρρημάτων σημαίνουσι μέν, οὐ μέντοι χρήσιμα πρὸς ἀπόφανσιν, ἀλλὰ πρὸς ἄλλα ἄττα εἴδη τοῦ λόγου, καθάπερ τὰ μὲν εὐχῆς σημαντικὰ πρὸς τὸν εὐκτικὸν λόγον, τὰ δὲ τῆς ἀπαγορεύσεως ἢ τῆς παρακελεύσεως πρὸς τὸν προστακτικόν, τὰ δὲ τῆς ἐρωτήσεως πρὸς τὸν ἐρωτηματικόν. τὰ δὲ παρὰ ταῦτα τοῦ λόγου μέρη λεγόμενα καὶ παντάπασίν ἐστιν ἄσημα καθ’ αὑτά, καθάπερ ἄρθρον καὶ πρόθεσις καὶ σύνδεσμος. Τὰ μὲν οὖν φύσεων ἢ προσώπων ἢ ἐνεργειῶν ἢ παθῶν ἢ ποιᾶς συμπλοκῆς προσώπου πρὸς ἐνέργειαν ἢ πάθος σημαντικὰ πάντα ὁ Ἀριστοτέλης εἰς ὀνόματα διαιρεῖ καὶ ῥήματα, τὰ μὲν κατὰ χρόνον λεγόμενα ἢ κατηγορούμενα ἐν ταῖς προτάσεσι ῥήματα καλῶν, τὰ δὲ ἄνευ χρόνου λεγόμενα ἢ τὴν χρείαν συμπληροῦντα τῶν ὑποκειμένων ὀνόματα· τὰ δέ γε ἐν μηδετέρᾳ τούτων χώρᾳ παραλαμβανόμενα, κἂν ἄλλως προσκέωνται ταῖς προτάσεσι, τὸ ὑπάρχειν ἢ μὴ ὑπάρχειν ἢ πότε ἢ πῶς ἢ ποσάκις ὑπάρχει τὸ κατηγορούμενον τῷ ὑποκειμένῳ σημαίνοντα ἤ τινα ἄλλην αὐτῶν πρὸς ἄλληλα σχέσιν, οὐδὲ κυρίως ἀξιοῖ μέρη τοῦ λόγου καλεῖν· ὥσπερ γὰρ τῆς νεὼς αἱ μὲν σανίδες εἰσὶ τὰ κυρίως μέρη, γόμφοι δὲ καὶ λίνον καὶ πίττα συνδέσεως αὐτῶν καὶ τῆς τοῦ ὅλου ἑνώσεως ἕνεκα παραλαμβάνονται, τὸν αὐτὸν τρόπον κἀν τῷ λόγῳ σύνδεσμοι καὶ ἄρθρα καὶ προθέσεις καὶ αὐτὰ τὰ ἐπιρρήματα γόμφων τινῶν χρείαν ἀποπληροῦσι, μέρη δὲ οὐκ ἂν λέγοιντο δικαίως, ἅ γε μὴ δύνανται συντεθέντα καθ’ ἑαυτὰ τέλειον ἐργάσασθαι λόγον. λόγου μὲν οὖν ταῦτα οὐ μέρη, λέξεως δὲ μέρη, ἧς καὶ ὁ λόγος αὐτὸς μέρος, καθάπερ ἐν τοῖς Περὶ ποιητικῆς εἴρηται, καὶ εἰσὶ χρήσιμα πρὸς τὴν παρ’ ἄλληλα ποιὰν σύνθεσίν τε καὶ σύνταξιν τῶν τοῦ λόγου μερῶν, ὥσπερ καὶ ὁ δεσμὸς πρὸς τὴν ἐπίκτητον ἕνωσιν τῶν δεδεμένων καὶ ἡ κόλλα τῶν δι’ αὐτῆς συνεχομένων, ἀλλ’ οὔτε ἐκεῖνα μέρη τῶν δεδεμένων ἢ κεκολλημένων οὔτε σύνδεσμοι ἢ ἄρθρα ἢ προθέσεις ἢ ἐπιρρήματα τοῦ λόγου μόρια. |
| 13 | Διαφέρει δὲ ὁ λόγος τῆς λέξεως, ὅτι ὁ μέν ἐστι πλήρωμα προηγουμένως τῶν σημαινουσῶν τὰ πράγματα φωνῶν, ἡ δὲ πασῶν ἁπλῶς τῶν παραλαμβανομένων πρὸς τὴν διάλεκτον. ἔχεις δὲ τοῦ λόγου τὴν πρὸς τὴν λέξιν διαφορὰν καὶ ὑπὸ Πλάτωνος ἐν τῷ τρίτῳ τῆς Πολιτείας παραδεδομένην, ἐν οἷς φησι “τὰ μὲν δὴ λόγων πέρι ἐχέτω τέλος, τὸ δὲ λέξεως μετὰ τοῦτο σκεπτέον, καὶ ἡμῖν ἅ τε λεκτέον καὶ ὡς λεκτέον παντελῶς ἐσκεμμένον ἔσται”. δι’ ὧν δῆλός ἐστι λόγον μὲν τὴν διάνοιαν καλῶν, λέξιν δὲ τὴν ἀπαγγελίαν, εἴτε διὰ τῶν ἀναγκαιοτάτων γίνοιτο μερῶν, ὀνόματός τε καὶ ῥήματος, καθ’ ἣν ὁ ἐν προφορᾷ καὶ ἰδίως λεγόμενος θεωρεῖται λόγος, εἴτε καὶ τὰ λοιπὰ μέρη παραλαμβάνοι τοῦ κοινότερον λεγομένου λόγου, ταὐτὸν δὲ εἰπεῖν, τῆς πρὸς κάλλος ἤδη καὶ ποιὰν σύνταξιν ἀποβλεπούσης ἑρμηνείας. Τῷ μὲν οὖν ἀπὸ τῆς Ἀφροδισιάδος ἐξηγητῇ δοκεῖ καὶ τὰ ἐπιρρήματα ὀνόματα εἶναι, καθάπερ καὶ τὰς ἀντωνυμίας καὶ τὴν καλουμένην παρὰ τοῖς γραμματικοῖς προσηγορίαν. οὐ μέντοι φαίνεται τοῦτο λόγον τινὰ ἔχειν, διότι τὰ μὲν τῶν ἐπιρρημάτων οὐδ’ ἂν ὑποπτευθεῖεν ὀνόματα εἶναι, οἷον τὰ τῆς συγκαταθέσεως ἢ τῆς ἀρνήσεως ἢ τῆς ἀπαγορεύσεως ἢ τὰ προταττόμενα τῶν ὅρκων καὶ πλεῖστα ἕτερα, τὰ δὲ τῷ μὲν παρῆχθαι ἀπό τινων ὀνομάτων ἔδοξεν αὐτῷ τὴν αὐτὴν ἔχειν τοῖς ὀνόμασι δυνάμιν, οἷον τὸ καλῶς καὶ τὸ σαφῶς ἀπὸ τοῦ καλοῦ καὶ τοῦ σαφοῦς, καθάπερ καὶ τὸ δικαίως ἀπὸ τῆς δικαιοσύνης. εἰ δὲ τοῦτο οὕτως ἔχοι, τὸ γαμητέον καὶ τὸ πλευστέον ῥήματα προσαγορεύσομεν, ἀλλ’ οὐκ ὀνόματα, ὡς ἐκ τοῦ δεῖν γαμεῖν ἢ πλεῖν γεγονότα. οὐ μὴν εὔλογον ἢ ταῦτα ῥήματα ἢ τὰ πρότερα ὀνόματα καλεῖν, ἐπεὶ μήτε ὑποκεῖσθαι μήτε κατηγορεῖσθαί τι τούτων ἐν ταῖς προτάσεσι δυνατόν, ὧν θάτερον ἀνάγκη πάσχειν τό τε ὄνομα καὶ τὸ ῥῆμα· τὸ μὲν γὰρ ‘σαφὲσ‘ ὄνομα κατηγορούμενον εὑρήσεις ἐν τῷ λόγῳ τῷ λέγοντι ‘τόδε τὸ χωρίον τοῦ Περὶ ἑρμηνείας σαφές ἐστι‘, τὸ δέ γε ‘σαφῶσ‘ οὐκέτι. |
| 14 | οὐ μὴν οὐδὲ σύνθετόν τι κατηγορούμενον ἐξ αὐτοῦ τε καὶ τοῦ περὶ οὗ τὸ σαφῶς λέγεται γίνεσθαι φήσομεν, οἷον τὸ ‘σαφῶς ἐξηγεῖται‘, καθάπερ ἐπὶ τοῦ ‘νεκρὸς ἄνθρωποσ‘ καὶ ‘κίβδηλος δραχμή‘· ἔδει γὰρ οὕτως τῶν τοιούτων καταφάσεων τὰς ἀποφάσεις τὸν αὐτὸν γίνεσθαι τρόπον ταῖς ἁπλοῦν τι κατηγορούμενον ἐχούσαις, ὥσπερ ἐπὶ τῶν τῷ ὄντι συνθέτων κατηγορουμένων συμβαίνει· καθάπερ γὰρ τῆς ‘ὁ τεθνεὼς ἄνθρωπός ἐστι‘ καταφάσεως ἀπόφασις τὸ ‘ὁ τεθνεὼς ἄνθρωπος οὐκ ἔστι‘ καὶ τῆς ‘ὁ τεθνεὼς νεκρός ἐστι‘ τὸ ‘ὁ τεθνεὼς νεκρὸς οὐκ ἔστιν‘, οὕτω καὶ τῆς ‘ὁ τεθνεὼς νεκρὸς ἄνθρωπός ἐστιν‘ τὸ ‘ὁ τεθνεὼς νεκρὸς ἄνθρωπος οὐκ ἔστιν‘. ἐπὶ δέ γε τῶν μετὰ τρόπου προτάσεων ἀλλοιότερον ἀνάγκη γίνεσθαι τὰς ἀποφάσεις, καὶ οὐχ ὥσπερ ἐπὶ τῶν ἄνευ τρόπου προτάσεων· τῆς μὲν γὰρ ‘Σωκράτης βαδίζει‘ καταφάσεως ἀπόφασις τὸ ‘Σωκράτης οὐ βαδίζει‘, τῆς δέ γε ‘Σωκράτη βαδίσαι δυνατόν‘ οὐχ ἡ ‘Σωκράτη μὴ βαδίσαι δυνατόν‘ ἀλλ’ ἡ ‘Σωκράτη βαδίσαι οὐ δυνατόν‘, ὡς ἐν τῷ τελευταίῳ τμήματι τοῦδε τοῦ βιβλίου σαφέστατα ἡμᾶς ὁ Ἀριστοτέλης διδάξει. Διὸ πανταχοῦ συντίθεσθαι τὸν ἀποφαντικὸν λόγον φησὶν ἐξ ὀνόματος καὶ ῥήματος καὶ διαλύεσθαι εἰς ταῦτα, ὡς ἂν ταῦτα μόνα κυρίως μέρη λόγου προσαγορεύειν ἀξιῶν, τοῦ εἶναι καὶ τοῦ μὴ εἶναι τῶν μὲν ἀμέσως κατά τινων κατηγορουμένων, μερῶν τότε τῶν προτάσεων γινομένων, ὡς ἐν ταῖς ‘Σωκράτης ἐστί‘ ‘Σωκράτης οὐκ ἔστιν‘, οὐ παρ’ ἔλαττον τῶν ὑποκειμένων, τῶν δὲ ἐν ταῖς ἐκ τρίτου προσκατηγορουμένου προτάσεσιν ἢ ταῖς μετὰ τρόπου παραλαμβανομένων, προστίθεσθαι τοῖς μέρεσι τῆς προτάσεως ἢ διαιρεῖσθαι ἤ τι τοιοῦτον ὑπομένειν λεγομένων, ὡς ἐν τοῖς προοιμίοις μαθησόμεθα τῶν Ἀναλυτικῶν. ὥστε τὸ μὲν μέρος τῆς ἀποφάνσεως ἢ ὄνομα πάντως ἢ ῥῆμα εἶναι χρή, οὐ μέντοι τὸ ῥῆμα πάντως ἐστὶ τῆς προτάσεως μέρος, ὅταν μὴ αὐτόθεν τοῦ ὑποκειμένου κατηγορῆται ὡς ἐνέργειαν ἢ πάθος ἢ ἁπλῶς ὕπαρξιν ἢ ἀνυπαρξίαν τοῦ ὑποκειμένου σημῆναι ὀφεῖλον, ἀλλ’ ἕνεκα τοῦ συναρμόσαι τὸ κατηγορούμενον τῷ ὑποκειμένῳ παραλαμβάνηται. ὅτι δὲ ταῦτα ὀρθῶς λέγομεν, δῆλον καὶ ἐξ αὐτῆς τῆς προσηγορίας τῶν ἄλλων τοῦ λόγου μερῶν λεγομένων περὶ τὸ ὄνομα καὶ τὸ ῥῆμα· τὴν μὲν γὰρ ἀντωνυμίαν ὡς ὄνομα οὖσαν οὐ φύσεών τινων ἀλλὰ προσώπων ἁπλῶς οὕτως ἐπονομάζουσι, καὶ τὴν μετοχὴν ὡς μετέχουσαν ἀμφοτέρων, ὀνόματός τέ φημι καὶ ῥήματος, εἰ καὶ μᾶλλον ἀποκλίνει πρὸς τὴν ἰδιότητα τῶν ῥημάτων χρόνων τινῶν οὖσα δηλωτική, τὸ δὲ ἄρθρον ὡς συναρτώμενον τοῖς ὀνόμασι καὶ τὴν ἀναφορὰν πρὸς ἐκεῖνα ἔχον. |
| 15 | περὶ δὲ προθέσεως ἢ ἐπιρρήματος ἢ συνδέσμου τί δεῖ καὶ λέγειν; ὧν τὴν μὲν ὡς ὁμοίως ὀνομάτων τε καὶ ῥημάτων προταττομένην οὕτως ἐπονομάζουσι, τὸ δὲ ὡς τοιῶσδε τοῖς ῥήμασι συμπλεκόμενον, τὸν δὲ ὡς τοὺς ἀπηρτημένους συνδέοντα λόγους. εὑρήσεις δὲ ἔν τισι τὸν Ἀριστοτέλην συγχωρεῖν δοκοῦντα καὶ τὰ πάντα κοινότερον μέρη τοῦ λόγου προσαγορεύοντα, διόπερ ἐν τοῖς ἑξῆς ἐρεῖ τινα τῶν μερῶν τοῦ λόγου σημαντικὰ εἶναι ὡς ὄντων τινῶν καὶ ἀσήμων, εἰ μή τις ἡμῖν φανείη τῆς ῥήσεως ἐκείνης προσεχεστέρα ἐξήγησις οὐδὲν ἐναντίον ἔχουσα τοῖς νῦν εἰρημένοις. Ἔπειτα τί ἐστιν ἀπόφασις καὶ κατάφασις καὶ ἀπόφανσις καὶ λόγο ς . Ὅτι μὲν τρεῖς εἰσιν οἱ κυρίως λεγόμενοι τῶν διαιρέσεων τρόποι, τοῦ γένους εἰς τὰ εἴδη καὶ τοῦ ὅλου εἰς τὰ μέρη καὶ τῆς ὁμωνύμου φωνῆς εἰς τὰ διάφορα σημαινόμενα, φανερόν, καὶ ὅτι ἡ ἀπόφανσις εἰς τὴν κατάφασιν διαιρεῖται καὶ τὴν ἀπόφασιν· λέγομεν γὰρ τῆς ἀποφάνσεως τὴν μὲν εἶναι καταφατικὴν τὴν δὲ ἀποφατικήν. ἐζήτηται δὲ παρὰ τοῖς ἐξηγηταῖς τοῦ Ἀριστοτέλους τίνα τρόπον διαιρεῖται ἡ ἀπόφανσις εἰς τὴν κατάφασιν καὶ τὴν ἀπόφασιν. καὶ οἱ μὲν εἵλοντο λέγειν αὐτὴν ὡς φωνὴν ὁμώνυμον εἰς διάφορα σημαινόμενα διαιρεῖσθαι, καθάπερ ὁ Ἀφροδισιεὺς Ἀλέξανδρος, οἱ δὲ ὡς γένος εἰς εἴδη, καθάπερ ὁ φιλόσοφος Πορφύριος· οὐδεὶς γὰρ ἐτόλμησεν εἰπεῖν διαιρεῖσθαι αὐτὴν ὡς ὅλον εἰς μέρη, ἐπείπερ οὔτε ὡς ὁμοιομερὲς ὅλον φαίνεται διαιρουμένη (πολλὴ γὰρ ἡ διαφορὰ τῆς καταφάσεως πρὸς τὴν ἀπόφασιν) οὐθ’ ὡς ἀνομοιομερές· οὐ γὰρ ἂν ἑκάτερον τῶν μερῶν ἐκαλεῖτο τῷ τοῦ ὅλου ὀνόματι. τὸ μὲν οὖν ἀληθὲς ὅπῃ ἔχει καὶ ὡς ἡ τοῦ φιλοσόφου κρατεῖ Πορφυρίου δόξα, προϊόντες κατὰ καιρὸν ἐπιδείξομεν ἐξηγούμενοι τοὺς ἀποδιδομένους αὐτῶν παρὰ τοῦ Ἀριστοτέλους ὁρισμούς. Νυνὶ δὲ ῥητέον πρῶτον μὲν ὅτι τὸ δεῖ θέσθα ι , ὅπερ ἦν τὸ ὁρίσασθαι, κοινῶς καὶ ἐπὶ τούτων ληπτέον ‘ἔπειτα δεῖ θέσθαι τί ἐστιν ἀπόφασις καὶ κατάφασις καὶ ἀπόφανσις καὶ λόγοσ‘, πρὸς δὲ τούτῳ, ὅτι τέτταρα μὲν τὰ ἀπηριθμημένα δεῖν φησιν ὁρίσασθαι μετὰ τὸ ὄνομα καὶ τὸ ῥῆμα, διότι τὸ μὲν προκείμενόν ἐστιν, ὥσπερ ἐλέγομεν, τὸ κατηγορικὸν εἶδος τοῦ ἀποφαντικοῦ λόγου παραδοῦναι, τοῦτο δὲ πάντως ἢ καταφατικόν ἐστιν ἢ ἀποφατικόν, ἔδει οὖν διδάξαι περὶ καταφάσεως καὶ ἀποφάσεως, ὥστε καὶ περὶ τοῦ κοινοῦ αὐτῶν γένους, τῆς ἀποφάνσεως. |
| 16 | ἐπεὶ δὲ καὶ ἡ ἀπόφανσις ἕν τί ἐστι τῶν τοῦ λόγου εἰδῶν καὶ ἔδει τὸν λόγον ἐν τῷ ὁρισμῷ παραληφθῆναι τῆς ἀποφάνσεως, διότι καὶ πάντα τὰ γένη τοὺς ὁρισμοὺς συμπληροῦσι τῶν οἰκείων εἰδῶν, γνωριμώτερα δὲ εἶναι χρὴ τὰ πρὸς διδασκαλίαν ὁτουοῦν λαμβανόμενα τοῦ δι’ αὐτῶν δηλουμένου, διὰ τοῦτο ἔδοξεν ἀναγκαία εἶναι καὶ ἡ τοῦ λόγου θεωρία ὡς προληφθῆναι ὀφείλουσα τῆς ἀποφάνσεως. εἰ δέ τις ἀποροίη πῶς οὐχὶ καὶ τὸ τοῦ λόγου γένος, ἡ φωνή, διὰ τὴν αὐτὴν αἰτίαν μνήμης ἠξίωται ὡς ὀφεῖλον καὶ αὐτὸ δι’ ὁρισμοῦ δηλωθῆναι, ῥητέον ὅτι φυσιολογίᾳ προσῆκον ἦν περὶ φωνῆς διαλεχθῆναι, διότι μόνης φύσεώς ἐστιν ἔργον ἡ φωνή, καθάπερ τὸ ὁρᾶν καὶ τὸ ἀκούειν (φύσει γάρ ἐσμεν φωνητικοί), λόγος δὲ καὶ ἀπόφανσις καὶ τὰ ταύτης εἴδη, κατάφασις καὶ ἀπόφασις, φωναὶ μέν τινές εἰσιν, ἀλλὰ προσλαβοῦσαι τὸ ἀπὸ τῆς ἡμετέρας ἐννοίας εἰδοποιεῖσθαι καὶ τοίως ἢ τοίως προφέρεσθαι. διὸ καὶ ἰδία τις ἀπονενέμηται αὐτοῖς πραγματεία παρὰ τὰς φυσικάς, ἡ λογικὴ κεκλημένη, ὥστε μηδὲ ἁπλῶς εἶναι τὴν φωνὴν τοῦ λόγου, ὥσπερ τινὲς ὑπολαμβάνουσι, γένος· οὐ γὰρ οἷόν τε ἦν τοῦ γένους φύσει ὄντος τὸ εἶδος μὴ εἶναι φύσει, ἀλλ’ εἴπερ ἄρα, τῆς κατὰ τὸν λόγον φωνῆς τὴν ἁπλῶς φωνὴν ῥητέον γένος εἶναι, πρὸς μέντοι τὸν λόγον αὐτὸν ἐν ὕλης τάξει παραλαμβάνεσθαι τὴν φωνὴν ἐροῦμεν, ὅπερ καὶ αὐτὸς ὁ Ἀριστοτέλης ἐν τῷ πέμπτῳ τῶν Περὶ γενέσεως ζῴων ἀποφαίνεται τὰς κατὰ τὴν φωνὴν διαφορὰς τῶν ζῴων ἐπισκεπτόμενος, ἀλλ’ οὐ γένος αὐτοῦ τυγχάνειν, ὡς διὰ τῶν ἑξῆς ἔσται σαφέστερον. τὸν δέ γε ζητοῦντα, τί οὖν τοῦ λόγου τὸ γένος, ἀναμιμνήσκεσθαι χρὴ τῆς ἐν ταῖς Κατηγορίαις παραδεδομένης τοῦ ποσοῦ διαιρέσεως. Προσεκτέον δὲ ὡς ἐν τοῖς τέτταρσι τοῖς ἀπηριθμημένοις ἀπὸ τῶν καταδεεστέρων τὴν ἀρχὴν ποιησάμενος ὁ Ἀριστοτέλης ἄνεισιν ἐπὶ τὰ τελειότερα καὶ ἀπὸ τῶν μερικωτέρων ἐπὶ τὰ ὁλικώτερα· τελειότερον γὰρ κατάφασις μὲν ἀποφάσεως ἅτε ὕπαρξιν σημαίνουσα τῆς ἀποφάσεως ἀνυπαρξίαν δηλούσης, τῆς δὲ καταφάσεως ἡ ἀπόφανσις ἅτε γένος αὐτῆς, ὡς ἐλέγομεν, τυγχάνουσα, τῆς δὲ ἀποφάνσεως ὁ λόγος, ἐπείπερ ἕν ἐστι τῶν πέντε εἰδῶν τοῦ λόγου τὸ ἀποφαντικόν. |
| 17 | καὶ ἔστιν ἡ τάξις τῆς εἰρημένης ἀπαριθμήσεως πρὸς ἡμᾶς τοὺς ἀπὸ τῶν χειρόνων ἐπὶ τὰ κρείττονα καὶ ἀπὸ τῶν μερικωτέρων ἐπὶ τὰ ὁλικώτερα μεταβαίνειν πεφυκότας διὰ τὴν ἀπὸ τοῦ ἀτελοῦς τῆς γνώσεως ἡμῶν ἐπὶ τὸ τελειότερον προκοπήν. ἐν μέντοι τῇ περὶ αὐτῶν διδασκαλίᾳ ὥσπερ ἀνάπαλιν ὁδεύσει κατὰ τὴν φυσικὴν τῶν πραγμάτων τάξιν, τὰ μὲν γένη τῶν εἰδῶν προτιθεὶς τὰ δὲ τελειότερα τῶν ἀτελεστέρων. διὸ καὶ τὸν προειρημένον αὐτὰ τρόπον ἀπηριθμήσατο, τὸ τέλος τῆς ἀπαριθμήσεως ἀρχὴν ποιήσασθαι βουλόμενος τῆς διδασκαλίας. Ἔστι μὲν οὖν τὰ ἐν τῇ φωνῇ τῶν ἐν τῇ ψυχῇ παθημάτων σύμβολ α , καὶ τὰ γραφόμενα τῶν ἐν τῇ φων ῇ . καὶ ὥσπερ οὐδὲ γράμματα πᾶσι τὰ αὐτ ά , οὕτως οὐδὲ φωναὶ αἱ αὐτα ί · ὧν μέντοι ταῦτα σημεῖα πρώτω ς , ταὐτὰ πᾶσι παθήματα τῆς ψυχῆ ς , καὶ ὧν ταῦτα ὁμοιώματ α , πράγματα ἤδη ταὐτ ά . περὶ μὲν οὖν τούτων εἴρηται ἐν τοῖς Περὶ ψυχῆ ς · ἄλλης γὰρ πραγματεία ς . Ἦν μὲν ἀκόλουθον κατὰ τὰ ἐπηγγελμένα τοὺς ὁρισμοὺς ἑξῆς ἀποδοῦναι τοῦ ὀνόματος καὶ τοῦ ῥήματος, ἀλλ’ ἐπεὶ οὐ πᾶσα λέξις ὄνομα ἢ ῥῆμα (ἡ γὰρ ἄσημος οἷον βλίτυρι καὶ σκινδαψὸς οὐδέτερον τούτων) καὶ διαφέρουσι τὰ ὀνόματα καὶ τὰ ῥήματα τῶν ἀσήμων φωνῶν κατὰ τὸ σημαντικά τινων εἶναι, πρότερον ἡμᾶς ὁ Ἀριστοτέλης διδάσκει διὰ τούτων, τίνα ἐστὶ τὰ προηγουμένως καὶ προσεχῶς ὑπ’ αὐτῶν σημαινόμενα, καὶ ὅτι τὰ νοήματα, διὰ δὲ τούτων μέσων τὰ πράγματα, καὶ οὐδὲν ἕτερον δεῖ παρὰ ταῦτα ἐπινοεῖν μέσον τοῦ τε νοήματος καὶ τοῦ πράγματος, ὅπερ οἱ ἀπὸ τῆς Στοᾶς ὑποτιθέμενοι λεκτὸν ἠξίουν ὀνομάζειν. ταῦτά τε οὖν παραδοθήσεται διὰ τῶν νυνὶ λεγομένων καὶ προηγουμένως ἐν τίσι τῶν ὁπωσοῦν ὄντων χρὴ ζητεῖν τὴν ἀλήθειαν καὶ τὸ ψεῦδος. ὑπὲρ ὧν νῦν ἡμῖν ἡ σκέψις, πότερον ἐν τοῖς πράγμασιν ἢ ἐν τοῖς νοήμασιν ἢ ἐν ταῖς φωναῖς ἢ ἐν δύο τισὶ τούτων ἢ καὶ ἐν πᾶσι, καὶ εἰ ἐν φωναῖς, ποίαις ταύταις, πότερον τοῖς ὀνόμασι καὶ τοῖς ῥήμασιν ἢ τοῖς ἐκ τούτων συγκειμένοις λόγοις. |
| 18 | καὶ διορισθήσεται ὅτι τὰ μὲν ὀνόματα καὶ τὰ ῥήματα φωναί εἰσιν ἁπλαῖ μήτε ἀλήθειαν μήτε ψεῦδος σημαίνουσαι, ὡς καὶ ἐν τοῖς προοιμίοις εἴρηται τῶν Κατηγοριῶν. περὶ δὲ τὸν ἐκ τῆς συμπλοκῆς αὐτῶν ἀποτελούμενον ἀποφαντικὸν λόγον θεωρεῖται τό τε ἀληθὲς καὶ τὸ ψεῦδος, καὶ ὡς πρὸ τῶν φωνῶν περὶ τὰ νοήματα θεωρεῖται ταῦτα ὡς αἴτια τῶν φωνῶν ὄντα· καὶ γὰρ τούτων τὰ μέν ἐστιν ἁπλᾶ τὰ ὑπὸ τῶν ἁπλῶν σημαινόμενα φωνῶν οὐδεμίαν οὔτε ἀλήθειαν οὔτε ψεῦδος ἐπιδεχόμενα, τὰ δὲ σύνθετα τὰ περὶ τῶν συνθέτων πραγμάτων καὶ ὑπὸ τῶν συμπεπλεγμένων δηλούμενα φωνῶν δεκτικὰ ὄντα ψεύδους τε καὶ ἀληθείας. ἐν δέ γε αὐτοῖς καθ’ αὑτὰ τοῖς πράγμασιν οὐκ ἄν τις ἔτι ταῦτα οὐδὲ τοῖς συνθέτοις ἐπινοήσειε. καὶ δῆλον ὅτι εἰκότως ἐν τούτοις ὁ Ἀριστοτέλης, πρὶν ἀποδοῦναι τοῦ ὀνόματος καὶ τοῦ ῥήματος τοὺς ὁρισμούς, περὶ τούτων διορίζεται· καὶ γὰρ ἔδει τὸν περὶ ψεύδους τε καὶ ἀληθείας ἐν τούτῳ πρῶτον τῷ βιβλίῳ θεωρῆσαι προθέμενον παραδοῦναι ἡμῖν ἐκ προοιμίων τά τε δεκτικὰ τούτων ἑκατέρου καὶ τὰ μηδέτερον αὐτῶν δέχεσθαι πεφυκότα, καὶ ὑπομνήσαντα ὅτι τὸ μὲν ἐν ταῖς συνθέτοις θεωρεῖται φωναῖς τὸ δὲ ἐν ταῖς ἁπλαῖς, ἐπὶ τούτῳ διελεῖν τὰς μὲν ἁπλᾶς φωνὰς καὶ ἀνεπιδέκτους ἢ ψεύδους ἢ ἀληθείας εἰς τὸ ὄνομα καὶ τὸ ῥῆμα, τὰς δὲ συνθέτους ἐκ τούτων καὶ πάντως ἢ ἀληθευούσας ἢ ψευδομένας (ταὐτὸν δὲ εἰπεῖν, τὰς κατὰ τὸν ἀποφαντικὸν λόγον) εἰς τὰ οἰκεῖα πάλιν εἴδη, τήν τε κατάφασιν καὶ τὴν ἀπόφασιν. Τούτων οὕτως ἐχόντων διαρθροῦντες ἡμεῖς τὰ ὑπὸ τοῦ φιλοσόφου παραδιδόμενα λέγομεν ὅτι τέτταρα ταῦτα παραλαμβάνει διὰ τούτων ὡς χρήσιμα πρὸς τὴν προκειμένην θεωρίαν, πράγματά τε καὶ νοήματα καὶ ἔτι φωνὰς καὶ γράμματα. ἐν οἷς πρώτην μὲν ἔχει τάξιν τὰ πράγματα δευτέραν δὲ τὰ νοήματα τρίτην αἱ φωναὶ καὶ τελευταίαν τὰ γράμματα· τὰ μὲν γὰρ νοήματα τέλος ἔχει τὴν τῶν πραγμάτων κατάληψιν, καὶ τότε ὄντως νοήματά ἐστιν, ὅταν αὐτοῖς ὥσπερ ἐφαρμοσθῇ τοῖς πράγμασιν· εἰκόνες γάρ εἰσιν ἐν τῇ ψυχῇ τῶν πραγμάτων. αἱ δὲ φωναὶ τῶν νοημάτων εἰσὶν ἐξαγγελτικαὶ καὶ διὰ τοῦτο δέδονται ἡμῖν ὑπὸ τῆς φύσεως πρὸς τὸ δι’ αὐτῶν σημαίνειν ἡμᾶς τὰς ἐννοίας τῆς ψυχῆς, ἵνα καὶ δυνώμεθα κοινωνεῖν ἀλλήλοις καὶ συμπολιτεύεσθαι· κοινωνικὸν γὰρ ζῷον ὁ ἄνθρωπος· διόπερ οἱ μὴ κεχρημένοι ταῖς αὐταῖς φωναῖς οὐδὲ κοινωνοῦσι πολιτείας ἀλλήλοις ὡς μὴ γινώσκοντες τὰς ἀλλήλων ἐννοίας. τὰ δὲ γράμματα τέλος ἔχει τὸ διαφυλάττειν τὴν μνήμην τῶν φωνῶν. |
| 19 | τούτων δὲ τῶν τεττάρων τὰ μὲν δύο φύσει εἶναί φησιν ὁ Ἀριστοτέλης, τὰ δὲ δύο θέσει· φύσει μὲν τά τε πράγματα καὶ τὰ νοήματα, θέσει δὲ τάς τε φωνὰς καὶ τὰ γράμματα. διακρίνει δὲ τὰ φύσει τῶν θέσει κανόνι τοιούτῳ χρώμενος· τὰ παρὰ πᾶσι, φησί, τὰ αὐτὰ ὄντα ταῦτά ἐστι φύσει, τὰ δὲ μὴ παρὰ πᾶσι τὰ αὐτὰ ὄντα ταῦτα οὐ φύσει εἰσὶν ἀλλὰ θέσει. καὶ τοῦτο εἰκότως· μία γὰρ οὖσα ἡ τοῦ παντὸς φύσις ὅμοια δηλονότι πανταχοῦ ποιεῖ τὰ κατὰ τὸ αὐτὸ εἶδος εἶναι λεγόμενα· εἰ δέ τινα παρ’ ἄλλοις καὶ ἄλλοις διάφορα εἴη, ταῦτα οὐκ ἂν εἴη φύσεως δημιουργήματα. ἐπεὶ οὖν τὰ μὲν πράγματα καὶ τὰ νοήματα παρὰ πᾶσίν ἐστι τὰ αὐτά (πανταχοῦ γὰρ τὸ αὐτὸ ἀνθρώπου εἶδος καὶ ἵππου καὶ λέοντος, καὶ νόημα ὡσαύτως τὸ αὐτὸ παρὰ πᾶσι περί τε ἀνθρώπου καὶ λίθου καὶ τῶν ἄλλων πραγμάτων ἑκάστου), φωναὶ δὲ καὶ γράμματα οὐ παρὰ πᾶσι τὰ αὐτά (φωναῖς τε γὰρ ἄλλαις μὲν Ἕλληνες, ἄλλαις δὲ Φοίνικες, Αἰγύπτιοι δὲ ἄλλαις χρῶνται· “ἄλλη γὰρ ἄλλων γλῶσσα” φησὶν ἡ ποίησις· καὶ γράφουσι πάλιν δι’ ἄλλων καὶ ἄλλων γραμμάτων ἕκαστοι τὰς ἑαυτῶν φωνάς), διὰ τοῦτο τὰ μὲν πράγματα καὶ τὰ νοήματα φύσει εἶναι διισχυρίζεται, τὰς δέ γε φωνὰς καὶ τὰ γράμματα θέσει, καὶ οὐ φύσει. καὶ δῆλον ὅτι μᾶλλον τῶν φωνῶν περὶ τὰ γράμματα τὸ θέσει θεωρηθήσεται. διὸ καὶ ὅλως ἠξίωται μνήμης ὡς ἔχοντά τινα πρὸς τὰς φωνὰς οἰκειότητα, οὐ μόνον τῷ πρὸς τὴν μνήμην αὐτῶν συμβάλλεσθαι, ἀλλὰ καὶ ὡς ἐναργὲς ἔχοντα τὸ θέσει καὶ δυνάμενα δι’ ἑαυτῶν σαφέστερον ἡμᾶς ἐπιστῆσαι τῷ θέσει εἶναι τὰς φωνάς, ὅπερ οὐκ ἔστιν ὁμοίως γνώριμον τῷ θέσει τὰ γράμματα εἶναι (περὶ γοῦν τῶν φωνῶν ζητεῖν ἠξίωσαν οἱ παλαιότεροι, πότερον φύσει εἶναι αὐτὰς ἢ θέσει ῥητέον, καὶ ἦν ἐν τούτοις προσῆκον διορισθῆναι, πότερος αὐταῖς τούτων τῶν τρόπων τῆς ὑποστάσεως ἁρμόσει, καὶ τούτῳ χρήσασθαι πρὸς τοὺς ὁρισμοὺς τοῦ τε ὀνόματος καὶ τοῦ ῥήματος καὶ τοῦ ἐξ αὐτῶν συγκειμένου λόγου· περὶ δὲ τῶν γραμμάτων οὐδεμία παρ’ αὐτοῖς γέγονεν ἀμφισβήτησις), ἐπεὶ ὅτι ἄλλως οὐδεμίαν ἡμῖν χρείαν παρέξει πρὸς τὴν θεωρίαν τῶν προκειμένων, αὐτὸς ἐφεξῆς δηλώσει, τὰ μὲν γράμματα παραλιπὼν μόνα δὲ τὰ πράγματα καὶ τὰ νοήματα καὶ τὰς φωνὰς θεωρῶν ὡς ποτὲ μὲν ἁπλᾶ ποτὲ δὲ σύνθετα. τούτων οὖν τὰ μὲν νοήματα ὁμοιώματα καλεῖ τῶν πραγμάτων, τὰς δὲ φωνὰς οὐκ ἀξιοῖ καλεῖν ὁμοιώματα τῶν νοημάτων, ἀλλὰ σύμβολα καὶ σημεῖα, καὶ τὰ γράμματα τῶν φωνῶν ὡσαύτως. Διαφέρει δὲ τὸ ὁμοίωμα τοῦ συμβόλου, καθόσον τὸ μὲν ὁμοίωμα τὴν φύσιν αὐτὴν τοῦ πράγματος κατὰ τὸ δυνατὸν ἀπεικονίζεσθαι βούλεται, καὶ οὐκ ἔστιν ἐφ’ ἡμῖν αὐτὸ μεταπλάσαι (τὸ γὰρ ἐν τῇ εἰκόνι γεγραμμένον τοῦ Σωκράτους ὁμοίωμα εἰ μὴ καὶ τὸ φαλακρὸν καὶ τὸ σιμὸν καὶ τὸ ἐξόφθαλμον ἔχοι τοῦ Σωκράτους, οὐκέτ’ ἂν αὐτοῦ λέγοιτο εἶναι ὁμοίωμα), τὸ δέ γε σύμβολον ἤτοι σημεῖον (ἀμφοτέρως γὰρ αὐτὸ ὁ φιλόσοφος ὀνομάζει) τὸ ὅλον ἐφ’ ἡμῖν ἔχει, ἅτε καὶ ἐκ μόνης ὑφιστάμενον τῆς ἡμετέρας ἐπινοίας· οἷον τοῦ πότε δεῖ συμβάλλειν ἀλλήλοις τοὺς πολεμοῦντας δύναται σύμβολον εἶναι καὶ σάλπιγγος ἀπήχησις καὶ λαμπάδος ῥῖψις, καθάπερ φησὶν Εὐριπίδης ἐπεὶ δ’ ἀφείθη πυρσὸς ὣς Τυρσηνικῆς σάλπιγγος ἠχή, σῆμα φοινίου μάχης. |
| 20 | δύναται δέ τις ὑποθέσθαι καὶ δόρατος ἀνάτασιν καὶ βέλους ἄφεσιν καὶ ἄλλα μυρία. ἐπεὶ οὖν τὰς μὲν αὐτὰς φωνὰς δυνατὸν δι’ ἄλλων καὶ ἄλλων ἀπογράφεσθαι γραμμάτων, ὡς αἱ τῶν ἰδιογράφων λεγομένων χαρακτήρων ἐπίνοιαι δηλοῦσι, καὶ τὰ αὐτὰ νοήματα δι’ ἄλλων καὶ ἄλλων ἐξαγγέλλειν φωνῶν, ὡς σημαίνει τὸ τῶν διαλέκτων πλῆθος καὶ κατὰ τὴν αὐτὴν διάλεκτον ἡ τῶν ὀνομάτων μετάθεσις (τὸν γὰρ Ἀριστοκλέα ἔδοξε τοῖς παλαιοῖς καλέσαι Πλάτωνα καὶ τὸν Τύρταμον Θεόφραστον), τὸ μέντοι ἓν καὶ ταὐτὸν πρᾶγμα δι’ ἄλλων καὶ ἄλλων νοημάτων ἐπινοεῖν ἀδύνατον, ἀλλ’ ἀνάγκη τῶν νοημάτων ἕκαστον εἰκόνα εἶναι τοῦ πράγματος, οὗ ἂν ᾖ νόημα, ὥσπερ ἐν πίνακι τῇ ψυχῇ γεγραμμένον, εἴπερ ἐστὶ τὸ νοεῖν οὐδὲν ἕτερον ἢ τὸ δέξασθαι τὸ εἶδος τοῦ νοουμένου ἤτοι πρόχειρον ποιῆσαι· διὰ τοῦτο καλεῖ τὰ μὲν νοήματα τῶν πραγμάτων ὁμοιώματα, τὰ δέ γε ὀνόματα καὶ τὰ ῥήματα τῶν νοημάτων καὶ τὰ γράμματα τῶν ὀνομάτων καὶ ῥημάτων σύμβολα καὶ σημεῖα. τούτων δὴ τῶν τεττάρων, λέγω δὴ πραγμάτων νοημάτων φωνῶν γραμμάτων, χαίρειν ἐάσας τὰ γράμματα ὡς οὐδὲν ἀναγκαῖον ἔχοντα πρὸς τὴν προσεχῆ τῶν πραγμάτων ὑφήγησιν, ἃ προηγουμένως ὁ φιλόσοφος βούλεται θεωρεῖν, περὶ νοημάτων σκοπεῖ, δι’ ὧν ταῦτα γινώσκομεν, καὶ περὶ φωνῶν διορίζεται, ὧν χωρὶς ἀδύνατον μάθησιν ἢ διδασκαλίαν γενέσθαι. Διὰ ταῦτα οὖν τὰ γράμματα παραλιπὼν ὁ Ἀριστοτέλης τὰ πράγματα παραλαμβάνει καὶ τὰ νοήματα καὶ ἔτι τὰς φωνάς, καί φησιν ἕκαστον τούτων ὁτὲ μὲν ἁπλοῦν θεωρεῖσθαι, ὁτὲ δὲ σύνθετον· οἷον πρᾶγμα ἁπλοῦν ‘ὁ Σωκράτησ‘, πρᾶγμα δὲ σύνθετον ‘ὁ τρέχων Σωκράτησ‘ (προσείληφε γὰρ ἐνταῦθα ἡ τοῦ Σωκράτους οὐσία τὴν κατὰ τὸ τρέχειν ἐνέργειαν), καὶ νόημα ὡσαύτως σύνθετον τὸ περὶ τοῦ τρέχοντος Σωκράτους, καὶ φωνὴ σύνθετος ᾗ λέγομεν ‘Σωκράτης τρέχει‘. |
| 21 | καὶ τῶν συνθέτων δηλονότι νοημάτων τε καὶ φωνῶν ἐκ τῆς τῶν ἁπλῶν συνδρομῆς ἀποτελουμένων, ἡ οὖν ἀλήθεια, φησί, καὶ τὸ ψεῦδος ἐν οὐδενὶ τῶν ἁπλῶν θεωρηθήσεται, περὶ μόνα δὲ τὰ σύνθετα νοήματα καὶ τὰς συνθέτους φωνὰς ὑφίσταται· περὶ πράγματα γὰρ οὐδὲ σύνθετα ὑποσταίη ἂν ἀληθές τι, οἷον νῦν ζητοῦμεν, ἢ ψεῦδος, διότι ἐν σχέσει τινὶ τῶν νοημάτων ἢ τῶν φωνῶν τῇ πρὸς τὰ πράγματα τὸ τοιοῦτον ἀληθὲς ἀποτελεῖται καὶ τὸ ψεῦδος· ὅταν μὲν γὰρ οἷον ἐφαρμόσῃ τὰ νοήματα τοῖς πράγμασιν ἢ αἱ φωναὶ συνᾴδωσι τῇ τῶν πραγμάτων ὑποστάσει, τὸ ἀληθὲς τότε περὶ ἑκάτερον αὐτῶν ὑφίστασθαί φαμεν, ὅταν δὲ μὴ οὕτως ἔχωσι, τὸ ψεῦδος· οἷον βαδίζοντος Σωκράτους εἰ μὲν καὶ ἡμεῖς ἢ νοοῖμεν ἢ λέγοιμεν ὅτι βαδίζει, τό τε νόημα ἀληθὲς καὶ ἡ ἀπόφανσις, εἰ δὲ μὴ βαδίζειν τὸν βαδίζοντα ἢ δοξάζοιμεν ἢ λέγοιμεν, ψεύδεσθαι ἀνάγκη. αὐτὰ δὲ καθ’ αὑτὰ τὰ πράγματα οὔτε ἀληθῆ λέγοιτο ἂν οὔτε ψευδῆ, κατὰ δὲ τὴν θεωρουμένην ἐν ταῖς γνώσεσιν ἀλήθειαν· καὶ γὰρ λέγειν εἰώθαμεν ἀληθῶς μὲν ἄνθρωπον εἶναι τὸν Σωκράτην, ψευδῶς δὲ τὸν ἀνδριάντα τοῦ Σωκράτους, οὐδὲν ἕτερον διὰ τούτου σημαίνοντες ἢ ὅτι τῆς μὲν τοῦ Σωκράτους ἐννοίας ὁ τοῦ ἀνθρώπου λόγος ἀληθῶς κατηγορεῖται, τοῦ δὲ ἀνδριάντος οὐκέτι. τὸ δὲ κατηγορεῖσθαι αὐτὸ καὶ τὸ ὑποκεῖσθαι πρὸς κατηγορίαν τοῖς μὲν πράγμασιν οὐδαμῶς προσήκει, τοῖς δὲ νοήμασι πρώτως καὶ διὰ ταῦτα ταῖς φωναῖς, ὥστε καὶ περὶ ἀληθείας καὶ ψεύδους τῶν τοιούτων ὁ αὐτὸς ἁρμόσει λόγος, ἐπεὶ κατ’ ἄλλον τρόπον καὶ ἐν τοῖς πράγμασιν αὐτοῖς καθ’ αὑτὰ καὶ ἐν ἡδοναῖς μέντοι φήσομεν εἶναι τό τε ἀληθὲς καὶ τὸ ψεῦδος· οὐ γὰρ ὁμοίως ὄντα τά τε πάντῃ χωριστὰ τῆς ὕλης εἴδη καὶ ὡς ῥηθήσεται περὶ αὐτῶν ἐν τοῖς ἑξῆς ἄνευ δυνάμεως ἐνέργειαι ὄντα καὶ τὰ δεόμενα τῆς ὕλης πρὸς τὴν οἰκείαν ὑπόστασιν καὶ αὐτὴ ἡ πάντῃ ἀνείδεος καὶ ὑποστάθμη δικαίως προσαγορευομένη τῶν πραγμάτων ὕλη καὶ αἱ τῶν ὁρωμένων ἐν τοῖς κατόπτροις ἐμφάσεις, ἀλλὰ τὰ μὲν ἀληθῶς ὄντα τὰ δὲ οὐκ ἀληθῶς τὰ δὲ καὶ ψευδῶς, οὐδὲ ὁμοίως ἡδονὴ ἀληθὴς ἥ τε ταῖς νοεραῖς καὶ ἡ ταῖς ἀκολάστοις ἐνεργείαις καὶ ἡ ταῖς ψευδέσι παρεπομένη φαντασίαις. ἀλλ’ οὐδὲν ταῦτα πρὸς τὴν πρόθεσιν τῆς προκειμένης πραγματείας, διότι περὶ μόνης τῆς ἐν ταῖς λεκτικαῖς διαθέσεσι θεωρουμένης ἀληθείας ἐν τούτοις ὁ λόγος. |
| 22 | Τοσαῦτα μὲν οὖν περὶ τῆς ὅλης τῶν λεγομένων ἐννοίας ἔχομεν γράφειν. ἄνωθεν δὲ πάλιν τοῖς διὰ τοῦ ῥητοῦ λεγομένοις παρακολουθοῦντες καὶ ἐφιστάνοντες τοῖς ἐπιστάσεως ἀξίοις λέγομεν πρῶτον μὲν ὡς οὔτε ἀπὸ τῶν πραγμάτων οὔτε ἀπὸ τῶν νοημάτων ἤρξατο τῆς περὶ τούτων διδασκαλίας, ἀλλ’ ἀπὸ τῶν φωνῶν, ὡς προκείμενον τοῦτο ἔχων ἐν τῇδε τῇ πραγματείᾳ τὸ ἐπισκέψασθαι τὰς κατὰ τὸν ἀποφαντικὸν λόγον κατηγορικὰς φωνάς, ἔπειτα ὅτι οὐκ εἶπεν ‘εἰσὶ μὲν οὖν αἱ φωναὶ τῶν ἐν τῇ ψυχῇ παθημάτων, τοῦτ’ ἔστι τῶν νοημάτων, σύμβολα‘, ἀλλὰ τὰ ἐν τῇ φων ῇ , συνεχῆ ποιῶν τὴν ὅλην περὶ ὀνομάτων καὶ ῥημάτων διδασκαλίαν· εἰπὼν γὰρ ἐξ ἀρχῆς ὅτι δεῖ θέσθαι τί ὄνομα καὶ τί ῥῆμ α , ἐπεὶ ταῦτά τε καὶ ὁ ἐξ αὐτῶν συγκείμενος λόγος τριχῶς θεωρεῖται, ἢ ἐν τῇ ψυχῇ κατὰ τὰ ἁπλᾶ νοήματα καὶ τὸν ἐνδιάθετον καλούμενον λόγον ἢ ἐν αὐτῷ τῷ ἐκφωνεῖσθαι ἢ ἐν τῷ γράφεσθαι (λέγομεν γὰρ καὶ τῶν γεγραμμένων τὸ μὲν εἶναι ὄνομα τὸ δὲ ῥῆμα τὸ δὲ λόγον), ἐπεὶ τοίνυν τριχῶς, ὅπερ ἐλέγομεν, θεωρεῖται τὰ ὀνόματα καὶ τὰ ῥήματα, ἃ ἔφη δεῖν θέσθαι ἢ ἐν τῷ νοεῖσθαι ἢ ἐν τῷ λέγεσθαι ἢ ἐν τῷ γράφεσθαι, διὰ τοῦτο οὕτως εἶπε τὰ ἐν τῇ φωνῇ σύμβολα εἶναι τῶν ἐν τῇ ψυχῇ νοημάτων, ἃ παθήματα αὐτῆς εἶναί φησι διὰ τὴν εἰρημένην κατ’ ἀρχὰς αἰτίαν, καὶ τὰ γραφόμενα τῶν ἐν τῇ φωνῇ σύμβολα εἶναι πάλιν. ἢ οὖν τούτου χάριν οὕτω προήγαγε τὸν λόγον τὰ ἐν τῇ φωνῇ εἰπών, ἢ μᾶλλον τοῦ ἐνδείξασθαι ὡς ἄλλο ἐστὶ φωνὴν εἰπεῖν καὶ ἄλλο ὄνομα ἢ ῥῆμα, καὶ ὡς τὸ σύμβολον εἶναι καὶ ὅλως τὸ θέσει οὐ τῇ φωνῇ ἁπλῶς προσήκει, ἀλλ’ ὀνόματι καὶ ῥήματι· φύσει γὰρ ἡμῖν ὑπάρχει τὸ φωνεῖν, καθάπερ τὸ ὁρᾶν καὶ τὸ ἀκούειν, τὰ μέντοι ὀνόματα καὶ τὰ ῥήματα ἐκ τῆς ἡμετέρας ἐπινοίας ἔχει τὴν γένεσιν ὕλῃ κεχρημένα τῇ φωνῇ· καθάπερ γὰρ ἡ θύρα λέγεται μὲν εἶναι ξύλον καὶ τὸ νόμισμα χαλκὸς ἢ χρυσὸς (οὕτω δὲ λέγονται ὡς ἐκ τούτων ἔχοντα τὴν γένεσιν, φυσικῶν ὄντων πραγμάτων, αὐτὰ κατὰ τοὺς ἐπιτεθέντας τοῖς ὑποκειμένοις χαρακτῆρας καὶ τὰ σχήματα τὸ εἶναι ἔχοντα· ὅταν γὰρ τὰ ξύλα τοίως ἢ τοίως συντεθῇ, τότε λέγομεν γεγονέναι θύραν ἢ θρόνον, ἄλλως δὲ οὔ, καὶ ὅταν ὁ χρυσὸς τοιούσδε δέξηται τύπους, τότε γίνεται νόμισμα), τὸν αὐτὸν καὶ ἐνταῦθα τρόπον οὐχ ἁπλῶς φωναὶ τὰ ὀνόματα καὶ τὰ ῥήματα, ἀλλὰ τοιῶσδε μορφωθεῖσαι καὶ διαπλασθεῖσαι ὑπὸ τῆς λεκτικῆς φαντασίας καὶ σύμβολα νομισθεῖσαι τῶν ἐν τῇ ψυχῇ διανοημάτων. |
| 23 | ἴδοι δὲ ἄν τις ὃ λέγομεν ἐναργῶς, ὅτι φύσει μὲν αἱ φωναί, τὰ δὲ ὀνόματα καὶ τὰ ῥήματα κατὰ συνθήκην, ἐπὶ τῶν ἐκ γενετῆς κωφῶν· ὁρῶνται γὰρ οὗτοι φωνὰς μὲν ἀνάρθρους τινὰς ἀφιέντες, οὐ μὴν ὀνόμασιν ἢ ῥήμασι κεχρημένοι. ταῦτα οὖν παριστὰς εἰκότως εἶπε ‘τὰ ἐν τῇ φωνῇ, ὃ ταὐτόν ἐστι τῷ τὰ ὀνόματα καὶ τὰ ῥήματα, φωναὶ ὄντα οὐχ ἁπλῶς ἀλλὰ τοιῶσδε ἔχουσαι καὶ μορφωθεῖσαι, καθὸ καί εἰσι σημαντικαὶ τῶν νοημάτων, θέσει εἰσὶ καὶ διὰ τοῦτο σύμβολα ἂν λέγοιντο τῶν ἐν τῇ ψυχῇ παθημάτων.‘ Ἀλλὰ τὸ ἐφεξῆς τί ποτε βούλεται τὸ μὴ εἰρῆσθαι τὰ στοιχεῖα σύμβολα εἶναι τῶν ἐν τῇ φωνῇ μήτε τὰ γράμματα, ἀλλὰ τὰ γραφόμεν α ; λέγομεν οὖν ὅτι τριχῶς, ὅπερ εἴρηται, τῶν ὀνομάτων καὶ τῶν ῥημάτων λεγομένων, τῶν νοουμένων τῶν ἐκφωνουμένων τῶν γραφομένων, τά τε ἐκφωνούμενα σύμβολα εἶναι τίθεται τῶν νοουμένων καὶ τὰ γραφόμενα τῶν ἐκφωνουμένων. καὶ οὕτω μέν, εἴ τις ὡς περὶ τῶν ὀνομάτων καὶ τῶν ῥημάτων ἐκδέχοιτο τὸ λεγόμενον· εἰ δὲ ἐπὶ πᾶσαν ἁπλῶς λέξιν ἐκτείνεσθαι τὴν θεωρίαν ἀξιοῖ, ῥητέον ὅτι γράμμα καὶ στοιχεῖον λέγεται μὲν καὶ ὁ γραφόμενος ἑκάστου τῶν στοιχείων τύπος, λέγεται δὲ καὶ ἡ ἐκφώνησις, καθ’ ἣν ἕκαστον φθεγγόμεθα. καὶ λέγεται μὲν ἐπ’ ἀμφοτέρων ἑκάτερον τῶν ὀνομάτων, ἀλλὰ τὸ μὲν τοῦ γράμματος ὄνομα προηγουμένως τὸν διὰ ξύσεως ἀποτελούμενον χαρακτῆρα σημαίνει, τὸ δὲ τοῦ στοιχείου τὴν ἐκφώνησιν, “διὰ τὸ ἔχειν στοῖχόν τινα καὶ τάξιν” φησὶν ὁ Διονύσιος. ἀλλ’ ἡ μὲν ἐκφώνησις οὐκ ἂν λέγοιτο σύμβολον εἶναι τοῦ ὀνόματος, ἀλλὰ μέρος, ὁ μέντοι χαρακτὴρ διὰ τὸ τῆς αὐτῆς ἐκφωνήσεως ἄλλος ἐπινοεῖσθαι καὶ ἄλλος εἰκότως ἂν εἶναι σύμβολον λέγοιτο. διὰ τοῦτο οὖν οὔτε στοιχεῖα εἶπεν οὔτε γράμματα, ἐπειδὴ τῶν ὀνομάτων τούτων ἑκάτερον φέρεται καὶ ἐπὶ τῆς ἐκφωνήσεως, τὸ μὲν κυριώτερον τὸ τοῦ στοιχείου, τὸ δὲ κοινότερον τὸ τοῦ γράμματος, ἀλλὰ τὰ γραφόμενα, ἵνα φανερώτερον ᾖ τὸ λεγόμενον τοὺς τύπους τῶν στοιχείων σημαῖνον. Εἶτα τὸν αἰτίαν ἑξῆς ἐπιφέρει τοῦ σύμβολα εἰρῆσθαι τάς τε φωνὰς τῶν νοημάτων καὶ τὰ γράμματα τῶν φωνῶν, καὶ θέσει εἶναι ἄμφω, τάς τε φωνὰς καὶ τὰ γράμματα, τοῦτο δέ ἐστι τὸ μηδέτερα αὐτῶν παρὰ πᾶσιν εἶναι τὰ αὐτά· φησὶ γὰρ καὶ ὥσπερ οὐδὲ γράμματα πᾶσι τὰ αὐτ ά , οὐδὲ φωναὶ αἱ αὐτα ί . καὶ ἅμα διὰ τούτου δῆλον ἐποίησεν ὅτι διὰ τὴν χρείαν τῶν φωνῶν καὶ τὰ γράμματα μνήμης ἠξίωσεν, ὡς προφανέστερον ἔχοντα τὸ θέσει καὶ δηλοῦντα ἡμῖν ὅπως καὶ αἱ φωναὶ κατὰ τὴν πρὸς αὐτὰ ὁμοιότητα λέγοιντο ἂν εἶναι σύμβολα τῶν νοημάτων, ὡς ταῦτα τῶν φωνῶν. |
| 24 | τούτῳ δὲ προστίθησι τὸ περὶ τῶν νοημάτων καὶ τῶν πραγμάτων, ὅτι τούτων ἑκάτερον φύσει διὰ τὸ τὰ αὐτὰ εἶναι παρὰ πᾶσι· λέγει γὰρ ὧν μέντοι ταῦτα σημεῖα πρώτω ς , ταῦτα λέγων τὰ ἐν τῇ φωνῇ, τοῦτ’ ἔστι τά τε ὀνόματα καὶ τὰ ῥήματα, ὧν οὖν πρώτως ταῦτα σημεῖά ἐστι (λέγει δὲ τῶν νοημάτων· σημαίνεται γὰρ ὑπ’ αὐτῶν καὶ τὰ πράγματα, οὐ μέντοι προσεχῶς, ἀλλὰ διὰ μέσων τῶν νοημάτων, τὰ μέντοι νοήματα οὐκέτι δι’ ἄλλων μέσων σημαίνεται, ἀλλὰ πρώτως καὶ προσεχῶς), ὧν τοίνυν πρώτως σημεῖά ἐστι τὰ ἐν τῇ φωνῇ, τοῦτ’ ἔστι σημαντικὰ ὡς σύμβολα ὄντα, ταῦτα νοήματά ἐστι παθήματα ὄντα τῆς ψυχῆς καὶ ὄντα παρὰ πᾶσι τὰ αὐτά, διὸ καὶ φύσει. τὸ οὖν ΤΑΥΤΑ ἐν τῷ ταὐτὰ πᾶσι παθήματα τῆς ψυχῆς ὀξυτόνως ἀναγνωστέον. καὶ ὧν ταῦτ α , φησίν, ὁμοιώματα (ταῦτα δὲ λέγει τὰ παθήματα τῆς ψυχῆς), ὧν οὖν τὰ παθήματα τῆς ψυχῆς ὁμοιώματά ἐστι (τίνων δέ ἐστιν ὁμοιώματα; ἢ δηλονότι τῶν πραγμάτων), ταῦτα πράγματά ἐστι, φησί, παρὰ πᾶσιν ὄντα τὰ αὐτά. διὸ καὶ ἐνταῦθα τὸ ΤΑΥΤΑ ἐν τῷ πράγματα ἤδη ταὐτὰ ὀξυτόνως ἀναγνωστέον, καὶ οὐ προπερισπωμένως, ὥσπερ Ἑρμῖνος, ἵνα τελεία φαίνηται τοῦ Ἀριστοτέλους ἡ διδασκαλία τά τε γράμματα καὶ τὰς φωνὰς ἀπὸ τοῦ μὴ παρὰ πᾶσιν εἶναι τὰ αὐτὰ θέσει εἶναι κατασκευάζουσα, καὶ τὰ νοήματα καὶ τὰ πράγματα φύσει ἀπὸ τοῦ τὰ αὐτὰ εἶναι παρὰ πᾶσιν. Ἀλλ’ ἐπειδὴ ταῦτα διήθρωται, προσθετέον ἑξῆς τοῖς βουλομένοις ἀνάγειν ἑαυτοὺς ἐπὶ τὴν τῶν ὄντων θεωρίαν καὶ τὰς ἐξῃρημένας τούτων περὶ ὧν ὁ λόγος αἰτίας σκοπεῖν, ὅτι τριῶν ὄντων ὑπὲρ τὰς φυσικὰς οὐσίας τῶν ἀρχικῶν διακόσμων, τοῦ τε θείου καὶ τοῦ νοεροῦ καὶ πρὸς τούτοις ἔτι τοῦ ψυχικοῦ, τὰ μὲν πράγματα θεόθεν παράγεσθαί φαμεν, ἀπὸ δὲ τῶν νόων ὑφίστασθαι τὰ νοήματα, καὶ ὑπὸ τῶν ψυχῶν τῶν κατὰ τὸ λογικὸν χαρακτηριζομένων καὶ παντὸς σώματος χωριστὴν οὐσίαν ἐχουσῶν ἀποτελεῖσθαι τὰς φωνάς· νῦν γὰρ ὁ λόγος ἡμῖν οὐ περὶ τῆς τυχούσης φωνῆς, ἀλλὰ περὶ τῆς σημαινούσης τὰ πράγματα διὰ μέσων τῶν νοημάτων κατά τινα συνθήκην καὶ ὁμολογίαν αὐτῆς τε σημαίνεσθαι διὰ γραμμάτων δυναμένης, ταὐτὸν δὲ εἰπεῖν, τῆς ἐνάρθρου καὶ ἀνθρωπίνης καὶ διαλέκτου καλουμένης, ἣν οἱ ἰατροὶ κατὰ τὰ ὄργανα καλῶς διορίζοντες ἀπὸ τῆς ἁπλῶς λεγομένης φωνῆς ἄλλα μὲν εἶναι τὰ φωνητικὰ τῶν ὀργάνων φασίν, ὥσπερ πνεύμονα καὶ τὴν τραχεῖαν ἀρτηρίαν, ὧν ὁ μὲν τὴν ὕλην χορηγεῖ τῆς φωνῆς ἡ δὲ πρὸς τὴν οἷον διαμόρφωσιν αὐτῆς τὴν κατὰ τὸ βαρὺ καὶ ὀξὺ καὶ τὰ παραπλήσια τούτοις συμβάλλεται, ἄλλα δὲ τὰ χρήσιμα πρὸς τὴν διάλεκτον, καθάπερ γλῶτταν καὶ ὑπερῴαν καὶ χείλη καὶ ὀδόντας, ἃ διαφερόντως τῇ ὁρμῇ τῆς λογικῆς ψυχῆς ὑπηρετούμενα τὴν ὡς ἀπὸ ζῴου ἁπλῶς προϊεμένην βαρεῖαν ἢ ὀξεῖαν φωνὴν ὥσπερ τινὰ ὕλην διαμορφοῦσιν εἰς γραμμάτων καὶ συλλαβῶν καὶ ὅλως διαλέκτου γένεσιν, ὑφ’ ἣν καὶ τὸ ἀποφαντικὸν τῶν λόγων ἀνάγεται εἶδος τὸ κατὰ τήνδε ἡμῖν τὴν πραγματείαν προκείμενον. |
| 25 | τῶν δέ γε ἀνάρθρων φωνῶν, ὁποίας εἶναι τὰς τῶν ἀλόγων ζῴων φαμέν, εἴ τις ἐπιζητοίη τὴν αἰτίαν, οὐδὲν μὲν ζητεῖ τοῖς προκειμένοις ἀναγκαῖον, δῆλον δὲ ὅτι προσεχῶς αὐτῶν αἰτιασόμεθα τὰς ἐν αὐτοῖς ἀλόγους ψυχάς, καθ’ ἃς τὸ εἶναι εἰλήχασιν· αὗται γὰρ ταῖς τῶν προσπιπτόντων αἰσθήσεσί τε καὶ φαντασίαις ἑπόμεναι φωνεῖν τε παρασκευάζουσι τὰ ἔχοντα ταύτην τὴν δύναμιν κατὰ τὴν ἑαυτῶν ἕκαστα φύσιν καὶ κινεῖσθαι πάσας ἃς πεφύκασι κινήσεις κατὰ τὰ ἑκάστοτε αὐτοῖς ὑπάρχοντα πάθη. τὸ μέντοι καὶ ταύτας ὑπολαμβάνειν σημαίνεσθαι διὰ γραμμάτων, ὅπερ ἤδη τῶν προσποιουμένων εἶναι γραμματικῶν τινες πεπόνθασι, γελοῖον ἂν εἴη· μιμοῦνται μὲν γὰρ οἱ κωμῳδοποιοὶ τοὺς βατράχους διὰ τοῦ “βρεκεκεκὲξ κοὰξ κοάξ” καὶ τοὺς χοίρους διὰ τοῦ “κοῒ κοΐ” καὶ ἄλλα καὶ ἄλλα τῶν ὀρνέων δι’ ἄλλων καὶ ἄλλων ἐγγραμμάτων φωνῶν, οὐ μὴν αὐτὰς ταύτας ἡγητέον εἶναι τὰς ἐκείνων φωνάς, ἐπεὶ καὶ τὸν τῆς θαλάσσης ἀπήχησιν καὶ τῶν τροχιλίων καὶ πολλῶν ἄλλων ἀψύχων τοὺς ψόφους ἐνάρθρους εἶναι ὁμολογήσομεν, διότι καὶ τούτων ἕκαστα μιμεῖσθαι τολμῶσαν τὴν κωμῳδίαν ὁρῶμεν. εἰ δέ τινα χρὴ καὶ ἐπὶ τῶν στοιχείων ἀνάλογον ταύταις αἰτίαν θεωρεῖν, ὡς μὲν ποιητικὴν οὐδεμίαν αἰτιασόμεθα πλὴν τῆς μερικῆς ψυχῆς, ἧς ἡ ἐπίνοια δίδωσιν αὐτοῖς τὴν γένεσιν, παράδειγμα δὲ αὐτῶν οὐδὲν κωλύει λέγειν τὴν φυσικὴν αὐτῆς ποίησιν ὄγκους καὶ διαστήματα περιτιθεῖσαν ἑκάστῳ τῶν δι’ αὐτῆς ἀποτελουμένων, καθ’ ἃ καὶ τὰ γράμματα τῶν φωνῶν ἐπλεόνασε. Περὶ δὲ τούτων εἰρῆσθαί φησιν ἐν τοῖς Περὶ ψυχῆς, ἐν οἷς τε ἔλεγε “τὰ δὲ πρῶτα νοήματα τί διοίσει τοῦ μὴ φαντάσματα εἶναι; ἢ οὐδὲ τὰ ἄλλα φαντάσματα, ἀλλ’ οὐκ ἄνευ φαντασμάτων” καὶ ἐν οἷς ἠξίου τὴν φαντασίαν παθητικὸν νοῦν ὀνομάζειν. |
| 26 | Ἔστι δὲ ὥσπερ ἐν τῇ ψυχῇ ὁτὲ μὲν νόημα ἄνευ τοῦ ἀληθεύειν ἢ ψεύδεσθαι ὁτὲ δὲ ἤδη ᾧ ἀνάγκη τούτων ὑπάρχειν θάτερο ν , οὕτω καὶ ἐν τῇ φων ῇ · περὶ γὰρ σύνθεσιν καὶ διαίρεσίν ἐστι τό τε ἀληθὲς καὶ τὸ ψεῦδο ς . τὰ μὲν οὖν ὀνόματα αὐτὰ καὶ τὰ ῥήματα ἔοικε τῷ ἄνευ συνθέσεως καὶ διαιρέσεως νοήματ ι , οἷον τὸ ἄνθρωπος ἢ τὸ λευκό ν , ὅταν μὴ προστεθῇ τ ι · οὔτε γὰρ ψεῦδος οὔτε ἀληθές π ω . σημεῖον δ ’ ἐστὶ τοῦδ ε · καὶ γὰρ ὁ τραγέλαφος σημαίνει μέν τ ι , οὔπω δὲ ἀληθὲς ἢ ψεῦδο ς , ἂν μὴ τὸ εἶναι ἢ μὴ εἶναι προστεθ ῇ , ἢ ἁπλῶς ἢ κατὰ χρόνο ν . Τὸ χρήσιμον τῶν ῥηθέντων πρὸς τὴν πρόθεσιν τῆς προκειμένης πραγματείας διὰ τούτων παραδίδωσιν ὁ φιλόσοφος· λέγει γὰρ ὅτι τὸ ἀληθὲς καὶ τὸ ψεῦδος θεωρεῖται μὲν ἔν τε τοῖς νοήμασι καὶ τοῖς ἐν τῇ φωνῇ, οὐ μέντοι τοῖς ἁπλοῖς, ἀλλὰ τοῖς συνθέτοις. καὶ ἅμα τὴν ἀναλογίαν ἡμᾶς διδάσκει τῶν φωνῶν πρὸς τὰ νοήματα, τοῖς μὲν ἁπλοῖς νοήμασιν ἐοικέναι λέγων τὰ ὀνόματα καὶ τὰ ῥήματα καὶ περὶ μηδέτερα τούτων μήτε ἀλήθειαν θεωρεῖσθαι μήτε ψεῦδος, τοῖς δὲ σύνθεσιν ἢ διαίρεσιν ἐπιδεχομένοις νοήμασι τὸν ἐκ τῶν ὀνομάτων καὶ τῶν ῥημάτων ἢ ὡς συντιθεμένων ἢ ὡς διαιρουμένων συμπεφορημένον λόγον, ὧν ἑκατέρῳ ἀνάγκη τούτων θάτερον ὑπάρχειν, ἢ τὸ ἀληθὲς ἢ τὸ ψεῦδος. Ὅτι μὲν οὖν τῶν ἁπλῶν νοημάτων οὐδὲν οὔτε ἀληθείας οὔτε ψεύδους ἐστὶ δεκτικόν, ἐκ τῆς ἐπαγωγῆς φανερόν· ὁ γὰρ προχειριζόμενος ἐν ἑαυτῷ τὸ περὶ τοῦ Σωκράτους νόημα οὔτε ἀληθὲς οὔτε ψεῦδος οὐδὲν ἐνόησεν, ἐὰν μὴ προστεθῇ αὐτῷ τὸ βαδίζειν ἢ ἀναγινώσκειν ἢ εἶναι· τότε γὰρ ἂν μὲν τύχῃ τὸ πρᾶγμα οὕτως ἔχον, ὡς ἡ ἐπίνοια δοξάζει, ἀληθὲς ἔσται τὸ νόημα, εἰ δὲ τοῦ πράγματος ἄλλως ἔχοντος τὸ ἀντικείμενον ἡ ψυχὴ δοξάζει καὶ μὴ βαδίζοντος φέρε τοῦ Σωκράτους ἡμεῖς ἐπινοοῦμεν αὐτὸν βαδίζοντα, ψεύδεσθαι ἀνάγκη. ὁμοίως δὲ τούτοις δῆλον ὅτι καὶ τὰ κατὰ τὴν φωνὴν ἔχει· ὁ γὰρ τὸ ὄνομα τοῦ Σωκράτους μυριάκις φθεγξάμενος οὐδὲν οὔτε ἀληθὲς οὔτε ψεῦδος εἶπεν, οὐδὲ ὁ τὸ ‘βαδίζει‘ ῥῆμα καθ’ ἑαυτὸ λέγων· ὁ μέντοι συντιθεὶς ἄμφω καὶ λέγων ‘Σωκράτης βαδίζει‘ ἢ ἀληθὲς εἶπεν ἢ ψεῦδος. καὶ ὁ ἀναιρῶν μέντοι τὸ βαδίζειν ἀπὸ τοῦ Σωκράτους (ἣν ἀναίρεσιν αὐτὸς διαίρεσιν ἐκάλεσεν ὡς χωρίζουσαν τὸ κατηγορούμενον ἀπὸ τοῦ ὑποκειμένου διὰ τοῦ ἀρνητικοῦ μορίου διαιρετικοῦ τινος ὀργάνου χρείαν ἐν τῷ λόγῳ ποιοῦντος) καὶ λέγων ‘Σωκράτης οὐ βαδίζει‘ λόγον πάλιν εἶπεν ἀληθείας ἢ ψεύδους δεκτικόν. |
| 27 | διόπερ ὁ Ἀριστοτέλης οὕτως εἶπε περὶ γὰρ σύνθεσιν καὶ διαίρεσιν τὸ ἀληθὲς καὶ τὸ ψεῦδο ς , σύνθεσιν μὲν καλῶν τὴν κατάφασιν διαίρεσιν δὲ τὴν ἀπόφασιν, εἴτε ἐν ψυχικαῖς ἐπινοίαις εἴτε ἐν προφορικοῖς λόγοις θεωροῖντο. ἡ μὲν οὖν ἀλήθεια καὶ τὸ ψεῦδος πάντως περὶ σύνθεσιν ἢ διαίρεσιν, οὐ μέντοι πᾶσα σύνθεσις ἢ διαίρεσις θατέρου τούτων ἐστὶ δεκτική· καὶ γὰρ ὁ εὐχόμενος ἢ ἄλλῳ τινὶ λόγῳ παρὰ τὸν ἀποφαντικὸν χρώμενος συντίθησιν ὀνόματά τε καὶ ῥήματα, μηδὲν μήτε ἀληθὲς μήτε ψεῦδος λέγων· ἀλλὰ δεῖ τὴν σύνθεσιν ἢ τὴν διαίρεσιν ὑπαρκτικὴν εἶναι, τοῦτ’ ἔστι δηλωτικὴν τοῦ ἄλλο ἄλλῳ ὑπάρχειν ἢ μὴ ὑπάρχειν, ὅπερ περὶ μόνον τὸν ἀποφαντικὸν λόγον θεωρεῖται. οὐ μὴν οὐδὲ κατὰ τὸν ἀποφαντικὸν λόγον ἡ τυχοῦσα τῶν ὀνομάτων πρὸς τὰ ῥήματα συμπλοκὴ τέλειον ποιήσει λόγον, τοῦτ’ ἔστιν ἀληθῆ ἢ ψευδῆ· ἀμέλει αἱ τοῦ ὀνόματος πτώσεις τῷ ἔστι συμπλεκόμεναι οὐδὲν οὔτε ἀληθὲς οὔτε ψεῦδος σημαίνουσιν, ἀλλ’ ἤτοι ἡ τοῦ ἔστι συμπλοκὴ πρὸς τὰ κατὰ τὴν εὐθεῖαν λεγόμενα ὀνόματα, ἢ ἐν ταῖς πλαγίαις ἡ πρὸς τῷ κατηγορουμένῳ συμφόρησις τῶν ἀρκούντων πρὸς γένεσιν αὐτοτελοῦς λόγου, ὡς ὅταν εἴπωμεν ‘Σωκράτους ἐστὶ τὸ βιβλίον‘. δῆλον οὖν ὅτι τὸ ἀληθὲς καὶ τὸ ψεῦδος περὶ μόνον τὸν ἀποφαντικὸν θεωρηθήσεται λόγον καὶ τὰ τούτου εἴδη, τήν τε κατάφασιν καὶ τὴν ἀπόφασιν, ὑπὲρ ὧν πρόκειται νῦν αὐτῷ πραγματεύσασθαι. ὥστε μάλιστα κατορθοῖ ἡ τοῦ Ἀφροδισιέως ἐξήγησις πρὸς τοῦτο λέγουσα τείνειν τὴν παραδοθεῖσαν τῶν πραγμάτων καὶ τῶν νοημάτων καὶ τῶν φωνῶν θεωρίαν. ταῦτα μὲν οὖν ταύτῃ. Δεῖ δὲ ἐφιστάνειν ὅτι μὴ πᾶσαν ἀλήθειαν ὁ φιλόσοφος περὶ σύνθεσιν ἔχειν ἢ διαίρεσιν ἀποφαίνεται (ποία γὰρ ἂν εἴη σύνθεσις ἢ διαίρεσις ἐπὶ τῆς νοητῆς παρὰ Πλάτωνι καὶ αὐτῷ μέντοι τῷ Ἀριστοτέλει λεγομένης ἀληθείας τῆς κατὰ τὴν ὕπαρξιν τῶν ὄντως ὄντων ἁπλουστάτων ὄντων θεωρουμένης ἢ τῆς κατὰ τὴν νοερὰν αὐτῶν ἀντίληψιν ὑφισταμένης πάσης τε πρὸς τὸ ψεῦδος ἀντιθέσεως ἐξῃρημένης, ὑπὲρ ἧς καὶ αὐτὸς ἔν τε τῇ Θεολογικῇ διείλεκται πραγματείᾳ καὶ ἐν τῷ τρίτῳ βιβλίῳ τῶν Περὶ ψυχῆς;), ἀλλὰ τὴν ἐν ταῖς λεκτικαῖς ὑφισταμένην κινήσεσιν, ἥτις δέδεικται τῶν λεκτῶν πάντων περὶ μόνον τὸν ἀποφαντικὸν λόγον ὑφίστασθαι δυναμένη. |
| 28 | τούτῳ τε οὖν ἐπιστῆσαι χρὴ καὶ ὅτι τὰ ὀνόματα αὐτ ά , τοῦτ’ ἔστι καθ’ ἑαυτά, καὶ τὰ ῥήματα εἰπὼν τοῖς ἁπλοῖς ἐοικέναι νοήμασι, παραδείγματα τούτων παραθέσθαι βουληθεὶς ἐπήγαγεν οἷον ὁ ἄνθρωπος ἢ τὸ λευκό ν , ὅταν μὴ προστεθῇ τ ι , ὡς μὲν ὄνομα τὸ ἄνθρωπος λαβὼν ὡς δὲ ῥῆμα τὸ λευκό ν , καίτοι οὐδὲν ἧττον τοῦ ἄνθρωπος ὄνομα εἶναι δοκοῦν, οὐχὶ κατὰ τὸν εἰωθότα λέγεσθαι περὶ τῶν ῥημάτων διορισμὸν συναριθμῆσαι τὸ λευκὸν τοῖς ῥήμασιν ἀξιώσας, ἀλλὰ κατὰ τὸν πᾶσαν φωνὴν κατηγορούμενον ὅρον ἐν προτάσει ποιοῦσαν ῥῆμα καλεῖσθαι διαταττόμενον· περὶ οὗ σαφέστερον ἐροῦμεν ἐξηγούμενοι τὸν περὶ τοῦ ῥήματος λόγον. Εἰ δέ τις ἀποροίη πῶς ὁ Ἀριστοτέλης εἶπε μηδὲν μήτε τῶν ὀνομάτων μήτε τῶν ῥημάτων ἀληθείας ἢ ψεύδους ὑπάρχειν δεκτικόν, καίτοι σαφέστατα τῶν τοῦ πρώτου παρὰ τοῖς γραμματικοῖς λεγομένου προσώπου ῥημάτων πάντων ἢ ἀλήθειαν ἢ ψεῦδος δηλούντων, ὡς ὅταν εἴπω ‘περιπατῶ‘, καὶ τῶν τοῦ δευτέρου ὡς τοῦ περιπατεῖς, καὶ τῶν τοῦ τρίτου, ὅσα ἐπί τινος ὡρισμένου λέγεται, ὡς τὸ ὕει ἢ βροντᾷ ἢ ἀστράπτει, ῥητέον ὅτι οὐ τὰ ῥήματα αὐτὰ καθ’ ἑαυτά ἐστι τὰ τὴν ἀλήθειαν ἢ τὸ ψεῦδος σημαίνοντα, ἀλλ’ ἡ τῶν τοιούτων ῥημάτων πρὸς τὰ ὀνόματα τῶν προσώπων, ἐφ’ ὧν λέγονται, συμπλοκή· καὶ γὰρ εἰ μὴ κατ’ ἐνέργειαν ἐκεῖνα λέγονται, ἀλλὰ προσυπακούονταί γε τοῖς μὲν τοῦ πρώτου προσώπου τὸ ἐγώ, τοῖς δὲ τοῦ δευτέρου τὸ σύ, τοῖς δὲ τοῦ τρίτου τοῖς ἐπί τινος ὡρισμένου λεγομένοις αὐτὸ ἐκεῖνο τὸ ὡρισμένον, καθ’ οὗ λέγονται, ὡς ἐπὶ τοῦ ὕει βροντᾷ τὸ ὁ Ζεύς, ὥστε καὶ ἐνταῦθα ὁ ὅλος λόγος ἐστὶν ὁ ἐκ τοῦ ῥήματος καὶ τοῦ προσυπακουομένου αὐτῷ ὀνόματος ὁ τὴν ἀλήθειαν ἢ τὸ ψεῦδος δεχόμενος, ‘ἐγὼ περιπατῶ‘ ‘σὺ περιπατεῖσ‘ ‘ὁ Ζεὺς ὕει‘· καὶ διὰ τοῦτο ὅσα τῶν τοῦ τρίτου προσώπου ἐπὶ μηδενὸς λέγεται ὡρισμένου, οὐδὲν οὔτε ψεῦδος οὔτε ἀληθὲς σημαίνει ὡς τὸ περιπατεῖ· μὴ γὰρ ὄντος δήλου περὶ τίνος λέγεται τὸ περιπατεῖ, οὐδὲν ἂν οὔτε ἀληθὲς οὔτε ψεῦδος σημαίνοιτο. ἀλλὰ ταῦτα μὲν φανερά· τὸ δέ γε ὅταν μὴ προστεθῇ τι σημαίνοι ἂν ὡς δέοι πρὸς τὸ γενέσθαι λόγον ἀληθῆ ἢ ψευδῆ προστίθεσθαι ἢ τῷ ὀνόματι ῥῆμα ἢ τῷ ῥήματι ὄνομα· ὅτι γὰρ οὐχ ἡ τυχοῦσα προσθήκη γινομένη τοῖς ὀνόμασιν ἢ τοῖς ῥήμασι τὸν ἀποφαντικὸν ἐργάζεται λόγον, ἐδήλωσε τὸ τραγέλαφος ὄνομα παραθέμενος, ἐν ᾧ προστίθεται μὲν τῷ ἔλαφος ὀνόματι τὸ τράγος, εἰ καὶ μὴ ἅπαν, οὐδὲν δὲ ἀληθὲς οὔτε ψεῦδος ἐκ τούτου γε σημαίνεται. |
| 29 | καὶ ἅμα δεικτικὸν ἂν εἴη τοῦτο ἀπὸ τοῦ μᾶλλον τοῦ μηδὲν τῶν ἁπλῶν ὀνομάτων ἀληθές τι ἢ ψεῦδος σημαίνειν· εἰ γὰρ ἃ μᾶλλον εἰκὸς ἐν τοῖς ὀνόμασι δέχεσθαί τι τούτων μὴ δέχεται (τοιαῦτα δέ ἐστι τὰ σύνθετα, οἷον τὸ τραγέλαφος, κατ’ αὐτὸ τὸ σύνθετα εἶναι τοῖς ὁμολογουμένως δεκτικοῖς οὖσι τούτων λόγοις ἐοικότα), σχολῇ γ’ ἂν τὰ ἁπλᾶ τῶν ὀνομάτων ἀληθές τι ἢ ψεῦδος σημαίνοι, μᾶλλον τῶν συνθέτων διεστῶτα τῶν ἀποφαντικῶν λόγων. τῷ οὖν τραγέλαφος ὀνόματι σημαίνοντί τι ἐν μόνῃ τῇ ἐπινοίᾳ κείμενον νόημα τὸ μὲν μὴ εἶναι προστιθέμενον ἀληθῆ ποιήσει λόγον τὸ δὲ εἶναι ψευδῆ, πρὸ τῆς προσθήκης οὐδέτερον τούτων σημαίνοντι. Τὸ δὲ ἁπλῶς ἢ κατὰ χρόνον τί ποτε βούλεται; λέγω δὴ ὅτι τὸ μὲν ἁπλῶς σημαίνοι ἂν τὸ ἀορίστως, ἁπλῶς οὕτως εἰπεῖν ‘τραγέλαφος ἦν‘ ἢ ‘τραγέλαφος ἔστιν‘ ἢ ‘τραγέλαφος ἔσται‘, τὸ δὲ κατὰ χρόνον τὸ μετὰ προσθήκης τοῦ χρόνου, καθ’ ὃν ἦν ἢ ἔσται, οἷον ‘τραγέλαφος ἦν χθὲς ἢ πέρυσιν ἢ ἔσται αὔριον ἢ εἰς τὸ ἑξῆς ἔτοσ‘. τὸ μὲν οὖν ἁπλῶς ἢ κατὰ χρόνον τοῦτ’ ἂν σημαίνοι. Προσεκτέον δὲ ὅτι τὰ ὀνόματα αὐτὰ καὶ τὰ ῥήματα εἰπὼν ἐοικέναι τῷ ἄνευ συνθέσεως ἢ διαιρέσεως νοήματι οὐδὲν ἔτι ἐπήγαγεν, ὅπερ ἦν ἀκόλουθον περὶ τῶν ἐκ τῶν ὀνομάτων καὶ τῶν ῥημάτων συγκειμένων λόγων ὡς ἐοικότων τοῖς μετὰ συνθέσεως ἢ διαιρέσεως νοήμασιν. οὐ μὴν οὐδὲ παντάπασιν αὐτὸ παραλέλοιπεν, ἀλλ’ ἐνεδείξατο διὰ τοῦ εἰπεῖν ὅταν μὴ προστεθῇ τι· τοῦτο γὰρ αὐτόθεν ἐστὶ δηλωτικὸν τοῦ ὅτι τὰ μετὰ προσθήκης ἀλλήλων λεγόμενα ὀνόματά τε καὶ ῥήματα οὐκέτι τοῖς ἁπλοῖς ἐοίκασι νοήμασιν, ἀλλὰ τοῖς μετὰ συνθέσεως τῶν ἁπλῶν ἢ διαιρέσεως γινομένοις. ἐπεὶ τοίνυν τὰ περὶ τούτων ἀνελλιπῶς ἡμῖν ἐξείργασται, μεταβατέον ἐφεξῆς ἐπὶ τὴν θεωρίαν τοῦ τε ὀνόματος καὶ τοῦ ῥήματος καὶ τῶν ἄλλων, περὶ ὧν ἐκ προοιμίων ὑπέσχετο ἡμᾶς ὁ Ἀριστοτέλης διδάξαι. Ὄνομα μὲν οὖν ἐστι φωνὴ σημαντικὴ κατὰ συνθήκην ἄνευ χρόνο υ , ἧς μηδὲν μέρος σημαντικόν ἐστι κεχωρισμένο ν . Ὅτι μὲν εἰκότως προτετίμηται τὸ ὄνομα τοῦ ῥήματος ἐν τῇ διδασκαλίᾳ, φανερόν· τὰ μὲν γὰρ ὀνόματα τὰς ὑπάρξεις σημαίνουσι τῶν πραγμάτων τὰ δὲ ῥήματα τὰς ἐνεργείας ἢ τὰ πάθη, προηγοῦνται δὲ τῶν ἐνεργειῶν καὶ τῶν παθῶν αἱ ὑπάρξεις. |
| 30 | ἐν δὲ τῷ ἀποδεδομένῳ τοῦ ὀνόματος λόγῳ παρείληπται ἡ μὲν φωνὴ ὕλης ἔχουσα λόγον πρός τε τὸ ὄνομα καὶ τὸ ῥῆμα καὶ τὸν ἐκ τούτων συγκείμενον λόγον ὡς γένος τῆς κατὰ τὸ ὄνομα φωνῆς, πρὸς διάκρισιν τῶν ἁπλῶς ψόφων, οἳ καὶ ἀπὸ ἀψύχων πολλάκις γίνονται σωμάτων· διαφέρει γὰρ ὁ ψόφος τῆς φωνῆς ὡς γένος εἴδους, καὶ ψόφος μέν ἐστι πληγὴ ἀέρος αἰσθητὴ ἀκοῇ, φωνὴ δὲ ψόφος ἐμψύχου γινόμενος ὅταν διὰ τῆς συστολῆς τοῦ θώρακος ἐκθλιβόμενος ἀπὸ τοῦ πνεύμονος ὁ εἰσπνευθεὶς ἀὴρ προσπίπτῃ ἀθρόως τῇ τε τραχείᾳ καλουμένῃ ἀρτηρίᾳ καὶ τῇ ὑπερῴᾳ ἤτοι τῷ γαργαρεῶνι καὶ διὰ τῆς πληγῆς ἀποτελῇ τινα ἦχον αἰσθητὸν κατά τινα ὁρμὴν τῆς ψυχῆς, ὅπερ ἐπὶ τῶν ἐμπνευστῶν παρὰ τοῖς μουσικοῖς καλουμένων ὀργάνων συμβαίνει, οἷον αὐλῶν καὶ συρίγγων, τῆς γλώττης καὶ τῶν ὀδόντων καὶ τῶν χειλέων πρὸς μὲν τὴν διάλεκτον ἀναγκαίων ὄντων, πρὸς δὲ τὴν ἁπλῶς φωνὴν οὐ πάντως συμβαλλομένων. Τὸ δὲ σημαντικὴ καὶ τὰ ἑξῆς ὡς διαφοραὶ τοῦ ὀνόματος πρὸς τὰς ἄλλας φωνὰς παραλαμβάνονται. τὸ μὲν οὖν σημαντικὴ διακρίνει τὸ ὄνομα τῶν ἀσήμων φωνῶν, οἷον βλίτυρι κνάξ· εἰ γὰρ τὸ ὄνομά τινός ἐστι τοῦ ὀνομαζομένου, δῆλον ὅτι αἱ ἄσημοι φωναὶ μὴ ὄντος τοῦ ὀνομαζομένου οὐκ ἂν εἶεν ὀνόματα. τὸ δὲ κατὰ συνθήκην χωρίζει αὐτὸ τῶν φύσει σημαντικῶν φωνῶν. τοιαῦται δέ εἰσιν αἱ τῶν ἀλόγων ζῴων φωναί· ξένου γάρ τινος ἐπιστάντος ὁ κύων ὑλακτήσας ἐσήμανε τὴν τοῦ ξένου παρουσίαν. ἀλλ’ οὐ κατά τινα συνθήκην πρὸς ἀλλήλους καὶ ὁμολογίαν προΐενται τὴν τοιαύτην φωνὴν οἱ κύνες. ἴδοι δὲ ἄν τις καὶ ἐπὶ ἀνθρώπων τοιαύτας φωνάς, ἃς ἐν τοῖς σφοδροῖς πάθεσιν ὄντος φθεγγόμεθα, οἷον στεναγμὸν λέγω καὶ καγχασμὸν καὶ ὅπερ ἐλέγομεν ἐπὶ τῶν ἐκ γενετῆς κωφῶν ἢ τῶν παίδων τῶν ἀδιαρθρώτως φθεγγομένων, πρὶν δύνασθαι παρακολουθεῖν. αἷς ἐοίκασιν αἱ τῶν ἀλόγων ζῴων φωναὶ ποτὲ μὲν θορυβωδῶς ποτὲ δὲ προσηνῶς καὶ μετά τινος γαληνιαίας διαθέσεως ὑπ’ αὐτῶν προαγόμεναι. τῶν οὖν τοιούτων φωνῶν χωρίζει τὸ ὄνομα προστεθὲν τὸ κατὰ συνθήκη ν , ταὐτὸν σημαῖνον τῷ θέσει· συνέθεντο γὰρ πρὸς ἀλλήλους Ἕλληνες μὲν τοῖσδε τοῖς ὀνόμασι τὰ πράγματα καλεῖν, Ἰνδοὶ δὲ ἑτέροις καὶ Αἰγύπτιοι ἄλλοις, καὶ οἱ αὐτοὶ τὰ αὐτὰ ποτὲ μὲν ἄλλοις ποτὲ δὲ ἑτέροις. καὶ εἰσὶ ταῦτα τῶν νοημάτων τῶν ἡμετέρων σημαντικά. στεναγμοὶ δὲ καὶ καγχασμοὶ καὶ αἱ τῶν παιδίων ἢ τῶν ἀλόγων ζῴων φωναὶ νόημα μὲν οὐδὲν σημαίνουσι, πάθη δέ τινα τῆς ψυχῆς καὶ διαθέσεις. |
| 31 | Εἰς δύο γὰρ διχῇ τῆς ἁπλῶς φωνῆς διαιρουμένης, εἴς τε τὴν σημαντικὴν καὶ τὴν ἄσημον καὶ τὴν ἐγγράμματόν τε καὶ ἀγράμματον, ὧν τὴν μὲν ἔναρθρον τὴν δὲ ἄναρθρον καλοῦσι, διότι ἄρθροις ἑνὸς ζῴου διακρίνεσθαι δυναμένοις ἀπ’ ἀλλήλων ἐοίκασιν αἱ συμπληροῦσαι τὴν διάλεκτον συλλαβαὶ κατ’ ἐνέργειαν ἀπ’ ἀλλήλων διακεκριμέναι (καθάπερ τὰ στοιχεῖα, ὧν ἡ ποιὰ σύλληψις ποιεῖ τὰς συλλαβάς, τοῖς φυσικοῖς αὐτοῖς στοιχείοις, ὧν ἡ ποιὰ σύγκρασις ἀποτελεῖ τῶν ἄρθρων ἕκαστον), τέτταρας μὲν συμβαίνει γίνεσθαι κατὰ τὰς συμπλοκὰς τῶν ἁπλῶν συζυγίας, ἐκ δὲ τούτων μίαν εἶναι, ὑφ’ ἣν ἀνάγονται τό τε ὄνομα καὶ τὸ ῥῆμα καὶ οἱ ἐκ τούτων συγκείμενοι λόγοι· συμβήσεται γὰρ τὴν μὲν εἶναι φωνὴν σημαντικὴν καὶ ἐγγράμματον ὡς τὴν ἄνθρωπος, τὴν δὲ σημαντικὴν καὶ ἀγράμματον ὡς τὴν κυνὸς ὑλακήν, τὴν δὲ ἄσημον καὶ ἐγγράμματον ὡς τὸ βλίτυρι, τὴν δὲ ἄσημον καὶ ἀγράμματον ὡς τὸν μάτην καὶ οὐ τοῦ σημῆναί τι χάριν γινόμενον συριγμὸν ἢ 〈τὴν〉 φωνῆς τινος τῶν ἀλόγων ζῴων μίμησιν, οὐ τοῦ μιμήσασθαι χάριν γινομένην (τοῦτο γὰρ ἤδη σημαντικόν) ἀλλ’ ἀτάκτως καὶ ἀσκόπως. ἐπεὶ τοίνυν τὸ ὄνομα σημαντική τε καὶ ἐγγράμματός ἐστι φωνή, διαφέρει τῶν μὲν ἀσήμων, εἴτε ἐγγραμμάτων εἴτε μή, τῷ σημαντικὴ εἶναι, τῶν δὲ σημαντικῶν μὲν ἐγγραμμάτων δέ, ὁποῖαί εἰσιν αἱ φύσει ῥηθεῖσαι, τῷ ἐγγράμματος εἶναι, ὅπερ ὁ Ἀριστοτέλης ἐκάλεσε κατὰ συνθήκη ν , εἰκότως, ἐπείπερ ἡ περὶ τὰς φωνὰς συνθήκη μόνων ἐστὶν ἀνθρώπων ἔργον· οὔτε γὰρ τῶν ὑπὲρ τὸν ἄνθρωπον οὔτε τῶν ὑπὸ τὸν ἄνθρωπον οὐδὲν πέφυκε τῇ συνθήκῃ χρῆσθαι· τὰ μὲν γὰρ οὐ δεῖται, τὰ δὲ οὐ δύναται πρὸς ἄλληλα συντίθεσθαι. μόνων οὖν ἀνθρώπων ἔργον ἡ συνθήκη, καὶ ἐπεὶ οὐκ ἠδύναντο πασῶν μεμνῆσθαι τῶν φωνῶν, ἐπενόησαν τὰ γράμματα ἕκαστοι, δι’ ὧν τὰς παρ’ αὐτοῖς ἀπογράψονται φωνάς. ὥστε τῷ κατὰ συνθήκην τῆς ἰδιότητος τῶν πραγμάτων σημαντικῷ, περὶ οὗ τοῖς φιλοσόφοις ὁ λόγος, τὸ ἐγγράμματον ἕπεται, καὶ ἔμπαλιν· οὐδὲ γὰρ ἄλλο τί ἐστι τῶν γραμμάτων ἔργον ἢ τὸ σύμβολα εἶναι τῶν φωνῶν τῶν ἀνθρωπίνων, ἃς κατὰ συνθήκην οὔσας ἐδείκνυμεν. διὸ καὶ αὐτὸς ἐν τοῖς ἑξῆς ἀγραμμάτους ψόφους προσαγορεύσει τὰς φωνὰς τῶν ἀλόγων ζῴων. Ἀλλ’ ἐπεὶ ταῦτα πάντα κοινά ἐστι τῷ ὀνόματι πρὸς τὸ ῥῆμα (κἀκεῖνο γὰρ φωνὴ σημαντικὴ κατὰ συνθήκην), προστίθεται τὸ ἄνευ χρόνου πρὸς διάκρισιν τῶν ῥημάτων. |
| 32 | τὸ δὲ ἄνευ χρόνου ὅτι οὐ τοῦτο σημαίνει τὸ μηδέποτε μηδαμῶς χρόνον σημαίνειν, ἀλλὰ τὸ μὴ προσσημαίνειν χρόνον, καλῶς ὁ φιλόσοφος Πορφύριος ἐπεσημήνατο· ὀνόματα μὲν γὰρ τὸ σημερινὸν καὶ χθεσινὸν καὶ περυσινόν, χρόνου δηλωτικὰ ὄντα, ἀλλ’ ὡς αὐτόθεν σημαίνοντα χρόνον τινὰ καὶ οὐχὶ προσσημαίνοντα, καθάπερ τὰ ῥήματα· τούτων γὰρ ἕκαστον προηγουμένως μὲν ἐνέργειάν τινα ἢ πάθος σημαίνει, κατὰ δεύτερον δὲ λόγον καὶ τὸν χρόνον, καθ’ ὃν ἐνεργεῖν ἢ πάσχειν συμβέβηκεν, ὥσπερ τὸ περιπατῶ πρώτως μὲν τὴν τοιάνδε τοῦ σώματος κίνησιν δηλοῖ, δευτέρως δέ γε τὸν νῦν χρόνον. διὸ καὶ προσσημαίνειν τὸν χρόνον ῥηθήσεται τὰ ῥήματα ἐν τοῖς περὶ αὐτῶν λόγοις, ὡς ἂν πρὸς τῷ ἕτερόν τι προηγουμένως σημαίνειν ἔχοντα καὶ τὴν τοῦ χρόνου μήνυσιν ὥσπερ ἑπομένην. τὸ δέ γε χθεσινὸν οὐ προσσημαίνει τὸν χρόνον, ἀλλὰ σημαίνει, ὡς αὐτῷ τούτῳ τῷ μέρει τοῦ χρόνου κείμενον ὄνομα, μᾶλλον δὲ πράγματι κατὰ τοῦτο τὸ μέρος τοῦ χρόνου γεγονότι· τὸν γὰρ χρόνον αὐτὸν οἷον τὴν προσεχῶς ἠνυσμένην ἡμέραν ἢ διὰ τοῦ χθὲς ἐπιρρήματος σημαίνομεν ἢ δι’ αὐτοῦ τούτου τοῦ λόγου τὴν προσεχῶς ἠνυσμένην ἡμέραν λέγοντες, τοῦ μὲν λόγου τὸν χρόνον αὐτὸν καθ’ αὑτὸν δηλοῦντος τοῦ δὲ ἐπιρρήματος τὴν προσθήκην τῶν ἐν αὐτῷ γινομένων ἐνεργειῶν ἢ παθῶν ἀπαιτοῦντος κατὰ τὸν νόμον τῶν ἐπιρρημάτων. διαφέροι δ’ ἂν καὶ τὰ τοιαῦτα ὀνόματα τῶν ῥημάτων τῷ μηδεμίαν ἐνέργειαν ἢ πάθος δηλοῦν, ὥσπερ τὰ ῥήματα, καὶ τῷ μᾶλλον ἐκείνων περιγράφειν τοὺς χρόνους, καθ’ οὓς αἱ γενέσεις. Τὸ δὲ ἧς μηδὲν μέρος σημαντικὸν κεχωρισμένον τῶν ἐκ πλειόνων ὀνομάτων συμπεφορημένων φωνῶν διακρίνει τὸ ὄνομα, ὡς ὅταν εἴπω ‘ζῷον λογικὸν θνητόν‘· τῷ γὰρ τοιούτῳ λόγῳ ἀτελεῖ πρὸς ἀπόφανσιν ὄντι πάντα τὰ ἄλλα ἐφαρμόσει. διαφέρουσι δὲ τὰ ὀνόματα τῶν τοιούτων λόγων, ὅτι τούτων μὲν τὰ μέρη σημαντικά ἐστι καθ’ ἑαυτὰ λεγόμενα, τὸ ζῷον τὸ λογικὸν τὸ θνητόν, τῶν δὲ ὀνομάτων οὐδαμῶς τὰ μέρη σημαίνει, καθάπερ ἡ αν συλλαβὴ ἐπὶ τοῦ ἄνθρωπος ὀνόματος, ἀλλὰ συσσημαίνειν μὲν λέγεται τοῖς ἄλλοις τοῦ ὀνόματος συνταττομένη μέρεσιν, οὐ μέντοι σημαίνειν. Ἐν γὰρ τῷ Κάλλιππος τὸ ἵππος οὐδὲν αὐτὸ κα θ ’ ἑαυτὸ σημαίνε ι , ὥσπερ ἐν τῷ λόγῳ τῷ καλὸς ἵππο ς . |
| 33 (1n) | οὐ μὴν οὐ δ ’ ὥσπερ ἐν τοῖς ἁπλοῖς ὀνόμασι ν , οὕτως ἔχει καὶ ἐν τοῖς πεπλεγμένοι ς · ἐν ἐκείνοις μὲν γὰρ οὐδαμῶς τὸ μέρος σημαντικό ν , ἐν δὲ τούτοις βούλεται μέ ν , ἀλ λ ’ οὐδενὸς κεχωρισμένο ν , οἷον ἐν τῷ ἐπακτροκέλης τὸ κέλη ς . τὸ δὲ κατὰ συνθήκη ν , ὅτι φύσει τῶν ὀνομάτων οὐδέν ἐστι ν , ἀλ λ ’ ὅταν γένηται σύμβολο ν , ἐπεὶ δηλοῦσί γέ τι καὶ οἱ ἀγράμματοι ψόφοι οἷον θηρίω ν , ὧν οὐδέν ἐστιν ὄνομ α . Ἡ χρεία τῶν παραληφθεισῶν ἐν τῷ λόγῳ τοῦ ὀνόματος διαφορῶν παραδίδοται διὰ τούτων, ἀρχομένης τῆς διδασκαλίας ἐκ τῆς τελευταίας ῥηθείσης· λέγεται γὰρ πρῶτον τίνος ἕνεκα προστέθειται τὸ ἧς μηδὲν μέρος σημαντικὸν κεχωρισμένο ν . φησὶν οὖν ὅτι πρὸς διάκρισιν εἴρηται τοῦτο τῶν ἐξ ὀνομάτων συγκειμένων λόγων· ἐπὶ γοῦν τοῦ Κάλλιππος ὀνόματος τὸ ἵππος οὐδαμῶς σημαίνει τὸ τοιόνδε ζῷον, καίτοι ἐν τῷ καλὸς ἵππος λόγῳ σημαντικὸν αὐτοῦ τυγχάνον, οὐδὲ ἐν τῷ ἐπακτροκέλη ς , ὅπερ ἐστὶ νεὼς ὄνομα λῃστρικῆς, τὸ κέλης, οὐδὲ ἐπ’ ἄλλου τῶν τοιούτων οὐδενός· ἁπλῶν γάρ εἰσι νοημάτων σημαντικὰ τὰ τοιαῦτα ὀνόματα, κἂν δοκῇ τινα κατὰ τὴν λέξιν σύνθεσιν ἔχειν, ὥσπερ οἱ λόγοι τῶν συνθέτων εἰσὶ δηλωτικοὶ νοημάτων κατὰ τὰ πρότερον περὶ τούτων διωρισμένα. καὶ ἐπὶ τοῦ Κάλλιππος τοίνυν, εἴπερ ἐστὶν ἁπλοῦ δηλωτικὸν νοήματος τοῦ ἀνθρώπου, ᾧ κεῖται τοῦτο τὸ ὄνομα, δῆλον ὅτι τὸ ἵππος ὅταν ὡς μέρος αὐτοῦ λαμβάνηται, οὐκ ἔχει τὴν αὐτὴν δύναμιν τῷ καθ’ ἑαυτὸ λεγομένῳ· καθ’ ἑαυτὸ μὲν γὰρ ὡς ὄνομα ῥηθὲν τὸ ἵππος σημαίνει τὸ τοιόνδε ζῷον, ὅταν δὲ ὡς μέρος τοῦ Κάλλιππος ληφθῇ, ἀποσπασθὲν τῆς οἰκείας ὁλότητος, νεκρόν τι κατὰ τὸ σημαίνειν γίνεται, μηδὲν διαφέρον τῶν παντάπασιν ἀσήμων συλλαβῶν, αἳ μέρη εἰσὶν ἁπλῶν ὀνομάτων, ὡς ἐπὶ τοῦ Πλάτων ἢ Δίων, πλὴν τούτῳ μόνον, ὅτι τὰ μὲν τῶν ἁπλῶν ὀνομάτων μέρη οὐδὲ δόκησιν ἔχει τοῦ καθ’ ἑαυτὰ σημαντικὰ εἶναι, τὰ δὲ τῶν διπλῶν φαντασίαν μέν τινα παρέχει τοῦ σημαίνειν, ὅπερ Ἀριστοτέλης βούλεσθαι εἶπεν, οὐ μέντοι καὶ κατὰ ἀλήθειαν τοῦτο ἐργάζεται. |
| 34 | κατὰ τοῦτον οὖν τὸν κανόνα διαστήσομεν πολλάκις ὀνόματα λόγων διὰ τῶν αὐτῶν ἐκφωνουμένων τοῖς ὀνόμασι συλλαβῶν, ὡς ἐπὶ τοῦ Νεάπολις καὶ Ἡλιούπολις· ὅταν μὲν γὰρ τό τε νέα καὶ τὸ πόλις ἢ τὸ ἡλίου καὶ τὸ πόλις ὡς σημαντικὰ λαμβάνηται, λόγος ἔσται σημαντικὸς ἢ τῆς νῦν κτισθείσης πόλεως ἢ τῆς ἡλίου ἱερᾶς, ἑκατέρου τῶν μερῶν ἰδίαν τινὰ δηλοῦντος ἔννοιαν· ὅταν δὲ μηδέτερον αὐτῶν σημαντικὸν ᾖ καθ’ ἑαυτό, κύριον ἔσται ὄνομα τῆσδε τῆς πόλεως, ἑνὸς μόνου νοήματος ἐκ τοῦ ὅλου σημαινομένου καὶ διὰ τοῦτο τῶν μερῶν οὐδετέρου σημῆναί τι δυναμένου. Ταῦτα μὲν οὖν ὁ Ἀριστοτέλης ἐπήγαγε τὴν τελευταίαν ἀποδοθεῖσαν τοῦ ὀνόματος διαφορὰν ἐξηγούμενος. ἀκόλουθον δὲ ὂν ἐφεξῆς τὴν πρὸ ταύτης ῥηθεῖσαν διαφορὰν παραστῆσαι, λέγω δὴ τὸ ἄνευ χρόνο υ , τοῦτο μὲν παρῆλθεν ὡς εὐκαιρότερον ἐν τῇ τοῦ ῥήματος διδασκαλίᾳ περὶ αὐτοῦ διαλεξόμενος, ἐν οἷς διδάξει πῶς ἀφορίζεται τὸ ῥῆμα, κατὰ τὸ προσσημαίνειν χρόνον. τὸ δέ γε πρὸ τούτου τὸ κατὰ συνθήκην ἐξηγούμενός φησι· τὸ δὲ κατὰ συνθήκη ν , ὅτι φύσει τῶν ὀνομάτων οὐδέν ἐστ ι . κἀνταῦθα ζητῆσαι ἄξιον πῶς τοῦ ἐν Κρατύλῳ Σωκράτους ἀγωνιζομένου πρὸς τὸν Ἑρμογένην λέγοντα θέσει τὰ ὀνόματα εἶναι καὶ δεικνύντος αὐτὰ φύσει, διισχυρίζεται διὰ τούτων ὁ Ἀριστοτέλης μηδὲν τῶν ὀνομάτων εἶναι φύσει. καὶ ῥητέον ὅτι διχῶς λέγεται τὸ φύσει παρὰ τοῖς φύσει εἶναι τὰ ὀνόματα διαταξαμένοις, ὁμοίως δὲ καὶ τὸ θέσει διχῶς παρὰ τοῖς θέσει αὐτὰ εἶναι τιθεμένοις· τῶν μὲν γὰρ φύσει αὐτὰ εἶναι ἀξιούντων οἱ μὲν οὕτω τὸ φύσει λέγουσιν, ὡς φύσεως αὐτὰ οἰόμενοι εἶναι δημιουργήματα, καθάπερ ἠξίου Κρατύλος ὁ Ἡρακλείτειος ἑκάστῳ τῶν πραγμάτων ὑπὸ τῆς φύσεως ἀφωρίσθαι τι λέγων οἰκεῖον ὄνομα, ὥσπερ καὶ αἴσθησιν ἄλλην ἐπ’ ἄλλοις τῶν αἰσθητῶν ὁρῶμεν τεταγμένην· ἐοικέναι γὰρ τὰ ὀνόματα ταῖς φυσικαῖς ἀλλ’ οὐ ταῖς τεχνηταῖς εἰκόσι τῶν ὁρατῶν, οἷον ταῖς σκιαῖς καὶ τοῖς ἐν ὕδασιν ἢ τοῖς κατόπτροις ἐμφαίνεσθαι εἰωθόσι, καὶ ὀνομάζειν μὲν ὄντως τοὺς τὸ τοιοῦτον ὄνομα λέγοντας, τοὺς δὲ μὴ τοῦτο μηδὲ ὀνομάζειν ἀλλὰ ψοφεῖν μόνον, καὶ τοῦ ἐπιστήμονος τοῦτο ἔργον εἶναι, τὸ θηρᾶν τὸ ὑπὸ τῆς φύσεως κατεσκευασμένον οἰκεῖον ἑκάστῳ ὄνομα, ὥσπερ τοῦ ὀξὺ βλέποντος τὸ ἀκριβῶς διαγινώσκειν τὰς οἰκείας τῶν ἑκάστων ἐμφάσεις. οἱ δὲ οὕτως αὐτὰ φύσει φασὶν εἶναι ὡς τῇ φύσει προσήκοντα τῶν ὀνομαζομένων ὑπ’ αὐτῶν πραγμάτων, ὥστε τοῦ ἀρχικὴν (λόγου χάριν) ἔχοντος φρόνησιν φύσει ὀνόματα εἶναι τὸ Ἀρχίδαμος καὶ Ἀγησίλαος καὶ Βασιλίσκος καὶ ὅσα τοιαῦτα, τοῦ δὲ ἀνοήτου μηκέτι, καὶ τοῦ μὲν δεξιᾷ τῇ τύχῃ χρωμένου τὸ Εὐτύχιος καὶ Εὔπρακτος, τοῦ δὲ ἀτυχοῦς οὐκέτι· ἐοικέναι καὶ οὗτοι τὰ ὀνόματα λέγοντες εἰκόσιν, οὐ ταῖς φυσικαῖς ἀλλὰ ταῖς ὑπὸ τῆς ζωγραφικῆς τέχνης ἀποτελουμέναις, ἣ διάφορα μὲν ὁμοιώματα κατασκευάζει τῶν διαφόρων παραδειγμάτων, καὶ ἑκάστου μέντοι σπουδάζει κατὰ δύναμιν ἀποτυποῦσθαι τὸ εἶδος, καθ’ ὃ καὶ πολλάκις ἀπὸ τῶν ὀνομάτων ἀναλύοντες ἐπιχειροῦμεν τὰς φύσεις τῶν ὀνομαζομένων ὑπ’ αὐτῶν πραγμάτων θηρᾶν, καὶ ταύτας γινώσκοντες πειρώμεθα τὰ κείμενα τοῖς πράγμασιν ὀνόματα σύμφωνα ταύταις δεικνύναι. |
| 35 | Τῶν δὲ αὖ θέσει εἶναι τὰ ὀνόματα διαταττομένων οἱ μὲν οὕτως τὸ θέσει λέγουσιν, ὡς ἐξὸν ὁτῳοῦν τῶν ἀνθρώπων ἕκαστον τῶν πραγμάτων ὀνομάζειν, ὅτῳ ἂν ἐθέλῃ ὀνόματι, καθάπερ Ἑρμογένης ἠξίου, οἱ δ’ οὐχ οὕτως, ἀλλὰ τίθεσθαι μὲν τὰ ὀνόματα ὑπὸ μόνου τοῦ ὀνοματοθέτου, τοῦτον δὲ εἶναι τὸν ἐπιστήμονα τῆς φύσεως τῶν πραγμάτων οἰκεῖον τῇ ἑκάστου τῶν ὄντων φύσει ἐπιφημίζοντα ὄνομα, ἢ τὸν ὑπηρετούμενον τῷ ἐπιστήμονι καὶ διδασκόμενον μὲν παρ’ ἐκείνου τὴν οὐσίαν ἑκάστου τῶν ὄντων, ἐπιταττόμενον δὲ πρεπῶδες αὐτῷ καὶ οἰκεῖον ὄνομα ἐπινοῆσαι καὶ θέσθαι. κατ’ αὐτὸ δὲ τοῦτο θέσει εἶναι τὰ ὀνόματα, διότι οὐ φύσις ἀλλὰ λογικῆς ἐπίνοια ψυχῆς ὑπέστησεν αὐτὰ πρός τε τὴν ἰδίαν ὁρῶσα τοῦ πράγματος φύσιν καὶ πρὸς τὴν ἀναλογίαν τοῦ ἄρρενος καὶ θήλεος, τῶν κυρίως ἐν τοῖς θνητοῖς ζῴοις ὁρᾶσθαι πεφυκότων· οὐ γὰρ ἀσκέπτως τοὺς μὲν ποταμοὺς ἀρρενικῶς τὰς δὲ θαλάσσας καὶ τὰς λίμνας θηλυκῶς οἱ τῶν ὀνομάτων δημιουργοὶ προσηγόρευσαν, ἀλλ’ ἐκείνας μὲν ὡς ὑποδοχὰς οὔσας τῶν ποταμῶν διὰ τοῦ θηλυκοῦ γένους ὀνομάζειν δοκιμάσαντες, τοὺς δὲ ποταμοὺς ὡς ἐμβάλλοντας εἰς αὐτὰς οἰκείως ἔχειν πρὸς τὴν τοῦ ἄρρενος ἀναλογίαν νομίσαντες καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων ὡσαύτως ἢ τρανότερον ἢ ἀμυδρότερον τὴν ἀναλογίαν εὑρόντες· κατὰ ταύτην γὰρ τὴν ἔννοιαν καὶ τὸν μὲν νοῦν ἀρρενικῶς τὴν δὲ ψυχὴν θηλυκῶς λέγειν διέταξαν, τὸν μὲν ἐλλάμπειν δυνάμενον τὴν δὲ ἐλλάμπεσθαι πεφυκυῖαν ὑπ’ αὐτοῦ θεασάμενοι. προϊόντες δὲ οὕτως οὐδ’ ἐπ’ αὐτῶν τῶν θεῶν τῇ τοιαύτῃ κατὰ τὰ γένη διαφορᾷ χρήσασθαι ὤκνησαν, τὸν μὲν ἥλιον ἀρρενικῶς τὴν δὲ σελήνην ἅτε παρὰ τοῦ ἡλίου τὸ φῶς δεχομένην θηλυκῶς λέγειν ὁρίσαντες· καὶ γὰρ εἰ ἀρρενικῶς Αἰγύπτιοι τὴν σελήνην ὀνομάζειν εἰώθασιν, ἀλλ’ ὡς πρὸς τὴν γῆν, οἶμαι, αὐτὴν παραβάλλοντες, οὐχ ὑπὸ ἡλίου μόνον ἀλλὰ καὶ ὑπ’ αὐτῆς φωτιζομένην. |
| 36 | διὸ καὶ ὁ ἐν τῷ Συμποσίῳ τοῦ Ἀριστοφάνους λόγος τὸ μὲν ἄρρεν τῷ ἡλίῳ προσήκειν ἔφη, τὸ δὲ θῆλυ τῇ γῇ, τῇ σελήνῃ δὲ τὸ ἀρρενόθηλυ. καὶ φανερὸν ὅτι κατορθοῦσι μᾶλλον τῶν Αἰγυπτίων οἱ Ἕλληνες, ἐπεὶ καὶ δέχεται μὲν κατὰ πρῶτον λόγον ἡ σελήνη παρὰ τοῦ ἡλίου τὸ φῶς, διαπορθμεύει δὲ αὐτὸ κατὰ τὴν ἀφ’ ἑαυτῆς ἀνάκλασιν ἐπὶ τὴν γῆν. οὕτω δὲ καὶ τὸν μὲν οὐρανὸν ἀρρενικῶς, τὴν δὲ γῆν θηλυκῶς λέγουσιν ὡς τὴν ἐκείνου δραστήριον δύναμιν ὑποδεχομένην καὶ γεννητικὴν διὰ τοῦτο τῶν φυομένων γινομένην. παραπλησίως δὲ τούτοις καὶ τῶν ὑπερκοσμίων διαφόρους οὔσας τὰς ἐνεργείας ἰδόντες, οἷς ταῦτα ὁρᾶσθαι πέφυκεν ὄμμασι, πόρρωθεν μὲν εἰλήφασι δὲ ὅμως καὶ ἐπὶ τῶν ταῦτα σημαινόντων ὀνομάτων τὴν αὐτὴν ἀναλογίαν. ἐκ δὲ τούτων συλλογίζεσθαι ῥᾴδιον καὶ τῶν οὐδετέρων λεγομένων ὀνομάτων τὴν ἔννοιαν ἢ ἐπὶ τὸ πρὸ ἀμφοῖν ἀγομένην, ὡς ὅταν τὸ πρῶτον λέγωμεν, ἢ ἐπὶ τὸ ἐξ ἀμφοῖν, ὡς ὅταν τὸ παιδίον, ἢ κατὰ τὸ προϊὸν ἐκ τοῦ κρείττονος εἰς τὸ χεῖρον, ὡς ὅταν τὸ σπέρμα καὶ τὸ ὕδωρ, ἢ κατὰ τὸ κοινῶς ἐπ’ ἀμφοῖν, ὡς ὅταν τὸ ζῷον, ἢ κατ’ ἄλλους τοιούτους τρόπους, ἵνα μὴ παρὰ καιρὸν περὶ ταῦτα διατρίβωμεν. Δῆλον οὖν ὅτι συντρέχει τὸ δεύτερον τῶν 〈τοῦ〉 φύσει σημαινομένων τῷ δευτέρῳ τῶν 〈τοῦ〉 θέσει· τὰ γὰρ ὑπὸ τοῦ ὀνοματοθέτου τιθέμενα ὡς μὲν οἰκείως ἔχοντα πρὸς τὰ πράγματα, οἷς κεῖνται, φύσει ἂν καλοῖντο, ὡς δὲ τεθέντα ὑπό τινος θέσει. |
| 37 | ὁ τοίνυν ἐν τῷ Κρατύλῳ Σωκράτης διαιτῶν τῷ τε Κρατύλῳ καὶ τῷ Ἑρμογένει διαφερομένοις ἀπὸ διαμέτρου περὶ τοῦ φύσει εἶναι τὰ ὀνόματα ἢ θέσει δείκνυσιν ὡς οὔτε οὕτως ἐστὶ θέσει, ὡς Ἑρμογένης ἠξίου (εἶναι γὰρ ἐν αὐτοῖς καὶ τὸ φύσει κατὰ τὸ δεύτερον τοῦ φύσει σημαινόμενον, καὶ μάλιστα τούτοις, δι’ ὧν τὰ καθόλου καὶ ἁπλῶς τὰ ἴδια τῶν πραγμάτων σημαίνομεν, ὡς ἂν ὡρισμένην καὶ ἡμῖν καταληπτὴν ἔχοντα τὴν φύσιν· πρὸς γὰρ τὸ κατορθοῦν τὴν πρώτην τῶν ὀνομάτων θέσιν ἐπὶ τῶν καθ’ ἕκαστα παντοδαπῶς μεταβάλλεσθαι πεφυκότων τύχην δεῖ καλεῖν τῇ φήμῃ συνεργόν) οὔτε οὕτως φύσει, ὡς ὁ Ἡράκλειτος ἔλεγεν· εἶναι γὰρ αὐτὰ καὶ θέσει, τὰ μὲν πολλὰ τῶν τιθεμένων τοῖς καθ’ ἕκαστα καὶ κατὰ τὸ φορτικὸν τοῦτο τὸ ὑπὸ τοῦ Ἑρμογένους λεγόμενον θέσει, καὶ ὅσα μέντοι τὴν ἀίδιον σημαίνουσι φύσιν, καὶ ταῦτα θέσει κατὰ τὸ δεύτερον τῶν τοῦ θέσει σημαινομένων. Οὐδὲν οὖν πρὸς ταῦτα διάφορον οὐδὲ ὁ Ἀριστοτέλης ἐν τούτοις διατάττεται λέγων οὐδὲν τῶν ὀνομάτων εἶναι φύσει· τοῦτο γὰρ αὐτῶν ἀποφάσκει τὸ φύσει, ὅπερ ἐπρέσβευον οἱ Ἡρακλείτειοι, καθάπερ καὶ Πλάτων, οὐκ ἂν οὐδὲ αὐτὸς παραιτησάμενος οὕτως αὐτὰ καλέσαι φύσει, ὡς ὁ θεῖος ἀξιοῖ Πλάτων. δηλοῖ δὲ τοῦτο ἐν πολλαῖς τῶν πραγματειῶν ἑαυτοῦ, σύμφωνα δεικνύναι τοῖς πράγμασι τὰ ὀνόματα πειρώμενος, καθάπερ ἐν τῇ Φυσικῇ ἀκροάσει τὸ τοῦ αὐτομάτου ὄνομα καὶ τὸ τοῦ κενοῦ, ἐν δὲ τοῖς Μετεώροις τὸ τῆς ψεκάδος καὶ τὸ τοῦ ὑετοῦ, καὶ ὅσα μέντοι τιθέντα αὐτὸν ὀνόματα ἴσμεν, ὡς τὸ τῆς ἐντελεχείας ἐπὶ τοῦ εἴδους ἢ τὸ τοῦ ὅρου ἐπὶ τῶν ἁπλῶν ἐν τοῖς συλλογισμοῖς φωνῶν ἢ τὸ τοῦ σχήματος ἐπὶ τῆς τοιᾶσδε τῶν προτάσεων συμπλοκῆς, καὶ ἐν αὐτῷ τούτῳ τῷ Περὶ ἑρμηνείας βιβλίῳ τὸ τοῦ ἀορίστου ὀνόματος ἢ ἀορίστου ῥήματος ἢ τὸ τῆς ἀντιφάσεως ὑπ’ αὐτοῦ τεθέντα σαφέστατα δηλοῖ τὴν περὶ τούτων τοῦ φιλοσόφου διάνοιαν. Εἰ δέ τις οἴοιτο δεικνύναι μηδὲ κατὰ τοῦτον τὸν τρόπον ὀφείλοντα φύσει τὰ ὀνόματα λέγεσθαι, ἀπό τε τῆς γενομένης μεταθέσεως τῶν ὀνομάτων ἐπιχειρῶν καὶ ἀπὸ τοῦ τὸ αὐτὸ πρᾶγμα πλείοσι πολλάκις ὀνόμασιν ὀνομάζεσθαι, τὴν μὲν μετάθεσιν ἐροῦμεν καὶ μάλα ἐναργῶς δεικνύναι τὸ φύσει τῶν ὀνομάτων· δῆλον γὰρ ὅτι ὡς ἐπί τινα οἰκειότερα τοῖς πράγμασιν ὀνόματα μεταβαίνοντες κεχρήμεθα τῇ μεταθέσει, τὸ δὲ πλῆθος τῶν ὀνομάτων οὐδαμῶς φήσομεν κωλύειν ἕκαστον αὐτῶν οἰκεῖον εἶναι τῇ φύσει τοῦ ὀνομαζομένου· καθάπερ γὰρ εἰκόνας ἐνδέχεται πλείονας εἶναι τοῦ αὐτοῦ ἀνθρώπου, ὕλης μὲν οὔσας διαφόρου, χαλκῆς, εἰ τύχοι, ἢ ξυλίνης ἢ λιθίνης, πάσας δὲ ἐχούσας τὴν πρὸς αὐτὸν ὁμοιότητα· τὸν αὐτὸν καὶ ἐνταῦθα τρόπον οὐδὲν κωλύει τὴν αὐτὴν φύσιν δι’ ἄλλων καὶ ἄλλων ὀνομάζεσθαι συλλαβῶν, μιᾶς καὶ τῆς αὐτῆς οὐσίας κατ’ ἄλλην καὶ ἄλλην ἔννοιαν ἐκ πασῶν σημαινομένης, ὥσπερ τὸ ἄνθρωπος ὄνομα καὶ τὸ μέροψ καὶ τὸ βροτὸς σημαίνει ταὐτόν, ἀλλὰ τὸ μὲν καθ’ ὃ ἀναθρεῖ ἃ ὄπωπε, τὸ δὲ καθ’ ὃ μεριστὴν ἔχει φωνήν, τὸ δὲ κατὰ τὴν εἰς γένεσιν τῆς ψυχῆς πτῶσιν καὶ τὸν ἐντεῦθεν μολυσμόν· ἢ καὶ ὡς πρὸς τὸ σύνθετον, ἄνθρωπος μὲν κατὰ τὸ διαρθροῦν τὴν ὄπα ἢ ἄνω ἔχειν τοὺς ὦπας, μέροψ δὲ ὡς μεμερισμένῃ χρώμενος τῇ ὀπί, βροτὸς δὲ ὡς μορτὸς καὶ μοιρητός, διὸ καὶ τὸ ἐδείμαμεν ἄστεα μορτοί φησιν ὁ Κυρηναῖος. |
| 38 | εἰ δὲ ταῦτα ὀρθῶς λέγεται, δῆλον ὡς οὐκ ἀποδεξόμεθα τὸν Διαλεκτικὸν Διόδωρον πᾶσαν οἰόμενον φωνὴν σημαντικὴν εἶναι καὶ πρὸς πίστιν τούτου καλέσαντα τῶν ἑαυτοῦ τινα οἰκετῶν Ἀλλαμὴν καὶ ἄλλον ἄλλῳ συνδέσμῳ· ποίαν γὰρ ἕξουσιν αἱ τοιαῦται φωναὶ σημασίαν φύσεώς τινος ἢ προσώπου, καθάπερ τὰ ὀνόματα, ἢ ἐνεργείας ἢ πάθους, καθάπερ τὰ ῥήματα, χαλεπὸν καὶ πλάσαι. Ἐπεὶ δὲ ἕτεροι τὸ θέσει τῶν ὀνομάτων ἐξορίζειν ἐπιχειροῦσιν, ὥσπερ ὁ Πετραῖος Δουσάρειος, τὰς εὐχὰς ἡμῖν καὶ τὰς ἀρὰς παραφέροντες, ἐν αἷς τὰ ὀνόματα ἡμῶν λεγόμενα ἢ ὠφελοῦσιν ἐναργῶς τοὺς ὀνομαζομένους ἢ βλάπτουσι, καίτοι τῆς συνθήκης ἀνθρώπων μὲν εἰκότως πρὸς ἀνθρώπους γενομένης, ἀνθρώπων δὲ πρὸς θεοὺς οὐδὲ μέχρι ἐπινοίας ὑφίστασθαι δυναμένης, ῥητέον καὶ πρὸς τούτους ὅτι λογικοὺς ἡμᾶς καὶ αὐτοκινήτους ὑποστήσαντες οἱ θεοὶ πολλῶν πράξεων κυρίους εἰκότως κατέστησαν, ὁρῶντές τε πάντα τὰ ἡμέτερα ἀτρέπτως καὶ τὰς θέσεις τὰς ἡμετέρας παραδεχόμενοι πρὸς ταύτας ἡμῖν ὡς αὐτοκινήτοις τὸ κατ’ ἀξίαν ἀφορίζουσι, μᾶλλον δὲ ἡμεῖς διὰ τῶν ἐπὶ ταῖς θέσεσι τοιῶνδε φαντασιῶν, ὀρέξεών τε καὶ ἐγκλίσεων, τοιόνδε ζωῆς τύπον ἐν ἑαυτοῖς κατασκευάζοντες κατὰ τοῦτον ἀπολαύομεν τῆς προσηκούσης ἡμῖν τῶν θεῶν προνοίας· ὥσπερ τὰ σώματα ὁρῶμεν, ἐπειδὰν μὲν ἐκπυρωθῶσι, κοῦφά τε καὶ ἀνώφορα κατὰ φύσιν γινόμενα, μεταβάλλοντα δὲ πάλιν ἐπὶ τὸ γεωδέστερόν τε καὶ ἐμβριθέστερον ἔμπαλιν κάτω φερόμενα κατὰ τὴν τότε αὐτοῖς ὑπάρχουσαν ῥοπήν· καὶ τοῦ βασιλέως ἡλίου πρὸς τῇ μεσημβρίᾳ τὸ ὑπὲρ γῆν ἅπαν ἡμισφαίριον καταλάμποντος οἱ μὲν ἐγρηγορότες καὶ τὰ ὄμματα κατὰ φύσιν ἔχοντες ἀπολαύουσι τῶν ἀπὸ τοῦ φωτὸς ἀγαθῶν, οἱ δὲ καθεύδοντες ἢ μύοντες ἢ ἄλλως ἐγκαλυψάμενοι τὰς ὄψεις οὐ τυγχάνουσι παρὰ τὴν ἑαυτῶν αἰτίαν, ἀλλ’ οὐ φθόνῳ τινὶ τοῦ τὸ φῶς ἀφθόνως ἅπασι χορηγοῦντος θεοῦ. |
| 39 | Ἀλλὰ ταῦτα μὲν ἐπὶ πλέον ἐμηκύναμεν, τὴν συμφωνίαν τῶν φιλοσόφων ἐπιδεῖξαι βουλόμενοι καὶ τὸ θεώρημα ζητεῖσθαι παρὰ τοῖς παλαιοῖς εἰωθὸς οὐ παντάπασιν ἀδιερεύνητον παραδραμεῖν δοκιμάσαντες. ἑξῆς δὲ τούτοις ἐπισκεψώμεθα τὸν συλλογισμόν, ὃν ὁ Ἀφροδισιεὺς ἐξηγητὴς ἐκτίθεται, κατασκευάζειν δοκοῦντα μόνως εἶναι φύσει τὰ ὀνόματα καὶ τὰ ῥήματα· τὰ γὰρ ὀνόματα, φησί, καὶ τὰ ῥήματα φωναί, αἱ δὲ φωναὶ φύσει, τὰ ἄρα ὀνόματα καὶ τὰ ῥήματα φύσει. πρὸς ταῦτα τοίνυν ῥητέον ὅτι τὰ ὀνόματα καὶ τὰ ῥήματα οὐχ ἁπλῶς ἂν λέγοιντο εἶναι φωναί, ἀλλὰ κατὰ τὴν ὕλην. ὥσπερ οὖν εἴ τις ἔλεγεν ‘ἡ θύρα ξύλον, τὸ ξύλον φύσεως ἔργον, ἡ ἄρα θύρα φύσεως ἔργον‘, γελοῖος ἂν ἦν (λέγεται γὰρ ἡ θύρα ξύλον κατὰ τὴν ὕλην, οὐκ ἀνάγκη δὲ τὸ ὕλῃ χρώμενον φυσικῇ καὶ αὐτὸ φύσει εἶναι, διότι πάντα τὰ τεχνητὰ τὴν ὑπόστασιν ἐκ τῆς ἡμετέρας ἐπινοίας ἔχοντα περὶ τὴν φυσικὴν ὕλην ὑφίσταται), τὸν αὐτὸν κἀνταῦθα τρόπον ῥητέον ὅτι φύσεως μέν ἐστιν ἔργον ἡ φωνή (φύσει γάρ ἐσμεν φωνητικοί), τὰ δὲ ὀνόματα καὶ τὰ ῥήματα λέγοιντο ἂν εἶναι φωναὶ οὐχ ἁπλῶς, ἀλλὰ τοιῶσδε μορφωθεῖσαι καὶ διαπλασθεῖσαι ὑπὸ τῆς λεκτικῆς καλουμένης φαντασίας τοιῶσδε καὶ τοιῶσδε τὰ φωνητικὰ κινούσης ὄργανα, καθάπερ τὸ ξύλον ὑπὸ τοῦ τέκτονος πρὸς τὴν τῆς θύρας γένεσιν. ὥσπερ οὖν τὸ ξύλον πρὶν εἰδοποιηθῆναι οὐκ ἄν τις ὀνομάσοι θύραν, οὕτως οὐδὲ τὰς μὴ τοιῶσδε μορφωθείσας φωνὰς ὀνόματα ἢ ῥήματα, ὥστε κατὰ τὸ εἶδος αὐτὰ λέγεσθαι εἶναι τοιαῦτα ἐξ ἐπινοίας ἡμετέρας γεγονότα καὶ ὄντα διὰ τοῦτο θέσει. ταῦτα μὲν οὖν πρὸς τὸν συλλογισμόν. Ὁ δέ γε Ἀριστοτέλης ὅτι κατὰ συνθήκην τὸ ὄνομα ὑπομιμνήσκει ἀπὸ τοῦ συναναφαίνεσθαι τῇ πρώτῃ γενέσει καὶ θέσει τοῦ ὀνόματος τὸ σύμβολον αὐτὸ εὐθὺς εἶναι τοῦ ὀνομαζομένου, καὶ οὐχ ὁμοίωμα φυσικόν, ἀλλ’ εἴπερ ἄρα, τὸ ὅλον τοῦτο κατὰ τέχνην ὁμοίωμα· διὸ καὶ εἴ τις ἐπιζητοίη τοῦ ὀνόματος τὸ γένος, ἐπειδὴ τὴν φωνὴν ὕλης πρὸς αὐτὸ λόγον ἔχειν ἀποφαινόμεθα, τὸ σύμβολον ἀποδώσομεν, ὥστ’ εἶναι αὐτοῦ τὸν ὄντως ὁρισμὸν ‘σύμβολον ἐκ φωνῆς σημαντικῆς κατὰ συνθήκην ἄνευ χρόνου, ἧς μηδὲν μέρος σημαντικὸν κεχωρισμένον ὑπάρξεώς τινος ἢ προσώπου δηλωτικόν‘, τοῦ μὲν γένους αὐτοῦ νῦν παραδοθέντος, τῶν δὲ πρότερον νῦν ἐν ὁρισμοῦ τάξει ῥηθέντων εἰς ἔννοιαν ἡμᾶς ἀγόντων τοῦ ὀνόματος ἀπό τε τῆς ὕλης αὐτοῦ καὶ τοῦ προσεχοῦς εἴδους. |
| 40 | ὡς εἴ τις θρόνον δηλῶσαι βουλόμενος αὔταρκες ἡγεῖται πρὸς τὸ παραστῆσαι αὐτοῦ τὴν ἔννοιαν τὸ εἰπεῖν ὅτι ἐστὶ ξύλον τοιῶσδε ἐσχηματισμένον, καίτοι δυνατὸν ὂν ἀκριβολογούμενον λέγειν ὅτι ἐστὶ σκεῦος πρὸς τόδε χρήσιμον ἐκ ξύλου τοιῶσδε ἐσχηματισμένον. ἔσται δὲ τὸ αὐτὸ τοῦτο δηλονότι καὶ τοῦ ῥήματος καὶ τοῦ λόγου γένος κατὰ τὴν σημαντικὴν ἐν αὐτοῖς δύναμιν· πρὸς ἄλληλα γὰρ λέγεται τό τε σημαῖνον καὶ τὸ σημαινόμενον, ὥστε σύμβολα εἰκότως τὰ κατὰ συνθήκην σημαίνοντα τῶν σημαινομένων. κατὰ δὲ τὴν λέξιν καὶ τὸ πλῆθος τῶν συμπληρουσῶν αὐτὴν συλλαβῶν ὑπὸ τὸ ποσὸν ἕκαστον αὐτῶν ἀνοίσομεν. εἰ δὲ τὸ ὄνομα καὶ σύμβολον καὶ ὁμοίωμα τεχνητὸν ἀξιοῦμεν καλεῖν, οὐ θαυμαστόν· ἔσται γὰρ τὸ μὲν ἀσκόπως τεθὲν μόνως σύμβολον, τὸ δὲ κατὰ λόγον ὡς μὲν δυνάμενον ἐξ ἄλλων καὶ ἄλλων συγκεῖσθαι συλλαβῶν ἐοικὸς τοῖς συμβόλοις, ὡς δὲ τῇ φύσει τοῦ ὀνομαζομένου προσῆκον ὁμοίωμα, καὶ οὐ σύμβολον. ἀλλὰ ταῦτα μὲν ὥσπερ πορίσματα ληπτέον ἐκ τῶν εἰρημένων, συνᾴδοντα τοῖς ἐν Κρατύλῳ περὶ τοῦ ὀνόματος ὑπὸ τοῦ Σωκράτους παραδεδομένοις· καὶ γὰρ ἐκεῖνος τὸ ὄνομα μίμημά φησιν εἶναι τῆς ἑκάστου οὐσίας διὰ φωνῆς ἐνάρθρου, ταὐτὸν δὲ εἰπεῖν ἐκ στοιχείων καὶ συλλαβῶν κατεσκευασμένον, ὥσπερ τὰ ῥήματα τῶν ἐπακολουθούντων (τοῦτ’ ἔστι τῶν ὑπαρχόντων) ταῖς οὐσίαις μιμήματα εἶναι, λόγον δὲ τὸν ἐξ ἀμφοῖν, τοῦ τε ὀνόματος καὶ τοῦ ῥήματος, συγκείμενον, ὡς ἂν καὶ αὐτὸς διά τε τούτων καὶ τῶν ἐν Σοφιστῇ ῥηθέντων πρὸ τοῦ Ἀριστοτέλους μόνα τοῦ λόγου κυρίως μέρη τὸ ὄνομα καὶ τὸ ῥῆμα εἶναι τιθέμενος. Τὴν δὲ χρείαν τοῦ κατὰ συνθήκην ὁ φιλόσοφος ἐπιδεικνύς, ἐπεὶ σημαίνουσί τ ι , φησί, καὶ οἱ ἀγράμματοι ψόφο ι , τοῦτ’ ἔστιν αἱ ἄναρθροι φωναί (τῷ γὰρ ψόφῳ νῦν ὡς γένει τῆς φωνῆς ἀντὶ τοῦ εἴδους ἐχρήσατο), οἷον θηρίω ν , ὧν οὐδέν ἐστιν ὄνομ α , ὡσανεὶ ἔλεγεν, ἐπεὶ δίχα τῆς προσθήκης ταύτης οὐδὲν μᾶλλον τὸ ὄνομα ἐδηλοῦμεν ἢ τὰς φύσει προφερομένας φωνὰς τὰς ἀγραμμάτους, οἷον τὰς τῶν ἀλόγων ζῴων, ἃ θηρία ἐκάλεσεν, ὥσπερ καὶ Πλάτων, ὡς σύστοιχον μᾶλλον ἔχοντα τὸ ἄγριον διὰ τὸ ἄλογον καὶ ὡς οὐ πεφυκότα πολιτεύεσθαι, ἀλλ’ ἐπίκτητον δεχόμενα τὸ ἥμερον, ἐν ὅσοις αὐτῶν καὶ δοκεῖ ποτε τοῦτο ὑπάρχειν τιθασσευομένοις. |
| 41 | τὸ δὲ ὧν οὐδέν ἐστιν ὄνομα ἢ ἀντὶ τοῦ οὐδεὶς εἴρηται ‘ὧν ψόφων οὐδείς ἐστιν ὄνομα‘, ἢ κατ’ ἔλλειψιν τοῦ φθέγμα ὧν θηρίων οὐδὲν φθέγμα ἐστὶν ὄνομα‘· οὐ γὰρ δήπου λέγοι ἂν μὴ εἶναι ὀνόματα τῶν φωνῶν τῶν ἀλόγων ζῴων· λέγεται γὰρ ἡ μέν τις ὑλακὴ ἡ δὲ χρεμετισμὸς ἢ μυκηθμός. ταῦτα ἐξηγησάμενος περὶ μὲν τῶν λοιπῶν οὐδὲν προστίθησι, τοῦ τε φωνὴ καὶ τοῦ σημαντικ ή , ὡς προφανῶν λίαν ὄντων. προχειρίζεται δὲ τὸν περὶ τοῦ ἀορίστου ὀνόματος λόγον καί φησι· Τὸ δὲ οὐκ ἄνθρωπος οὐκ ὄνομ α . οὐ μὴν οὐδὲ κεῖταί γε ὄνομα ὅ τι δεῖ καλεῖν αὐτ ό · οὔτε γὰρ λόγος οὔτε ἀπόφασι ς . ἀλ λ ’ ἔστω ὄνομα ἀόριστο ν , ὅτι ὁμοίως ἐ φ ’ ὁτουοῦν ὑπάρχει καὶ ὄντος καὶ μὴ ὄντο ς . Τοῦτο δὲ νῦν ἐκίνησε τὸ θεώρημα, διότι ἑώρα μὲν καὶ τὰς τοιαύτας φωνὰς παραλαμβανομένας πολλάκις ἐν ταῖς ἀποφάνσεσιν, ὡς ὅταν εἴπωμεν ‘οὐκ ἄνθρωπος περιπατεῖ‘, οὐδενός γε ὀνόματος ἠξιωμένας ὑπὸ τῶν παλαιοτέρων. διδάσκει τοίνυν καὶ τίσι τῶν ὠνομασμένων φωνῶν ὑποπτευθεῖεν ἂν αἱ αὐταὶ εἶναι, μὴ οὖσαι κατὰ ἀλήθειαν αἱ αὐταί, καὶ πῶς δίκαιον αὐτὰς ὀνομάζειν. ἐπεὶ οὖν μάλιστα ἄν τις ὑποπτεύσειεν αὐτὰς εἶναι ὀνόματα διά τε τὸ παραπλησίως τοῖς ὄντως ὀνόμασι τὴν τῶν ὑποκειμένων χώραν καταλαμβάνειν ἐν ταῖς προτάσεσι καὶ διὰ τὸ ἐφαρμόζειν αὐταῖς τὸν ἀποδεδομένον τοῦ ὀνόματος λόγον (τά τε γὰρ ἄλλα προφανῶς αὐταῖς ὑπάρχει καὶ οὐδ’ ἐπὶ τούτων τὰ μέρη σημαντικά ἐστι καθ’ ἑαυτά, τό τε ‘οὔκ‘ καὶ τὸ ‘ἄνθρωποσ‘, ὅταν ὡς ἑνὸς τοῦ ‘οὐκ ἄνθρωποσ‘ ὄντα μέρη λαμβάνωνται), οὐ μὴν ὁ Ἀριστοτέλης ἀξιοῖ αὐτὰς ἁπλῶς ὀνόματα καλεῖν, διότι τὸ μὲν ὄνομα μιᾶς ἐστι φύσεως σημαντικόν, τῆς τοῦ ὀνομαζομένου, τῶν δὲ τοιούτων ἑκάστη φωνῶν ἓν μὲν ἀναιρεῖ, τὸ σημαινόμενον ὑπὸ τοῦ ὀνόματος τοῦ δίχα τῆς ἀρνήσεως λεγομένου, πάντα δὲ τὰ ἄλλα τὰ παρ’ ἐκεῖνο εἰσφέρει καὶ ὄντα καὶ μὴ ὄντα· τὸ γὰρ οὐκ ἄνθρωπος ἐπ’ ἀνθρώπου μὲν οὐ λέγεται μόνου, λέγεται δὲ ἐπὶ ἵππου καὶ κυνὸς καὶ ἐπὶ τραγελάφου καὶ ἱπποκενταύρου καὶ πάντων ἁπλῶς ὄντων τε καὶ μὴ ὄντων. διὰ ταῦτα τὸ ὅλον τοῦτο ἀόριστα ὀνόματα κελεύει αὐτὰς προσαγορεύεσθαι· ὀνόματα μέν, διότι, ὅπερ ἐν τοῖς ἑξῆς ῥηθήσεται περὶ αὐτῶν, ἕν πως σημαίνει καὶ ταῦτα, τὸ παρὰ τὸ ὡρισμένον ἅπαν ὡς ἕν, οἷον τὸ οὐκ ἄνθρωπος τὸ παρὰ τὸν ἄνθρωπον ἅπαν ὡς ἓν κατ’ αὐτὸ τοῦτο, καθ’ ὃ πάντα κοινόν τι ἔχει τὸ μὴ εἶναι ὅπερ ἄνθρωπος· ἀόριστα δέ, διότι τὸ ὑπ’ αὐτῶν σημαινόμενον οὐχ ὕπαρξίν τινα πράγματος σημαίνει, ὅπερ τοῖς ὀνόμασιν ἔθος, ἀλλ’ ἀνυπαρξίαν οὖσί τε ὁμοίως καὶ μὴ οὖσιν ἐφαρμόζουσαν. |
| 42 | ἐπεὶ δὲ ὑπέλαβεν ἄν τις ἢ ἀποφάσεις εἶναι τὰς τοιαύτας φωνὰς διὰ τὴν τοῦ ἀρνητικοῦ μορίου προσθήκην, ἢ ὅλως λόγους, διότι σύνθεσίν τινα ἐμφαίνουσι, διὰ τοῦτο ἐπισημαίνεται ὡς οὐδέτερον τούτων δυνατὸν αὐτὰς ὀνομάζειν, οὔτε ἀπόφασιν οὔτε ἁπλῶς λόγον. ἀποφάσεις μὲν οὖν οὐκ εἰσί, διότι πᾶσα ἀπόφασις τοῦ ἀρνητικοῦ μορίου ἀφαιρεθέντος γίνεται κατάφασις, ἐπεὶ καὶ τούτῳ πλεονάζει τῆς καταφάσεως· αἱ δὲ τοιαῦται φωναὶ τοῦ ἀρνητικοῦ μορίου ἀφαιρεθέντος ὀνόματα ποιοῦσιν, ἀλλ’ οὐ καταφάσεις. ἀλλὰ μὴν οὐδὲ ἁπλῶς λόγοι· οὔτε γὰρ εὐχαὶ οὔτε προστάξεις οὔτε κλήσεις οὔτε ἐρωτήσεις οὔτε ἀποφάνσεις ὅλως, ἐπεὶ πᾶσα ἀπόφανσις ἢ ἀληθείας ἢ ψεύδους ἐστὶ σημαντική, τούτων δὲ οὐδέτερον ὑπὸ τῶν τοιούτων σημαίνεται φωνῶν. ἐπεὶ οὖν οὔτε τούτων οὐδέτερον καλεῖν αὐτὰς δυνατόν, λόγον ἢ ἀπόφασιν, οὔτε ἄλλο τι ἔχομεν ἐν τῇ συνηθείᾳ κείμενον ὄνομα ταῖς τοιαύταις φωναῖς, ὥσπερ ταῖς μὲν τοιαῖσδε τὸ τοῦ ὀνόματος ταῖς δὲ τοιαῖσδε τὸ τοῦ ῥήματος καὶ ταῖσδε τὸ τῆς καταφάσεως καὶ ἄλλαις ἄλλο, καλέσωμεν ἡμεῖς αὐτάς, φησίν, ἀόριστα ὀνόματα, διὰ τοῦ ἀλ λ ’ ἔστω ὄνομα ἀόριστον δηλῶν ὅτι αὐτός ἐστιν ὁ τὸ ὄνομα τοῦτο θέμενος ταῖς τοιαύταις φωναῖς. Τὸ δὲ Φίλωνος ἢ Φίλωνι καὶ ὅσα τοιαῦτα οὐκ ὀνόματα ἀλλὰ πτώσεις ὀνόματο ς . λόγος δέ ἐστιν αὐτοῦ τὰ μὲν ἄλλα κατὰ τὰ αὐτ ά , ὅτι δὲ μετὰ τοῦ ἔστιν ἢ ἦν ἢ ἔσται οὐκ ἀληθεύει ἢ ψεύδετα ι , τὸ δὲ ὄνομα ἀε ί , οἷον Φίλωνος ἔστιν ἢ οὐκ ἔστι ν · οὐδὲν γάρ πω οὔτε ἀληθεύει οὔτε ψεύδετα ι . Περὶ τῆς κατ’ εὐθεῖαν γινομένης τῶν ὀνομάτων προφορᾶς εἴωθε παρὰ τοῖς παλαιοῖς ζητεῖσθαι πότερον πτῶσιν αὐτὴν προσήκει καλεῖν ἢ οὐδαμῶς, ἀλλὰ ταύτην μὲν ὄνομα ὡς κατ’ αὐτὴν ἑκάστου τῶν πραγμάτων ὀνομαζομένου, τὰς δὲ ἄλλας πτώσεις ὀνόματος ἀπὸ τοῦ μετασχηματισμοῦ τῆς εὐθείας γινομένας. |
| 43 | τῆς μὲν οὖν δευτέρας προΐσταται δόξης ὁ Ἀριστοτέλης, καὶ ἕπονταί γε αὐτῷ πάντες οἱ ἀπὸ τοῦ Περιπάτου, τῆς δὲ προτέρας οἱ ἀπὸ τῆς Στοᾶς καὶ ὡς τούτοις ἀκολουθοῦντες οἱ τὴν γραμματικὴν μετιόντες τέχνην. λεγόντων δὲ πρὸς αὐτοὺς τῶν Περιπατητικῶν ὡς τὰς μὲν ἄλλας εἰκότως λέγομεν πτώσεις διὰ τὸ πεπτωκέναι ἀπὸ τῆς εὐθείας, τὴν δὲ εὐθεῖαν κατὰ τίνα λόγον πτῶσιν ὀνομάζειν δίκαιον ὡς ἀπὸ τίνος πεσοῦσαν; (δῆλον γὰρ ὅτι πᾶσαν πτῶσιν ἀπό τινος ἀνωτέρω τεταγμένου γίνεσθαι προσήκει), ἀποκρίνονται οἱ ἀπὸ τῆς Στοᾶς ὡς ἀπὸ τοῦ νοήματος τοῦ ἐν τῇ ψυχῇ καὶ αὕτη πέπτωκεν· ὃ γὰρ ἐν ἑαυτοῖς ἔχομεν τὸ Σωκράτους νόημα δηλῶσαι βουλόμενοι, τὸ Σωκράτης ὄνομα προφερόμεθα· καθάπερ οὖν τὸ ἄνωθεν ἀφεθὲν γραφεῖον καὶ ὀρθὸν παγὲν πεπτωκέναι τε λέγεται καὶ τὴν πτῶσιν ὀρθὴν ἐσχηκέναι, τὸν αὐτὸν τρόπον καὶ τὴν εὐθεῖαν πεπτωκέναι μὲν ἀξιοῦμεν ἀπὸ τῆς ἐννοίας, ὀρθὴν δὲ εἶναι διὰ τὸ ἀρχέτυπον τῆς κατὰ τὴν ἐκφώνησιν προφορᾶς. ἀλλ’ εἰ διὰ τοῦτο, φασὶν οἱ ἀπὸ τοῦ Περιπάτου, τὴν εὐθεῖαν πτῶσιν ἀξιοῦτε λέγειν, συμβήσεται καὶ τὰ ῥήματα πτώσεις ἔχειν καὶ τὰ ἐπιρρήματα τὰ μηδὲ κλίσεων ἀνέχεσθαι πεφυκότα· ταῦτα δὲ ἐναργῶς ἄτοπα καὶ ταῖς ὑμῶν αὐτῶν παραδόσεσι μαχόμενα. διὰ ταῦτα μὲν οὖν τὴν Περιπατητικὴν περὶ τούτων διάταξιν προτιμητέον. Ἐν δὲ τούτοις ὁ Ἀριστοτέλης διακρίνει τοῦ ὀνόματος τὰς πτώσεις, καὶ ταῦτα ὁμοίως αὐτῷ τὸν ἀποδεδομένον τοῦ ὀνόματος ὁρισμὸν ἐπιδεχομένας, τῷ τὸ μὲν ὄνομα μετὰ τοῦ ἔστιν ἢ ἦν ἢ ἔσται ἀληθεύειν ἢ ψεύδεσθαι, τὰς δὲ πτώσεις μηκέτι· ὁ μὲν γὰρ εἰπὼν ‘Φίλων ἔστιν‘ ἢ ‘Φίλων ἦν‘ ἢ ‘Φίλων ἔσται‘ ἢ ἀληθὲς εἶπεν ἢ ψεῦδος, ὁ δὲ ‘Φίλωνος ἔστιν‘ εἰπὼν ἢ ‘ἦν‘ ἢ ‘ἔσται‘ ἢ ‘Φίλωνι ἔστιν‘ ἢ ‘ἦν‘ ἢ ‘ἔσται‘ οὐδὲν οὔτε ἀληθὲς οὔτε ψεῦδος εἶπε, διότι δέονται προσθήκης τινὸς πρὸς τὸ ἀπαρτίσαι διάνοιαν οἱ τοιοῦτοι λόγοι. ἂν οὖν μὴ προστεθῇ τὸ υἱὸς οὗτος ἡ ἀγρός, οἷον ‘Φίλωνός ἐστιν υἱὸς ἢ ἀγρὸς οὗτος ἢ Φίλωνί ἐστι φίλος οὗτοσ‘, οὐδὲν οὔτε ἀληθὲς οὔτε ψεῦδος ἀποτελεῖται· ἄλλο μὲν γάρ τι τοῦ λόγου εἶδος, οἷον τὸ κλητικόν, ἐνδέχεται δηλοῦσθαι καὶ διὰ μιᾶς μόνης τοῦ ὀνόματος πτώσεως τῆς δι’ αὐτὸ τοῦτο κλητικῆς ὀνομαζομένης οὐδενὸς ῥήματος πρὸς τὸ σημῆναι δεηθείσης, οἷον ὦ μάκαρ Ἀτρείδη, μοιρηγενές, ὀλβιόδαιμον. |
| 44 | διὸ καὶ τὴν φωνὴν ἐν τούτῳ διαναπαύομεν καὶ τὸν καλούμενον, εἰ μή τι κωλύει, κινοῦμεν πρὸς τὴν ἀπόκρισιν, ὡς τῆς κατὰ τοῦτο διανοίας ἀπηρτισμένης. ἀπόφανσιν μέντοι ποιῆσαι ἢ ταύτην ἢ ἄλλην τινὰ πτῶσιν οὐδὲ τὸ ἔστι προσλαμβάνουσαν δυνατόν. Πάνυ δὲ καλῶς ὁ φιλόσοφος ἐπεσημήνατο Πορφύριος ὅτι τὸ ἔστιν οὐκ ἀντὶ παντὸς εἴληπται ῥήματος, ἀλλ’ αὐτὸ μόνον τὸ ἀπὸ τοῦ ὄντος παρηγμένον καὶ τὴν ὕπαρξιν σημαῖνον λαμβάνεται ὡς μετὰ μὲν τοῦ ὀνόματος αὐτοτελῆ ποιοῦν λόγον μετὰ δὲ τῶν πτώσεων ἐλλιπῆ· τινὰ γάρ ἐστι ῥήματα συνταττόμενα ταῖς πτώσεσι καὶ ποιοῦντα λόγους ἀληθεῖς ἢ ψευδεῖς, τοῖς δὲ ὀνόμασι συντάττεσθαι οὐ δυνάμενα, ὡς τὸ μεταμέλει, οἷον ‘Σωκράτει μεταμέλει‘, καίτοι τὸ ‘Σωκράτης μεταμέλει‘ ἀσύντακτον 〈ὄν〉. ἐν οἷς καὶ προσιστορεῖ τὴν τῶν Στωϊκῶν διάταξιν περὶ τῶν κατηγορουμένων ὅρων ἐν ταῖς προτάσεσιν οὖσαν τοιαύτην· “τὸ κατηγορούμενον ἤτοι ὀνόματος κατηγορεῖται ἢ πτώσεως, καὶ τούτων ἑκάτερον ἤτοι τέλειόν ἐστιν ὡς κατηγορούμενον καὶ μετὰ τοῦ ὑποκειμένου αὔταρκες πρὸς γένεσιν ἀποφάνσεως, ἢ ἐλλιπὲς καὶ προσθήκης τινὸς δεόμενον πρὸς τὸ τέλειον ποιῆσαι κατηγορούμενον. ἂν μὲν οὖν ὀνόματός τι κατηγορηθὲν ἀπόφανσιν ποιῇ, κατηγόρημα καὶ σύμβαμα παρ’ αὐτοῖς ὀνομάζεται (σημαίνει γὰρ ἄμφω ταὐτόν), ὡς τὸ περιπατεῖ, οἷον ‘Σωκράτης περιπατεῖ‘· ἂν δὲ πτώσεως, παρασύμβαμα, ὡσανεὶ παρακείμενον τῷ συμβάματι καὶ ὂν οἷον παρακατηγόρημα, ὡς ἔχει τὸ μεταμέλει, οἷον ‘Σωκράτει μεταμέλει‘· τὸ μὲν γὰρ μεταμελεῖται σύμβαμα εἶναι, τὸ δὲ μεταμέλει παρασύμβαμα οὐ δυνάμενον ὀνόματι συνταχθὲν ἀπόφανσιν ἐργάσασθαι, οἷον ‘Σωκράτει μεταμέλει‘ (οὐδεμία γὰρ τοῦτο ἀπόφανσις), ἀλλ’ οὔτε κλίσιν ἐπιδέξασθαι δυνάμενον, ὡς τὸ περιπατῶ περιπατεῖς περιπατεῖ, οὔτε συμμετασχηματισθῆναι τοῖς ἀριθμοῖς· ὥσπερ γὰρ λέγομεν ‘τούτῳ μεταμέλει‘, οὕτως καὶ ‘τούτοις μεταμέλει‘. καὶ πάλιν ἂν μὲν τὸ τοῦ ὀνόματος κατηγορούμενον δέηται προσθήκης πτώσεως ὀνόματός τινος πρὸς τὸ ποιῆσαι ἀπόφανσιν, ἔλαττον ἢ κατηγόρημα λέγεται, ὡς ἔχει τὸ φιλεῖ καὶ τὸ εὐνοεῖ, οἷον ‘Πλάτων φιλεῖ‘ (τούτῳ γὰρ προστεθὲν τὸ τινά, οἷον Δίωνα, ποιεῖ ὡρισμένην ἀπόφανσιν τὴν ‘Πλάτων Δίωνα φιλεῖ‘), ἂν δὲ τὸ τῆς πτώσεως κατηγορούμενον ᾖ τὸ δεόμενον ἑτέρᾳ συνταχθῆναι πλαγίᾳ πτώσει πρὸς τὸ ποιῆσαι ἀπόφανσιν, ἔλαττον ἢ παρασύμβαμα λέγεται, ὡς ἔχει τὸ μέλει, οἷον ‘Σωκράτει Ἀλκιβιάδου μέλει‘. |
| 45 | ταῦτα δὲ πάντα καλοῦσι ῥήματα”. Καὶ τοιαύτη μὲν ἡ τῶν Στωϊκῶν περὶ τούτων παράδοσις. ἡμεῖς δὲ συγκεφαλαιούμενοι τὰ περὶ τοῦ ὀνόματος ῥηθέντα τῷ Ἀριστοτέλει λέγομεν ὡς ἔσται τὸ κατὰ τὴν νῦν παράδοσιν κυρίως ὄνομα φωνὴ σημαντικὴ κατὰ συνθήκην ἄνευ χρόνου, ἧς μηδὲν μέρος ἐστὶ σημαντικὸν κεχωρισμένον, ὡρισμένον τι σημαίνουσα καὶ μετὰ τοῦ ἔστιν ἢ ἦν ἢ ἔσται ἀληθεύουσα ἢ ψευδομένη. ἀλλὰ διὰ τίνα αἰτίαν οὐκ ἐξ ἀρχῆς ὁ Ἀριστοτέλης τοῦτον ἀποδέδωκε τοῦ ὀνόματος τὸν ὁρισμόν, ὥστε μηδὲν ἐνοχλεῖν τὸν λόγον μήτε τὰ ἀόριστα ὀνόματα μήτε τὰς πτώσεις; φαμὲν δὴ ὅτι πολλά ἐστι παρ’ αὐτῷ τοῦ ὀνόματος τὰ σημαινόμενα· καὶ γὰρ πᾶσαν φωνὴν κατὰ συνθήκην σημαντικὴν ὁτουοῦν τῶν ὄντων τῆς τοῦ ὀνόματος ἀξιοῖ προσηγορίας, ὥσπερ καὶ ὁ ἐν τῷ Σοφιστῇ σοφὸς τὸ ἁπλῶς ὄνομα διαιρῶν εἰς τὸ ἰδίως λεγόμενον ὄνομα καὶ ῥῆμα, καθ’ ὃ σημαινόμενον λέγοιντο ἂν καὶ τὰ ῥήματα πάντα ὀνόματα (δηλοῖ δὲ αὐτὸς ἐν τοῖς ἑξῆς λέγων “αὐτὰ μὲν οὖν καθ’ ἑαυτὰ λεγόμενα τὰ ῥήματα ὀνόματά ἐστι καὶ σημαίνει τι”, ὡς ἂν διὰ τὴν σημαντικὴν δύναμιν ἀξιώσας αὐτὰ καλεῖν ὀνόματα, ἐπεὶ καὶ ἔστι τῶν ἐνεργειῶν ἢ τῶν παθῶν τῶν ὑπ’ αὐτῶν σημαινομένων ὥσπερ ὀνόματα), καὶ πᾶσαν φωνὴν ὑποκείμενον ἐν προτάσει ποιοῦσαν ὄνομα παρ’ αὐτῷ λεγομένην εὑρήσεις, ὡς ἐν τῷ τρίτῳ τοῦ βιβλίου κεφαλαίῳ δηλώσει λέγων “μετατιθέμενα δὲ τὰ ὀνόματα καὶ τὰ ῥήματα ταὐτὸν σημαίνει”, ὥστε κατὰ τοῦτο τὸ σημαινόμενον τὸ μὲν καλὸς καὶ τὸ δίκαιος καὶ ὅσα τοιαῦτα ἐν μεθέξει θεωρούμενα ἑτέρων τινῶν ὑποκειμένων τῶν μετεχόντων καὶ ὧν πέφυκε κατηγορεῖσθαι ῥήματα λέγεσθαι καὶ οὐκ ὀνόματα, τὸ δὲ βαδίζειν καὶ τὸ φιλοσοφεῖν ἔμπαλιν ὀνόματα καὶ οὐ ῥήματα, διότι ὑποκειμένους ποιοῦσιν ὅρους ἐν ταῖς προτάσεσι ταῖς λεγούσαις ‘τὸ βαδίζειν κινεῖσθαί ἐστι‘, ‘τὸ φιλοσοφεῖν ὠφέλιμόν ἐστι‘. διὸ καὶ συντάττεται αὐτοῖς τὸ ‘τό‘ ἄρθρον, ἅτε ὀνομάτων νῦν χώραν ἐκπληροῦσι. λέγεται δὲ καὶ ἄλλως ὄνομα κατὰ τὸν ἐξ ἀρχῆς ἀποδεδομένον τοῦ ὀνόματος ὁρισμὸν “πᾶσα φωνὴ σημαντικὴ κατὰ συνθήκην ἄνευ χρόνου, ἧς μηδὲν μέρος σημαντικὸν κεχωρισμένον”, καθ’ ὃ καὶ τὸ καλός καὶ τὸ δίκαιος καὶ τὸ οὐκ ἄνθρωπος καὶ τὸ Φίλωνος καὶ Φίλωνι ὀνόματα ἂν εἶεν. |
| 46 | καὶ πρὸς τούτοις ὄνομα λέγεται πᾶσα φωνὴ τὸν ἀποδοθέντα τοῦ ὀνόματος ὁρισμὸν δεχομένη καὶ ὡρισμένον τι σημαίνουσα, καθ’ ὃ σημαινόμενον τὰς μὲν πτώσεις οὐδὲν κωλύει λέγειν ὀνόματα, τὰ δὲ ἀόριστα λεγόμενα οὐκέτι δυνατὸν ὀνόματα καλεῖν. τούτου δὲ ἡμῖν ἔννοιαν δίδωσιν, ὁπόταν λέγῃ πᾶσαν κατάφασιν καὶ ἀπόφασιν ἢ ἐξ ὀνόματος εἶναι καὶ ῥήματος ἢ ἐξ ἀορίστου ὀνόματος καὶ ῥήματος, πρὸς τὸ ἀόριστον ὄνομα μόνον διακρίνας τὸ ὄνομα, οὐκέτι μέντοι πρὸς τὰς πτώσεις. ἔτι δὲ παρὰ τοὺς ἀπηριθμημένους τοῦ ὀνόματος ἅπαντας τρόπους ὄνομα λέγεται τὸ ἐκ τῶν προστεθέντων τῷ ἀποδοθέντι τοῦ ὀνόματος ὅρῳ διορισμῶν ἀποτελεσθέν, ἀποκεκριμένων τῶν τε πτώσεων καὶ τῶν ἀορίστων ὀνομάτων. πενταχῶς τοίνυν τοῦ ὀνόματος λεγομένου, ἅπαντα ὀρθῶς ἔχειν ῥητέον τὰ διὰ τούτων ὑπὸ τοῦ Ἀριστοτέλους λεγόμενα· καὶ γὰρ ὁ ἀποδεδομένος τοῦ ὀνόματος ὁρισμὸς ὑγιής ἐστι κατὰ τὸ τρίτον τῶν ἀπηριθμημένων αὐτοῦ σημαινομένων, καὶ οἱ προστεθέντες ὕστερον διορισμοὶ τὸν ὁρισμὸν οὐ διαβάλλουσιν, ἄλλα τινὰ παραδιδόντες ἡμῖν τοῦ ὀνόματος σημαινόμενα, ὁ μὲν περὶ τῶν ἀορίστων ὀνομάτων τὸ τέταρτον, ὁ δὲ περὶ τῶν πτώσεων τὸ πέμπτον. Τῆς μέντοι ῥήσεως τὸ λόγος δέ ἐστιν αὐτοῦ τὰ μὲν ἄλλα κατὰ τὰ αὐτὰ λέγεται μὲν περὶ τοῦ προφερομένου κατά τινα πτῶσιν ὀνόματος ὅτι ἕξει τὸν ὁρισμόν, ὃν ἐκάλεσε λόγον, κατὰ μὲν τὰ ἄλλα μηδὲν διαφέροντα τοῦ ἐξ ἀρχῆς ἀποδοθέντος ὁρισμοῦ τοῦ ὀνόματος (καὶ γὰρ τοῦτο φωνὴ σημαντικὴ κατὰ συνθήκην ἄνευ χρόνου, ἧς μηδὲν μέρος σημαντικὸν κεχωρισμένον) πλεονάσαντα δὲ τούτου τῇ διακρινούσῃ τὰς πτώσεις ἀπὸ τοῦ κυρίως ὀνόματος διαφορᾷ, τῷ τὰς μὲν πτώσεις μετὰ μόνου τοῦ ἔστιν ἢ ἦν ἢ ἔσται λεγομένας μήπω ποιεῖν τελείαν ἀπόφανσιν, διὸ μήτε ψεύδεσθαι μήτε ἀληθεύειν, τῷ δὲ ὀνόματι καὶ μόνον ἕν τι τῶν ῥημάτων ἀρκεῖν πρὸς τὴν γένεσιν τῆς τελείας ἀποφάνσεως. εἴληπται δὲ ἀπὸ Ἀττικῆς συνηθείας τῶν εἰς τὸν δῆμον πλείονα ἅμα ψηφίσματα εἰσφερόντων· ὁ γάρ τοι γραμματεὺς τὸ μὲν πρῶτον τῶν γεγραμμένων ψηφισμάτων ἀναγινώσκων τῷ δήμῳ τό τε ὄνομα ἔλεγε τοῦ γεγραφότος καὶ τὸν πατέρα καὶ τὸν δῆμον, οἷον ‘Δημοσθένης Δημοσθένους Παιανιεὺς ψήφισμα εἰσφέρει τοιόνδε‘, τὸ μέντοι δεύτερον ἢ καὶ τρίτον, εἰ οὕτως ἔτυχεν, ἐμφανίζων ἐνεδείκνυτο μόνον ὡς καὶ ἄλλο τοῦ αὐτοῦ ἀνδρὸς ἀναγνώσεται ψήφισμα τῷ πρὸ τῆς ἀναγνώσεως αὐτοῦ λέγειν πρὸς τὸν δῆμον ‘τὰ μὲν ἄλλα κατὰ τὰ αὐτά, ψηφίζεται δὲ καὶ τάδε‘. |
| 47 | διὸ καὶ ὁ ἐν τῷ Γοργίᾳ Σωκράτης τῇ αὐτῇ ταύτῃ λέξει χρησάμενος τοῖς ἐν τῷ δήμῳ συγγραφομένοις αὐτὴν ἀνέθηκεν. Ῥῆμα δέ ἐστι τὸ προσσημαῖνον χρόνο ν , οὗ μέρος οὐδὲν σημαίνει χωρί ς , καὶ ἔστιν ἀεὶ τῶν κα θ ’ ἑτέρου λεγομένων σημεῖο ν . λέγω δὲ ὅτι προσσημαίνει χρόνο ν , οἷον ὑγεία μὲν ὄνομ α , τὸ δὲ ὑγιαίνει ῥῆμ α · προσσημαίνει γὰρ τὸ νῦν ὑπάρχει ν . καὶ ἀεὶ τῶν κα θ ’ ἑτέρου λεγομένων σημεῖόν ἐστι ν , οἷον τῶν κα θ ’ ὑποκειμένου ἢ ἐν ὑποκειμέν ῳ . τὸ δὲ οὐχ ὑγιαίνει καὶ τὸ οὐ κάμνει οὐ ῥῆμα λέγ ω · προσσημαίνει μὲν γὰρ χρόνον καὶ ἀεὶ κατά τινος ὑπάρχε ι , τῇ δὲ διαφορᾷ ὄνομα οὐ κεῖτα ι · ἀλ λ ’ ἔστω ἀόριστον ῥῆμ α , ὅτι ὁμοίως ἐ φ ’ ὁτουοῦν ὑπάρχε ι , καὶ ὄντος καὶ μὴ ὄντο ς . ὁμοίως δὲ καὶ τὸ ὑγίανεν ἢ τὸ ὑγιανεῖ οὐ ῥῆμ α , ἀλλὰ πτῶσις ῥήματο ς . διαφέρει δὲ τοῦ ῥήματο ς , ὅτι τὸ μὲν τὸν παρόντα προσσημαίνει χρόνο ν , τὰ δὲ τὸν πέρι ξ . Ἡ μὲν τελεία τοῦ ὁρισμοῦ τοῦ ῥήματος ἀπόδοσις εἴη ἂν παραπλησίως τῷ ἀποδοθέντι τοῦ ὀνόματος ὅρῳ ‘φωνὴ σημαντικὴ κατὰ συνθήκην προσσημαίνουσα χρόνον, ἧς μέρος οὐδὲν σημαίνει χωρίσ‘, ἅτε δὲ συντομίας ὢν ἐραστὴς ὁ Ἀριστοτέλης, ὅσα κοινὰ ἦν τῷ ῥήματι πρὸς τὸ ὄνομα ὑπερβὰς ὡς ἤδη ῥηθέντα ἐν τῷ τοῦ ὀνόματος λόγῳ, ἀπὸ τοῦ καθ’ ὃ διαφέρει τὸ ῥῆμα τοῦ ὀνόματος (διαφέρει δὲ τῷ προσσημαίνειν χρόνον) ποιεῖται τὴν περὶ αὐτοῦ διδασκαλίαν. ἀλλ’ εἰ τοῦθ’ οὕτως ἔχει, τί δή ποτε προστίθεται τὸ οὗ μέρος οὐδὲν σημαίνει χωρί ς , ὅπερ καὶ ἐν τῷ λόγῳ τοῦ ὀνόματος παρείληπται; λεγέσθω τοίνυν πρὸς ταύτην τὴν ἀπορίαν ἐκεῖνο τὸ Πορφυρίειον, ὡς εἰσὶ λόγοι τινὲς ἐκ ῥημάτων συγκείμενοι ὧν τὰ μέρη σημαντικά ἐστιν, αὐτὰ λέγω τὰ ῥήματα ἐξ ὧν οἱ λόγοι συντέθεινται, οἷον ὅταν εἴπω ‘τὸ βαδίζειν κινεῖσθαί ἐστι‘· τὸ γὰρ βαδίζειν καὶ τὸ κινεῖσθαι καὶ τὸ ἔστι τοῦ ὅλου λόγου μέρη ὄντα σημαντικά ἐστι καθ’ ἑαυτά. ἵνα οὖν διακρίνῃ τὰ ῥήματα τῶν τοιούτων λόγων, οἷς τὰ ἄλλα μέρη τοῦ ὁρισμοῦ τοῦ ῥήματος ἐφαρμόττει, λέγω δὲ τὸ φωνὴ τὸ σημαντικὴ τὸ κατὰ συνθήκην τὸ προσσημαίνουσα χρόνον, ταύτην ἀναγκαίως καὶ ἐνταῦθα προστέθεικε τὴν διαφοράν. |
| 48 | ἀλλὰ πῶς οὐ σημαίνειν χρόνον, ἀλλὰ προσσημαίνειν ἔφη τὸ ῥῆμα; ἢ διότι σημαίνειν μέν ἐστιν, ὡς καὶ πρότερον ἐλέγομεν, τὸ προηγουμένως δηλοῦν τι, προσσημαίνειν δὲ τὸ πρὸς τῷ πρώτως δηλουμένῳ κατὰ δεύτερον λόγον καὶ ἄλλο τι συνεμφαίνειν· τὰ δὲ ῥήματα προηγουμένως μὲν ἐνεργείας τινὰς ἢ πάθη δηλῶσαι βουλόμενοι φθεγγόμεθα, τοὺς δὲ προσόντας χρόνους ταῖς ἐνεργείαις ἢ τοῖς πάθεσι, καθ’ οὓς εἶναι λέγονται ἢ γεγονέναι ἢ ἔσεσθαι, μετὰ τούτων ὥσπερ συναναφαινομένους ὁρῶμεν. Ἑξῆς δὲ λοιπὸν καὶ τὴν τάξιν, ἣν ἐν ταῖς προτάσεσι κατέχει τὸ ῥῆμα, διδάσκει ἡμᾶς ὁ Ἀριστοτέλης λέγων καὶ ἔστιν ἀεὶ τῶν κα θ ’ ἑτέρου λεγομένων σημεῖο ν , τοῦτο δέ ἐστιν ὅτι τὴν τοῦ κατηγορουμένου χώραν ἀεὶ καταλαμβάνει τὰ ῥήματα, καὶ οὐχὶ τὴν τοῦ ὑποκειμένου. καὶ τοῦτο εἰκότως· εἰ γὰρ ἐνεργειῶν ἢ παθῶν εἰσι σημαντικά, ταῦτα δὲ οὐκ ἔστιν ἀπολελυμένα καὶ καθ’ ἑαυτὰ ὑφεστῶτα, ἀλλ’ ἐφ’ ἕτερα τὴν ἀναφορὰν ἔχοντα τὰ ἐνεργοῦντα ἢ πάσχοντα, δῆλον ὅτι προσῆκον ἂν αὐτοῖς εἴη τὸ κατηγορεῖσθαι ἐκείνων. οὕτω δὲ καὶ Πλάτων περὶ τούτων διατάττεται λέγων ἐν τῷ Σοφιστῇ περὶ μὲν τοῦ πᾶσαν φωνὴν σημαντικὴν καλεῖσθαι ὄνομα· “Φέρε δὴ καθάπερ περὶ τῶν εἰδῶν καὶ τῶν γραμμάτων ἐλέγομεν, περὶ ὀνομάτων πάλιν ὡσαύτως ἐπισκεψώμεθα· φαίνεται γάρ πῃ ταύτῃ τὸ νῦν ζητούμενον. Τὸ ποῖον οὖν δὴ περὶ τῶν ὀνομάτων ὑπακουστέον; Εἴτε πάντα ἀλλήλοις ξυναρμόττει εἴτε μηδέν· εἴτε τὰ μὲν ἐθέλει τὰ δὲ μή. Δῆλον τοῦτό γε ὅτι τὰ μὲν ἐθέλει τὰ δὲ οὔ. Τὸ τοίονδε λέγεις ἴσως ὅτι τὰ μὲν ἐφεξῆς λεγόμενα καὶ δηλοῦντά τι ξυναρμόττει, τὰ δὲ μηδὲν σημαίνοντα τῇ συνεχείᾳ ἀναρμοστεῖ”. δι’ ὧν κἀκεῖνο φανερὸν ὅτι πρὸ τοῦ Ἀριστοτέλους ἕνα λόγον εἶναί φησι τὸν ἑνὸς πράγματος ὄντα σημαντικόν (τοῦτο γὰρ τὸ “δηλοῦντά τι”), ἐπεὶ καὶ τὰ ἀναρμόστως ἔχοντα (τοῦτο δέ ἐστι τὰ ἐφεξῆς ἀλλήλοις εἰρημένα ὀνόματα χωρὶς ῥήματος ἢ ῥήματα χώρις ὀνόματος) σημαίνει πάντως, ἀλλὰ πλείονα καὶ οὐ τί. περὶ δὲ τοῦ δύο μόνα εἴδη τῶν σημαντικῶν εἶναι φωνῶν, ὄνομα καὶ ῥῆμα, τὸ μὲν ὑπάρξεων δηλωτικόν, τὸ δὲ ἐνεργειῶν ἢ παθῶν, ἃς κοινῶς ὠνόμασε πράξεις· ‘Ὅπερ ᾠήθην ὑπολαβόντα σε προσομολογεῖν· ἔστι γὰρ ἡμῖν τῶν τῇ φωνῇ περὶ τὴν οὐσίαν δηλωμάτων διττὸν γένος, τὸ μὲν ὄνομα κληθέν, τὸ δὲ ῥῆμα, τὸ μὲν ἐπὶ ταῖς πράξεσι ῥῆμά που λεγόμενον, τὸ δὲ ἐπ’ αὐτοῖς τοῖς ἐκεῖνα πράττουσι σημεῖον τῆς φωνῆς ἐπιτεθὲν ὄνομα‘. |
| 49 | δι’ ὧν δῆλός ἐστιν οὐ μόνον ἐνεργειῶν ἢ παθῶν τὸ ῥῆμα λέγων εἶναι δηλωτικόν, ὅπερ σημαίνεται διὰ τῆς πράξεως, ἀλλὰ καὶ σημεῖον αὐτὸ πρὸ τοῦ Ἀριστοτέλους καλῶν, τοῦ σημείου τὸ σημαντικὸν παρ’ ἀμφοτέροις δηλοῦντος, καὶ σημαντικὸν θέσει, ἀλλ’ οὐ φύσει, κατὰ τὰ πρότερον ἐν τῷ περὶ τοῦ ὀνόματος λόγῳ περὶ τούτων διωρισμένα. Καὶ τὸ ἀεὶ δὲ οὐ μάτην πρόσκειται ἐν τῷ καὶ ἔστιν ἀεὶ τῶν κα θ ’ ἑτέρου λεγομένων σημεῖο ν · τοῦτο γὰρ μάλιστα τὴν ἰδιότητα τῶν ῥημάτων ἐμφανίζει, ἐπεὶ καὶ ὀνόματά τινα οὐδὲν κωλύει κατηγορεῖσθαί ποτε, ὡς τὸ ζῷον τοῦ ἀνθρώπου, ἀλλ’ ἐκεῖνα οὔτε τῶν μόνως καὶ ἀεὶ κατηγορουμένων ἐστὶν οὔτε καθ’ ἑαυτὰ δίχα ῥήματός τινος κατηγορούμενα, οἷον τοῦ ἔστιν ἢ οὐκ ἔστι, τέλειον πεφύκασιν ἐργάζεσθαι λόγον, τὰ δέ γε ῥήματα τὴν οἰκείαν σώζοντα δύναμιν μόνως καὶ ἀεὶ καὶ καθ’ ἑαυτὰ κατηγορεῖσθαι συμβέβηκε. Ταῦτα περὶ τοῦ ῥήματος εἰπὼν ἑξῆς ἕκαστον τῶν παραληφθέντων πρὸς τὴν διδασκαλίαν ἐξηγεῖσθαι πειρᾶται, καὶ πρῶτον εἰκότως τὸ προσσημαίνειν χρόνο ν , ὅπερ ὅτι ἀναγκαίως παρείληπται, διιστὰς ἱκανῶς τοῦ ὀνόματος τὸ ῥῆμα, συντόμως ἐδήλωσε παραθεὶς ἀλλήλοις ὄνομά τι καὶ ῥῆμα περὶ τὸ αὐτὸ πρᾶγμα στρεφόμενα, τὴν ὑγείαν καὶ τὸ ὑγιαίνει, καὶ δείξας ὅτι τὸ μὲν ὄνομα οὐδενός ἐστι χρόνου δηλωτικόν, τὸ δέ γε ῥῆμα πρὸς τῇ τοιᾷδε διαθέσει, ἣν προηγουμένως δηλοῖ, καὶ τὸν χρόνον ἐσήμηνε. μετὰ δὲ τοῦτο ὑπερβὰς τὸ οὗ μέρος οὐδὲν σημαίνει χωρί ς , ὡς ἱκανῶς τυχὸν ἐξηγήσεως ἐν τοῖς περὶ τοῦ ὀνόματος εἰρημένοις, ἐπὶ τὸ λοιπὸν μεταβαίνει καί φησι τῶν κα θ ’ ἑτέρου λεγομένων εἰρῆσθαι σημαντικὰ εἶναι τὰ ῥήματα, τῶν κα θ ’ ὑποκειμένου ἢ ἐν ὑποκειμέν ῳ . τοῦτο δέ, διότι τῶν ῥημάτων ὥσπερ καὶ τῶν ὀνομάτων τὰ μὲν ὡς κατ’ οὐσίαν ὑπάρχοντα τοῖς ὧν κατηγοροῦνται καὶ συμπληρωτικὰ αὐτῶν ὄντα λέγονται κατηγορεῖσθαι, ὅπερ ἐν Κατηγορίαις ἐλέγετο καθ’ ὑποκειμένου, τὰ δὲ ὡς συμβεβηκότα τοῖς ὑποκειμένοις, ὅπερ ἐν ὑποκειμένῳ προσαγορεύομεν· καθάπερ γὰρ τοῦ ἀνθρώπου κατηγοροῦντες τό τε ζῷον καὶ τὸ λευκόν, ὀνόματα ὄντα, οὐ τὸν αὐτὸν τρόπον ἀμφότερα κατηγοροῦμεν, ἀλλὰ τὸ μὲν ζῷον ὡς καθ’ ὑποκειμένου τοῦ ἀνθρώπου λέγομεν, τὸ δὲ λευκὸν ὡς ἐν ὑποκειμένῳ αὐτῷ τὸ εἶναι ἔχον, τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῆς τῶν ῥημάτων ἕξει κατηγορίας· ὅταν μὲν γὰρ εἴπω ‘τὸ βαδίζειν κινεῖσθαι κατὰ τόπον ἐστίν‘ ἢ ‘τὸ θερμαίνειν ποιεῖν ἐστιν‘, ὡς καθ’ ὑποκειμένου κατηγόρησα τοῦ μὲν βαδίζειν τὸ κινεῖσθαι κατὰ τόπον τοῦ δὲ θερμαίνειν τὸ ποιεῖν, ἐπείπερ ἐστὶν αὐτῶν γενικώτερα, ὅταν δὲ εἴπω ‘Σωκράτης περιπατεῖ‘ ἢ ‘Πλάτων ἀναγινώσκει‘, κατὰ συμβεβηκὸς ἐνταῦθα κατηγορεῖται τὰ κατηγορούμενα τῶν ὑποκειμένων. |
| 50 | ἵνα οὖν ἄμφω τὰ εἴδη τῆς κατηγορίας παραστήσῃ, διὰ τοῦτο εἰπὼν ὅτι ἀεὶ κατηγορεῖσθαι φιλεῖ τὰ ῥήματα, ἐπήγαγεν ὅπως, ὅτι ποτὲ μὲν καθ’ ὑποκειμένου, ποτὲ δὲ ὡς ἐν ὑποκειμένῳ. ἀλλ’ αὕτη μὲν ἡ ἐξήγησις ἁρμόσει τῆς γραφῆς οὕτως ἐχούσης, ὡς παρεθέμεθα, καθάπερ ἐν τοῖς πλείστοις ἀντιγράφοις εὑρίσκομεν. εἰ δὲ καὶ οὕτω τινὲς ἐθέλοιεν ἔχειν τὴν γραφὴν καὶ ἀεὶ τῶν ὑπαρχόντων σημεῖόν ἐστι ν , οἷον τῶν κα θ ’ ὑποκειμένο υ , καθάπερ ὁ φιλόσοφος Πορφύριός φησιν, ἐροῦμεν ἐνταῦθα τὸ καθ’ ὑποκειμένου παρειλῆφθαι καὶ ἀντὶ τοῦ ἐν ὑποκειμένῳ· εἴωθε γὰρ ἔστιν ὅτε τὸ ἐν ὑποκειμένῳ ἀδιαφόρως καλεῖν καθ’ ὑποκειμένου. τούτων μὲν οὖν τὴν προτέραν γραφήν τε καὶ ἐξήγησιν αἱρετέον. Ὅτι δὲ καὶ ὑποκείμενα γίνεταί ποτε ῥήματα, ὡς τὸ φιλοσοφεῖν ἐν τῷ ‘τὸ φιλοσοφεῖν ὠφέλιμόν ἐστι‘ καὶ τὸ βαδίζειν ἐν τῷ ‘τὸ βαδίζειν κινεῖσθαί ἐστι‘, καὶ ὅτι τότε οὐχ ὡς ῥήματα ἀλλ’ ὡς ὀνόματα ἐν τοῖς λόγοις παραλαμβάνεται, διὸ καὶ τὸ ἄρθρον αὐτῶν προτάττεται, πρότερον εἴρηται. καὶ μήποτε δεῖ λέγειν ὅτι αἱ ἐνέργειαι καὶ τὰ πάθη καὶ φύσεις τινὰς ἔχουσι καὶ ἰδιότητας, καθ’ ἃς καὶ διαφέρουσιν ἀλλήλων, καὶ ἄλλων τινῶν λέγονται εἶναι τῶν ἐνεργούντων ἢ πασχόντων, καὶ σημαίνομεν αὐτὰς ποτὲ μὲν ὡς τῶν ὄντων οὔσας καὶ φύσιν τινὰ ἐχούσας ὁρῶντες ποτὲ δὲ ὡς περὶ ἄλλα ἄττα ὑποκείμενα αὐτὰς ὑφεστώσας θεωροῦντες, καὶ δεῖ τὰς μὲν φωνὰς τὰς σημαινούσας αὐτῶν τὰς ὑπάρξεις ὀνόματα καλεῖν, τὰς δὲ τὴν ἀναφορὰν τὴν πρὸς τὰ ὑποκείμενα δηλούσας ῥήματα· ὥστε τὸ φιλοσοφεῖν καὶ τὸ περιπατεῖν καὶ πάντα τὰ παρὰ τοῖς γραμματικοῖς ἀπαρέμφατα λεγόμενα, καθ’ ὃ μὲν προσσημαίνουσι χρόνον, ῥήματα λέγεσθαι καὶ οὐκ ὀνόματα, καθ’ ὃ δὲ ὁπωσοῦν ὑφεστῶτά τινα σημαίνουσιν, αὐτὰς λέγω τὰς ἐνεργείας ἢ τὰ πάθη, καὶ ἄρθρον αὐτῶν προτάττεται τὸ μόνον εἰωθὸς τῶν ὀνομάτων προηγεῖσθαι καὶ οὐκ ἀεὶ τὴν τῶν κατηγορουμένων ἐπέχουσι τάξιν, ὅπερ ἴδιον εἶναι βούλεται τοῦ ῥήματος ὁ Ἀριστοτέλης, ὀνόματα καὶ οὐ ῥήματα. ἐπιστῆσαι δὲ χρὴ ὡς καὶ ὅταν κατηγορούμενα γένηται ταῦτα, καθάπερ τὸ κινεῖσθαι ἐν τῷ ‘τὸ περιπατεῖν κινεῖσθαί ἐστιν‘ ἢ τὸ ὠφελεῖσθαι ἐν τῷ ‘τὸ φιλοσοφεῖν ὠφελεῖσθαί ἐστιν‘, οὐδὲν διάφορον ἔχει κατὰ τὸ κατηγορεῖσθαι τῶν ὁμολογουμένων ὀνομάτων, οἷον τοῦ ζῷον· οὐδὲ γὰρ ταῦτα δύναται δίχα τῆς προσθήκης τοῦ ἔστιν ἢ οὐκ ἔστιν ἢ λέγεται ἢ μέλλω ἐν τῷ ‘λέγειν μέλλω‘ ἤ τινος τοιούτου τέλειον ἐργάσασθαι λόγον. |
| 51 | ὅταν οὖν ὡς ὅπως ποτὲ ὄντων τινῶν ὀνόματα ὄντα ταῦτα λάβωμεν, τότε καὶ ἀποφαίνεσθαί τι περὶ τῶν ὑπ’ αὐτῶν σημαινομένων καὶ κατηγορεῖν αὐτῶν ὄντως ῥήματά τινα ἐγχειροῦμεν, καθάπερ εἰώθαμεν ποιεῖν ἐπὶ τῶν ὄντως ὀνομάτων. ἀλλὰ ταῦτα μὲν εἴρηται περὶ τῶν ῥημάτων τῆς ἀπαρεμφάτου παρὰ τοῖς γραμματικοῖς λεγομένης ἐγκλίσεως, δι’ ὧν καὶ μόνων εἰώθαμεν κυρίως σημαίνειν τὰς ἐνεργείας ἢ τὰ πάθη τὰς ἐν ὑποκειμένων τάξει παραλαμβανομένας, ὅταν δέῃ τι περὶ αὐτῶν λέγειν. εἰ δέ τί ποτε καὶ κατὰ τὰς ἄλλας ἐγκλίσεις ὑποκείμενον γίνεται, καθάπερ τὸ ὑγιαίνω ἐν τῷ ‘τὸ ὑγιαίνω ῥῆμά ἐστιν‘, ἐπιστῆσαι χρὴ ὅτι τότε οὐ περὶ αὐτῆς τῆς σημαινομένης διαθέσεως ποιούμεθα τὸν λόγον, ἀλλὰ περὶ τῆς σημαινούσης αὐτὴν φωνῆς ὡς φωνὴν αὐτὴν ἐπισκεπτόμενοι καὶ διοριζόμενοι τὸ ἐπιφημισθὲν ὄνομα τῇ τοιᾷδε φωνῇ· καὶ γὰρ καὶ αἱ φωναὶ τῶν ὄντων, καὶ ταύτας, ὥσπερ καὶ τὰ ἄλλα διακρίνοντες ἀλλήλων ὀνόμασιν αὐτάς, τὰς μὲν ἄλλοις τὰς δὲ ἄλλοις σημαίνομεν. διόπερ οὐκ ἐπὶ ῥημάτων μόνων τὸ τοιοῦτον γινόμενον εὑρήσεις, ἀλλὰ καὶ ἐπὶ πάσης φωνῆς σημαντικῆς τε καὶ ἀσήμου· λέγομεν γὰρ ‘ὁ μὲν σύνδεσμοσ‘ ‘τὸ τὸ ἄρθρον‘ ‘ἡ κνὰξ φωνὴ ἄσημοσ‘. ὁ δέ γε Ἀριστοτέλης οὐκ αὐτὴν καθ’ αὑτὴν τὴν τοῦ ῥήματος φωνὴν εἶπεν εἶναι τὴν ἀεὶ κατηγορεῖσθαι βουλομένην, ἀλλὰ τὸ ὑπ’ αὐτῆς σημαινόμενον, ὅπερ ἐστὶν ἢ ἐνέργειά τις ἢ πάθος. διὸ καὶ οὕτως εἶπεν ὅτι ἔστιν ἀεὶ τῶν κα θ ’ ἑτέρου λεγομένων σημεῖο ν . τούτων μὲν οὖν ἅλις. Περὶ δὲ τοῦ ἀορίστου ῥήματος οὐ δεησόμεθα πολλῶν λόγων· τὰ αὐτὰ γὰρ ἐροῦμεν τοῖς περὶ τοῦ ἀορίστου ὀνόματος, ὅτι τε οὐ παντάπασιν ἐκβέβηκε τῆς φύσεως τῶν ῥημάτων, ὅπερ συντόμως ὑπέμνησεν ὁ Ἀριστοτέλης εἰπὼν προσσημαίνει μὲν γὰρ χρόνον καὶ ἀεὶ κατά τινος ὑπάρχε ι , καὶ ὡς διὰ τὸ μὴ ἐπί τινος ὡρισμένου λέγεσθαι τὸ ὅλον τοῦτο ἀόριστον ῥῆμα προσαγορεύεται. ὅταν δὲ λέγῃ τῇ δὲ διαφορᾷ ὄνομα οὐ κεῖτα ι , διαφορὰν καλεῖ τὴν ἑτερότητα τοῦ ἀορίστου ῥήματος πρὸς τὸ ὡρισμένον. ταύτῃ δὲ τῇ ἑτερότητι μηδέν φησι κεῖσθαι ὄνομα, καθ’ ὃ δυνάμεθα δηλῶσαι ὡς ἕτερόν ἐστι τὸ ἀόριστον ῥῆμα τοῦτο, περὶ οὗ ὁ λόγος, παρὰ τὸ ῥῆμα, καθάπερ τῇ ἑτερότητι τοῦ ὀνόματος πρὸς τὸ ῥῆμα κείμενον ἔχομεν ὄνομα τοῦτ’ αὐτὸ τὸ καλεῖσθαι τὸ μὲν ὄνομα τὸ δὲ ῥῆμα. |
| 52 | ἐπεὶ οὖν οὐχ οὕτως καὶ ἐπὶ τοῦ ῥήματος καὶ τοῦ ἀορίστου ῥήματος ὀνόματα δύο ἔχομεν κείμενα τὰ δηλῶσαι ἡμῖν δυνάμενα ὅτι ταῦτα διάφορά ἐστιν ἀλλήλων, ἀλλὰ τὸ μὲν ἕτερον αὐτῶν ἔσχε τι ὄνομα τὸ καλεῖσθαι ῥῆμα, τὸ δὲ ἕτερον παρεώραται ὑπὸ τῶν τὰ ὀνόματα θεμένων καὶ οὐδεμίαν ἔχει τοιαύτην φωνὴν σημαίνουσαν αὐτό, τῇ διαφορᾷ φησι μὴ κεῖσθαι ὄνομα ἐν τῇ συνηθείᾳ, τοῦτ’ ἔστι τῇ ἰδιότητι τοῦ ἀορίστου ῥήματος, ἣν ἔχει παρὰ τὸ ὡρισμένον, ἣν ἰδιότητα ἐχρῆν τοὺς τῶν ὀνομάτων πατέρας ἰδίας τινὸς ἐπωνυμίας ἀξιῶσαι· διόπερ αὐτὸς ὄνομα αὐτῷ τιθέμενος ἀξιοῖ αὐτὸ καλεῖν ἀόριστον ῥῆμ α , ὅτι ὁμοίω ς , φησίν, ἐ φ ’ ὁτουοῦν ὑπάρχε ι , καὶ ὄντος καὶ μὴ ὄντο ς , τὸ ὑπάρχειν ἀντὶ τοῦ ἀληθῶς κατηγορεῖσθαι λαμβάνων· κατηγορεῖσθαι μὲν γὰρ ἀληθῶς τι καὶ τοῦ μὴ ὄντος ὡς μὴ ὑπάρχον αὐτῷ μηδὲ πεφυκὸς ὑπάρχειν οὐδὲν κωλύει, οἷον ὅταν εἴπω ‘ὁ ἱπποκένταυρος οὐχ ὑγιαίνει ἢ οὐ κάμνει‘, ὑπάρχειν δέ τι τῷ μὴ ὄντι ἀδύνατον. Ἐπὶ τούτοις τὴν διαφορὰν ἡμῖν παραδίδωσι τῶν ῥημάτων πρὸς τὰς πτώσεις αὐτῶν, καθάπερ ἐπὶ τῶν ὀνομάτων ἐποίει, καί φησι τὰ μὲν ἐπὶ τοῦ ἐνεστῶτος χρόνου λεγόμενα, ὁποίου ποτ’ ἂν ὦσι προσώπου, ῥήματα καλεῖν, οἷον τὸ ὑγιαίνω καὶ τὸ ὑγιαίνεις καὶ τὸ ὑγιαίνει, ἐνεστῶτος δὲ τοῦ ἐν πλάτει δηλονότι (κατὰ γὰρ τὸν ἀκαριαῖον λεγόμενον οὔτε ποιῆσαί τι οὔτε φθέγξασθαι δυνατόν), τὰ δὲ τὸν πέριξ χρόνον προσσημαίνοντα (καλεῖ δὲ πέριξ τόν τε παρεληλυθότα καὶ τὸν μέλλοντα ὡς τὸν ἐνεστῶτα περιέχοντας) πτώσεις ῥήματος, ὡς ἂν γινόμενα κατὰ παρασχηματισμὸν τὸν ἀπὸ τῶν ῥημάτων τῶν ἐπὶ τοῦ ἐνεστῶτος χρόνου λεγομένων· ὥστε τὸ κυρίως ῥῆμα τοῦτο εἶναι τὸ ἐπὶ τοῦ ἐνεστῶτος χρόνου λεγόμενον καὶ ὡρισμένον τι σημαῖνον. εἰ δὲ κἀνταῦθά τις ἀποροίη διὰ τί μὴ ἐξ ἀρχῆς τὰς διαφορὰς ταύτας προσετίθει τῷ λόγῳ τοῦ ῥήματος ὁ Ἀριστοτέλης, οὐκ ἐλλιπῆ εἶναι φήσομεν ἡμεῖς, καθάπερ Ἑρμῖνος, τὸν ἐξ ἀρχῆς ἀποδιδόμενον λόγον, ἀλλὰ πλείονα εἶναι παρὰ τῷ φιλοσόφῳ καὶ τοῦ ῥήματος τὰ σημαινόμενα, καὶ ἄλλου μὲν εἶναι σημαινομένου τὸν ἐξ ἀρχῆς ἀποδιδόμενον λόγον, ἄλλο δέ τι διὰ τῶν νυνὶ προστιθεμένων τὸν φιλόσοφον ὑπογράφειν· τριχῶς γὰρ τὸ ῥῆμα παρὰ τῷ Ἀριστοτέλει λεγόμενον εὑρήσεις, ἤτοι πᾶσαν φωνὴν προσσημαίνουσαν χρόνον, ἧς μέρος οὐδὲν σημαίνει χωρίς, ἀεὶ καθ’ ἑτέρου λεγομένην, ὥσπερ ἐξ ἀρχῆς ὡρίσατο, καθ’ ὃ σημαινόμενον εἶεν ἂν ῥήματα καὶ τὰ ἀόριστα ῥήματα καὶ αἱ πτώσεις τοῦ ῥήματος, ἢ πᾶσαν φωνὴν προσσημαίνουσαν τὸν ἐνεστῶτα μόνον χρόνον καὶ ὡρισμένον τι δηλοῦσαν, ὃ σημαινόμενον παραδίδοται ἡμῖν διὰ τῶν νυνὶ λεγομένων, ἢ πᾶσαν φωνὴν κατηγορούμενον ἐν προτάσει ποιοῦσαν, ὥστε κατὰ τοῦτο τὸ σημαινόμενον τὸ καλὸς καὶ δίκαιος καὶ λευκὸς καὶ ζῷον, ὅταν κατηγορούμενα ληφθῇ, ῥήματα λέγεσθαι, ὅπερ κατ’ οὐδέτερον ἦν τῶν προτέρων σημαινομένων. |
| 53 | ὅτι δὲ καὶ τοῦτο οἶδε τοῦ ῥήματος τὸ σημαινόμενον, ἤδη μὲν καὶ κατ’ ἀρχὰς τῆσδε τῆς πραγματείας ἐπεσημήνατο, ἐν οἷς ἔλεγε “τὰ μὲν οὖν ὀνόματα αὐτὰ καὶ τὰ ῥήματα ἔοικε τῷ ἄνευ συνθέσεως καὶ διαιρέσεως νοήματι, οἷον τὸ ἄνθρωπος ἢ τὸ λευκόν, ὅταν μὴ προστεθῇ τι”. κἀν τοῖς ἑξῆς δὲ τὴν αὐτὴν εὑρήσεις αὐτὸν ἔχοντα περὶ τούτου διάνοιαν, ἐν οἷς φησι “μετατιθέμενα δὲ τὰ ὀνόματα καὶ τὰ ῥήματα τὸ αὐτὸ σημαίνει”· τοῦτο γὰρ εἰπὼν μετατίθησι τό τε ἄνθρωπος καὶ τὸ λευκός, ὡς ἂν τούτων θατέρου μὲν ὄντος ὀνόματος θατέρου δὲ ῥήματος. εἰ τοίνυν ἐν τῇ λεγούσῃ προτάσει ‘ὁ ἄνθρωπος λευκός ἐστι‘ τὸ ἄνθρωπος ὡς ὄνομα παραλαμβάνεται, ὥσπερ καὶ κατ’ ἀρχὰς εἴληπται, δῆλον ὅτι τὸ λευκὸς ἂν εἴη τὸ ὡς ῥῆμα παραλαμβανόμενον, κἀν τῇ πρὸς ταύτην ἀντιστρεφούσῃ καὶ τὸ μὲν λευκὸς ὑποκείμενον λαμβανούσῃ τὸ δὲ ἄνθρωπος κατηγορούμενον ποιούσῃ δῆλον ὅτι τὸ μὲν λευκὸς ὄνομα εἶναι ῥηθήσεται τὸ δὲ ἄνθρωπος ῥῆμα. ἀλλ’ αὕτη μὲν παρὰ φύσιν ἡ κατηγορία, ὥσπερ καὶ ὅταν τῷ δεσπότῃ τὸν ἄνθρωπον συμβεβηκέναι λέγωμεν· διὸ καὶ οὐ κυρίως εἴποις ἂν καλεῖσθαι τὸ ἄνθρωπος ῥῆμα τοῦ λευκοῦ ὀνόματος ὄντος, ἅτε μηδὲ κατὰ φύσιν αὐτοῦ κατηγορούμενον. ὅταν δὲ τὸ λευκὸν τοῦ ἀνθρώπου κατηγορήσωμεν, ἥ τε κατηγορία κατὰ φύσιν ἔσται καὶ ῥῆμα εἰκότως τὸ κατηγορούμενον κληθήσεται, ἅτε σημαῖνον τὸ μετεχόμενον ὑπὸ τοῦ ἀνθρώπου καὶ κατηγορεῖσθαι αὐτοῦ πεφυκὸς ὡς ὑποκειμένου. τούτων οὖν διωρισμένων ἐπισκεψώμεθα τὰ ἐφεξῆς ὑπὸ τοῦ Ἀριστοτέλους λεγόμενα περὶ τοῦ ῥήματος. Αὐτὰ μὲν οὖν κα θ ’ ἑαυτὰ λεγόμενα τὰ ῥήματα ὀνόματά ἐστι καὶ σημαίνει τι ( ἵστησι γὰρ ὁ λέγων τὴν διάνοιαν καὶ ὁ ἀκούσας ἠρέμησε ν) , ἀλ λ ’ εἰ ἔστιν ἢ μ ή , οὔπω σημαίνε ι · οὐδὲ γὰρ τὸ εἶναι σημεῖόν ἐστι τοῦ πράγματος ἢ μὴ εἶνα ι , οὐ δ ’ ἂν τὸ ὂν εἴπῃς αὐτὸ ψιλό ν · αὐτὸ μὲν γὰρ οὐδέν ἐστ ι , προσσημαίνει δὲ σύνθεσίν τιν α , ἣν ἄνευ τῶν συγκειμένων οὐκ ἔστι νοῆσα ι . |
| 54 (1n) | Παραδοὺς ἡμῖν διὰ τῶν προειρημένων τὸν τοῦ ῥήματος ὁρισμὸν κοινότερόν τε καὶ εἰδικώτερον, βούλεται διὰ τούτων εἰπεῖν ὅπως ἔχουσι τὰ ῥήματα πρὸς τὸ σημαίνειν τι ἀληθὲς ἢ ψεῦδος, ἤδη μὲν κατ’ ἀρχάς, ἐν οἷς περὶ τῆς πρὸς ἄλληλα σχέσεως τῶν τε πραγμάτων καὶ τῶν νοημάτων καὶ τῶν φωνῶν διελέγετο, κοινῶς εἰπὼν περὶ πασῶν τῶν ἁπλῶν φωνῶν ὡς ἐοίκασι τοῖς ἄνευ συνθέσεως ἢ διαιρέσεως νοήμασι καὶ οὔτε ἀληθείας οὔτε ψεύδους εἰσὶ δεκτικαί, σαφέστερον δὲ νῦν αὐτὸ κατασκευάσαι βουληθεὶς διὰ τοῦ δεῖξαι τὸ μάλιστα δοκοῦν ἐν ταῖς ἁπλαῖς φωναῖς ἀλήθειαν δέχεσθαι καὶ ψεῦδος, τὸ ῥῆμα λέγω, μηδέτερον τούτων σημαῖνον· τὸ μὲν γὰρ ἕτερον τοῦ λόγου μέρος, τὸ ὄνομα, δι’ ἐκείνων προχειρισάμενος ἐδείκνυ, κἂν ὅτι μάλιστα σύνθετον ᾖ ὡς τὸ Κάλλιππος ἢ τὸ τραγέλαφος, σημαντικὸν μὲν ὡς φύσεώς τινος ἢ ἐννοίας, οὐ μέντοι ἀληθοῦς ἢ ψευδοῦς, ἐὰν μή τι αὐτῷ προστεθῇ ῥῆμα· διὰ δὲ τούτων περὶ τοῦ ῥήματος τὰ αὐτὰ ἡμῖν παραδιδοὺς θεωρήματα, ὅτι σημαντικὸν μέν ἐστιν ἐνεργειῶν τινων ἢ παθῶν, οὐ μέντοι ἀληθείας ἢ ψεύδους, ἐὰν μή τι αὐτῷ συμπλακῇ ὄνομα, φησὶν αὐτὰ μὲν οὖν κα θ ’ ἑαυτὰ λεγόμενα τὰ ῥήματα ὀνόματά ἐστι καὶ σημαίνει τ ι , ὀνόματα λέγων ἀντὶ τοῦ σημαντικά, διὸ καὶ ἐπήγαγε σαφέστερον τοῦτο ποιῶν τὸ καὶ σημαίνει τ ι · ἔπειτα τοῦτο κατασκευάζων ὅτι ἐστὶ σημαντικά τινων τὰ ῥήματα ἑξῆς ἐπάγει τὸ ἵστησι γὰρ ὁ λέγων τὴν διάνοιαν καὶ ὁ ἀκούσας ἠρέμησε ν , ἢ τοῦτο λέγων ὅτι φέρε εἰπεῖν τοῦ ὑγιαίνει ῥήματος τὴν ἔννοιαν συμπαρεκτεινομένην τῷ μήκει τῆς προφορᾶς ἀποπεραιοῦμεν καὶ ὥσπερ ἐν μήκει προφερομένην μετὰ τῆς κατὰ τὴν λέξιν παραστάσεως ἵσταμεν ὅλον τὸ ῥῆμα εἰπόντες ἢ ἀκούσαντες, ἢ ὅτι τοῦ ἐρωτήσαντος ‘τί ποιεῖ, τυχόν, Σωκράτης;‘ ἀμφιβάλλουσαν καὶ ὥσπερ πλανωμένην ἔχοντος τὴν διάνοιαν διὰ τὸ πλείονα μὲν ἐννοεῖν, ὧν ἕκαστον αὐτῷ δύναται ὑπάρχειν, περὶ μηδενὸς δὲ αὐτῶν ἀραρότως εἰδέναι ὅτι τοιοῦτόν ἐστι τὸ ὑπάρχον, ὁ ἀποκρινόμενος καὶ εἰπὼν ‘περιπατεῖ‘ ἢ ‘διαλέγεται‘ τὴν διάνοιαν ἔστησε τοῦ ἀμφιβάλλειν ἀπαλλάξας, καὶ ὁ ἠρωτηκὼς ὥσπερ πλανωμένην πρότερον καὶ ἀόριστον τὴν διάνοιαν ἔχων ἀκούσας τῆς διὰ τοῦ ῥήματος ἀποκρίσεως ἠρέμησεν· ὥστε φανερῶς ἐσήμηνέ τι τὸ ῥῆμα ῥηθέν, εἴπερ ταῦτα ῥηθέντος αὐτοῦ γέγονε, καὶ ὁ μὲν ἐποίησέ τι τὸ ῥῆμα εἰπών (ἔστησε γὰρ τὴν διάνοιαν τοῦ ἐρωτήσαντος), ὁ δὲ πέπονθεν ἀκούσας· ἠρέμησε γάρ. |
| 55 | ὅτι μὲν οὖν σημαίνει τὰ ῥήματα, διὰ τούτων δῆλον. Ἀλ λ ’ εἰ ἔστ ι , φησίν, ἢ μ ή , οὔπω δῆλο ν . σημαίνει δὲ αὐτῷ τὸ μὲν ἔστι τὴν κατάφασιν τὸ δὲ ἢ μὴ τὴν ἀπόφασιν, ἢ μᾶλλον τὸ μὲν ἔστι τὸ ἀληθὲς τὸ δὲ ἢ μὴ τὸ ψεῦδος· ὁ μὲν γὰρ ὡς ἔστι τὰ ὄντα καὶ ἔχει φύσεως λέγων τὰ ἀληθῆ λέγει, ὁ δὲ ὡς οὐκ ἔστι ψευδῆ. σημαίνει μὲν οὖν τι, φησί, τὰ ῥήματα πάθος ἢ ἐνέργειαν, ἀλλὰ ἀλήθειαν ἢ ψεῦδος οὐδέπω σημαίνει. καὶ τοῦτο συλλογιζόμενος ἐπάγει· οὐδὲ γὰρ τὸ εἶναι σημεῖόν ἐστι τοῦ πράγματος ἢ μὴ εἶνα ι . ἔστι δὲ τοῦτο κατασκευὴ ἀπὸ τοῦ μᾶλλον τοῦ μὴ δέχεσθαι τὰ ῥήματα τὸ ἀληθὲς καὶ τὸ ψεῦδος· εἰ γὰρ τὰ ἀρχοειδέστατα καὶ κοινότατα τῶν ῥημάτων καὶ εἰς ἃ πάντα τὰ ἄλλα ἀναλύεται, αὐτὸ προσεχῶς τὸ ὑπάρχειν ἢ μὴ ὑπάρχειν σημαίνοντα, καθ’ ἑαυτὰ λεγόμενα μὴ ἀληθεύει ἢ ψεύδεται, πολλῷ δήπου μᾶλλον τὰ ἄλλα ῥήματα οὐκ ἄν τι δέχοιντο τούτων· ἀλλὰ μὴν εἰ τὸ πρῶτον, καὶ τὸ δεύτερον ἄρα. πάντων δὲ λαμβάνει τῶν ῥημάτων ἀρχοειδέστατα τὸ ἔστι καὶ τὸ οὐκ ἔστιν, ἅπερ εἶναι καλεῖ καὶ μὴ εἶνα ι , ὡς ἂν ἑκάστου τῶν ῥημάτων εἴς τε μετοχὴν ἀναλυομένου καὶ θάτερον τούτων, τῶν μὲν ὡρισμένων εἰς τὸ ἔστι, τῶν δὲ ἀορίστων εἰς τὸ οὐκ ἔστιν, οἷον τρέχει—τρέχων ἐστίν, ὑγιαίνει —ὑγιαίνων ἐστίν, οὐ τρέχει—τρέχων οὐκ ἔστιν, οὐχ ὑγιαίνει—ὑγιαίνων οὐκ ἔστιν. εἰ τοίνυν ταῦτα οὕτως ἔχοντα μηδὲν καθ’ ἑαυτὰ σημαίνει ἀληθὲς ἢ ψεῦδος, πῶς ἂν ἔχοι λόγον τὰ ὕστερα τούτων καὶ τὸ ὑπάρχειν ὅλως ἢ μὴ ὑπάρχειν κατὰ τὴν τούτων μετουσίαν σημαίνοντα δηλοῦν τι ἀληθὲς ἢ ψεῦδος; ὅτι δὲ τὸ ἔστιν ἢ τὸ οὐκ ἔστιν οὐδὲν καθ’ ἑαυτὸ ἀληθὲς ἢ ψεῦδος σημαίνει, τυχὸν μὲν καὶ αὐτόθεν δῆλον· ὁ γὰρ μυριάκις εἰπὼν ‘ἔστιν, ἔστιν‘ ἢ ‘οὐκ ἔστιν, οὐκ ἔστιν‘ οὐδέτερον τούτων ἐσήμηνε. |
| 56 | κατασκευάζει δὲ καὶ τοῦτο τὸν ὅμοιον τρόπον ἀπὸ τοῦ μᾶλλον λαβών τι τοῦ ἔστιν ἀρχοειδέστερον τὸ ὄν, ἀφ’ οὗ παρήχθη τὸ ἔστι καὶ τὸ οὐκ ἔστι· φησὶ γὰρ ὡς οὐδὲ τὸ ὂν τοῦτο ὄνομα ὄν, καθάπερ οὐδὲ τὸ ἀπ’ αὐτοῦ παρηγμένον ῥῆμα τὸ ἔστι, σημεῖόν ἐστι τοῦ πράγματος, τοῦτ’ ἔστι δηλωτικόν ἐστι τοῦ εἶναι ἀληθῶς τὸ πρᾶγμα, ῥηθὲν αὐτὸ ψιλόν, ὅπερ ἐστὶ καθ’ ἑαυτὸ λεγόμενον· σημαίνει μὲν γάρ τι καὶ τὸ ἔστι καθ’ ἑαυτὸ ῥηθὲν καὶ τὸ ὂν ὁμοίως, ἀλλ’ οὐδέτερον τούτων τίθησιν ἑαυτὸ καὶ ὑπάρχειν λέγει, κἂν μυριάκις ῥηθῇ, ὥστε σημῆναί τι ἀληθὲς ἢ ψεῦδος· μόνοι γάρ, ὧς εἴρηται πολλάκις, οἱ ἐξ ὀνομάτων καὶ ῥημάτων συγκείμενοι λόγοι δέχεσθαι θάτερον τούτων πεφύκασι, τούτων δὲ ἑκάτερον, τό τε ὂν λέγω καὶ τὸ ἔστιν, ἁπλοῦν καὶ πόρρω πάσης τοιαύτης συνθέσεως. Εἰ μὲν οὖν οὕτως ἔχει τὸ ῥητόν, ὡς παρεθέμεθα, οὐδὲ γὰρ τὸ εἶναι σημεῖόν ἐστι τοῦ πράγματος ἢ μὴ εἶνα ι , τὴν εἰρημένην ἐξήγησιν μόνην αὐτὸ καθιστῶσαν εὑρήσεις, εἰ δ’ ὥσπερ ὁ φιλόσοφος γράφει Πορφύριος, οὐ γὰρ τὸ εἶναι σημεῖόν ἐστι τοῦ πράγματος ἢ μὴ εἶνα ι , εἰ καὶ προϊὼν ἐπὶ τὴν προτέραν γραφήν τε καὶ ἐξήγησιν φέρεται, λέγοι ἂν περὶ πάντων κοινῶς τῶν ῥημάτων, ὅτι σημαντικὰ μέν ἐστιν, ὅπερ εἴρηται, τινῶν, ἀλλ’ οὐκ ἀληθείας ἢ ψεύδους, ὅπερ ἐδήλωσε διὰ τοῦ ἀλ λ ’ εἰ ἔστιν ἢ μ ή , οὔπω σημαίνε ι , τούτου δὲ τὴν αἰτίαν εἴη ἂν ἀποδιδοὺς διὰ τοῦ οὐ γὰρ τὸ εἶναι σημεῖόν ἐστι τοῦ πράγματος ἢ μὴ εἶνα ι · τοῦτο δέ ἐστιν· οὐ γάρ ἐστι σημαντικὸν τὸ ῥῆμα καθ’ ἑαυτὸ λεγόμενον τοῦ ὑπάρχειν ἢ μὴ ὑπάρχειν τὸ ὑπ’ αὐτοῦ δηλούμενον πρᾶγμα, ὅπερ εἰ ἐποίει, τότε μόνως ἦν ἂν δεκτικὸν ψεύδους καὶ ἀληθείας· ὁ γὰρ εἰπὼν ‘περιπατεῖ‘ ἐσήμηνε μέν τινα ἐνέργειαν, οὔτε δὲ ἀληθές τι περὶ αὐτῆς εἶπεν οὔτε ψεῦδος, ἐὰν μή τι προστεθῇ ὑποκείμενον, ᾧ ἢ ὑπάρχον ἢ μὴ ὑπάρχον τὸ περιπατεῖν ποιήσει λόγον ἀληθῆ ἢ ψευδῆ. τὸ οὖν οὐ γὰρ τὸ εἶναι σημεῖόν ἐστι τοῦ πράγματος ἢ μὴ εἶναι ἴσον ἐστὶ τῷ ὅτι τὸ ῥῆμα καθ’ ἑαυτὸ λεγόμενον οὐκ ἔστι σημαντικὸν οὔτε τοῦ εἶναι τὸ πρᾶγμα, τοῦτ’ ἔστι τὸ ὑπ’ αὐτοῦ σημαινόμενον, ὅπερ ἡ κατάφασις εἴωθε σημαίνειν, οὔτε τοῦ μὴ εἶναι, ὅπερ δηλοῦται διὰ τῆς ἀποφάσεως. Ταῦτα μὲν οὖν κοινῶς περὶ παντὸς εἴρηται ῥήματος· τὸ δέ γε οὐ δ ’ ἂν τὸ ὂν εἴπῃς αὐτὸ ψιλὸν εἴη ἂν καὶ κατὰ τὴν ἐξήγησιν κατασκευαστικὸν ἀπὸ τοῦ μᾶλλον τοῦ μηδὲν τῶν ῥημάτων ἀληθείας εἶναι καὶ ψεύδους δεκτικόν. |
| 57 | πῶς δ’ ἂν γένοιτο τοῦτο ἐκείνου κατασκευαστικόν, εἰ μὴ διὰ μέσου πάλιν τοῦ ἔστιν, ὃ παρηγμένον ἀπὸ τοῦ ὄντος πάντων ἐστὶ κοινὸν τῶν ῥημάτων; ἑξῆς δὲ ἐπάγει τὸ αὐτὸ μὲν γὰρ οὐδέν ἐστ ι · λέγει δὲ οὐδὲν εἶναι τὸ ὂν οὔθ’ ὡς ἄσημον οὔθ’ ὡς ὁμωνύμως κατηγορούμενον κατὰ τῶν πραγμάτων, ἀλλ’ οὐδέν ἐστί φησιν οὔτε ἀληθὲς οὔτε ψεῦδος. προσσημαίνει δὲ σύνθεσίν τιν α , ἣν ἄνευ τῶν συγκειμένων οὐκ ἔστι νοῆσα ι · τοῦτο δέ ἐστι· μέρος δὲ γίνεται συνθέσεως, οἷον τῆς λεγούσης ‘τὸ ὂν ἔστι‘, περὶ ἣν τὸ ἀληθὲς θεωρεῖται καὶ τὸ ψεῦδος, ἥντινα σύνθεσιν ἄνευ τῶν συγκειμένω ν , τοῦτ’ ἔστι τῶν ἁπλῶν, οὐκ ἔστι νοῆσα ι . τὸ μὲν οὖν λεγόμενον δῆλον. τὸ δὲ προσσημαίνειν τὸ ὂν τὴν σύνθεσιν, καὶ οὐ τοῦτο μόνον ἀλλὰ καὶ τῶν ἁπλῶν ἑκάστην ὡσαύτως φωνῶν, οὐκ ἔοικεν εἰρῆσθαι κατὰ τὸν τρόπον, καθ’ ὃν ἐλέγετο τὸ ῥῆμα προσσημαίνειν χρόνον, ἀλλ’ ἀντὶ τοῦ πρὸς ἑτέρῳ τινὶ σημαίνειν, τοῦτ’ ἔστι συμπλεκόμενον ἑτέρῳ τινὶ σημαίνειν σύνθεσιν δεκτικὴν ἤδη ψεύδους τε καὶ ἀληθείας, ἧς συνθέσεως δεῖ τὰ ἁπλᾶ προεπινοεῖσθαι. εἰ δέ τις μὴ προσίοιτο ταύτην τοῦ προσσημαίνειν τὴν ἐξήγησιν, πειθέσθω τῷ Ἀλεξάνδρῳ λέγοντι διὰ τοῦ αὐτὸ μὲν γὰρ οὐδέν ἐστι καὶ τῶν ἐφεξῆς περὶ τοῦ ἔστι διαλέγεσθαι πάλιν τὴν Ἀριστοτέλην μετὰ τὸ εἰπεῖν διὰ μέσου περὶ τοῦ ὄντος, ὡς οὐδὲ τούτου ὅταν καθ’ αὑτὸ λέγηται δυναμένου σημαίνειν τι ἀληθὲς ἢ ψεῦδος, καὶ λέγειν ὅτι τοῦτο τὸ ἔστιν ἢ καὶ τὸ οὐκ ἔστιν (ὁ αὐτὸς γὰρ περὶ ἑκατέρου λόγος) αὐτὸ καθ’ αὑτὸ λεγόμενον ἀληθὲς μέν τι σημαίνειν ἢ ψεῦδος οὐ πέφυκεν, ὄνομα δέ τι ὄν, ὥσπερ καὶ τὰ ἄλλα ῥήματα, δύναμιν ἔχει προηγουμένως μὲν σημαντικὴν τῆς τοῦ ὄντος μεθέξεως ἢ στερήσεως, κατὰ δεύτερον δὲ λόγον καὶ κατηγορουμένου τινὸς πρὸς ὑποκείμενον συμπλοκῆς, οἷς προστιθέμενον τέλειόν τε ποιεῖ τὸν λόγον καὶ σημαντικὸν ἢ ἀληθείας ἢ ψεύδους· καὶ γὰρ ἂν ἀμέσως κατηγορῆται τοῦ ὑποκειμένου, καὶ τότε δυνάμει τὸ μὲν ἔστι συμπλοκὴν αὐτοῦ πρὸς τὸ ὂν σημαίνει, οἷον ‘Σωκράτης ὄν ἐστι‘, τὸ δὲ οὐκ ἔστι διαίρεσιν, ἢ καὶ ἀμφότερα σύνθεσιν· ὅπερ γὰρ εἴρηται ἐν τοῖς Περὶ ψυχῆς, ‘καὶ ὁ μὴ εἶναί τι λευκὸν φάσκων τὸ μὴ εἶναι λευκὸν συνέθηκε τῷ ὑποκειμένῳ‘. Παραδοὺς δὲ ἡμῖν ὁ Ἀριστοτέλης τὴν θεωρίαν τῶν τοῦ λόγου μερῶν, ὀνόματός τε καὶ ῥήματος, ἑξῆς καὶ ἐπὶ τὸν ἐξ αὐτῶν συγκείμενον λόγον μεταβαίνει καί φησι· Λόγος δέ ἐστι φωνὴ σημαντικ ή , ἧς τῶν μερῶν τι σημαντικόν ἐστι κεχωρισμένον ὡς φάσι ς , ἀλ λ ’ οὐχ ὡς κατάφασι ς . |
| 58 | λέγω δὲ οἷον ἄνθρωπος σημαίνει τ ι , ἀλ λ ’ οὐχ ὅτι ἔστιν ἢ οὐκ ἔστι ν · ἀλ λ ’ ἔσται κατάφασις ἢ ἀπόφασι ς , ἐάν τι προστεθ ῇ . ἀλ λ ’ οὐχὶ τοῦ ἀνθρώπου συλλαβὴ μί α · οὐδὲ γὰρ ἐν τῷ μῦς τὸ υς σημαντικό ν , ἀλλὰ φωνή ἐστι νῦν μόνο ν . ἐν δὲ τοῖς διπλοῖς σημαίνει μέ ν , ἀλ λ ’ οὐ κα θ ’ ἑαυτ ό , ὥσπερ εἴρητα ι . Δι’ ἣν μὲν οὖν αἰτίαν οὐ κατὰ τὰς ἐξ ἀρχῆς ὑποσχέσεις μετὰ τὸν περὶ ὀνόματος καὶ ῥήματος λόγον περὶ ἀποφάσεως διαλέγεται καὶ καταφάσεως, ἔπειτα περὶ ἀποφάνσεως καὶ τελευταῖον περὶ λόγου, ἀλλ’ ἀντιστρέφει κατὰ τὴν περὶ αὐτῶν διδασκαλίαν τὴν τάξιν, καθ’ ἣν πεποίηται αὐτῶν ἐν τῷ προοιμίῳ τοῦδε τοῦ βιβλίου τὴν ἀπαρίθμησιν ὡς παραδοθῆναι ὀφειλόντων, εἴρηται πρότερον. τῶν δὲ παραληφθέντων εἰς παράστασιν τῆς ἰδιότητος τοῦ λόγου τὴν ἐξήγησιν ποιούμενοι τὸ μὲν ὅτι φωνὴ καὶ σημαντικὴ παρίεμεν ὡς προφανῆ λίαν κἀν τοῖς ὁρισμοῖς τῶν τοῦ λόγου μερῶν ἤδη παρειλημμένα. τὸ δὲ κατὰ συνθήκην νυνὶ παραλελεῖφθαί φαμεν ὡς γνώριμόν τε ὂν ἐκ τῶν περὶ τοῦ ὀνόματος ὡς κατὰ συνθήκην ὄντος εἰρημένων (ἐπὶ δὲ τοῦ ῥήματος ὡς ὁμοίως ἔχοντος παραλελειμμένον) καὶ ὡς ὀλίγον ὕστερον εὐκαίρως προστεθησόμενον μετὰ τὸ ἀναιρεθῆναι τὸν δοκοῦντα τὸ ἀντικείμενον κατασκευάζειν λόγον, ὅτι οὐ θέσει ἐστὶν ἀλλὰ φύσει, τάχα δὲ καὶ ὡς ὑπὸ τῆς ἑξῆς διαφορᾶς περιεχόμενον· τὸ γὰρ ἧς τῶν μερῶν τι σημαντικόν ἐστι κεχωρισμένον μόνῃ πρόσεστι τῇ ἐνάρθρῳ φωνῇ κατὰ τὴν ἡμετέραν συνθήκην ὑφισταμένῃ. αὐτὸ δὲ τὸ ἔχειν τι σημαντικὸν μέρος διακρίνει τὸν λόγον τῶν αὐτοτελῶν αὐτοῦ μερῶν, ὀνόματός τε καὶ ῥήματος, διότι ἐπ’ ἐκείνων οὐδετέρου ἦν τι μέρος σημαντικόν, τοῦ δὲ λόγου μέρη τινά, τὰ ὀνόματά φημι καὶ τὰ ῥήματα, σημαντικά ἐστιν. οὐχ ἁπλῶς δὲ εἴρηται τὰ μέρη τοῦ λόγου σημαντικὰ εἶναι καθ’ ἑαυτὰ λαμβανόμενα, ἀλλὰ τῶν μερῶν τ ι , διὰ τὸ ἐν ταῖς ἀποφάσεσιν ἀρνητικὸν μόριον καὶ τὰ ἄρθρα καὶ τοὺς συνδέσμους, οἷον ὅταν εἴπω ‘ὁ ἄνθρωπος ζῷόν ἐστιν‘ ἢ ‘Σωκράτης μὲν κάθηται, Πλάτων δὲ περιπατεῖ‘· ταῦτα γὰρ μέρη μὲν κοινότερον λέγεται τοῦ λόγου, ἔστι δὲ ἄσημα καθ’ ἑαυτὰ θεωρούμενα. |
| 59 | καὶ οὐ ταῦτα μόνον, ἀλλὰ καὶ τὰ μέρη τῶν ὀνομάτων καὶ τῶν ῥημάτων, οὐδὲν ἧττον εἶναι δοκοῦντα μέρη καὶ τοῦ ἐξ αὐτῶν συγκειμένου λόγου, παντελῶς εἰσιν ἄσημα, καθάπερ εἴρηται πολλάκις. διὰ ταῦτα μὲν οὖν ἀποφαίνεται τῶν μερῶν τι τοῦ λόγου σημαντικὸν εἶναι. Σημαντικὸν δέ φησιν εἶναι ὡς φάσι ς , ἀλ λ ’ οὐχ ὡς κατάφασι ς . ἔστι δὲ φάσις, ὡς καὶ πρότερον ἐλέγομεν, ἡ ἁπλῆ φωνή, ὅταν ὡς μέρος ἀποφαντικοῦ λόγου λαμβάνηται· δηλοῖ δὲ τοῦτο σαφῶς ἐν τοῖς ἑξῆς ὁ Ἀριστοτέλης, λέγων “τὸ μὲν οὖν ὄνομα ἢ ῥῆμα φάσις ἔστω μόνον, ἐπειδὴ οὐκ ἔστιν εἰπεῖν οὕτω δηλοῦντά τι τῇ φωνῇ ὥστε ἀποφαίνεσθαι”. διότι οὖν πᾶς μὲν λόγος ἔχει σημαντικά τινα μόρια, ταῦτα δ’ ἐπὶ μὲν τινῶν λόγων ἁπλαῖ τυγχάνουσιν ὄντα φωναί, ἃς ἐλέγομεν ὡς ἐν προτάσεσι καλεῖσθαι φάσεις, ἐπὶ δὲ τινῶν καταφάσεις ὅλαι ἢ καὶ ἀποφάσεις, οἷον ἐν τῷ λέγοντι λόγῳ ‘Σωκράτης κάθηται καὶ Πλάτων οὐ κάθηται‘ τὸ ‘Σωκράτης κάθηται‘ καὶ τὸ ‘Πλάτων οὐ κάθηται‘, ἀλλ’ οἱ μὲν καταφάσεις ἢ ἀποφάσεις ἔχοντες τὰ μέρη λόγοι καὶ φάσεις ἔχουσιν, ἐξ ὧν ἐκεῖναι τὴν γένεσιν ἔσχον, οἱ δὲ φάσεις ἔχοντες οὐ πάντως ἔχουσι καὶ καταφάσεις ἢ ἀποφάσεις· διὰ τοῦτο βουλόμενος ὁ φιλόσοφος παραστῆσαι τὸ ἀεὶ ὂν ἐν τοῖς λόγοις σημαντικὸν μόριον ταῦτα προσέθηκεν, ἵνα μὴ θεασάμενος αὐτὸς τινὰς λόγους ἔχοντας μέρη καταφάσεις ἢ ἀποφάσεις ὑπολάβῃς οὕτω δεῖν τοῦ λόγου τὰ μέρη σημαντικὰ εἶναι ὡς σημαίνοντά τι κατά τινος ὑπάρχον ἢ μὴ ὑπάρχον, ἀλλ’ εἰδείης ὅτι ὡς φαντικὸν μόνον καὶ δηλωτικὸν φύσεώς τινος ἢ ἐνεργείας δεῖ τὸ μέρος τοῦ λόγου θεωρεῖν. καὶ μήποτε τὸ τινὰ τῶν μερῶν τοῦ λόγου σημαντικὰ εἶναι οὐ καθ’ ἑαυτὸ νοητέον κατὰ τὴν πρὸς τὰ ἄρθρα καὶ τοὺς συνδέσμους καὶ τὰ παραπλήσια τούτοις ἀντιδιαστολήν, ἀλλὰ τὸ ὅλον ἐφεξῆς ἀναγνωστέον, ὅτι τῶν μερῶν τι σημαντικόν ἐστιν ὡς φάσις, πρὸς διάκρισιν τῶν συντεθέντων μερῶν καὶ κατὰ ἀπόφανσιν ἤδη λεγομένων, ὡς ἂν πάντων μὲν τῶν ὄντων μερῶν τοῦ λόγου σημαντικῶν ὄντων, ἀλλὰ τῶν μὲν κατὰ τὸν τρόπον τῶν φάσεων καὶ ἐν παντὶ λόγῳ ἐξ ἀνάγκης θεωρουμένων, τῶν δὲ κατὰ τὸν τρόπον τῶν ἀποφάνσεων καὶ ἐν τοῖς ἁπλοῖς λόγοις θεωρεῖσθαι μὴ δυναμένων, ἵνα καὶ ταῦτα συνᾴδῃ τῇ ἄλλῃ πάσῃ παραδόσει τοῦ τε Ἀριστοτέλους καὶ τοῦ Πλάτωνος περὶ τῶν τοῦ λόγου μερῶν, ὡς εἰς ὀνόματα μόνον καὶ ῥήματα διαιρουμένων. |
| 60 | Οὐ χρὴ δὲ θαυμάζειν, εἰ τὰ μέρη τῶν ὀνομάτων καὶ τῶν ῥημάτων μὴ ἀξιοῦμεν τοῦ συγκειμένου ἐξ αὐτῶν λόγου μέρη κυρίως ὀνομάζειν· ἐπὶ πάντων γὰρ τῶν διηρθρωμένων καὶ τελείων ἕκαστον τῶν μερῶν ἐκ τῆς προσεχοῦς ὁλότητος εἰώθαμεν σημαίνειν, ὥσπερ τὸ βραχὺ ξύλον τὸ ἐκ τοῦ πηδαλίου τῆς νεὼς ἢ τῆς τρόπιδος ἀφαιρεθὲν αὐτῶν μὲν τούτων μέρη προσαγορεύομεν, οὐ μὴν ἐπὶ τὴν ναῦν ἀναφέροντες λέγομεν. καὶ ἐπὶ τῶν ἄλλων τῶν τε κατὰ τέχνην καὶ τῶν κατὰ φύσιν ὡσαύτως. ἀμέλει συλλαβὰς μὲν ὀνομάζομεν τὰς πρώτας μόνας τῶν στοιχείων συμπλοκάς, τὸ δὲ ὄνομα τρισύλλαβον ἢ τετρασύλλαβον λέγομεν, ὡς ἕκαστον τῶν ἁπλῶν ἐπὶ τὸ προσεχῶς ἐξ αὐτῶν συγκείμενον ἀναφέροντες. ἄλλως τε τὰ μέρη τῶν ὀνομάτων καὶ ῥημάτων κατὰ μόνην τὴν ἐκφώνησιν, ἀλλ’ οὐ κατὰ τὴν σημαντικὴν δύναμιν λέγοιντο ἂν εἶναι αὐτῶν μέρη· διὸ καὶ πρότερον ἐλέγετο μηδὲν μέρος αὐτῶν εἶναι σημαντικὸν κεχωρισμένον· ὥστε καὶ τῶν λόγων κατὰ τὰ αὐτὰ λέγοιντο ἂν εἶναι καὶ μὴ εἶναι μέρη. αὐτὰ μέντοι τὰ ὀνόματα καὶ τὰ ῥήματα διὰ τῆς οἰκείας συνθέσεως οὐ μόνον τὴν ἐκφώνησιν ἀλλὰ καὶ τὴν σημασίαν ἀποτελοῦντα τῶν λόγων καὶ πρῶτα τὴν σημαντικὴν ἔχοντα δύναμιν εἰκότως καὶ μέρη τοῦ λόγου πρῶτα εἶναί φαμεν. διὸ καὶ ὁ ἐν τῷ Κρατύλῳ Σωκράτης σμικρότατον τοῦ λόγου μόριον εἶναι τὸ ὄνομά φησι, τὸ κοινῶς δηλαδὴ τοῦ τε ἰδίως καλουμένου ὀνόματος καὶ τοῦ ῥήματος κατηγορούμενον. Εἰ δέ τις ἀποροίη πῶς ἀξιοῦμεν πάντα λόγον ἔχειν σημαντικὸν τὸ μόριον, καίτοι πρὸς τὸν κλητικὸν καλούμενον καὶ μίαν πτῶσιν ἑνὸς ὀνόματος ἀρκοῦσαν ὁρῶντες, ὡς τὸ “Ἕκτορ” (ἄλλου γὰρ λόγου, τοῦ ἀποφαντικοῦ, τὸ “ἀτὰρ σύ μοί ἐσσι”) καὶ τὸ “Μέντορ” (τὸ γὰρ “ἄμυνον, ἀρήν” προστάξεως λοιπόν, ἀλλ’ οὐ κλήσεως), λύσομεν τὴν ἀπορίαν κλῆσιν μὲν ἢ ἀνάκλησιν καὶ δι’ ἑνὸς ὀνόματος κατὰ ταύτην τὴν πτῶσιν προφερομένου γίνεσθαι λέγοντες, λόγον δὲ μὴ εἶναι κλητικόν, εἰ μὴ τὸν ἐκ πλειόνων οὕτω λεγομένων ὀνομάτων ἢ πτώσεων συμπεφορημένον, οἷον “ὦ μάκαρ Ἀτρείδη” καὶ “ὦ Νέστορ Νηληϊάδη” καὶ τὰ παραπλήσια τούτοις, εἴπερ μὴ ταὐτὸ ὄνομα καὶ λόγος. |
| 61 | Εἰπὼν δὲ τὸ μέρος τοῦ λόγου σημαντικὸν εἶναι ὡς φάσιν, ἀλλ’ οὐχ ὡς κατάφασιν, οὐκ ἐπήγαγεν ὅτι ‘οὐδὲ ὡς ἀπόφασιν‘, ὡς ὂν προφανὲς ὅτι ὁ μὴ ἀξιῶν τὰ μέρη τοῦ λόγου θεωρεῖν ὡς καταφάσεις, ἀλλ’ ὡς ἁπλᾶς φωνάς, πολλῷ δήπου μᾶλλον ὡς ἀποφάσεις αὐτὰ παραλαβεῖν οὐκ ἄν ποτε ἀξιώσειεν, ἐπεὶ καὶ ἀνάγκη ἐν τῇ ἀποφάσει περιέχεσθαι καὶ τὴν κατάφασιν. ταῦτα δὲ καὶ αὐτὸς ἐξηγούμενος παράδειγμα λαμβάνει τῆς φάσεως τὸν ἄνθρωπον, διότι σημαίνει τί φησιν, ἀλ λ ’ οὐχ ὅτι ἔστιν ἢ οὐκ ἔστ ι , τοῦτ’ ἔστιν ἀλλ’ οὐ κατάφασιν ἢ ἀπόφασιν. ὅπερ σαφέστερον ποιῶν ἐπήγαγεν ἀλ λ ’ ἔσται κατάφασις ἢ ἀπόφασι ς , ἐάν τι προστεθ ῇ , ῥῆμα δηλονότι ἢ καταφασκόμενον ἢ ἀποφασκόμενον. ὥστε κἀκ τούτων δῆλον ὡς τὸ μέρος τῆς ἀποφάνσεως σημαντικὸν ὂν δι’ αὐτὸ τὸ σημαίνειν καλεῖ διὰ τούτων ὁ Ἀριστοτέλης φάσιν. ὅτι δὲ κατὰ τὸ σημαντικὰ ἔχειν μέρη διαφέρουσιν οἱ λόγοι τῶν ἁπλῶν φωνῶν, ὑπομιμνήσκων φησὶν ἀλ λ ’ οὐχὶ τοῦ ἀνθρώπου συλλαβὴ μί α , κοινῶς προσυπακουομένου τοῦ σημαίνει τ ι · εἴρηται γὰρ λέγω δὲ οἷον ἄνθρωπος σημαίνει τ ι , πρὸς τοῦτο οὖν συντακτέον τὸ ἀλ λ ’ οὐχὶ τοῦ ἀνθρώπου συλλαβὴ μί α . τοῦτο δὲ πάλιν κατασκευάζων τὸ τῶν ἁπλῶν φωνῶν τὰ μέρη μηδενὸς εἶναι καθ’ ἑαυτὰ σημαντικὰ καὶ τὴν κατασκευὴν ἀπὸ τοῦ μᾶλλον κἀνταῦθα ποιούμενος, οὐδὲ γὰρ ἐν τῷ μῦ ς , φησ ί , τὸ υς σημαντικό ν , ἀλλὰ φωνή ἐστι νῦν μόνο ν , τοῦτο δέ ἐστιν ὅτι τὸ υς καθ’ ἑαυτὸ μὲν λεγόμενον σημαίνει τὸν χοῖρον, ὅταν δὲ ὡς μέρος αὐτὸ τοῦ μῦς ὀνόματος λάβῃς, παντάπασίν ἐστιν ἄσημον, καὶ νῦ ν , ὅπερ ἐστὶν ἐν τῷ θεωρεῖσθαι ὡς μέρος, φωνή ἐστι μόνον οὐδὲν διαφέρουσα μιᾶς τῶν ἀσήμων. ἀλλ’ ἐπὶ μὲν τῶν ἁπλῶν ὀνομάτων, ὥσπερ εἴρηται καὶ πρότερον, οὐδαμῶς ἂν εἴη τὰ μέρη σημαντικά, οἷον ἐπὶ τοῦ ἄνθρωπος ἢ μῦς· καὶ γὰρ ἐπὶ τούτου τὸ υς μέρος οὐχ ὡς συντεθὲν ἑτέρῳ τινὶ ἀπετέλεσε τὸ μῦς ὄνομα, ἀλλὰ κατὰ τύχην συνηνέχθη τῷ σημαίνοντι τὸν χοῖρον ὀνόματι, διόπερ ὡς μέρος ἁπλοῦ ὀνόματος τοῦ μῦς λαμβανόμενον οὐδὲν οὐδὲ κατὰ φαντασίαν σημαίνει· οὐδεὶς γὰρ τὸ μῦς ἀκούσας ὄνομα εἰς ἔννοιαν ἔρχεται τοῦ ὑός, καθάπερ ὁ τὸ Κάλλιππος ἀκούσας ἢ τὸ τραγέλαφος οὐκ ἀνεννόητος μένει τοῦ ἵππου ἢ τοῦ ἐλάφου. ἐν μὲν οὖν τοῖς ἁπλοῖς οὕτως· ἐν δὲ τοῖς διπλοῖ ς , φησί, βούλεται μὲν ἀλ λ ’ οὐδενὸς κεχωρισμένο ν , τοῦτ’ ἔστι δοκεῖ μὲν εἶναι τὰ μέρη σημαντικά, διότι καὶ σύνθεσίς τις ἐν αὐτοῖς ἐναργῶς κατὰ τὴν λέξιν φαίνεται πλειόνων ὀνομάτων, εἰ καὶ ἕν ἐστι τὸ ἐξ αὐτῶν σημαινόμενον νόημα καὶ πρᾶγμα, κατ’ ἀλήθειαν δὲ οὐδενός ἐστιν οὐδὲ ταῦτα σημαντικὰ καθ’ ἑαυτὰ λεγόμενα. |
| 62 | ὡς οὖν συνελόντι φάναι, τὸ ἐπιχείρημα τοιοῦτον ἂν εἴη· εἰ αἱ καθ’ ἑαυτὰς σημαντικαὶ οὖσαι φωναί, καθάπερ τὸ υς, ὅταν ὀνομάτων τινῶν γένωνται μέρη, παντελῶς εἰσιν ἄσημοι τῶν οἰκείων ὁλοτήτων ἀφαιρούμεναι, τί χρὴ διανοεῖσθαι περὶ τῆς μιᾶς τοῦ ἀνθρώπου συλλαβῆς ἢ τῶν ἄλλων μερῶν τῶν ὀνομάτων, ὅσα καὶ δίχα τῆς ἐν τοῖς ὀνόμασι παραλήψεως οὐδενὸς φαίνεται σημαντικὰ ὄντα; ταῦτα μὲν οὖν δῆλα. δεῖ δὲ ἀπὸ τῶν ἐν τούτοις εἰρημένων τῷ Ἀριστοτέλει συλλογίζεσθαι ὅτι λόγον οὐ μόνον ἀξιοῖ καλεῖν τὸν αὐτοτελῆ διάνοιαν ἀπαρτίζοντα καὶ τέλειον, ἀλλὰ καὶ τὸν ἐλλιπῆ· πάντα γὰρ ἐφαρμόττει κἀκείνῳ τὰ περὶ τοῦ λόγου ῥηθέντα. Ἔστι δὲ λόγος ἅπας μὲν σημαντικό ς , οὐχ ὡς ὄργανον δ έ , ἀλ λ ’ ὥσπερ εἴρητα ι , κατὰ συνθήκη ν . ἀποφαντικὸς δὲ οὐ πᾶ ς , ἀλ λ ’ ἐν ᾧ τὸ ἀληθεύειν ἢ ψεύδεσθαι ὑπάρχε ι . οὐκ ἐν ἅπασι δὲ ὑπάρχε ι , οἷον ἡ εὐχὴ λόγος μέ ν , ἀλ λ ’ οὔτε ἀληθὴς οὔτε ψευδή ς . οἱ μὲν οὖν ἄλλοι ἀφείσθωσα ν · ῥητορικῆς γὰρ ἢ ποιητικῆς οἰκειοτέρα ἡ σκέψι ς · ὁ δὲ ἀποφαντικὸς τῆς νῦν θεωρία ς . Συλλογισμὸν ἐλέγχει τινὰ διὰ τούτων ὁ Ἀριστοτέλης δεικνύναι δοκοῦντα ὡς ὁ λόγος οὐ θέσει ἐστίν, ἀλλὰ φύσει. τίς οὖν ὁ συλλογισμός; ὁ λόγος, φησίν, ὄργανόν ἐστι τῆς φωνητικῆς ἐν ἡμῖν δυνάμεως φύσει οὔσης· δι’ αὐτοῦ γοῦν σημαίνομεν ἀλλήλοις ὅσα βουλόμεθα ὡς ὄντος ὀργάνου. πᾶν ὄργανον φυσικῆς δυνάμεως καὶ αὐτὸ φύσει, καθάπερ ὀφθαλμοὶ μὲν τῆς ὀπτικῆς ἐν ἡμῖν δυνάμεως ὄργανα ὄντες φύσεώς εἰσι καὶ οὐ τέχνης ἔργον, ὦτα δὲ τῆς ἀκουστικῆς, καὶ ἄλλο τι μόριον ἄλλης. ὁ λόγος ἄρα φύσει ἐστίν, οὐδὲν ἐκ τῆς ἡμετέρας ἔχων ἐπινοίας. δύο τοίνυν οὐσῶν τῶν ἐν τῷ συλλογισμῷ παραληφθεισῶν προτάσεων ὁ Ἀριστοτέλης τῇ μὲν μείζονι συγχωρεῖ, τῇ λεγούσῃ πᾶν ὄργανον πάσης φυσικῆς δυνάμεως φύσει εἶναι, τῆς δὲ ἐλάττονος ἐπιλαμβάνεται, τῆς λεγούσης τὸν λόγον ὄργανον εἶναι τῆς φωνητικῆς ἐν ἡμῖν δυνάμεως. τί ἂν οὖν εἴη τὸ ὄργανον τῆς φωνητικῆς δυνάμεως ῥητέον, ἐπειδὴ φυσικὴ οὖσα δεῖται ὀργάνου, καθάπερ ἑκάστη τῶν ἄλλων φυσικῶν δυνάμεων, καὶ τί ὢν αὐτῆς ὁ λόγος, ἐπειδὴ λέγεται μὴ εἶναι ὄργανον, οὐκ ἔστι φύσει, ἀλλὰ θέσει. |
| 63 | τὰ μὲν οὖν ὄργανα τῆς φωνητικῆς δυνάμεώς εἰσιν ὅ τε πνεύμων καὶ ἡ τραχεῖα καλουμένη ἀρτηρία. ταῦτα μὲν ὡς ἁπλῶς φωνῆς, ὡς δὲ διαλέκτου ἥ τε γλῶττα καὶ ἡ ὑπερῴα καὶ τὰ ἄλλα οὑτωσὶ λεγόμενα φωνητικὰ ἢ διαλεκτικὰ ὄργανα. ὁ δὲ λόγος εἴη ἂν αὐτῆς ἀποτέλεσμα διὰ τῆς τοιᾶσδε κινήσεως τῶν ὀργάνων τούτων γινόμενος. διόπερ οὐδὲ ἀνάγκη αὐτὸν εἶναι φύσει· τὰ γὰρ ἀποτελέσματα τῶν φυσικῶν δυνάμεων οὐδὲν κωλύει θέσει εἶναι, καθάπερ ἐπὶ τῆς ὀρχήσεως ἔχει· φυσικῆς γὰρ ἐν ἡμῖν δυνάμεως οὔσης τῆς κατὰ τόπον κινήσεως, ἀποτέλεσμα ταύτης ἡ ὄρχησις οὖσα θέσει ἐστί· καὶ γὰρ ἔστιν ἐν τῷ ὀρχηστῇ τοίως ἢ τοίως κινοῦντι τὰς χεῖρας σημαίνειν φέρε τὸν Ἀχιλλέα τῷ ἄλλοτε ἄλλα διὰ τῶν σχημάτων ὑποδεικνύναι καὶ παραδηλοῦν τῶν περὶ αὐτὸν συμβεβηκότων. καθάπερ οὖν τὸ μὲν κατὰ τόπον κινεῖσθαι φύσει τὸ δὲ ὀρχεῖσθαι θέσει καὶ κατὰ συνθήκην, καὶ τὸ μὲν ξύλον φύσει ἡ δὲ θύρα θέσει, οὕτω καὶ τὸ μὲν φωνεῖν φύσει τὸ δὲ σημαίνειν δι’ ὀνομάτων ἢ ῥημάτων ἢ τῶν ἐκ τούτων συγκειμένων λόγων, ὡς ἐξ ὕλης τῆς ἀρυθμίστου φωνῆς τὸ εἶναι ἐχόντων, εἰδοποιουμένων δὲ ὑπὸ τῆς ἡμετέρας διανοίας, κατὰ συνθήκην καὶ οὐ φύσει. καὶ ἔοικε τὴν μὲν φωνητικὴν δύναμιν ὄργανον οὖσαν τῶν ψυχικῶν ἐν ἡμῖν δυνάμεων, γνωστικῶν ἢ ὀρεκτικῶν, κατὰ φύσιν ἔχειν ὁ ἄνθρωπος παραπλησίως τοῖς ἀλόγοις ζῴοις, τὸ δὲ ὀνόμασιν ἢ ῥήμασιν ἢ τοῖς ἐκ τούτων συγκειμένοις λόγοις χρῆσθαι πρὸς τὴν σημασίαν, οὐκέτι φύσει οὖσιν ἀλλὰ θέσει, ἐξαίρετον ἔχειν παρὰ τὰ ἄλογα ζῷα, διότι καὶ μόνος τῶν θνητῶν αὐτοκινήτου μετέχει ψυχῆς καὶ τεχνικῶς ἐνεργεῖν δυναμένης, ἵνα καὶ ἐν αὐτῷ τῷ φωνεῖν ἡ τεχνικὴ αὐτῆς διαφαίνηται δύναμις. δηλοῦσι δὲ ταῦτα οἱ εἰς κάλλος συντιθέμενοι λόγοι μετὰ μέτρων ἢ ἄνευ μέτρων. Ὅτι μὲν οὖν κατὰ συνθήκην ὁ λόγος καὶ τὰ τούτου μέρη, τό τε ὄνομα καὶ τὸ ῥῆμα, διὰ πολλῶν ἀποδέδεικται· ἀλλ’ ἐπεὶ καὶ ὄργανον αὐτὸν εἶναί φαμεν τῆς τῶν νοημάτων ἢ τῶν πραγμάτων σημασίας, τί ποτέ ἐστι τὸ χρώμενον αὐτῷ ὡς ὀργάνῳ ῥητέον. φανερὸν δὴ ὅτι ἡ διανοητικὴ ψυχή· μόνης γὰρ ταύτης ἔργον τὸ χρῆσθαι λόγῳ. πῶς δὲ δύναται κατὰ συνθήκην ὢν ὄργανον εἶναι φυσικῆς τινος δυνάμεως, εἴ τῳ φαίνοιτο θαυμαστὸν διὰ τὸν λέγοντα κανόνα φύσει εἶναι πᾶν φυσικῆς δυνάμεως ὄργανον, ὑπερφυῆ ταύτην ἐροῦμεν εἶναι τὴν λογικήν τε καὶ τεχνικὴν ἐν ἡμῖν δύναμιν, ἅτε καὶ χωριστὴν παντὸς σώματος ἔχουσαν οὐσίαν. |
| 64 | ταῦτα δὲ ὅτι καὶ αὐτῷ τῷ Ἀριστοτέλει δοκοῦντα λέγομεν, δηλοῖ τὰ πρὸς τῷ πέρατι τοῦ δευτέρου βιβλίου τῆς Φυσικῆς ἀκροάσεως παρ’ αὐτοῦ λεγόμενα περὶ τοῦ τὰ ἄλογα ζῷα διανοίας ἐστερημένα μὴ κατὰ τέχνην ἀλλὰ κατὰ φύσιν ἐνεργεῖν, ὡς ἂν τῆς τέχνης ἔκ τινος ὑπὲρ τὴν φύσιν τεταγμένης ἐν ἡμῖν δυνάμεως προαγομένης, ἐν οἷς οὐ τέχνῃ ἀλλὰ φύσει τινί φησιν ἐργάζεσθαι τὴν μὲν χελιδόνα τὴν νεοττιὰν τὸν δὲ ἀράχνην τὸ ἀράχνιον. τί γὰρ δεῖ λέγειν τὰς ἐν τῇ Περὶ ψυχῆς ἀποδείξεις τοῦ χωριστὸν εἶναι τὸν νοῦν τοῦ σώματος; οὐδὲν οὖν θαυμαστὸν ταύτην διὰ τῶν φυσικῶν ἐνεργοῦσαν δυνάμεων χρῆσθαι μὲν καὶ τοῖς ἐκείνων ὀργάνοις φυσικοῖς ἀναγκαίως οὖσι καὶ ἄλλα δέ τινα ποιεῖν ἑαυτῇ τεχνητὰ ὄργανα πρὸς τὰς οἰκείας ἐνεργείας. καθάπερ οὖν πρὸς τὸ σώζειν τὸ σῶμα καὶ τοὺς πολεμίους ἀμύνεσθαι χρῆται μὲν τοῖς φυσικοῖς ὀργάνοις τῆς κατὰ τόπον κινητικῆς δυνάμεως φύσει οὔσης, χερσὶ καὶ ποσί, χρῆται δὲ καὶ τεχνητοῖς, ξίφει καὶ δόρατι, καὶ ἐπὶ γεωργίας καὶ οἰκοδομίας καὶ τῶν ἄλλων πρακτικῶν ἢ ποιητικῶν ἐνεργειῶν ὡσαύτως· τὸν αὐτὸν καὶ ἐπὶ τοῦ σημαίνειν τρόπον χρῆται μὲν ἡ ψυχὴ τοῖς φυσικοῖς ὀργάνοις τῆς φωνητικῆς καὶ τῆς λεκτικῆς δυνάμεως, πνεύμονι καὶ γλώττῃ καὶ ὑπερῴᾳ καὶ ὀδοῦσι καὶ χείλεσι, χρῆται δὲ καὶ τῷ λόγῳ ἢ τοῖς τούτου μέρεσι, τεχνικῶς μὲν αὐτὰ καὶ κατὰ συνθήκην ὑφιστῶσα ὡς ὄργανα τοῦ σημαίνειν ἐσόμενα περὶ φυσικὴν δὲ ὕλην τὴν φωνὴν ἐργαζομένη καὶ τὴν τούτων γένεσιν, καθάπερ τὴν μὲν τοῦ ξίφους περὶ τὸν σίδηρον τὴν δὲ τοῦ πηδαλίου περὶ τὸ ξύλον. Ἄχρι τούτων ὁ Ἀριστοτέλης παραστήσας ἡμῖν τά τε στοιχεῖα τοῦ λόγου, τὸ ὄνομά φημι καὶ τὸ ῥῆμα, καὶ τὸν ἐξ αὐτῶν συγκείμενον καὶ κοινῶς λεγόμενον λόγον, ἐξ ὧν πᾶσα διάλεκτος ἔχει τὴν γένεσιν, ἑξῆς κατὰ τὰ ἐξ ἀρχῆς διωρισμένα μεταβαίνει ἐπὶ τὴν τοῦ ἀποφαντικοῦ λόγου θεωρίαν, ὃν ἐλέγομεν ἕν τι εἶδος εἶναι τοῦ ἁπλοῦ λόγου, καθάπερ τὸν κλητικὸν τὸν εὐκτικὸν τὸν ἐρωτηματικὸν τὸν προστακτικόν, ὧν ἕκαστον αὐτοτελές ἐστι καὶ καθ’ ἑαυτὸ σημαντικὸν ἀπηρτισμένης διανοίας· καθάπερ γὰρ τὸ ‘ἡ ψυχὴ ἀθάνατός ἐστιν‘ ἐδήλωσέ τι, οὕτω καὶ τὸ ‘ἄνδρες δικασταί‘ καὶ τὸ ‘αἴθε φιλοσοφήσαιμι‘ καὶ τὸ ‘πότε ἦλθες;‘ καὶ τὸ ‘ἄπελθε πρὸς τόνδε‘. |
| 65 | καὶ τοὺς μὲν ἄλλους οὐδὲν προσήκειν φησὶ τῇ προκειμένῃ πραγματείᾳ φιλοσόφῳ τε οὔσῃ καὶ διαλεκτικῇ, ῥητορικῆς δὲ ἢ ποιητικῆς οἰκείαν εἶναι τὴν περὶ τούτων θεωρίαν, διότι οἱ τούτων ἑκατέραν ἐπιτηδεύοντες περί τε τοὺς λόγους αὐτοὺς καθ’ αὑτοὺς ἔχουσι, ῥήτορες μὲν τοὺς ῥυθμοὺς αὐτῶν καὶ τὰς περιόδους καὶ τὰ σχήματα πολυπραγμονοῦντες, γραμματικοὶ δὲ τά τε μέτρα καὶ τῶν πρώτων λέξεων τοὺς σχηματισμοὺς ἢ συσχηματισμοὺς ἢ παρασχηματισμοὺς καὶ κλίσεις καὶ ὅσα τοιαῦτα, καὶ ἔτι μιμεῖσθαί τινας εἰώθασι καλοῦντας ἑτέρους ἢ προστάσσοντας ἢ ἐρωτῶντας ἢ εὐχομένους περί τινων, πολλάκις δὲ καὶ αὐτοπροσώπως κατά τινας τῶν ἐνεργειῶν τούτων ἐνεργοῦσι “πρῶτον μέν, ὦ ἄνδρες Ἀθηναῖοι, τοῖς θεοῖς εὔχομαι πᾶσι καὶ πάσαις” λέγοντες ἢ “ἀπόκριναι γὰρ δεῦρό μοι ἀναστάς”. οἱ οὖν περὶ τῶν τεχνῶν τούτων πραγματευόμενοι καὶ τοὺς λόγους εἰς θεωρίαν ὑποκείμενον ἔχοντες σκοπούντων εἴτε μόνα ταῦτα παρὰ τὸ ἀποφαντικὸν τοῦ λόγου τὰ εἴδη εἴτε καὶ ἄλλο τι, καὶ εἴτε εἰς πεπερασμένα εἴτε εἰς ἄπειρα τούτων ἕκαστον διαιρεῖται, μᾶλλον δὲ διὰ ποίων πεπερασμένων ἀριθμῶν καθ’ ἕκαστον αὐτῶν ἡ ἀπὸ τοῦ ἑνὸς ἐπὶ τὸ ἄπειρον γίνεται πρόοδος· τοῦτο γὰρ προσήκει τῷ καθ’ ἕκαστα τεχνίτῃ περὶ τῶν ὑποβεβλημένων αὐτῷ πραγμάτων θεωρεῖν, ὡς διώρισεν ὁ ἐν τῷ Φιλήβῳ Σωκράτης. δοκεῖ δὲ τοῦτο ἔργον εἶναι ῥητορικῆς μὲν ἢ ποιητικῆς οὐκ αὐτόθεν, τῆς δὲ κοινῶς λεγομένης τῶν λόγων τέχνης, περὶ ἧς ὁ θειότατος Πλάτων μετὰ τὴν ἐν τῷ Φαίδρῳ παλινῳδίαν ἡμᾶς ἐδίδαξεν, ἧς ἐστιν ἔργον καὶ ποιητικῆς καὶ ῥητορικῆς τὰς ἀρχὰς ἐπισκέψασθαι. τῇ δὲ προκειμένῃ πραγματείᾳ προσήκειν φησὶ μόνην τὴν τοῦ ἀποφαντικοῦ λόγου θεωρίαν, διότι προῃρήμεθα μὲν παραδοῦναι τὰς ἀρχὰς τῆς ἀποδεικτικῆς ἐπιστήμης, τὸν δὲ περὶ τούτων πραγματευόμενον οὐδὲν ἄλλο εἶδος τοῦ λόγου πολυπραγμονεῖν χρὴ παρὰ τὸ ἀποφαντικόν, ὃ μόνον προσήκει τῷ φιλοσόφῳ θεωρεῖν ὡς τὴν ἀπόδειξιν περιειληφὸς καὶ πρὸς τὴν κατάληψιν αὐτῆς ἀναγκαῖον, δι’ ἧς μόνης γινώσκειν δυνατὸν ἀκριβῶς τῶν ὄντων τὴν φύσιν. Διττῆς γὰρ οὔσης τῆς τοῦ λόγου σχέσεως, καθὰ διώρισεν ὁ φιλόσοφος Θεόφραστος, τῆς τε πρὸς τοὺς ἀκροωμένους, οἷς καὶ σημαίνει τι, καὶ τῆς πρὸς τὰ πράγματα, ὑπὲρ ὧν ὁ λέγων πεῖσαι προτίθεται τοὺς ἀκροωμένους, περὶ μὲν τὴν σχέσιν αὐτοῦ τὴν πρὸς τοὺς ἀκροατὰς καταγίνονται ποιητικὴ καὶ ῥητορική, διόπερ ἔργον αὐταῖς ἐκλέγεσθαί τε τὰ σεμνότερα τῶν ὀνομάτων, ἀλλὰ μὴ τὰ κοινὰ καὶ δεδημευμένα, καὶ ταῦτα ἐναρμονίως συμπλέκειν ἀλλήλοις, ὥστε διὰ τούτων καὶ τῶν τούτοις ἑπομένων, οἷον σαφηνείας γλυκύτητος καὶ τῶν ἄλλων ἰδεῶν ἔτι τε μακρολογίας καὶ βραχυλογίας, κατὰ καιρὸν πάντων παραλαμβανομένων, ἧσαί τε τὸν ἀκροατὴν καὶ ἐκπλῆξαι καὶ πρὸς τὴν πειθὼ χειρωθέντα ἔχειν. |
| 66 | τῆς δέ γε πρὸς τὰ πράγματα τοῦ λόγου σχέσεως ὁ φιλόσοφος προηγουμένως ἐπιμελήσεται τό τε ψεῦδος διελέγχων καὶ τὸ ἀληθὲς ἀποδεικνύς, ὧν ἑκάτερον ἀπόφανσίν τινα ἀμφισβητουμένην δι’ ἐναργῶν ἀποφάνσεων προτίθεται συμπεραίνεσθαι. αὐτὸς δὲ οὗτος ὁ ἀποφαντικὸς λόγος κοινωνῶν τοῖς ἄλλοις ἅπασιν εἴδεσι τοῦ λόγου κατὰ τὸ σημαντικὸς εἶναι τίνα ποτὲ ἔχει φύσιν καὶ πῇ τῶν ἄλλων τοῦ λόγου εἰδῶν διαφέρει, πρὸ τούτων παραδίδωσιν ὁ Ἀριστοτέλης ἀποφαντικὸς δὲ οὐ πᾶς λέγων, ἀλ λ ’ ἐν ᾧ τὸ ἀληθεύειν ἢ ψεύδεσθαι ὑπάρχε ι . καὶ δεῖ ἐφιστάνειν ὅτι τὸν ὁρισμὸν τοῦ ἀποφαντικοῦ λόγου διὰ τούτων ἀποδίδωσιν οὐδὲν προσδεηθεὶς καταφάσεως καὶ ἀποφάσεως πρὸς τὴν τούτου διδασκαλίαν, ὅπερ ἐν τοῖς ἑξῆς δόξας τισὶ ποιεῖν δέδωκεν αὐτοῖς ὑπονοεῖν ὅτι τὸν τῶν ὁμωνύμων φωνῶν εἰς τὰ σημαινόμενα τρόπον διαιρεῖται ἡ ἀπόφανσις εἴς τε τὴν κατάφασιν καὶ τὴν ἀπόφασιν, ἀλλ’ οὐχὶ τὸν τῶν γενῶν εἰς τὰ εἴδη. καίτοι τίς ἂν εἴη ὁρισμὸς φωνῆς ὁμωνύμου μηδεμίαν κοινὴν φύσιν σημαινούσης; εἰ δὲ καὶ πρὸς τὸν ὁρισμὸν τῆς καταφάσεως καὶ τῆς ἀποφάσεως ἡ ἀπόφανσις παραλαμβάνεται, δι’ ὧν ῥηθήσεται “κατάφασις μέν ἐστιν ἀπόφανσίς τινος κατά τινος, ἀπόφασις δὲ ἀπόφανσίς τινος ἀπό τινος”, πῶς οὐ σαφέστατα γένος ἀμφοῖν ἡ ἀπόφανσις ἀναφαίνεται οὖσα, τῶν ὁμωνύμων φωνῶν οὐδέποτε πρὸς τὴν τῶν ὁρισμῶν συμπλήρωσιν παραλαμβανομένων; διόπερ συνάπτει τοῖς διορισμοῖς περὶ τοῦ ἀποφαντικοῦ εἴδους τοῦ λόγου, περὶ οὗ λοιπὸν προηγουμένως ποιήσεται τὴν διδασκαλίαν, τὴν τῶν εἰδῶν αὐτοῦ θεωρίαν, καταφάσεώς τε καὶ ἀποφάσεως, λέγων· Ἔστι δὲ εἷς πρῶτος λόγος ἀποφαντικὸς κατάφασι ς , εἶτα ἀπόφασι ς · οἱ δὲ ἄλλοι πάντες συνδέσμῳ εἷ ς . Δι’ ὧν διττὴν εἶναι τῶν λόγων φησὶ τὴν ἕνωσιν, τὴν μὲν αὐτῶν καθ’ αὑτοὺς οἷον αὐτοφυῶς αὐτοῖς ἐνυπάρχουσαν, καθάπερ ἐπὶ τοῦ ‘Σωκράτης περιπατεῖ‘, τὴν δὲ θέσει τινὶ ἔξωθεν αὐτοῖς ἐπιγινομένην ὑπὸ τοῦ δι’ αὐτὸ τοῦτο καλουμένου συνδέσμου, καθάπερ ἐπὶ τοῦ ‘Σωκράτης κάθηται καὶ Πλάτων περιπατεῖ‘· δύο γὰρ ὄντας ἐναργῶς ἐνταῦθα τοὺς λόγους, τὸν ‘Σωκράτης κάθηται‘ καὶ τὸν ‘Πλάτων περιπατεῖ‘, ὁ καί σύνδεσμος ἐμβληθεὶς μέσος ὥσπερ συνδεῖν δι’ ἑαυτοῦ μέσου καὶ ἑνοῦν ἔδοξε. |
| 67 | τὸν αὐτὸν δὲ ἔχουσι τρόπον καὶ οἱ ὑποθετικοὶ πάντες λεγόμενοι λόγοι· καὶ γὰρ ἐκεῖνοι ἐκ πλειόνων μέν εἰσιν ἁπλῶν λόγων ἡνωμένων δὲ ὑπὸ τοῦ συναπτικοῦ προσαγορευομένου συνδέσμου, οἷον ‘εἰ ἡμέρα ἐστίν, ἥλιος ὑπὲρ γῆν ἐστι‘· δύο γὰρ πάλιν ὄντας λόγους τὸν ‘ἡμέρα ἐστί‘ καὶ τὸν ‘ἥλιος ὑπὲρ γῆν ἐστιν‘ ὁ εἰ σύνδεσμος συνάψας τὴν τῆς ἑνώσεως ἀπετέλεσε φαντασίαν. καὶ ἔστι τὸ ἓν τῶν τοιούτων λόγων εἶδος οὐχὶ ὑπάρξεως μιᾶς δηλωτικόν (ἐναργῶς γὰρ πολλὰ τὰ ὑπ’ αὐτῶν σημαινόμενα), ἀλλ’ ἀκολουθίας μιᾶς τῶν ὑπ’ αὐτῶν σημαινομένων ὑπάρξεων ἢ διαστάσεως μιᾶς, ὥσπερ ἐπὶ τῶν κατὰ διάζευξιν λεγομένων λόγων, οἷον ‘ἤτοι ἡμέρα ἐστὶν ἢ νύξ ἐστι‘. διὸ καὶ τῶν λόγων ὁ μὲν ὕπαρξιν μίαν σημαίνων ὁ κυρίως εἷς ἀνάλογος ἂν εἴη τῷ μηδέπω τετμημένῳ ξύλῳ καὶ διὰ τοῦτο ἑνὶ λεγομένῳ, ὁ δὲ πλείονας ὑπάρξεις δηλῶν διά τινα δὲ σύνδεσμον ἡνῶσθαί πως δοκῶν ἀναλογεῖ τῇ νηὶ τῇ ἐκ πολλῶν μὲν συγκειμένῃ ξύλων ὑπὸ δὲ τῶν γόμφων φαινομένην ἐχούσῃ τὴν ἕνωσιν. Τοῦ δὲ κυρίως ἑνὸς ὄντος λόγου καὶ διὰ τοῦτο φύσει προτέρου ὄντος τοῦ συνδέσμῳ τὸ ἓν ἔχοντος ὁ μέν τίς ἐστι κατάφασις ὁ δὲ ἀπόφασις. ἔστι δέ τις καὶ τῆς καταφάσεως πρὸς τὴν ἀπόφασιν διαφορὰ οὐ κατὰ τὸ ἕν (ὁμοίως γὰρ εἷς τῶν λόγων τούτων ἑκάτερος οὐδεμιᾶς ἔξωθεν βοηθείας δεηθεὶς πρὸς τὴν ἕνωσιν), ἀλλὰ κατὰ τὸ πρῶτον· οὐ γὰρ ὁμοίως πρῶτος λόγος τούτων ἑκάτερος, ἀλλὰ προτέρα τῆς ἀποφάσεως ἡ κατάφασις κατὰ τὴν ἁπλότητα τῆς λέξεως, διότι τὸ ἀρνητικὸν προσλαβοῦσα μόριον ἀπόφασις γίνεται, προϋφεστάναι δὲ ἀνάγκη τὸν τὴν προσθήκην δεχόμενον τοῦ ἐκ τῆς προσθέσεως ἀποτελουμένου. διὰ τοῦτο μὲν οὖν καὶ ὁ Ἀριστοτέλης οὕτως εἶπεν ἕνα πρῶτον εἶναι λόγον ἀποφαντικὸν τὴν κατάφασιν, εἶτα τὴν ἀπόφασιν, τὸ εἶτα οὐ περὶ τοῦ ἑνὸς ἀλλὰ περὶ τοῦ πρώτου λέγων. δι’ αὐτὸ δὲ τοῦτο λόγον ἔχειν ἡ τοῦ Ἀφροδισιέως δόξα περὶ τῆς ἀποφάνσεως δοκεῖ, μὴ συγχωροῦσα γένος αὐτὴν εἶναι καταφάσεως καὶ ἀποφάσεως· πῶς γὰρ ἐν οἷς τὸ πρότερον καὶ τὸ ὕστερον τὸ τούτων κοινῶς κατηγορούμενον ἔσται γένος; ἢ ταύτην ἔχουσι τὴν τάξιν οὐ κατὰ τὸ ἀποφάνσεις εἶναι (ὁμοίως γὰρ αὐτῶν ἑκατέρα δεκτικὴ ψεύδους τε καὶ ἀληθείας) ἀλλὰ κατά τι συμβεβηκὸς ἔξωθεν, οἷον τὴν τῶν λέξεων ἁπλότητα. |
| 68 | τότε δὲ τὸν εἰρημένον κανόνα χώραν ἔχειν λέγομεν, ὅταν κατ’ αὐτὸ τὸ κοινῶς κατηγορούμενον ἔχωσι τὸ πρῶτον καὶ δεύτερον τὰ ὑπ’ αὐτό. τοῦτο μὲν οὖν πολλαχοῦ διᾶ πολλῶν ἀποδέδεικται· ἐνταῦθα δὲ κατηγοροῦντες τὴν ἀπόφανσιν κοινῶς καταφάσεως καὶ ἀποφάσεως, οὐ λέγομεν τὴν μὲν κατάφασιν πρώτην ἀπόφανσιν εἶναι, τὴν δὲ ἀπόφασιν δευτέραν ἀπόφανσιν, ἀλλὰ τὸ πρῶτον καὶ δεύτερον, ὡς εἴρηται, κατὰ τὴν ἁπλότητα τῶν λέξεων νοητέον. Τοῦ δὲ Ἀριστοτέλους σαφῶς λέγοντος ὅτι τῶν παρὰ τὴν κατάφασιν καὶ τὴν ἀπόφασιν ἀποφαντικῶν λόγων ἕκαστος συνδέσμῳ πάντως ἐστὶν εἷς, ἐπιζητήσειεν ἄν τις τί ἐροῦμεν περὶ τοῦ λόγου τοῦ λέγοντος ‘ἡλίου ὑπὲρ γῆν ὄντος ἡμέρα ἐστίν‘· οὔτε γὰρ ἁπλοῦς οὗτος ὁ λόγος οὔτε συνδέσμου πρὸς τὴν ἕνωσιν φαίνεται δεηθείς. πρὸς ὃν ῥητέον ὅτι δύο μὲν αὐτοτελεῖς ἀποφάνσεις συμπλακῆναι ἀλλήλαις πρὸς ἑνὸς λόγου γένεσιν συνδέσμου χωρὶς ἐνεργείᾳ ληφθέντος ἀδύνατον· τὸ γοῦν ‘ἥλιος ὑπὲρ γῆν ἐστιν‘ αὐτοτελὲς ὂν τῷ ‘ἡμέρα ἐστίν‘ αὐτοτελεῖ καὶ αὐτῷ ὄντι πῶς ἂν συγκραθείη δίχα τοῦ συναπτικοῦ συνδέσμου; πολλάκις δέ γε τὴν ἡγουμένην τῶν προτάσεων ἅμα τῷ συνδέσμῳ μεταρρυθμίζομεν οὕτως, ὥστε μηκέτι μὲν αὐτοτελῆ εἶναι πρὸς ἀπόφανσιν, τῷ δὲ δυνάμει περιέχειν τὸν σύνδεσμον ἢ τὸ τῷ συνδέσμῳ ἰσοδυναμοῦν κατὰ τοῦτο ἐπίρρημα πρὸς τὴν ἑπομένην τῶν προτάσεων καὶ αὐτοτελῆ μεμενηκυῖαν συμφύεσθαι, καθάπερ ἔχει καὶ ἐπὶ τοῦ προκειμένου· τὸ γὰρ ‘ἡλίου ὑπὲρ γῆν ὄντοσ‘ ἀτελὲς πρὸς ἀπόφανσιν δυνάμει δὲ περιέχον ἢ τὸ ὅτε ἐπίρρημα ἢ τὸν εἰ συναπτικὸν σύνδεσμον καὶ ταὐτὸν φθεγγόμενον τῷ ‘ὅτε ἥλιος ὑπὲρ γῆν ἐστι‘ καὶ τῷ ‘εἰ ὁ ἥλιος ὑπὲρ γῆν ἐστιν‘, ὧν ἑκάτερον ἀτελές ἐστι πρὸς 〈τὸ〉 τὴν προτεθεῖσαν ποιήσασθαι ἀπόφανσιν διὰ τὴν τοῦ συνδέσμου ἢ τοῦ ἐπιρρήματος προσθήκην, παραπλησίως τῷ δυνάμει ταῦτα ἐν ἑαυτῷ περιέχοντι, οἷον τῷ ‘ἡλίου ὑπὲρ γῆν ὄντοσ‘· διὸ καὶ συμφύεσθαι παραπλησίως ἐκείνοις δύναται πρὸς τὸ ἑπόμενον τὸ ‘ἡμέρα ἐστίν‘. Ἀνάγκη δὲ πάντα λόγον ἀποφαντικὸν ἐκ ῥήματος εἶναι ἢ πτώσεως ῥήματο ς · καὶ γὰρ ὁ τοῦ ἀνθρώπου λόγο ς , ἐὰν μὴ τὸ ἔστιν ἢ ἦν ἢ ἔσται ἤ τι τοιοῦτον προστεθ ῇ , οὔπω λόγος ἀποφαντικό ς , διότι δὴ ἕν τί ἐστιν ἀλ λ ’ οὐ πολλὰ τὸ ζῷον πεζὸν δίπου ν · οὐ γὰρ δὴ τῷ σύνεγγυς εἰρῆσθαι εἷς ἔστα ι . |
| 69 (1n) | ἔστι δὲ τοῦτο ἄλλης πραγματείας εἰπεῖ ν . Προθέμενος διαλεχθῆναι περὶ τοῦ ἀποφαντικοῦ λόγου καὶ τῶν τούτου εἰδῶν, καταφάσεώς τε καὶ ἀποφάσεως, ἐπειδὴ τούτων ἑκάτερον τὸ μέν τι ἔχει κατηγορούμενον τὸ δὲ ὑποκείμενον, διαφοράν τινα τούτων ἡμῖν παραδίδωσι συμβαλλομένην αὐτῷ πρὸς τὴν διάρθρωσιν τῶν ἐφεξῆς ῥηθησομένων· λέγει γὰρ ὅτι τὸν μὲν κατηγορούμενον ὅρον ἐν τῇ προτάσει πᾶσα ἀνάγκη ῥῆμα εἶναι ἢ πτῶσιν ῥήματος (ἴσως δέ ποτε καὶ ἀόριστον ῥῆμα, καθάπερ ἐν ταῖς ἀποφάσεσιν, ὅπερ ἔοικε συμπεριειληφέναι τῷ ῥήματι διὰ τούτων ὁ Ἀριστοτέλης ἢ ὡς προηγουμένως μὲν περὶ καταφάσεως διαλεγόμενος παραλελοιπέναι), τὸν δὲ ὑποκείμενον οὐ πάντως ὄνομα ἢ πτῶσιν ὀνόματος ἢ ἀόριστον ὄνομα, ἀλλ’ ἔστιν ὅτε καὶ λόγον ἐκ πλειόνων ὀνομάτων συγκείμενον· ὅταν μὲν γὰρ εἴπω ‘Σωκράτης ὑγιαίνει‘ ‘Σωκράτης ὑγίανε‘, τοῦ ὑποκειμένου ἐν τούτοις ὀνόματος ὄντος ὁ κατηγορούμενος ποτὲ μέν ἐστι ῥῆμα ποτὲ δὲ πτῶσις ῥήματος, ὅταν δὲ εἴπω ‘Σωκράτης ἐστί‘ ‘Σωκράτει μεταμέλει‘ ‘οὐ Σωκράτης ἐστί‘ ‘ζῷον λογικὸν θνητόν ἐστι‘, τὸ ὑποκείμενον ἐν τούτοις οὐ μόνον ἐστὶν ὄνομα ἢ πτῶσις ὀνόματος, ἀλλὰ ποτὲ καὶ ἀόριστον ὄνομα ποτὲ δὲ λόγος ἐξ ὀνομάτων συνεστὼς πλειόνων. ἀλλ’ οὐχ οὕτω λέγεται ταῦτα σαφῶς ὑπὸ τοῦ Ἀριστοτέλους διὰ τὸ σύντομον τῆς ἀπαγγελίας· εἰπὼν γὰρ σαφῶς τὸ περὶ τοῦ κατηγορουμένου ᾐνίξατο μόνον τὸ κατὰ τὸν ὑποκείμενον, εἰπὼν καὶ γὰρ ὁ τοῦ ἀνθρώπου λόγο ς , ἐὰν μὴ τὸ ἔστιν ἢ τὸ οὐκ ἔστιν ἢ ἦν ἢ ἔσται ἤ τι τοιοῦτον προστεθ ῇ , οὔπω λόγος ἀποφαντικό ς . Ἀλλὰ διὰ τί περὶ μὲν τοῦ κατηγορουμένου λέγεται διὰ τούτων, ὡς ἄνευ τούτου μὴ ἂν γενομένης προτάσεως, περὶ δὲ τοῦ ὑποκειμένου τὸ ὅμοιον οὐ προστίθεται, καίτοι ὁμοίως ἑκατέρου τούτων τῆς προτάσεως δεομένης καὶ ῥηθέντων ἤδη τούτων ἐν τοῖς προλαβοῦσιν ὡς οὔτε τὸ ὄνομα, κἂν ᾖ σύνθετον, δύναται σημῆναί τι ἀληθὲς ἢ ψεῦδος ῥήματος χωρὶς οὔτε τὸ ῥῆμα δίχα ὑποκειμένου τινός, ὡς ἐδιδάχθημεν ἐν τῷ συμπεράσματι τῶν περὶ τοῦ ῥήματος λόγων; ἔστι μὲν οὖν πρὸς τὴν ἀπορίαν ταύτην ἀπαντῶντας λέγειν, ἅπερ φησὶν ὁ φιλόσοφος Πορφύριος, ὡς ἐν τῷ κατηγορικῷ εἴδει τοῦ ἀποφαντικοῦ λόγου τὸ κῦρος ἔχει μάλιστα τὸ κατηγορούμενον ὡς τὴν ὕπαρξιν ἢ ἀνυπαρξίαν τῆς ἀποφάνσεως σημαῖνον (διὸ καὶ ἐντεῦθεν ὁ ὅλος λόγος κατηγορικὸς ὀνομάζεται, καὶ τὸ ἀρνητικὸν μόριον ἐν ταῖς ἀποφάσεσιν ὡς κυριωτέρῳ τούτῳ προστίθεμεν, ἵνα τῆς καταφάσεως ἀναιρεθείσης διὰ τῆς ἀναιρέσεως τοῦ κυριωτάτου τῶν ἐν αὐτῇ μορίων ἡ ἀπόφασις γένηται), καὶ διὰ τοῦτο περὶ μόνου τούτου τοῦ μορίου ποιεῖται τὸν λόγον ἐν τούτοις ὁ Ἀριστοτέλης, ὡς τούτου χωρὶς ἀποφάνσεως οὐκ ἂν γενομένης. |
| 70 | μήποτε δὲ προσφυέστερον ᾖ τοῖς προκειμένοις τὸ λέγειν ὅτι ἐν οἷς μὲν περὶ τοῦ ὀνόματος ἦν ὁ λόγος, ἐπεσημήνατο ὡς οἷον ἂν ληφθῇ, οὐκ ἂν γένοιτο δίχα ῥήματος αὔταρκες πρὸς τὸ ποιῆσαι ἀπόφανσιν (“καὶ γὰρ ὁ τραγέλαφος, φησί, σημαίνει μέν τι, οὔπω δὲ ἀληθὲς ἢ ψεῦδος, ἐὰν μὴ τὸ εἶναι ἢ τὸ μὴ εἶναι προστεθῇ, ἢ ἁπλῶς ἢ κατὰ χρόνον”), καὶ πάλιν ἐν οἷς διελέγετο περὶ τοῦ ῥήματος, τὰ αὐτὰ καὶ περὶ τούτου ἐπισημαινόμενος ἔλεγεν ὡς οὐκ ἔστιν αὔταρκες αὐτὸ καθ’ αὑτὸ λεγόμενον πρὸς ἀποφάνσεως γένεσιν· ἐνταῦθα δὲ οὐκέτι προσετίθει τὸ ‘δίχα ὀνόματοσ‘ (αὐτόθεν γὰρ ὁ λόγος ἠλέγχετο διὰ τὰς λόγοις ὑποκειμένοις χρωμένας προτάσεις), ἀλλ’ ὅτι μόνον χρεία καὶ ἑτέρου τινός, ᾧ προστιθέμενον καὶ συντιθέμενον τὸ ῥῆμα ποιήσει τὴν ἀπόφανσιν τὴν τὸ εἶναι ἢ τὸ μὴ εἶναι σημαίνουσαν· ἐν δὲ τοῖς μετ’ ἐκεῖνα παραδεδομένοις περὶ λόγου διαλεχθεὶς καὶ εἰπὼν ὅτι ἐστὶ σημαντικὴ φωνὴ μέρος ἔχουσα σημαντικόν, ὅπερ κοινῶς ὑπάρχειν τοῖς τελείοις καὶ τοῖς ἀτελέσι λόγοις ἐλέγομεν, καὶ μεταβὰς ἐπὶ τὴν θεωρίαν τῆς ἀποφάνσεως καὶ τῶν ταύτης εἰδῶν, ὥσπερ δείσας μή τις ὑπολάβῃ τοὺς ὁριστικοὺς λόγους ἅτε συνθέτους ἐκ πλειόνων ὄντας καὶ σημαντικοὺς μιᾶς φύσεως ὑπάρχοντας δύνασθαι ποιεῖν ἀπόφανσιν, διὰ τοῦτο νῦν ταῦτα προστίθησι, περὶ ὧν οὐδέπω φαίνεται διειλεγμένος. Ἐπεὶ δὲ ὅλως ὁρισμῶν ἐν τούτοις πεποίηται μνείαν, οὗτοι δέ εἰσιν ἐκ πλειόνων ὀνομάτων συγκείμενοι λόγοι περὶ τὴν οὐσίαν τοῦ αὐτοῦ πράγματος στρεφομένων καὶ διὰ τοῦτο εἷς ἕκαστος τούτων, πολλῆς δὲ πραγματείας ἡ τούτου δεῖται θεωρία (ποτὲ μὲν γὰρ ἐκ τῶν συμπεφορημένων ὀνομάτων οὐσία μία σημαίνεται καὶ εἷς ἐξ αὐτῶν ἀποτελεῖται λόγος, ποτὲ δὲ οὐχ εἷς), ἀναβάλλεται τὴν τούτων παράδοσιν εἰς τελειοτέραν τινὰ πραγματείαν, ἧς ἔργον ἐστὶ τὰ ὄντα ᾗ ὄντα ἐστὶν ἐπισκοπεῖν. |
| 71 | διόπερ ἔν τε τῷ ἑβδόμῳ καὶ ἐν τῷ ὀγδόῳ βιβλίῳ τῆς Μετὰ τὰ φυσικὰ πολὺν περὶ τούτου ποιήσεται λόγον, τὸ μὲν γένος, ἵνα συνελόντες εἴπωμεν τὸ κεφάλαιον τῶν ἐν ἐκείνοις παραδεδομένων, ὕλης ἐν τῷ ὁρισμῷ λόγον ἔχειν ἀποφαινόμενος, τὴν δὲ διαφορὰν καὶ μάλιστα τὴν ἐσχάτην καὶ μόνῳ τῷ ὁριστῷ πράγματι ἐφαρμόττουσαν εἰδοποιὸν γίνεσθαι καὶ τελειωτικὴν τῆς οἰκείας ὕλης, οὐδενὸς ἑτέρου δεηθεῖσαν πρὸς τὴν ἕνωσιν τὴν πρὸς αὐτήν· οὐ γὰρ πρὸς κεχωρισμένον τι καὶ καθ’ αὑτὸ ὑφεστηκὸς ἴσχει τὴν ἕνωσιν, ἀλλ’ ἔστι τὸ εἶδος διάθεσίς τις τῆς προσεχοῦς ὕλης, τό τε καθόλου καὶ νοητὸν τῆς νοητῆς λεγομένης ὕλης, ταὐτὸν δὲ εἰπεῖν τῆς κατὰ τὸ γενικώτερον ἐπινοουμένης, καὶ τὸ αἰσθητὸν καὶ καθ’ ἕκαστα τῆς κατ’ αὐτὸ διατίθεσθαι πεφυκυίας. διὰ ταῦτα τοίνυν ὅ τε ὁριστικὸς λόγος εἷς, οὐκ ἐκ διακεκριμένων πρότερον ἔπειτα συνελθουσῶν ἀλλήλαις ἰδιοτήτων συγκείμενος, καὶ τῶν καθ’ ἕκαστα πραγμάτων ἕκαστον ἕν· οὕτω γὰρ ἔχειν ἀνάγκη τὸ διακείμενον μετὰ τῆς οἰκείας ὑφεστὸς διαθέσεως οἷον ἐπὶ τῆς χαλκῆς σφαίρας, καὶ οὐδ’ ἂν ἐπινοήσειέ τις τὸ διακείμενον μὴ καὶ τὴν διάθεσιν συνεπινοήσας. τὸ μὲν οὖν κυρίως τόν τε ὁριστικὸν λόγον ἕνα ποιοῦν, καὶ αὐτὸ μέντοι τὸ ὁριστὸν πρᾶγμα, τοῦτο παραδίδωσιν ἐν ἐκείνοις· ἣν δὲ ἄν τις ἀπερισκέπτως ἀποδέδωκεν αἰτίαν τῆς τοῦ ἑνὸς λόγου γενέσεως, τὸ ἐφεξῆς ἀλλήλοις τὰ συμπληροῦντα αὐτὸν ὀνόματα λέγεσθαι μὴ διαλαμβανόμενα σιωπῇ μέσῃ, ταύτην ὡς ἀνόητον ἐπιρραπίζει λέγων οὐ γὰρ δὴ τῷ σύνεγγυς εἰρῆσθαι εἷς ἔστα ι · δεῖ μὲν γὰρ ἐπὶ τοῦ ἑνὸς ἐσομένου λόγου τὰ ὀνόματα ἐξ ὧν ἐστιν ἐφεξῆς λέγεσθαι μὴ διαναπαυομένης τῆς φωνῆς, ὡς ὅταν γε αὐτὸ καθ’ αὑτὸ εἴπωμεν ἕκαστον οὐ λεγόντων ἡμῶν ὁρισμόν, ἀλλ’ οὐδὲ μίαν ποιούντων πρότασιν κοινῶς ἐπαγομένου πᾶσι τοῦ ῥήματος, ἀλλὰ τοσαύτας ὅσα καὶ τὰ ὡς ἐν ἀσυνδέτῳ ἀπαριθμήσει λεγόμενα ὀνόματα οἷον ‘ζῷον‘ εἶτα ‘λογικόν‘ εἶτα ‘θνητόν ἐστι‘· δόξει γὰρ ἑκάστῳ προσυπακούεσθαι τὸ ἐστίν. οὐ μὴν αὔταρκες τὸ τὰ τυχόντα ὀνόματα ἐφεξῆς ἀλλήλοις καὶ ἀδιακόπως εἰπεῖν πρὸς τὸ ἕνα ποιῆσαι λόγον ἢ ὁριστικὸν ἢ ἀποφαντικόν· ὅταν γὰρ ἢ μόνων οὐσιῶν συμφύεσθαι μὴ δυναμένων, οἷον εἰδῶν ἢ ἀτόμων, ἢ μόνων συμβεβηκότων τύχωσιν ὄντα σημαντικά, οὐκ ἄν ποτε γένοιτο ἐξ αὐτῶν εἷς λόγος, οἷον ὅταν εἴπω ‘ἄνθρωπος βοῦς ἵπποσ‘ ἢ ‘Σωκράτης Πλάτων Ἀλκιβιάδησ‘ ἢ ‘φιλόσοφος σιμὸς φαλακρὸς βαδίζει‘, διὰ τὸ ταῖς μὲν οὐσίαις συμφύεσθαι τὰ συμβεβηκότα ὡς ἐν ὑποκειμέναις αὐταῖς ὑφίστασθαι πεφυκότα, μήτε δὲ τὰς κατ’ εἶδος ἢ κατ’ ἀριθμὸν διακεκριμένας οὐσίας ἀλλήλαις, μήτε μὴν τὰ συμβεβηκότα, ὧν οὐδὲ ὑφίστασθαί τι δυνατὸν δίχα τῶν ὑποκειμένων· διὸ καὶ τοῖς εἰρημένοις ἀνάγκη τὸ ‘τὶσ‘ ἀόριστον ὄνομα προσυπακούεσθαι, τὴν χρείαν πληροῦν τοῦ ὑποκειμένου καὶ ποιοῦν τὸν ὅλον λόγον ψεύδεσθαι ἢ ἀληθεύειν. |
| 72 | Ἔστι δὲ εἷς λόγος ἀποφαντικὸς ἢ ὁ ἓν δηλῶν ἢ ὁ συνδέσμῳ εἷ ς , πολλοὶ δὲ οἱ πολλὰ καὶ μὴ ἓν ἢ οἱ ἀσύνδετο ι . Παραδοὺς τὴν κατὰ τὸ πρῶτον καὶ δεύτερον διαφορὰν τῶν ἁπλῶν καὶ ἀποφαντικῶν λόγων καὶ διδάξας ὡς προηγεῖται τὸ καταφατικὸν εἶδος τοῦ ἀποφατικοῦ, διὰ τούτων προστίθησι τὴν κατὰ τὸ ἓν καὶ τὸ πλῆθος αὐτῶν ἀντίθεσιν ἑτέραν οὖσαν παρὰ τὴν κατὰ τὸ πρῶτον καὶ ὕστερον. ἰστέον γὰρ ὅτι δύο τούτων ἐξ ἀνάγκης περὶ πάντα λόγον θεωρουμένων, λέξεώς τε καὶ σημασίας, περὶ μὲν τὴν λέξιν δύο θεωροῦνται τοῦ ἑνὸς λόγου διαφοραί, μία μὲν κατὰ τὸ ἁπλοῦν καὶ σύνθετον ἐκ πλειόνων ἁπλῶν λόγων, ἑτέρα δὲ κατὰ τὸ πρῶτον καὶ δεύτερον (προηγουμένως μὲν ἐν τοῖς ἁπλοῖς, διὰ τούτους δὲ καὶ ἐν τοῖς συνθέτοις, ἐκ τῆς ποιότητος δηλονότι τῶν προτάσεων, τοῦ καταφατικοῦ λέγω καὶ ἀποφατικοῦ, τῆς τοιαύτης τάξεως ἀναφαινομένης), περὶ δέ γε τὴν σημασίαν μία, ἡ κατὰ τὸ ἓν καὶ τὸ πλῆθος τῶν σημαινομένων. τῶν οὖν περὶ τὴν λέξιν θεωρουμένων ἀντιθέσεων μίαν παραδοὺς διὰ τῶν προλαβόντων τὴν κατὰ τὸ πρῶτον καὶ ὕστερον, δι’ ὧν ἔλεγεν ἔστι δὲ εἷς πρῶτος λόγος ἀποφαντικὸς κατάφασι ς , εἶτα ἀπόφασι ς , εἶτα διδάξας ὡς οὐ μόνους τούτους τοὺς λόγους ἀξιοῦμεν τῆς τοῦ ἑνὸς προσηγορίας τῷ ἐπαγαγεῖν οἱ δὲ ἄλλοι πάντες συνδέσμῳ εἷ ς , τοῦτ’ ἔστιν οὐ κυρίως, οὐ μὴν ἔτι προσθεὶς ὅτι οὗτοι οἱ συνδέσμῳ τὸ ἓν ἔχειν λεγόμενοι λόγοι σύνθετοί εἰσιν ἐκ τῆς ἁπλῆς καταφάσεως καὶ τῆς ἁπλῆς ἀποφάσεως, δι’ οὗ παραδέδωκεν ἂν καὶ τὴν κατὰ τὸ ἁπλοῦν καὶ σύνθετον διαφορὰν τῶν ἀποφαντικῶν λόγων, ἀλλὰ τοῦτο εἰς ἕτερον καιρὸν ἀναβαλλόμενος, ἐν τούτοις τὴν ἀπὸ τῶν σημαινομένων ἡμῖν διάκρισιν αὐτῶν προστίθησι, τὸν μὲν ἕνα ποιοῦσαν λόγον καὶ ἀληθῶς καὶ φαινομένως, τὸν δὲ φαινομένως μὲν ἕνα κατὰ ἀλήθειαν δὲ πολλούς· προσθήσει δὲ σαφῶς ὀλίγον ὕστερον καὶ τὴν κατὰ τὸ ἁπλοῦν καὶ τὸ σύνθετον αὐτῶν ἀντίθεσιν. |
| 73 | Τίνα οὖν τρόπον ἀπὸ τῶν σημαινομένων τόν τε ἕνα λόγον καὶ τοὺς πολλοὺς διακρίνομεν; φησὶ δὴ ὡς ἔνθα μὲν ἑκάτερος τῶν συμπληρούντων τὴν πρότασιν ὅρων μιᾶς τινος φύσεώς ἐστι δηλωτικός, μίαν εἶναί φαμεν ταύτην τὴν πρότασιν, κἂν ὁρισμὸν ὅλον ἀντὶ ὀνόματος ἢ ὑποκείμενον ἢ κατηγορούμενον ἢ καὶ ἄμφω λάβῃς, οἷον ὅταν εἴπω ‘τὸ ζῷον λογικὸν θνητὸν οὐσία ἔμψυχος αἰσθητική ἐστιν‘· ὅταν δὲ πλειόνων πραγμάτων ὁποτεροσοῦν τῶν ὅρων σημαντικὸς ὢν τυγχάνῃ, πλείονας εἶναί φαμεν ταύτας τὰς προτάσεις, καὶ τοσαύτας, ὅσον ἐστὶ τὸ πλῆθος τῶν σημαινομένων, κἂν ὑπὸ ἑνὸς ὀνόματος ταῦτα σημαίνηται· ὅταν γὰρ εἴπωμεν ‘Αἴας ἐμονομάχησεν Ἕκτορι‘ μὴ διορισάμενοι περὶ ποτέρου τῶν Αἰάντων ἀποφαινόμεθα, πῶς ἄν τις νοῦν ἔχων μίαν εἴποι ταύτην τὴν πρότασιν, ἣν ἅμα καὶ ἀληθεύουσαν καὶ ψευδομένην ὁρῶμεν; καὶ τὸ ὅπως δῆλον. Ταύτην οὖν τὴν ἀπὸ τῶν σημαινομένων θεωρουμένην ἐν ταῖς προτάσεσι διαφορὰν παραδιδοὺς ἡμῖν διὰ τούτων ἕνα λόγον ἀποφαντικὸν εἶναί φησι κυριώτατα μὲν τὸν ἓν σημαίνοντα, δευτέρως δὲ καὶ τὸν συνδέσμῳ τὸ ἓν ἔχειν λεγόμενον, πολλοὺς δὲ τοὺς πολλὰ σημαίνοντας καὶ μὴ ἓν ἢ τοὺς ἀσυνδέτους. ἐν δὴ τούτοις συνδέσμῳ μὲν ἕνα λόγον ἀκουστέον οὐ τὸν ἐν μόναις ταῖς λέξεσιν ἐπίκτητον ἔχοντα τὴν ἕνωσιν διὰ τὸν σύνδεσμον, παραπλησίως τῷ φακέλλῳ, ὃς διὰ τὸν συνέχοντα τὰ πλείονα λάχανα δεσμὸν εἷς λέγεται εἶναι, ὡς ὅταν εἴπωμεν ‘Σωκράτης κάθηται καὶ Ἀλκιβιάδης περιπατεῖ‘ ἢ ‘Σωκράτης κάθηται καὶ Ἀλκιβιάδης κάθηται‘ ἢ ‘Σωκράτης καὶ Ἀλκιβιάδης κάθηνται (πάντες γὰρ οἱ οὕτως λεγόμενοι πλείονες ὄντες περὶ μόνην τὴν λέξιν ἔχουσι τὴν ἐμφαινομένην διὰ τὸν σύνδεσμον ἕνωσιν), ἀλλὰ τοὺς ἐν τοῖς ὑποθετικοῖς καλουμένοις συλλογισμοῖς κατὰ τὸ συνημμένον ἢ τὸ διεζευγμένον λεγόμενον παραλαμβανομένους, οἷον ‘εἰ ὁ θεὸς ἀγαθός, ἀίδιον τὸ πᾶν‘ καὶ ‘ἤτοι ἀίδιον τὸ πᾶν ἢ γεννητόν‘· πλείονες μὲν γὰρ καὶ οὗτοι ὄντες συνδέονται κατὰ τὴν λέξιν, οἱ μὲν ὑπὸ τοῦ συναπτικοῦ λεγομένου συνδέσμου οἱ δὲ ὑπὸ τοῦ διαζευκτικοῦ, ἀλλ’ ἔχουσί τι πλέον τῶν προειρημένων, ὅτι τῶν ἐν αὐτοῖς παραλαμβανομένων πλειόνων πραγμάτων ἢ ἀκολουθίαν ἢ διάστασιν σημαίνουσιν· αὐτὸ οὖν τοῦτο ἕν τί ἐστιν ὑπ’ αὐτῶν σημαινόμενον ἡ ἀκολουθία αὐτὴ τῶν πραγμάτων ἢ ἡ διάστασις. τούτους μὲν οὖν διὰ ταῦτα δευτέρως λέγεσθαι τὸ ἓν ἔχειν ὑπὸ τοῦ Ἀριστοτέλους ῥητέον μετὰ τοὺς ἕν τι κατηγορούμενον καθ’ ἑνὸς ὑποκειμένου σημαίνοντας, ὥστε εἶναι τὸ λεγόμενον ὅτι εἷς λόγος ἀποφαντικός ἐστιν ἢ ὁ ἕν τι καθ’ ἑνὸς κατηγορῶν καταφατικῶς ἢ ἀποφατικῶς καὶ διὰ τοῦτο λεγόμενος κατηγορικός, ἢ ὁ σχέσιν μίαν ὑπάρξεων δύο σημαίνων ἢ κατὰ ἀκολουθίαν ἢ κατὰ διάστασιν ἐμφαινομένην ὑπὸ τῶν ταύτην τὴν δύναμιν ἐχόντων συνδέσμων καὶ λέγων ἢ τίνος ὄντος τί ἐστιν ἢ τίνος ὄντος τί οὐκ ἔστι, καὶ διὰ τοῦτο λεγόμενος ὑποθετικός. |
| 74 | τοὺς δέ γε περὶ μόνην τὴν λέξιν τὴν ἐπίκτητον ἕνωσιν ἐμφαίνοντας ὑπάρξεων μὲν ἀπηρτισμένων ὄντας σημαντικούς, σχέσιν δὲ αὐτῶν οὐδεμίαν σημαίνοντας, οὐδαμῶς οἰητέον ἐν τούτοις παρειλῆφθαι, καὶ εἰ προσχρῷντο τοῖς συμπλεκτικοῖς λεγομένοις συνδέσμοις τῆς ἐν τῇ λέξει συνεχείας χάριν· ποῖον γὰρ ἂν ἔχοι λόγον τὸν μὲν ὁμώνυμον ἔχοντα τὸν ἕτερον τῶν ὅρων μὴ ἀνέχεσθαι καλεῖν ἕνα διὰ τὸ πλῆθος τῶν σημαινομένων, καὶ ταῦτα κατὰ τὴν λέξιν ὄντα ἁπλοῦν, τῷ δὲ καὶ κατὰ τὴν λέξιν προφανῆ τὴν σύνθεσιν ἔχοντι καὶ παντάπασι τοῦ κατὰ φύσιν ἑνὸς ἀποπεπτωκότι πλέον τι κατ’ αὐτὸ τοῦτο νέμειν ἐκείνου τῷ ἀξιοῦν αὐτὸν τῆς τοῦ ἑνὸς προσηγορίας; Εἰπὼν δὲ πολλοὺς εἶναι λόγους τοὺς πολλὰ σημαίνοντας, προσέθηκε καὶ μὴ ἓν διὰ τοὺς περὶ τῶν καθόλου τινὸς ἀποφαινομένους· ἐκεῖνοι γὰρ πολλὰ μὲν σημαίνουσι καὶ αὐτοὶ πράγματα τὰ ὑπὸ τὸ καθόλου περὶ οὗ διαλέγονται ἀναφερόμενα, πρὸς δέ γε τῶν πολλῶν τὴν μίαν φύσιν τὴν κατὰ πάντων ἐκείνων κατηγορουμένην, καθ’ ἣν καὶ μία γίνεται πρότασις ἡ τοῦ καθόλου τούτου κατηγοροῦσά τι· αἱ δέ γε ὁμώνυμοι φωναὶ μόνως πολλῶν εἰσι σημαντικαὶ πραγμάτων, κοινοῦ δὲ ἐπ’ αὐτοῖς οὐδενός· οὐ γὰρ ἂν ἦσαν ὁμώνυμοι. δυνατὸν δὲ καί, ὡς ὁ φιλόσοφος ἐξηγεῖται Πορφύριος, ὡς πρὸς διάκρισιν εἰρημένου τῶν ὁρισμῷ χρωμένων ὑποκειμένῳ ἢ καὶ κατηγορουμένῳ προτάσεων ἀκούειν τοῦ πολλὰ καὶ μὴ ἕ ν , ὅτι δοκοῦσι μὲν πολλὰ κἀκεῖναι σημαίνειν, οἷον ἡ λέγουσα ‘ζῷον λογικὸν θνητὸν περιπατεῖ‘ τὸ ζῷον τὸ λογικὸν τὸ θνητόν· ἀλλὰ ταῦτα παρελήφθη πρὸς τὸ ἕν τι περιγράψαι τὸ ἐξ αὐτῶν συνιστάμενον, διὸ μίαν εἶναί φαμεν ταύτην τὴν πρότασιν. εἰ δέ τις πρότασις ἢ ὁμώνυμον ἔχει τὸν ἕτερον τῶν ὅρων ἢ καὶ ἐνεργείᾳ πολλὰ συνείρει ὀνόματα οὐ δυναμένων συμπλέκεσθαι ἀλλήλοις τῶν πραγμάτων, οἷον ‘Σωκράτης Πλάτων Ἀλκιβιάδης περιπατεῖ‘ ἢ ‘Σωκράτης περιπατεῖ διαλέγεται θερμαίνεται‘, μόνως αὕτη πολλαί, διότι καὶ τὰ σημανθέντα πράγματα μόνως ἐστὶ πολλὰ καὶ οὐ δυνάμενα μίαν τινὰ φύσιν πράγματος συμπληροῦν. |
| 75 | Ἀλλὰ πῶς ὁ Ἀριστοτέλης τοὺς πολλὰ σημαίνοντας λόγους ἀπαριθμούμενος τούς τε ὁμώνυμόν τινα τῶν ὅρων ἔχοντας καὶ τοὺς ἀσυνδέτους μόνους παρέλαβεν, ὧν ἐν οὐδετέρᾳ τετάξονται χώρᾳ οἱ κατὰ μόνην τὴν λέξιν τὴν διὰ τὸν σύνδεσμον ἕνωσιν ἔχοντες; ἢ ῥητέον ὅτι καὶ οὗτοι τῶν πολλὰ καὶ μὴ ἕν εἰσι σημαινόντων, ἀλλ’ οὐκέτι δι’ ὁμωνυμίαν ἀλλὰ διὰ τὸ ἐνεργείᾳ πλείονας εἶναι κατὰ τὴν λέξιν τοὺς τὰ διάφορα πράγματα σημαίνοντας ὅρους. εἰ δέ τινες αὐτοῖς τὸ ἓν ἀξιοῖεν νέμειν, οὐ καθ’ αὑτοὺς ἀλλὰ κατὰ τὴν πρὸς τοὺς ἀσυνδέτους παραβολήν, ἴστωσαν ἀντὶ τῆς ἐννοίας ἐπὶ τὴν λέξιν πάλιν καταφερόμενοι. τοὺς δὲ ἀσυνδέτους λόγους δηλονότι λέγοι ἂν τοὺς μηδὲ τὴν ὑπὸ τοῦ συνδέσμου φαινομένην ἕνωσιν ἔχοντας, οἷον ‘ἡμέρα ἐστί, φῶς ἐστιν, ἡμέρα οὐκ ἔστι, νύξ ἐστιν‘ ἢ αὖ πάλιν ‘Σωκράτης κάθηται, Ἀλκιβιάδης περιπατεῖ‘· ἐν γὰρ τούτοις πᾶσιν οὔτε ἀκολουθία οὐδεμία οὔτε διάζευξίς τις, οὔτε κατὰ τὴν λέξιν ἐπίκτητος γοῦν ἕνωσίς τις ἐμφαίνεται. Τὸ μὲν οὖν ὄνομα ἢ ῥῆμα φάσις ἔστω μόνο ν , ἐπειδὴ οὐκ ἔστιν εἰπεῖν οὕτω δηλοῦντά τι τῇ φωνῇ ὥστε ἀποφαίνεσθα ι , ἢ ἐρωτῶντός τινος ἢ μ ή , ἀλ λ ’ αὐτὸν προαιρούμενο ν . Μέλλων διὰ τῶν ἐφεξῆς διδάσκειν περί τε ἀποφάνσεως καὶ περὶ καταφάσεως καὶ ἀποφάσεως καὶ ἔτι ἀντιφάσεως, ἐπεὶ ἐν ἅπασι τούτοις τὸ τῆς φάσεως ὄνομα παραλαμβάνεται, διὰ τοῦτο εἰκότως πρὸ τῆς ἐκείνων διδασκαλίας τὴν τῆς φάσεως ἔννοιαν ὑφηγεῖται καί φησιν εἶναι ταύτην ὄνομα ἢ ῥῆμα, ὡς μέρη τοῦ ἀποφαντικοῦ λόγου λαμβανόμενα. καὶ ὅτι τοῦτο οὕτως ἔχει, σαφῶς ἐδήλωσε τοῦ ὀνόματος τῆς φάσεως τὴν αἰτίαν εὐθὺς ἐπαγαγών· ἐπειδὴ γάρ, φησί, δηλοῖ μέν τι τούτων ἑκάτερον, οὐ μὴν ἀληθὲς ἢ ψεῦδος, διὰ δὴ τοῦτο φάσις μὲν ὀνομάζοιτο ἂν δικαίως ὡς σημαῖνόν τι καὶ φαῖνον, οὐ μὴν ἀπόφανσις ἅτε οὐδέτερον δηλοῦν τῶν ὑπὸ τῆς ἀποφάνσεως πάντως σημαινομένων, λέγω δὲ τὸ ἀληθὲς ἢ τὸ ψεῦδος. τοῦτο δὲ τὸ μὴ δεῖν προσκεῖσθαι τὴν ἀπό πρόθεσιν τῇ προσηγορίᾳ τῆς φάσεως ἐπὶ τοῦ ὀνόματος ἢ τοῦ ῥήματος ἐδήλωσε διὰ τοῦ μόνο ν , φάσις ἔστω μόνον εἰπών. εἶτα ἀμφοῖν ἅμα τὰς αἰτίας ἀποδέδωκε, τοῦ τε προσήκειν αὐτοῖς τὸ τῆς φάσεως ὄνομα καὶ τοῦ μὴ προσήκειν τὸ τῆς ἀποφάνσεως, διὰ τοῦ ἐπειδὴ οὐκ ἔστιν εἰπεῖν οὕτω δηλοῦντά τι τῇ φωνῇ καὶ τῶν ἑξῆς τούτοις, ὅπερ ἐστὶν ἐπειδὴ καὶ εἰ σημαντικὴν πραγμάτων τινῶν ἔχουσι δύναμιν, ἀλλ’ αὐτό γε καθ’ αὑτὸ τούτων ἑκάτερον οὐδεμιᾶς ἀποφάνσεώς ἐστι ποιητικόν. |
| 76 | εἶτα προστίθησι τοὺς τρόπους, καθ’ οὓς ἀποφαίνεσθαι εἰώθαμεν, καὶ διὰ τούτου σημαίνων ὡς οὐδὲν προσήκει τοῖς ὀνόμασιν ἢ τοῖς ῥήμασι τὸ ὄνομα τῆς ἀποφάνσεως, εἴ γε δύο τρόπων ὄντων, ὧν κατὰ θάτερον ἀποφαίνεσθαι ἀνάγκη, κατὰ μηδέτερον τούτων τὸ ὄνομα ἢ τὸ ῥῆμα λέγοντες ἀποφαινόμεθα, ὡς ἑξῆς δῆλον ποιήσομεν. κατ’ ἀρχὰς μὲν οὖν τῆς πραγματείας διέκρινε τὰ ὀνόματα καὶ τὰ ῥήματα τῆς ἀποφάνσεως ἀπ’ αὐτῆς τῆς οὐσίας τῆς ἀποφάνσεως ποιούμενος τὴν ἐπιχείρησιν τοῦ μηδὲν δηλοῦν ἀληθὲς ἢ ψεῦδος, ὅπερ ἐστὶν ἴδιον τῆς ἀποφάνσεως, ἐν δέ γε τούτοις ἀπὸ τῶν τρόπων τῆς χρήσεως τῶν ἀποφαντικῶν λόγων διακρίνειν αὐτὰ πάλιν ἐπιχειρεῖ· ἐπειδὴ γὰρ ἢ ὑπό τινος ἐρωτηθέντες καὶ πρὸς τὴν ἐρώτησιν ἀπαντῶντες ἀποφαινόμεθα ἢ καὶ μηδενὸς ἐρωτῶντος αὐτοὶ προελόμενοι τοῖς πέλας ἐκφῆναι τὴν ἡμετέραν διάνοιαν, ὁ δὲ τὸ ὄνομα ἢ τὸ ῥῆμα εἰπὼν κατ’ οὐδέτερον τούτων ἀποφαίνεται τῶν τρόπων, φανερὸν ὡς ἕτερα ἂν εἴησαν ταῦτα τῆς ἀποφάνσεως. Ὅτι μὲν οὖν αὐτὰ καθ’ αὑτὰ τὰ ὀνόματα ἢ τὰ ῥήματα λέγοντες μηδενὸς ἡμᾶς ἐρωτῶντος οὐκ ἀποφαινόμεθα, πολλάκις εἴρηται. ἀλλὰ μὴν οὐδὲ πρὸς ἐρώτησιν διὰ τούτων ἡμᾶς ἀποκρινομένους ἐνδέχεταί τι λέγειν ἀληθὲς ἢ ψεῦδος, καίτοι τοῦτό γε ὑπολάβοι ἄν τις· ‘τί γὰρ ὄνομα τῷδε;‘ τινὸς ἐρομένου ‘Σωκράτησ‘ εἰπόντες ἐσημήναμέν τι ἀληθὲς ἢ ψεῦδος, καὶ ‘τί ποιεῖ Σωκράτης;‘ ἐρωτηθέντες καὶ ἀποκρινόμενοι ὅτι ‘περιπατεῖ‘ δηλοῦμέν τι ἀληθὲς ἢ ψεῦδος· ἀλλ’ ὅπερ καὶ ἐν ταῖς ἐξηγήσεσι τῶν περὶ ῥήματος εἰρημένων ἐλέγομεν, ἡ συμπλοκὴ τῆς ἐρωτήσεως πρὸς τὴν ἀπόκρισιν τελείαν ἀπόφανσιν ἐργασαμένη τὸ ἀληθὲς ἢ τὸ ψεῦδος ἐσήμηνεν, οὔτε ὀνόματος κατὰ ἀλήθειαν οὔτε ῥήματος γενομένης τῆς ἐρωτήσεως, ἀλλὰ τούτων μὲν τὸ ἕτερον ἀπαιτούσης, οὐ μὴν κατὰ ταῦτα προενεχθείσης· οὐδὲ γὰρ ἔστιν ἐν ἐρωτήσει ἢ ὄνομά τι προενεχθῆναι ἢ ῥῆμα. ὅτι δὲ τοῦτο οὕτως ἔχει, μάθοιμεν ἂν ἀπὸ τῶν ἐν ἐρωτήσει προφερομένων ἀποφάνσεων, πρὸς ἃς καὶ πρόκειται τὰς τῶν ὀνομάτων καὶ τῶν ῥημάτων ἐρωτήσεις, εἴπερ ὅλως εἰσί, παραβαλεῖν· κατάφασιν μὲν γὰρ ἐρωτῶντες ἐροῦμεν ‘ἆρα ἡ ψυχὴ ἀθάνατός ἐστι;‘ καὶ ἀπόφασιν ὁμοίως ‘ἆρα ἡ ψυχὴ οὐκ ἔστιν ἀθάνατος;‘· οὐκοῦν καὶ τὸ ὄνομα, εἴπερ ἐν ἐρωτήσει προφέρεσθαι καθ’ αὑτὸ οἷόν τε ἦν, ἔδει λέγειν ἡμᾶς ‘ἆρα, εἰ τύχοι, ἄνθρωπος;‘ ‘ἆρα ζῶον;‘ καὶ ἐπὶ τοῦ ῥήματος ὡσαύτως ‘ἆρα τρέχει;‘· τούτων δὲ ἕκαστον ἀδιανόητον. |
| 77 | εἰ δὲ τὸ ‘ἆρα λούσομαι;‘ οὐκ ἀδιανόητον ἀλλὰ προφανές, ὡς οὐκ ἔστι μόνου τοῦ ῥήματος ἐρώτησις ἀλλ’ ὅλης δυνάμει τῆς καταφάσεως τῆς ‘ἆρα ἐγὼ λούσομαι;‘. καὶ ἐπὶ πάντων τῶν ἐπὶ ὡρισμένου προσώπου λεγομένων ὁ αὐτὸς λόγος. Ἀποδεδειγμένου δὴ τοῦ ὅτι ἡ φάσις ἕτερόν τί ἐστι τῆς ἀποφάνσεως, οὐκέτι προστέθεικεν ὁ Ἀριστοτέλης τὴν πρὸς τὴν κατάφασιν ἢ τὴν ἀπόφασιν ἢ τὴν ἀντίφασιν αὐτῆς διαφορὰν ὡς προφανῆ λίαν οὖσαν· ὃ γὰρ μὴ ἔστιν ὅλως ἀπόφανσις, πῶς ἄν ποτε εἴη κατάφασις ἢ ἀπόφασις, ὧν ἑκάτερον ἀπόφανσίς ἐστι; καὶ ὃ μὴ ἔστι κατάφασις ἢ ἀπόφασις μηδὲ διαιρεῖται εἰς ταύτας, πῶς ἂν εἴη ἀντίφασις, ἥτις ὅλον τί ἐστιν ἐκ τῶν μερῶν τούτων τὴν σύνθεσιν ἔχον; τὸ μέντοι περὶ τῆς ἀποφάνσεως ὅτι ἕτερον τῆς νῦν καλουμένης φάσεως λόγου τινὸς δεόμενον εἰκότως ἐξήτασται ὑπὸ τοῦ φιλοσόφου, πρότερόν τε ἀπὸ τῆς οὐσιώδους ἐννοίας τῆς ἀποφάνσεως καὶ νῦν, ὡς ἐλέγομεν, ἀπὸ τῆς ἡμετέρας χρήσεως. δῆλον δὲ ὅτι τὸ ἔστω ἐν τῷ τὸ μὲν ὄνομα ἢ ῥῆμα φάσις ἔστω μόνον τοῦ Ἀριστοτέλους εἶναι σημαίνει τὴν θέσιν τοῦ ὀνόματος τῆς φάσεως ἐπὶ τῶν ἁπλῶν, ὅπερ ἐλέγομεν, ἐν ταῖς προτάσεσι φωνῶν, ἐπεὶ καὶ πρὸ τοῦ Ἀριστοτέλους ὁ παρὰ Πλάτωνι Τίμαιος χρῆται τῷ ὀνόματι τῆς φάσεως, ἀλλ’ ἐπὶ μόνων τῶν ὁπωσοῦν κατηγορουμένων· τὰ γοῦν ἔνυλα εἴδη τὰ ἐν γενέσει καὶ φθορᾷ τὴν ὑπόστασιν ἔχοντα διὰ τὴν συνεχῆ ῥύσιν φεύγειν φησὶν οὐχ ὑπομένοντα τὴν τοῦ τόδε καὶ τοῦτο καὶ πᾶσαν ὅση μόνιμα αὐτὰ ὡς ὄντα ἐνδείκνυται φάσις. Τούτων δὲ ἡ μὲν ἁπλῆ ἐστιν ἀπόφανσι ς , οἷόν τι κατά τινος ἤ τι ἀπό τινο ς , ἡ δὲ ἐκ τούτων συγκειμέν η , οἷον λόγος τις ἤδη σύνθετο ς . ἔστι δὲ ἡ μὲν ἁπλῆ ἀπόφανσις φωνὴ σημαντικὴ περὶ τοῦ 〈εἰ〉 ὑπάρχει τινὶ ἢ μὴ ὑπάρχε ι , ὡς οἱ χρόνοι διῄρηντα ι . κατάφασις δέ ἐστιν ἀπόφανσίς τινος κατά τινο ς , ἀπόφασις δέ ἐστιν ἀπόφανσίς τινος ἀπό τινο ς . Τούτων μὲν λέγει ὧν ἀποφαινόμενοι λέγομεν ἢ ἐρωτηθέντες ὑπό τινος ἢ αὐτοὶ προελόμενοι, περὶ ὧν ἦν αὐτῷ προσεχῶς ὁ λόγος. εἶναι δὲ αὐτῶν φησι τὴν μὲν ἁπλῆν ἀπόφανσιν τὴν δὲ σύνθετον ἐκ πλειόνων, οὐ λέξεων ἀλλὰ λόγων, τὸν συνδέσμῳ τὸ ἓν ἔχοντα λόγον, εἴτε κατηγορικῶς εἴτε ὑποθετικῶς, σύνθετον λέγων ἐκ τῶν ἁπλῶν ἀποφάνσεων, τοῦτ’ ἔστιν ἢ δύο καταφάσεων ἢ δύο ἀποφάσεων ἢ καταφάσεως καὶ ἀποφάσεως. |
| 78 | ἐνίοτε δὲ καὶ δίχα συνδέσμου πλείονας λόγους ἐφεξῆς λέγοντες ὡς ἕνα τὸν ἐκ πάντων λέγομεν, τῆς συνεχείας ἢ τῆς ἐφεξῆς ῥήσεως τὴν χρείαν τοῦ συνδέσμου ποιούσης, οἷον ‘διὰ τὸ δυσχεραίνειν πρὸς τὴν ὕβριν Ἀλκιβιάδης ἐπολέμησε τῇ πατρίδι, Ἀχιλλεὺς τοῖς Ἀχαιοῖς ἐμήνισεν, Αἴας ἀπέσφαξεν ἑαυτόν‘, καὶ ὅσα ἄλλα λέγειν ἀσυνδέτως εἰώθαμεν. ἐνίοτε δὲ καὶ ὀνόματα πλείονα συνείροντες ἀλλήλοις ἀσυνδέτως, οὐ συμπλεκόμενα πρὸς ἑνός τινος σημασίαν, καθάπερ ἐπὶ τῶν ὁρισμῶν, ἀλλὰ δηλωτικὰ πραγμάτων ἀπηρτισμένων ἕν τι αὐτῶν κατηγοροῦμεν, πλείονας μὲν πάντως λόγους λέγοντες διὰ τὸ πλείονα εἶναι τὰ ὑποκείμενα, τὴν δὲ ἐφεξῆς γινομένην ἀπαρίθμησιν ἀντὶ συνδέσμου παραλαμβάνοντες, οἷον ‘Ἀχιλλεὺς Αἴας Διομήδης ἄριστοι τῶν Ἑλλήνων‘. καὶ φανερὸν ὅτι πολλοὶ οἱ λόγοι, διότι δυνατὸν τὸν μὲν αὐτῶν ἀληθῆ τὸν δὲ ψευδῆ εἶναι, οἷον εἴ τις ἀντὶ τούτων τινὸς ἢ καὶ πρὸς τούτοις ἀπαριθμοῖτο τὸν Ἐπειόν. ὁ δὲ αὐτὸς λόγος καὶ ἐπὶ τῶν ἑνὸς ὑποκειμένου πολλά τινα κατηγορουσῶν ἀσυνδέτως προτάσεων, οἷον ‘Σωκράτης τρίβει τὸ σκέλος διαλέγεται ἥδεται‘· ὡς ἅτε τῶν συγκειμένων λόγων ἐκ πλειόνων ἁπλουστέρων καὶ διὰ τοῦτο πολλῶν λεγομένων τοὺς μὲν ἐξ ὁλοκλήρων κατ’ ἐνέργειαν συγκεῖσθαι λόγων, ἢ ἀσυνδέτων ἢ συνδεδεμένων, τοὺς δὲ μὴ ἐκ διακεκριμένων συγκεῖσθαι λόγων, ἀλλ’ ἤτοι ἐξ ὑποκειμένων μόνον πλειόνων ἀσυνδέτων ἢ συνδεδεμένων ἢ ἐκ κατηγορουμένων ἢ καὶ ἐξ ἀμφοῖν, ὡς εἰ λέγοιμεν ‘Σωκράτης καὶ Πλάτων βαδίζουσι καὶ διαλέγονται‘, ἢ αὐτὰ ταῦτα χωρὶς τοῦ συνδέσμου προφέροιμεν. Ἔστι δὲ δὴ καὶ ἐν αὐτοῖς τοῖς ἁπλοῖς λεγομένοις λόγοις ἄλλον τρόπον εὑρεῖν πολλήν τινα κατὰ τὸ ἁπλοῦν καὶ σύνθετον διαφοράν, οὐκέτι κατὰ τὸ μὴ συγκεῖσθαι ἢ συγκεῖσθαι ἐκ πλειόνων λόγων, ἀλλὰ κατὰ τὸ πλῆθος τῶν παραληφθεισῶν πρὸς τὴν σύστασιν αὐτοῦ λέξεων· ἁπλούστατος μὲν γὰρ ὄντως καὶ πρώτιστος ὁ ἐκ τῶν ἀναγκαιοτάτων μερῶν συγκείμενος, ὀνόματός τε καὶ ῥήματος, οὐκέτι δὲ κατά γε τοῦτο κυρίως ἁπλοῦς οὐδὲ πρῶτος ὁ καθ’ ὁτιοῦν τούτου πλεονάσας, διόπερ τὴν κατάφασιν ἁπλῶς πρὸς τὴν ἀπόφασιν παραλαβὼν ὁ Ἀριστοτέλης προτέραν ἔχειν τάξιν τὴν κατάφασιν ἀπεφαίνετο, καίτοι κατὰ τὸ ἓν ὁμοίως ἐχόντων τῶν λόγων (εἰ μὴ παραλαμβάνοιεν ὁμώνυμον ὅρον) καὶ κατὰ τὸ ἁπλοῦν, ὡς μὴ συγκειμένων ἐκ πλειόνων λόγων. καὶ ἐν αὐταῖς μέντοι ταῖς καταφάσεσι πολλὴν ἂν εὕροις πρὸς ἀλλήλας διαφοράν, καὶ ἐν ἀποφάσεσιν ὁμοίως· αἱ γὰρ ἐξ ὑποκειμένου καὶ κατηγορουμένου προτάσεις προτέραν ἔχουσι κατὰ τὴν ἁπλότητα τάξιν τῶν ἐκ τρίτου προσκατηγορουμένου, καὶ αὗται τῶν μετὰ τρόπου. |
| 79 | καὶ πάλιν ἐν μὲν ταῖς ἐξ ὑποκειμένου καὶ κατηγορουμένου προηγοῦνται αἱ ἐξ ὡρισμένου τοῦ ὑποκειμένου τῶν ἐξ ἀορίστου, καὶ αἱ ὀνόματι ὑποκειμένῳ προσχρώμεναι τῶν ὁρισμὸν ἀντὶ ὀνόματος παραλαμβανουσῶν. ἐν δὲ ταῖς ἐκ τρίτου προσκατηγορουμένου αἱ ὄνομα ἤτοι ῥῆμα κατηγοροῦσαι τῶν ὁρισμὸν ὅλον ποιουσῶν κατηγορούμενον, οἷον ἡ ‘Σωκράτης ἄνθρωπός ἐστι‘ τῆς ‘Σωκράτης ζῷον λογικὸν θνητόν ἐστι‘. Ταῦτα μὲν οὖν διὰ τὸ προφανὲς οὐ πολλῆς ἐπιστάσεως ἄξια· πῇ δὲ διοίσει τὰ διὰ τούτων λεγόμενα τῶν ὀλίγῳ πρότερον εἰρημένων ἔστι δὲ εἷς λόγος ἀποφαντικὸς ἢ ὁ ἓν δηλῶν ἢ ὁ συνδέσμῳ εἷ ς , πολλοὶ δὲ οἱ πολλὰ καὶ μὴ ἓν ἢ οἱ ἀσύνδετοι καὶ τῶν ἔτι πρὸ ἐκείνων ἔστι δὲ εἷς πρῶτος λόγος ἀποφαντικὸς κατάφασι ς , εἶτα ἀπόφασι ς , ἄξιον ἐπισκέψασθαι. ῥητέον οὖν ὅτι τῆς διαφορᾶς τῶν λόγων λαμβανομένης, ὡς καὶ πρότερον ἐλέγομεν, ἢ ἀπὸ τῶν λέξεων ἢ ἀπὸ τῶν σημαινομένων, καὶ τῆς μὲν περὶ τῶν λέξεων διαφορᾶς ποιούσης τὸν μὲν ἐξ ἑνὸς κατὰ τὴν λέξιν ὑποκειμένου καὶ ἐξ ἑνὸς κατηγορουμένου θετικῶς ἢ ἀρνητικῶς συγκείμενον, εἴτε προσκατηγοροῖτο τὸ ἔστιν εἴτε καὶ μή, καὶ εἴτε προσκέοιτο τρόπος τις εἴτε μή, καὶ ἁπλῶς εἰπεῖν κατάφασιν μόνην ἢ ἀπόφασιν μόνην, τὸν δὲ σύνθετον ἐκ δύο καταφάσεων ἢ ἀποφάσεων ἢ καταφάσεως καὶ ἀποφάσεως, ὃν συνδέσμῳ ἕνα κέκληκεν ὁ Ἀριστοτέλης, καὶ ἐν αὐτοῖς πάλιν τοῖς τε ἁπλοῖς λόγοις καὶ τοῖς συνδέσμῳ τὸ ἓν ἔχειν λεγομένοις θεωρουμένης τῆς κατὰ τὸ καταφατικὸν καὶ τὸ ἀποφατικὸν διαφορᾶς, τῆς δέ γε ἀπὸ τῶν σημαινομένων διακρίσεως τῶν λόγων τῆς μὲν ποιούσης ἕνα τῆς δὲ πολλούς, τρεῖς ἔσονται τῶν λόγων ἀντιθέσεις, ἁπλοῦ πρὸς σύνθετον, πρώτου πρὸς ὕστερον, ἑνὸς πρὸς πολλούς. δι’ ὧν μὲν οὖν ἔλεγεν ἔστι δὲ εἷς πρῶτος λόγος ἀποφαντικός τὴν κατὰ τὸ πρῶτον καὶ ὕστερον τῆς καταφάσεως πρὸς τὴν ἀπόφασιν παρεδίδου διαφοράν, ἐνδεικνύμενος ὅτι μόνους τούτους ἁπλοῦς ὄντας λόγους κυρίως ἀξιοῦμεν τῆς τοῦ ἑνὸς προσηγορίας τῷ προστιθέναι οἱ δὲ ἄλλοι πάντες συνδέσμῳ εἷ ς , ὡς ἂν οὐ δυναμένων ἡμῶν ἁπλῶς ἕνα τῶν λόγων ἐκείνων τινὰ ὀνομάζειν, τὸ δὲ κοινὸν τῆς καταφάσεως πρὸς τὴν ἀπόφασιν, ὅτι ἄμφω εἰσὶν ἁπλαῖ ἀποφάνσεις, καθ’ ὃ καὶ διακρίνονται τῶν συνδέσμῳ τὸ ἓν ἐχόντων. ἐν ἐκείνοις οὖν προστιθεὶς δι’ ὧν ἔλεγεν ἔστι δὲ εἷς πρῶτος λόγος ἀποφαντικὸς ὁ ἓν δηλῶ ν , πολλοὶ δὲ οἱ πολλὰ καὶ μὴ ἕ ν , τὴν ἐπὶ τῶν σημαινομένων διαίρεσιν ἡμῖν παρεδίδου τοῦ τε ἑνὸς λόγου καὶ τῶν πολλῶν. ἐν δέ γε τοῖς νῦν προκειμένοις τὴν κατὰ τὸ ἁπλοῦν καὶ τὸ σύνθετον διαίρεσιν αὐτῶν παραδίδωσιν, αὐτὸ τοῦτο σαφέστατα διοριζόμενος ὅτι κατὰ τὴν ἁπλότητα διαφέρουσιν ἡ κατάφασις καὶ ἡ ἀπόφασις τῶν συνδέσμῳ τὸ ἓν ἐχόντων λόγων· τὴν γὰρ κοινοτέραν λεγομένην ἀπόφανσιν διελὼν πρῶτον εἰς τὴν ἁπλῆν καὶ τὴν σύνθετον, πάλιν τὴν ἁπλῆν εἰς τὴν κατάφασιν διαιρεῖ καὶ τὴν ἀπόφασιν, ὧν τὴν πρὸς ἀλλήλας τάξιν ἔμπροσθεν παραδέδωκε. |
| 80 | καὶ εἴ γε τὴν τάξιν τῆς διδασκαλίας τῶν διαιρέσεων ἐναλλάξας τὴν μὲν διαφορὰν τῆς ἁπλῆς ἀποφάνσεως πρὸς τὴν σύνθετον πρότερον ἦν ἡμῖν παραδούς, ἐπὶ δὲ ταύτῃ τὰ πρότερον εἰρημένα περὶ τῆς τάξεως, ἣν ἔχουσι πρὸς ἀλλήλας ἥ τε κατάφασις καὶ ἡ ἀπόφασις, τελευταίαν δὲ προσθεὶς τὴν ἀπὸ τῶν σημαινομένων διαφορὰν τοῦ ἑνὸς λόγου πρὸς τοὺς πολλούς, ὥστε οὕτως ἐξ ἀρχῆς εἰπεῖν ‘τοῦ ἀποφαντικοῦ λόγου ὁ μέν ἐστιν ἁπλοῦς ὁ δὲ σύνθετος ἐκ πλειόνων λόγων, καὶ τοῦ ἁπλοῦ ὁ μὲν πρῶτος ὁ δὲ δεύτερος, καὶ ἑκάτερος τούτων ὁ μὲν εἷς ὁ ἓν σημαίνων ὁ δὲ πολλοὶ ὁ πολλὰ σημαίνων‘, οὐδενὶ ἂν ἔδοξε τὰ αὐτὰ πολλάκις περὶ τῶν αὐτῶν εἰρηκέναι. Οὐ δεῖ δὲ οἴεσθαι τὸν ὁρισμὸν τῆς ἁπλῆς ἀποφάνσεως ἤ, ὡς φαῖεν ἄν τινες, ὑπογραφὴν ἐκ τῆς καταφάσεως ἀποδίδοσθαι καὶ τῆς ἀποφάσεως διὰ τὸ λέγεσθαι ὑπὸ τοῦ Ἀριστοτέλους ἁπλῆ ἀπόφανσίς ἐστι οἷόν τι κατά τινος ἤ τι ἀπό τινος καὶ πάλιν φωνὴ σημαντικὴ περὶ τοῦ εἰ ὑπάρχει τι ἢ μὴ ὑπάρχε ι , ὧν τὰ μέν εἰσι δηλονότι καταφάσεις τὰ δὲ ἀποφάσεις· ὅπερ τινὲς ὑπολαβόντες οὐ γένος εἶναι τὴν ἀπόφανσιν ἐνόμισαν, ἀλλὰ φωνὴν ὁμωνύμως εἰς διάφορα σημαινόμενα διαιρουμένην τὰ ὑπ’ αὐτήν· ταῖς γὰρ ὁμωνύμοις φωναῖς προσήκουσιν αἱ ἀπὸ τῶν σημαινομένων ὑπ’ αὐτῶν διδασκαλίαι διὰ τὸ ταύτας μηδεμιᾶς κοινῆς φύσεως εἶναι δηλωτικάς, ἣν οἱ ὁρισμοὶ σημαίνουσι· τὸν μὲν γὰρ ὁρισμὸν τῆς ἀποφάνσεως ἔχομεν ἤδη διὰ τῶν ἔμπροσθεν παραδεδομένων, ὅτι ἐστὶ λόγος ἐν ᾧ τὸ ἀληθεύειν ἢ ψεύδεσθαι ὑπάρχει· ἐν δέ γε τούτοις προθέμενος διακρῖναι τὴν ἁπλῆν ἀπόφανσιν ἀπὸ τῆς συνθέτου καὶ εἰπεῖν τίνες αἱ ἁπλαῖ ἀποφάνσεις, ἐξ ὧν αἱ σύνθετοι ἔχουσι τὴν γένεσιν, ὅτι κατάφασις καὶ ἀπόφασις, καὶ τοὺς ὁρισμοὺς αὐτῶν ἀποδοῦναι, τὴν εἰς τὰ εἴδη διαίρεσιν αὐτῆς εἰκότως παραδίδωσιν, ἤτοι λόγον ἐννοηματικὸν ἀπὸ τῆς εἰς τὰ εἴδη διαιρέσεως εἰλημμένον. ὅτι δὲ γένος εἶναι βούλεται τὴν ἀπόφανσιν ὁ φιλόσοφος, σαφῶς ἐδήλωσεν ἐν τοῖς ὁρισμοῖς τῆς τε καταφάσεως καὶ τῆς ἀποφάσεως αὐτὴν παραλαβὼν καὶ ταύτῃ ὡς γένει τὰς διαφορὰς προστιθείς, ἐπὶ μὲν τῆς καταφάσεως τὸ τινὸς κατά τινο ς , ἐπὶ δὲ τῆς ἀποφάσεως τὸ τινὸς ἀπό τινο ς . ἐπεὶ δὲ τὸ εἰ ὑπάρχει τινὶ ἢ μὴ ὑπάρχει ὡς κατὰ μόνον τὸν ἐνεστῶτα προενήνεκται χρόνον, αἱ δὲ ἀποφάνσεις καὶ κατὰ τὸν παρεληλυθότα καὶ κατὰ τὸν μέλλοντα λέγεσθαι ὁμοίως δύνανται, διὰ τοῦτο προσέθηκε τὸ ὡς οἱ χρόνοι διῄρηντα ι . |
| 81 | Ἐπεὶ δὲ ἔστι καὶ τὸ ὑπάρχον ἀποφαίνεσθαι ὡς μὴ ὑπάρχον καὶ τὸ μὴ ὑπάρχον ὡς ὑπάρχον καὶ τὸ ὑπάρχον ὡς ὑπάρχον καὶ τὸ μὴ ὑπάρχον ὡς μὴ ὑπάρχο ν , καὶ περὶ τοὺς ἐκτὸς δὲ τοῦ νῦν χρόνους ὡσαύτω ς , ἅπαν ἂν ἐνδέχοιτο καὶ ὃ κατέφησέ τις ἀποφῆσαι καὶ ὃ ἀπέφησε καταφῆσα ι · ὥστε πάσῃ καταφάσει ἐστὶν ἀπόφασις ἀντικειμένη καὶ πάσῃ ἀποφάσει κατάφασι ς . καὶ ἔστω τοῦτο ἀντίφασι ς , κατάφασις καὶ ἀπόφασις αἱ ἀντικείμενα ι . λέγω δὲ ἀντικεῖσθαι τὴν τοῦ αὐτοῦ κατὰ τοῦ αὐτο ῦ , μὴ ὁμωνύμως δ έ , καὶ ὅσα ἄλλα τῶν τοιούτων προσδιοριζόμεθα πρὸς τὰς σοφιστικὰς ἐνοχλήσει ς . Βούλεται μὲν διὰ τούτων παραδοῦναι τὸν ὁρισμὸν τῆς ἀντιφάσεως καὶ εἰπεῖν ὅτι ἐστὶ μάχη καταφάσεως καὶ ἀποφάσεως διαιρουσῶν ἀεὶ τό τε ἀληθὲς καὶ τὸ ψεῦδος, ὥστε τῆς ἑτέρας αὐτῶν ψευδομένης ἀληθεύειν τὴν ἑτέραν καὶ ἔμπαλιν. πρὸ δέ γε τούτου προλαβεῖν ἐξ ἀνάγκης ἔδει ὅτι ἔστι μάχη ψευδοῦς τε ἀποφάσεως πρὸς ἀληθῆ κατάφασιν καὶ ψευδοῦς καταφάσεως πρὸς ἀληθῆ ἀπόφασιν. ἵνα οὖν τοῦτο οὕτως ἔχον ἐπιδείξῃ, λαμβάνει δύο ἀντιθέσεις, μίαν μὲν ἀπὸ τῶν πραγμάτων αὐτῶν, ἑτέραν δὲ ἀπὸ τῆς ἡμετέρας περὶ τῶν πραγμάτων ἐπικρίσεως· ἐπεὶ γὰρ περὶ καταφάσεως καὶ ἀποφάσεως ὁ λόγος, ἑκατέρα δὲ τούτων ἐν συμπλοκῇ θεωρεῖται κατηγορουμένου τινὸς πρὸς ὑποκείμενον, ἀπὸ μὲν τῶν πραγμάτων ἀντίθεσις λαμβάνεται ἡ λέγουσα ὅτι τὸ κατηγορούμενον τῷ ὑποκειμένῳ ὑπάρχει ἢ οὐχ ὑπάρχει, ἀπὸ δὲ τῆς ἡμετέρας περὶ αὐτῶν ἐννοίας ἡ προφορὰ ἡ λέγουσα ὅτι τὸ κατηγορούμενον ἢ λέγομεν ἡμεῖς ὑπάρχειν τῷ ὑποκειμένῳ ἢ λέγομεν μὴ ὑπάρχειν. τούτων οὖν τεττάρων ὄντων τμημάτων τῶν δύο ἀντιθέσεων, τοῦ ὑπάρχειν, τοῦ μὴ ὑπάρχειν, τοῦ λέγεσθαι ὑπάρχειν, τοῦ λέγεσθαι μὴ ὑπάρχειν, τέτταρες ἔσονται συμπλοκαί· ἢ γὰρ τὸ ὄντως ὑπάρχον καὶ ἡμεῖς λέγομεν ὑπάρχειν ἢ τὸ ὄντως ὑπάρχον ἡμεῖς λέγομεν μὴ ὑπάρχειν ἢ τὸ μὴ ὑπάρχον ἡμεῖς λέγομεν ὑπάρχειν ἢ τὸ μὴ ὑπάρχον μὴ ὑπάρχειν φαμέν. |
| 82 | εἰ μὲν οὖν τὸ ὑπάρχον ὑπάρχειν λέγομεν, οἷον τὸν Σωκράτην δίκαιον εἶναι, κατάφασιν ἀληθῆ ποιοῦμεν τὸ ὄντως ὑπάρχον τῷ Σωκράτει τὸ δίκαιον λέγοντες ὑπάρχειν, εἰ δὲ τὸ ὑπάρχον μὴ ὑπάρχειν, ἀπόφασιν ψευδῆ, οἷον εἰ λέγοιμεν τὸν Σωκράτην δίκαιον μὴ εἶναι, διότι ὑπάρχον τῷ Σωκράτει τὸ δίκαιον λέγομεν ἡμεῖς μὴ ὑπάρχειν, εἰ δὲ αὖ τὸ μὴ ὑπάρχον ὑπάρχειν λέγοιμεν, οἷον τὸν Σωκράτην ἄδικον εἶναι, κατάφασιν ψευδῆ ποιοῦμεν μὴ ὑπάρχον τῷ Σωκράτει τὸ ἄδικον λέγοντες ὑπάρχειν, εἰ δὲ λοιπὸν τὸ μὴ ὑπάρχον μὴ ὑπάρχειν ἀποφαινόμεθα, οἷον τὸν Σωκράτην μὴ εἶναι ἄδικον, ἀπόφασιν λέγομεν ἀληθῆ· ὃ γὰρ κατὰ ἀλήθειαν οὐχ ὑπάρχει τῷ Σωκράτει τὸ ἄδικον, τοῦτο καὶ ἡμεῖς μὴ ὑπάρχειν φαμέν· ποιεῖ γὰρ κατάφασιν μὲν ἢ ἀπόφασιν τὸ λέγειν ἡμᾶς ὑπάρχειν ἢ λέγειν μὴ ὑπάρχειν (φανερὸν γὰρ ὡς ὁ μὲν ὑπάρχειν τι λέγων καταφάσκει τοῦτο ὅ φησιν ὑπάρχειν ἐκείνου ᾧ φησιν αὐτὸ ὑπάρχειν, ὁ δὲ μὴ ὑπάρχειν λέγων ἀποφάσκει), ἀληθῆ δὲ ἢ ψευδῆ τὸ συμφώνως ἢ μὴ συμφώνως τοῖς πράγμασιν ἀποφαίνεσθαι· δῆλον γὰρ πάλιν ὅτι συνᾳδόντως μὲν τοῖς πράγμασιν ἀποφαινόμενοι τῆς ἀληθείας τευξόμεθα, οἷον τὸ ὑπάρχον ὑπάρχειν εἰπόντες ἢ τὸ μὴ ὑπάρχον μὴ ὑπάρχειν, διαφωνοῦντες δὲ πρὸς τὴν τῶν πραγμάτων φύσιν ψευσόμεθα, οἷον τὸ ὑπάρχον μὴ ὑπάρχειν εἰπόντες ἢ τὸ μὴ ὑπάρχον ὑπάρχειν. τέτταρες οὖν ἡμῖν ἐντεῦθεν ἀνεφάνησαν προτάσεις, δύο μὲν καταφάσεις ἥ τε τὸ ὑπάρχον ὑπάρχειν καὶ ἡ τὸ μὴ ὑπάρχον ὑπάρχειν λέγουσα, δύο δὲ ἀποφάσεις αἱ λοιπαί. καὶ τῶν καταφάσεων ἡ μὲν ἀληθὴς ἡ δὲ ψευδής, ἀληθὴς μὲν ἡ τὸ ὑπάρχον ὑπάρχειν εἰποῦσα, ψευδὴς δὲ ἡ τὸ μὴ ὑπάρχον ὑπάρχειν. καὶ τῶν ἀποφάσεων πάλιν ἡ μὲν ἀληθὴς ἡ δὲ ψευδής, ἀληθὴς μὲν ἡ τὸ μὴ ὑπάρχον μὴ ὑπάρχειν εἰποῦσα, ψευδὴς δὲ ἡ τὸ ὑπάρχον μὴ ὑπάρχειν. οὐκοῦν εὕρομεν ὡς ἔστι πάντως τῇ ἀληθεῖ καταφάσει μαχομένη τις πρότασις ἡ ἀπόφασις ἡ ψευδὴς καὶ τῇ ψευδεῖ καταφάσει ἡ ἀληθὴς ἀπόφασις. ὥστε ἀνέφηνεν ἡμῖν ἐμμέθοδος ὁ λόγος ἐκ τῶν δύο διαιρέσεων ὁρμηθεὶς τέτταρα μὲν τὰ κοινότατα τῶν προτάσεων εἴδη μετὰ τῆς ποιότητος τοῦ ἀληθοῦς καὶ τοῦ ψευδοῦς θεωρούμενα, δύο δὲ ἀντιθέσεων ἐν προτάσεσιν, ἓν μὲν ἀληθοῦς καταφάσεως πρὸς ψευδῆ ἀπόφασιν, ἕτερον δὲ ψευδοῦς καταφάσεως πρὸς ἀληθῆ ἀπόφασιν. |
| 83 | ἅπερ προέκειτο εὑρεῖν ὡς ἀναγκαῖα πρὸς τὴν κατάληψιν τῆς ἀντιφάσεως, περὶ ἧς νῦν ἡμῖν ὁ λόγος. Ταύτην γὰρ τὴν μάχην τῆς καταφάσεως πρὸς τὴν ἀπόφασιν ἀντίφασιν ὀνομάζειν ὁ Ἀριστοτέλης ἀξιοῖ, ὡς ἂν τῶν μορίων αὐτῆς τἀναντία φασκόντων ἀλλήλοις κατὰ τὸ ἀληθὲς καὶ τὸ ψεῦδος, αὐτὸς τοὔνομα αὐτῇ τοῦτο τιθέμενος, ὡς δηλοῖ λέγων καὶ ἔστω τοῦτο ἀντίφασι ς , καίτοι οὔτε ἐπὶ καταφάσεως οὔτε ἐπὶ ἀποφάσεως ἢ ἀποφάνσεως τοιοῦτον οὐδὲν εἰπών· ἔστι γὰρ τούτων τῶν ὀνομάτων ἕκαστον εὑρεῖν καὶ παρὰ τῷ θειοτάτῳ Πλάτωνι κείμενον, ὥσπερ καὶ τὰ πλεῖστα τῶν ἐν τούτοις παραδεδομένων περὶ τῶν ἀρχῶν τοῦ ἀποφαντικοῦ λόγου θεωρημάτων εὕροις ἂν πολλαχῇ τε παρ’ αὐτῷ διεσπαρμένα καὶ διαφερόντως ἐν τῷ Σοφιστῇ παραδεδομένα μετὰ τοὺς πολλοὺς καὶ θαυμαστοὺς λόγους τοὺς περὶ τοῦ συγκεκραμένου τῷ ὄντι μὴ ὄντος, δι’ ὧν δείκνυσιν ὅτι καὶ ἐν διανοίαις καὶ ἐν δόξαις καὶ ἐν τῷ προϊόντι μὲν ἀπὸ τούτων ἔξω δὲ ῥέοντι λόγῳ θεωρεῖται τὸ σύστοιχον αὐτοῖς μὴ ὄν, τοῦτ’ ἔστι τὸ ψεῦδος· ἐν ἐκείνοις γὰρ τὸν προσήκοντα τῷ πρώτῳ φιλοσόφῳ τρόπον αὔταρκες ὑπολαμβάνων τὸ καὶ τῆς λογικῆς πραγματείας μόνα θεωρῆσαι τὰ περὶ τὰς ἀρχάς, ὅσα προσῆκον ἦν περὶ τῶν ἀρχῶν τοῦ ἀποφαντικοῦ λόγου διείλεκται, τοῖς προηγουμένως περὶ αὐτὴν ἐσπουδακόσι καταλιπὼν τὰς παντοδαπὰς διαφορὰς τῶν τε εἰδῶν τῶν προτάσεων καὶ τῶν ἀντιθέσεων καὶ τῶν ἀκολουθήσεων ἐξυφαίνειν. ἀλλὰ ταῦτα μὲν ἐκεῖθεν ἔξεστιν ἀναλέγεσθαι τοῖς φιλομαθέσιν. Ἐπιστῆσαι δὲ χρὴ ὅτι ἐν τῇ τῶν προτάσεων ἀπαριθμήσει βουλόμενος ὁ Ἀριστοτέλης ἀπὸ τῶν χειρόνων ἐπὶ τὰ κρείττονα προαγαγεῖν τὸν λόγον καὶ οἷον ἀπὸ στερήσεων ἐπὶ εἴδη, πρώτας μὲν παρέδωκε τὰς ψευδεῖς προτάσεις, ἐπὶ δὲ ταύταις τὰς ἀληθεῖς, καὶ ἐν ταῖς ψευδέσι προέταξε τὴν ψευδῆ ἀπόφασιν τῆς ψευδοῦς καταφάσεως, διότι καὶ ἡ ἀπόφασις αὐτὴ καθ’ αὑτὴν χείρων ἐστὶ τῆς καταφάσεως στερήσεως πρὸς αὐτὴν ἔχουσα λόγον, ἐν δέ γε τῇ καταριθμήσει τῶν ἀληθῶν προτέρας μὲν μνημονεῦσαι βουληθεὶς τῆς ἀντικειμένης τῇ προτέρᾳ παραληφθείσῃ τῶν ψευδῶν, ἵνα ἡ προτέρα καταριθμηθεῖσα τῶν ψευδῶν μάχηται τῇ προτέρᾳ τῶν ἀληθῶν, δευτέρας δὲ τῆς τῇ δευτέρᾳ τῶν ψευδῶν ἀντικειμένης, ἵνα πάλιν ἡ δευτέρα τῶν ψευδῶν μάχηται τῇ δευτέρᾳ τῶν ἀληθῶν, διὰ τοῦτο προέταξεν ἀναγκαίως τὴν ἀληθῆ κατάφασιν τῆς ἀληθοῦς ἀποφάσεως. ἔχεις οὖν ἐντεῦθεν ἀναφαινομένας δύο ἀντιφάσεις, μίαν μὲν ψευδοῦς ἀποφάσεως πρὸς ἀληθῆ κατάφασιν, ἑτέραν δὲ ψευδοῦς καταφάσεως πρὸς ἀληθῆ ἀπόφασιν, καὶ οὐδὲ ἐπινοῆσαι παρὰ ταύτας ἄλλην ἐνδέχεται. |
| 84 | διὰ τοῦτο μὲν οὖν συναγαγὼν ὅτι πάσῃ καταφάσει μάχεταί τις ἀπόφασις, τῇ μὲν ἀληθεῖ ἡ ψευδής, τῇ δὲ ψευδεῖ ἡ ἀληθής, καὶ πάσῃ ἀποφάσει κατάφασις ὡσαύτως, ὡρίσατο τὴν ἀντίφασιν μάχην καταφάσεως καὶ ἀποφάσεως τῶν κατὰ τὸ ἀληθὲς καὶ τὸ ψεῦδος ἀντικειμένων. ἐπεὶ δὲ οὔπω τὸ ἀκριβὲς εἶχεν ὁ τῆς ἀντιφάσεως ὁρισμός (οὐ γὰρ ἡ τυχοῦσα ψευδὴς ἀπόφασις ἀντίφασιν ποιεῖ πρὸς τὴν τυχοῦσαν ἀληθῆ κατάφασιν, οὐδ’ ἡ τυχοῦσα ἀληθὴς ἀπόφασις πρὸς τὴν τυχοῦσαν ψευδῆ κατάφασιν· τίς γὰρ ἂν ἀντιφάσκειν εἴποι πρὸς τὸν εἰπόντα ‘ὁ ἄνθρωπος ζῷόν ἐστι‘ τὸν λέγοντα ‘ὁ ἄνθρωπος δίπους οὐκ ἔστι‘ διὰ τὸ εἶναι τὴν μὲν κατάφασιν ἀληθῆ τὴν δὲ ἀπόφασιν ψευδῆ, ἢ πρὸς τὸν εἰπόντα ‘ὁ ἄνθρωπος τετράπους ἐστί‘ τὸν λέγοντα ‘ὁ ἄνθρωπος λίθος οὐκ ἔστι‘ διὰ τὸ ἔμπαλιν ἔχειν τὰς προτάσεις;), διὰ τοῦτο προστίθησιν εἰκότως τίνας οἴεσθαι χρὴ τὰς ἀντικειμένας καταφάσεις καὶ ἀποφάσεις, ὅτι τὰς ὑποκειμένῳ τε τῷ αὐτῷ χρωμένας καὶ τὸν αὐτὸν αὐτοῦ κατηγορούσας κατηγορούμενον, ὅπερ ἐδήλωσεν εἰπὼν τὴν τοῦ αὐτοῦ κατὰ τοῦ αὐτο ῦ , τοῦτο δέ ἐστιν ἀντιφάσκειν λέγω πρότασιν προτάσει τὴν τοῦ αὐτοῦ κατηγορουμένου ποιουμένην τὴν κατηγορίαν κατὰ τοῦ αὐτοῦ ὑποκειμένου τῷ παραληφθέντι καὶ ἐν τῇ ἑτέρᾳ προτάσει, πρὸς ἣν ἡ ἀντίθεσις· μάχεται γὰρ τῇ λεγούσῃ προτάσει ‘ὁ ἄνθρωπος ζῷόν ἐστιν‘ ἡ λέγουσα ‘ὁ ἄνθρωπος ζῷον οὐκ ἔστιν‘, ἀλλ’ οὐχ ἡ λέγουσα ‘ὁ ἄνθρωπος δίπους οὐκ ἔστιν‘, ἐπειδὴ αἱ μὲν κατὰ ἄμφω τοὺς ὅρους κοινωνοῦσιν αἱ δὲ κατὰ τὸν κατηγορούμενον διαφέρουσι, καὶ τῇ λεγούσῃ ‘ὁ ἄνθρωπος λίθος ἐστίν‘ ἡ λέγουσα ‘ὁ ἄνθρωπος λίθος οὐκ ἔστιν‘, ἀλλ’ οὐχ ἡ λέγουσα ‘ὁ ἵππος λίθος οὐκ ἔστι‘· καὶ γὰρ αὗται διαφόροις χρῶνται τοῖς ὑποκειμένοις. Ἵνα δὲ μὴ νομίσωμεν αὔταρκες εἶναι τὸ κατὰ μόνην τὴν λέξιν τὸν αὐτὸν εἶναι ὑποκείμενον ὅρον καὶ τὸν αὐτὸν κατηγορούμενον, τοὺς ἀκριβοῦντας ταῦτα διορισμοὺς προχείρους ἡμᾶς ἔχειν βουλόμενος προσέθηκε μὴ ὁμωνύμως δ έ , καὶ ὅσα ἄλλα τῶν τοιούτων προσδιοριζόμεθα πρὸς τὰς σοφιστικὰς ἐνοχλήσει ς · οὐ γὰρ ἀντιφάσκει πρὸς τὸν εἰπόντα ‘Αἴας ἐμονομάχησεν Ἕκτορι‘ ὁ λέγων ‘Αἴας οὐκ ἐμονομάχησεν Ἕκτορι‘· καὶ γὰρ ἀληθεύειν ἄμφω καὶ ψεύδεσθαι ὁμοίως δυνατόν, καίτοι δοκοῦσιν ἐκ τῶν αὐτῶν ὑπάρχειν ὅρων αἱ προτάσεις· ἀλλ’ ἡ ταυτότης αὐταῖς κατὰ τὴν λέξιν μόνην, οὐ μὴν κατὰ τὸ σημαινόμενον, ὅταν συναληθευούσας αὐτὰς ἢ συμψευδομένας λάβωμεν. εἰ μέντοι διορισάμενοι περὶ ποτέρου τῶν Αἰάντων ὁ λόγος κατηγοροῖμεν αὐτοῦ τὸ μονομαχῆσαι ἢ ἄλλ’ ὁτιοῦν καταφατικῶς τε καὶ ἀποφατικῶς, ἅμα καὶ τοὺς ἄλλους διορισμοὺς οὓς ἑξῆς προσθήσομεν παραφυλάττοντες, ἀνάγκη τὴν μὲν ἀληθῆ τῶν προτάσεων εἶναι τὴν δὲ ψευδῆ. |
| 85 | τὸ δὲ αὐτὸ καὶ ἐπὶ τοῦ κατηγορουμένου συμβαίνει πολλάκις διὰ τὸ καὶ ἐν ῥήμασιν εἶναι τὴν ὁμωνυμίαν· τὸ γοῦν ἐρῶ ῥῆμα σημαίνει μὲν καὶ τὸ ἐρωτικῶς διάκειμαι, σημαίνει δὲ καὶ τὸ λέξω, καὶ διὰ τοῦτο οὐκ ἀντίφασις τὸ ‘ἐγὼ ἐρῶ—ἐγὼ οὐκ ἐρῶ‘, εἴπερ ἐπ’ ἄλλου καὶ ἄλλου λαμβάνοιτο σημαινομένου. τοῦτό τε οὖν παραφυλακτέον τὸ μηδέτερον τῶν ὅρων ὁμώνυμον παραλαμβάνεσθαι, καὶ ἔτι τὸ μὴ πρὸς ἄλλο καὶ ἄλλο παραλαμβανόμενον καὶ διὰ τοῦτο δυνάμενον καταφάσκεσθαί τε ἀληθῶς καὶ ἀποφάσκεσθαι (οἷον εἰ λέγοιμεν ‘τὰ δέκα πλείονα—τὰ δέκα οὐ πλείονα‘· δῆλον γὰρ ὡς ἡ μὲν κατάφασις ἐπὶ τῶν ἐλαττόνων αὐτῶν ἀληθεύσει, ἡ δὲ ἀπόφασις ἐπί τε τῶν ἴσων αὐτοῖς καὶ τῶν πλειόνων), μήτε κατ’ ἄλλο καὶ ἄλλο τῷ αὐτῷ ὑπάρχον τε καὶ μὴ ὑπάρχον (οἷον εἰ λέγοιμεν ‘ὁ Αἰθίοψ μέλασ‘ καὶ ‘οὐ μέλασ‘· μέλας μὲν γὰρ κατὰ τὴν τοῦ δέρματος ἐπιφάνειαν, οὐ μέλας δὲ κατὰ τοὺς ὀδόντας), μήτε ἐν ἄλλῳ καὶ ἄλλῳ χρόνῳ τῷ αὐτῷ ὑπάρχειν τε καὶ μὴ ὑπάρχειν δυνάμενον, ἀλλ’ εἶναι διωρισμένον καὶ τὸν χρόνον, καθ’ ὃν ὑπάρχειν τι ἢ μὴ ὑπάρχειν ἀποφαινόμεθα· τὸ γὰρ ‘ὑγίανε Σωκράτησ‘ καὶ τὸ ‘οὐχ ὑγίανεν‘ ἐνδέχεται συναληθεύειν, εἰ τὸ μὲν κατὰ τὸν πέρυσιν, εἰ τύχοι, χρόνον λαμβάνοιτο, τὸ δὲ κατὰ τὴν χθὲς ἡμέραν. δεῖ δὲ πρὸς τούτοις καὶ ὡσαύτως λαμβάνεσθαι τὸν κατηγορούμενον καταφασκόμενόν τε καὶ ἀποφασκόμενον. λέγω δὲ τὸ ὡσαύτως ἢ καθ’ ἑκατέραν τῶν προτάσεων ἐνεργείᾳ ἢ καθ’ ἑκατέραν δυνάμει, ἐπεὶ ἡ λέγουσα κατάφασις περὶ τοῦ καθεύδοντος ὅτι ὁρᾷ συναληθεύει τῇ ἀποφάσει τῇ μὴ ὁρᾶν αὐτὸν ἀποφαινομένῃ, τῆς μὲν λαμβανομένης ἐπὶ τοῦ πεφυκέναι κατὰ τὴν ὀπτικὴν δύναμιν ἐνεργεῖν, ἂν μή τι κωλύσῃ, πρὸς διάκρισιν τοῦ τε μήπω ἀπειληφότος τὴν δύναμιν καὶ τοῦ ἀποβεβληκότος, τῆς δὲ ἐπὶ τοῦ μὴ ἐνεργεῖν τότε κατ’ αὐτήν. Περὶ τούτων οὖν ὁ Ἀριστοτέλης τελειότατα μὲν ἐν τῇ 〈Περὶ〉 τῶν σοφιστικῶν ἐλέγχων ἐπιγραφομένῃ πραγματείᾳ διείλεκται, τούς τε τρόπους ἅπαντας ἐκτιθέμενος τρισκαίδεκα ὄντας, καθ’ οὓς οἱ σοφισταὶ τοὺς ἀνεπιστάτως αὐτοῖς διαλεγομένους πειρῶνται παραλογίζεσθαι, τούς τε παρὰ τὴν λέξιν ἓξ καὶ τοὺς ἑπτὰ τοὺς παρὰ τὴν διάνοιαν ἤτοι ἔξωθεν ἁπλῶς τῆς λέξεως ὑπ’ αὐτῶν λαμβανομένους, καὶ τοὺς ἐλέγχους αὐτῶν παραδιδούς. ἐν δέ γε τούτοις ἑνὸς τρόπου τοῦ παρὰ τὴν ὁμωνυμίαν μνημονεύσας, ὅς ἐστιν εἷς τῶν παρὰ τὴν λέξιν, ἀξιοῖ τὸν ὅμοιον ἡμᾶς τρόπον καὶ τοὺς ἄλλους ἅπαντας διορισμοὺς παρατηρεῖν τοὺς ἀναγκαίους πρὸς τὴν ἀκριβῆ τῶν ἀντιφασκουσῶν ἀλλήλαις προτάσεων ἀντίθεσιν, παραιτησάμενος ὡς οὐκ ὂν ἐν καιρῷ τὸ νῦν ἡμῖν παραδιδόναι τὴν περὶ τούτων ἀκριβολογίαν. |
| 86 | ἐνοχλήσεις δὲ πάνυ εἰκότως εἶπε σοφιστικὰς τὰς ἀκαίρους αὐτῶν ἐνστάσεις, πραγματειῶδες μὲν οὐδὲν ἐχούσας, ὄχλον δὲ μόνον καὶ περιολκὴν ματαίαν τοῖς νοῦν ἔχουσι παρεχούσας. Ἀλλ’ ἐπεὶ τὰ περὶ τῶν ἀρχῶν τοῦ ἀποφαντικοῦ λόγου διεπερανάμεθα, τούτοις ἐφεξῆς τὰ περὶ τῶν προτάσεων αὐτῶν ἀπ’ ἄλλης ἀρχῆς ἐπισκεψώμεθα. Ἐπεὶ δέ ἐστι τὰ μὲν καθόλου τῶν πραγμάτων τὰ δὲ κα θ ’ ἕκαστον ( λέγω δὲ καθόλου μὲν ὃ ἐπὶ πλειόνων πέφυκε κατηγορεῖσθα ι , κα θ ’ ἕκαστον δὲ ὃ μ ή , οἷον ἄνθρωπος μὲν τῶν καθόλο υ , Καλλίας δὲ τῶν κα θ ’ ἕκαστο ν) , ἀνάγκη δὲ ἀποφαίνεσθαι ὡς ὑπάρχει τι ἢ μὴ ὁτὲ μὲν τῶν καθόλου τινὶ ὁτὲ δὲ τῶν κα θ ’ ἕκαστο ν , ἐὰν μὲν καθόλου ἀποφαίνηται ἐπὶ τοῦ καθόλου ὅτι ὑπάρχει τι ἢ μ ή , ἔσονται ἐναντίαι αἱ ἀποφάνσεις ( λέγω δὲ ἐπὶ τοῦ καθόλου ἀποφαίνεσθαι καθόλου οἷον ‘ πᾶς ἄνθρωπος λευκός—οὐδεὶς ἄνθρωπος λευκόσ ‘) , ὅταν δὲ ἐπὶ τῶν καθόλου μέ ν , μὴ καθόλου δ έ , αὗται μὲν οὐκ εἰσὶν ἐναντία ι , τὰ μέντοι δηλούμενα ἔστιν εἶναί ποτε ἐναντί α . λέγω δὲ τὸ μὴ καθόλου ἀποφαίνεσθαι ἐπὶ τῶν καθόλου οἷον ‘ ἔστι λευκὸς ἄνθρωπος—οὐκ ἔστι λευκὸς ἄνθρωποσ ‘ · καθόλου γὰρ ὄντος τοῦ ἄνθρωπος οὐχ ὡς καθόλου κέχρηται τῇ ἀποφάνσε ι · τὸ γὰρ πᾶς οὐ τὸ καθόλου σημαίνε ι , ἀλ λ ’ ὅτι καθόλο υ . Ἄρχεται μὲν ἐντεῦθεν τὸ δεύτερον τοῦ βιβλίου κεφάλαιον, ὅπερ ἐλέγομεν εἶναι περὶ τῶν ἐξ ὑποκειμένου καὶ κατηγορουμένου προτάσεων ἢ ἀποφάνσεων· δεῖ δέ γε ἡμᾶς πρὸ τῆς ἐξηγήσεως τῶν διὰ τοῦ ῥητοῦ λεγομένων θεωρῆσαι τὰ πρὸς κατανόησιν τοῦ κεφαλαίου παντὸς ἀναγκαῖα· ταῦτα δέ ἐστι πρῶτον μὲν τίνα τρόπον ἐκ τῶν καταφάσεων τούτων ποιοῦμεν τὰς ἀποφάσεις, ἔπειτα πῶς ἂν λάβοιμεν ἐκ διαιρέσεως ἁπάσας τὰς ἐξ ὑποκειμένου καὶ κατηγορουμένου προτάσεις, ἵνα θαρροῦντες ἀποφαινώμεθα ὡς οὐκ ἂν εἴη κατὰ τοῦτο τῶν προτάσεων τὸ εἶδος ἄλλη παρὰ ταύτας πρότασις, καὶ ἐπὶ τούτοις τίνες μέν εἰσιν ἐν αὐταῖς αἱ ἀντιφατικῶς ἀλλήλαις ἀντικείμεναι, τίνες δὲ αἱ δοκοῦσαι μὲν ἀντιφάσκειν, κατὰ ἀλήθειαν δὲ οὐκ ἀντιφάσκουσαι, καὶ πῶς τὰς ἐκείνων πρὸς ἀλλήλας ἀντιθέσεις προσαγορευτέον. |
| 87 | Ὅτι μὲν οὖν ἡ κατάφασις τὸ ἀρνητικὸν προσλαβοῦσα μόριον ἀπόφασις γίνεται, φανερόν. ποῦ δὲ τῆς καταφάσεως αὐτὸ θετέον, ἵνα τὴν ἀπόφασιν ποιήσωμεν, καὶ διὰ τί τοῦτο, διορίσασθαι χρή. φημὶ τοίνυν ὡς οὐ τῷ ὑποκειμένῳ αὐτὸ συντακτέον, ἀλλὰ τῷ κατηγορουμένῳ, πρῶτον μὲν διότι κυριώτερόν ἐστι τὸ κατηγορούμενον, ὡς εἴρηται, καὶ πρότερον τοῦ ὑποκειμένου, ὅθεν καὶ ὅλος ὁ λόγος καλεῖται κατηγορικός (βουλομένους οὖν ἡμᾶς ἀνελεῖν τὴν κατάφασιν καὶ ποιῆσαι ἀπόφασιν οὐ χρὴ τὸ ἀρνητικὸν μόριον τὸ τῆς ἀναιρέσεως αἴτιον τῷ ἀκυροτέρῳ τῶν μορίων ἐπιφέρειν ἀλλὰ τῷ κυριωτέρῳ, ἐπεὶ καὶ τῶν ζῴων μᾶλλον δὲ πάντων τῶν ἐμψύχων οὐ τὸ τυχὸν τῶν μορίων ἀναιρεθὲν ἔφθειρε τὸ ὅλον ἀλλά τι τῶν κυριωτέρων), ἔπειτα ὅτι τὴν κατάφασιν κατὰ τὸ λέγειν τι ὑπάρχειν ἔφαμεν χαρακτηρίζεσθαι, τοῦτο δὲ ἔτι λέγει ἡ πρότασις ἡ συντάξασα τὸ ἀρνητικὸν μόριον τῷ ὑποκειμένῳ· ὁ γὰρ εἰπὼν ‘οὐ Σωκράτης περιπατεῖ‘ οὐ τὸ περιπατεῖν ἀνεῖλεν ἀπὸ τοῦ Σωκράτους, ὅπερ ἔδει ποιεῖν τὸν ἀπόφασιν εἰπεῖν προθέμενον, ἀλλ’ ἄλλον τινὰ παρὰ τὸν Σωκράτην φησὶ περιπατεῖν· πῶς οὖν ἂν εἴη ἀπόφασις τῆς ‘Σωκράτης περιπατεῖ‘ ἡ μήτε περὶ τοῦ αὐτοῦ ὑποκειμένου διαλεγομένη καὶ ἄλλῳ τὸ περιπατεῖν λέγουσα ὑπάρχειν; ἀνάγκη ἄρα πρὸς τῷ κατηγορουμένῳ μόνως τιθεμένην τὴν ἄρνησιν ἀπόφασιν ποιεῖν, ὡς ἔχει ἡ λέγουσα πρότασις ‘Σωκράτης οὐ περιπατεῖ‘. ἡ ἄρα ‘οὐ Σωκράτης περιπατεῖ‘ ἐπειδὴ δέδεικται μὴ οὖσα ἀπόφασις, πᾶσα δὲ πρότασις ἢ ἀπόφασίς ἐστιν ἢ κατάφασις, κατάφασις ἔσται ἀόριστον ἔχουσα τὸ ὑποκείμενον (τὸ γὰρ ὄνομα τὸ ἀρνητικὸν μόριον προσλαβὸν ἀόριστον προσαγορεύομεν ὄνομα), καὶ ταύτης ἀπόφασιν κατὰ τὸν αὐτὸν λόγον εὑρήσομεν οὖσαν τὴν ‘οὐ Σωκράτης οὐ περιπατεῖ‘, πρὸς τῷ κατηγορουμένῳ ἐν τῇ καταφάσει τὸ ἀρνητικὸν τιθεῖσαν μόριον. |
| 88 | ὥστε περὶ τὸ αὐτὸ ὑποκείμενον δύο γίνονται ἀντιφάσεις, μία μὲν ὡς ὡρισμένῳ αὐτῷ χρωμένη, ἑτέρα δὲ ὡς ἀορίστῳ. Τούτων οὖν οὕτως ἐχόντων ἑξῆς ἐπισκεψώμεθα τὰς διαιρέσεις, ἀφ’ ὧν οἷόν τε τὸν ἀριθμὸν τῶν ἐξ ὑποκειμένου καὶ κατηγορουμένου προτάσεων ἑλεῖν, καὶ πρότερον τὰς γινομένας ἐν αὐταῖς ἀντιφάσεις ἀριθμήσωμεν· φανερὸν γὰρ ὅτι αἱ προτάσεις διπλασίους ἔσονται τῶν ἀντιφάσεων. ἐπεὶ οὖν αἱ προτάσεις αὗται δύο τε μόνον ὅρους ἔχουσι, τὸν ὑποκείμενον καὶ τὸν κατηγορούμενον, καὶ ἔτι τὴν σχέσιν τοῦ κατηγορουμένου πρὸς τὸν ὑποκείμενον καὶ οὐδὲν ἄλλο παρὰ ταῦτα, πᾶσα ἀνάγκη καὶ τὰς διαιρέσεις αὐτῶν ἢ ἀπὸ μόνου γίνεσθαι τοῦ ὑποκειμένου ἢ ἀπὸ μόνου τοῦ κατηγορουμένου ἢ ἀπὸ τῆς σχέσεως τοῦ κατηγορουμένου πρὸς τὸν ὑποκείμενον. λέγω δὲ σχέσιν καθ’ ἣν ὁ κατηγορούμενος ἢ ἀεὶ ὑπάρχει τῷ ὑποκειμένῳ, ὡς ὅταν εἴπωμεν τὸν ἥλιον κινεῖσθαι ἢ τὸν ἄνθρωπον ζῷον εἶναι, ἢ οὐδέποτε ὑπάρχει, ὡς ὅταν εἴπωμεν τὸν ἥλιον ἑστάναι ἢ τὸν ἄνθρωπον πτερωτὸν εἶναι, ἢ ποτὲ μὲν ὑπάρχει ποτὲ δὲ οὐχ ὑπάρχει, ὡς ὅταν εἴπωμεν τὸν Σωκράτην βαδίζειν ἢ ἀναγινώσκειν. ταύτας δὲ τὰς σχέσεις καλοῦσιν, οἷς ἐμέλησε τῆς τούτων τεχνολογίας, τῶν προτάσεων ὕλας, καὶ εἶναι αὐτῶν φασι τὴν μὲν ἀναγκαίαν τὴν δὲ ἀδύνατον τὴν δὲ ἐνδεχομένην. καὶ τούτων μὲν τῶν ὀνομάτων ἡ αἰτία προφανής, ὅλως δὲ καλέσαι τὰς σχέσεις ταύτας ὕλας ἠξίωσαν, ὅτι τοῖς ὑποκειμένοις ταῖς προτάσεσι πράγμασι συναναφαίνονται καὶ οὐκ ἀπὸ τῆς ἡμετέρας οἰήσεως ἢ κατηγορίας ἀλλ’ ἀπ’ αὐτῆς τῆς τῶν πραγμάτων λαμβάνονται φύσεως· τὸ γὰρ οὕτως ἔχον ὡς ἀεὶ ὑπάρχειν φαμὲν τὴν ἀναγκαίαν ὕλην ποιεῖν, καὶ τὸ ἀεὶ μὴ ὑπάρχον τὴν ἀδύνατον, καὶ τὸ ἐπαμφοτερίζον κατὰ τὸ ὑπάρχειν ἢ μὴ ὑπάρχειν τὴν ἐνδεχομένην. ἐπεὶ οὖν τὰ πράγματα ταῖς προτάσεσιν ὑπόκεινται, τὸ δὲ ὑποκείμενον πανταχοῦ ἢ ὕλην εἶναί φαμεν ἢ ὕλης λόγον ἔχειν πρὸς ἐκεῖνο ᾧ ὑπόκειται, διὰ τοῦτο ὕλας αὐτὰς προσαγορεύειν ἠξίωσαν. Ἡ μὲν οὖν ἀπὸ τοῦ ὑποκειμένου διαίρεσις τοῦτον γίνεται τὸν τρόπον· ὁ ὑποκείμενος ἐν τῇ προτάσει ἤτοι καθ’ ἕκαστά ἐστιν ἢ καθόλου. καὶ ἔστιν ἄμεσος ἡ διαίρεσις· μίαν μὲν γάρ, ὡς ἐλέγομεν, εἶναι χρὴ φύσιν τὴν ὑπὸ τοῦ ὑποκειμένου σημαινομένην, καθάπερ καὶ τὴν ὑπὸ τοῦ κατηγορουμένου, εἴπερ μέλλοι μία ὄντως εἶναι ἡ πρότασις. ταύτην δὲ τὴν μίαν φύσιν ἀναγκαῖον ἤτοι κατά τινων πλειόνων κατηγορεῖσθαι ἢ καθ’ ἑνὸς μόνου. καὶ εἰ μὲν εἴη τῶν καθ’ ἑνὸς μόνου κατηγορουμένων τὸ ὡς ὑποκείμενον παραληφθὲν οἷον Σωκράτης ἢ Πλάτων, δῆλον ὅτι καθ’ ἕκαστα ἔσται ἡ πρότασις, εἰ δὲ τῶν κατὰ πλειόνων οἷον ἄνθρωπος ἢ ζῷον, καθόλου· καὶ παρὰ ταῦτα οὐκ ἔστιν. |
| 89 | εἰ δὲ καθόλου εἴη, ἀναγκαῖον αὐτὸν ἤτοι δίχα προσδιορισμοῦ λέγεσθαι ἢ μετὰ προσδιορισμοῦ. προσδιορισμοὶ δὲ λέγονται προσρήματά τινα τὰ συνταττόμενα τοῖς ὑποκειμένοις καὶ δηλοῦντα ὅπως ἔχει τὸ κατηγορούμενον πρὸς τὸ πλῆθος τῶν ἀτόμων τῶν ὑπὸ τὸ ὑποκείμενον, εἴτε ὡς ὑπάρχον εἴτε ὡς μὴ ὑπάρχον λαμβάνοιτο· διὸ καὶ τέτταρές εἰσι τὸν ἀριθμόν, πᾶς καὶ οὐδείς, τίς καὶ οὐ πᾶς, δύο μὲν καθόλου ὁ πᾶς καὶ ὁ οὐδείς, δύο δὲ μερικοὶ ὁ τίς καὶ ὁ οὐ πᾶς. καὶ τῶν καθόλου ὁ μὲν καταφατικὸς ὁ πᾶς, οἷον ‘πᾶς ἄνθρωπος ζῷον,‘ σημαίνων ὡς πᾶσι τοῖς ἀτόμοις τοῖς ὑπὸ τὸν ἄνθρωπον ὑπάρχει τὸ ζῷον, ὁ δὲ ἀποφατικὸς ὁ οὐδείς, οἷον ‘οὐδεὶς ἄνθρωπος πτερωτός,‘ σημαίνων ὡς οὐδενὶ τῶν καθ’ ἕκαστα ἀνθρώπων τὸ κατηγορούμενον ὑπάρχει. καὶ τῶν μερικῶν πάλιν ὁ μὲν καταφατικὸς ὁ δὲ ἀποφατικός· καταφατικὸς μὲν ὁ τίς, οἷον ‘τὶς ἄνθρωπος λευκός,‘ σημαίνων ὅτι τὸ κατηγορούμενον ἑνί γέ τινι τῶν ὑπὸ τὸ ὑποκείμενον ἀτόμων ὑπάρχει, ἀποφατικὸς δὲ ὁ οὐ πᾶς, οἷον ‘οὐ πᾶς ἄνθρωπος δίκαιος,‘ ἀναιρετικὸς ὢν τοῦ πᾶς καὶ σημαίνων ὡς οὐκ ἀληθὲς τὸ πᾶσι τοῖς ὑπὸ τὸ ὑποκείμενον ἀτόμοις τὸ κατηγορούμενον ὑπάρχειν. οὐ μόνον μέντοι ἐπὶ ἀτόμων ποιοῦνται τοὺς εἰρημένους ἀφορισμοὺς οἱ προσδιορισμοί, ἀλλ’ εἴπερ τύχοι γένος ὂν τὸ ἐν τῇ προτάσει ὑποκείμενον, προηγουμένως μὲν ἁρμόσουσιν ἐπὶ τῶν ὑπὸ τὸ γένος ἐκεῖνο ἀναφερομένων εἰδῶν, ὅταν οὐσιῶδές τι ᾖ τὸ κατ’ αὐτοῦ κατηγορούμενον, κατὰ δεύτερον δὲ λόγον καὶ τῶν ὑπὸ τὰ εἴδη ἐκεῖνα ἀτόμων, ἐπεὶ οὐδὲ ἄλλως μετέχειν τὰ ἄτομα τοῦ γένους δυνατόν, εἰ μὴ διὰ μέσων τῶν οἰκείων εἰδῶν. ὅταν οὖν εἴπωμεν ‘πᾶν ζῷον οὐσία‘ ἢ ‘τὶ ζῷον πτηνόν‘, ἐπεὶ κατ’ οὐσίαν τοῖς ὑποκειμένοις τὰ κατηγορούμενα ὑπάρχει, τὴν μὲν οὐσίαν προηγουμένως κατηγορεῖσθαι φήσεις πάντων ἁπλῶς τῶν εἰδῶν τοῦ ζῴου, τὸ δὲ πτηνὸν τῶν μετέχειν αὐτοῦ πεφυκότων, καὶ δι’ ἐκεῖνα τῶν ὑπὸ τὰ εἴδη ἀτόμων. ἐνίοτε δὲ περὶ μόνων εἰδῶν ποιούμεθα τὴν ἀπόφανσιν, ὡς ὅταν εἴπωμεν ‘πᾶν εἶδος τοῦ ποσοῦ τοῦ συνεστῶτος ἐκ θέσιν ἐχόντων τῶν μορίων καὶ τοῦ συνεχοῦς ἐστιν εἶδοσ‘ ἢ ‘πᾶν φυσικὸν εἶδος ἐν τῷ κόσμῳ ἔχει τὴν οἰκείαν ὑπόστασιν.‘ δῆλον δὲ ὅτι τὰ συμβεβηκότα ἐπεισοδιώδη τε ὄντα καὶ πεφυκότα τῷ αὐτῷ ὑπάρχειν τε καὶ μὴ ὑπάρχειν τῶν μὲν ἀτόμων προηγουμένως ἐροῦμεν κατηγορεῖσθαι παντοδαπῶς κατά τε ταῦτα καὶ κατὰ τὴν οὐσίαν μεταβάλλεσθαι πεφυκότων, οὐ μέντοι κυρίως τῶν εἰδῶν τῶν οὐδὲ τὴν ἀρχὴν διὰ τὴν ἀσώματον καὶ ἄτρεπτον ἑαυτῶν φύσιν μετέχειν αὐτῶν δυναμένων. Εἰ μὲν οὖν μηδεὶς τῶν προσδιορισμῶν προσκέοιτο τῷ ὑποκειμένῳ, λέγεται ἡ πρότασις ἀπροσδιόριστος, οἷον ‘ἄνθρωπος ὑγιαίνει,‘ εἰ δὲ προσδιορισμόν τινα ἔχει, λέγεται ἡ πρότασις προσδιωρισμένη. |
| 90 | ἀλλ’ εἰ μὲν τῶν καθόλου εἴη ὁ προσδιορισμός, λέγεται καθόλου, εἰ δὲ τῶν μερικῶν, μερική. ἀναφαίνονται οὖν ἡμῖν ἐκ τῆς διαιρέσεως τοῦ ὑποκειμένου τέτταρα εἴδη τῶν ἐν προτάσεσιν ἀντιθέσεων, τῶν καθ’ ἕκαστα, τῶν ἀπροσδιορίστων, τῶν καθόλου ἤτοι καθόλου ὡς καθόλου (καλοῦσι γὰρ αὐτὰς καὶ οὕτως διακρίνοντες τῶν ἄλλων τῶν ὁμοίως ταύταις ὑποκειμένῳ καθόλου χρωμένων τῷ ἐπὶ τούτων συντετάχθαι τοὺς καθόλου προσδιορισμοὺς τοῖς καθόλου ὑποκειμένοις), καὶ ἐπὶ ταύταις τῶν μερικῶν ἤτοι καθόλου ὡς μερικῶν (ἔχουσι γὰρ αὗται τοὺς μερικοὺς προσδιορισμοὺς συντεταγμένους τοῖς καθόλου ὑποκειμένοις, διὸ καὶ οὕτω προσαγορεύονται· διαφέρουσι δὲ τῶν καθ’ ἕκαστα αἱ μερικαὶ τῷ τὰς μὲν καθ’ ἕκαστα ἐπί τινος ἑνὸς ὡρισμένου ποιεῖσθαι τὴν ἀπόφανσιν, οἷον Σωκράτους, τὰς δὲ μερικάς, εἰ καὶ πρὸς ἕν τι βλέπουσαι ἀποφαίνοιντο, μηδὲν ὡρισμένον σημαίνειν ἀλλ’ ἐπί τινος τοῦ τυχόντος δύνασθαι ἀληθεύειν, ὡς ὅταν εἴπωμεν ‘τὶς ἄνθρωπος δίκαιός ἐστιν‘· οὐδὲν γὰρ μᾶλλον Σωκράτους χάριν ἀληθεύει ἡ πρότασις ἢ Πλάτωνος ἢ Ἀριστείδου· διόπερ ὀρθῶς ὁ Θεόφραστος τὴν μὲν καθ’ ἕκαστα ὡρισμένην καλεῖ τὴν δὲ μερικὴν ἀόριστον), καὶ ἀντιδιαιρεῖται πρὸς μὲν τὴν ἁπλῶς καθόλου ἡ καθ’ ἕκαστα, πρὸς δὲ τὴν καθόλου ὡς καθόλου ἡ μερική. Τοιαύτη μὲν οὖν ἡ ἀπὸ τοῦ ὑποκειμένου τῶν προτάσεων διαίρεσις· ἀπὸ δέ γε τοῦ κατηγορουμένου ταῦτα πάντα τὰ τέτταρα εἴδη τριπλασιάζεσθαι ῥητέον· ἐπεὶ γὰρ ἀνάγκη τὸν κατηγορούμενον ῥῆμα εἶναι, τὸ δὲ ῥῆμα προσσημαίνειν ἐλέγομεν χρόνον, ὁ δὲ χρόνος λαμβάνεται τριχῶς, κατὰ τὸ παρεληλυθὸς τὸ ἐνεστὸς τὸ μέλλον, δῆλον ὅτι τῶν τεττάρων εἰδῶν τῶν προτάσεων ἕκαστον τριχῶς ποικίλλειν ἀπὸ τοῦ κατηγορουμένου δυνατόν, οἷον ἐπὶ τῶν καθ’ ἕκαστα λέγοντας ‘Σωκράτης ὑγίανε‘ ‘Σωκράτης ὑγιαίνει‘ ‘Σωκράτης ὑγιανεῖ‘, ὥστε διὰ τοῦτο δώδεκα γίνεσθαι τὰ τῶν ἐν προτάσεσιν ἀντιθέσεων εἴδη· ὅτι γάρ ποτε καὶ παρὰ τοὺς χρόνους γίνεταί τις τῶν προτάσεων διαφορά, διδάσκοντος ἀκουσόμεθα τοῦ Ἀριστοτέλους. ἐπεὶ δὲ ἑκάστην τῶν δώδεκα τούτων ἀντιθέσεων τριχῶς λαμβάνεσθαι δυνατὸν κατὰ τὰς τρεῖς ὕλας, ἓξ καὶ τριάκοντα γίνεσθαι συμβαίνει τὰς πάσας αὐτῶν ἀντιθέσεις ὡρισμένου ὄντος τοῦ ὑποκειμένου. ταύταις δὲ ἴσας ἀνάγκη γίνεσθαι τὰς ἐξ ἀορίστου τοῦ ὑποκειμένου (καθ’ ἑκάστην γὰρ τῶν ὁρισμένῳ χρωμένων τῷ ὑποκειμένῳ τὸ ἀρνητικὸν μόριον τῷ ὑποκειμένῳ προσθεὶς τὴν ἐξ ἀορίστου ποιήσεις), ὥστε δύο καὶ ἑβδομήκοντα γίνεσθαι τὰς πάσας ἀντιθέσεις τε καὶ ἀντιφάσεις τῶν προκειμένων ἡμῖν εἰς ἐπίσκεψιν προτάσεων. |
| 91 | Ἀλλ’ ἐπεὶ τὸν ἀριθμὸν αὐτῶν παραδεδώκαμεν, ἀκόλουθόν ἐστιν ἐφεξῆς ἐπισκέψασθαι τίνες ἐν ταῖς ἀπηριθμημέναις ἀντιθέσεσιν αἱ ἀντιφατικῶς ἀλλήλαις ἀντικείμεναι προτάσεις, τίνες δὲ οὔ, καὶ τίνες μὲν αἱ πρὸς ἀλλήλας σχέσεις τῶν μὴ ἀντικειμένων ἀντιφατικῶς, τίς δὲ ἡ πρὸς ἑκατέραν τῶν ἐν αὐταῖς προτάσεων ἀντιφατικῶς μαχομένη· προείληπται γὰρ ὡς πάσῃ καταφάσει ἐστὶν ἀπόφασις ἀντιφατικῶς ἀντικειμένη καὶ πάσῃ ἀποφάσει κατάφασις. ὅτι μὲν οὖν αἱ καθ’ ἕκαστα μάχονται ἀντιφατικῶς, παρὰ πᾶσιν ὡμολόγηται (παρέχει δέ τινα ἀπορίαν ἡ κατὰ τὸν μέλλοντα χρόνον αὐτῶν λῆψις, ἣν ἐν τοῖς ἑξῆς καὶ ἐκθήσεται καὶ ἐπιλύσεται ὁ Ἀριστοτέλης), τὰ δὲ περὶ τῶν ἀπροσδιορίστων διαφωνεῖται μὲν παρὰ τῶν ἀποφηναμένων τι περὶ τούτου τοῦ θεωρήματος, ὅπῃ δὲ τὸ ἀληθὲς ἔχει μαθεῖν ἀμήχανον, πρὶν ὅπως ἔχει τὰ περὶ τῶν προσδιωρισμένων ἐπισκεψώμεθα, περὶ ὧν οὐδεμία ἢ γέγονεν ἢ γένοιτο ἂν ἀμφισβήτησις· ὥστε πρότερον περὶ τούτων ῥητέον. Ἐπεὶ τοίνυν ὡριζόμεθα τὴν ἀντίφασιν μάχην καταφάσεως καὶ ἀποφάσεως ἀεὶ διαιρουσῶν τὸ ἀληθὲς καὶ τὸ ψεῦδος, δῆλον ὅτι ἃς ἂν εὕρωμεν προτάσεις ἢ συμψευδομένας ποτὲ ἢ συναληθευούσας, ταύτας οὐκ ἂν εἴποιμεν ἀντιφατικῶς ἀντικεῖσθαι πρὸς ἀλλήλας. αἱ μὲν οὖν καθόλου ὡς καθόλου λεγόμεναι ὡς συμψευδόμεναι κατὰ τὴν ἐνδεχομένην ὕλην οὐκ ἂν λέγοιντο ποιεῖν ἀντίφασιν. οὐ μὴν ἀλλ’ οὐδὲ τὰς μερικὰς ἀντιφάσκειν ἐροῦμεν ὡς ἐπὶ τῆς αὐτῆς ὕλης συναληθευούσας. καίτοι καθ’ ἑκατέραν τῶν λοιπῶν ὑλῶν διαιροῦσιν ἄμφω τό τε ἀληθὲς καὶ τὸ ψεῦδος· ἐπὶ μὲν γὰρ τῆς ἀναγκαίας ὕλης αἱ μὲν καταφάσεις ἄμφω λέγουσαι εἶναι τὸ ἐξ ἀνάγκης ὑπάρχον ἀληθεῖς, αἱ δὲ ἀποφάσεις ἀναιρεῖν αὐτὸ πειρώμεναι ψευδεῖς, ἐπὶ δὲ τῆς ἀδυνάτου λεγομένης ἔμπαλιν εἰκότως ἔχουσιν· αἱ μὲν γὰρ ἀποφάσεις τὸ ἀδύνατον καὶ διὰ τοῦτο μηδέποτε ὑπάρχον λέγουσαι μὴ ὑπάρχειν ἀληθεῖς, αἱ δὲ καταφάσεις ὑπάρχειν αὐτὸ ἀποφαινόμεναι ψευδεῖς. ἐπὶ δὲ τῆς ἐνδεχομένης ἄμφω μὲν αἱ καθόλου ψευδεῖς, ἄμφω δὲ αἱ κατὰ μέρος ἀληθεῖς, διότι τὰ κατὰ ταύτην τὴν ὕλην κατηγορούμενα ποτὲ μὲν ὑπάρχειν τοῖς ὑποκειμένοις πεφύκασι ποτὲ δὲ μὴ ὑπάρχειν, καὶ τισὶ μὲν αὐτῶν ὑπάρχειν τισὶ δὲ μὴ ὑπάρχειν, οἷον ‘πᾶς ἄνθρωπος λευκός—οὐδεὶς ἄνθρωπος λευκόσ‘ (αὗται ψευδεῖς ἄμφω, ἡ μὲν κατάφασις διὰ τοὺς Αἰθίοπας, ἡ δὲ ἀπόφασις, εἰ τύχοι, διὰ τοὺς Σκύθας), ‘τὶς ἄνθρωπος λευκός— οὐ πᾶς ἄνθρωπος λευκόσ‘· αὗται δῆλον ὅτι συναληθεύουσι. |
| 92 | Τὰς μὲν οὖν καθόλου ὡς καθόλου δείξαντες μὴ ἀντιφασκούσας ὀνομάζουσιν ἐναντίας, ὅτι τῶν ἐναντίων εἰς ἄμεσα διαιρουμένων καὶ ἔμμεσα αἱ προτάσεις αὗται κατὰ μὲν τὴν ἀναγκαίαν καὶ τὴν ἀδύνατον ὕλην τοῖς ἀμέσοις ἐναντίοις ἐοίκασιν, ὧν τό τε ἕτερον ἐξ ἀνάγκης πάρεστι τῷ ὑποκειμένῳ καὶ αὗται τὴν ἑτέραν τῶν προτάσεων ἔχουσιν ἀληθῆ καὶ διὰ τοῦτο μιμουμένην τὴν τοῦ πράγματος ὕπαρξιν, ὥσπερ τὸ ψεῦδος εἰκών ἐστι τῆς ἀνυπαρξίας, κατὰ δὲ τὴν ἐνδεχομένην τοῖς ἐμμέσοις, ὧν δυνατὸν μηδέτερον παρεῖναι τῷ ὑποκειμένῳ. ἢ ἐπεὶ τὸ εἶναι ἄμεσά τινα τῶν ἐναντίων ἀμφισβητήσιμον, ὅπερ ὡς ὁμολογούμενον ἀξιοῦσι λαμβάνειν οἱ κατὰ τὸν προειρημένον τρόπον ἀποδιδόντες τὴν αἰτίαν τῆς προσηγορίας τῶν ἐναντίων καλουμένων προτάσεων, μᾶλλον ῥητέον ὅτι τὰ ἐναντία συνυπάρχειν μὲν ἀλλήλοις κατ’ ἐνέργειαν ἐπὶ τοῦ αὐτοῦ ὑποκειμένου ἀδύνατον, ἅμα δὲ αὐτοῦ ἀπεῖναι δυνατόν· αἱ οὖν προτάσεις αὗται οὐδέποτε μὲν συναληθεύουσαι ποτὲ δὲ καὶ συμψευδόμεναι καὶ ταύτῃ τὰ ἐναντία μιμούμεναι λέγοιντο ἂν εἰκότως ἐναντίαι. δυνατὸν δὲ λέγειν ὅτι καὶ ὡς τὴν πλείστην ἀλλήλων ἀφεστῶσαι διάστασιν ἐναντίαι προσαγορεύονται· τὰ γὰρ ἐναντία πλεῖστον ἀλλήλων διέστηκε τῶν ὑπὸ τὸ αὐτὸ γένος· οὕτω δὲ καὶ αὗται πρὸς ἀλλήλας ἔχουσιν, εἴπερ ἡ μὲν ἅπασί φησι τοῖς ὑπὸ τὸ ὑποκείμενον ἀτόμοις τὸ κατηγορούμενον ὑπάρχειν, ἡ δὲ οὐδενί. τὰς δέ γε μερικὰς καλοῦσιν ὑπεναντίας, ὡς ὑπὸ ταῖς ἐναντίαις τεταγμένας κἀκείναις ἀκολουθούσας· ὅταν γὰρ ἡ ἑτέρα τῶν καθόλου ἀληθεύῃ, τότε καὶ ἡ ὑπ’ αὐτὴν τεταγμένη μερικὴ πρότασις ἀληθεύσει, ὡς οἷον μέρος αὐτῆς οὖσα καὶ περιεχομένη ὑπ’ αὐτῆς· διὸ καὶ ὑπαλλήλους καλοῦσι τάς τε καταφάσεις, τὴν μερικὴν καὶ τὴν καθόλου, καὶ τὰς ἀποφάσεις ὁμοίως. αἱ μὲν οὖν κατὰ μέρος οὐδ’ ἂν ἀντικεῖσθαι πρὸς ἀλλήλας κυρίως λέγοιντο· ποῖον γὰρ αὐταῖς εἶδος ἁρμόσει τῶν ἀντικειμένων; εἰ δὲ τὰς ἀντιφατικῶς ταύταις ἀντικειμένας ζητοίης, εὑρήσεις ἀντιφασκούσας ταῖς καθόλου τὰς κατὰ μέρος μετὰ τῆς κατὰ τὸ ποιὸν ἀντιθέσεως, τοῦτ’ ἔστι τῇ μὲν καθόλου καταφάσει τὴν μερικὴν ἀπόφασιν, τῇ δὲ καθόλου ἀποφάσει τὴν μερικὴν κατάφασιν· ὥστε κατὰ τὸ ὑποκείμενον διάγραμμα τὰς διαγώνιον θέσιν πρὸς ἀλλήλας ἐχούσας τῶν προσδιωρισμένων προτάσεων ταύτας ἀντιφάσκειν ἀλλήλαις· ἀεὶ γὰρ αὗται διαιροῦσι τό τε ἀληθὲς καὶ τὸ ψεῦδος. καὶ τοῦτο εἰκότως· αἱ μὲν γὰρ ἐναντίαι καὶ ὑπεναντίαι κατὰ τὸ ποιὸν διαφέρουσαι τὸ ποσὸν τὸ αὐτὸ ἔχουσιν, αἱ δὲ ὑπάλληλοι κατὰ τὸ ποσὸν διαφέρουσαι τὸ ποιὸν τὸ αὐτὸ ἔχουσιν, αὗται δὲ κατ’ ἄμφω μαχόμεναι τελείαν ἔχουσι τὴν πρὸς ἀλλήλας διαφοράν. |
| 93 | διὸ καὶ ἀδύνατον αὐτὰς ἢ συμψεύδεσθαι ἢ συναληθεύειν· ὅτι μὲν γὰρ ἐπὶ τῆς ἀναγκαίας ὕλης ἀληθευουσῶν τῶν καταφάσεων ψευδεῖς εἰσιν αἱ ἀποφάσεις, ἐπὶ δὲ τῆς ἀδυνάτου τοὐναντίον, προφανὲς ἐκ τῶν πρότερον εἰρημένων. ἐπὶ δὲ τῆς ἐνδεχομένης ψευδομένης τῆς καθόλου καταφάσεως ἡ μερικὴ ἀπόφασις ὡς ἀντιφάσκουσα πρὸς αὐτὴν ἀληθής, καὶ ψευδομένης τῆς καθόλου ἀποφάσεως ἡ μερικὴ κατάφασις ὡς ἀντιφάσκουσα πρὸς αὐτὴν ἀληθής· διὸ ἐκείνων ἅμα ψευδομένων αὗται ἀληθεύουσιν. [Start of a diagram][Start of a diagram section] καθ’ ἕκαστα [End of a diagram section] [Start of a diagram section] Σωκράτης περιπατεῖ [End of a diagram section] [Start of a diagram section] Σωκράτης οὐ περιπατεῖ [End of a diagram section] [Start of a diagram section] ἀπροσδιόριστοι [End of a diagram section] [Start of a diagram section] ἄνθρωπος περιπατεῖ [End of a diagram section] [Start of a diagram section] ἄνθρωπος οὐ περιπατεῖ [End of a diagram section] [Start of a diagram section] 〈προσδιωρισμέναι〉 [End of a diagram section] [Logical Relationship in a Diagram start mark] καθόλου [Logical Relationship in a Diagram end mark] [Start of a diagram section] πᾶς ἄνθρωπος περιπατεῖ [End of a diagram section] [Start of a diagram section] οὐδεὶς ἄνθρωπος περιπατεῖ [End of a diagram section] [Logical Relationship in a Diagram start mark] ἐναντίαι [Logical Relationship in a Diagram end mark] [Logical Relationship in a Diagram start mark] καταφατικαί [Logical Relationship in a Diagram end mark] [Logical Relationship in a Diagram start mark] ἀντί [Logical Relationship in a Diagram end mark] [Logical Relationship in a Diagram start mark] φασις [Logical Relationship in a Diagram end mark] [Logical Relationship in a Diagram start mark] ἀποφατικαί [Logical Relationship in a Diagram end mark] [Logical Relationship in a Diagram start mark] ὑπάλληλοι [Logical Relationship in a Diagram end mark] [Logical Relationship in a Diagram start mark] ἀντί [Logical Relationship in a Diagram end mark] [Logical Relationship in a Diagram start mark] φασις [Logical Relationship in a Diagram end mark] [Logical Relationship in a Diagram start mark] ὑπάλληλοι [Logical Relationship in a Diagram end mark] [Logical Relationship in a Diagram start mark] μερικαί [Logical Relationship in a Diagram end mark] [Start of a diagram section] τὶς ἄνθρωπος περιπατεῖ [End of a diagram section] [Start of a diagram section] οὐ πᾶς ἄνθρωπος περιπατεῖ [End of a diagram section] [Logical Relationship in a Diagram start mark] ὑπεναντίαι [Logical Relationship in a Diagram end mark][End of a diagram] Ἐπεὶ δὲ θορυβεῖν εἴωθε τοὺς ἁπλουστέρους ἡ μερικὴ ἀπόφασις ἐπὶ τῆς ἀδυνάτου ὕλης συμψεύδεσθαι δοκοῦσα τῇ καθόλου καταφάσει, ὡς ὅταν εἴπωμεν ‘οὐ πᾶς ἄνθρωπος πτερωτόσ‘, διὰ τὸ δοκεῖν τῷ οὐ πᾶς συνεισάγεσθαι τὸ ἀλλὰ τὶς μὲν τὶς δὲ οὔ, ὅπερ ἐστὶν ἐναργῶς ἐπὶ τῶν ἀδυνάτων ψεῦδος, ῥητέον τι καὶ περὶ τούτων. ἔξεστι μὲν οὖν ἐκ τῶν πρότερον εἰρημένων περὶ τοῦ οὐ πᾶς προσδιορισμοῦ προχείρως ἀποδοῦναι τῆς ἀπορίας τὴν λύσιν· ἐλέγομεν γὰρ ὅτι τὸ οὐ πᾶς αὐτὸ μόνον καθ’ αὑτὸ ληπτέον ὡς ἰδίαν ἔχον δύναμιν, καθ’ ἣν τὸν πᾶς προσδιορισμὸν ἀναιρεῖ, μηδὲν ἕτερον ἐπισυρόμενον. ἐφ’ ὧν οὖν πραγμάτων τὸ πᾶς φαίνεται ψευδόμενον, ἐπὶ τούτων τὸ οὐ πᾶς ἀληθές· ὥστε καὶ ἐπὶ τῶν προκειμένων ἐπειδὴ ὁ λέγων ‘πᾶς ἄνθρωπος πτερωτόσ‘ ψεύδεται, ἀληθεύσει ὁ λέγων ‘οὐ πᾶς πτερωτόσ‘· ἢ γὰρ πᾶς ἢ οὐ πᾶς, ἀλλὰ τὸ πᾶς ψεῦδος, τὸ ἄρα οὐ πᾶς ἀληθές. ἵνα δὲ μᾶλλον αὐτῶν τὴν ἀπορίαν ἀποπληρώσωμεν, ῥητέον ὅτι ἡ μερικὴ ἀπόφασις παραπλησίαν ἔχει δύναμιν τῇ μερικῇ καταφάσει, κατ’ αὐτό γε τὸ μερικόν· ὅπως ἂν οὖν ἔχῃ ἀληθείας ἡ μερικὴ κατάφασις, εἴτε ὡς ἀεὶ τῇ μερικῇ ἀποφάσει συντρέχουσα εἴτε μή, τὸν αὐτὸν ἕξει δῆλον ὅτι τρόπον καὶ ἡ μερικὴ ἀπόφασις· ἐπεὶ οὖν αἱ μὲν καταφάσεις ἕξεσί τισιν ἀνάλογοί εἰσιν αἱ δὲ ἀποφάσεις στερήσεσι, γνωριμώτεραι δὲ τῶν στερήσεων αἱ ἕξεις, ἀπὸ τῆς καταφάσεως ὡς γνωριμωτέρας τὸ κατὰ τὴν ἀπόφασιν θεωρητέον. |
| 94 | τῆς οὖν καθόλου καταφάσεως κατὰ μόνην τὴν ἀναγκαίαν ὕλην ἀληθευούσης τὴν μερικὴν κατάφασιν ἐπὶ δύο μὲν ὑλῶν ἀληθεύουσαν ὁρῶμεν, ταύτης τε καὶ τῆς ἐνδεχομένης, οὐ μὴν ἐπ’ ἀμφοτέρων κατὰ τὸν αὐτὸν τρόπον, ἀλλ’ ἐπὶ μὲν τῆς ἐνδεχομένης δι’ ἑαυτήν, ὥστε τὸ κατηγορούμενον τινὶ μὲν ὑπάρχειν τῷ ὑποκειμένῳ τινὶ δὲ μὴ ὑπάρχειν, (ὅτε καὶ συντρέχει ἡ μερικὴ κατάφασις τῇ μερικῇ ἀποφάσει, πρὸς δὲ τὴν καθόλου κατάφασιν διαφωνεῖ), ἐπὶ δὲ τῆς ἀναγκαίας οὐκέτι δι’ ἑαυτὴν ἀλλὰ διὰ τὴν καθόλου· διὸ καὶ οὐ συντρέχει τότε τῇ μερικῇ ἀποφάσει· τὸ γὰρ ‘τὶς ἄνθρωπος ζῷον‘ διὰ τὸ πᾶς ἀληθές, οὐκέτι μέντοι τὸ οὐ πᾶς ἀληθές, ὥσπερ ἐπὶ τῆς ἀδυνάτου διὰ τὴν καθόλου κατάφασιν ψευδομένην καθ’ ὅλην ἑαυτὴν καὶ ἡ μερικὴ κατάφασις ψευδής, ὡς ὅταν εἴπωμεν ‘τὶς ἄνθρωπος πτερωτόσ‘· οὐδὲ γὰρ αὕτη δι’ ἑαυτὴν ψευδής. τὸν αὐτὸν οὖν τρόπον καὶ τῆς καθόλου ἀποφάσεως κατὰ μόνην τὴν ἀδύνατον ὕλην ἀληθευούσης τὴν μερικὴν ἀπόφασιν ἐπὶ δύο ὑλῶν ἀληθεύειν ἀνάγκη, τῆς τε ἐνδεχομένης καὶ μήτε συμφυοῦς μήτε παντελῶς ἀλλοτρίας (ὥστε καὶ δι’ ἑαυτὴν ἔσται ἀληθὴς καὶ συντρέχει τῇ μερικῇ καταφάσει, διαφωνήσει δὲ πρὸς τὴν καθόλου ἀπόφασιν) καὶ ἔτι τῆς ἀδυνάτου, καθ’ ἣν συνᾴσεται μὲν τῇ καθόλου ἀποφάσει ἅτε δι’ ἐκείνην ἔχουσα τὸ ἀληθεύειν, διαφωνήσει δὲ πρὸς τὴν μερικὴν κατάφασιν. περὶ μὲν οὖν τούτων πλείω τῆς ἀξίας ἐνδιατέτριφεν ὁ λόγος, ὅλως δὲ περὶ αὐτῶν τῶν ἀποφατικῶν προσδιορισμῶν, ὅσα γλαφυρωτέραν ἔχοντα θεωρίαν ὁ φιλόσοφος παραδίδωσι Πορφύριος, πειραθῶμεν εἰπεῖν, προσεπινοοῦντες εἴ τι δυνάμεθα καὶ αὐτοὶ πρὸς τὴν σαφεστέραν περὶ αὐτῶν διδασκαλίαν. Ἀπορήσειε γὰρ ἄν τις πῶς ἐκ τῶν προσδιωρισμένων καταφάσεων τὰς ἀποφάσεις ποιοῦντες οὐ τοῖς κατηγορουμένοις, ὥσπερ ἔμπροσθεν ἠξιοῦμεν, συντάττομεν τὰς ἀρνήσεις ἀλλ’ αὐτοῖς τοῖς προσδιορισμοῖς, οἳ γίνονται μέρη τῶν ὑποκειμένων, οὐ τῶν καθ’ αὑτοὺς λεγομένων ἀλλὰ τῶν ὥσπερ εἰδοποιηθέντων ὑπ’ αὐτῶν, κατηγοροῦνται δὲ οὐδαμῶς, εἴ γε ὑποκείμενον μέν ἐστι περὶ οὗ ὁ λόγος, κατηγορούμενον δὲ τὸ περὶ ἐκείνου λεγόμενον· ἀποφαινόμεθα γὰρ περὶ παντὸς ἀνθρώπου ὅτι ζῷόν ἐστιν, οὐ μὴν ὅτι ἄνθρωπος πᾶν ζῷόν ἐστι (τοῦτο γοῦν καὶ ψεῦδος καὶ ἀδύνατον ὀλίγον ὕστερον ἀποδειχθήσεται), καὶ περὶ τοῦ τινὸς ἀνθρώπου ὅτι λευκός ἐστιν, οὐ μὴν ὅτι τὸ λευκὸν τὶς ἄνθρωπός ἐστι. |
| 95 | πῶς οὖν οὔ φαμεν ἀπόφασιν τῆς ‘πᾶς ἄνθρωπος περιπατεῖ‘ τὴν ‘πᾶς οὐ περιπατεῖ‘ ἀλλὰ τὴν ‘οὐ πᾶς περιπατεῖ‘, καὶ τῆς ‘τὶς περιπατεῖ‘ τὴν ‘τὶς οὐ περιπατεῖ‘ ἀλλὰ τὴν ‘οὐδεὶς περιπατεῖ‘, καὶ τοῦτο τὸ οὐδεὶς ποίαν ποτὲ δύναμιν ἔχει, λεκτέον. ἄνωθεν οὖν πρὸς τὴν ἀπορίαν ἀπαντῶντες ἐροῦμεν κατὰ τοὺς πρότερον παραδεδομένους κανόνας τῷ κυριωτέρῳ πανταχοῦ τῆς προτάσεως μέρει δεῖν προσάγεσθαι τὰς ἀρνήσεις, ἵνα τὰς ἀποφάσεις ποιήσωμεν· ἐπὶ μὲν οὖν τῶν καθ’ ἕκαστα προτάσεων καὶ τῶν ἀπροσδιορίστων κυριώτερον ὁρῶντες τὸ κατηγορούμενον τοῦ ὑποκειμένου καὶ τούτου κυριώτερον οὐδὲν εὑρίσκοντες ἐν ταῖς τοιαύταις προτάσεσιν, εἰκότως αὐτῷ προσήγομεν τὸ ἀποφατικὸν μόριον, ἐπὶ δέ γε τῶν προσδιωρισμένων τὸ κυριώτατόν ἐστιν ὁ προσδιορισμός· διὸ καὶ ἐντεῦθεν ἡ πρότασις ὀνομάζεται προσδιωρισμένη· καὶ γὰρ εἰ συντάττονται τοῖς ὑποκειμένοις οἱ προσδιορισμοὶ καὶ γίνονται αὐτῶν, ὡς εἴρηται, μέρη, ἀλλ’ ἐφάπτονταί πως καὶ τῶν κατηγορουμένων δηλοῦντες εἴτε ἑνὶ τῶν ὑπὸ τὸ ὑποκείμενον εἴτε πᾶσιν ὑπάρχει τὸ κατηγορούμενον, ἐπειδὴ τὸ πλείοσι μὲν μὴ πᾶσι δὲ περιορίσαι δίχα τοῦ τὸν ἀριθμὸν προσθεῖναι οὐκ ἔστι. διὰ ταῦτα μὲν οὖν τούτοις εἰκότως τὸ ἀρνητικὸν συντάττεται μόριον καὶ αἱ τοῦτον τὸν τρόπον γινόμεναι ἀποφάσεις ἀντιφατικῶς ἀντίκεινται ταῖς καταφάσεσι, τῶν δὲ συνταττουσῶν αὐτὸ τῷ κατηγορουμένῳ ἡ μὲν ἐπὶ τῆς καθόλου καταφάσεως τοῦτο ποιοῦσα τῇ καθόλου ἀποφάσει τὴν αὐτὴν ἔχει δύναμιν (τὸ γὰρ ‘πᾶς οὐ περιπατεῖ‘ ταὐτὸν σημαίνει τῷ ‘οὐδεὶς περιπατεῖ‘), ἡ δὲ ἐπὶ τῆς μερικῆς τῇ μερικῇ ἀποφάσει· τί γὰρ ἄλλο σημαίνει τὸ ‘τὶς οὐ περιπατεῖ‘ ἢ ὅτι οὐ πᾶς περιπατεῖ; ὥστε ἐπὶ ταύτης συντρέχειν ἀλλήκταις τὰς καθ’ ἑκάτερον τὸν τρόπον γινομένας ἀποφάσεις. Τὸ μὲν οὖν οὐ πᾶς ὅτι σύνθετον ἔκ τε τοῦ πᾶς καὶ τοῦ ἀναιροῦντος αὐτὸ μορίου, φανερόν· τὸ δέ γε οὐδείς πόθεν ἐροῦμεν ἐσχηκέναι τὴν γένεσιν; ἐχρῆν γὰρ ‘οὐχὶ τίσ‘ εἶναι τὴν προτιθεῖσαν τοῦ τίς προσδιορισμοῦ τὸ ἀρνητικὸν μόριον ἀπόφασιν. ἢ ῥητέον ὅτι οὐδὲν ὡρισμένον κατὰ τὸ ποσὸν ἐσήμηνεν ἂν οὕτως λεγομένη, καὶ γὰρ μηδενὸς περιπατοῦντος καὶ πλειόνων περιπατούντων ἀληθὲς τὸ ‘οὐχὶ τὶς περιπατεῖ‘. καὶ ἔτι σαφέστερον ταῦτα ἔπασχεν ἂν τὸ ‘οὐχὶ τὶς περιπατεῖ‘ ἢ τὸ κατὰ τὴν ἀπὸ τούτου συναλοιφὴν γινόμενον οὐχ εἷς. |
| 96 | βουλόμενοι οὖν ἐμφῆναι ὡς οὔτε πᾶσιν οὔτε πλείοσι μὲν οὐ πᾶσι δὲ οὔτε ἑνὶ γοῦν τῶν ὑπὸ τὸ καθόλου ὑποκείμενον ὑπάρχει τὸ κατηγορούμενον λέγομεν τὸ οὐδείς σύνθετον ἐκ τριῶν τοῦ λόγου μερῶν, τοῦ οὐ ἀρνητικοῦ μορίου, τοῦ δέ συνδέσμου (εἴτε συμπλεκτικοῦ πρὸς τὸ μηδὲ πάντας μηδὲ πολλοὺς ὄντος εἴτε, ὡς ὁ φιλόσοφος ἀξιοῖ Πορφύριος, ἐπὶ φυλακῇ καὶ διαιρέσει τῆς ἀμφιβολίας εἰλημμένου), καὶ ἐπὶ τούτοις τοῦ εἷς ἀριθμητικοῦ ὀνόματος, ὃ καὶ κλινόμενον ὁρῶμεν ‘οὐδενὸς περιπατοῦντοσ‘ λέγοντες καὶ κατὰ τὰς διαφορὰς τῶν τριῶν γενῶν ἀποδιδόμενον ‘οὐδεμία περιπατεῖ‘ καὶ ‘οὐδὲν περιπατεῖ‘. τὸ μὲν οὖν οὐδείς ἀπὸ τοῦ δέ συνδέσμου κατὰ συναλοιφὴν τὴν ἀπὸ τοῦ οὐ δὲ εἷς γέγονεν, ὁμοίως ἔχον τῷ μηδ’ ὅντινα γαστέρι μήτηρ καὶ ἀποκρινομένῳ τὸ παράπαν οὐδὲ γρῦ, τὸ δὲ οὐθείς ἀπὸ τοῦ τέ κατὰ συναλοιφὴν τοῦ οὔ τε εἷς. Ἀλλὰ πῶς τῆς καταφάσεως τίς εἰπούσης ἐν τῇ ἀναιρούσῃ αὐτὴν ἀποφάσει τὸ οὐδείς λέγομεν; ἢ φήσομεν ὅτι τὸ εἷς ἁπλῶς μὲν θεωρούμενον τοῦ τίς ἐπὶ πλέον λαμβάνεται· τοῦ γὰρ τίς ἀεὶ βουλομένου συμπλέκεσθαι τῷ ὑποκειμένῳ, καθάπερ καὶ τῶν ἄλλων προσδιορισμῶν ἑκάστου διὰ τὸ σημαίνειν αὐτοὺς ὅπως ἔχουσι τὰ ὑπὸ τὸ ὑποκείμενον πρὸς τὸ μετέχειν ἢ μὴ τοῦ κατηγορουμένου, τὸ εἷς λαμβάνεται μὲν καὶ τοῦτον τὸν τρόπον ἐν τῷ εἷς δέ τις ἀρχὸς ἀνὴρ καὶ τῷ εἷς κοίρανος ἔστω, λαμβάνεται δὲ καὶ ὡς κατηγορούμενον οὐ μόνον ἐπὶ τῶν μοναδικῶς λεγομένων, οἷον ὅταν λέγωμεν ‘ἥλιος εἷς ἐστι‘ ἢ ‘κόσμος εἷς ἐστιν‘, ὅτε καὶ τὸ μόνος ἢ κατ’ ἐνέργειαν ἢ πάντως κατὰ δύναμιν αὐτῷ προστίθεμεν, ἀλλὰ καὶ ἁπλῶς ἐπὶ ἑκάστου τῶν ὁπωσοῦν ὄντων, ἵνα καὶ τὸ πλῆθος αὐτῶν ὑπόστασιν ἔχῃ, τῶν προσδιορισμῶν οὔτε καθ’ ἑαυτοὺς κατηγορεῖσθαι δυναμένων οὔτε ἄλλοις κατηγορουμένοις εὐλόγως συνδυαζομένων, ὡς διὰ τῶν ἑξῆς ὁ λόγος ἡμῖν ἐπιδείξει· διὰ ταῦτα μὲν οὖν τὸ εἷς, ὅπερ ἐλέγομεν, τοῦ τίς ἐπὶ πλέον λαμβάνεται, συντρέχοντα δὲ ἀλλήλοις ἐν τῷ συμπλέκεσθαι τοῖς ὑποκειμένοις, οὐ τοῖς καθ’ ἕκαστα διὰ τὸ μηδὲν εἶναι αὐτῶν μέρος, ἀλλὰ τοῖς κατὰ πλειόνων κατηγορεῖσθαι πεφυκόσιν, ἐοίκασιν ἔχειν τινὰ καὶ τότε πρὸς ἄλληλα διαφοράν· ἐπεὶ γὰρ τῶν πολλῶν ἕκαστον καὶ ὅλον τί ἐστι καὶ οἷον μέρος τοῦ κοινῶς κατ’ αὐτῶν κατηγορουμένου, ὡς μὲν ὅλον τι ὄν, κἂν ἄτομον εἴπῃς, ἀντιδιαστελλόμενον πρὸς τὰ ὁμοειδῆ τὴν τοῦ ἑνὸς ἐπιδέχεται πρὸς αὐτὸ συμπλοκήν, ὡς δὲ μέρος πως τοῦ κοινοῦ τυγχάνον τὴν τοῦ τινός· διὸ τῶν μόνως ὅλων οὐδὲ ἕν τι φάναι δυνατόν. |
| 97 | καὶ ἔχει ταύτην τὸ ἕν πρὸς τὸ τί τὴν διαφορὰν ἐπὶ τῶν μερικῶν, ἥνπερ καὶ τὸ ἑνικὸν ἄρθρον πρὸς τὸ πᾶς ἐπὶ τῶν καθόλου· καὶ γὰρ ‘ὁ ἄνθρωπος ζῷον‘ εἴποις ἂν καὶ ‘πᾶς ἄνθρωπος ζῷον‘· τὸ γὰρ ἄρθρον τὴν δύναμιν ἔχει τοῦ καθόλου προσδιορισμοῦ, ὡς μαθησόμεθα πρὸς τῷ πέρατι τοῦ βιβλίου. ἀλλὰ τὸ μὲν ἄρθρον τῇ ἑνώσει προσήκει τοῦ καθόλου ὑποκειμένου (διὸ καὶ τῶν μοναδικῶν ἑκάστῳ καὶ τῶν ἀτόμων συντάττεται· καὶ γὰρ ‘ὁ ἥλιοσ‘ λέγομεν καὶ ‘ὁ Σωκράτησ‘· ἐνίοτε δὲ καὶ ἐπὶ τοῦ ὑπερέχοντος λέγεται τῶν ὁμοστοίχων, ὡς ὅταν ‘ὁ ποιητήσ‘ εἴπωμεν ἢ ‘ὁ ῥήτωρ‘), τὸ δὲ πᾶς τῷ πλήθει τῶν ὑπ’ αὐτὸ ἀναφερομένων. ὅταν μὲν οὖν ὡς κατηγορούμενον τὸ εἷς ἀναιρῶμεν, τότε τὴν ἄρνησιν οὐκ αὐτῷ συμπλέκομεν, ἀλλὰ τῷ ἐστί τῷ κατ’ ἐνέργειάν τε πάντως ἐν τῇ τοιαύτῃ προτάσει λεγομένῳ καὶ συνδεῖν τὸ κατηγορούμενον πρὸς τὸ ὑποκείμενον πεφυκότι· τῆς γὰρ καταφάσεως εἰπούσης λόγου χάριν ‘ὅδε ὁ λίθος εἷς ἐστιν‘ ἡ ἀπόφασις ἐρεῖ ‘ὅδε ὁ λίθος εἷς οὐκ ἔστιν‘. ὅταν δὲ ὡς συμπλεκόμενον τῷ ὑποκειμένῳ τὸ εἷς ἢ τὸ τίς ἀναιρῶμεν τὴν ἀντιφάσκουσαν ἀπόφασιν τῇ μερικῇ καταφάσει ποιοῦντες, τὸ οὐδείς ἢ οὔτις λέγομεν, ἀλλ’ ὅταν μὲν τὸ οὐδείς λέγωμεν, οὐχ ὡς πρὸς τὸ τίς ἀλλ’ ὡς πρὸς τὸ εἷς ἀπαντῶμεν καὶ τὸ μὲν οὐχ εἷς ὡς ἀμφίβολον παραιτησάμενοι τὸ δὲ οὐ εἷς ὡς πρὸς τῷ ἀμφιβόλῳ καὶ κακόφωνον τὸ οὐδείς ἢ οὐθείς λέγομεν. πρὸς δέ γε τὸ τίς ἐοίκαμεν τότε κυρίως ἀπαντᾶν, ὅταν τὸ οὔτις λέγωμεν, οὐκ ἐπὶ τοῦ ‘τισ‘ τιθεμένης τῆς ὀξείας (οὐ γὰρ οἶδε τὴν τοιαύτην προφορὰν ἡ Ἑλληνικὴ χρῆσις) ἀλλ’ ἐπὶ τοῦ οὔ, καθάπερ ἔχει τὸ οὔτις ἐμεῦ ζῶντος καὶ μήτις νῦν ἐνάρων. ἀλλὰ τοῦτο μὲν τῇ ποιητικῇ τὸ δὲ οὐδείς τῇ κοινῇ χρήσει μᾶλλον σύνηθες. Τοσαῦτα μὲν περὶ τῶν προσδιωρισμένων προτάσεων εἴχομεν λέγειν· αἱ δὲ ἀπροσδιόριστοι πῶς ἔχουσι πρὸς τὸ ἀντιφάσκειν ἢ μή, τοῦτο δέ ἐστιν εἴ τισι τῶν προσδιωρισμένων τὸ αὐτὸ δύνανται, διὰ τῶν ἑξῆς τῷ Ἀριστοτέλει συνοδεύοντες ζητήσωμεν. |
| 98 | Ἐπὶ τούτοις οὖν τὴν ῥῆσιν αὐτὴν ἐπισκεψώμεθα, δι’ ἧς παραδιδοὺς ἡμῖν τὴν εἰρημένην ἀπὸ τοῦ ὑποκειμένου τῶν προτάσεων διαίρεσιν καὶ διακρίνας τὰ καθ’ ἕκαστα τῶν καθόλου τοῦτό φησιν εἶναι καθόλου ὃ ἐπὶ πλειόνων πέφυκε κατηγορεῖσθα ι , τῶν ὁμωνύμως κατὰ πλειόνων κατηγορουμένων τὰ καθόλου διακρίνων τῷ πεφυκέναι κατὰ πολλῶν κατηγορεῖσθαι, τοῦτο δέ ἐστι μὴ νόμῳ τινὶ καὶ θέσει, καθάπερ τὸ Αἴας καὶ τὸ Ἀλέξανδρος, ἀλλὰ τῷ φύσιν μίαν δηλοῦν, ἥτις ἑκάστῳ τῶν πλειόνων ὑπάρχουσα ποιεῖ καὶ τὸ σημαῖνον αὐτὴν ὄνομα κατ’ αὐτῶν κατηγορεῖσθαι. ὅλως δὲ περὶ φωνῶν διαλεγόμενος τῶν πραγμάτων ποιεῖται τὴν διαίρεσιν, διότι περὶ φωνῶν τοῖς φιλοσόφοις ὁ λόγος οὐ προηγουμένως, καθάπερ ῥήτορσί τε καὶ γραμματικοῖς, ὡς καὶ πρότερον ἐλέγομεν, ἀλλὰ τῆς τῶν πραγμάτων καταλήψεως ἕνεκεν. διελόμενος οὖν τὰ εἴδη τῶν προτάσεων εἴς τε τὰς καθόλου καὶ τὰς καθ’ ἕκαστα, προστίθησι τὴν τῶν καθόλου διαίρεσιν εἴς τε τὰς καθόλου ὡς καθόλου λεγομένας καὶ τὰς ἀπροσδιορίστους· τῶν γὰρ μερικῶν ἐφεξῆς ποιήσεται μνείαν. ἐν δέ γε τούτοις τὰς μὲν καθόλου ἐπὶ τῶν καθόλου ἀποφάνσεις ἐναντίας εἶναί φησι, δι’ ἃς ἐλέγομεν αἰτίας, τὰς δὲ ἐπὶ τῶν καθόλου μὴ καθόλου δέ, τοῦτ’ ἔστι τὰς ἀπροσδιορίστους, αὐτὰς μὲν μὴ εἶναι ἐναντίας, τὰ μέντοι δηλούμενα ὑπ’ αὐτῶν δύνασθαί ποτε εἶναι ἐναντία. ὅτι μὲν οὖν καθόλου μὴ καθόλου τὰς ἀπροσδιορίστους καλεῖ, καὶ τὰ παρατιθέμενα παρ’ αὐτοῦ παραδείγματα σαφῶς σημαίνουσιν, ‘ἄνθρωπος λευκός ἐστι‘ καὶ ‘ἄνθρωπος λευκὸς οὐκ ἔστι‘. καλεῖ δὲ αὐτὰς οὕτως διὰ τὸ μὴ προσκεῖσθαι ἐπ’ αὐτῶν τῷ καθόλου ὑποκειμένῳ τοὺς καθόλου προσδιορισμούς, ὅπερ εἰ καὶ ἐπὶ τῶν μερικῶν ἁρμόζειν δυνατόν, ἀλλ’ ἔχουσί τι ἴδιον ἐκεῖναι, τοὺς μερικοὺς προσδιορισμούς, ὅθεν καὶ ὀνομάζονται. πῶς δὲ λέγονται μὴ εἶναι μὲν ἐναντίαι, σημαίνειν δέ ποτε ἐναντία, τοῦτο ἤδη πολλὰ τοῖς ἐξηγηταῖς πράγματα παρέσχε· μήποτε δὲ ταῖς ῥήσεσιν αὐταῖς προσφυὲς ᾖ τὸ λέγειν ὅτι βούλεται μὲν ὁ Ἀριστοτέλης τὰς ἀπροσδιορίστους προτάσεις συναληθεύειν ἀλλήλαις, ὡς ἔσται διὰ τῶν ἑξῆς φανερόν, καὶ διὰ τοῦτο εἰκότως ἀποφαίνεται μὴ εἶναι αὐτὰς ἐναντίας· οὐ γὰρ ἐναντίων τὸ συνυπάρχειν ἀλλήλαις. Ἀλλ’ ἐπεὶ δυνατόν ποτε τὴν ἀπόφασιν ἐπὶ τῆς τοῦ ἐναντίου καταφάσεως ἀληθεύουσαν παρασχεῖν τισιν ὑποψίαν, ὅτι ἐναντίας χρὴ τότε καλεῖν ταύτας τὰς προτάσεις, ἅτε ἐναντία τινὰ σημαινούσας, διὰ τοῦτο προστίθησι τὸ αἴτιον τοῦ παραλογισμοῦ τοῖς οὕτως ὑπολαμβάνουσι, τὰ αὐτὰ λέγων τοῖς ἐν τῷ τελευταίῳ θεωρήματι τοῦ βιβλίου ῥηθησομένοις· τὸ μὲν δὴ τούτῳ οἴεσθαι τὰς ἐναντίας δόξας ὡρίσθα ι , τῷ τῶν ἐναντίων εἶνα ι , ψεῦδο ς · τοῦ γὰρ ἀγαθοῦ ὅτι ἀγαθὸν καὶ τοῦ κακοῦ ὅτι κακό ν , ἡ αὐτὴ ἴσως καὶ ἀληθή ς , εἴτε πλείους εἴτε μία ἐστί ν · ἐναντία δὲ ταῦτ α , ἀλ λ ’ οὐ τῷ ἐναντίων εἶναι ἐναντί α , ἀλλὰ μᾶλλον τῷ ἐναντίω ς . |
| 99 | ὅτι μὲν οὖν κατ’ οὐδένα τρόπον προσήκει ταῖς ἀπροσδιορίστοις τὸ τῶν ἐναντίων ὄνομα, σαφῶς ἀπεφήνατο διὰ τούτων ὁ Ἀριστοτέλης. πότε δὲ ἔστιν εἶναι τὰ δηλούμενα ἐναντία, καλῶς διήρθρωσεν ὁ φιλόσοφος Πορφύριος· οὐ γὰρ ἀεί, φησί, τῷ καταφασκομένῳ ἔστι τι ἐναντίον οὐδὲ τὴν ἀπόφασιν δυνατὸν ἀεὶ λέγειν ἀληθεύεσθαι κατὰ τοῦ ἐναντίου τῷ καταφαθέντι, ἀλλὰ ποτὲ μὲν κατὰ τοῦ ἐναντίου ποτὲ δὲ κατὰ στερήσεως ποτὲ δὲ κατ’ οὐδετέρου τούτων, ἀλλ’ ἀναιρεῖν μόνον τὸ εἰρημένον διὰ τῆς καταφάσεως· τῷ μὲν γὰρ περιττῷ τὸ ἄρτιον καὶ τῷ λευκῷ τὸ μέλαν ἐναντίον, καὶ κατὰ τούτων ἀληθεύονται τὸ οὐ περιττὸν καὶ τὸ οὐ λευκόν (ἐξ ἀνάγκης μὲν οὖν συνεισφερομένων ταῖς ἀποφάσεσιν ἐπὶ τῶν ἀμέσων εἶναι λεγομένων ἐναντίων, ἐνδεχομένως δὲ καὶ ἐπὶ τῶν ἐμμέσων), τῷ μέντοι ὁρᾶν τὸ ἀντικείμενον στέρησις ἢ τῆς ἐνεργείας ἢ καὶ τῆς δυνάμεως, τῆς μὲν ἐνεργείας ὡς ἐπὶ τοῦ μὴ πηροῦ μὲν καθεύδοντος δὲ ἢ μύοντος, τῆς δὲ δυνάμεως ὡς ἐπὶ τοῦ τυφλοῦ, ἅπερ σημαίνει τὸ μὴ ὁρᾶν (ἐνίοτε δὲ καὶ τὸ μήπω τὴν δύναμιν τὴν προαγωγὸν τῆς ἐνεργείας ἀπειληφὸς τῇ ἀποφάσει τῆς ἐνεργείας σημαίνομεν ὡς ἐπὶ τοῦ σκυλακίου, καὶ τὸ μηδαμῶς τῆς δυνάμεως δεκτικὸν ὡς ἐπὶ τοῦ ξύλου· καὶ γὰρ τὸ ξύλον λέγομεν μὴ ὁρᾶν), καὶ κατ’ οὐδὲν τούτων ἐναντίον εἴποις ἂν εἶναι τῇ καταφάσει τὸ σημαινόμενον ὑπὸ τῆς ἀποφάσεως, ἀλλὰ ποτὲ μὲν στέρησιν ποτὲ δὲ οὐδὲ στέρησιν ἀλλ’ ἑτερότητα μόνον, τῷ δέ γε ζῴῳ ἢ ἄλλῃ οὐσίᾳ οὔτε ὡς ἐναντίον οὔτε ὡς στέρησιν τοιαύτην εὕροις ἄν ποτέ τι ἀντιτιθέμενον, οὐδὲ τῷ ἀφωρισμένῳ ποσῷ ἢ σχήματι οὐδὲ ταῖς ἐνεργείαις ταῖς μὴ κατά τι τῶν ἐναντίων γινομέναις· τῷ μὲν γὰρ θερμαίνειν ἐστὶν ἐναντίον τὸ ψύχειν, ἐπεὶ καὶ τῷ θερμῷ τὸ ψυχρόν, οὐ μὴν τῷ νοεῖν ἢ τῷ βαδίζειν εἴη ἄν τι ἐναντίον. διὰ ταῦτα οὖν τὸ ὑπὸ τῆς ἀποφάσεως σημαινόμενον ποτέ φησιν ἐναντίον εἶναι τῷ ὑπὸ τῆς καταφάσεως δηλουμένῳ, τῶν προτάσεων αὐτῶν μηδαμῶς ἀλλήλαις οὐσῶν ἐναντίων. |
| 100 | τοῦτο δὲ εἰκότως ἐπὶ μόνων τῶν ἀπροσδιορίστων ἐπεσημήνατο, διότι μόναι αὗται τῶν καθόλου προτάσεων κατὰ τοὺς κατηγορουμένους ὅρους μόνους ἔχουσι τὰς καταφάσεις καὶ ἀποφάσεις γινομένας, ἀλλ’ οὐ κατά τινας προσδιορισμούς, οἳ οὐδ’ ἂν ὑποπτευθεῖεν καθ’ ἑαυτοὺς λαμβανόμενοι καταφατικῶς καὶ ἀποφατικῶς, οἷον πᾶς, οὐ πᾶς, τίς, οὐδείς, ἐναντιότητα πραγμάτων σημαίνειν, καθάπερ οἱ κατηγορούμενοι, καὶ μάλιστά γε ὅταν ἐπὶ τῶν ἀμέσων λεγομένων ἐναντίων ποιώμεθα τὴν κατάφασιν καὶ τὴν ἀπόφασιν (ἔργον γὰρ τῶν προσδιορισμῶν, ὡς πολλάκις εἰρήκαμεν, μόνην σημαίνειν τὴν κατὰ τὸ πλῆθος διαφορὰν τῶν ὑπὸ τὸ ὑποκείμενον ἀναφερομένων ὡς μετεχόντων ἢ μὴ μετεχόντων τοῦ ἐν τῇ προτάσει κατηγορουμένου), καὶ ὅτι προφανῆ τὰ ἐπὶ τῶν ἄλλων ἀντιθέσεων συμβαίνοντα, οἷον ὅτι αἱ καθόλου ὡς καθόλου συμψεύδονται, διὸ ἐναντίαι, ὅτι αἱ μερικαὶ συναληθεύουσι καὶ οὐδ’ ἂν ὑποπτεύσειέ τις προσήκειν αὐταῖς τὸ ὄνομα τῶν ἐναντίων, ὅτι αἱ διαγώνιοι καὶ αἱ καθ’ ἕκαστα μερίζουσι τό τε ἀληθὲς καὶ τὸ ψεῦδος· ἐπὶ δὲ τῶν ἀπροσδιορίστων ἐπεὶ μήτε καθ’ ἕκαστα καὶ ὡρισμένος οὗτός ἐστιν ὁ ὑποκείμενος μήτε πρόσκειταί τις αὐτῷ τῶν προσδιορισμῶν, οὐ σφόδρα ἐστὶ φανερὸς ὁ τῆς ἀντιθέσεως αὐτῶν τρόπος, ἀλλὰ καὶ ὡς ἐναντίας ὑποπτεύσειεν ἄν τις αὐτὰς ἀντικεῖσθαί ποτε. καὶ τοῦτο διισχυρίζεται σημαίνειν ὁ ἀπὸ τῆς Ἀφροδισιάδος ἐξηγητὴς τὸ τὰ δηλούμενα ὑπ’ αὐτῶν ἐναντία εἶναί ποτε, καὶ ταῦτα τοῦ Ἀριστοτέλους ἐν τοῖς ἑξῆς βοῶντος ὡς ταῖς μερικαῖς τὴν αὐτὴν ἔχουσι δύναμιν, τῶν δὲ μερικῶν ἀπὸ διαμέτρου πρὸς τὰς ἐναντίας ἐχουσῶν. καὶ αὐτὸ τοῦτο τὸ τῷ Ἀριστοτέλει δοκοῦν συναληθεύειν αὐτὰς ἐπί τινος ὕλης ἕτερος ἄν τις οἰηθείη καὶ ἀντιφάσκειν πρὸς ἀλλήλας, ἀλλ’ ὡς παραπλησίως τῇ ἑτέρᾳ τῶν διαγωνίων τῇ τίς καὶ οὐδείς. διὰ ταῦτα τοίνυν ἐν μὲν τοῖς προκειμένοις ὁ Ἀριστοτέλης τοσοῦτον ἐπεσημήνατο μόνον, ὅτι μὴ δίκαιον καλεῖν αὐτὰς ἐναντίας, καὶ εἰ ἐναντίων πραγμάτων γίνοιντό ποτε δηλωτικαί, προϊὼν δὲ καὶ ὅτι συναληθεύουσιν ἀλλ’ οὐκ ἀντιφάσκουσι κατασκευάσαι πειράσεται. Τὸ δὲ αἴτιον εἰπὼν τοῦ καθόλου μὴ καθόλου λέγεσθαι τὰς ἀδιορίστους, ὅτι περὶ τῶν καθόλου ὑποκειμένων οὐ καθόλου ἀποφαίνονται, μὴ συντάττουσαι αὐτοῖς τοὺς καθόλου προσδιορισμούς, οἳ ποιοῦσι καθόλου ἡμᾶς ἀποφαίνεσθαι περὶ τῶν καθόλου, αὐτοῦ τούτου πάλιν τὸ αἴτιον ἀποδίδωσι τοῦ τοιούτων ἀποφάνσεων αἰτίους γίνεσθαι τοὺς καθόλου προσδιορισμοὺς ὡς ἐπὶ τοῦ καταφατικοῦ τοῦ πᾶς τὴν διδασκαλίαν ποιούμενος, ὡς ἂν τῶν αὐτῶν λόγων ἁρμοζόντων καὶ ἐπὶ τοῦ οὐδείς. |
| 101 | τί οὖν τούτου τὸ αἴτιον; ὅτι τὸ πᾶ ς , φησίν, οὐ τὸ καθόλου σημαίνε ι , ἀλ λ ’ ὅτι καθόλο υ , τοῦτ’ ἔστιν οὐκ αὐτὴν σημαίνει τὴν τοῦ εἴδους τοῦ καθόλου φύσιν, οἷον τοῦ ἀνθρώπου (τὸ γὰρ εἶδος ἓν κατὰ τὴν ἑαυτοῦ φύσιν ὂν καὶ τὴν ἀεὶ γινομένην ἀπειρίαν τῶν ἀτόμων συλλαμβάνειν καὶ ἑνοῦν λέγεται· περὶ δὲ ἑνὸς πῶς ἂν ἔχοι χώραν λέγεσθαι τὸ πᾶς;), οὐκ αὐτὸ οὖν τὸ καθόλου σημαίνει τὸ πᾶς, ἀλ λ ’ ὅτι καθόλο υ , τοῦτο δέ ἐστιν ἀλλ’ ὅτι κατὰ πάντων τῶν ὑπὸ τὸ εἶδος ἀτόμων καταφάσκεσθαι τὸ κατηγορούμενον ἀποφαινόμεθα. Ἐπὶ δὲ τοῦ κατηγορουμένου καθόλου τὸ καθόλου κατηγορεῖν οὐκ ἔστιν ἀληθέ ς · οὐδεμία γὰρ κατάφασις ἔστα ι , ἐν ᾗ τοῦ κατηγορουμένου καθόλου κατηγορεῖται τὸ καθόλο υ , οἷον ὅτι ἐστὶ πᾶς ἄνθρωπος πᾶν ζῷο ν . Ζητεῖ μὲν διὰ τούτων ὁ Ἀριστοτέλης εἰ ὥσπερ τῷ ὑποκειμένῳ προστεθεὶς ὁ καταφατικὸς προσδιορισμὸς ἕτερον εἶδος ἀπειργάσατο προτάσεων, οὕτω καὶ τῷ κατηγορουμένῳ δύναται προστεθεὶς ἑτέραν ἀπεργάσασθαι πρότασιν. ἀποφαίνεται δὲ μηδὲ τὴν ἀρχὴν ὑφίστασθαι τοιαύτην κατάφασιν, οἷον τὴν λέγουσαν ‘πᾶς ἄνθρωπος πᾶν ζῷόν ἐστι‘, διότι ὁ τοῦτο λέγων ἕκαστον τῶν κατὰ μέρος ἀνθρώπων ἅπαν εἶναι ζῷόν φησι, καὶ ἵππον καὶ βοῦν καὶ τὰ ἄλλα πάντα· ὥστε ἀδύνατον ἀληθεύειν τὸν οὕτως ἀποφηνάμενον· εἰκότως οὖν φησι μηδὲ γενέσθαι ἂν τοιαύτην κατάφασιν, κατ’ ἔλλειψιν τοῦτο λέγων τοῦ ἀληθῆ· οὐδεμία γὰρ κατάφασις ἀληθὴς ἔσται, ἐν ᾗ τοῦ κατηγορουμένου καθόλου κατηγορεῖται τὸ καθόλο υ , τοῦτ’ ἔστιν ἐν ᾗ συντάττεσθαι δυνατὸν τῷ καθόλου κατηγορουμένῳ τὸν καθόλου προσδιορισμὸν καὶ λέγειν ὅτι ἄνθρωπος, καθ’ οὗ παντός, ὅ φησι καθόλο υ , κατηγορεῖται τὸ ζῷον, οὐχ ἁπλῶς ἐστι ζῷον, ἀλλὰ πᾶν ζῷον. διὰ ταῦτα μὲν οὖν ἀποφαίνεται μηδὲ ὑφίστασθαι τοιαύτην κατάφασιν ὡς οὐδέποτε τυγχάνουσαν ἀληθείας, ἐπεὶ καὶ αὕτη κατάφασίς ἐστιν, ἀλλ’ ἀεὶ ψευδὴς καὶ διὰ τοῦτο κίβδηλος καὶ παντάπασιν ἄχρηστος πρὸς τὴν συλλογιστικὴν μέθοδον, εἴπερ ἀεὶ παρὰ φύσιν ἔχει καὶ πρὸς εὕρεσιν ἀληθείας οὐκ ἂν γένοιτο χρήσιμος, ὅπερ ἐστὶ τέλος τῆς λογικῆς πραγματείας. |
| 102 | πολλῶν δὲ δυναμένων γενέσθαι προτάσεων ἐκ τῆς διαφόρου συμπλοκῆς τῶν προσδιορισμῶν πρός τε τὸν ὑποκείμενον ὅρον ἐν τῇ προτάσει καὶ τὸν κατηγορούμενον, εἰκότως ταύτην προεχειρίσατο μόνην καὶ διέγραψε τῶν ὑγιῶς λεγομένων προτάσεων τὴν ἑκατέρῳ τῶν ὅρων τὸν πᾶς προσδιορισμὸν συντάττουσαν, ὃ καὶ ἐν τῷ πρώτῳ βιβλίῳ τῶν Ἀναλυτικῶν κατ’ ἀρχὰς τοῦ περὶ εὐπορίας προτάσεων κεφαλαίου διορίζεται· περὶ γὰρ ἐκλογῆς τῶν καθόλου προτάσεων διαλεγόμενος, ἐν αἷς τὸ κατηγορούμενον παντὶ ἕπεται τῷ ὑποκειμένῳ, ἐπήγαγεν “αὐτὸ δὲ τὸ ἑπόμενον οὐ ληπτέον ὅλον ἕπεσθαι, λέγω δὲ οἷον ἀνθρώπῳ πᾶν ζῷον ἢ μουσικῇ πᾶσαν ἐπιστήμην, ἀλλὰ μόνον ἁπλῶς ἀκολουθεῖν, καθάπερ καὶ προτεινόμεθα· καὶ γὰρ ἄχρηστον θάτερον καὶ ἀδύνατον, οἷον πάντα ἄνθρωπον εἶναι πᾶν ζῷον ἢ δικαιοσύνην πᾶν ἀγαθόν”. καὶ ἐν τῷ προτέρῳ μέντοι τῶν Ἀποδεικτικῶν εἰπὼν ὡς ἐπὶ τῶν τὰ καθόλου καταφατικὰ συμπεράσματα συναγόντων συλλογισμῶν τό τε μεῖζον ἄκρον κατὰ τοῦ μέσου λέγεται παντὸς καὶ τοῦτο πάλιν κατὰ τοῦ ἐλάσσονος παντός, τοῦτ’ ἔστιν ὅτι ἐν ἑκατέρᾳ τῶν συμπληρουσῶν τὸν συλλογισμὸν προτάσεων τὸ κατηγορούμενον κατὰ παντὸς λέγεται τοῦ οἰκείου ὑποκειμένου, προσέθηκε “τὸ δὲ κατηγορούμενον οὐ λέγεται πᾶν”. Ὅτι μὲν οὖν εἰκότως ταύτης μόνης ὡς ἀχρήστου πανταχοῦ καταψηφίζεται, μάθοιμεν ἂν ἐννοήσαντες ὅτι τεττάρων οὐσῶν, ὡς ἑξῆς ἐπιδείξομεν, τῶν ἀεὶ ψευδομένων προτάσεων, δύο μὲν καταφάσεων δύο δὲ ἀποφάσεων, τῶν μὲν καθόλου τῶν δὲ κατὰ μέρος, διὰ μιᾶς τῆς κατὰ τὸ ποσὸν καὶ κατὰ τὸ ποιὸν τῶν ἄλλων σεμνοτέρας καὶ ταῖς λοιπαῖς τρισὶ τὴν πρόφασιν τοῦ ἀεὶ ψεύδεσθαι, ὡς εἰσόμεθα, παρεχούσης ἠβουλήθη καὶ τὰς ἄλλας τὰς ταύτῃ ὁμοίως ἡμαρτημένας τοῦ καταλόγου τῶν ὑγιῶς προφερομένων προτάσεων διαγράψαι· εἰ γὰρ δεῖ καὶ τὴν περὶ τούτων τεχνολογίαν ἀκριβῶς διερευνήσασθαι καὶ τὸ φαινόμενον περὶ αὐτῶν λέγειν, ἓξ καὶ δέκα γινομένας εὑρήσομεν προτάσεις ἐκ τῆς διανομῆς τῶν προσδιορισμῶν καθ’ ἑκάτερον τῶν τῆς προτάσεως ὅρων, εἴπερ τεττάρων αὐτῶν ὄντων, ἑνὸς δὲ αὐτῶν ὁποιουοῦν συντεταγμένου τῷ ὑποκειμένῳ τὸν κατηγορούμενον ἑκάστῳ τῶν τεττάρων προσδιορισμῶν συμπλεκόμενον τέτταρα προτάσεων συμβαίνει ποιεῖν εἴδη, ὥστε διὰ τούτων τετράκις τέτταρας—δέκα καὶ ἓξ γίνεσθαι τὰς πάσας προτάσεις. ἔστω οὖν πρῶτον ὁ πᾶς προσδιορισμὸς συντεταγμένος τῷ ὑποκειμένῳ· εἰ οὖν ἐθέλοιμεν καὶ τῷ κατηγορουμένῳ συντάττειν τινὰ προσδιορισμόν, ἐροῦμεν ἢ ‘πᾶς ἄνθρωπος πᾶν ζῷον‘ ἢ ‘πᾶς ἄνθρωπος οὐδεὶς λίθοσ‘ ἢ ‘πᾶς ἄνθρωπος τὶ ζῷον‘ ἢ ‘πᾶς ἄνθρωπος οὐ πᾶν ζῷον‘. |
| 103 | καὶ φανερὸν ὅτι τῶν λοιπῶν τριῶν παρὰ τὴν ἀποκεκριμένην ὑπὸ τοῦ Ἀριστοτέλους ἑκάστη ἀληθής. ἀλλὰ δὴ ὁ οὐδείς προσδιορισμὸς συντετάχθω τῷ ὑποκειμένῳ· πάλιν οὖν ἐροῦμεν ἢ ‘οὐδεὶς ἄνθρωπος πᾶν ζῷον‘ ἢ ‘οὐδεὶς ἄνθρωπος οὐδὲν ζῷον‘ ἢ ‘οὐδεὶς ἄνθρωπος τὶς λίθοσ‘ ἢ ‘οὐδεὶς ἄνθρωπος οὐ πᾶν ζῷον‘. καὶ φανερὸν ὅτι ἑκατέρα μὲν τῶν συνταττουσῶν τῷ κατηγορουμένῳ τῶν καθόλου τινὰ προσδιορισμῶν ἀληθής, ἐπείπερ τὶ μὲν ζῷόν ἐστιν ἄνθρωπος τὶ δὲ οὐκ ἔστιν, ὥστε διότι μέν ἐστι τὶ ζῷον, οὐ δύναται εἶναι μηδέν, καὶ ἀληθεύει ἡ λέγουσα πρότασις ‘οὐδεὶς ἄνθρωπος οὐδὲν ζῷον‘, διότι δὲ τὶ οὐκ ἔστιν, οὐ δύναται εἶναι ἅπαν, καὶ ἀληθεύει ἡ λέγουσα πρότασις ‘οὐδεὶς ἄνθρωπος πᾶν ζῷον‘. ἀληθὴς δὲ ἐπὶ τῆς ἀδυνάτου ὕλης καὶ ἡ τὸν μερικὸν καταφατικὸν διορισμὸν συντάττουσα τῷ κατηγορουμένῳ, ὡς ἡ λέγουσα ‘οὐδεὶς ἄνθρωπος τὶς λίθοσ‘. μόνη δὲ ἀεὶ ψευδὴς ἡ τὸν ἐπὶ μέρους ἀποφατικὸν προσδιορισμὸν συμπλέκουσα τῷ κατηγορουμένῳ τοῦ ὑποκειμένου τὸν καθόλου ἀποφατικὸν προσδιορισμὸν ἔχοντος, ὡς ἡ ‘οὐδεὶς ἄνθρωπος οὐ πᾶν ζῷον‘ ἢ ‘οὐ πᾶς λίθοσ‘ ἢ ‘οὐ πᾶν λευκόν‘· ἐπεὶ γὰρ ἀεὶ ψευδὴς ἡ ἑκατέρῳ τῶν ὅρων τὸν πᾶς προσδιορισμὸν συμπλέκουσα, δῆλον ὡς ἀεὶ ἀληθὴς ἡ ἀναιροῦσα τὸ τοῦ ψεύδους αἴτιον, τοῦτ’ ἔστι τὸν συνταττόμενον τῷ κατηγορουμένῳ καθόλου καταφατικὸν προσδιορισμόν, οἷον ἡ λέγουσα ‘πᾶς ἄνθρωπος οὐ πᾶν ζῷον‘· ὥστε ἡ ἐναντία πρὸς αὐτὴν ἡ λέγουσα ‘οὐδεὶς ἄνθρωπος οὐ πᾶν ζῷον‘ ἀεὶ ἔσται ψευδής· οὐ γὰρ δυνατὸν τὰς ἐναντίας ἅμα ἀληθεύειν. ἀλλὰ δὴ πάλιν ὁ τίς προσδιορισμὸς συμπλεκέσθω τῷ ὑποκειμένῳ· οὐκοῦν ἐροῦμεν ἢ ‘τὶς ἄνθρωπος πᾶν ζῷον‘ (καὶ αὕτη ψευδὴς ἀεί, δι’ ἣν αἰτίαν καὶ ἡ ὁλικωτέρα ταύτης ἡ ‘πᾶς ἄνθρωπος πᾶν ζῷον‘ ἀεὶ ψεύδεται· ὥστε καὶ αὕτη περιεχομένη ὑπ’ αὐτῆς καὶ πάντως αὐτῇ ἑπομένη ἀεὶ ψεύσεται) ἢ ‘τὶς ἄνθρωπος οὐδεὶς λίθοσ‘ ἢ ‘τὶς ἄνθρωπος τὶ ζῷον‘ ἢ ‘τὶς ἄνθρωπος οὐ πᾶν ζῷον‘· καὶ αὗται πᾶσαι ἀληθεῖς. λοιπὸς οὖν ὁ οὐ πᾶς προσδιορισμὸς συμπλεκέσθω τῷ ὑποκειμένῳ· πάλιν οὖν ἐροῦμεν ἢ ‘οὐ πᾶς ἄνθρωπος πᾶν ζῷον‘ (καὶ αὕτη ἀεὶ ἀληθὴς ὡς ἀντιφάσκουσα πρὸς τὴν ἀεὶ ψευδῆ τὴν ‘πᾶς ἄνθρωπος πᾶν ζῷον‘) ἢ ‘οὐ πᾶς ἄνθρωπος οὐδὲν ζῷον‘ (καὶ πάλιν αὕτη ἀληθὴς ἐπί τε τῆς ἀναγκαίας καὶ τῆς ἐνδεχομένης ὕλης, διότι ψευδὴς ἐπὶ τούτων ἡ ἀντιφάσκουσα πρὸς αὐτὴν ἡ ‘πᾶς ἄνθρωπος οὐδὲν ζῷον‘ ἢ ‘οὐδὲν λευκόν‘) ἢ ‘οὐ πᾶς ἄνθρωπος τὶς λίθος (καὶ φανερὸν ὅτι καὶ αὕτη ἀληθὴς ἐπὶ τῆς ἀδυνάτου ὕλης, διότι ψευδὴς ἐπὶ ταύτης ἡ ἀντιφάσκουσα πρὸς αὐτὴν ἡ ‘πᾶς ἄνθρωπος τὶς λίθοσ‘) ἢ τὸ ὑπόλοιπον ‘οὐ πᾶς ἄνθρωπος οὐ πᾶν ζῷον‘· καὶ ταύτην πάλιν ἀεὶ ψευδῆ εἶναι συμβέβηκεν ὡς ἀναιροῦσαν τὴν ἀεὶ ἀληθῆ τὴν ‘πᾶς ἄνθρωπος οὐ πᾶν ζῷον‘· τοῦ δὲ ἀεὶ ταύτην ἀληθεύειν τὸ αἴτιον ἤδη προείπομεν, ὅτι ἐστὶ τὸ ἀναιρεῖν τὸν κακῶς συνταττόμενον τῷ κατηγορουμένῳ καθόλου καταφατικὸν προσδιορισμὸν ὑπὸ τῆς λεγούσης ‘πᾶς ἄνθρωπος πᾶν ζῷον‘ καὶ μηδὲ ἐπὶ τῆς ἀναγκαίας ὕλης, ἐφ’ ἧς ἐξ ἀνάγκης τὸ κατηγορούμενον ὑπάρχει τῷ ὑποκειμένῳ, συγχωροῦντα αὐτὴν ἀληθεύειν. |
| 104 | Ὥστε ταῖς ἓξ καὶ δέκα προτάσεσιν ἐπεξελθόντες τέτταρας μὲν εὕρομεν ἀεὶ ψευδομένας τέτταρας δὲ ἀεὶ ἀληθεῖς, τὰς δὲ λοιπὰς καὶ ἀληθεύειν καὶ ψεύδεσθαι κατ’ ἄλλην καὶ ἄλλην ὕλην δυναμένας, καὶ ἐν ταῖς ἀεὶ ψευδομέναις δύο μὲν καταφάσεις κοινωνούσας μὲν κατὰ τὸ συμπλέκειν τῷ κατηγορουμένῳ τὸν πᾶς προσδιορισμὸν διαφερούσας δὲ κατὰ τοὺς συντεταγμένους τῷ ὑποκειμένῳ καταφατικοὺς προσδιορισμούς, τήν τε ‘πᾶς ἄνθρωπος πᾶν ζῷον‘ καὶ τὴν ‘τὶς ἄνθρωπος πᾶν ζῷον‘, δύο δὲ ἀποφάσεις κοινωνούσας μὲν κατὰ τὸ συμπλέκειν τῷ κατηγορουμένῳ τὸν οὐ πᾶς προσδιορισμὸν διαφερούσας δὲ κατὰ τοὺς συντεταγμένους τῷ ὑποκειμένῳ ἀποφατικοὺς προσδιορισμούς, τήν τε ‘οὐδεὶς ἄνθρωπος οὐ πᾶν ζῷον‘ καὶ τὴν ‘οὐ πᾶς ἄνθρωπος οὐ πᾶν ζῷον‘, ἐν δὲ ταῖς ἀεὶ ἀληθευούσαις δύο μὲν πάλιν καταφάσεις τὰς ἀντιφασκούσας ταῖς ἀεὶ ψευδομέναις ἀποφάσεσι, τὴν ‘πᾶς ἄνθρωπος οὐ πᾶν ζῷον‘ καὶ τὴν ‘τὶς ἄνθρωπος οὐ πᾶν ζῷον‘ ἢ ‘οὐ πᾶς λίθοσ‘ ἢ ‘οὐ πᾶν λευκόν‘, δύο δὲ ἀποφάσεις τὰς ἀντιφασκούσας ταῖς ἀεὶ ψευδομέναις καταφάσεσι, τὴν ‘οὐδεὶς ἄνθρωπος πᾶν ζῷον‘ καὶ ‘οὐ πᾶς ἄνθρωπος πᾶν ζῷον‘ ἢ ‘πᾶς λίθοσ‘ ἢ ‘πᾶν λευκόν‘. αἱ δὲ ἄλλαι πᾶσαι καὶ ἀληθεύουσαι καὶ ψευδόμεναι κατ’ ἄλλην καὶ ἄλλην ὕλην, ὥσπερ ἐλέγομεν, καταλαμβάνονται· τῶν γοῦν τῷ μὲν ὑποκειμένῳ τὸν ἕτερον τῶν καταφατικῶν προσδιορισμῶν συμπλεκουσῶν τῷ δὲ κατηγορουμένῳ μόνον τὸν ἐπὶ μέρους καταφατικὸν ἡ μὲν ἐπὶ μέρους κατά τε τὴν ἀναγκαίαν καὶ τὴν ἐνδεχομένην ὕλην ἀληθεύουσα καταλαμβάνεται, ἡ δὲ καθόλου κατὰ μόνην τὴν ἀναγκαίαν (ἐπὶ ταύτης γὰρ μόνης δύναται τὸ κατηγορούμενον ἅπασι τοῖς ὑπὸ τὸ ὑποκείμενον ἀτόμοις ὑπάρχειν), κατὰ δὲ τὰς λοιπὰς δῆλον ὅτι ψευδομένη. καὶ ἐπὶ τῶν λοιπῶν ὡσαύτως. Ἀλλ’ ὅπερ ἐξ ἀρχῆς ἐπισκέψασθαι προεθέμεθα, διὰ τίνα αἰτίαν πλειόνων οὐσῶν τῶν ἀεὶ ψευδομένων προτάσεων μόνην ἀπεδοκίμασεν ὁ Ἀριστοτέλης τὴν ἑκατέρῳ τῶν ὅρων τὸν καθόλου καταφατικὸν προσδιορισμὸν συμπλέκουσαν; ἢ ἐπὶ τῶν λοιπῶν τὴν μὲν μερικὴν κατάφασιν, οἷον τὴν λέγουσαν ‘τὶς ἄνθρωπος πᾶν ζῷον‘, ἐναργῶς ἑώρα διὰ τὸ περιέχεσθαι ὑπὸ τῆς καθόλου ἀεὶ ψευδομένην, τὰς δέ γε ἀποφάσεις συντρεχούσας ταῖς καταφάσεσιν, ἅτε ἀναιρούσας τὸν συντεταγμένον τῷ κατηγορουμένῳ μερικὸν ἀποφατικὸν προσδιορισμὸν διὰ τῶν σὺν τῷ ὑποκειμένῳ λεγομένων ἀποφατικῶν καὶ αὐτῶν ὄντων· συμβαίνει γὰρ οὕτως ἑκατέρας τῶν ἀρνήσεων ἀναιρουμένης ὑπὸ τῆς ἑτέρας περιίστασθαι πάλιν τὴν πρότασιν εἰς τὴν ἐξ ἀρχῆς κατάφασιν· τί γὰρ διαφέρει τὸ εἰπεῖν ‘πᾶς ἄνθρωπος πᾶν ζῷόν ἐστι‘ τοῦ εἰπεῖν ‘οὐ πᾶς ἄνθρωπος οὐ πᾶν ζῷόν ἐστι‘; δυνάμει γὰρ δῆλον ὅτι λέγομεν ‘πᾶς ἄνθρωπος οὐχὶ οὐ πᾶν ζῷόν ἐστιν‘ ἤτοι ‘οὐχὶ πᾶς ἄνθρωπος οὐ πᾶν ζῷόν ἐστιν‘ καὶ καθ’ ἑκατέραν εἰσφέρομεν τὴν ἐξ ἀρχῆς τὴν ‘πᾶς ἄνθρωπος πᾶν ζῷόν ἐστιν‘. |
| 105 | ἢ πάλιν τί διαφέρει τὸ εἰπεῖν ‘τὶς ἄνθρωπος πᾶν ζῷόν ἐστι‘ τοῦ εἰπεῖν ‘οὐδεὶς ἄνθρωπος οὐ πᾶν ζῷόν ἐστι‘; δυνάμει γὰρ πάλιν λέγομεν ὅτι ‘ἄνθρωπος οὐχὶ οὐ πᾶν ζῷόν ἐστιν‘ ἤτοι ‘οὐχὶ οὐδεὶς ἄνθρωπος πᾶν ζῷόν ἐστι‘ καὶ εἰσφέρομεν τὴν ‘τὶς ἄνθρωπος πᾶν ζῷόν ἐστι‘. διὸ καὶ θεωρεῖν ἔξεστι τὰς εἰρημένας ἀποφάσεις μαχομένας πρὸς ταύτας τὰς προτάσεις τῶν ἀεὶ ἀληθῶν, πρὸς ἃς ἐμάχοντο καὶ αἱ ἀεὶ ψευδόμεναι καταφάσεις· πρὸς μὲν γὰρ τὴν ‘πᾶς ἄνθρωπος οὐ πᾶν ζῷον‘ ἀεὶ ἀληθῆ κατάφασιν μάχονται ἥ τε ‘πᾶς ἄνθρωπος πᾶν ζῷον‘ ἀεὶ ψευδὴς κατάφασις διὰ τὸν κατηγορούμενον καὶ ἡ ‘οὐ πᾶς ἄνθρωπος οὐ πᾶν ζῷον‘ διὰ τὸν ὑποκείμενον (ὥστε συντρέχουσιν ἀλλήλαις), πρὸς δὲ τὴν λέγουσαν ‘τὶς ἄνθρωπος οὐ πᾶν ζῷον‘ μάχονται ὁμοίως ἥ τε ‘τὶς ἄνθρωπος πᾶν ζῷον‘ διὰ τὸν κατηγορούμενον καὶ ἡ ‘οὐδεὶς ἄνθρωπος οὐ πᾶν ζῷον‘ διὰ τὸν ὑποκείμενον, ὥστε καὶ αὗται συντρέχουσιν. εἰ τοίνυν αἱ εἰρημέναι ἀποφάσεις τὴν αὐτὴν ἔχουσι δύναμιν ταῖς καταφάσεσιν ὁ τὴν ἀεὶ ψευδομένην καθόλου κατάφασιν καὶ σὺν αὐτῇ τὴν ἀεὶ ἑπομένην αὐτῇ μερικὴν κατάφασιν ἀποκρίνας τοῦ καταλόγου τῶν προτάσεων διὰ τούτων ἂν εἴη καὶ τὰς λοιπάς, τοῦτ’ ἔστι τὰς δύο ἀποφάσεις τὰς διὰ τὸ συνᾴδειν ταῖς εἰρημέναις καταφάσεσιν ἀεὶ καὶ αὐτὰς ψευδομένας, ἀποδοκιμάσας· χρὴ γὰρ ἐφιστάνειν ὅτι ταῖς τε ἀεὶ ψευδομέναις τὴν αἰτίαν τοῦ ἀεὶ ψεύδεσθαι μόνη παρέσχεν ἡ συμπλοκὴ τοῦ πᾶς πρὸς τὸ κατηγορούμενον (ἐν πάσαις γοῦν αὐταῖς ἐνυπάρχει ἢ κατ’ ἐνέργειαν ἢ κατὰ δύναμιν) καὶ ταῖς ἀεὶ ἀληθευούσαις ἡ τούτου ἀναίρεσις· καὶ γὰρ αὗται πᾶσαι τὸ οὐ πᾶς ἔχουσι συντεταγμένον τῷ κατηγορουμένῳ ἢ κατ’ ἐνέργειαν πάλιν, ὡς αἱ ἐν αὐταῖς καταφάσεις, ἢ κατὰ δύναμιν, ὡς αἱ ἀποφάσεις· τὸ γὰρ ‘οὐδεὶς ἄνθρωπος πᾶν ζῷον‘ διὰ τοῦτο ἀληθές, διότι πᾶς οὐ πᾶν ἐστι ζῷον, καὶ τὸ ‘οὐ πᾶς ἄνθρωπος πᾶν ζῷον‘ ὡσαύτως, διότι καὶ ὁ κατὰ μέρος οὐ πᾶν ζῷον. |
| 106 | ὥστε εἰκότως μόνου τοῦ πᾶς τὴν πρὸς τὸ κατηγορούμενον συμπλοκὴν ἀδοκίμους ὁ φιλόσοφος ἀποφαίνεται ποιεῖν τὰς προτάσεις Δῆλον δὲ ὅτι κἂν ἄνευ προσδιορισμοῦ λαμβάνωμεν τὸ ὑποκείμενον ἢ τὸ ἄρθρον αὐτῷ συντάττοντες ἢ μηδὲ τὸ ἄρθρον, τὸ αὐτὸ ἔσται τῶν οὕτω γινομένων προτάσεων ἁμάρτημα ταῖς μετὰ τῶν εἰρημένων προσδιορισμῶν λεγομέναις· παραπλησίαν γὰρ ἕξει τὴν δύναμιν ἡ μὲν ‘ὁ ἄνθρωπος πᾶν ζῷον‘ λέγουσα τῇ ‘πᾶς ἄνθρωπος πᾶν ζῷον‘, ἡ δὲ ‘ἄνθρωπος πᾶν ζῷον‘ τῇ ‘τὶς ἄνθρωπος πᾶν ζῷον‘. διὰ τὰ αὐτὰ δὲ κἂν τὸν καθ’ ἕκαστα λαμβάνωμεν ὑποκείμενον, παραιτησόμεθα τῷ κατ’ αὐτοῦ κατηγορουμένῳ τὸν πᾶς προσδιορισμὸν συμπλέκειν· οὐ γὰρ οἷόν τε σωφρονοῦντα λέγειν, ὡς ἀληθῶς λέγοντα, ὅτι Σωκράτης πᾶς ἄνθρωπός ἐστιν. οὐ μὴν ἀλλ’ οὐδὲ ἵνα ἢ ἀεὶ ἢ ποτὲ ἀληθεύουσαι γένωνται προτάσεις, ἀξιοῖ ὁ Ἀριστοτέλης προστιθέναι τινὰ τῷ κατηγορουμένῳ προσδιορισμόν· ὅλως μὲν γὰρ τὰς ἀεὶ ἀληθεῖς οὐχ ἧττον τῶν ἀεὶ ψευδῶν παραιτητέον τοῖς προθεμένοις ἐπισκοπεῖν τὰς ἄνευ περιττῆς ποικιλίας προφερομένας ἀποφάνσεις, ὡς οὔτε διάφορόν τι κατὰ τὴν ἀναγκαίαν ἢ τὴν ἀδύνατον ὕλην σημαινούσας οὔτε πρὸς διάκρισιν ἡμῖν τῆς τε ἀληθείας καὶ τοῦ ψεύδους συμβαλλομένας. οὐ μέντοι οὐδὲ τὰς παρὰ μέρος ἑκάτερον δέχεσθαι τούτων δυναμένας ἔχειν τινὰ δεῖ πρὸς τῷ κατηγορουμένῳ διορισμόν· τὴν αὐτὴν γὰρ αὐταῖς δύναμιν ἐχούσης τῆς ἄνευ προσδιορισμοῦ τὴν κατηγορίαν ποιουμένης προτάσεως, διὰ τί μὴ τὰς ἁπλουστέρας ἀντὶ τῶν παρέλκοντά τινα προσλαμβανουσῶν ἐπιλεξώμεθα, οἷον ἀντὶ τῆς ‘πᾶς ἄνθρωπος τὶ ζῷον‘ ἢ ‘πᾶς ἄνθρωπος οὐ πᾶν ζῷον‘ τὴν ‘πᾶς ἄνθρωπος ζῷον‘ καὶ ἀντὶ τῆς ‘πᾶς ἄνθρωπος οὐδεὶς λίθοσ‘ τὴν ‘πᾶς ἄνθρωπος λίθος οὐκ ἔστιν‘ ἢ τὴν ταύτης ἁπλούστερόν τε καὶ αὐτοφυέστερον ἀποφαινομένην τὴν ‘οὐδεὶς ἄνθρωπος λίθος ἐστίν‘; ἐπεὶ καὶ ὅταν εὑρίσκωμεν τῶν παλαιῶν τινας δοκοῦντας τὸν ἐπὶ μέρους καταφατικὸν προσδιορισμὸν τῷ κατηγορουμένῳ συμπλέκειν, ὡς ὅταν αὐτὸς μὲν ὁ Ἀριστοτέλης τὴν ψυχὴν ἐντελέχειάν τινα ὀνομάζῃ, Πλάτων δὲ τὴν ῥητορικὴν ἐμπειρίαν τινά, τὸ τίς ἐπὶ τούτων παρειλῆφθαι ῥητέον ἐνδείξεως χάριν τοῦ μὴ ἀντιστρέφειν τὸ κατηγορούμενον τῷ ὑποκειμένῳ ἀλλ’ εἶναι αὐτοῦ γένος καὶ δεῖσθαι προσθήκης διαφορῶν τινων, ἵνα ποιήσῃ τὸν ὁρισμὸν τοῦ ὑποκειμένου. |
| 107 | Ἀλλὰ πῶς, φασίν, οὐκ ἐπ’ αὐτῶν τῶν πραγμάτων ὁ τοῦ Ἀριστοτέλους ἐλέγχεται λόγος, εἴπερ λέγοντες ‘πᾶς ἄνθρωπος πάσης ἐπιστήμης ἐστὶ δεκτικόσ‘ καὶ τῷ καθόλου κατηγορουμένῳ τὸν καθόλου προσδιορισμὸν συντάττοντες ἀληθεύομεν; πρὸς ὃ ῥητέον ὅτι τὸ πάσης οὐ τῷ κατηγορουμένῳ κατὰ ἀλήθειαν συμπλέκομεν· κατηγορεῖται μὲν γὰρ τὸ περὶ τοῦ ὑποκειμένου λεγόμενον, λέγεται δὲ περὶ τοῦ ἀνθρώπου οὐχ ὅτι ἐστὶν ἐπιστήμη, ἀλλ’ ὅτι δεκτικός ἐστιν ἐπιστήμης. εἰ μὲν οὖν τῷ δεκτικῷ συνταττομένου τοῦ πᾶς δύναται τότε ἀληθεύειν ἡ πρότασις, οἷον λεγόντων ἡμῶν ‘πᾶς ἄνθρωπος πᾶν δεκτικὸν ἐπιστήμης ἐστίν‘, ἐλέγχοιτο ἂν τοῦ Ἀριστοτέλους ὁ λόγος· νῦν δὲ ἀδύνατον αὐτὴν ἀληθεύειν· ὁ γὰρ τοῦτο λέγων οὐδὲν ἄλλο φησὶν ἢ ὅτι τῶν ἀνθρώπων ἕκαστος πᾶς ἄνθρωπός ἐστιν, οἷον ὁ Σωκράτης οὐ μόνον ἐστὶ Σωκράτης ἀλλὰ καὶ Πλάτων καὶ Ἀλκιβιάδης καὶ τῶν ἄλλων ἕκαστος· εἰ γάρ ἐστι πᾶς ἄνθρωπος πᾶν δεκτικὸν ἐπιστήμης, εἷς δὲ τῶν πάντων καὶ Σωκράτης, καὶ οὗτος ἄρα πᾶν δεκτικὸν ἐπιστήμης ἐστίν, ὥστε καὶ Πλάτων ἔσται καὶ Ἀλκιβιάδης ὁ Σωκράτης, ἐπειδὴ καὶ οὗτοι δεκτικοί εἰσιν ἐπιστήμης· εἰ γὰρ μὴ εἴη ὁ Σωκράτης καὶ Πλάτων ἅμα καὶ Ἀλκιβιάδης, οὐκέτι ἔσται πᾶν δεκτικὸν ἐπιστήμης. τὸ οὖν πάσης οὐκ ἔστιν ἐνταῦθα τοῦ κατηγορουμένου προσδιορισμός, ἀλλὰ μέρος· αὐτὸ γὰρ τοῦτο λέγεται περὶ τοῦ ἀνθρώπου, ὅτι δεκτικός ἐστι πάσης ἐπιστήμης. ὅτι δὲ οὐκ ἔστι τὸ πάσης προσδιορισμὸς τοῦ κατηγορουμένου, δῆλον ἐκ τοῦ συμπλέκοντας ἡμᾶς ταύτῃ τῇ προτάσει ἑτέραν μείζονα πρότασιν καὶ τὸ ἐν ταύτῃ κατηγορούμενον, αὐτὸ λέγω τὸ δεκτικὸν πάσης ἐπιστήμης, ὑποκείμενον ἑτέρῳ τινὶ καθόλου κατ’ αὐτοῦ κατηγορουμένῳ ποιοῦντας, ἵνα συμπέρασμά τι ἐξ αὐτῶν συναγάγωμεν, προστιθέναι αὐτῷ τότε τὸν καθόλου προσδιορισμὸν ἅτε μὴ ἔχοντι, οἷον εἰ λέγοιμεν ‘πᾶς ἄνθρωπος πάσης ἐπιστήμης ἐστὶ δεκτικός, πᾶν τὸ πάσης ἐπιστήμης δεκτικὸν λογικόν, πᾶς ἄρα ἄνθρωπος λογικόσ‘, καίτοι εἰ τὸ πάσης προσδιορισμὸς ἦν, τί ἡμῖν ἔδει καὶ ἑτέρου προσδιορισμοῦ; πῶς δὲ οἷόν τε ἦν δύο προσδιορισμοὺς ἐφεξῆς ἀλλήλοις λέγεσθαι; ἀλλὰ δῆλον ὅτι οὔτε τὸ πάσης προσδιορισμὸν εἶναι τοῦ κατηγορουμένου δυνατὸν οὔτε τὸ κατηγορούμενον ἡ ἐπιστήμη ἐστὶν ἀλλὰ τὸ δεκτικόν, ᾧ ἐν τῇ δευτέρᾳ προτάσει ὑποκειμένῳ γινομένῳ κατὰ τὸν νόμον τῶν ἐν τῷ πρώτῳ χρήματι συμπλεκομένων προτάσεων ποτὲ μὲν τὸ ἄρθρον ποτὲ δὲ τὸν καθόλου προσδιορισμὸν προστίθεμεν. |
| 108 | Ὅτι μὲν οὖν οὐ χρὴ τῷ κατηγορουμένῳ προστιθέναι τὸν καθόλου προσδιορισμὸν τὸν καταφατικόν, εἴτε κοινότερον εἴη τοῦ ὑποκειμένου τὸ κατηγορούμενον ὡς ἐπὶ τῆς ‘πᾶς ἄνθρωπος πᾶν ζῷον‘, εἴτε καὶ ἐξισάζον πρὸς αὐτὸ ὡς ἐπὶ τῆς ‘πᾶς ἄνθρωπος πᾶν γελαστικόν‘, φανερὸν ἐκ τῶν εἰρημένων· καὶ γὰρ καὶ ἐπὶ τῶν ἐξισαζόντων ὅρων παραπλήσιον τὸ ἄτοπον, διότι ὁ πάντα ἄνθρωπον ἅπαν γελαστικὸν εἶναι ἀποφηνάμενος ἕκαστον τῶν κατὰ μέρος ἀνθρώπων ἅπασιν εἶναι τὸν αὐτὸν ἀποφαίνεται, οἷον τὸν Σωκράτην, διότι ἐστὶν ἄνθρωπος, ἅπαν εἶναι γελαστικόν, τοῦτο δέ ἐστι τὸν Σωκράτην πάντα ἄνθρωπον εἶναι. τοῦτο μὲν οὖν καὶ διὰ τῶν πρότερον εἰρημένων δῆλον, ἐν οἷς ἐδείκνυμεν ὡς οὐ δυνατὸν λέγειν ὅτι πᾶς ἄνθρωπος πᾶν δεκτικὸν ἐπιστήμης ἐστί· καὶ γὰρ τὸ δεκτικὸν ἐπιστήμης ἐξισάζει πρὸς τὸν ἄνθρωπον. ἀλλὰ τί τὸ αἴτιον τοῦ μὴ πεφυκέναι τὸ κατηγορούμενον ἀνέχεσθαι τῆς προσθήκης τοῦ πᾶς προσδιορισμοῦ, καίτοι τῷ οὐδεὶς συμφύεσθαι δοκοῦν; ἢ ὅτι τὸ καταφατικῶς κατηγορούμενον εἰ καθόλου κατηγοροῖτο τοῦ ὑποκειμένου, ἀεὶ περιλαμβάνειν ἐθέλει τὸ ὑποκείμενον, ἢ ὡς ἐξισάζον καὶ οἷον ἐφαρμόζον αὐτῷ ἢ καὶ ὡς ὑπερτεῖνον, καὶ ἔτι τὸ πλῆθος ἅπαν τῶν ὑπὸ τὸ ὑποκείμενον ἀτόμων τῇ ἑαυτοῦ μεθέξει συνδεῖν αὐτὸ πρὸς ἑαυτὸ καὶ ἑνοῦν πέφυκεν· ὅπερ γὰρ ἔλεγεν ἐν τοῖς προλαβοῦσιν ὁ Ἀριστοτέλης, τὸ πᾶς οὐ τὸ καθόλου σημαίνει, ἀλλ’ ὅτι καθόλου. εἰ τοίνυν τὸ μὲν καταφατικῶς κατηγορούμενον συνάγειν ἐπείγεται καὶ τὰ φύσει διῃρημένα, ὡς ἂν αὐτῶν πολλῶν πρότερον κατὰ τὴν ἁπλότητα τὴν αὐτοῦ θεωρουμένων, τὸ δὲ πᾶς οὐχ ἑνός τινος ἀλλὰ πλήθους ἐστὶν ἐμφαντικόν, φανερὸν ὡς συμπλέκεσθαι αὐτὰ πρὸς ἄλληλα τῶν ἀδυνάτων. ὅταν δὲ παντελῶς ᾖ κεχωρισμένον τὸ ἀποφατικῶς κατηγορούμενον τοῦ ὑποκειμένου, τότε καὶ ἕκαστον τῶν ὑπὸ τὸ κατηγορούμενον ἀποφάσκειν δυνάμεθα τοῦ ὑποκειμένου, οἷον λέγοντες ‘πᾶς ἄνθρωπος οὐδεὶς λίθος ἐστί‘, πλὴν ἐστοιβασμένην ποιήσομεν τὴν πρότασιν, ἐξὸν ἁπλούστερον λέγειν τὸ ‘πᾶς ἄνθρωπος λίθος οὐκ ἔστι‘ καὶ τούτου ἔτι ἁπλούστερον τὸ ‘οὐδεὶς ἄνθρωπος λίθος ἐστίν‘, ἵνα μὴ ἐπὶ ἀναιρέσεως τὸν καταφατικὸν προσδιορισμὸν παραλαμβάνωμεν. Ἀντικεῖσθαι μὲν οὖν κατάφασιν ἀποφάσει λέγω ἀντιφατικῶς τὴν τὸ καθόλου σημαίνουσαν τῷ αὐτῷ ὅτι οὐ καθόλο υ , οἷον πᾶς ἄνθρωπος λευκός—οὐ πᾶς ἄνθρωπος λευκό ς , οὐδεὶς ἄνθρωπος λευκός—ἔστι τις ἄνθρωπος λευκό ς · ἐναντίως δὲ τὴν τοῦ καθόλου κατάφασιν καὶ τὴν τοῦ καθόλου ἀπόφασι ν , οἷον πᾶς ἄνθρωπος δίκαιος—οὐδεὶς ἄνθρωπος δίκαιο ς . |
| 109 (1n) | διὸ ταύτας μὲν οὐχ οἷόν τε ἅμα ἀληθεῖς εἶνα ι , τὰς δὲ ἀντικειμένας αὐταῖς ἐνδέχεταί ποτε ἐπὶ τοῦ αὐτοῦ ἀληθεύει ν , οἷον οὐ πᾶς ἄνθρωπος λευκός καὶ ἔστι τις ἄνθρωπος λευκό ς . Τὰς ἀντιθέσεις ἁπάσας τῶν προσδιωρισμένων προτάσεων ἐν τούτοις παραδίδωσιν ἡμῖν ὁ Ἀριστοτέλης, τάς τε τῶν διαγώνιον θέσιν ἐχουσῶν ἐν τῷ ἐκτεθέντι πρότερον διαγράμματι καὶ τὴν τῶν καθόλου ὡς καθόλου καὶ ἔτι τὴν τῶν καθόλου ὡς μερικῶν λεγομένων. καὶ τὰς μὲν διαγωνίους φησὶν ἀντιφατικῶς ἀντικεῖσθαι πρὸς ἀλλήλας, τοῦτ’ ἔστιν ἀεὶ διαιρεῖν τὸ ἀληθὲς καὶ τὸ ψεῦδος, τήν τε καθόλου κατάφασιν μετὰ τῆς μερικῆς ἀποφάσεως καὶ τὴν καθόλου ἀπόφασιν μετὰ τῆς μερικῆς καταφάσεως, αὐτὰς δὲ τὰς καθόλου ὡς καθόλου προτάσεις μηκέτι ἀντιφατικῶς ἀλλ’ ἐναντίως ἀντικεῖσθαι πρὸς ἀλλήλας διὰ τὸ συμψεύδεσθαι ἀλλήλαις ἐπὶ τῆς ἐνδεχομένης ὕλης, ἐφ’ ἧς τὰς μερικὰς καὶ ὑπεναντίας λεγομένας συναληθεύειν ἀλλήλαις ἀνάγκη διὰ τὸ ἑκατέραν αὐτῶν ἀληθῆ εἶναι, ὅταν ἡ ἀντιφατικῶς αὐτῇ μαχομένη καθόλου πρότασις ψεύδηται, ὥστε κατὰ μηδένα τρόπον μάχεσθαι ταύτας ἀλλήλαις. δῆλα δὲ ταῦτα διά τε τῶν ὑπὸ τοῦ φιλοσόφου παρατεθέντων παραδειγμάτων καὶ ἐξ ὧν ἡμεῖς πρότερον περὶ αὐτῶν διεληλύθαμεν. εἰδέναι μέντοι χρὴ ὅτι γράφεται ἀντὶ τοῦ ἀντιφατικῶς καὶ ἀποφαντικῶ ς , σημαίνοντος, ὥς φησιν ὁ φιλόσοφος Πορφύριος, τοῦ Ἀριστοτέλους διὰ τούτου ποίας καταφάσεως πρὸς ποίαν ἀπόφασιν ἀξιοῖ τὴν ἀντίθεσιν λαμβάνειν, ὅτι τῆς ὡς ἀποφάνσεως, ἐπείπερ, ὥς φησιν, εἰώθασι καὶ τὰ ὡρισμένα ῥήματα καλεῖν καταφάσεις τὰ δὲ ἀόριστα ἀποφάσεις, καὶ ὑπώπτευσεν ἄν τις, εἰ μὴ προσέθηκε τὸ ἀποφαντικῶς, περὶ τῆς ἀντιθέσεως τῶν τοιούτων φωνῶν γίνεσθαι τὸν λόγον. δῆλον δὲ ὅτι τὰ ἐπαγόμενα συνᾴδουσι μᾶλλον τῇ προτέρᾳ γραφῆ· ἀποφαντικῶς γὰρ λέγοιντο ἂν ἀντικεῖσθαι κατὰ τοῦτο καὶ αἱ ἐναντίαι, ἃς ὡς καθ’ ἕτερον τρόπον τῶν πρὸ αὐτῶν ἀντικειμένας παρέθετο εὐθὺς ὁ Ἀριστοτέλης. |
| 110 | Ὅσαι μὲν οὖν ἀντιφάσεις τῶν καθόλου εἰσὶ καθόλο υ , ἀνάγκη τὴν ἑτέραν ἀληθῆ εἶναι ἢ ψευδ ῆ , καὶ ὅσαι ἐπὶ τῶν κα θ ’ ἕκαστ α , οἷον ἔστι Σωκράτης λευκός—οὐκ ἔστι Σωκράτης λευκό ς · ὅσαι δὲ ἐπὶ τῶν καθόλου μὲν μὴ καθόλου δ έ , οὐκ ἀεὶ ἡ μὲν ἀληθὴς ἡ δὲ ψευδή ς · ἅμα γὰρ ἀληθές ἐστιν εἰπεῖν ὅτι ἔστιν ἄνθρωπος λευκὸς καὶ ὅτι οὐκ ἔστιν ἄνθρωπος λευκὸς καὶ ὅτι ἔστιν ἄνθρωπος καλὸς καὶ οὐκ ἔστιν ἄνθρωπος καλό ς · εἰ γὰρ αἰσχρό ς , καὶ οὐ καλό ς , καὶ εἰ γίνεταί τ ι , καὶ οὐκ ἔστ ι . δόξειε δ ’ ἂν ἐξαίφνης ἄτοπον εἶναι διὰ τὸ φαίνεσθαι σημαίνειν τὸ οὐκ ἔστιν ἄνθρωπος λευκός ἅμα καὶ ὅτι οὐδείς ἐστιν ἄνθρωπος λευκό ς · τὸ δὲ οὔτε ταὐτὸν σημαίνει οὔ θ ’ ἅμα ἐξ ἀνάγκη ς . Τῶν ἐκ τῆς διαιρέσεως τοῦ ὑποκειμένου γινομένων ὀκτὼ προτάσεων τίνες μέν εἰσιν αἱ ἀντιφατικῶς ἀντικείμεναι πρὸς ἀλλήλας τίνες δὲ αἱ δοκοῦσαι μὲν ἀντιφάσκειν, οὐ μέντοι ἀντιφάσκουσαι, παραδίδωσιν ἡμῖν ὁ φιλόσοφος διὰ τούτων, τὰς μὲν διαγωνίους, ἃς καθόλου ὡς καθόλου προσαγορεύει διὰ τὸ ἔχειν τὴν ἑτέραν τῶν προτάσεων καθόλου ὡς καθόλου, μάχεσθαι πρὸς ἀλλήλας ἀντιφατικῶς ἀποφαινόμενος, τὴν πᾶς κατάφασιν τῇ οὐ πᾶς ἀποφάσει καὶ τὴν οὐδείς ἀπόφασιν τῇ τίς καταφάσει, καὶ ἔτι τὰς καθ’ ἕκαστα, τὴν ‘Σωκράτης λευκός ἐστι‘ τῇ ‘Σωκράτης λευκὸς οὐκ ἔστι‘· τὰς δέ γε ἀπροσδιορίστους, ἃς καὶ ἐν τούτοις καθόλου μὴ καθόλου προσηγόρευσεν, οὐ φάσκων ἀντιφάσκειν ἀλλήλαις· οὐδὲ γὰρ ἀεὶ διαιρεῖν τὸ ἀληθὲς καὶ τὸ ψεῦδος, ἀλλὰ ταῖς μερικαῖς τὴν αὐτὴν ἐχούσας δύναμιν συναληθεύειν ἐπὶ τῆς ἐνδεχομένης ὕλης, ἐφ’ ἧς καὶ ἐκεῖναι συναληθεύουσαι κατελαμβάνοντο· ἀληθεύειν γὰρ ἅμα τήν τε ‘ἔστιν ἄνθρωπος λευκόσ‘ ἀπροσδιόριστον κατάφασιν ἐπί τινος φέρε τῶν Σκυθῶν λαμβανομένην καὶ τὴν ‘οὐκ ἔστιν ἄνθρωπος λευκόσ‘ ἀπροσδιόριστον ἀπόφασιν ἐπί τινος τῶν Αἰθιόπων, καὶ τὴν ‘ἔστιν ἄνθρωπος καλόσ‘ ἐπὶ τοῦ Ἀχιλλέως ἢ Νιρέως καὶ τὴν ‘οὐκ ἔστιν ἄνθρωπος καλόσ‘ ἐπὶ τοῦ Θερσίτου. ταῦτα τοίνυν οὕτως τοῦ Ἀριστοτέλους ἀποφαινομένου καὶ ἀντιφθεγγομένων πρὸς αὐτὸν κλεινῶν τε καὶ ἐμοὶ σεβασμίων ἀνδρῶν, προσῆκον ἂν εἴη φιλτέραν ἅμα καὶ αἰδοιοτέραν ἁπάντων τὴν ἀλήθειαν ἡμᾶς ἡγησαμένους, ὅπερ καὶ αὐτοὶ ἐπιτηδεύειν ἡμῖν παρακελεύονται, μὴ ἀβασανίστως τὸ θεώρημα παρελθεῖν, ἀλλ’ ἐπισκέψασθαι τήν τε τοῦ Ἀριστοτέλους διάνοιαν, καθ’ ἣν ἀξιοῖ συναληθεύειν ἀλλήλαις τὰς ἀπροσδιορίστους προτάσεις, καὶ τὰ παρὰ τῶν ἀντιδιαταττομένων αὐτῷ περὶ τούτων λεγόμενα, καὶ ἔτι πρὸς τούτοις αὐτὴν τῶν πραγμάτων τὴν φύσιν καὶ τὴν τῶν προτάσεων τούτων αὐτῶν καθ’ αὑτὰς δύναμιν, ὅπως ἂν τῶν τε ἐναντίων λόγων διακηκοότες καὶ τὰ πράγματα, περὶ ὧν ὁ λόγος, καθ’ ἑαυτὰ θεωρήσαντες ἀκριβέστερον ἐπικρῖναι τὴν περὶ αὐτῶν ἀλήθειαν δυνηθῶμεν. |
| 111 | Ὁ μὲν οὖν Ἀριστοτέλης, ὅπερ καὶ πρότερον ἐλέγομεν, ἀξιοῖ τὰς ἀπροσδιορίστους ταῖς μερικαῖς τὸ αὐτὸ φθέγγεσθαι, τὴν μὲν κατάφασιν τῇ καταφάσει τὴν δὲ ἀπόφασιν τῇ ἀποφάσει· ταὐτὸν γὰρ σημαίνειν τὸν λέγοντα ‘ἔστιν ἄνθρωπος λευκόσ‘ τῷ λέγοντι ‘τὶς ἄνθρωπος λευκός ἐστι‘ καὶ τὸν λέγοντα ‘οὐκ ἔστιν ἄνθρωπος λευκόσ‘ τῷ λέγοντι ‘τὶς ἄνθρωπος λευκὸς οὐκ ἔστιν‘ ἢ ‘οὐ πᾶς ἄνθρωπος λευκός ἐστι‘· διὸ ἐφ’ ἧς ὕλης αἱ μερικαὶ συναληθεύουσι (συναληθεύουσι δὲ ἐπὶ τῆς ἐνδεχομένης), ἐπὶ ταύτης καὶ τὰς ἀπροσδιορίστους συντρέχειν ἀλλήλαις. εἰ δέ γε ὄντως ταύτην ἔχουσι τὴν δύναμιν αἱ προκείμεναι προτάσεις, ἐπισκεψώμεθα τὴν ἀρχὴν τῆς ἐπικρίσεως ἀπό τινος κοινῆς περὶ αὐτῶν ἐννοίας ποιούμενοι τῆσδε· τὰς ἀπροσδιορίστους ἅπαντες ὁμολογοῦμεν ὕλης ἔχειν λόγον πρὸς τὰς προσδιωρισμένας προτάσεις, ἐπείπερ προσλαμβάνουσαι τοὺς προσδιορισμοὺς εἴδεσιν ἀναλογοῦντας ἀποτελοῦσι τὰς προσδιωρισμένας οἷον συναμφότερόν τι. ἐπεὶ οὖν ἡ ὕλη ἅτε ἀνείδεος οὖσα πάντων μὲν ὑφεῖται τῶν εἰδοπεποιημένων, πλησιάζει δὲ μᾶλλον τοῖς χείροσιν αὐτῶν καὶ τοῖς μήπω διηρθρωμένον ἔχουσι τὸ εἶδος ἅτε ἀμυδροτέραν ἔχουσι δύναμιν καὶ οὐ πολὺ αὐτῆς κατ’ οὐσίαν ὑπερέχουσι, δῆλον ὅτι καὶ τὰς ἀπροσδιορίστους προτάσεις ταῖς χείροσι τῶν προσδιωρισμένων ἰσοδυναμεῖν ἀναγκαῖον. οὐκοῦν ἐπισκεψώμεθα τῶν προσδιωρισμένων προτάσεων τίνας εἶναι χείρονας ῥητέον, καὶ ταύταις ἐροῦμεν τὰς ἀπροσδιορίστους τὸ αὐτὸ φθέγγεσθαι. τῶν μὲν οὖν καταφάσεων τῶν προσδιωρισμένων ἀναμφισβητήτως ἡ μερικὴ τῆς καθόλου χείρων, διόπερ ἀνάγκη τὴν ἀπροσδιόριστον κατάφασιν ἰσοδυναμεῖν τῇ μερικῇ καταφάσει. περὶ δὲ τῶν ἀποφάσεων ἀμφισβητοῦσιν οἱ ἐξηγηταὶ πρὸς ἀλλήλους, καὶ οἱ μὲν ἑπόμενοι τῷ Ἀριστοτέλει τὴν μερικὴν χείρονα εἶναί φασι τῆς καθόλου (σεμνότερον γὰρ ἐν τῇ κατὰ τὸ ποσὸν τῶν προτάσεων ἀντιθέσει τὸ καθόλου τοῦ κατὰ μέρος, ὥσπερ ἐν τῇ κατὰ τὸ ποιὸν τὸ καταφατικὸν τοῦ ἀποφατικοῦ), οἱ δὲ τὴν καθόλου χείρονα εἶναι τῆς μερικῆς ἀποφαίνονται, διότι οὐ μόνον τὸ ποσὸν ἐν ταῖς προτάσεσι ταύταις λαμβάνομεν, ἀλλὰ μετὰ τῆς πρὸς τὴν ἀποφατικὴν ποιότητα συμπλοκῆς· ἔργον δὲ ταύτης τὴν τῶν πραγμάτων ὕπαρξιν ἀναιρεῖν. |
| 112 | τῆς οὖν μερικῆς ἀποφάσεως τὴν καθόλου μόνον κατάφασιν ἀναιρεῖν ἐπιχειρούσης καὶ δυναμένης ποτὲ συμφθέγγεσθαι τῇ μερικῇ καταφάσει, καθάπερ ἐπὶ τῶν ἐνδεχομένων (τὸ γὰρ ‘οὐ πᾶς ἄνθρωπος λευκόσ‘ συναληθεύει τῷ ‘τὶς ἄνθρωπος λευκός ἐστιν‘), εἰ κατὰ μὲν τὴν καθόλου ἀπόφασιν οὐδεμίαν ἔμφασιν ὑπάρξεως καταλείπεσθαι δυνατόν, κατὰ δὲ τὴν μερικὴν οὐκ ἀνεννόητοι μένομεν ἐπὶ μέρους ὑπάρξεώς τινος, δῆλόν φασιν ὡς ἀνάγκη χείρονα εἶναι τὴν καθόλου ἀπόφασιν τῆς μερικῆς ἀποφάσεως. ὅτι δὲ ταῦτα οὕτως ἔχει καὶ τῇ καθόλου ἀποφάσει τὴν αὐτὴν ἔχει δύναμιν ἡ ἀπροσδιόριστος ἀπόφασις, εἴπερ ὡς τελεία λαμβάνοιτο πρότασις, δηλοῖ, φασίν, οὐ μόνον ἡ ἄλλη πᾶσα τῶν Ἑλλήνων χρῆσις ἀλλὰ καὶ αὐτὸς ὁ Ἀριστοτέλης πολλαχοῦ τῶν ἑαυτοῦ συγγραμμάτων ἀντὶ τῆς καθόλου ἀποφάσεως τῇ ἀπροσδιορίστῳ χρώμενος, ὥσπερ ὅταν ἀποφήνασθαι βουλόμενος ὡς οὐκ ἐνδέχεται κίνησιν αὐτὴν καθ’ αὑτὴν εἶναι δίχα τῶν κινουμένων πραγμάτων λέγῃ “οὐκ ἔστι δὲ κίνησις παρὰ τὰ πράγματα”, δίχα μὲν προσδιορισμοῦ τὴν ἀπόφασιν ποιούμενος ταὐτὸν δὲ λέγων τῷ ‘οὐδεμία κίνησίς ἐστι παρὰ τὰ πράγματα‘, ἀλλ’ οὐχὶ τῷ ‘οὐ πᾶσα‘. καὶ ἀντὶ τοῦ εἰπεῖν ‘οὐδεμία αἴσθησίς ἐστι παρὰ τὰς πέντε αἰσθήσεισ‘ λέγει ὅτι “οὐκ ἔστιν αἴσθησις ἑτέρα παρὰ τὰς πέντε”· οὐκοῦν καὶ ὅταν λέγωμεν ‘οὐκ ἔστιν ἄνθρωπος δίκαιοσ‘, ταὐτὸν λέγομεν τῷ ‘οὐδεὶς ἄνθρωπος δίκαιοσ‘. εἰ δέ τις ἀξιοίη τὸν Ἄνυτον προσυπακούειν, ‘οὐκ ἔστιν ἄνθρωπος δίκαιος (ὁ Ἄνυτοσ)‘ ἢ ‘οὐκ ἔστιν ἄνθρωπος λευκὸς (ὁ Αἰθίοψ)‘, καὶ ταύτῃ νομίζοι τὸ αὐτὸ φθέγγεσθαι τὴν ἀπροσδιόριστον ἀπόφασιν τὴν ‘οὐκ ἔστιν ἄνθρωπος δίκαιοσ‘ τῇ ‘οὐ πᾶς ἄνθρωπος δίκαιοσ‘ καὶ τὴν ‘οὐκ ἔστιν ἄνθρωπος λευκόσ‘ τῇ ‘οὐ πᾶς ἄνθρωπος λευκόσ‘, πρῶτον μὲν οὐκέτι συγχωρεῖ, φασί, τελείαν εἶναι τὴν πρότασιν, ἔπειτα οὐδὲ φυλάξει τὰ εἰρημένα παρὰ τοῦ Ἀριστοτέλους περὶ τῆς ἀντιθέσεως τῶν ἀποφάσεων πρὸς τὰς καταφάσεις· ἐλέγετο γὰρ ὡς ἀντίκεινται πρὸς ἀλλήλας αἱ τὸν αὐτὸν ὑποκείμενον καὶ τὸν αὐτὸν κατηγορούμενον παραλαμβάνουσαι, δι’ ὧν ἔφασκε “λέγω δὲ ἀντικεῖσθαι τὴν τοῦ αὐτοῦ κατὰ τοῦ αὐτοῦ, μὴ ὁμωνύμως δέ, καὶ ὅσα ἄλλα τῶν τοιούτων προσδιοριζόμεθα πρὸς τὰς σοφιστικὰς ἐνοχλήσεις”. εἰ δὲ τῆς καταφάσεως εἰπούσης ‘ἄνθρωπος δίκαιός ἐστι‘ καὶ ἀληθευούσης διὰ τὸν Σωκράτην τὴν ἀπόφασιν αὐτῆς τὴν ‘ἄνθρωπος δίκαιος οὐκ ἔστιν‘ ἀληθεύειν λέγοιμεν διὰ τὸν Ἄνυτον, ἕτερον ποιήσομεν τὸν ὑποκείμενον ἐν τῇ ἀποφάσει παρὰ τὸν εἰλημμένον ἐν τῇ καταφάσει, καὶ οὐ ποιήσει τοῦτο ἀντίφασιν. |
| 113 | ὥστε εἰ φυλάξομεν τὴν ἔννοιαν τῆς ἀντιφάσεως καὶ τὰς ἀπροσδιορίστους ὡς τελείας προτάσεις παραλάβοιμεν, ἀλλὰ μὴ ποιοῖμεν μεταπίπτειν εἰς τὸ τῶν καθ’ ἕκαστα εἶδος προσυπακούοντες αὐταῖς καθ’ ἕκαστά τινας ὑποκειμένους ὡς αὐταῖς καθ’ αὑτὰς ἀτελέσιν οὔσαις, ἀνάγκη, φασί, τὴν ἀπροσδιόριστον ἀπόφασιν τῇ καθόλου συμφθέγγεσθαι. τούτου οὖν οὕτως ἔχοντος καὶ τῆς ἀπροσδιορίστου καταφάσεως τῇ μερικῇ συντρεχούσης, ὡς ὅταν εἴπωμεν ‘ἄνθρωπος πεντάπηχύς ἐστιν‘ (οἰόμεθα γὰρ ἀληθεύειν τοῦτο λέγοντες, κἂν εἷς μόνος τύχῃ τηλικοῦτον ἔχων μέγεθος), ἀξιοῦσι τὰς ἀπροσδιορίστους προτάσεις ἀντιφατικῶς ἀντικεῖσθαι πρὸς ἀλλήλας, ὥσπερ ἔχουσιν ἥ τε μερικὴ κατάφασις καὶ ἡ καθόλου ἀπόφασις. Εἰ δὲ λέγοι τις ἐπὶ τῶν κακῶν αἱρετωτέραν εἶναι τὴν καθόλου ἀπόφασιν τῆς μερικῆς ἀποφάσεως, πρῶτον μὲν ἀγνοεῖ ὅτι ἐν τῇ λογικῇ πραγματείᾳ οὐ τὰς τῶν πραγμάτων ἐπισκεπτόμεθα φύσεις ἀλλὰ τῶν φωνῶν αὐτῶν καθ’ αὑτὰς τὴν δύναμιν, ἔπειτα οὐδὲ οὕτως δεῖξαι δυνήσεται συμφθεγγομένας ἀλλήλαις τὰς ἀπροσδιορίστους προτάσεις· δῆλον γὰρ ὅτι κατὰ τὴν αὐτὴν διάνοιαν αἱρετωτέραν ἐπὶ τῶν κακῶν φήσει εἶναι τὴν μερικὴν κατάφασιν τῆς καθόλου καταφάσεως· ὥσπερ γὰρ βέλτιον τὸ παντελῶς μὴ εἶναι τὰ κακὰ τοῦ ἐπὶ μέρους μὴ εἶναι, οὕτως καὶ τὸ ἐπὶ μέρους εἶναι τοῦ παντελῶς εἶναι. συμβήσεται οὖν ἐπὶ τούτων τὴν ἀπροσδιόριστον κατάφασιν τῇ καθόλου καταφάσει ὡς χείρονι τῆς μερικῆς συναληθεύειν. ἀλλὰ μὴν τὴν ἀπόφασιν ἐπὶ τούτων ἠξίου τῇ μερικῇ ἀποφάσει διὰ τὴν αὐτὴν αἰτίαν συναληθεύειν· ἀντικείσονται ἄρα καὶ ἐπὶ τῶν κακῶν αἱ ἀπροσδιόριστοι τοῦτον τὸν τρόπον, ὃν ἡ μερικὴ ἀπόφασις πρὸς τὴν καθόλου κατάφασιν. ταύτας δὲ συντρέχειν πρὸς ἀλλήλας ἀδύνατον· ὥστε καὶ οὕτως διαιρήσουσιν ἀεὶ τὸ ἀληθὲς καὶ τὸ ψεῦδος αἱ ἀπροσδιόριστοι προτάσεις. εἰ δέ τις ἀξιοίη τὴν ἀπροσδιόριστον ἀπόφασιν ποτὲ μὲν τῇ μερικῇ ἀποφάσει συντρέχειν ποτὲ δὲ τῇ καθόλου (παροξυτόνως μὲν γὰρ λαμβανομένου τοῦ ἔστιν ἐν τῷ ‘ἄνθρωπος δίκαιος οὐκ ἔστι‘ ταὐτὸν φθέγγεσθαι τῷ ‘οὐδεὶς ἄνθρωπος δίκαιός ἐστιν‘, ὀξυτόνως δὲ τῷ ‘οὐ πᾶς ἄνθρωπος δίκαιός ἐστι‘), πρῶτον μὲν οὐ πείθειν ἀλλὰ νομοθετεῖν ἡμῖν λέγοιτο ἄν, ἔπειτα ῥητέον πρὸς αὐτὸν ὡς οὐκ οἶδεν ἡ Ἑλληνικὴ χρῆσις ἐπὶ τέλους τὸ ἔστιν ὀξυτονούμενον ἢ καὶ ἐν οἵᾳ δήποτε χώρᾳ τῇ ἀρνήσει ὑποτεταγμένον. εἰ οὖν ὁμολογεῖ καὶ αὐτὸς βαρυνομένου τοῦ ἔστι τὴν ἀπροσδιόριστον ἀπόφασιν τῇ καθόλου τὸ αὐτὸ φθέγγεσθαι, ἀεὶ δὲ βαρυτονεῖσθαι αὐτὸ ἀναγκαῖον ἐν ταῖς τοιαύταις προτάσεσι, δῆλον ὅτι συνδραμεῖται τῇ τοῦ καθόλου ἀποφάσει καὶ ἀντίφασιν ποιήσει πρὸς τὴν οἰκείαν κατάφασιν. |
| 114 | Ταῦτα μὲν οὖν ὁ τῶν ἀντιφθεγγομένων τῷ Ἀριστοτέλει λόγος. μήποτε δὲ δυνατὸν πρὸς ἕκαστον τῶν ἐπιχειρηθέντων ἀπαντᾶν λέγοντας ὡς οὔτε εὔλογον τὴν καθόλου ἀπόφασιν χείρονα λέγειν τῆς κατὰ μέρος, εἴπερ κατὰ μὲν τὸ ποιὸν οὐ διαφέρουσι, κατὰ δὲ τὸ ποσὸν μόνον παραβάλλοντες τὰς προτάσεις πρὸς ἀλλήλας ὁμολογοῦμεν κρείττονα εἶναι τὴν καθόλου τῆς κατὰ μέρος ὡς ὅλην μέρους, οὐ προσποιούμενοι τὰ πράγματα, περὶ ὧν ποιοῦνται τοὺς ἀφορισμούς (οὕτω γὰρ οὐκέτι φυλάξομεν τὴν ὑπόθεσιν, λέγω δὲ τὸ περὶ μόνης τῆς κατὰ τὸ ποσὸν διαφορᾶς τῶν προτάσεων ποιήσασθαι τὴν ἐπίκρισιν), οὔτε τὴν κατὰ μέρος ἀπόφασιν ὕπαρξίν τινα καθ’ αὑτὴν εἰσάγειν ἐροῦμεν, ἀλλ’ ἀναιρεῖν μόνον τὴν καθόλου κατάφασιν, καὶ οὐδὲν ἧττον ἀποφάσκειν τῆς καθόλου, ἀλλ’ ἐλαττόνων ἐνίοτε μόνον (διὸ καὶ ὑφίεσθαι αὐτῆς λέγεται κατὰ τὸ ποσόν, ὥσπερ καὶ ἡ κατάφασις ἡ κατὰ μέρος ἔχει πρὸς τὴν καθόλου κατάφασιν), οὔτε εἰ φαίνοιτο χρώμενος ὁ Ἀριστοτέλης τῇ ἀπροσδιορίστῳ ἀποφάσει ἀντὶ τῆς καθόλου, θαυμαστὸν οὐδέν· συμφθέγγεται γὰρ αὐτῇ κατὰ τὴν ἀδύνατον ὕλην, ὥσπερ καὶ ἡ κατὰ μέρος. δῆλον δὲ ὅτι κατὰ ταύτην προήγαγεν ὁ φιλόσοφος τὰς εἰρημένας ἀποφάσεις· οὐ γὰρ ἐνδέχεσθαι ἀξιοῖ μηδεμίαν εἶναι κίνησιν παρὰ τὰ κινούμενα πράγματα ἢ μηδεμίαν αἴσθησιν παρὰ τὰς πέντε, ἀλλ’ ἀδύνατον εἶναι. καὶ εἰ φαίνοιντο τῶν παλαιῶν τινες ἐπὶ τῆς ἐνδεχομένης ὕλης οὕτως αὐτῇ καταχρησάμενοι, ὡς ταὐτὸν δυναμένῃ τῇ καθόλου καὶ ἀληθευούσῃ ἐφ’ ὧνπερ ἐκείνη (τοῦτο γάρ ἐστι τὸ ταὐτὸν δύνασθαι), φανερὸν ὅτι οὐκ ἀπαραλλάκτως, ἐπεὶ αὐτόθεν ἀδύνατον αὐτὴν ἀντὶ ἐνδεχομένης εἶναι ὁμολογήσομεν (κατὰ μόνην γὰρ τὴν ἀδύνατον ὕλην ἡ καθόλου ἀποφατικὴ πρότασις ἀληθής, κατὰ δὲ τὴν ἀναγκαίαν καὶ τὴν ἐνδεχομένην, ὅπερ ἔμπροσθεν ἐλέγομεν, ψευδής), ἀλλὰ τῷ τε χρόνῳ ὁριζομένην, οἷον ὅτι νῦν οὐκ ἔστιν ἄνθρωπος δίκαιος ἢ σοφός, καὶ ὡς πρὸς τοὺς συνεγνωσμένους ἡμῖν ἢ ἐκ συνουσίας ἢ καὶ ἐξ ἀκοῆς· οὐ γὰρ δὴ περὶ ὧν μηδεμίαν ἔχομεν ἢ ἐκ πείρας ἢ ἐκ μαρτυρίας γνῶσιν, εἰ μὴ τοῦ Κνήμωνος καὶ τοῦ Τίμωνος εἴημεν μισανθρωπότεροι, τολμήσομεν ἀποφαίνεσθαι, ὡς οὐδαμῶς μετεχόντων οὗ πέφυκεν ἡ φύσις ἡ ἀνθρωπεία μετέχειν, ἅτε ὄντος ἐνδεχομένου κατὰ τὴν ὑπόθεσιν. τοῦτο δὲ οὐκ ἔστι ταὐτὸν τῇ καθόλου ἀποφάσει· τὸ γὰρ ὁρίζειν ἢ κατ’ ἐνέργειαν ἢ κατ’ ἐπίνοιαν τὰ ἄτομα, ὧν τὸ κατηγορούμενον ἀποφάσκει, δῆλον ὅτι συγχωρεῖ τινα αὐτὸ ἐν τοῖς λοιποῖς ἐνίοτε ὑπόστασιν ἔχειν. |
| 115 | ὅλως τε τοὺς ἀδιόριστον ἀπόφασιν ἀντὶ τῆς καθόλου εἰπόντας καὶ ἀληθῶς ἀποφηναμένους, ὡς οὐκ ἔστιν οἰκεῖν οἰκίαν ἄνευ κακοῦ καὶ οὐκ ἀγαθὸν πολυκοιρανίη, κατὰ ποίαν ὕλην ἐροῦμεν χρήσασθαι τῇ ἀποφάσει; εἰ μὲν γὰρ κατὰ τὴν ἀδύνατον, οὐδὲν πρὸς τὸν λόγον· εἰ δὲ κατὰ τὴν ἐνδεχομένην (δεῖ γὰρ καὶ κατὰ ταύτην, εἴπερ ἀεὶ τὸ αὐτὸ δύνανται), πρῶτον μὲν συμβήσεται μηκέτι ψεύδεσθαι τὰς καθόλου κατὰ τὴν ἐνδεχομένην, καίτοι διὰ τοῦτο προσαγορεύομεν αὐτὰς ἐναντίας, ἔπειτα σαφῶς ὁμολογήσομεν αὐτοὺς ἐκείνους κρατύνειν τὸ παρὰ τοῦ Ἀριστοτέλους λεγόμενον, ὅτι αἱ ἀδιόριστοι κατὰ τὴν ἐνδεχομένην ὕλην συναληθεύουσιν· εἰ γὰρ τῇ ἀποφάσει χρῶνται ὡς ἀληθεῖ, περὶ δὲ τῆς καταφάσεως οὔτε γέγονεν οὔτε γένοιτ’ ἂν ἀμφισβήτησίς τις ὡς οὐ πάντως ἀληθευούσης ἐπὶ τῶν ἐνδεχομένων, ὥσπερ οὐδὲ τῆς κατὰ μέρος, δῆλον ὅτι συναληθεύειν ἀλλήλαις ἀνάγκη τὰς ἀπροσδιορίστους προτάσεις. εἰ δέ τις φαίη κατὰ μόνην τὴν ἀδύνατον ὕλην ἀληθεύειν τὴν ἀδιόριστον ἀπόφασιν παραπλησίως τῇ καθόλου, πρῶτον μὲν αὐτὸ αἰτήσεται τὸ ἐξ ἀρχῆς, ἔπειτα πῶς οὐκ ἀποκληρωτικὸν τὸ ἐπὶ μὲν τῆς καταφάσεως τῆς ἀπροσδιορίστου ὁμολογεῖν ὅτι ὁ ὑποκείμενος ταὐτὸν σημαίνων τῷ λεγομένῳ μετὰ τοῦ τίς προσδιορισμοῦ, καὶ μηδενὸς τῶν καθ’ ἕκαστα ἐνεργείᾳ λαμβανομένου, τελείαν τε ποιεῖ τὴν πρότασιν καὶ ἀληθεύουσαν κατὰ τὴν ἐνδεχομένην ὕλην, ἐπὶ δὲ τῆς ἀποφάσεως μηδέτερον τούτων συγχωρεῖν; διὰ τί γὰρ ἡ μὲν ‘ἄνθρωπος λευκός ἐστι‘ ταὐτὸν δύναται τῇ ‘τὶς ἄνθρωπος λευκός ἐστιν‘, ἡ δὲ ‘ἄνθρωπος λευκὸς οὐκ ἔστιν‘ οὐ δυνήσεται ταὐτὸν τῇ ‘τὶς ἄνθρωπος λευκὸς οὐκ ἔστι‘ σημαινούσῃ ὅτι ἔστιν ἄνθρωπος οὐ λευκός; ὡρισμένα γὰρ ἄτομα προσυπακούειν ταῖς ἀπροσδιορίστοις, ἵνα συναληθεύσωσιν, οὐδαμῶς ἀναγκαῖον, εἰ μὴ καὶ ταῖς κατὰ μέρος. εἰ δὲ λέγοιμεν τὴν μὲν ‘ἔστιν ἄνθρωπος καλόσ‘ ἀληθεύειν διὰ τὸν Νιρέα, τὴν δὲ ‘οὐκ ἔστιν ἄνθρωπος καλόσ‘ διὰ τὸν Θερσίτην, οὔτε ἀτελεῖς διὰ τοῦτο ποιοῦμεν τὰς προτάσεις οὔτε διαφόρους τοὺς ὑποκειμένους, εἰ μὴ μέλλοιμεν τὰ αὐτὰ καὶ ἐπὶ τῶν κατὰ μέρος ἀπορεῖν, ἃς ὁμολογοῦμεν καὶ τελείας εἶναι καὶ συναληθεύειν ἀλλήλαις. διὰ μέντοι τὰ διάφορα μέρη τοῦ ὑποκειμένου φήσομεν αὐτὰς ἀληθεύειν καθάπερ ἐκείνας, οἷον ‘τὶς ἄνθρωπος δίκαιός ἐστι—τὶς ἄνθρωπος δίκαιος οὐκ ἔστιν‘. |
| 116 | εἰ δὲ ὡς ἄτοπον ἐπιφέροιμεν τὸ μὴ ποιεῖν αὐτὰς οὕτω λαμβανομένας ἀντίφασιν, οὐδὲν ἐροῦμεν ὑπεναντίον τοῖς ὑπὸ τοῦ Ἀριστοτέλους περὶ αὐτῶν λεγομένοις· αὐτὸ γὰρ τοῦτό ἐστι τὸ διὰ τούτων λεγόμενον, ὡς διὰ τὸ ποτὲ συντρέχειν οὐ ποιοῦσι τὴν κυρίως καλουμένην ἀντίφασιν. Ταῦτά τε οὖν ὑπὲρ τοῦ Ἀριστοτέλους μᾶλλον δὲ ὑπὲρ τῆς φαινομένης ἡμῖν ἀληθείας ἀπολογούμενοι λέγομεν καὶ ὅπερ ἐξ ἀρχῆς προεθέμεθα προσεξευποροῦντες πρὸς ἐπίκρισιν τοῦ θεωρήματος, ὅσα ἐπὶ νοῦν ἦλθε δίχα τῶν ἐφ’ ἑκάτερα καταβεβλημένων περὶ αὐτοῦ λόγων, ἐφιστάνειν ἀξιοῦμεν πρῶτον μὲν ὅτι τὴν κατὰ μέρος κατάφασιν, ἣν ὁμολογοῦμεν τὴν αὐτὴν ἔχειν δύναμιν τῇ ἀδιορίστῳ, ἀναιρεῖν μὲν ἐπιχειροῦμεν τὸ ἀρνητικὸν μόριον αὐτῇ συμπλέκοντες, τοῦτο δὲ ποιοῦμεν κατὰ δύο τρόπους· ἢ γὰρ τῷ ἔστιν ἢ τῷ προσδιορισμῷ τοῦτο συνείροντες. ἀλλ’ ὅταν μὲν προτάξωμεν αὐτὸ τοῦ προσδιορισμοῦ, τότε ὡς προσδιωρισμένην ἀναιροῦμεν τὴν πρότασιν, ὅταν δὲ τοῦ ἔστιν, ὡς τὸ αὐτὸ δυναμένην τῇ ἀπροσδιορίστῳ, ἐπεὶ καὶ κατὰ μόνον τὸν προσδιορισμὸν ἐπλεόνασεν αὐτῆς ἡ προσδιωρισμένη, τῆς δὲ ἀπροσδιορίστου τὴν ἀπόφασιν κατὰ μόνον τὸ ἔστι γίνεσθαι ἀνάγκη. ἀλλὰ μὴν εἰ ἡ τῷ ἔστι συμπλέκουσα τὴν ἄρνησιν ἀπόφασις κατὰ μέρος ἐστὶν ὥσπερ ἡ πρὸ τοῦ διορισμοῦ αὐτὴν τιθεῖσα καθόλου, καὶ τῆς ἀπροσδιορίστου ἄρα καταφάσεως ἡ ἀπόφασις τὸ αὐτὸ τῇ κατὰ μέρος δυνήσεται. πρὸς δέ γε τούτῳ τὰς ἐν τῷ πρώτῳ σχήματι γινομένας συλλογιστικὰς συμπλοκὰς ἐννοεῖν ἄξιον· εἰ γὰρ ὁμολογοῦμεν τὴν ἀπροσδιόριστον κατάφασιν ταὐτὸν δύνασθαι τῇ κατὰ μέρος καὶ διὰ τοῦτο χείρονα εἶναι κατὰ τὸ ποσὸν ἑκατέρας τῶν καθόλου καὶ τὸ συμπέρασμα δεῖν ἐοικέναι τῇ ἑτέρᾳ τῶν εἰλημμένων ἐν τῷ συλλογισμῷ προτάσεων καὶ ἕπεσθαι πάντως τῇ χείρονι κατά τε τὸ ποσὸν καὶ κατὰ τὸ ποιόν, καὶ ἔτι πρὸς τούτοις τῶν προτάσεων ἀληθῶν οὐσῶν καὶ τῆς συμπλοκῆς αὐτῶν ἀμέμπτως ἐχούσης τὸ συμπέρασμα ἐξ ἀνάγκης ἀληθεύειν, ποῖον ἐροῦμεν συμπέρασμα συνάγεσθαι ἐξ ἀδιορίστου καταφατικῆς τῆς ἐλάττονος καὶ καθόλου ἀποφατικῆς τῆς μείζονος; ἀνάγκη μὲν γὰρ διὰ τὰ προειλημμένα ὁμολογεῖν ὅτι τε ἀπροσδιόριστον ἀποφατικὸν καὶ ἀληθῶν οὐσῶν ἐκείνων ἀληθές· πῶς δὲ δυνατὸν ἀληθεύειν αὐτὸ καθ’ αὑτὸ κατὰ τὴν ἐνδεχομένην ὕλην, εἴπερ τὸ αὐτὸ φθέγγοιτο τῇ καθόλου ἀποφάσει, οἷον ‘ἄνθρωπος δίκαιός ἐστιν, οὐδὲν δίκαιον ἄδικόν ἐστιν, ἄνθρωπος ἄρα ἄδικος οὐκ ἔστιν‘; ἆρα τοῦτο τῇ καθόλου συναληθεύειν ἐροῦμεν ἢ τῇ κατὰ μέρος; ἀλλὰ μήπω μηδὲ τῶν προτέρων καταψηφιζώμεθα λόγων ὡς οὐδὲν ἀληθὲς λεγόντων· ἐοίκασι γάρ, εἰ δεῖ τὸ ἐμοὶ φαινόμενον λέγειν, οὐδὲ μάχεσθαι πρὸς τοὺς ὕστερον εἰρημένους, εἴ τις αὐτοῖς ἀδεκάστως διαιτήσειε περιελὼν ἑκατέρων τὸ διατείνεσθαι ὡς ἡ ἀπόφασις ἡ ἀπροσδιόριστος τῇ ἑτέρᾳ μόνον τῶν προσδιωρισμένων συμφθέγγεται καὶ οὐδέποτε τῇ λοιπῇ· μήποτε γὰρ ἀνθ’ ἑκατέρας αὐτὴν παραλαμβάνεσθαι ῥητέον, οὐ κατὰ συμβεβηκὸς οἷον κατὰ τὴν ἀδύνατον ὕλην, καθ’ ἣν καὶ τὰς προσδιωρισμένας ἀποφάσεις συμβαίνει συντρέχειν ἀλλήλαις, ἀλλ’ αὐτόθεν κατὰ τὰς διαφόρους τῶν ἀποφαινομένων ἐννοίας. |
| 117 | διὸ καὶ συναληθεύειν δύναται τῇ οἰκείᾳ καταφάσει καὶ ἀντιφάσκειν πρὸς αὐτὴν κατ’ ἄλλην ἔννοιαν καὶ ἄλλην, ὡς εἴρηται, τῶν λεγόντων αὐτὴν ὡς καθ’ ἑαυτὴν οὐδεμίαν ὡρισμένην κατὰ τὸ ποσὸν ἔχουσαν δύναμιν. διόπερ ἴσως καὶ ἑκάτερος τῶν μάχεσθαι δοξάντων λόγων πολλαῖς δεδύνηται χρήσασθαι δικαιολογίαις. Ὅτι δὲ ταῦτα ἀληθῶς λέγομεν, μάθοιμεν ἂν ἐκ τοῦ ἰσοσθενεῖν μὲν ὁμολογουμένως τὰς καταφάσεις ἀλλήλαις, τήν τε ἀδιόριστον καὶ τὴν μερικήν, διὰ δὲ τοῦτο καὶ τὰς προτάσεις τὰς προτιθείσας τοῦ ἔστι τοῦ ἐνεργείᾳ ἢ δυνάμει ληφθέντος ἐν αὐταῖς τὸ ἀρνητικὸν μόριον, ἐπὶ δὲ τῆς κατὰ μέρος τὴν οὕτω γινομένην τῇ μὲν φωνῇ δοκοῦσάν πως εἶναι κατάφασιν διὰ τὸ μὴ συμπεπλέχθαι τὴν ἄρνησιν τῷ προσδιορισμῷ, δύναμιν δὲ ἔχουσαν ἀποφάσεως, ὅπερ ἐν τοῖς ἑξῆς σαφέστερον ἐπιδείξομεν, ποτὲ μὲν τῇ καθόλου ποτὲ δὲ τῇ κατὰ μέρος τὸ αὐτὸ δύνασθαι διὰ τὸ τὴν ἄρνησιν ἐνδέχεσθαι καὶ πρὸς τὸ τίς ἐξακούεσθαι καὶ πρὸς τὸ κατηγορούμενον, καὶ πρὸς μὲν τὸ τίς ἐξακουομένην ταὐτὸν σημαίνειν τῷ οὔτις καὶ οὐδείς, πρὸς δὲ τὸ κατηγορούμενον τῷ οὐ πᾶς· τὸ γὰρ ‘τὶς ἄνθρωπος ἀθάνατος οὐκ ἔστιν‘ ἀκούσαντες εἰ τὸ οὐκ ἔστι πρὸς τὸ τίς ἐξακούσαιμεν, τῷ οὐδεὶς ταὐτὸν οἰόμεθα σημαίνειν, ὅπερ σαφέστερον φαίνεται τοῦ οὐκ ἔστι πρὸ τοῦ τίς τιθεμένου ἐν τῷ οὐκ ἔστι θνητῶν ὅστις ἐστ’ ἐλεύθερος, ‘οὐκ ἔστι τις ἄνθρωπος ἀθάνατοσ‘ τοῦ τίς τῷ ἔστι συνεγκλινομένου καὶ τόνον ἴδιον μὴ δέχεσθαι δυναμένου, τὸ δὲ ‘τὶς ἄνθρωπος ἐν γήρᾳ οὐ πολιοῦται‘ ἢ ‘πενταδάκτυλος οὐκ ἔστιν‘ ἀκούσαντες εἰ τὸ οὐκ ἔστι πρὸς τὸ ἐν γήρᾳ μὴ πολιοῦσθαι ἢ μὴ εἶναι πενταδάκτυλον ἐξακούσαιμεν, ὅπερ σαφέστερον συμβαίνει ὑποστιζόντων ἡμῶν ἐν τῷ ‘τὶς ἄνθρωποσ‘, τῷ ‘ἔστι τις μὴ τοιοῦτοσ‘ ταὐτὸν οἰόμεθα σημαίνειν τὴν πρότασιν καὶ τῷ οὐ πᾶς ἐστι τοιοῦτοσ‘, ὡς ἐν τῷ καί τι ἔπος προέηκεν, ὅπερ τ’ ἄρρητον ἄμεινον· τοῦτο γὰρ οὐδὲν διαφέρει τοῦ εἰπεῖν ‘τὶ τῶν εἰρημένων ῥηθῆναι οὐκ ἔδει‘. |
| 118 | καὶ τὸ μὲν πρότερον κατὰ τὴν ἀδύνατον ὕλην ἀληθῆ ποιεῖν τὴν πρότασιν ἀξιοῦμεν, τὸ δὲ δεύτερον κατὰ μὲν τὴν ἐνδεχομένην καθ’ αὑτὴν ἀληθῆ, κατὰ δὲ τὴν ἀδύνατον διὰ τὴν καθόλου. εἰ δὲ κατὰ μὲν τὴν προτέραν τὸ οὐκ ἔστι πρὸς τὸ ἀθάνατον ἐξακούσαιμεν, κατὰ δὲ τὴν δευτέραν πρὸς τὸ τίς, ἐκείνην μὲν κατὰ μέρος οἰησόμεθα εἶναι καὶ ἀληθῆ διὰ τὴν καθόλου, ἅτε τῆς ὕλης ἀδυνάτου οὔσης, ταύτην δὲ καθόλου καὶ κατὰ τὴν ἐνδεχομένην ὕλην πάντως ψευδῆ. ὥστε καὶ ἐπὶ τῆς ἀποφάσεως τῆς ἀδιορίστου σημαίνεσθαι μὲν ἄμφω ῥητέον τό τε καθόλου καὶ τὸ κατὰ μέρος κατὰ τὰς ἐννοίας, ὡς πλεονάκις εἴρηται, τῶν ἀποφαινομένων, τῆς ἀρνήσεως πάλιν συνταττομένης ἤτοι ὡς πρὸς τὸ τίς τὸ δυνάμει περιεχόμενον ἐν τῇ ἀδιορίστῳ καταφάσει ἢ ὡς πρὸς τὸ κατηγορούμενον, μᾶλλον μέντοι ἀποκλίνειν καὶ ταύτην πρὸς τὸ καθόλου, ὅταν ἀπὸ τῆς ἀρνήσεως ποιώμεθα τὴν ἀρχὴν τῆς ἀποφάσεως, ‘οὐκ ἔστιν ἄνθρωπος πτερωτὸς ἢ δίκαιοσ‘ λέγοντες καὶ ἤτοι ἀληθεύοντες ἢ ψευδόμενοι. διὸ καὶ πάντες ἴσως οἱ τὴν ἀδιόριστον ἀπόφασιν ἀντὶ τῆς καθόλου εἰπόντες τοῦτον τὸν τρόπον αὐτῇ χρησάμενοι φαίνονται, “οὐκ ἔστι κίνησις παρὰ τὰ πράγματα” λέγοντες καὶ “οὐκ ἔστιν αἴσθησις παρὰ τὰς πέντε” καὶ οὐκ ἔστιν οἰκεῖν οἰκίαν ἄνευ κακοῦ καὶ οὐκ ἀγαθὸν πολυκοιρανίη καὶ οὐκ ἔστι θνητῶν ὅστις ἔστ’ ἐλεύθερος. Εἰ δὲ δεῖ κατὰ τὴν αὐτὴν μέθοδον καὶ τὰ περὶ τὴν καθόλου κατάφασιν συμβαίνοντα σκοπεῖν, ἐπειδὴ καὶ μνημονεύσει τοιούτων προτάσεων ἐν τοῖς ἑξῆς ὁ Ἀριστοτέλης, ῥητέον δηλονότι καὶ ἐν ταύτῃ πρὸ τοῦ ἔστι τῆς ἀρνήσεως τιθεμένης καὶ δυναμένης ἢ πρὸς τὸ πᾶς ἐξακούεσθαι ἢ πρὸς τὸ κατηγορούμενον συμβαίνειν τὴν πρότασιν ὡς μὲν ἀναιροῦσαν τὸ πᾶς ταὐτὸν δύνασθαι τῇ κατὰ μέρος ἀποφάσει, ὅπερ σαφέστερον πάλιν φαίνεται κατ’ ἀρχὰς τῆς προτάσεως τιθεμένου τοῦ οὐκ ἔστιν, ὡς ἐν τῷ ‘οὐκ ἔστι πᾶς ἄνθρωπος σοφόσ‘, ὡς δὲ τὸ κατηγορούμενον ἀναιροῦσαν ταὐτὸν δύνασθαι τῇ καθόλου ἀποφάσει ‘πᾶς ἄνθρωπος οὐ σοφός ἐστι‘ καὶ ‘σοφὸς οὐκ ἔστιν‘, ἃ τῷ μηδένα εἶναι σοφὸν τὸ αὐτὸ δύναται. |
| 119 | ταῦτα δὲ οὐ μόνον ἐπὶ τῶν ἐκ τρίτου προσκατηγορουμένου προτάσεων, ἀλλὰ καὶ ἐπὶ τῶν ἐξ ὑποκειμένου καὶ κατηγορουμένου συμβαίνειν ἐροῦμεν, οἷον τῆς ‘τὶς ἄνθρωπος οὐ γεωμετρεῖ ἢ ‘οὐ γεωμετρεῖ τις ἄνθρωποσ‘ καὶ ‘πᾶς ἄνθρωπος οὐ γεωμετρεῖ‘ ἢ οὐ γεωμετρεῖ πᾶς ἄνθρωποσ‘· καὶ γὰρ ἐπὶ τούτων ἡ μὲν πρώτη καὶ ἡ τρίτη ἔτι προφανέστερον τὸν κατηγορούμενον ἔχουσαι τὸ αὐτὸ ποσὸν ταῖς ἐξ ἀρχῆς καταφάσεσι φυλάττειν δοκοῦσιν, ἅτε αὐτόθεν τῷ κατηγορουμένῳ τῆς ἀρνήσεως συντεταγμένης καὶ οὐ πάνυ πρὸς ἄλλο τι ἐξακουομένης, αἱ δὲ λοιπαὶ τὰς ἀρνήσεις ἔχουσαι τοὺς ἑπομένους αὐταῖς προσδιορισμοὺς ἀναιρεῖν δοκούσας ἐπὶ τὸ ἀντικείμενον ποσὸν φαίνονται μᾶλλον ἀποκλίνειν. ὥστε καὶ ἐπὶ τῆς ἀδιορίστου ἀποφάσεως τὰ αὐτὰ πάλιν ἐροῦμεν, ἅπερ ἐπὶ τῆς κατὰ μέρος τῆς ἐχούσης τὴν ἄρνησιν μὴ τῷ προσδιορισμῷ συμπλεκομένην ἀλλὰ τῷ κατηγορουμένῳ, καὶ οὐδέτερος τῶν ἐξ ἀρχῆς μάχεσθαι δοξάντων λόγων φαίνεται παντάπασιν ἀπὸ σκοποῦ βάλλων. Ὁ μὲν οὖν λόγος ἡμῖν ἐπιτρέπει παραλαμβάνειν τὴν ἀπροσδιόριστον ἀπόφασιν ἀνθ’ ἑκατέρας τῶν διωρισμένων· οὐ μέντοι φαίνεταί τις τῶν παλαιῶν ἀντὶ τῆς μερικῆς αὐτῇ χρησάμενος, ὡς ἀσαφέστερον ἴσως τοῦτο σημαινούσῃ, καθ’ ὃν καὶ διωρίσαμεν τρόπον, ἐπεὶ καὶ τῶν προσδιωρισμένων ἀποφάσεων αἱ τοῦ ἔστι προτιθεῖσαι τὴν ἄρνησιν τῶν συμπλεκουσῶν αὐτὴν τοῖς προσδιορισμοῖς σπανιώτεραι διὰ τοῦτο παρὰ τοῖς παλαιοῖς. εἰ δὲ τὸ ἐξ ἀδιορίστου καταφατικῆς τῆς ἐλάττονος καὶ καθόλου ἀποφατικῆς τῆς μείζονος συναγόμενον ἀδιόριστον ἀποφατικὸν συμπέρασμα φαίνεται ἀεὶ τῇ κατὰ μέρος, ἀλλ’ οὐ τῇ καθόλου συνᾷδον, οὐ θαυμαστόν· ἀνάγκη γὰρ ἐν τοῖς κατὰ τὸ πρῶτον σχῆμα συμπεράσμασι τὸ κατηγορούμενον κατηγορεῖσθαι κατὰ τοῦ ἐν τῇ ἐλάττονι προτάσει ληφθέντος ὑποκειμένου μὴ μόνον τῷ ὀνόματι καὶ τῷ σημαινομένῳ τοῦ αὐτοῦ μένοντος, ἀλλὰ καὶ τῷ ποσῷ, διότι συμβαίνει καὶ κατὰ τοῦτο τὸ σχῆμα τῷ ποσῷ τῆς ἐλάττονος ἕπεσθαι τὸ ποσὸν τοῦ συμπεράσματος· ὥστε εἰ ἐν ἐκείνῃ δυνάμει εἴληπται τὸ κατηγορούμενον ὡς τινὶ τῶν ὑποκειμένων ὑπάρχον, καὶ ἐν τῷ συμπεράσματι τινὶ αὐτὸ μὴ ὑπάρχειν ῥηθήσεται, ὅπερ φαίνεται σαφέστερον ἐν ταῖς ἐκ μερικῆς καταφατικῆς τῆς ἐλάττονος καὶ καθόλου ἀποφατικῆς τῆς μείζονος συζυγίαις συμπεράσματα συναγούσαις κατὰ μέρος ἀποφατικά, οἷον ‘τὶς ἄνθρωπος δίκαιός ἐστιν, οὐδὲν δίκαιον ἄδικόν ἐστι, τὶς ἄρα ἄνθρωπος ἄδικος οὐκ ἔστιν‘, ᾧ ταὐτὸν δύναται κατὰ τὸν προειρημένον τρόπον τὸ ‘ἄνθρωπος ἄδικος οὐκ ἔστιν‘· ὡς γὰρ συντόμως εἰπεῖν, ἡ ἀπόφασις ἐν μὲν ταῖς καθ’ ἕκαστα μηδὲ κατὰ φαντασίαν ἐπιδεχομέναις τινὰ κατὰ τὸ ποσὸν διαφορὰν τὸ αὐτὸ ποσὸν ἐξ ἀνάγκης τῇ καταφάσει φυλάττει, ἐν δὲ πάσαις ταῖς καθολικῷ ὑποκειμένῳ χρωμέναις καὶ διὰ τοῦτο ἐπαμφοτερίζειν δυναμέναις κατὰ τὸ καθόλου καὶ τὸ κατὰ μέρος, εἰ μὲν κατὰ τὸ ποσὸν ἀντιτεθείη πρὸς τὴν κατάφασιν ἢ κατ’ ἐνέργειαν ἢ κατὰ δύναμιν, ἡ ἀντιφάσκουσα ἔσται, εἰ δὲ κατὰ τὸ ἔστιν ἢ κατ’ ἐνέργειαν πάλιν ἢ κατὰ δύναμιν ἐν τῇ προτάσει περιεχόμενον, οὐκέτι, ἀλλ’ ἐπὶ μὲν τῆς καθόλου ἡ ποτὲ συμψευδομένη, ἐπὶ δὲ τῶν λοιπῶν ἡ συνᾴδειν δυναμένη. |
| 120 | Τούτων οὖν διωρισμένων ἑξῆς ἐπισκεψώμεθα τὰς ἐπιχειρήσεις τοῦ Ἀριστοτέλους, δι’ ὧν ἀξιοῖ κατασκευάζειν ὡς συντρέχουσιν ἀλλήλαις ἐπὶ τῆς ἐνδεχομένης ὕλης αἱ ἀπροσδιόριστοι προτάσεις. δύο μὲν οὖν οὐσῶν τῶν ἐπιχειρήσεων ἡ μὲν ἀπὸ τῶν ἐναντίων ποιεῖται τὴν ἔφοδον τῆς κατασκευῆς, ἡ δὲ ἀπὸ τῶν μὴ ἐναντίων. λαμβάνει δὲ τῶν μὲν ἐναντίων παραδείγματα τό τε καλὸν καὶ τὸ αἰσχρόν, τῶν δὲ μὴ ἐναντίων τὸ γινόμενον καὶ τὸ ὄν· ταῦτα δὲ οὐκ ἐναντία, εἴπερ ὁδὸς ἐπὶ τὸ εἶναι ἡ γένεσις. καὶ τὸ μὲν ἀπὸ τῶν ἐναντίων ἐπιχείρημα προάγεται τόνδε τὸν τρόπον· δύο λαμβάνει καταφάσεις ἀπροσδιορίστους συναληθευούσας ἀλλήλαις κατηγορουμένοις ἐναντίοις χρωμένας τήν τε ‘ἔστιν ἄνθρωπος καλόσ‘ καὶ τὴν ‘ἔστιν ἄνθρωπος αἰσχρός,‘ ὧν ἡ μὲν ἀληθὴς διὰ τὸν Νιρέα τυχόν, ἡ δὲ διὰ τὸν Θερσίτην· ἐλέγομεν γὰρ τὰς ἀπροσδιορίστους καταφάσεις ταῖς μερικαῖς καταφάσεσι τὴν αὐτὴν ἀναμφισβητήτως δύναμιν ἔχειν. εἰ οὖν ἅμα ἀληθεῖς ἥ τε ‘τὶς ἄνθρωπος καλόσ‘ καὶ ἡ ‘τὶς ἄνθρωπος αἰσχρός,‘ δῆλον ὅτι καὶ αἱ ἀπροσδιορίστως λεγόμεναι συναληθεύουσι. τὴν οὖν ἑτέραν τῶν οὕτως εἰλημμένων καταφάσεων δεικνὺς ταὐτὸν φθεγγομένην τῇ τῆς ἑτέρας ἀποφάσει συνάγει ὅτι ἐπὶ τῶν τοιούτων προτάσεων τὴν κατάφασιν συμβαίνει συντρέχειν τῇ ἑαυτῆς ἀποφάσει· τῇ γὰρ ‘ἔστιν ἄνθρωπος αἰσχρόσ‘ συναληθεύει, φησίν, ἡ ‘ἔστιν ἄνθρωπος οὐ καλόσ‘ (ὁ γὰρ ὢν αἰσχρὸς δῆλον ὡς εἴη ἂν οὐ καλός), ἡ δὲ ‘ἔστιν ἄνθρωπος οὐ καλόσ‘ ἡ αὐτή ἐστι τῇ ‘οὐκ ἔστιν ἄνθρωπος καλόσ‘ (ὁ γὰρ ὢν οὐ καλὸς δῆλον ὡς οὐκ ἂν εἴη καλός)· ὥστε τῇ ‘ἔστιν ἄνθρωπος καλόσ‘ καταφάσει ἅμα ἀληθεύσει ἡ ‘οὐκ ἔστιν ἄνθρωπος καλόσ‘ ἀπόφασις. |
| 121 | δοκεῖ μὲν οὖν, ὅπερ ἔμπροσθεν ἐλέγομεν, πρὸς τὸ καθόλου μᾶλλον ἀποκλίνειν ἡ ἀπὸ τῆς ἀρνήσεως ἀρχομένη ἀδιόριστος ἀπόφασις, ἅτε τῆς ἀρνήσεως προσεχέστερον ἐξακουομένης πρὸς τὸ τίς τὸ κατὰ δύναμιν ἐνυπάρχον ἐν τῇ ἀδιορίστῳ καταφάσει, ἀλλ’ ὁ Ἀριστοτέλης χρῆται καὶ οὕτως αὐτῇ ὡς ἴσον δυναμένῃ τῇ κατὰ μέρος, ἅτε καὶ κατὰ τοῦτον τὸν τρόπον δυναμένης τῆς ἀρνήσεως μὴ τῷ προσδιορισμῷ ἀλλὰ τῷ κατηγορουμένῳ συμπλέκεσθαι. τὸ δὲ ἀπὸ τῶν μὴ ἐναντίων ἐπιχείρημα τὸν ὅμοιον τρόπον προϊὸν τῷ ἀπὸ τῶν ἐναντίων τοιαύτην ἔχει τὴν δύναμιν· δύο πάλιν λαμβάνει καταφάσεις ἀπροσδιορίστους τήν τε λέγουσαν ‘ἔστιν ἄνθρωποσ‘ καὶ τὴν λέγουσαν ‘γίνεται ἄνθρωποσ‘, ὧν ἡ μὲν ἀληθὴς διὰ τὸν ἐνεργείᾳ ὄντα ἡ δὲ διὰ τὸν ἔτι κυόμενον. ἀξιοῖ οὖν τῇ λεγούσῃ ‘γίνεται ἄνθρωποσ‘ συναληθεύειν τὴν λέγουσαν ‘οὐκ ἔστιν ἄνθρωποσ‘· ὁ γὰρ γινόμενος ἄνθρωπος οὔπω ἔστιν ἄνθρωπος. εἰ οὖν τῇ μὲν ‘ἔστιν ἄνθρωποσ‘ ἡ ‘γίνεται ἄνθρωποσ‘ συναληθεύει, τῇ δὲ ‘γίνεται ἄνθρωποσ‘ ἡ ‘οὐκ ἔστιν ἄνθρωποσ‘, δῆλον ὅτι τῇ ‘ἔστιν ἄνθρωποσ‘ ἡ ‘οὐκ ἔστιν ἄνθρωποσ‘ συναληθεύσει, ὅπερ ἐξ ἀρχῆς ἡμῖν προέκειτο δεῖξαι. Ἀπορήσειε δ’ ἄν τις πῶς ὅλως ἠξίωσεν ὁ Ἀριστοτέλης τὴν τῶν προτάσεων τούτων ἀντίθεσιν προσαγορεύειν ἀντίφασιν, καίτοι συναληθεύειν αὐτὰς οἰόμενος τὴν δὲ ἀντίφασιν ὁριζόμενος ἐν τοῖς Ἀναλυτικοῖς “ἀντίθεσιν ἧς οὐδὲν μεταξὺ καθ’ αὑτήν”, καὶ ἐν Κατηγορίαις μέντοι, ἐν οἷς διέκρινε τὰ εἴδη τῶν ἀντικειμένων, εἰπὼν ὅτι ὅσα ὡς κατάφασις καὶ ἀπόφασις ἀντίκειται, διαφέρει τῶν κατὰ τὰς ἄλλας ἀντιθέσεις ἀντικειμένων τῷ ἐπὶ μόνων τούτων ἐξ ἀνάγκης τὸ μὲν ἀληθὲς εἶναι τὸ δὲ ψεῦδος· πῶς οὖν ὁ ταῦτα πανταχοῦ διοριζόμενος ἐν τούτοις ἠξίωσε τὴν ἀντίθεσιν τῶν συναληθευουσῶν, ὡς αὐτός φησιν, ἀλλήλαις προτάσεων, τῶν ἀπροσδιορίστων λέγω, καλεῖν ἀντίφασιν; προειπὼν γοῦν ὅσαι μὲν οὖν ἀντιφάσεις τῶν καθόλου εἰσὶ καθόλου ἐπήγαγεν ὅσαι δὲ ἐπὶ τῶν καθόλου μὲν μὴ καθόλου δ έ , ὡς ἂν καὶ τῆς τούτων ἀντιθέσεως ἀντιφάσεως καλουμένης. ῥητέον οὖν πρὸς τὴν ζήτησιν ὡς τὸ ὄνομα τῆς ἀντιφάσεως ποτὲ μὲν παραλαμβάνει ἐπὶ μάχης καταφάσεως καὶ ἀποφάσεως διαιρουσῶν ἀεὶ τὸ ἀληθὲς καὶ τὸ ψεῦδος, ὡς δηλοῖ τά τε ἐν Κατηγορίαις ῥηθέντα καὶ ὁ ἐν τοῖς Ἀναλυτικοῖς ἀποδιδόμενος τῆς ἀντιφάσεως ὅρος, ποτὲ δὲ κοινότερον πᾶσαν ἁπλῶς ἀντίθεσιν καταφάσεως καὶ ἀποφάσεως τῷ αὐτῷ ὑποκειμένῳ καὶ τῷ αὐτῷ κατηγορουμένῳ χρωμένων. δηλοῖ δὲ ἐφεξῆς λέγων ὡς οὐ πᾶσα ἀληθὴς ἢ ψευδὴς ἀντίφασι ς , ταὐτὸν λέγων τῷ ‘οὐ πάσης ἀντιφάσεως τὸ μὲν τῶν μορίων ἀληθεύειν τὸ δὲ ψεύδεσθαι ἀνάγκη‘. |
| 122 | εἰ δὲ ἐν Κατηγορίαις ἐλέγετο τῶν ἀντικειμένων καταφάσεων καὶ ἀποφάσεων ἀληθευούσης τῆς ἑτέρας ψεύδεσθαι τὴν λοιπὴν καὶ ψευδομένης ἀληθεύειν, οὔτε προκεῖσθαι φήσομεν κατ’ ἐκείνην τὴν πραγματείαν τὴν περὶ τούτων ἀκριβολογίαν, ἀλλὰ καὶ περὶ μόνων τῶν καθ’ ἕκαστα προτάσεων διειλέχθαι τὸν φιλόσοφον ἐν ἐκείνοις τῶν ἀναμφισβητήτως ἀντιφασκουσῶν πρὸς ἀλλήλας κατὰ τὴν κυρίως λεγομένην ἀντίφασιν. μετὰ δέ γε τὰς ἐπιχειρήσεις, δι’ ὧν κατεσκεύασεν ὡς συναληθεύουσιν αἱ ἀπροσδιόριστοι προτάσεις, ἐφιστάνων καὶ αὐτὸς ὥς τισιν ἐνίοτε οὐ δόξει πιθανὰ λέγειν διὰ τὸ τὴν ἀπόφασιν τὴν ἀπροσδιόριστον μὴ δοκεῖν τῇ κατὰ μέρος ἀλλὰ τῇ καθόλου συντρέχειν, τοῖς ἐξαίφνης φησὶν ἀκούουσι (λέγει δὲ τὸ ἐξαίφνης ἀντὶ τοῦ κατὰ πρώτην προσβολὴν καὶ ἀπερισκέπτως καὶ ἀβασανίστως) ἄτοπον εἶναι δόξει τὸ παραδεδομένον περὶ τῶν ἀπροσδιορίστων θεώρημα διὰ τὸ δοκεῖν τὴν ‘οὐκ ἔστιν ἄνθρωπος λευκόσ‘ ἀπροσδιόριστον οὖσαν ἀπόφασιν ταὐτὸν σημαίνειν τῇ ‘οὐδείς ἐστιν ἄνθρωπος λευκόσ‘, ὅπερ εἰ μὲν κατὰ ἀλήθειαν οὕτως εἶχε, τῆς ἀπροσδιορίστου καταφάσεως ἀναμφισβητήτως ἀεὶ συντρεχούσης τῇ μερικῇ καταφάσει, πάντως ἂν διῄρουν ἀεὶ τό τε ἀληθὲς καὶ τὸ ψεῦδος αἱ ἀπροσδιόριστοι προτάσεις, ὥσπερ ἡ μερικὴ κατάφασις καὶ ἡ καθόλου ἀπόφασις. νῦν δέ, φησίν, οὔτε ταὐτὸν σημαίνουσιν αἱ εἰρημέναι ἀποφάσεις, ἥ τε ἀπροσδιόριστος καὶ ἡ καθόλου, οὔτε ἅμα ἐξ ἀνάγκης ἀληθεύουσιν, ὡς ἕτερον τοῦτο προστιθεὶς παρὰ τὸ ταὐτὸν σημαίνειν· εἰσὶ γὰρ αἳ ταὐτὸν μὲν οὐ σημαίνουσι προτάσεις ἅμα δέ εἰσιν ἀληθεῖς διὰ τὸ ἕπεσθαι ἀλλήλαις, ὥσπερ ἡ ‘ἀδύνατον εἶναι ἄνθρωπον πτερωτόν‘ καὶ ἡ ‘ἀναγκαῖον μὴ εἶναι ἄνθρωπον πτερωτόν‘· τούτων δὲ τῆς μὲν καθόλου ἀληθευούσης καὶ ἡ ἀδιόριστος ἀληθής, οὐ μέντοι ἔμπαλιν. ἄχρι τούτων ἡ θεωρία προήχθη τῶν ἀντιθέσεων τῶν ὑπαρχουσῶν ἐν ταῖς προτάσεσι ταῖς γινομέναις ἐκ τῆς διαιρέσεως τοῦ ὑποκειμένου. Φανερὸν δὲ ὅτι καὶ μία ἀπόφασις μιᾶς καταφάσεω ς · τὸ γὰρ αὐτὸ δεῖ ἀποφῆσαι τὴν ἀπόφασι ν , ὅπερ κατέφησεν ἡ κατάφασι ς , καὶ ἀπὸ τοῦ αὐτο ῦ , ἢ τῶν κα θ ’ ἕκαστά τινος ἢ ἀπὸ τῶν καθόλου τινὸς ἢ ὡς καθόλου ἢ ὡς μὴ καθόλο υ , λέγω δὲ οἷον ἔστι Σωκράτης λευκός—οὐκ ἔστι Σωκράτης λευκό ς . |
| 123 (1n) | ἐὰν δὲ ἄλλο τι ἢ ἀ π ’ ἄλλου τὸ αὐτ ό , οὐχ ἡ ἀντικειμέν η , ἀλ λ ’ ἔσται ἐκείνης ἑτέρ α · τῇ δὲ πᾶς ἄνθρωπος λευκός ἡ οὐ πᾶς ἄνθρωπος λευκό ς , τῇ δὲ τὶς ἄνθρωπος λευκός ἡ οὐδεὶς ἄνθρωπος λευκό ς , τῇ δὲ ἔστιν ἄνθρωπος λευκός ἡ οὐκ ἔστιν ἄνθρωπος λευκό ς . ὅτι μὲν οὖν μιᾷ ἀποφάσει μία κατάφασις ἀντίκειται ἀντιφατικῶς καὶ τίνες εἰσὶν αὗτα ι , εἴρητα ι , καὶ ὅτι αἱ ἐναντίαι ἄλλαι καὶ τίνες εἰσὶν αὗτα ι , καὶ ὅτι οὐ πᾶσα ἀληθὴς ἢ ψευδὴς ἀντίφασις καὶ διὰ τί καὶ πότε ἀληθὴς ἢ ψευδή ς . Πάσαις ἐπεξελθὼν ταῖς ἀντιθέσεσι τῶν προτάσεων ὁ Ἀριστοτέλης ὥσπερ πόρισμά τι συνάγει καὶ παραδίδωσιν ἡμῖν διὰ τούτων ὅτι τῇ μιᾷ καταφάσει μίαν μόνην ἀπόφασιν μάχεσθαι δυνατόν, πλείους δὲ μιᾷ ἀδύνατον. πῶς οὖν διὰ τῶν προειρημένων τοῦτο συνάγεσθαι φήσομεν; ἢ ὅτι τῇ καθόλου ὡς καθόλου καταφάσει δύο μάχεσθαι ἀποφάσεις ἐδόκουν, ἥ τε καθόλου ὡς καθόλου καὶ ἡ κατὰ μέρος, ὧν ἡ μὲν κατὰ μέρος ὡς ἀντιφάσκουσα τῷ ὄντι πρὸς αὐτήν, ἡ δὲ καθόλου συμψευδομένη αὐτῇ κατὰ τὴν ἐνδεχομένην ὕλην ἐφωρᾶτο. τὸν αὐτὸν δὲ τρόπον καὶ τῇ μερικῇ καταφάσει δύο μὲν ἐδόκουν μάχεσθαι ἀποφάσεις αἱ προειρημέναι, τούτων δὲ ἡ μὲν καθόλου ὄντως ἐμάχετο πρὸς αὐτὴν ὡς ἀεὶ διαιροῦσα μετ’ αὐτῆς τό τε ἀληθὲς καὶ τὸ ψεῦδος, ἡ δὲ μερικὴ συντρέχουσα πρὸς αὐτὴν ἐπὶ τῆς ἐνδεχομένης ὕλης κατελαμβάνετο. τοῦτο οὖν παραδιδοὺς ἡμῖν ὅτι μία ἀπόφασις τῆς μιᾶς καταφάσεως καὶ τὴν αἰτίαν ἐπάγων τοῦ συμβαίνοντος τὸ γὰρ αὐτό φησιν ἀποφῆσαι δεῖ τὴν ἀπόφασι ν , ὅπερ κατέφησεν ἡ κατάφασι ς , καὶ ἀπὸ τοῦ αὐτο ῦ . λέγει δὲ τὸ αὐτὸ μὲν τὸ κατηγορούμενον, ἀπὸ δὲ τοῦ αὐτοῦ τοῦ ὑποκειμένου· προείρηται γὰρ πολλάκις ὅτι καὶ ὑποκειμένῳ τῷ αὐτῷ καὶ κατηγορουμένῳ χρῆσθαι ἀνάγκη τὰς ἀντιφατικῶς ἀντικειμένας ἀλλήλαις προτάσεις. εἶτα ὥσπερ ἀναμιμνήσκων ἡμᾶς τῆς γενομένης ἀπὸ τοῦ ὑποκειμένου διαιρέσεως τῶν προτάσεων ἢ τῶν κα θ ’ ἕκαστά τινος φησιν ἢ ἀπὸ τῶν καθόλου τινὸς ἢ ὡς καθόλου ἢ ὡς μὴ καθόλο υ . |
| 124 | λέγοι δ’ ἂν τὸ μὲν ἢ τῶν κα θ ’ ἕκαστα περὶ τῆς ἀντιθέσεως τῶν καθ’ ἕκαστα δηλονότι προτάσεων, τὸ δὲ ἢ ἀπὸ τῶν καθόλου τινὸς περὶ πασῶν ἁπλῶς τῶν καθολικῷ ὑποκειμένῳ χρωμένων, καὶ τούτου τὸ μὲν ἢ ὡς καθόλου περὶ τῶν προσδιωρισμένων τὸ δὲ ἢ ὡς μὴ καθόλου περὶ τῶν ἀπροσδιορίστων. εἶτα τῶν καθ’ ἕκαστα παραδείγματα παραθέμενος διὰ τοῦ οἷον ἔστι Σωκράτης λευκός—οὐκ ἔστι Σωκράτης λευκό ς , πρὶν τὰ τῶν ἄλλων προτάσεων παραδείγματα ἐπαγαγεῖν, ἐξηγεῖται πρὸς τίνος διάκρισιν εἴρηται τὸ δεῖν τὸ αὐτὸ ἀποφῆσαι τὴν ἀπόφασιν, ὅπερ κατέφησεν ἡ κατάφασις, καί φησιν ἐὰν δὲ ἄλλο τι ἢ ἀ π ’ ἄλλου τὸ αὐτ ό , οὐχ ἡ ἀντικειμέν η , ἀλ λ ’ ἔσται ἐκείνης ἑτέρ α , τοῦτο δέ ἐστιν ἐὰν ἄλλο τι ἀποφήσῃ ἡ ἀπόφασις κατηγορούμενον καὶ μὴ ὃ κατέφησεν ἡ κατάφασις, οἷον τῆς καταφάσεως εἰπούσης ‘ἄνθρωπος λευκός ἐστιν‘ ἡ ἀπόφασις εἰ εἴποι ‘ἄνθρωπος δίκαιος οὐκ ἔστιν‘, οὐκ ἔσται αὕτη τῆς εἰρημένης καταφάσεως ἡ ἀπόφασις, ἀλλ’ ἑτέρα παρ’ ἐκείνην· ἡ μὲν γὰρ ἀπόφασις αὐτῆς ἔσται ἡ ‘ἄνθρωπος λευκὸς οὐκ ἔστιν‘, ἡ δὲ ‘ἄνθρωπος δίκαιος οὐκ ἔστι‘ κατὰ τὸ κατηγορούμενον διαφέρει τῆς ‘ἄνθρωπος λευκὸς οὐκ ἔστιν‘. ὁμοίως δὲ κἂν ἀπὸ ἑτέρου τινὸς ὑποκειμένου ἀποφήσῃ τὸ κατηγορούμενον ἡ ἀπόφασις καὶ μὴ ἀπ’ ἐκείνου, οὗ κατέφησεν αὐτὸ ἡ κατάφασις, οὐκ ἔσται πάλιν αὕτη τῆς καταφάσεως ἐκείνης ἀπόφασις· τῆς γὰρ ‘ἄνθρωπος περιπατεῖ‘ τίς ἂν ὑποπτεύσειεν ἀπόφασιν εἶναι τὴν ‘ἵππος οὐ περιπατεῖ‘; δῆλον γὰρ ὅτι ἡ μὲν ὄντως οὖσα ἀπόφασις τῆς ‘ἄνθρωπος περιπατεῖ‘ ἐστὶν ἡ ‘ἄνθρωπος οὐ περιπατεῖ‘, ἡ δὲ ‘ἵππος οὐ περιπατεῖ‘ ἐξήλλακται αὐτῆς κατὰ τὸν ὑποκείμενον ὅρον. ταῦτα διὰ μέσου εἰπὼν προστίθησι τὰ λοιπὰ τῶν προτάσεων παραδείγματα λέγων τῇ δὲ ‘ πᾶς ἄνθρωπος λευκόσ ‘ (ἀντίκειται δηλονότι, τοῦτο γὰρ ἔξωθεν δεῖ προσυπακούειν) ἡ ‘ οὐ πᾶς ἄνθρωπος λευκόσ ‘ , τῇ δὲ ‘ τὶς ἄνθρωπος λευκόσ ‘ ἡ ‘ οὐδεὶς ἄνθρωπος λευκόσ ‘ , τῇ δὲ ‘ ἔστιν ἄνθρωπος λευκόσ ‘ ἡ ‘ οὐκ ἔστιν ἄνθρωπος λευκόσ ‘ , ὧν δηλονότι αἱ μέν εἰσι προσδιωρισμέναι αἱ δὲ ἀπροσδιόριστοι. εἶτα συμπεραινόμενος τὰ διὰ τοῦ πορίσματος εἰρημένα φησίν ὅτι μὲν οὖν μιᾷ ἀποφάσει μία κατάφασις ἀντίκειται ἀντιφατικῶς καὶ τίνες εἰσὶν αὗτα ι , εἴρητα ι · πᾶσι γὰρ ἐπεξῆλθε τοῖς εἴδεσι τῶν προτάσεων τῶν τε καθ’ ἕκαστα καὶ τῶν προσδιωρισμένων καὶ ἔτι τῶν ἀπροσδιορίστων, καὶ ἐπὶ πασῶν ἔδειξε τοῦτο συμβαῖνον. |
| 125 | καὶ τὰ λοιπὰ δὲ τῶν εἰρημένων περὶ τῶν ἐν ταῖς προτάσεσιν ἀντιθέσεων συμπεραινόμενος ἐπήγαγε καὶ ὅτι αἱ ἐναντίαι ἄλλαι (λέγει δὲ ἄλλαι παρὰ τὰς ἀντιφατικῶς ἀντικειμένας δηλονότι) καὶ τίνες εἰσὶν αὗται (κατὰ κοινοῦ καὶ ἐνταῦθα καὶ ἐπὶ τῶν ἐφεξῆς ῥηθησομένων ὑπακουομένου τοῦ εἴρητα ι ) καὶ ὅτι οὐ πᾶσα ἀληθὴς ἢ ψευδὴς ἀντίφασι ς . τοῦτο δὲ τί αὐτῷ σημαίνει, φθάσαντες εἴπομεν, ὅτι τῆς κοινότερον λεγομένης ἀντιφάσεως καὶ σημαινούσης τὴν τυχοῦσαν ἀντίθεσιν τῆς καταφάσεως πρὸς τὴν ἀπόφασιν τῶν τοῖς αὐτοῖς ὅροις χρωμένων οὐ πάντως φησὶ τὰ μόρια διαιρεῖν τὸ ἀληθὲς καὶ τὸ ψεῦδος. εἴρηται δὲ τοῦτο τῶν ἀπροσδιορίστων προτάσεων χάριν, ἃς ἠξίου συναληθεύειν ἐπὶ τῆς ἐνδεχομένης ὕλης διὰ τὸ συμφθέγγεσθαι αὐτὰς ταῖς μερικαῖς προτάσεσιν, ὅπερ σημαίνει αὐτῷ τὸ καὶ διὰ τί. καὶ τὸ πότε δὲ ἀληθὴς ἢ ψευδής περὶ τῶν ἀπροσδιορίστων προτάσεων καὶ αὐτὸ λέγεται· κατὰ γὰρ τὰς λοιπὰς τῶν ὑλῶν παρὰ τὴν ἐνδεχομένην, λέγω δὴ τήν τε ἀναγκαίαν καὶ τὴν ἀδύνατον, διαιροῦσι καὶ αὗται τὸ ἀληθὲς καὶ τὸ ψεῦδος. Μία δέ ἐστι κατάφασις καὶ ἀπόφασις ἡ ἓν κα θ ’ ἑνὸς σημαίνουσα ἢ καθόλου ὄντος καθόλου ἢ μὴ ὁμοίω ς , οἷον ἔστι πᾶς ἄνθρωπος λευκός—οὐκ ἔστι πᾶς ἄνθρωπος λευκό ς , ἔστιν ἄνθρωπος λευκός—οὐκ ἔστιν ἄνθρωπος λευκό ς , οὐδεὶς ἄνθρωπος λευκός—ἔστι τις ἄνθρωπος λευκό ς , εἰ τὸ λευκὸν ἓν σημαίνε ι . εἰ δὲ δυοῖν ἓν ὄνομα κεῖτα ι , ἐξ ὧν μή ἐστιν ἕ ν , οὐ μία κατάφασις οὐδὲ ἀπόφασις μί α · οἷον εἴ τις θεῖτο ὄνομα ἱμάτιον ἵππῳ καὶ ἀνθρώπ ῳ , τὸ ἔστιν ἱμάτιον λευκό ν , αὕτη οὐ μία κατάφασις οὐδὲ ἀπόφασις μί α · οὐδὲν γὰρ διαφέρει τοῦτο εἰπεῖν ἢ ἔστιν ἵππος καὶ ἄνθρωπος λευκό ς . τοῦτο δὲ οὐδὲν διαφέρει τοῦ εἰπεῖν ἔστιν ἵππος λευκὸς καὶ ἔστιν ἄνθρωπος λευκό ς . εἰ οὖν αὗται πολλὰ σημαίνουσι καὶ εἰσὶ πολλα ί , δῆλον ὅτι καὶ ἡ πρώτη ἢ πολλὰ ἢ οὐδὲν σημαίνε ι · οὐ γάρ ἐστί τις ἄνθρωπος ἵππο ς . ὥστε οὐδὲ ἐν ταύταις ἀνάγκη τὴν μὲν ἀληθῆ τὴν δὲ ψευδῆ εἶναι ἀντίφασι ν . Προειπὼν ὅτι τῇ μιᾷ καταφάσει μία μάχεται ἀπόφασις, τίς ποτέ ἐστιν ἡ μία κατάφασις καὶ ἡ μία ἀπόφασις προστίθησι διὰ τούτων, ἤδη μὲν καὶ διὰ τῶν προλαβόντων παραδοὺς ἡμῖν τὴν περὶ τούτων ἔννοιαν, δι’ ὧν ἔλεγεν “ἔστι δὲ εἷς λόγος ἀποφαντικὸς ἢ ὁ ἓν δηλῶν ἢ ὁ συνδέσμῳ εἷς, πολλοὶ δὲ οἱ πολλὰ καὶ μὴ ἓν ἢ οἱ ἀσύνδετοι”, ἀλλ’ ἐν ἐκείνοις μὲν αἰνιττόμενος τὴν διαφορὰν τοῦ τε ἑνὸς καὶ τῶν πολλῶν λόγων, ἐνταῦθα δὲ μετὰ πλείονος ἐπεξεργασίας τὸ θεώρημα παραδιδούς· μίαν γὰρ εἶναί φησι πρότασιν τὴν ἑνὶ χρωμένην κατὰ τὸ σημαινόμενον ὑποκειμένῳ καὶ ἑνὶ κατηγορουμένῳ, εἴτε καθόλου ὡς καθόλου εἴη εἴτε μὴ ὁμοίως, τοῦτ’ ἔστιν εἴτε μερικὴ εἴτε καὶ ἀπροσδιόριστος ἢ καὶ καθ’ ἕκαστα, εἰ καὶ μὴ τέθεικε τῶν καθ’ ἕκαστα παραδείγματα διὰ τούτων· τὴν γοῦν ‘ἔστιν ἄνθρωπος λευκόσ‘ πρότασιν μίαν εἶναι, εἰ τό τε ἄνθρωπος μίαν τινὰ φύσιν σημαίνει καὶ τὸ λευκὸν μὴ ὁμώνυμον λαμβάνοιμεν ἀλλά τινος ὡρισμένου δηλωτικόν. |
| 126 | εἰ δὲ ὁμώνυμον εἴη τὸ ὑποκείμενον ἐν τῇ προτάσει ἢ καὶ τὸ κατηγορούμενον, οὐκέτι μίαν εἶναι τὴν πρότασιν ἀλλὰ τοσαύτας, ὅσα ποτὲ ἂν εἴη τὰ σημαινόμενα ὑπὸ τῆς παραληφθείσης ὁμωνύμου φωνῆς. εἰ γοῦν ὅπερ αὐτός φησιν ὄνομα θείημεν τῷ τε ἀνθρώπῳ καὶ τῷ ἵππῳ τὸ ἱμάτιον, ἔπειτα λέγοιμεν ‘ἱμάτιον λευκόν ἐστιν‘, οὐδὲν ἄλλο λέγομεν ἢ ὅτι ‘ἔστιν ἵππος καὶ ἄνθρωπος λευκόσ‘, καὶ ἐνταῦθα μὲν ὁ καί συμπλεκτικὸς σύνδεσμος φαντασίαν παρέχει τοῦ μίαν τὴν πρότασιν εἶναι συνδέειν δοκῶν τὸν ἄνθρωπον καὶ τὸν ἵππον. εἰ δὲ τὸν σύνδεσμον ἀφελόντες εἴπωμεν ‘ἔστιν ἵππος λευκός, ἔστιν ἄνθρωπος λευκόσ‘, οὐδεμία ἔτι φαντασία τοῦ μίαν εἶναι τὴν πρότασιν ὑπολειφθήσεται. εἰ οὖν αἱ οὕτως λεγόμεναι προτάσεις ὁμολογουμένως πολλαί, δῆλον ὅτι καὶ ἡ τὴν αὐτὴν ταύταις ἔχουσα δύναμιν ἡ εἰποῦσα ‘ἔστιν ἱμάτιον λευκόν‘, ἣν ἐκάλεσε πρώτην ὡς ἐκ ταύτης μεταβὰς ἐπὶ τὰς διαφόροις ὁμολογουμένως ὑποκειμένοις χρωμένας ἤτοι οὐδὲν ἢ πολλὰ σημαίνει· ἓν μὲν γὰρ σημαίνειν αὐτὴν οὐ δυνατόν. ὡς ἐδήλωσεν ἡ εἰς τὰ σημαινόμενα τῆς ὁμωνύμου φωνῆς, τοῦ ἱματίου λέγω, διαίρεσις. ἐπεὶ δὲ ἀνάγκη πᾶσαν φωνὴν ἢ ἄσημον εἶναι ἢ σημαίνειν τι, καὶ εἰ σημαίνοι, ἢ ἓν σημαίνειν ἢ πολλά, δῆλον ὅτι καὶ ἡ εἰρημένη πρότασις ἡ ‘ἔστιν ἱμάτιον λευκόν‘ ἢ τῶν ἀσήμων ἔσται ἢ τῶν σημαντικῶν καὶ ἢ τῶν ἕν τι σημαινουσῶν ἢ τῶν πολλὰ καὶ μὴ ἕν. ἐληλεγμένου τοίνυν τοῦ ἕν τι αὐτὴν σημαίνειν, τὸ ἕτερον τῶν λοιπῶν δύο καταλείπεσθαι ἀνάγκη. ἀλλὰ μὴν τὸ μηδὲν σημαίνειν αὐτὴν ἄλογον, εἰ καὶ τοῦ τελείου τῆς διαιρέσεως ἕνεκεν παρείληπται καὶ τοῦτο ἐν τῇ ἐξετάσει τοῦ θεωρήματος. |
| 127 | μόνως ἄρα πολλὰ σημαίνει, κἂν δοκῇ κατὰ τὴν φωνὴν μία εἶναι ἡ πρότασις τῷ τὸν ὑποκείμενον ἕνα εἶναι δοκεῖν διὰ τὸ ἓν εἶναι ὄνομα τῶν πλειόνων σημαινομένων, οἷον τοῦ ἀνθρώπου καὶ τοῦ ἵππου σημαντικὸν τὸ ἱμάτιον. Τὸ δὲ οὐ γάρ ἐστί τις ἄνθρωπος ἵππος εἰρῆσθαί μοι δοκεῖ διὰ τὸ δύνασθαί ποτε καὶ τὰς οὕτω λαμβανομένας προτάσεις μὴ πολλὰ σημαίνειν ἀλλὰ ἕν, ὅταν τοῖς ἔν τινι ὁρισμῷ παραλαμβανομένοις πλείοσι πράγμασι, τῷ τε γένει φημὶ καὶ ταῖς διαφοραῖς, ἕν τις ὄνομα θῇ τὸ τυχόν· κείσθω γὰρ τῷ ζῴῳ τῷ λογικῷ τῷ θνητῷ τῷ νοῦ καὶ ἐπιστήμης δεκτικῷ κοινὸν ὄνομα, ὡς παρέλαβεν ὁ Ἀριστοτέλης, ἱμάτιον· ἆρ’ οὖν ὅταν εἴπωμεν ‘ἔστιν ἱμάτιον λευκόν‘, οὐ μίαν ἀλλὰ πολλὰς φήσομεν εἶναι ταύτην τὴν πρότασιν; οὐδαμῶς, ἐπειδὴ ἐκ πάντων, οἷς κεῖται τὸ ἱμάτιον ὄνομα, μία τις φύσις ἡ τοῦ ἀνθρώπου συμπληροῦται καὶ ταὐτόν ἐστι τὸ εἰπεῖν ‘ἔστιν ἱμάτιον λευκόν‘ καὶ ‘ἔστι ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικὸν λευκόν‘, τοῦτο δὲ ταὐτὸν τῷ ‘ἔστιν ἄνθρωπος λευκόσ‘. ὥστε οὐκ ἂν λέγοι πλείους προτάσεις ὁ ἕν τι κατηγορῶν τοῦ τιθεμένου ὀνόματος κοινῶς ἅπασι τοῖς συμπληροῦσι τὸν αὐτὸν ὁρισμόν. τίς οὖν ὁ διορισμὸς τῶν πραγμάτων, ἐφ’ ὧν οὐκ ἐνδέχεται τὸ τεθὲν αὐτοῖς ὄνομα μίαν ἐργάσασθαι πρότασιν καὶ ἐφ’ ὧν δυνατόν; ὅτι ἐφ’ ὧν μὲν οὐκ ἐνδέχεται μίαν γενέσθαι τὴν πρότασιν, ταῦτα διακεκρίσθαι ἀλλήλων ἀνάγκη, ὥσπερ ἐπὶ τοῦ ἀνθρώπου καὶ τοῦ ἵππου ἐλέγομεν, ἐφ’ ὧν δὲ δυνατὸν μίαν εἶναι τὴν πρότασιν, ταῦτα ἐνίοτε μὲν καὶ καθόλου πάντως δὲ κατὰ μέρος καταφάσκεσθαι ἀλλήλων ἀνάγκη, οἷον ὡς ἐλέγομεν ἐπὶ τοῦ ζῴου καὶ λογικοῦ καὶ θνητοῦ καὶ πάντων ἁπλῶς τῶν πρὸς συμπλήρωσιν ἑνός τινος ὁρισμοῦ παραλαμβανομένων· τούτων γὰρ ἕκαστον τοῦ τε ὁριστοῦ πράγματος καθόλου κατηγορούμενον καὶ καθ’ ἑκάστου τῶν τὸν αὐτὸν ὁρισμὸν αὐτῷ συμπληρούντων κατὰ μέρος καταφάσκεσθαι ἀνάγκη· ἐπεὶ γὰρ τὸ ζῷον κατὰ παντὸς ἀνθρώπου κατηγορεῖται καὶ τὸ λογικὸν ὡσαύτως, δῆλον ὅτι ἀνάγκη ἑκάτερον αὐτῶν τοῦ ἑτέρου κατηγορεῖσθαι κατὰ μέρος· καὶ γὰρ τὶ λογικὸν ζῷον καὶ τὶ ζῷον λογικόν. ὁ δὲ αὐτὸς λόγος καὶ ἐπὶ ζῴου καὶ θνητοῦ (καὶ γὰρ τὶ θνητὸν ζῷον καὶ τὶ ζῷον θνητόν) καὶ λογικοῦ καὶ θνητοῦ (καὶ γὰρ τὶ λογικὸν θνητὸν καὶ τὶ θνητὸν λογικόν), εἰ καί τινα τούτων ἀληθῆ εἶναι διὰ τὰ καθόλου συμβαίνει. ταῦτα οὖν αὐτὸς συντόμως ἐνεδείξατο εἰπὼν οὐ γάρ ἐστί τις ἄνθρωπος ἵππο ς . |
| 128 | ὅπως δὲ καὶ τοῦτο τὸ θεώρημα συμβάλλεται πρὸς τὴν τῆς κυρίως λεγομένης ἀντιφάσεως θεωρίαν, διδάσκων ἐπήγαγεν ὥστε οὐδὲ ἐν ταύταις ἀνάγκη τὴν μὲν ἀληθῆ τὴν δὲ ψευδῆ εἶναι ἀντίφασι ν , ταὐτὸν λέγων τῷ ‘ὥστε οὐδὲ ἐν ταῖς τοιαύταις ἀντιφάσεσι ταῖς ὁμωνύμῳ χρωμέναις ὑποκειμένῳ ἢ κατηγορουμένῳ ἀνάγκη τὴν μὲν τῶν προτάσεων ψεύδεσθαι τὴν δὲ ἀληθεύειν‘. καὶ τοῦτο εἰκότως, ἐπείπερ οὐδὲν κωλύει τῶν ὑπὸ τῆς ὁμωνύμου φωνῆς σημαινομένων διαφόρων πραγμάτων τὸ μὲν μετέχειν τοῦ κοινῶς αὐτῶν κατηγορηθέντος τὸ δὲ μὴ μετέχειν, ὥσπερ ἐλέγομεν ἐπὶ τοῦ ‘Αἴας ἐμονομάχησεν Ἕκτορι‘ καὶ ‘Αἴας οὐκ ἐμονομάχησε‘, καὶ ὡς ἐπὶ τοῦ εἰρημένου παραδείγματος τοῦ ‘ἔστιν ἱμάτιον λευκόν‘ καὶ ‘οὐκ ἔστιν ἱμάτιον λευκόν‘· δυνατὸν γὰρ ἀνθρώπου μέν, εἰ οὕτως ἔτυχεν, ὄντος λευκοῦ ἵππου δὲ μὴ λευκοῦ, ἀμφοτέρας τε ἀληθεύειν τὰς προτάσεις καὶ ἀμφοτέρας ψεύδεσθαι καὶ τὴν μὲν ψεύδεσθαι τὴν δὲ ἀληθεύειν. Ἐπὶ μὲν οὖν τῶν ὄντων καὶ γενομένων ἀνάγκη τὴν κατάφασιν ἢ τὴν ἀπόφασιν ἀληθῆ ἢ ψευδῆ εἶνα ι , καὶ ἐπὶ μὲν τῶν καθόλου ὡς καθόλου ἀεὶ τὴν μὲν ἀληθῆ τὴν δὲ ψευδ ῆ , καὶ ἐπὶ τῶν κα θ ’ ἕκαστα ὥσπερ εἴρητα ι , ἐπὶ δὲ τῶν καθόλου λεχθέντων μὴ καθόλου οὐκ ἀνάγκ η · εἴρηται δὲ καὶ περὶ τούτω ν . ἐπὶ δὲ τῶν κα θ ’ ἕκαστα καὶ μελλόντων οὐχ ὁμοίω ς . Παραδοὺς ἡμῖν διὰ τῶν προλαβόντων ὁ Ἀριστοτέλης τὴν ἀπὸ τοῦ ὑποκειμένου τῶν προτάσεων διαίρεσιν καὶ διακρίνας τάς τε συναληθεύειν ἢ συμψεύδεσθαί ποτε δυναμένας προτάσεις καὶ τὰς ἀεὶ διαιρούσας τό τε ἀληθὲς καὶ τὸ ψεῦδος, διὰ τούτων προστίθησι τὴν ἀπὸ τοῦ κατηγορουμένου γινομένην ἐν αὐταῖς διαφορὰν πρὸς τὸ διαιρεῖν πάλιν ἢ μὴ διαιρεῖν τὸ ἀληθὲς καὶ τὸ ψεῦδος· ἐπεὶ γὰρ τὸ κατηγορούμενον ἐν ταῖς προτάσεσι ῥῆμα εἶναι ἀναγκαῖον τὸ δὲ ῥῆμα χρόνον ἐλέγομεν προσσημαίνειν τὸν δὲ χρόνον τριχῇ διαιροῦμεν εἴς τε τὸ παρεληλυθὸς καὶ τὸ ἐνεστὸς καὶ τὸ μέλλον, ἀνάγκη τῶν προτάσεων ἑκάστην καθ’ ἕνα τῶν τριῶν λαμβάνεσθαι χρόνων. τεττάρων οὖν οὐσῶν ἐν ταῖς προτάσεσιν ἀντιθέσεων κατὰ τὴν ἀπὸ τοῦ ὑποκειμένου διαίρεσιν, δύο μὲν τῶν διαγωνίων, τῆς πᾶς πρὸς τὴν οὐ πᾶς καὶ τῆς τίς πρὸς τὴν οὐδείς, τρίτης δὲ τῆς τῶν ἀπροσδιορίστων, καὶ ἐπὶ ταύταις τῆς τῶν καθ’ ἕκαστα, πάνυ προσεκτικῶς τὰ μὲν τρία τῶν ἐν ταῖς προτάσεσιν ἀντιθέσεων εἴδη κατὰ πάντα χρόνον ὁμοίως ἔχειν φησὶ πρὸς τὸ διαιρεῖν τὸ ἀληθὲς καὶ τὸ ψεῦδος ἢ συναληθεύειν, λέγω δὴ τάς τε διαγωνίους καὶ τὰς ἀπροσδιορίστους, τὰς δὲ καθ’ ἕκαστα οὐκέτι. |
| 129 | Γινέσθω δὲ ἡμῖν ὁ λόγος ἐπὶ μιᾶς τῶν εἰρημένων τριῶν ἀντιθέσεων, ἵνα καὶ ὅπῃ διαφέρουσιν αὐτῶν κατὰ τὸν εἰρημένον τρόπον αἱ καθ’ ἕκαστα προτάσεις γένηται φανερόν, τῶν αὐτῶν ἁρμόσαι ἡμῖν δηλονότι δυναμένων πρὸς τὴν διάκρισιν τῶν καθ’ ἕκαστα προτάσεων ἀπὸ τῶν λοιπῶν δύο ἀντιθέσεων. εἰλήφθωσαν οὖν ἥ τε μερικὴ κατάφασις καὶ ἡ καθόλου ἀπόφασις. ταῦτα τοίνυν εἰ μὲν κατὰ τὴν ἀναγκαίαν ὕλην λαμβάνοις, ἀεὶ τὴν μὲν κατάφασιν ἀληθεύουσαν εὑρήσεις τὴν δὲ ἀπόφασιν ψευδομένην, εἰ δὲ κατὰ τὴν ἀδύνατον, τὴν μὲν κατάφασιν ψευδομένην τὴν δὲ ἀπόφασιν ἀληθεύουσαν· ἐπὶ δὲ τῆς ἐνδεχομένης τὴν μὲν κατάφασιν ἅτε ἐπὶ μέρους εἶναι τὸ ἐνδεχόμενον λέγουσαν, ὥσπερ καὶ πέφυκεν ὑπάρχειν, ἀληθεύουσαν πάλιν εὑρήσεις, τὴν δὲ ἀπόφασιν παντελῶς ἀναιροῦσαν τὸ ἐνδεχόμενον τὸ τισὶ μὲν πεφυκὸς ὑπάρχειν τισὶ δὲ μὴ ὑπάρχειν ἐξ ἀνάγκης ψευδομένην· ὥσπερ γὰρ κατὰ τὸν ἐνεστῶτα χρόνον τὸ μὲν ‘τὶς ἄνθρωπος λευκός ἐστιν‘ ἀληθὲς τὸ δὲ ‘οὐδεὶς ἄνθρωπος λευκός ἐστι‘ ψεῦδος, οὕτω καὶ ἐπὶ τοῦ παρεληλυθότος τὸ μὲν ‘τὶς ἄνθρωπος λευκὸς ἦν‘ ἀληθὲς τὸ δὲ ‘οὐδεὶς ἄνθρωπος λευκὸς ἦν‘ ψεῦδος, καὶ ἐπὶ τοῦ μέλλοντος ὡσαύτως τὸ μὲν ‘τὶς ἄνθρωπος λευκὸς ἔσται‘ ἀληθὲς τὸ δὲ ‘οὐδεὶς ἄνθρωπος λευκὸς ἔσται‘ ψεῦδος. ὁ δὲ αὐτὸς δηλονότι λόγος ἁρμόσει καὶ ἐπὶ τῆς ἑτέρας τῶν διαγωνίων ἀντιθέσεων, τῆς πᾶς καὶ οὐ πᾶς· καὶ γὰρ ἐκείνης τὰ μόρια καθ’ οἵαν ἂν ὕλην ληφθῶσι, παραπλησίως ἔχοντα κατὰ πάντα χρόνον πρὸς τὸ διαιρεῖν τὸ ἀληθὲς καὶ τὸ ψεῦδος καταλαμβάνονται. καὶ τὰς ἀπροσδιορίστους μέντοι λεγομένας προτάσεις εἰ μὲν ἐπὶ τῆς ἀναγκαίας ἢ τῆς ἀδυνάτου ὕλης θεωροίης, ὄψει κατὰ πάντα χρόνον ὁμοίως διαιρούσας τό τε ἀληθὲς καὶ τὸ ψεῦδος· ἐπὶ δὲ τῆς ἐνδεχομένης εἴτε συναληθεύοιεν, ὡς ἐλέγετο πρότερον, κατὰ πάντα χρόνον ὑπάρξει αὐταῖς τὸ συναληθεύειν, καὶ οὐ κατὰ μὲν τὸν ἐνεστῶτα, εἰ τύχοι, συναληθεύουσι κατὰ δὲ τὸν παρεληλυθότα ἢ τὸν μέλλοντα οὐχ οὕτως ἕξουσιν, εἴτε διαιροῖεν τὸ ἀληθὲς καὶ τὸ ψεῦδος, τῆς ἀδιορίστου ἀποφάσεως οὐ τῇ μερικῇ ἀποφάσει ταὐτὸν φθεγγομένης ἀλλὰ τῇ καθόλου, κατὰ πάντα πάλιν χρόνον ἕξουσι τὸ ἀντιφάσκειν πρὸς ἀλλήλας παραπλησίως τῇ τῆς μερικῆς καταφάσεως πρὸς τὴν καθόλου ἀπόφασιν ἀντιθέσει. Τῶν οὖν εἰρημένων τριῶν ἀντιθέσεων κατὰ πάντα χρόνον ὁμοίως ἐχουσῶν κατὰ τὸ ποιεῖν ἀντίφασιν ἢ μὴ ποιεῖν, τὰς καθ’ ἕκαστα προτάσεις φησὶν ὁ Ἀριστοτέλης ἐπὶ μὲν τῆς ἀναγκαίας ὕλης καὶ τῆς ἀδυνάτου διαιρεῖν ὁμοίως ταῖς ἄλλαις κατὰ πάντα χρόνον ὡρισμένως τὸ ἀληθὲς καὶ τὸ ψεῦδος (κατὰ μὲν γὰρ τὴν ἀναγκαίαν ὕλην τὴν μὲν κατάφασιν ἀληθεύειν ἀνάγκη τὸ ἀναγκαίως ὑπάρχον ὑπάρχειν λέγουσαν, τὴν δὲ ἀπόφασιν ψεύδεσθαι ἅτε ἀναιροῦσαν τὸ ἀναγκαίως ὑπάρχον, κατὰ δὲ τὴν ἀδύνατον τὴν μὲν κατάφασιν ψεύδεσθαι τὸ ἀδύνατον ὑπάρχειν λέγουσαν, τὴν δὲ ἀπόφασιν ἅτε ἀναιροῦσαν αὐτὸ ἀληθεύειν), κατὰ δέ γε τὴν ἐνδεχομένην ὕλην οὐκέτι φησὶν ὁμοίως αὐτὰς ἔχειν κατὰ πάντα χρόνον λαμβανομένας πρὸς τὴν διάκρισιν τοῦ τε ἀληθοῦς καὶ τοῦ ψεύδους· ἐπὶ μὲν γὰρ τοῦ παρεληλυθότος καὶ τοῦ ἐνεστῶτος, ἅτε δὴ τοῦ πράγματος ἐκβεβηκότος περὶ οὗ ὁ λόγος, φανερὰν εἶναι τῶν καθ’ ἕκαστα προτάσεων τήν τε ἀληθεύουσαν καὶ τὴν ψευδομένην· εἰ γὰρ τύχοι λουόμενος ἢ λουσάμενος χθὲς ὁ Σωκράτης, ἡ μὲν κατάφασις ἀληθεύσει ἡ λέγουσα ‘Σωκράτης λούεται‘ ‘Σωκράτης χθὲς ἐλούσατο‘, ἡ δὲ ἀπόφασις ἀναιρεῖν πειρωμένη τὸ ὑπάρχον ἢ ὑπάρξαν δῆλον ὅτι ψευδὴς ἔσται, καὶ εἰ τύχοι μὴ λουόμενος ἢ μὴ λελουμένος τῇ προτεραίᾳ, δῆλον ὅτι τὴν μὲν ἀπόφασιν κατὰ τὸν ἐνεστῶτα χρόνον καὶ τὸν παρεληλυθότα λαμβανομένην ἀληθεύειν ἀνάγκη, τὴν δὲ κατάφασιν ὑπάρχειν ἢ ὑπάρξαι λέγουσαν τὸ μὴ ἐκβεβηκὸς ψεύδεσθαι. |
| 130 | κατὰ δέ γε τὸν μέλλοντα χρόνον διαιρεῖν μὲν καὶ οὕτως φησὶ τὰς καθ’ ἕκαστα προτάσεις τό τε ἀληθὲς καὶ τὸ ψεῦδος, οὐκέτι μέντοι ὁμοίως ταῖς κατὰ τὸν ἐνεστῶτα χρόνον ἢ τὸν παρεληλυθότα λαμβανομέναις· οὐ γὰρ ἔτι ὡρισμένως ἔστιν εἰπεῖν ποτέρα μὲν αὐτῶν ἀληθεύσει ποτέρα δὲ ψεύσεται, μήπω τοῦ πράγματος ἐκβεβηκότος δυναμένου δὲ καὶ ἐκβῆναι καὶ μὴ ἐκβῆναι. Τοῦτο μέντοι τὸ θεώρημα τὸ νῦν ὑπὸ τοῦ Ἀριστοτέλους κινούμενον δοκεῖ μὲν εἶναι λογικόν, κατὰ ἀλήθειαν δὲ πρὸς πάντα τὰ μόρια τῆς φιλοσοφίας ἐστὶν ἀναγκαῖον· κατά τε γὰρ τὴν ἠθικὴν φιλοσοφίαν πᾶσαν ἀνάγκη προσλαμβάνειν ὡς οὐ πάντα ἔστι καὶ γίνεται ἐξ ἀνάγκης, ἀλλ’ ἔστι τινὰ καὶ ἐφ’ ἡμῖν, ἐπείπερ κύριοι πράξεών τινων ὄντες καὶ ἐφ’ ἡμῖν ὂν ἑλέσθαι ἢ μὴ ἑλέσθαι τάδε τινὰ καὶ πρᾶξαι ἢ μή, τὰς μὲν ἐπαινετὰς τὰς δὲ ψεκτὰς εἶναι τῶν τε προαιρέσεων καὶ τῶν πράξεων λέγομεν, καὶ προτρέπειν μὲν τοὺς πέλας ἀξιοῦμεν ἐπὶ τὰς καλὰς καὶ ἀγαθὰς πράξεις ἀποτρέπειν δὲ ἐκ τῶν ἐναντίων. καὶ μέντοι καὶ πρὸς φυσιολογίαν φαίνεται χρήσιμον τὸ θεώρημα· ζητήσει γὰρ καὶ ὁ φυσιολόγος εἴτε πάντα ἐξ ἀνάγκης γίνεται τὰ γινόμενα, εἴτε τινὰ ἀπὸ τύχης καὶ ἐκ ταὐτομάτου. |
| 131 | καὶ πρὸς τὴν λογικὴν μέθοδον ὡσαύτως· αὐτὸ γοῦν τοῦτό ἐστι τὸ νῦν ζητούμενον εἴτε πᾶσα ἀντίφασις ἀφωρισμένως διαιρεῖ τὸ ἀληθὲς καὶ τὸ ψεῦδος εἴτε ἔστι τις καὶ ἀορίστως ταῦτα διαιροῦσα. ἐκτεινόμενον δὲ τὸ θεώρημα καὶ ἐπὶ τὴν πρώτην φιλοσοφίαν εὑρήσεις· ζητήσει γὰρ καὶ ὁ θεολόγος κατὰ τίνα τρόπον ὑπὸ τῆς προνοίας διακυβερνᾶται τὰ ἐν τῷ κόσμῳ πράγματα, καὶ εἴτε πάντα ὡρισμένως καὶ ἐξ ἀνάγκης γίνεται τὰ γινόμενα, καθάπερ τὰ ἐπὶ τῶν ἀιδίων ὑπάρχοντα, ἢ ἔστι τινὰ καὶ ἐνδεχομένως ἐκβαίνοντα, ὧν τὴν γένεσιν ἐπὶ μερικὰς δηλονότι καὶ ἄλλοτε ἄλλως ἐχούσας αἰτίας ἀνάγειν ἀνάγκη. καὶ οὐδὲ τοὺς πάνυ ἰδιωτικῶς διακειμένους τῶν ἀνθρώπων εὑρήσεις ἀμελοῦντας τῆς περὶ τούτου τοῦ θεωρήματος ἐννοίας, ἀλλὰ τοὺς μὲν ὡς πάντων ἐξ ἀνάγκης γινομένων τὰς αἰτίας ὧν ἁμαρτάνουσιν ἐπὶ τὴν εἱμαρμένην ἢ τὴν πρόνοιαν τήν τε θείαν καὶ τὴν δαιμονίαν ἀναφέρειν πειρωμένους, καθάπερ ὁ ἀπαιδεύτως παρ’ Ὁμήρῳ λέγων ἐγὼ δ’ οὐκ αἴτιός εἰμι, ἀλλὰ Ζεὺς καὶ Μοῖρα καὶ ἠεροφοῖτις Ἐριννύς, τοὺς δὲ ὡς ὄντων τινῶν καὶ ἐφ’ ἡμῖν ἀπομαχομένους μὲν τοῖς πάντα ἀναγκάζουσιν ἀξιοῦντας δὲ ἡμᾶς ὡς αὐτοκινήτους παιδείας τε καὶ ἀρετῆς ἐπιμέλειαν ποιεῖσθαι. Τοσαύτην οὖν δύναμιν ἔχοντος τοῦ θεωρήματος πρὸς πάντα ἡμῶν τὸν βίον ἀναγκαῖον ἡγοῦμαι τῶν πάντα ἀναγκάζειν πειρωμένων λόγων τοὺς δοκοῦντας παρέχειν τινὰ τοῖς ἀκούουσιν ἀπορίαν ἐκθέσθαι τε καὶ διαλῦσαι. δύο δὲ τούτων ὄντων, τοῦ μὲν λογικωτέρου τοῦ δὲ πραγματειωδεστέρου, ὁ μὲν λογικώτερος προάγεται ὡς ἐπί τινος ἡμῶν ἐνεργείας, οἷον τῆς κατὰ τὸ θερίζειν, τὸν τρόπον τοῦτον· εἰ θεριεῖς, φησίν, οὐχὶ τάχα μὲν θεριεῖς τάχα δὲ οὐ θεριεῖς, ἀλλὰ πάντως θεριεῖς, καὶ εἰ μὴ θεριεῖς, ὡσαύτως οὐχὶ τάχα μὲν θεριεῖς τάχα δὲ οὐ θεριεῖς, ἀλλὰ πάντως οὐ θεριεῖς· ἀλλὰ μὴν ἐξ ἀνάγκης ἤτοι, θεριεῖς ἢ οὐ θεριεῖς· ἀνῄρηται ἄρα τὸ τάχα, εἴπερ μήτε κατὰ τὴν ἀντίθεσιν τοῦ θεριεῖν πρὸς τὸ μὴ θεριεῖν ἔχει χώραν, ἐξ ἀνάγκης τοῦ ἑτέρου τούτων ἐκβαίνοντος, μήτε κατὰ τὸ ἑπόμενον ὁποτερᾳοῦν τῶν ὑποθέσεων· τὸ δὲ τάχα ἦν τὸ εἰσφέρον τὸ ἐνδεχόμενον· οἴχεται ἄρα τὸ ἐνδεχόμενον. πρὸς τοῦτον οὖν τὸν λόγον ῥᾴδιον ἀπαντᾶν λέγοντας ὡς ὅταν φάσκητε τὸ ‘εἰ θεριεῖς, οὐχὶ τάχα μὲν θεριεῖς τάχα δὲ οὐ θεριεῖς, ἀλλὰ πάντως θεριεῖσ‘, πῶς ἀξιοῦτε ὑποτίθεσθαι τὸ θεριεῖν ὡς ἀναγκαῖον ἢ ὡς ἐνδεχόμενον; εἰ μὲν γὰρ ὡς ἐνδεχόμενον, ἔχομεν τὸ ζητούμενον, εἰ δὲ ὡς ἀναγκαῖον, πρῶτον μὲν αὐτὸ αἰτεῖσθε τὸ ἐξ ἀρχῆς ζητούμενον συγχωρεῖσθαι ὑμῖν ὡς ἐναργές, ἔπειτα ἀληθὲς μὲν ἔσται τὸ πάντως θεριεῖν, οὐκέτι μέντοι χώραν ἕξει τὸ λέγειν ‘ἀλλὰ μὴν ἤτοι θεριεῖς ἢ οὐ θεριεῖσ‘· πῶς γὰρ τοῦ ἑτέρου τούτων ἐκβαίνοντος ἀναγκαίως τοῦ δὲ ἑτέρου δηλονότι ἀδυνάτου ὄντος χώραν ἔχει τὸ λέγειν ‘ἀλλὰ μὴν ἢ τόδε ἔσται ἢ τόδε‘; ὥστε οὐ πρόεισιν αὕτη τέως αὐτοῖς ἡ ἐπιχείρησις. |
| 132 | Ὁ δέ γε ἕτερος τῶν λόγων οὕτως ὢν πραγματειώδης καὶ δυσαντίβλεπτος, ὥστε καὶ πολλοὺς τῶν ἐπιστατικωτέρων εἶναι δοκούντων ἀπάγεσθαι πρὸς τὴν ἀναιροῦσαν τὸ ἐνδεχόμενον δόξαν, πρόεισιν ἐκ διαιρέσεως τοιαύτης· οἱ θεοί, φασίν, ἤτοι ὡρισμένως ἴσασι τὴν ἔκβασιν τῶν ἐνδεχομένων ἢ παντάπασιν οὐδεμίαν αὐτῶν ἔχουσιν ἔννοιαν ἢ καθάπερ ἡμεῖς ἀόριστον αὐτῶν ἔχουσι τὴν γνῶσιν. ἀλλ’ ἀγνοεῖν μὲν οὐδὲν τῶν ὄντων αὐτοὺς ἐνδέχεται τὰ πάντα παράγοντάς τε καὶ διακοσμοῦντας νοῦς τε παντελῶς ἀμιγεῖς πρὸς ὕλην ὄντας, μᾶλλον δέ (εἰ χρὴ τὸ ἀκριβέστερον φάναι) καὶ ὑπὲρ τὴν νοερὰν αὐτὴν ἰδιότητα τὴν ὄντως ἑαυτῶν ὕπαρξιν ἱδρυμένους· οὔτε γὰρ αὐτόματον ἐροῦμεν εἶναι τῶν ὄντων τὴν φύσιν τε καὶ τάξιν, οὔτε τοὺς θεοὺς εὔλογον ἢ ἀγνοεῖν ἅπερ παράγουσιν ἢ ὥς τινας ἀφερεπόνους κατολιγωρεῖν τῆς τε γνώσεως αὐτῶν καὶ τῆς διακοσμήσεως· τὸ γὰρ ὑπολαμβάνειν ὡς ἐργώδη τε καὶ ἄσχολον ποιοῦμεν τὸν τῶν θεῶν βίον καὶ ἄμοιρον τῆς τοῖς θεοῖς προσηκούσης ἔμφρονος ῥᾳστώνης, ἐπιμελεῖσθαι τῶν κατὰ μέρος αὐτοὺς ἀποφαινόμενοι, μὴ συνεωρακότων ἐστὶ τὴν ὑπεροχὴν τῆς τῶν θεῶν γνώσεώς τε καὶ δυνάμεως πρὸς τὴν ἡμετέραν καὶ διὰ τὴν ἄγνοιαν ταύτην ἀξιούντων ἐκ τῶν περὶ ἡμᾶς τὰ κατὰ τοὺς θεοὺς σταθμᾶσθαι καὶ τὴν ἡμετέραν ἀσθένειαν ἐπ’ ἐκείνους μεταφέρειν, ὡς τοῦ μὲν βασιλέως ἡλίου ἅπαντα ἅμα τὰ ἐν τῷ κόσμῳ καταλάμπειν δυναμένου, πλὴν εἰ μή τισιν ἀντιφράττοι ποτέ τινα τῶν μὴ διαφανῶν ἀλλὰ στερεῶν σωμάτων, τῆς δὲ ἀσωμάτου καὶ παντάπασιν ἀύλου τῶν θεῶν δυνάμεως οὐ δυναμένης ἀπαραποδίστως τε καὶ ἀθρόως ἅπασιν ἅμα παρεῖναι τοῖς οὖσιν, οὐδενὸς ἀντιφράττειν αὐτῇ δυναμένου πλὴν τῆς ἡμετέρας ἀνεπιτηδειότητος, οὐδὲ τότε κατὰ ἀλήθειαν τῆς προνοίας τῶν θεῶν παραποδιζομένης ἢ πρὸς τὴν γνῶσιν τῶν καθ’ ἡμᾶς ἢ πρὸς τὴν ἐπιμέλειαν, ἀλλ’ ἡμῶν αὐτῶν παραπλήσια πασχόντων τοῖς ὑπὸ τὸ φῶς τὸ ἡλιακὸν καθεύδουσιν ἢ καὶ μύουσιν· ὥσπερ γὰρ ἐκεῖνοι τῆς μὲν θερμότητος τῆς ἀπὸ τοῦ ἡλίου τοῖς τῇδε παρεχομένης τυγχάνουσι, τῆς δὲ φωτιστικῆς αὐτοῦ δυνάμεως ἑαυτοὺς ἀποστεροῦσι διὰ τὴν οἰκείαν αἵρεσιν ἀλλ’ οὐ διά τινα τοῦ θεοῦ μῆνιν ἀναστέλλοντος ἀπ’ αὐτῶν τὰς οἰκείας ἀκτῖνας· οὕτω καὶ οἱ διά τινα κακοζωΐαν ἔξω τῆς προνοίας τῶν θεῶν λεγόμενοι πίπτειν οὐ παντάπασίν εἰσιν αὐτῆς ἔξω· οὐ γὰρ ἂν γένοιτό τις, ὅπερ φησὶν ὁ Ἀθηναῖος ξένος, ἢ οὕτω σμικρὸς ὥστε καταδὺς εἰς τὸ βάθος τῆς γῆς λαθεῖν τὴν ἅπαντα καὶ τὰ σμικρότατα ἐποπτεύουσαν πρόνοιαν, οὐδὲ οὕτως μέγας ὥστε ὑπερπτῆναι τὸν οὐρανὸν καὶ γενέσθαι ἔξω τῆς διακοσμούσης τὰ ὅλα προνοίας, ἀλλὰ τῶν αὐτόθεν νεμουσῶν ἡμῖν τὰ ἀγαθὰ δυνάμεων τῶν θεῶν ἑαυτοὺς ἀποστερήσαντες τυγχάνουσιν ἀναγκαίως τῶν διὰ τιμωρίας καὶ κολάσεως περιαγουσῶν αὐτοὺς εἰς τὸ κατὰ φύσιν. |
| 133 | Τούτων οὖν κατά τε τὰς κοινὰς καὶ ἀδιαστρόφους τῶν ψυχῶν ἐννοίας ὁμολογουμένων ὄντων καὶ ἐν τῷ δεκάτῳ τῶν Νόμων ἐναργῶς ἀποδεδειγμένων οὔτε ἀγνοεῖν τὰ ἡμέτερα τοὺς θεοὺς δυνατὸν οὔτε ἀόριστον αὐτῶν γνῶσιν ἔχειν, ὥσπερ εἰκάζοντας περὶ τῶν ἐκβησομένων· πρῶτον μὲν γάρ, ὡς ὁ Τίμαιος ἡμᾶς ἐδίδαξε καὶ αὐτὸς ὁ Ἀριστοτέλης θεολογῶν ἀποφαίνεται καὶ πρὸ τούτων ὁ Παρμενίδης οὐχ ὁ παρὰ Πλάτωνι μόνον ἀλλὰ καὶ ὁ ἐν τοῖς οἰκείοις ἔπεσιν, οὐδέν ἐστι παρὰ τοῖς θεοῖς οὔτε παρεληλυθὸς οὔτε μέλλον, εἴ γε τούτων μὲν ἑκάτερον οὐκ ὄν, τὸ μὲν οὐκέτι τὸ δὲ οὔπω καὶ τὸ μὲν μεταβεβληκὸς τὸ δὲ πεφυκὸς μεταβάλλειν, τὰ δὲ τοιαῦτα τοῖς ὄντως οὖσι καὶ μεταβολὴν οὐδὲ κατ’ ἐπίνοιαν ἐπιδεχομένοις προσαρμόττειν ἀμήχανον· προηγεῖσθαι γὰρ ἀνάγκη τὸ παντελῶς ἀμετάβλητον τοῦ ὁπωσοῦν μεταβάλλοντος, ἵνα καὶ μένῃ μεταβάλλον. ὥστε ἐπὶ θεῶν ἀρχῆς ἐχόντων πρὸς τὰ ὄντα λόγον τὸ παρεληλυθὸς ἢ τὸ μέλλον θεωρεῖσθαι ἀδύνατον, ἀλλὰ πάντα παρ’ αὐτοῖς ἐν ἑνὶ τῷ νῦν ἐστι τῷ αἰωνίῳ ἱδρυμένα, τῶν χρονικῶν μέτρων ἅμα τῇ ὑποστάσει τοῦ παντὸς ἀναφαινομένων καὶ μόνα μετρούντων τὰ κατὰ χρόνον ἔχοντα ἢ τὴν ὑπόστασιν ἢ τὴν ἐνέργειαν. ὥστε καὶ τὴν εἰκαστικὴν γνῶσιν πόρρω που τῶν θεῶν καὶ ἐν τῇ ἀποπερατώσει τῆς λογικῆς ζωῆς ἀπερρίφθαι ἀναγκαῖον. ἔπειτα πῶς ἂν δόξαιμεν κατὰ βραχὺ γοῦν σωφροσύνης μετέχειν, τῇ γνώσει τῶν θεῶν μηδὲν πλέον ἀξιοῦντες τῆς ἡμετέρας ἀπονέμειν, ἀλλὰ τολμῶντες ἀμφίβολον αὐτὴν καὶ ἀόριστον ὁμολογεῖν; τῆς γὰρ αὐτῆς ἔσται διανοίας, μᾶλλον δὲ ἀνοίας, καὶ τῶν ἀλόγων ζῴων τὴν γνῶσιν παραβάλλειν πρὸς τὴν ἡμετέραν μεταδιδόναι τε κἀκείνοις τῆς ἀντιλήψεως τῶν καθόλου καὶ τῶν νοητῶν. |
| 134 | ὅλως δὲ εἰ πᾶσα ἀνάγκη τῶν ὄντων ἁπάντων αἰτίους εἶναι τοὺς θεοὺς ἢ προαιτίους, πῶς ἂν ἔχοι λόγον ἢ ἀγνοεῖν αὐτοὺς τὰ οἰκεῖα γεννήματα ἢ τὰ τῶν οἰκείων γεννημάτων ἀποτελέσματα ἢ τὰ ὑπ’ ἐκείνων καθ’ οἷον δήποτε τρόπον γινόμενα, ἢ ὥσπερ οὐδὲν αὐτοῖς προσηκόντων οὐδὲ ἐπ’ αὐτοῖς κειμένων ἀμφίβολον ἔχειν τὴν γνῶσιν; Κατ’ οὐδετέραν γὰρ τούτων τῶν ὑποθέσεων ἐπιμελεῖσθαι τοὺς θεοὺς τῶν περὶ ἡμᾶς δυνατὸν κατὰ τὸν τοῖς θεοῖς προσήκοντα τρόπον τῆς προνοίας, τοῦτο δέ ἐστιν ἀπ’ αὐτῆς τῆς οὐσίας τῶν προνοουμένων ποιουμένους αὐτῶν τὴν ἐπιμέλειαν καὶ ὥσπερ ἐκ πρύμνης αὐτὰ διακοσμοῦντας, οὐ τῷ βουλεύεσθαι περὶ αὐτῶν, ὡς οἱ ποιηταὶ λέγουσιν (ἔνδεια γὰρ ἡ βουλὴ φρονήσεως) οὐδὲ τῷ ἄλλοτε ἄλλα βουλεύεσθαι καὶ ποιεῖν (ἀλλότριον γὰρ τοῦτο τῆς μιᾶς καὶ ἁπλῆς καὶ ἀτρέπτου παντάπασιν αὐτῶν ἐνεργείας καὶ μόνοις προσῆκον τοῖς ὑπὸ χρόνου μετρουμένοις καὶ μετὰ προαιρέσεως τὰς ἐνεργείας ποιουμένοις), ἀλλ’ αὐτῷ φασι τῷ εἶναι, καθάπερ ὁ ἥλιος οὐ βουλευόμενος οὐδὲ κινούμενος ἀλλὰ τῷ εἶναι, καὶ εἰ μένων ἐπινοηθείη, πληροῖ τὰ μετέχειν δυνάμενα τοῦ οἰκείου φωτός· οὔτε οὖν τὴν πρόνοιαν αὐτῶν οὕτω γίνεσθαι δυνατὸν οὔτε τὸ εὔχεσθαι καὶ ἱκετεύειν αὐτοὺς ὑπὲρ ὑετοῦ τυχὸν ἢ σωτηρίας καρπῶν ἢ νίκης, ὧν τὴν ἔκβασιν ἀγνοοῦσι, πόρρω ἂν ἐμπληξίας εἴη. εἰ δὲ ταῦτα καὶ ἀδύνατα καὶ οὔτε λέγειν οὔτε διανοεῖσθαι ὅσια καὶ ὑπ’ αὐτῆς ἐλεγχόμενα τῆς πείρας, ὡς αἱ πολύστιχοι τῶν θείων ἐνεργειῶν πραγματεῖαι καὶ τὰ καθ’ ἑκάστην ὡς εἰπεῖν ἡμέραν γινόμενα τοῖς ἐφιστάνειν αὐτοῖς δυναμένοις σημαίνουσι, δῆλον ὅτι καὶ διατάττεσθαι ὑπὸ τῶν θεῶν τὰ ἐνδεχόμενα ῥητέον καὶ ὡρισμένως γινώσκεσθαι αὐτῶν τὴν ἔκβασιν· μᾶλλον γὰρ ἦν εἰκὸς τὰ ἀίδια τῶν πραγμάτων περιορᾶσθαι ὑπ’ αὐτῶν ἔρημα τῆς ἐπιβαλλούσης αὐτοῖς προνοίας ἢ τὰ ῥευστὴν ἔχοντα φύσιν, εἴπερ ἐκεῖνα μὲν ἀπὸ τῆς ἑαυτῶν φύσεως τὸ ὡρισμένον ἔχει καὶ ἄτρεπτον τοιαύτην θεόθεν τὴν ὑπόστασιν εἰληχότα, τὰ δὲ ἐν γενέσει διὰ τὸ ῥευστὸν τῆς οἰκείας ὕλης ἐν παντοδαπῇ μεταβολῇ φέρεσθαι πεφυκότα οὔτε εἶναι οὔτε συνέχεσθαι καὶ διακοσμεῖσθαι δυνατὸν μὴ πολλῆς τυγχάνοντα τῆς τῶν ἀεὶ ὡσαύτως ἐχόντων δημιουργικῆς τε καὶ προνοητικῆς αἰτίας, οὐ μόνον τῆς ὁλικωτέρας καὶ ἐξῃρημένης ἀλλὰ καί τινος μερικωτέρας καὶ προσεχεστέρας· ὥσπερ καὶ τῶν ἀνθρώπων τοὺς παῖδας ὁρῶμεν πλείονος δεομένους ἐπιμελείας ἢ τοὺς ἄνδρας, καὶ τοὺς ἀνοήτους ἤπερ τοὺς ἔμφρονας. |
| 135 | εἰ δὲ γινώσκουσιν οἱ θεοὶ τὰ ἐνδεχόμενα καὶ ὡρισμένως γινώσκουσιν, ἵνα μή, ὅπερ ἐλέγομεν, ἀόριστον αὐτῶν ποιῶμεν τὴν γνῶσιν, καὶ ἴσασιν ὅτι μόνον τὸ ξύλινον τεῖχος σώσει τὰς Ἀθήνας ἐκ τῶν βαρβαρικῶν κινδύνων καὶ ἡ θεία Σαλαμὶς ἀπολεῖ τὰ τέκνα τῶν γυναικῶν καὶ ὁ Κροῖσος τὸν Ἅλυν διαβὰς μεγάλην ἀρχὴν καταλύσει καὶ ὁ Λάϊος παιδοποιῶν ἄρδην ἀνατρέψει πᾶσαν ἑαυτοῦ τὴν οἰκίαν, δῆλον ὅτι οὐχ οἷόν τε ταῦτα μὴ ἐκβαίνειν, εἰ δὲ μή, ψεύδεσθαι αὐτοὺς ἀναγκαῖον. δυοῖν οὖν θάτερον, ἢ πάντα ἀναγκαίως καὶ ὡς ὑπὸ τῶν θεῶν γινώσκεταί τε καὶ προλέγεται φήσομεν ἐκβαίνειν καὶ τὸ ἐνδεχόμενον ὄνομα ἔσται κενόν, ἢ οὔτε γινώσκεσθαι ὑπὸ τῶν θεῶν οὔτε προνοεῖσθαι τὰ τῇδε φήσομεν· ἀλλὰ μὴν τοῦτο ἀδύνατον· οἴχεται ἄρα τὸ ἐνδεχόμενον. Πρὸς τοῦτον οὖν τὸν λόγον δυσαντίβλεπτον, ὅπερ ἐλέγομεν, ὄντα καὶ ὑπ’ αὐτῆς δοκοῦντα τῆς ἐναργείας κρατύνεσθαι, ὡς αἱ τῶν μαντειῶν προρρήσεις δηλοῦσιν, ἀπαντῶντες ἡμεῖς κατὰ τὴν τοῦ θείου Ἰαμβλίχου ὑφήγησιν, τὰ διάφορα μέτρα τῶν γνώσεων διαιρεῖν ἀξιώσομεν λέγοντες ὡς ἡ γνῶσις μέση οὖσα τοῦ τε γινώσκοντος καὶ τοῦ γινωσκομένου, εἴπερ ἐστὶν ἐνέργεια τοῦ γινώσκοντος περὶ τὸ γινωσκόμενον, οἷον τῆς ὄψεως περὶ τὸ λευκόν, ποτὲ μὲν κρειττόνως γινώσκει τὸ γινωσκόμενον, τῆς αὐτοῦ τοῦ γνωστοῦ φύσεως ποτὲ δὲ χειρόνως ποτὲ δὲ συστοίχως· ὅταν μὲν γὰρ τὸν νοῦν τὸν ἡμέτερον τὰς πολιτικὰς τῶν πράξεων προχειριζόμενον λέγωμεν γινώσκειν τὰ καθ’ ἕκαστα τῶν πραγμάτων, ἀναφέροντα ταῦτα ἐπὶ τὰ καθόλου καὶ δι’ ἐκείνων ὡς οἰκείων γινώσκειν αὐτὰ πειρώμενον, δῆλον ὅτι κρείττονα ἐνταῦθα ἐροῦμεν εἶναι τοῦ γινωσκομένου τὴν γνῶσιν, εἴπερ μεριστὸν μὲν καὶ ἐν μεταβολῇ τὸ καθ’ ἕκαστον, ὁ δὲ λόγος, καθ’ ὃν ταῦτα ὁ νοῦς ὁ πρακτικὸς γινώσκει, ἀδιαίρετός τε καὶ ἀμετάβλητος. ὅταν δὲ αὐτὸς πρὸς ἑαυτὸν ἐπιστρεφόμενος καὶ κατὰ τὰς καθαρτικὰς ἐνεργῶν ἀρετὰς τὴν οὐσίαν τὴν ἑαυτοῦ θεωρῇ, σύστοιχον εἶναι ἀνάγκη τῷ γινωσκομένῳ τὴν γνῶσιν. ὅταν δέ γε ἀνελθὼν ἐπὶ τὸ ἀκρότατον τῆς ἑαυτοῦ τελειότητος καὶ τὰς θεωρητικὰς τῶν ἀρετῶν προχειριζόμενος θεωρῇ τὰ περὶ τῶν θείων διακοσμήσεων καὶ ὅπως ἐκ τῆς μιᾶς τῶν πάντων ἀρχῆς αὗται παράγονται καὶ τίς ἑκάστης ἡ ἰδιότης, χείρονα εἶναι ἀνάγκη τοῦ γινωσκομένου τὴν γνῶσιν. Τούτων οὖν οὕτως ἐχόντων ῥητέον τοὺς θεοὺς γινώσκειν μὲν πάντα τὰ γεγονότα καὶ τὰ ὄντα καὶ τὰ ἐσόμενα ἢ μέλλοντα τὸν θεοῖς προσήκοντα τρόπον, τοῦτο δέ ἐστι μιᾷ καὶ ὡρισμένῃ καὶ ἀμεταβλήτῳ γνώσει, διόπερ καὶ τῶν ἐνδεχομένων περιειληφέναι τὴν εἴδησιν, ἅτε καὶ πάντα τὰ ἐν τῷ κόσμῳ παράγοντας καὶ τῶν μὲν ἀιδίων οὐσιῶν αἰτίους ὄντας τῶν δὲ γεννητῶν προαιτίους κατὰ τὰς οἰκείας ἑκάστοις αὐτῶν ἐνεργείας καὶ οἷον ὁρῶντας οὐκ αὐτὰς μόνον τὰς οὐσίας ἀλλὰ καὶ τὰς δυνάμεις αὐτῶν καὶ τὰς ἐνεργείας τάς τε κατὰ φύσιν καὶ τὰς παρὰ φύσιν, ὅπερ παρὰ φύσιν συνεισῆλθε τῇ ἀναγκαίᾳ τῆς ὑποβάσεως τῶν ὄντων ὑφέσει τοῖς καὶ τούτου μετέχειν ποτὲ πεφυκόσιν, οὐ προηγουμένως ἀλλὰ κατὰ τὸν λεγόμενον τῆς παρυποστάσεως τρόπον· γινώσκειν μέντοι τὰ ἐνδεχόμενα κρειττόνως τῆς αὐτῶν ἐκείνων φύσεως, διόπερ ταῦτα μὲν ἀόριστον ἔχειν τὴν φύσιν δύνασθαί τε καὶ ἐκβαίνειν καὶ μὴ ἐκβαίνειν, ἐκείνους δὲ ἅτε κρειττόνως τῆς φύσεως αὐτῶν τὴν γνῶσιν αὐτῶν προειληφότας ὡρισμένως καὶ ταῦτα εἰδέναι· καὶ γὰρ τὰ μεριστὰ τῶν πραγμάτων ἀμερίστως καὶ ἀδιαστάτως γινώσκειν αὐτοὺς ἀναγκαῖον, καὶ τὰ πεπληθυσμένα ἑνοειδῶς καὶ τὰ ἔγχρονα αἰωνίως καὶ τὰ γεννητὰ ἀγεννήτως· οὐ γὰρ δὴ συμπαραθέειν τῇ ῥύσει τῶν πραγμάτων τὴν τῶν θεῶν γνῶσιν ἀνεξόμεθα λέγειν, οὐδὲ εἶναί τι ἐπ’ ἐκείνων ἢ παρεληλυθὸς ἢ μέλλον οὐδὲ λέγεσθαι ἐπ’ αὐτῶν, ὡς ἐν Τιμαίῳ παρειλήφαμεν, τὸ ἦν ἢ τὸ ἔσται μεταβολῆς τινος ὄντα σημαντικά, μόνον δὲ τὸ ἔστι, καὶ τοῦτο οὐ τὸ συναριθμούμενον τῷ τε ἦν καὶ τῷ ἔσται καὶ ἀντιδιαιρούμενον αὐτοῖς, ἀλλὰ τὸ πρὸ πάσης χρονικῆς ἐμφάσεως ἐπινοούμενον καὶ τὸ ἄτρεπτον αὐτῶν καὶ ἀμετάβλητον σημαῖνον, ὅπερ καὶ ὁ μέγας Παρμενίδης παντὶ τῷ νοητῷ ὑπάρχειν ἀποφαίνεται· ‘οὐ γὰρ ἔην οὐδ’ ἔσται,‘ φησίν, ‘ὁμοῦ πᾶν, ἔστι δὲ μοῦνον‘. |
| 136 | καὶ οὐ χρὴ νομίζειν ὅτι ἀναγκαίαν ἕξει τὴν ἔκβασιν ἃ λέγομεν ἐνδεχόμενα διὰ τὸ ὑπὸ θεῶν γινώσκεσθαι ὡρισμένως· οὐ γὰρ διότι γινώσκουσιν αὐτὰ οἱ θεοί, διὰ τοῦτο ἀναγκαίως ἐκβήσεται, ἀλλ’ ἐπειδὴ φύσιν ἔχοντα ἐνδεχομένην καὶ ἀμφίβολον πέρας ἕξει πάντως ἢ τοῖον ἢ τοῖον, διὰ τοῦτο τοὺς θεοὺς εἰδέναι ἀναγκαῖον ὅπως ἐκβήσεται. καὶ ἔστι τὸ αὐτὸ τῇ μὲν φύσει τῇ ἑαυτοῦ ἐνδεχόμενον, τῇ δὲ γνώσει τῶν θεῶν οὐκέτι ἀόριστον ἀλλ’ ὡρισμένον. |
| 137 | δῆλον δὲ ὅτι καὶ τῇ ἡμετέρᾳ γνώσει δυνατὸν ὡρισμένως ποτὲ γινώσκεσθαι τὸ ἐνδεχόμενον, ὅτε οὐδὲ κυρίως ἔτι ἐστὶν ἐνδεχόμενον ἀλλ’ ἐξ ἀνάγκης ἀκολουθεῖ τοῖς προηγησαμένοις αἰτίοις τῆς ἑαυτοῦ γενέσεως· τὴν γοῦν σφαῖραν τὴν ἠρεμοῦσαν ἐν παραλλήλῳ τῷ ὁρίζοντι ἐπιπέδῳ δυνατὸν μὲν τοῦ ἐπιπέδου τὴν αὐτὴν ἔχοντος θέσιν κινεῖσθαί τε ὑπό τινος καὶ μή, τοῦ μέντοι ἐπιπέδου κλιθέντος μὴ κινηθῆναι ἀδύνατον. διὰ ταῦτα καὶ τοὺς ἰατροὺς ὁρῶμεν ὁτὲ μὲν οὐδὲν θαρροῦντας ἀποφαίνεσθαι περὶ τῶν ἀρρώστων εἴτε ὑγιανοῦσιν εἴτε φθαρήσονται, ὡς ἂν ἐνδεχομένων ὄντων ἀμφοτέρων, ποτὲ δὲ ἀνενδοιάστως περὶ τοῦ ἑτέρου τούτων ὡς τῷ ἀρρώστῳ πάντως τι ὑπάρξοντος ἀποφαινομένους. Ἐπεὶ δέ τινες θρασύτερον ἀναστρεφόμενοι περὶ τὴν ζήτησιν τοῦ προκειμένου θεωρήματος οἴονται δεικνύναι μηδὲ τοῖς θεοῖς ὡρισμένην ὑπάρχουσαν γνῶσιν τῶν ἐνδεχομένων χρησμοὺς παράγοντες ἡμῖν περὶ τῶν μελλόντων ἀμφιβόλως ἀποφηναμένους, ῥητέον πρὸς αὐτούς, ἅπερ ὁ μέγας φησὶ Συριανός, ὅτι πρῶτον μὲν ἐφιστάνειν ἐχρῆν ὡς ἄλλη μέν ἐστιν ἡ τῶν θεῶν γνῶσις καὶ νόησις ἑτέρα δὲ ἡ τῆς προφήτιδος ἐνέργεια, κινηθείσης μὲν ἐκ θεοῦ τεκούσης δὲ ἐν αὐτῇ καὶ λόγον μεριστὸν καὶ μέτρα καὶ γνῶσιν ἀμφίβολον· οὐ γὰρ δὴ τὸ ἐλλαμπόμενον τοιοῦτόν ἐστιν οἷον τὸ ἐλλάμπον. ἔπειτα δὲ ὅτι καὶ τοῦ συμφέροντος ἕνεκεν τῶν ἀκουόντων πολλάκις ἀμφίβολοι δίδονται χρησμοὶ τὴν διάνοιαν αὐτῶν γυμνάζοντες· χρῶνται γὰρ ἡμῖν ὡς αὐτοκινήτοις οἱ θεοὶ καὶ τοῦτον τὸν τρόπον τὰ περὶ ἡμᾶς κυβερνῶσι καὶ πάντα ἡμῖν κατὰ τὴν ἡμῶν αὐτῶν ἀξίαν ἀπονέμουσιν. ἀλλὰ ταῦτα μὲν ἴσως καὶ τολμηρὰ καὶ τῶν προκειμένων εἰς ἐξέτασιν μακρὰν ἀποπλανώμενα· ὅλως δὲ ὁ πάντα ἀναγκάζων λόγος πότερον καὶ αὐτὸ τοῦτο ἐξ ἀνάγκης συμβαίνειν τοῖς ἀνθρώποις φησί, τὸ λέγειν ὅτι πάντα ἠνάγκασται, ἢ ἐφ’ ἡμῖν κεῖσθαι τὰς περὶ τοῦ τρόπου τῆς γενέσεως τῶν πραγμάτων δόξας; εἰ μὲν γὰρ τὸ δεύτερον ἀληθές, οὐκ ἄρα πάντα ἐξ ἀνάγκης· εἰ δὲ τὸ πρότερον, πῶς δοξάζουσί τινες τὸ ἀντικείμενον, ὅτι πολλά ἐστιν ἐφ’ ἡμῖν; τὸ γὰρ ὑπὸ τῆς φύσεως τῆς πάντα ἀναγκαζούσης, ὡς ὁ ἐκείνων λόγος, κινεῖσθαι παρὰ φύσιν ἡμᾶς ἐπὶ τὸ καταψηφίζεσθαι τῶν ὑπ’ αὐτῆς γινομένων παντελῶς ἄλογον καὶ παραπλήσιον ὡς εἴ τις ἰατρικὴν τέχνην διδάσκων δι’ αὐτοῦ τούτου παρεσκεύαζε τοὺς διδασκομένους τὰς ἀρχὰς τῆς τέχνης ἧς μετῄεσαν ἀναιρεῖν, καίτοι τὸν μὲν τεχνίτην εἰκὸς ποιῆσαί τι τῶν παρὰ τὴν τέχνην, οὐ καθ’ ὃ τοιοῦτος, οἷον τὸν ἰατρὸν δοῦναι φθόριον ἢ δηλητήριον, ἅτε ψυχὴν αὐτοκίνητον ἔχοντα καὶ τῆς τέχνης μηδὲν συντελούσης πρὸς αὐτὴν τῆς ψυχῆς τὴν τελειότητα τοῦ δὲ σώματος ἢ τῶν ἐκτὸς ἐπιμελουμένης, τὴν μέντοι φύσιν ὑπεναντίον τι τῷ οἰκείῳ τέλει ποιεῖν ἀμήχανον. |
| 138 | οὐ μὴν οὐδ’ ὥσπερ τῶν τεράτων, οὕτω καὶ τῶν δοξῶν πλεονεξίαν τῆς ὕλης ἢ ἔνδειαν αἰτιασόμεθα· οὔτε γὰρ πλάττειν αὐτοῖς βουλομένοις ῥᾴδιον ἀποδοῦναι τῶν διαφόρων δοξῶν ἐκ τῆς κατὰ τὴν ὕλην διαφορᾶς τὰς αἰτίας οὔτε πάντων ἔτι τὴν εἱμαρμένην αἰτίαν εἶναι ὁμολογήσουσιν. ἀλλὰ τούτων μὲν ἅλις. Ἐπανάγοντες δὲ τὸν λόγον ἐπὶ τὴν ἐξήγησιν τῶν ὑπὸ τοῦ Ἀριστοτέλους ἐν τούτοις λεγομένων πρῶτον μὲν ἀκόλουθα εἶναι φήσομεν τὰ διὰ τούτων παραδιδόμενα τοῖς ὀλίγῳ πρότερον εἰρημένοις· ἐλέγετο γὰρ προσεχῶς περὶ ἀντιθέσεως καταφάσεώς τε καὶ ἀποφάσεως οὐκ ἀεὶ διαιρουσῶν τό τε ἀληθὲς καὶ τὸ ψεῦδος· τούτοις οὖν ἀκολούθως προστίθησι ποία κατάφασις πρὸς ποίαν ἀπόφασιν ἀντίκειται οὕτως ὥστε διαιρεῖν μὲν αὐτὰς ἀεὶ τό τε ἀληθὲς καὶ τὸ ψεῦδος, οὐ μέντοι ἀφωρισμένως ἀλλ’ ἀορίστως. παραδίδωσι δὲ πρῶτον μὲν τὰ κοινῶς ὑπάρχοντα ταῖς τε διαγωνίοις ἀντιφάσεσι καὶ τῇ τῶν καθ’ ἕκαστα, λέγων ὅτι πάσαις αὐταῖς ὑπάρχει τὸ ἀφωρισμένως ταῦτα μερίζειν κατὰ τὸν ἐνεστῶτα χρόνον καὶ τὸν παρῳχηκότα (τοῦτο γάρ ἐστι τὸ ἐπὶ τῶν ὄντων καὶ γενομένων τὴν κατάφασιν ἢ τὴν ἀπόφασιν ἀληθῆ ἢ ψευδῆ εἶνα ι), πρότερον μὲν ὅτι ταῖς διαγωνίοις τοῦτο ὑπάρχει διδάσκων, ἃς καθόλου ὡς καθόλου προσηγόρευσεν, ὡς ἐχούσας τὴν ἑτέραν τῶν προτάσεων καθόλου, ἔπειτα προστιθεὶς ὅτι καὶ ἐπὶ τῶν καθ’ ἕκαστα προτάσεων τὸ αὐτὸ συμβαίνει, ὅπερ καὶ ἐπὶ τῶν διαγωνίων· τοῦτο γὰρ βούλεται τὸ ὥσπερ εἴρητα ι . ἐπισημαινόμενος δὲ ὅτι τῶν ἀπροσδιορίστων προτάσεων κατὰ τὴν ἐνδεχομένην ὕλην λαμβανομένων οὐκ ἀνάγκη τὴν μὲν ἀληθῆ τὴν δὲ ψευδῆ εἶναι, ἔπειτα ἐπάγων τὴν κατὰ τὸν μέλλοντα χρόνον διαφορὰν τῶν καθ’ ἕκαστα προτάσεων πρὸς τὰ λοιπὰ τῶν ἀντιφάσεων εἴδη διὰ τοῦ λέγειν ἐπὶ δὲ τῶν κα θ ’ ἕκαστα καὶ μελλόντων οὐχ ὁμοίω ς , καὶ ἐνδεικνύμενος ἡμῖν διὰ τούτων ὡς αἱ μὲν ἄλλαι προτάσεις, αἵ τε διαγώνιοι καὶ αἱ ἀπροσδιόριστοι, οὕτως ἔχουσι κατὰ τὸν μέλλοντα χρόνον, ὥσπερ εἶχον κατά τε τὸν ἐνεστῶτα χρόνον καὶ τὸν παρεληλυθότα, αἱ δὲ καθ’ ἕκαστα οὐκέτι (πάνυ δὲ ἀκριβῶς τὸ ἴδιον τῶν προτάσεων, περὶ ὧν ὁ λόγος, ἀφοριζόμενος ἐπὶ τῶν ἕκαστα καὶ μελλόντων εἶπε διὰ τοῦ μελλόντων τὸ ἐπὶ τῆς ἐνδεχομένης ὕλης λαμβανόμενον σημαίνων· ἄλλο γάρ ἐστιν, ὡς αὐτὸς ἐν τοῖς Περὶ γενέσεως καὶ φθορᾶς διορίζεται, τὸ μέλλον παρὰ τὸ ἐσόμενον, καὶ τὸ μὲν ἐσόμενον τὸ πάντως ἐκβησόμενον σημαίνει, ὡς ὅταν εἴπωμεν ‘ἔσται χειμὼν ἢ θέρος ἢ ἔκλειψισ‘, τὸ δὲ μέλλον τὸ καὶ ἐκβῆναι καὶ μὴ ἐκβῆναι δυνάμενον, οἷον ‘μέλλω βαδίζειν, μέλλω πλέειν‘)· ἐνδεικνύμενος οὖν ὅτι κατὰ μὲν τὰς ἄλλας ὕλας, τήν τε ἀναγκαίαν καὶ τὴν ἀδύνατον, ὁμοίως ἔχουσιν αἱ καθ’ ἕκαστα προτάσεις, ὥσπερ ἐπὶ τοῦ προλαβόντος χρόνου καὶ τοῦ ἐνεστῶτος οὕτω δὲ καὶ ἐπὶ τοῦ μέλλοντος κατὰ τὸ ἀφωρισμένως διαιρεῖν τὸ ἀληθὲς καὶ τὸ ψεῦδος, κατὰ δὲ τὴν ἐνδεχομένην οὐκέτι, καίτοι τῶν ἄλλων πασῶν ἀντιφάσεων καὶ ἐπὶ ταύτης τῆς ὕλης ὁμοίως ἐχουσῶν εἰς τὸν μέλλοντα χρόνον ὥσπερ καὶ ἐπὶ τῶν λοιπῶν, προστέθεικε τὸ οὐχ ὁμοίω ς , ἅμα διὰ τούτου σημαίνων κατὰ τί αὗται οὐκέτι ὁμοίως ἔχουσιν ἐπὶ τῆς εἰρημένης ὑποθέσεως λαμβανόμεναι, ὅτι διαιροῦσι μὲν πάντως τὸ ἀληθὲς καὶ τὸ ψεῦδος, οὐ μέντοι ἀφωρισμένως ἀλλ’ ἀορίστως· ἀνάγκη μὲν γὰρ τὸν Σωκράτην λούσασθαι ἢ μὴ λούσασθαι αὔριον, καὶ οὔτε ἄμφω οὔτε μηδέτερον γενέσθαι δυνατόν· πότερον δὲ τούτων ἔσται τὸ ἀληθές, οὐχ οἷόν τε γνῶναι πρὸ τῆς τοῦ πράγματος ἐκβάσεως, εἴπερ ἑκάτερον αὐτῶν καὶ γενέσθαι καὶ μὴ γενέσθαι δι’ αὐτὴν τὴν τοῦ ἐνδεχομένου φύσιν ἐγχωρεῖ. |
| 139 | τοῦτο οὖν βραχέως ἐνεδείξατο ἡμῖν διὰ τοῦ εἰπεῖν οὐχ ὁμοίω ς . Εἰ γὰρ πᾶσα κατάφασις ἢ ἀπόφασις ἀληθὴς ἢ ψευδή ς , καὶ ἅπαν ἀνάγκη ὑπάρχειν ἢ μὴ ὑπάρχει ν · εἰ δὴ ὁ μὲν φήσει ἔσεσθαί τι ὁ δὲ μὴ φήσει τὸ αὐτὸ τοῦτ ο , δῆλον ὅτι ἀνάγκη ἀληθεύειν τὸν ἕτερον αὐτῶ ν , εἰ πᾶσα κατάφασις ἢ ἀπόφασις ἀληθὴς ἢ ψευδή ς · ἄμφω γὰρ οὐχ ὑπάρξει ἅμα ἐπὶ τοῖς τοιούτοι ς . Βούλεται μὲν διὰ τούτων παραστῆναι τῇ δόξῃ τῇ ἀναιρούσῃ τὸ ἐνδεχόμενον, ἵνα ὡς οἷόν τέ ἐστι κρατυνθεῖσαν αὐτὴν διελέγξῃ, τοὺς δὲ προισταμένους ταύτης τῆς δόξης διὰ τούτων ὑποκρινόμενος ὥσπερ λημμάτιόν τι πρῶτον λαμβάνει, ὅτι τῇ μὲν ἀληθείᾳ τῶν λόγων ἕπεσθαι ἀνάγκη τὴν ὕπαρξιν τῶν πραγμάτων, τῷ δὲ ψεύδει τὴν ἀνυπαρξίαν, ὅπερ αὐτῷ βούλεται τὸ εἰ γὰρ πᾶσα κατάφασις ἢ ἀπόφασις ἀληθὴς ἢ ψευδή ς , καὶ ἅπαν ἀνάγκη ὑπάρχειν ἢ μὴ ὑπάρχει ν . ἔπειτα ὁρμᾶται μὲν ἀπὸ τοῦ ἀξιώματος τῆς ἀντιφάσεως λέγων ὅτι ἀνάγκη τῶν καθ’ ἕκαστα καὶ ἐνδεχομένων προτάσεων ἐπὶ τοῦ μέλλοντος χρόνου λαμβανομένων τὴν ἑτέραν ἀληθεύειν, ἐπειδὴ οὔτε ἀμφοτέρας ἅμα ψεύδεσθαι οὔτε ἀληθεύειν ἀμφοτέρας ἅμα δυνατόν. |
| 140 | τούτων δὲ τὸ μὲν ὅτι οὐκ ἀληθεύουσιν ἄμφω λέγεται σαφῶς ἐν τούτοις διὰ τοῦ ἄμφω γὰρ οὐχ ὑπάρξει ἅμα ἐπὶ τοῖς τοιούτοι ς , τοῦτ’ ἔστιν αἱ γὰρ τοιαῦται προτάσεις οὐ πείσονται τὸ αὐτὸ ταῖς ἀπροσδιορίστοις ταῖς ἐπὶ τῆς ἐνδεχομένης ὕλης λαμβανομέναις (ἐκείνας μὲν γὰρ συναληθεύειν ἐλέγομεν, ταύτας δὲ συναληθεύειν ἀδύνατον, ἵνα μὴ τὸ αὐτὸ ἅμα τῷ αὐτῷ καὶ ὑπάρχῃ καὶ μὴ ὑπάρχῃ, οἷον τῷ Σωκράτει καὶ τὸ λούσασθαι τῇ ἑξῆς καὶ τὸ μὴ λούσασθαι), τὸ δὲ ὅτι οὐδὲ ψεύδεσθαι αὐτὰς ἅμα δυνατόν, ἐν τοῖς ἐφεξῆς προσθήσει. τούτων οὖν ἀνῃρημένων καὶ διὰ τούτου κατεσκευασμένου τοῦ διαιρεῖν αὐτὰς τὸ ἀληθὲς καὶ τὸ ψεῦδος, ὅτι καὶ ὡρισμένως, φησί, τοῦτο ποιοῦσιν ἐπιδείξομεν, εἰ δύο τινὰς οἷον μαντεύεσθαι προσποιουμένους λάβοιμεν περί τινος τῶν καθ’ ἕκαστα προλέγειν πειρωμένους οἷον ἀρρώστου, τὸν μὲν ὅτι ὑγιανεῖ τὸν δὲ ὅτι οὐχ ὑγιανεῖ· δῆλον γὰρ ὅτι τὸν μὲν ἕτερον αὐτῶν ἀληθεύειν ἀνάγκη τὸν δὲ ἕτερον ψεύδεσθαι. εἰ μὲν οὖν ὁ λέγων ὑγιανεῖν αὐτὸν ἀληθεύοι, ἀνάγκη αὐτὸν ὑγιᾶναι (προείληπται γὰρ ὅτι τῇ ἀληθείᾳ τῶν λόγων ἕπεται πάντως ἡ ἔκβασις τῶν πραγμάτων), εἰ δὲ ὁ τὴν ἀπόφασιν εἰπὼν ἀληθεύοι, δῆλον ὅτι ἀδύνατον αὐτὸν ὑγιᾶναι· ὥστε ἢ ἀναγκαίως ἐκβήσεται τὸ πρᾶγμα ἢ ἀδύνατον ἕξει τὴν ἔκβασιν· ἀνῄρηται ἄρα τὸ ἐνδεχόμενον. Εἰ γὰρ ἀληθὲς εἰπεῖν ὅτι λευκὸν ἢ οὐ λευκόν ἐστι ν , ἀνάγκη εἶναι λευκὸν ἢ οὐ λευκό ν , καὶ εἰ ἔστι λευκὸν ἢ οὐ λευκό ν , ἀληθὲς ἦν φάναι ἢ ἀποφάνα ι · καὶ εἰ μὴ ὑπάρχε ι , ψεύδετα ι , καὶ εἰ ψεύδετα ι , οὐχ ὑπάρχε ι · ὥστε ἀνάγκη τὴν κατάφασιν ἢ τὴν ἀπόφασιν ἀληθῆ εἶναι ἢ ψευδ ῆ . οὐδὲν ἄρα οὔτε ἔστιν οὔτε γίνεται οὔτε ἀπὸ τύχης οὔτε ὁπότε ρ ’ ἔτυχε ν , οὐδὲ ἔσται ἢ οὐκ ἔστα ι , ἀλ λ ’ ἐξ ἀνάγκης ἅπαντα καὶ οὐχ ὁπότε ρ ’ ἔτυχε ν · ἢ γὰρ ὁ φὰς ἀληθεύσει ἢ ὁ ἀποφά ς · ὁμοίως γὰρ ἂν ἐγίνετο ἢ οὐκ ἐγίνετ ο · τὸ γὰρ ὁπότε ρ ’ ἔτυχεν οὐδὲν μᾶλλον οὕτως ἢ μὴ οὕτως ἔχει ἢ ἕξε ι . Τὸ προειρημένον λημμάτιον κρατῦναι βουλόμενος ὁ Ἀριστοτέλης, ὅτι τῇ ἀληθείᾳ τῶν λόγων ἕπεται ἡ ὕπαρξις τῶν πραγμάτων καὶ τῷ ψεύδει ἡ ἀνυπαρξία, διὰ παραδειγμάτων ἐπιδείκνυσι τοῦτο οὕτως ἔχον, ἐπείπερ τὰ παραδείγματα σαφεστέρους ποιεῖν εἰώθασι τοὺς χωρὶς αὐτῶν λεγομένους λόγους. |
| 141 | παρείληπται μὲν οὖν ὁ γάρ αἰτιολογικὸς σύνδεσμος ἐν τῷ εἰ γὰρ ἀληθὲς εἰπεῖν πρὸς ἔνδειξιν τῆς προσθέσεως τῶν νῦν λεγομένων, ὅτι τοῦ προειρημένου θεωρήματος περιέχουσι κατασκευήν. λέγει δὲ ὅτι εἰ ἀληθὲς εἰπεῖν περί τινος, οἷον τοῦδε τοῦ ἱματίου, ὅτι λευκόν ἐστιν, ἀνάγκη λευκὸν αὐτὸ εἶναι, καὶ εἰ ὅτι οὐ λευκόν, ἀνάγκη λευκὸν μὴ εἶναι. εἶτα προστίθησί τι διὰ τούτων τοῖς προειρημένοις ἀντιστρέφειν πρὸς ἑαυτὸ τὸ λημμάτιον ἀξιῶν, λέγω δὲ ὅτι οὐ μόνον τοῖς λόγοις ἀληθεύουσιν ἀκολουθεῖν ἀνάγκη τὴν ὕπαρξιν τῶν πραγμάτων, ἀλλὰ καὶ τῇ ὑπάρξει τὴν ἀλήθειαν τῶν λόγων· διόπερ φησὶ καὶ εἰ ἔστι λευκὸν ἢ οὐ λευκό ν , ἀληθὲς ἦν φάναι ἢ ἀποφάνα ι , διδάσκων ἡμᾶς ἅμα διὰ τοῦ μὴ εἰπεῖν ἀληθές ἐστι φάναι ἀλλὰ ἀληθὲς ἦ ν , ὅπερ ἐν τοῖς ἑξῆς σαφῶς προσθήσει, ὅτι οὐ μόνον κατ’ αὐτὸν τὸν χρόνον, καθ’ ὃν ἐκβαίνει τὰ πράγματα καὶ ὑφέστηκεν, ἀληθές ἐστι λέγειν περὶ αὐτῶν ὅτι οὕτως ἔχει ὡς ἔχει, ἀλλὰ καὶ πρὸ τῆς ἐκβάσεως ἀληθής ἐστιν ἡ περὶ αὐτῶν πρόρρησις, ἀναγκαίως τοῦτο προλαμβάνων ὡς ἐσόμενον αὐτῷ χρήσιμον πρὸς τὴν ἀναίρεσιν τοῦ ἐνδεχομένου καὶ τὴν ὅλην τῆς ἐφόδου δύναμιν, ὡς μαθησόμεθα, συνέχον. τοῦτο οὖν ὥσπερ ἐκ συλλογισμοῦ συνάγων ἀκολούθως ἐπάγει τὸ ὥστε ἀνάγκη τὴν κατάφασιν ἢ τὴν ἀπόφασιν ἀληθῆ εἶναι ἢ ψευδ ῆ , προσυπακουμένου δηλονότι τοῦ ἀφωρισμένως. καὶ τοῦτο εἰκότως· εἰ γὰρ ἀνάγκη τὸ λευκὸν ἢ εἶναι ἢ μὴ εἶναι καὶ παρὰ ταῦτα οὐκ ἔστιν, ἀλλ’ ὄντος μὲν αὐτοῦ ἡ περὶ αὐτοῦ προρρηθεῖσα κατάφασις ὡρισμένως ἀληθὴς μὴ ὄντος δὲ ἡ ἀπόφασις, εὐλόγως ἄρα ὥσπερ συμπέρασμα ἑπόμενον τοῖς προειρημένοις ἐπήγαγε τὸ ὥστε ἀνάγκη ἢ τὴν κατάφασιν ἢ τὴν ἀπόφασιν ἀληθῆ εἶναι ἢ ψευδ ῆ . ἀντιστρεφούσας δὲ ἀλλήλαις ἐπιδείξας τήν τε ἀλήθειαν τῶν λόγων καὶ τὴν ὕπαρξιν τῶν πραγμάτων, πρὶν τὸ εἰρημένον συμπέρασμα ἐπαγαγεῖν, μεταξὺ προστίθησιν ὅτι καὶ τὸ ψεῦδος τῶν λόγων καὶ ἡ ἀνυπαρξία τῶν πραγμάτων ἀντιστρέφουσι πρὸς ἄλληλα διὰ τοῦ καὶ εἰ μὴ ὑπάρχε ι , ψεύδετα ι , καὶ εἰ ψεύδετα ι , οὐχ ὑπάρχε ι . Τούτων οὖν οὕτως ἐχόντων ἐκ τῶν προειρημένων λαβὼν ὅτι ἀνάγκη τὴν ἑτέραν τῶν ἀντιφασκουσῶν ἀλλήλαις κατὰ τὸν μέλλοντα χρόνον καθ’ ἕκαστα καὶ ἐνδεχομένων προτάσεων ὡρισμένως τὴν μὲν ἑτέραν ἀληθεύειν τὴν δὲ ἑτέραν ψεύδεσθαι, ὡς αὐτόθεν ἑπομένου τοῦ ἀναιρεῖσθαι διὰ τὰ προειλημμένα τὸ ἐνδεχόμενόν φησιν οὐδὲν ἄρα οὔτε ἔστιν οὔτε γίνεται οὔτε ἀπὸ τύχης οὔτε ὁπότε ρ ’ ἔτυχ ε , διὰ τοῦ ἄρα σημαίνων ὡς ἐκ τῆς ἀνάγκης τῶν προειλημμένων ἀναιρεῖσθαι συμβαίνει τὸ ἐνδεχόμενον. |
| 142 | οὗπερ εἰς τρία διῃρημένου τὸ μὲν λέγεται ὡς ἐπὶ τὸ πολύ, οἷον τὸ γενέσθαι ἄνθρωπον πενταδάκτυλον ἢ ἐν γήρᾳ πολιοῦσθαι (σπάνια γὰρ τὰ μὴ οὕτως ἔχοντα), τὸ δὲ ὡς ἐπ’ ἔλαττον, οἷον τὸ τὸν σκάπτοντα θησαυρῷ περιτυχεῖν, τὸ δὲ ἐπ’ ἴσης, οἷον τὸ λούσασθαι καὶ μὴ λούσασθαι ἢ βαδίσαι καὶ μὴ βαδίσαι. καὶ περὶ μὲν τὸ ὡς ἐπὶ τὸ πολὺ ἐνδεχόμενον ἔχουσι δύο τινὰ αἴτια, ἥ τε φύσις καὶ ἡ τέχνη· τήν τε γὰρ φύσιν ὡς ἐπὶ τὸ πολὺ κατορθοῦσαν ὁρῶμεν ἐν τοῖς οἰκείοις ἀποτελέσμασι (τὰ γὰρ τέρατα σπάνια) καὶ τὰς τέχνας ἐνίοτε μὲν ἀποτυγχανούσας διὰ τὸ ῥευστὸν τῆς ὑποκειμένης αὐταῖς ὕλης, ὡς ἐπὶ τὸ πολὺ μέντοι κατορθοῦν ἐπαγγελλομένας· οὐ γὰρ ἄν τις αὐταῖς ἐχρήσατο μὴ τοῦτο ἐπαγγελλομέναις· διόπερ ὅ τε ῥήτωρ ὡς ἐπὶ τὸ πολὺ διαβεβαιοῦται τὸν δικαστὴν πείσειν καὶ ὁ ἰατρὸς ὡς ἐπὶ τὸ πολὺ τὸν ἄρρωστον ὑγιάσειν, καὶ ἕκαστος τῶν ἄλλων τεχνιτῶν ὡς ἐπὶ τὸ πολὺ τεύξεσθαι τοῦ οἰκείου τέλους. περὶ δὲ τὸ ἐπ’ ἔλαττον ἐνδεχόμενον δύο ταῦτα ἔχουσιν, ἥ τε τύχη καὶ τὸ αὐτόματον. διαφέρουσι δὲ ἀλλήλων, ὅτι τὸ μὲν ἀπὸ τύχης παρυφίστασθαι παὶ ἐπισυμβαίνειν παρὰ δόξαν καὶ σπανίως λέγεται τοῖς κατὰ προαίρεσιν γινομένοις, ταὐτὸν δὲ εἰπεῖν τοῖς τῶν ἀνθρώπων ἔργοις (ἐπὶ μόνων γὰρ τῶν ἀνθρώπων ἡ προαίρεσις λέγεται, τῶν βουλεύεσθαι καὶ αἱρεῖσθαι τόδε πρὸ τοῦδε πεφυκότων, οὔτε τῶν κρειττόνων ἡμῶν βουλῆς δεομένων οὔτε τῶν ἀλόγων ζῴων βουλεύεσθαι δυναμένων), τὸ μὲν οὖν ἀπὸ τύχης παρυφίσταται, ὅπερ ἐλέγομεν, τοῖς κατὰ προαίρεσιν γινομένοις, τὸ δὲ ἀπὸ ταὐτομάτου τοῖς κατὰ φύσιν· εἰ μὲν γάρ τις ἡμῶν προελθὼν ἐπὶ τὸ ἐντυχεῖν τῷ φίλῳ περιτύχοι παρ’ ἐλπίδα τινὶ βιβλίον πιπράσκοντι καὶ τοῦτο ὠνήσαιτο, κατὰ τύχην λέγεται αὐτὸ ὠνήσασθαι, διότι τὸ πρίασθαι τὸ βιβλίον προαιρέσει τινὶ τῇ πρὸς τὴν πρόοδον κινησάσῃ ἡμᾶς παρυπέστη καὶ ἔξωθεν ἐπισυμβέβηκεν, οὐδεμιᾶς αὐτὸ ὡρισμένως ποιησάσης προσεχοῦς αἰτίας (καὶ γὰρ ἐπὶ λουτρὸν ἀπιὼν ἐπρίατο ἂν τὸ βιβλίον καὶ εὐξόμενος ἢ θέαν τινὰ ὀψόμενος), εἰ δέ γε σεισμοῦ γεγονότος καὶ διαστάντος τινὸς τῆς γῆς μέρους ὕδατος ἀναρραγείη πηγὴ μὴ οὖσα πρότερον ἢ οὖσα ἀφανισθείη, οὐκ ἂν λέγοιτο ἀπὸ τύχης ἡ πηγὴ γεγονέναι ἢ ἀπολωλέναι ἀλλ’ ἐκ τοὐτομάτου. καὶ εἰ ἀπὸ μετεώρου τινὸς κατενεχθεὶς λίθος οὕτως ἔχοι θέσεως, ὥστε εἶναι πρὸς καθέδραν, φέρε εἰπεῖν, ἐπιτήδειος, ἀπὸ ταὐτομάτου καὶ οὐκ ἀπὸ τύχης λέγεται εἶναι καθέδρα, διότι τὸ σύμπτωμα τοῦτο παρυπέστη οὐ προαιρέσει ἀλλὰ τῇ φυσικῇ αὐτοῦ ῥοπῇ, καθ’ ἣν ἄνωθεν ἐπὶ τὰ κάτω ἠνέχθη. |
| 143 | περὶ δέ γε τὸ ἐπ’ ἴσης ἐνδεχόμενον ἡ προαίρεσις ἔχει μόνη, οἷον τὸ προελθεῖν ἢ μὴ προελθεῖν καὶ τὸ διαλεχθῆναι ἢ μή. καὶ τοῦτο μόνον τὸ εἶδος τοῦ ἐνδεχομένου καλεῖται ὁπότερον ἔτυχ ε , διότι οὐδὲν πλέον οὐδὲ ἔλαττον ἔχει κατὰ τοῦτο ἡ ὕπαρξις τῆς ἀνυπαρξίας, ἀλλ’ ὁπότερον ἔτυχε μόριον τῆς ἀντιφάσεως ὁμοίως ἐκβῆναι δυνατόν. ἀναιρῶν οὖν, ὅπερ ἐλέγομεν, τὸ ἐνδεχόμενον οὐδὲν ἄρ α , φησίν, οὔτε ἔστιν οὔτε γίνεται οὔτε ἀπὸ τύχης οὔτε ὁπότε ρ ’ ἔτυχ ε , τοῦτ’ ἔστιν οὐδὲν ἄρα οὔτε νῦν ἐστιν ἤδη ἐκβεβηκὸς ἢ ὡς ἐπ’ ἔλαττον ἐνδεχόμενον ἢ ὡς ἐπ’ ἴσης οὔτε ὕστερόν ποτε ἐκβήσεται. εἶτα καὶ κοινὴν ποιούμενος τὴν ἀναίρεσιν παντὸς τοῦ ἐνδεχομένου προσέθηκεν οὐ δ ’ ἔσται ἢ οὐκ ἔστα ι · ἅπαν γὰρ ἐνδεχόμενον ταύτῃ διαφέρει τοῦ τε ἀναγκαίως ἐκβαίνοντος καὶ τοῦ ἀδυνάτου, ὅτι τὸ μὲν μόνως ἔσεσθαι λέγομεν καὶ τὸ ἀδύνατον μόνως οὐκ ἔσεσθαι, τὸ δὲ ἐνδεχόμενον ἢ ἔσεσθαι ἢ μὴ ἔσεσθαι. οὐδὲν οὖν, φησίν, οὔτε ἔστιν οὔτε γίνεται τὸν τῶν ἐνδεχομένων τρόπον, ἀλλ’ ἐξ ἀνάγκης ἅπαντα καὶ οὐχ ὁπότερ’ ἔτυχεν. εἶτα ὥσπερ ἀναμιμνήσκων ἡμᾶς τῆς ἐφόδου, καθ’ ἣν ταῦτα ἔδοξε συμβαίνειν, ἐπάγει ἢ γὰρ ὁ φὰς ἀληθεύσει ἢ ὁ ἀποφά ς . εἰ δὲ ὁ ἕτερος τούτων ὡρισμένως ἀληθεύσει, τῷ δὲ τὴν ἑτέραν πρότασιν τῆς ἀντιφάσεως ὡρισμένως ἀληθεύειν εἵπετο ἡ ἀναίρεσις τοῦ ἐνδεχομένου, φανερὸν ὅτι οἰχήσεται τὸ ἐνδεχόμενον ἐκ τῶν ὄντων, τό τε ἄλλο καὶ τὸ οἷον κέντρον αὐτοῦ τὸ ὁπότε ρ ’ ἔτυχε ν , ὅπερ ἔλαβεν ἀντὶ τοῦ ἐνδεχομένου παντὸς ὁ Ἀριστοτέλης. εἰ δέ γε εἶχέ τινα ὑπόστασιν, ὁμοίως ἂν ἐγίνετο ἢ οὐκ ἐγίνετ ο · τοῦτο γὰρ λέγομεν ὁπότερ’ ἔτυχεν ἢ εἶναι ἢ γίνεσθαι, ὅπερ οὐδὲν μᾶλλον οὕτως ἢ μὴ οὕτως ἔχει ἢ ἕξε ι , ἐπὶ μὲν τοῦ γεγονότος δηλονότι καὶ ἤδη ἐν ὑποστάσει ὄντος τὸ ἔχει λέγοντες ἐπὶ δὲ τοῦ γενησομένου τὸ ἕξε ι . Ἔτι εἰ ἔστι λευκὸν νῦ ν , ἀληθὲς ἦν εἰπεῖν πρότερον ὅτι ἔσται λευκό ν · ὥστε ἀεὶ ἀληθὲς ἦν εἰπεῖν ὁτιοῦν τῶν γινομένων ὅτι ἔστιν ἢ ἔστα ι . |
| 144 (1n) | εἰ δὲ ἀεὶ ἀληθὲς ἦν εἰπεῖν ὅτι ἔστιν ἢ ἔστα ι , οὐχ οἷόν τε τοῦτο μὴ εἶναι οὐδὲ μὴ ἔσεσθα ι · ὃ δὲ μὴ οἷόν τε μὴ γενέσθα ι , ἀδύνατον μὴ γενέσθα ι · ὃ δὲ ἀδύνατον μὴ γενέσθα ι , ἀνάγκη γενέσθα ι · ἅπαντα οὖν τὰ ἐσόμενα ἀναγκαῖον γενέσθα ι · οὐδὲν ἄρα ὁπότε ρ ’ ἔτυχεν οὐδὲ ἀπὸ τύχης ἔστα ι · εἰ γὰρ ἀπὸ τύχη ς , οὐκ ἐξ ἀνάγκη ς . Τὰ διὰ τῶν προλαβόντων ἀσυμφανῶς εἰρημένα πρὸς κατασκευὴν τοῦ καὶ εἰς τὸν μέλλοντα χρόνον λαμβανομένας τὰς προτάσεις, περὶ ὧν ὁ λόγος, ἀφωρισμένως διαιρεῖν τὸ ἀληθὲς καὶ τὸ ψεῦδος, ᾧ αὐτόθεν εἵπετο μηδεμίαν ἐν τοῖς οὖσι χώραν ἔχειν τὸ ἐνδεχόμενον, βούλεται διὰ τούτων σαφέστερον ἡμῖν παραδοῦναι μετὰ πλείονος ἐπεξεργασίας προάγων τὸν λόγον. διὸ ὥσπερ ἀπ’ ἄλλης ἀρχῆς ποιούμενος τὴν ἐπιχείρησίν φησιν· ἔτι εἰ ἔστι λευκόν τι νῦ ν , οἷον παιδίον ἄρτι τεχθέν, ἀληθὲς ἦν εἰπεῖν τῇ προτεραίᾳ ὅτι τεχθήσεται τῇ ἑξῆς λευκὸν παιδίον, καὶ οὐ τῇ προτεραίᾳ μᾶλλον ἢ πρὸ οἵου δήποτε χρόνου· τίς γὰρ ἡ ἀποπλήρωσις; ὃ δὲ ἀεὶ προλέγοντες ὅτι ἔσται ἀληθεύομεν, οὐχ οἷόν τε τοῦτο μὴ ἔσεσθαι, ὥσπερ οὐδὲ ὃ εἶναι λέγοντες ἀληθεύομεν, οἷόν τε τοῦτο μὴ εἶναι· ἀδύνατον ἄρα ἦν μὴ γενέσθαι λευκὸν παιδίον, διότι ἡ περὶ αὐτοῦ ἐν τῷ ἀπείρῳ καὶ προλαβόντι χρόνῳ γεγονυῖα πρόρρησις ἀληθής· ὃ γὰρ μὴ οἷόν τ ε , φησί, μὴ γενέσθα ι , ἀδύνατον μὴ γενέσθα ι , ὃ δὲ ἀδύνατον μὴ γενέσθα ι , ἀνάγκη γενέσθα ι , προάγων τὸν λόγον εἰς τὸ πάντα ἀναγκάζειν, ὅπερ ἦν αὐτῷ προκείμενον, ἐκ τῶν σαφεστέρων μὲν καὶ μᾶλλον συγχωρουμένων προτάσεων, ἴσον δὲ δυναμένων ταῖς εἰς ἃς μεταλαμβάνονται· τό τε γὰρ οὐχ οἷόν τε τὸ ἀδύνατον σημαίνει καὶ τὸ οὐχ οἷόν τε μὴ γενέσθαι τῷ ἀδύνατον μὴ γενέσθαι εἰς ταὐτὸν ἔρχεται, τὸ δὲ ἀδύνατον μὴ γενέσθαι τῷ ἀναγκαῖον γενέσθαι, ὥσπερ καὶ τὸ ἀδύνατον γενέσθαι τῷ ἀναγκαῖον μὴ γενέσθαι. |
| 145 | μᾶλλον μέντοι κινούμεθα ὑπὸ τοῦ ἀδύνατον μὴ γενέσθαι ὡς ἐναργεστέρου ἤπερ ὑπὸ τοῦ ἀνάγκη γενέσθαι, διὸ καὶ ὁ ἰατρὸς εἰπὼν λόγου χάριν ὅτι ἀνάγκη φλεβοτομηθῆναι τὸν ἄρρωστον, εἴπερ βούλοιτο ὑγιασθῆναι, ὡς κατασκευαστικὸν τούτου καὶ πρὸς τὴν πειθὼ κινῆσαι μᾶλλον ὀφεῖλον προστίθησιν ‘ἀδύνατον γὰρ μὴ φλεβοτομηθέντα αὐτὸν ὑγιᾶναι‘. ὥστε εἰκότως, φησίν, ἐλέγομεν ἅπαντα τὰ ἐσόμενα ἐξ ἀνάγκης γενέσθαι καὶ μηδὲν μήτε ἀπὸ τύχης μήτε καθ’ ἕτερον τρόπον τοῦ ἐνδεχομένου. Ῥητέον δὲ πρὸς ταύτην τὴν ἐπιχείρησιν ὅτι τὸ ἐκβεβηκὸς νῦν καὶ ἤδη γεγονὸς οὐκ ἀληθὲς πρὸ τῆς ἐκβάσεως λέγειν ὅτι ἔσται πάντως λευκόν· οὐ γὰρ ἐπειδὴ ὁ χρόνος εἰς τὸ εἶναι αὐτὸ ἀποκατέστησε, διὰ τοῦτο οἴεσθαι χρὴ ἐξ ἀναγκαίας αὐτὸ προκαταβολῆς γεγονέναι. ὥστε τῶν προλεγόντων περὶ αὐτοῦ οὐχ ὁ λέγων ὅτι ἐξ ἀνάγκης ἔσται λευκὸν ἀληθεύσει, ἀλλ’ ὁ τὸ ὅλον τοῦτο ἐνδεχομένως αὐτὸ ἐκβήσεσθαι λέγων· εἰ δὲ τοῦτο, δῆλον ὅτι δυνατὸν ἦν αὐτὸ καὶ μὴ ἐκβῆναι· οὐ γὰρ ἂν ἄλλως ἠλήθευε τὸ ἐνδεχομένως αὐτὸ ἐκβήσεσθαι. μὴ τοίνυν ἀπὸ τοῦ ἤδη ἐκβάντος τὸ ἔτι μέλλον κρινέτωσαν οἱ ταῦτα λέγοντος, ἀλλὰ φυλάττοντες αὐτὸ μήπω ἐκβεβηκὸς ζητείτωσαν εἰ ἐξ ἀνάγκης ἐκβήσεται· οὐ γὰρ ἕξουσι τοῦτο ἐπιδεῖξαι, ὡς αὐτὸς ἡμᾶς σαφῶς ἐν τοῖς ἑξῆς ὁ Ἀριστοτέλης διδάξει. Ἀλλὰ μὴν οὐ δ ’ ὡς οὐδέτερόν γε ἀληθὲς ἐνδέχεται λέγει ν , οἷον ὅτι οὔτε ἔσται οὔτε οὐκ ἔστα ι · πρῶτον μὲν γὰρ οὔσης τῆς καταφάσεως ψευδοῦς ἡ ἀπόφασις οὐκ ἀληθή ς , καὶ ταύτης ψευδοῦς οὔσης τὴν κατάφασιν συμβαίνει μὴ ἀληθῆ εἶνα ι . καὶ πρὸς τούτοις εἰ ἀληθὲς εἰπεῖν ὅτι λευκὸν καὶ μέγ α , δεῖ ἄμφω ὑπάρχει ν · εἰ δὲ ὑπάρξει εἰς αὔριο ν , ὑπάρξειν εἰς αὔριο ν . εἰ δὲ μήτε ἔσται μήτε μὴ ἔσται αὔριο ν , οὐκ ἂν εἴη τὸ ὁπότε ρ ’ ἔτυχε ν , οἷον ναυμαχί α · δέοι γὰρ ἂν μήτε γενέσθαι ναυμαχίαν αὔριον μήτε μὴ γενέσθα ι . Ἐπειδὴ προείληπται μὲν πρὸς ἀναίρεσιν τοῦ ἐνδεχομένου τὸ τὰς προτάσεις, περὶ ὧν ὁ λόγος, ἀφωρισμένως διαιρεῖν τὸ ἀληθὲς καὶ τὸ ψεῦδος, ἔλαβε δὲ τοῦτο διὰ τὸ μὴ δύνασθαι αὐτὰς συναληθεύειν ἀλλήλαις, ὅπερ ἐλέγετο διὰ τοῦ ἄμφω γὰρ οὐχ ὑπάρξει ἅμα ἐπὶ τοῖς τοιούτοι ς , ἠδύνατο δέ τις ὑποπτεύειν ὡς οὐκ ἀναγκαῖον ἢ συναληθεύειν αὐτὰς ἢ διαιρεῖν τὸ ἀληθὲς καὶ τὸ ψεῦδος (ἐνδέχεσθαι γὰρ καὶ συμψεύδεσθαι), διὰ τοῦτο νῦν προτίθεται δεῖξαι ὅτι οὐδὲ συμψεύδεσθαι δυνατὸν ταύτας τὰς προτάσεις, ὅπερ οὔτε ὀνίνησί τι τὸν οὕτως λέγειν αἱρούμενον πρὸς τὸ εἰσάγειν τὸ ἐνδεχόμενον ἀλλὰ καὶ ἄλλως ἐστὶν ἀδύνατον· δειχθήσεται γὰρ καὶ κατ’ αὐτὴν τὴν ὑπόθεσιν τὸ αὐτὸ πρᾶγμα καὶ ἀναγκαίως ἐκβαῖνον καὶ ἀδύνατον ἔχον τὴν ἔκβασιν. |
| 146 | φησὶν οὖν ὡς οὐδὲ τοῦτο ἐνδέχεται λέγειν ὅτι αἱ καθ’ ἕκαστα καὶ ἐνδεχόμεναι προτάσεις κατὰ τὸν μέλλοντα χρόνον συμψεύδονται ἀλλήλαις, ὅπερ ἐσήμηνε διὰ τοῦ οὐ δ ’ ὡς οὐδέτερόν γε ἀληθέ ς , ἐπεὶ πρῶτον μέν, φησίν, ἀναιρήσομεν τὸ ἀξίωμα τῆς ἀντιφάσεως, ἀφ’ οὗ πάσας προάγομεν τὰς ἀποδείξεις ὡς ὄντος ἐναργεστάτου. πρὸς δὲ τούτοις συμβήσεται τὸ πρᾶγμα ἅμα μήτε ἔσεσθαι διὰ τὸ ψεύδεσθαι τὴν λέγουσαν ἔσεσθαι αὐτὸ κατάφασιν καὶ πάλιν ἔσεσθαι διὰ τὸ ψεύδεσθαι τὴν λέγουσαν μὴ ἔσεσθαι αὐτὸ ἀπόφασιν, ὥστε καὶ ἔσεσθαι αὐτὸ ἐξ ἀνάγκης καὶ μὴ ἔσεσθαι ἐξ ἀνάγκης, οὗ τί ἂν εἴη τερατωδέστερον; ἵνα δὲ τοῦτο συναγάγῃ, ἀναμιμνήσκει πάλιν ἡμᾶς τοῦ λημματίου τοῦ λέγοντος ὅτι τῇ ἀληθείᾳ τῶν λόγων ἡ τῶν πραγμάτων ἔκβασις ἀκολουθεῖ, καὶ οὐ κατὰ τὸν ἐνεστῶτα χρόνον μόνον ἀλλὰ καὶ κατὰ τὸν μέλλοντα· εἰ γάρ τις προειπὼν ὅτι τεχθήσεται αὔριον παιδίον λευκὸν καὶ μέγα ἀληθῶς προλέγοι, δεῖ αὔριον τεχθῆναι παιδίον, ᾧ ἄμφω τὰ προειρημένα ὑπάρξει. σιωπήσας οὖν τὸ τούτων ἀκόλουθον, ὅτι καὶ τῷ ψεύδει τῶν λόγων ἕπεται τὸ τὰ πράγματα μὴ ὑπάρχειν, ὡς ἤδη πρότερον αὐτῷ παραδεδομένον, ἅμα τούτῳ τῷ θεωρήματι τὸ ἑπόμενον τῷ παραλελειμμένῳ συνάγει λέγων εἰ δὲ μήτε ἔσται μήτε μὴ ἔσται αὔριο ν , οὐκ ἂν εἴη τὸ ὁπότε ρ ’ ἔτυχ ε , τοῦτ’ ἔστιν εἰ δὴ συμψεύδονται αἱ τοιαῦται προτάσεις, ἀναιρεθήσεται μὲν καὶ οὕτως τὸ ἐνδεχόμενον, ἀναιρεθήσεται δὲ διὰ τὸ ἅμα ἀναγκαίως τε ἐκβαίνειν τὸ πρᾶγμα καὶ ἀδύνατον ἔχειν τὴν ἔκβασιν. Τὰ μὲν δὴ συμβαίνοντα ἄτοπα ταῦτα καὶ τοιαῦτα ἕτερ α , εἴπερ πάσης καταφάσεως καὶ ἀποφάσεως ἢ ἐπὶ τῶν καθόλου λεγομένων ὡς καθόλου ἢ ἐπὶ τῶν κα θ ’ ἕκαστα ἀνάγκη τῶν ἀντικειμένων εἶναι τὴν μὲν ἀληθῆ τὴν δὲ ψευδ ῆ , μηδὲν δὲ ὁπότε ρ ’ ἔτυχεν εἶναι ἐν τοῖς γινομένοι ς , ἀλλὰ πάντα εἶναι καὶ γίνεσθαι ἐξ ἀνάγκη ς · ὥστε οὔτε βουλεύεσθαι δέοι ἂν οὔτε πραγματεύεσθα ι , ὡς ἐὰν μὲν τοδὶ ποιήσωμε ν , ἔσται τοδ ί , ἐὰν δὲ μὴ τοδ ί , οὐκ ἔσται τοδ ί · οὐδὲν γὰρ κωλύει καὶ εἰς μυριοστὸν ἔτος τὸν μὲν φάναι τοῦτο ἔσεσθαι τὸν δὲ μὴ φάνα ι , ὥστε ἐξ ἀνάγκης ἔσται ὁπότερον ἦν αὐτῶν ἀληθὲς εἰπεῖν τότ ε . |
| 147 (1n) | ἀλλὰ μὴν οὐδὲ τοῦτο διαφέρε ι , εἴ τινες εἶπον τὴν ἀντίφασιν ἢ μὴ εἶπο ν · δῆλον γὰρ ὅτι οὕτως ἔχει τὰ πράγματ α , κἂν μὴ ὁ μὲν καταφήσῃ τι ὁ δὲ ἀποφήσ ῃ · οὐ γὰρ διὰ τὸ καταφάναι ἢ ἀποφάναι ἔσται ἢ οὐκ ἔστα ι , οὐ δ ’ εἰς μυριοστὸν ἔτος μᾶλλον ἢ ἐν ὁποσῳοῦν χρόν ῳ . ὥστε εἰ ἐν ἅπαντι χρόνῳ οὕτως εἶχε ν , ὥστε τὸ ἕτερον ἀληθεύεσθα ι , ἀναγκαῖον ἦν τοῦτο γενέσθα ι , καὶ ἕκαστον τῶν γενομένων ἀεὶ οὕτως εἶχε ν , ὥστε ἐξ ἀνάγκης γενέσθα ι · ὅ τε γὰρ ἀληθῶς εἶπέ τις ὅτι ἔστα ι , οὐχ οἷόν τε μὴ γενέσθα ι , καὶ τὸ γινόμενον ἀληθὲς ἦν εἰπεῖν ὅτι ἔστα ι . Προέκειτο μὲν ἐξ ἀρχῆς σκοπεῖν εἰ πάσης ἀντιφάσεως εἰς τὸν μέλλοντα χρόνον λαμβανομένης αἱ προτάσεις ὡρισμένως διαιροῦσι τό τε ἀληθὲς καὶ τὸ ψεῦδος, δέδεικται δὲ διὰ πλειόνων ὡς ἕπεται τούτῳ τὸ ἐκποδὼν γίνεσθαι τοῦ ἐνδεχομένου τὴν φύσιν, τῶν μὲν ἐξ ἀνάγκης ἐκβαινόντων τῶν δὲ τὴν ἔκβασιν ἀδύνατον ἐχόντων, καὶ ἐφ’ ἡμῖν εἶναι μηδέν, ἅπερ δεῖ λοιπὸν ἐπιδεῖξαι ἄτοπα καὶ τῇ ἐναργείᾳ μαχόμενα. σφίγγων οὖν ἐν τούτοις τὸν πάντα λόγον ὁ Ἀριστοτέλης τοῦ τε προτεθέντος ἐξ ἀρχῆς προβλήματος ἀναμιμνήσκει καί τινα τὰ ἕπεσθαι αὐτῷ δεδειγμένα προστίθησι, καὶ ἄτοπα ταῦτα καλεῖ, καίτοι μηδέπω δείξας ὅτι ἐστὶν ἄτοπα, ταῖς τε αὐτοφυέσιν ἐννοίαις τῶν ψυχῶν ἀποχρώμενος καὶ ὡς εὐθὺς ἐπάξων τὴν κατασκευὴν τοῦ ἄτοπον εἶναι τὸν ἀναιρεῖν πειρώμενον τὸ ἐνδεχόμενον λόγον (ὃν ἐλέγχει διχόθεν, νῦν μὲν ἐπιδεικνὺς ὅσα ἕπεται αὐτῷ ἀδύνατα, ὀλίγον δὲ ὕστερον καὶ τὰ ψευδῶς εἰλημμένα ἐν αὐτῷ διαβάλλων)· ἔδει γὰρ αὐτό τε καθ’ αὑτὸ δεικνύναι τὸ πρᾶγμα ὅπως ἔχει φύσεως, λέγοντα ὅτι ἔστιν ἐν τοῖς οὖσι τὸ ἐνδεχόμενον (πολλὰ γὰρ ἕπεται ἀδύνατα τοῖς ἀναιρεῖν αὐτὸ πειρωμένοις, καὶ ἡ ἐνάργεια δείκνυσιν αὐτὸ ὑφεστηκός), καὶ ἐπὶ τούτοις σαθρὸν ἐπιδεῖξαι τὸν προειρημένον λόγον τὸν πάντα ἀναγκάζειν πειρώμενον καὶ τὸ ἐνδεχόμενον ἐκβάλλειν τῶν ὄντων. |
| 148 | διὰ τούτων οὖν τέως παραδιδοὺς τὰ ἑπόμενα ἀδύνατα τοῖς ἀναιροῦσι τὸ ἐνδεχόμενον, φησὶν ὡς εἴ τις ἀξιοίη πᾶσαν ἀντίφασιν κατὰ πάντα χρόνον ὁμοίως ἔχειν πρὸς τὸ διαιρεῖν τὸ ἀληθὲς καὶ τὸ ψεῦδος καὶ μὴ μόνον τὰς διαγωνίους, ἃς καθόλου ὡς καθόλου καλεῖν εἴωθεν, ἀφωρισμένως ἔχειν ἀεὶ τὴν μὲν ἑτέραν τῶν προτάσεων ἀληθῆ τὴν δὲ ἑτέραν ψευδῆ κατὰ πᾶσαν ὕλην, ἀλλὰ καὶ τὰς καθ’ ἕκαστα, ᾧ ἠκολούθει τὸ ἐκποδὼν γίνεσθαι τὸ ἐνδεχόμενον, ματαιοπονίαν τῆς φύσεως κατηγορήσει βουλευτικοὺς ἡμᾶς ποιησάσης· δῆλον γὰρ ὡς εἰ μηδέν ἐστιν ἐφ’ ἡμῖν, μάτην ἐπιχειρήσομεν βουλεύεσθαι περὶ τῶν οὐκ ἐν τῇ ἐξουσίᾳ τῇ ἡμετέρᾳ κειμένων, καὶ ὅμοιόν τι ποιήσομεν τοῖς βουλευομένοις πῶς ἂν ἀνατείλαι ἢ μὴ ἀνατείλαι ὁ ἥλιος. ἀλλὰ μὴν τὸ λέγειν ὡς μάτην ἡμᾶς ἡ φύσις βουλευτικοὺς ἐποίησε παντελῶς ἄλογον· αὐτό τε γὰρ καθ’ αὑτὸ τοῦτο ἀποδέδεικται γεωμετρικαῖς, φασίν, ἀνάγκαις ὡς οὐδὲν μάτην ὑπὸ τῆς φύσεως γίνεται, καὶ ὑπὸ τῆς ἐναργείας πάσης ἀποδείξεως μᾶλλον ὁμολογεῖται. καὶ αὐτοὶ μέντοι οἱ πάντα ἀναγκάζοντες καὶ τὸ ἐνδεχόμενον ἐκποδὼν ποιοῦντες πάντως ὁμολογήσουσιν αὐτὴν πάλιν εἶναι τὴν φύσιν τὴν πάντα, ὡς αὐτοί φασιν, ὡρισμένως καὶ ἐξ ἀνάγκης μάτην δὲ οὐδὲν ποιοῦσαν· ὥστε πῶς οὐ καταγέλαστον τὸ λέγειν τὴν φύσιν καὶ μηδὲν ἐν τῇ ἐξουσίᾳ τῇ ἡμετέρᾳ καταλιπεῖν καὶ ποιεῖν ἡμᾶς βουλευτικοὺς ὡς ἂν ὄντας κυρίους τοῦ πρᾶξαί τινα ἢ μὴ πρᾶξαι; εἰ γὰρ λέγοι τις ὅτι χρῆται τῇ διανοίᾳ ὡς ὀργάνῳ πρὸς τὴν ἔκβασιν τῶν πράξεων, ἀλλ’ ἐχρῆν, φήσομεν, ὁρμᾶν ἡμᾶς αὐτόθεν ἐπὶ τὰς πράξεις, ἐφ’ ἃς ἡ φύσις κατήπειγεν, ὥσπερ ἐπὶ τῶν ὄντως ὑπὸ φύσεως κινουμένων συμβαῖνον ὁρῶμεν ἀνενδοιάστως ἐπὶ τὰ οἰκεῖα τέλη φερομένων. διὸ καὶ ἡμεῖς ὅταν μιμώμεθα τὴν φύσιν κατὰ τέχνην τινὰ ἐνεργοῦντες, οὐ βουλευόμεθα, εἴπερ τελείαν καὶ πρόχειρον ἔχοιμεν τὴν γνῶσιν τῆς τέχνης, ὅπερ ἀνάγκη ὑπάρχειν τῷ μιμησομένῳ τὴν φύσιν. Εἰ τοίνυν πάντα ἐξ ἀνάγκης, οὔτε βουλεύεσθαι δέοι ἄ ν , φησίν, οὔτε πραγματεύεσθα ι , τοῦτ’ ἔστι ταῖς ἀρχαῖς τῶν πράξεων ἐγχειρεῖν· οἷον εἰ διανοοίμεθα πλεῦσαι ἐξ Αἰγύπτου Ἀθήναζε, οὐ χρὴ κατελθεῖν εἰς τὸν λιμένα οὐδὲ ναῦν ζητῆσαι οὐδὲ τὰ σκευάρια ἐμβαλέσθαι· καὶ γὰρ μηδὲν τούτων πεπραχότων ἡμῶν ἀνάγκη γενέσθαι ἡμᾶς ἐν Ἀθήναις. |
| 149 | εἶτα καὶ τρόπον, καθ’ ὃν βουλεύεσθαι εἰώθαμεν, ὑπογράφων ἡμῖν ὡς ἐὰν μὲν τοδὶ ποιήσωμε ν , φησίν, ἔσται τοδ ί , ἐὰν δὲ μὴ τοδ ί , οὐκ ἔσται τοδ ί · προκειμένου γὰρ φέρε τοῦ ἀπελθεῖν εἰς τόνδε τὸν τόπον, εἰς ὃν δυνατὸν καὶ διὰ νεὼς ἀπελθεῖν καὶ ὑποζυγίῳ χρώμενον, βουλευόμεθα πότερος τῶν τρόπων τῆς ἐκεῖσε ἀφίξεώς ἐστιν ἡμῖν αἱρετώτερος, τὰ ἑκατέρῳ ἑπόμενα ἀγαθὰ ἢ φαῦλα παρατιθέντες παρ’ ἄλληλα καὶ ἀντισηκοῦντες ἀλλήλοις· ὁποτέρῳ γὰρ ἂν αὐτῶν φαίνηται ἢ μεῖζον ἀγαθὸν ἢ ἔλαττον κακὸν ἑπόμενον, ἐκεῖνο μᾶλλον αἱρούμεθα. οὕτω δὲ καὶ ὁ ποιητὴς τὸν Ἀχιλλέα φησὶν εἰδέναι ὅτι μένων μὲν ἐν τῇ Τροίᾳ καὶ πολεμῶν ὀλιγοχρόνιος ἔσται καὶ εὐκλεής, ἀναχωρῶν δὲ τοῦ πολέμου καὶ τὴν ἐν τῇ πατρίδι διατριβὴν ἀγαπῶν πολυχρόνιος μὲν ἀκλεὴς δέ, καὶ προτιμῆσαι τὴν εὔκλειαν τοῦ εἰς γῆρας ἐλθεῖν. εἶτα πάλιν ἀναμνήσας ἡμᾶς τῆς ἐπιχειρήσεως τῆς ἀναιρεῖν δοκούσης τὸ ἐνδεχόμενον (λέγω δὴ τοῦ δύο τινῶν προλεγόντων ἀντίφασιν τὸν ἕτερον ὡρισμένως ἀληθεύειν καὶ διὰ τοῦτο ἐκβαίνειν τὸ ὑπ’ ἐκείνου λεγόμενον), ὅπερ ἄν τις ἀπερισκέπτως εἶπεν ἐλέγχειν οἰόμενος τὴν ἐπιχείρησιν τῷ λέγειν ‘ἀλλ’ οὐδὲν γέγονε τοιοῦτον οὐδὲ προεῖπέ τις περὶ τοῦ πράγματος ὡς ἐκβησομένου, ἵνα καὶ ἀληθεύειν ἐκεῖνον συγχωρήσαντες ἀναγκαίως φῶμεν τὸ πρᾶγμα ἐκβεβηκέναι‘, τοῦτο θεὶς διαβάλλει καὶ δείκνυσιν οὐκ ὀρθῶς λεγόμενον· οὐ γὰρ διὰ τὸ ἀληθεῦσαι τοὺς πρὸ τῆς ἐκβάσεως τοῦ πράγματος εἰπόντας αὐτὸ ἐκβήσεσθαι φήσομεν ἐκβαίνειν τὸ πρᾶγμα, ἀλλ’ ἔμπαλιν διὰ τὴν τοῦ πράγματος φύσιν ἀληθὴς ὁ περὶ αὐτοῦ λεγόμενος λόγος· ὡς γὰρ εἴρηται καὶ ἐν Κατηγορίαις, εἰ καὶ ἀντιστρέφουσι ταῦτα πρὸς ἄλληλα, ἥ τε τοῦ πράγματος φύσις καὶ ὁ ἀληθὴς περὶ αὐτοῦ λόγος, ἀλλ’ οὐχ ὁ λόγος τῷ πράγματι τοῦ εἶναι αἴτιος ἀλλ’ ἡ τοῦ πράγματος ὕπαρξις τοῦ ἀληθεύειν τὸν λόγον αἰτία· ὥστε εἰ μηδὲν ἔλαττον ἔχει τοῦ πράγματος ἡ ἔκβασις διὰ τὸ μὴ κατ’ ἐνέργειαν προειρῆσθαι τὸν ἐκβήσεσθαι αὐτὸ ἀποφαινόμενον λόγον, πᾶσαι αἱ περὶ τῶν ἐνδεχομένως γινομένων πρὸ τῆς ἐκβάσεως λεγόμεναι προρρήσεις, εἴτε κατ’ ἐνέργειαν εἴτε κατὰ δύναμιν, ἀληθεῖς ἔσονται. τούτου δὲ οὕτως ἔχοντος ἀναγκαίως ἐκβέβηκεν ἕκαστον αὐτῶν, καὶ οὐκ ἐνεδέχετο αὐτὸ μὴ ἐκβῆναι. Εἰ δὴ ταῦτα ἀδύνατ α · ὁρῶμεν γὰρ ὅτι ἀρχή ἐστι τῶν ἐσομένων καὶ ἀπὸ τοῦ βουλεύεσθαι καὶ ἀπὸ τοῦ πρᾶξαί τ ι , καὶ ὅλως ὅτι ἔστιν ἐν τοῖς μὴ ἀεὶ ἐνεργοῦσι τὸ δυνατὸν εἶναι καὶ μὴ ὁμοίω ς · ἐν οἷς ἄμφω ἐνδέχεται καὶ τὸ εἶναι καὶ τὸ μὴ εἶνα ι , ὥστε καὶ τὸ γενέσθαι καὶ τὸ μὴ γενέσθα ι . |
| 150 (1n) | καὶ πολλὰ ἡμῖν δῆλά ἐστιν οὕτως ἔχοντ α , οἷον ὅτι τοῦτο τὸ ἱμάτιον δυνατόν ἐστι διατμηθῆνα ι , καὶ οὐ διατμηθήσεται ἀλ λ ’ ἔμπροσθεν κατατριβήσετα ι . ὁμοίως δὲ καὶ τὸ μὴ διατμηθῆναι δυνατό ν · οὐ γὰρ ἂν ὑπῆρχε τὸ ἔμπροσθεν αὐτὸ κατατριβῆνα ι , εἴ γε μὴ δυνατὸν ἦν τὸ μὴ διατμηθῆνα ι . ὥστε καὶ ἐπὶ τῶν ἄλλων γενέσεω ν , ὅσαι κατὰ δύναμιν λέγονται τὴν τοιαύτη ν . φανερὸν οὖν ὅτι οὐχ ἅπαντα ἐξ ἀνάγκης οὔτε ἔστιν οὔτε γίνετα ι , ἀλλὰ τὰ μὲν ὁπότε ρ ’ ἔτυχ ε , καὶ οὐδὲν μᾶλλον ἡ κατάφασις ἢ ἡ ἀπόφασις ἀληθή ς , τὰ δὲ μᾶλλον μὲν καὶ ὡς ἐπὶ τὸ πολὺ θάτερο ν , οὐ μὴν ἀλ λ ’ ἐνδέχεται γενέσθαι καὶ θάτερο ν , θάτερον δὲ μ ή . Παραδοὺς ἡμῖν διὰ τῶν προλαβόντων ὅσα ἕπεται ἀδύνατα τοῖς ἀναιροῦσι τὸ ἐνδεχόμενον, ὅτι τὸ μάτην βουλεύεσθαι μάτην ἐγχειρεῖν ὅλως ταῖς πράξεσι καὶ ὅσα τούτοις ἐστὶν ἀκόλουθα, οἷον τὸ μάτην αἰτιᾶσθαί τινας ὡς συμπράττοντας ἡμῖν ἢ ἀντιπράττοντας, μάτην ἐπαινεῖν τινας ὡς ἀγαθοὺς ἢ ψέγειν ὡς κακούς, καὶ ὀνόματα κενὰ εἶναι τὰ πολυθρύλλητα ταῦτα, τὴν ἀρετὴν καὶ τὴν κακίαν (ποῦ γὰρ οἷόν τε ταῦτα χώραν ἔχειν, μηδενὸς ὄντος ἐφ’ ἡμῖν ἀλλ’ ἐξ ἀνάγκης ἡμῶν, ὡς ὁ ἐκείνων λόγος, ἐπὶ τὸ τάδε τινὰ πράττειν ἀγομένων; ἅπερ δηλονότι καὶ ἐναργῶς ἄλογα καὶ τὸν ὅλον τῶν ἀνθρώπων ἄρδην ἀνατρέπει βίον), προτίθεται διὰ τούτων καὶ ἐπ’ εὐθείας ἐξ αὐτῆς τῆς ἐναργείας τῶν πραγμάτων ἐπιδεῖξαι ὅτι τε ἔστιν ἐν τοῖς οὖσι τὸ ἐνδεχόμενον καὶ ἐν τίσιν ἐστίν, ὅτι οὐκ ἐν τοῖς ἀιδίοις ἀλλ’ ἐν μόνοις τοῖς ἐν γενέσει καὶ φθορᾷ τὸ εἶναι ἔχουσιν. ὅτι μὲν οὖν τό τε βουλεύεσθαι μεγάλην ἔχει πρὸς τὰς πράξεις δύναμιν καὶ πολλά ἐστιν ἐφ’ ἡμῖν τῶν ὄντων, ἃ οὐκ ἂν ἐπράχθη μὴ βουλευσαμένων ἡμῶν καὶ ταῖς ὁδοῖς τῆς ἐκβάσεως αὐτῶν ἐγκεχειρηκότων, δείκνυσιν ἀπὸ τοῦ κατὰ τὸ ἱμάτιον παραδείγματος, ὃ ἐφ’ ἡμῖν ἐστιν ἢ διατεμεῖν ἢ σῶον ἐᾶσαι καὶ ἀδιάτμητον, ἄχρις ἂν ἢ ἐν χρήσει ὂν καὶ φορούμενον κατατριβῇ ἢ καὶ ἄνευ χρήσεως κείμενον ὑπὸ τοῦ χρόνου κατασαπῇ. δῆλον δὲ ὅτι καὶ ἐπ’ ἄλλων πολλάκις μυρίων οἱ αὐτοὶ ἁρμόσουσι λόγοι· ὥστε φανερὸν ὅτι πάντων τῶν οὕτω γινομένων κυρίους ἡμᾶς ἐποίησεν ἡ φύσις. |
| 151 | ἅπερ ἐνδεικνύμενος ὁ Ἀριστοτέλης εἶπεν ὅτι ἀρχή ἐστι τῶν ἐσομένων καὶ ἀπὸ τοῦ βουλεύεσθαι καὶ ἀπὸ τοῦ πρᾶξαί τ ι , τῷ μὲν ὀνόματι τοῦ ἐσομένου ἐπὶ τοῦ μήπω μὲν ἐκβεβηκότος δυναμένου δὲ ἐκβῆναι, εἰ μή τι κωλύσοι, κοινότερον νῦν χρησάμενος, διὰ δὲ τοῦ πρᾶξαί τι δηλῶν τὸ ταῖς ἀρχαῖς ἐγχειρῆσαι τῆς πράξεως, ὅπερ πρότερον ἐκάλει πραγματεύεσθα ι . Ἐν τίσι δὲ τῶν ὄντων ἔχει τὴν ὑπόστασιν τὸ ἐνδεχόμενον, συντόμως ἐδίδαξεν εἰπὼν ὅτι ἐν τοῖς μὴ ἀεὶ ἐνεργοῦσ ι , ταὐτὸν δ’ εἰπεῖν τοῖς ποτὲ μὲν οὖσι ποτὲ δὲ μὴ οὖσι· ταῦτα γὰρ μεταξὺ ὄντα τῶν τε ἀεὶ ὄντων καὶ τῶν ἀεὶ μὴ ὄντων ὡς μὲν ἐνεργοῦντα ὅλως διαφέροι ἂν τῶν ἀεὶ μὴ ὄντων, ὡς δὲ μὴ ἀεὶ ἐνεργοῦντα διαφέροι ἂν τῶν ἀεὶ ὄντων τε καὶ ἐνεργούντων. ποῖα δέ ἐστι τὰ μὴ ἀεὶ ἐνεργοῦντα, πάλιν συντόμως ἐδίδαξεν εἰπὼν ἐν οἷς ἄμφω ἐνδέχεται καὶ τὸ εἶναι καὶ τὸ μὴ εἶνα ι , τοῦτ’ ἔστι τοῖς ἐν γενέσει καὶ φθορᾷ· οὔτε γὰρ τῶν ἀεὶ μὴ ὄντων τι δύναταί ποτε ἐνεργεῖν (πῶς γὰρ ὃ μηδὲ τὴν ἀρχὴν τοῦ εἶναι πέφυκε μετέχειν;) οὔτε τῶν ἀεὶ ὄντων τι δύναταί ποτε μὴ ἐνεργεῖν· εἰ γάρ ἐστιν ἀεὶ ὄν, δῆλον ὡς ἀεὶ τέλειόν ἐστι καὶ τὴν οὐσίαν τὴν ἑαυτοῦ κατὰ φύσιν ἔχον (οὐ γὰρ ἂν ἄλλως ἠδύνατο εἶναι ἀίδιον), τοιοῦτον δὲ ὂν ἕξει τινὰ πάντως οὐσιώδη ἐνέργειαν, καθ’ ἣν ἀεὶ ἐνεργεῖν αὐτὸ ἀναγκαῖον, ἵνα μὴ καὶ ὁντιναοῦν χρόνον ἀνενέργητον μένον ματαίαν δεικνύῃ τὴν ἑαυτοῦ φύσιν καὶ αὐτὸ τηνάλλως ἐγκαταλέγηται τοῖς οὖσιν. ὥστε εἰκότως τὰ ποτὲ μὲν ὄντα ποτὲ δὲ μὴ ὄντα τῶν ὄντων ἐχαρακτήρισεν ἀπὸ τοῦ μὴ ἀεὶ ἐνεργεῖν. πᾶσι μὲν οὖν τοῖς ἐνδεχομένοις τοῦτο ὑπάρχει τὸ δύνασθαι καὶ εἶναι καὶ μὴ εἶναι· ὥστε καὶ πρὸ τῆς ἐκβάσεως αὐτῶν ὑπάρξει αὐτοῖς τὸ δύνασθαι καὶ γενέσθαι καὶ μὴ γενέσθαι. ἀλλὰ τὰ μὲν αὐτῶν ὁμοίως ἔχει πρός τε τὸ εἶναι καὶ πρὸς τὸ μὴ εἶναι, διὸ καὶ πρὸς τὸ γενέσθαι καὶ τὸ μὴ γενέσθαι, ὅσα ἐπὶ τῇ προαιρέσει κεῖται τῇ ἡμετέρᾳ καὶ καλεῖται ὁπότε ρ ’ ἔτυχ ε , τὰ δὲ ἀποκλίνει μᾶλλον ἢ πρὸς τὸ εἶναι καὶ γενέσθαι καὶ λέγεται ὡς ἐπὶ τὸ πολύ, ἢ πρὸς τὸ μὴ εἶναι μηδὲ γενέσθαι καὶ λέγεται ὡς ἐπ’ ἔλαττον, ἅπερ ἀμφότερα κοινῶς σημῆναι βουληθεὶς εἶπε τὰ δὲ μᾶλλον μὲν καὶ ὡς ἐπὶ τὸ πολὺ θάτερο ν , οὐ μὴν ἀλλ’ ἐνδέχεται γενέσθαι καὶ θάτερο ν , θάτερον δὲ μ ή · ἔχει γὰρ τὸ μὲν οὕτως λεγόμενον ὡς ἐπὶ τὸ πολὺ τὴν μὲν ἔκβασιν αὐτὸ τοῦτο ὡς ἐπὶ τὸ πολὺ, ἐνδεχόμενον μέντοι καὶ τὸ μὴ ἐκβῆναι, εἰ καὶ σπανιώτερον τοῦ ἐκβῆναι, τὸ δὲ ἐπ’ ἔλαττον τὸ μὲν μὴ ἐκβαίνειν ὡς ἐπὶ τὸ πολὺ, ἐνδεχόμενον μέντοι καὶ τὸ ἐκβαίνειν, εἰ καὶ σπανιώτερον τοῦ μὴ ἐκβαίνειν. |
| 152 | ἐπιτρέπων οὖν ἡμῖν τὸ ὡς ἐπὶ τὸ πολὺ θάτερον, τοῦ τε εἶναι δηλονότι καὶ τοῦ μὴ εἶναι, καὶ τὸ τούτῳ ἀντικείμενον καὶ ἐπ’ ἔλαττον, ὃ καὶ αὐτὸ προσηγόρευσε θάτερον, μεθαρμόζειν ὡς ἂν ἐθέλωμεν πρός τε τὸ εἶναι καὶ τὸ μὴ εἶναι, διὰ τῶν αὐτῶν λεξειδίων περιέλαβε τὰ πλεῖστον ἀλλήλων διεστηκότα σημαινόμενα τοῦ ἐνδεχομένου, τό τε ἐπὶ τὸ πολὺ καὶ τὸ ἐπ’ ἔλαττον. δῆλον δὲ ὅτι καὶ τοῖς πράγμασιν ὁμοίως ἔχουσιν αἱ περὶ αὐτῶν ἀποφάνσεις κατὰ τὸ ἀληθεύειν ἢ ψεύδεσθαι. Τὸ μὲν οὖν εἶναι τὸ ὂν ὅταν ᾖ , καὶ τὸ μὴ ὂν μὴ εἶναι ὅταν μὴ ᾖ , ἀνάγκ η · οὐ μέντοι οὔτε τὸ ὂν ἅπαν ἀνάγκη εἶναι οὔτε τὸ μὴ ὂν ἀνάγκη μὴ εἶνα ι · οὐ γὰρ ταὐτόν ἐστιν τὸ ὂν ἅπαν εἶναι ἐξ ἀνάγκης ὅτε ἐστ ί , καὶ τὸ ἁπλῶς εἶναι ἐξ ἀνάγκη ς . ὁμοίως δὲ καὶ ἐπὶ τοῦ μὴ ὄντο ς . καὶ ἐπὶ τῆς ἀντιφάσεως ὁ αὐτὸς λόγο ς · εἶναι μὲν ἢ μὴ εἶναι ἅπαν ἀνάγκ η , καὶ ἔσεσθαί γε ἢ μ ή · οὐ μέντοι διελόντα γε εἰπεῖν θάτερον ἀναγκαῖο ν . λέγω δὲ οἷον ἀνάγκη μὲν ἔσεσθαι ναυμαχίαν αὔριον ἢ μὴ ἔσεσθα ι , οὐ μέντοι γενέσθαι ναυμαχίαν αὔριον ἀναγκαῖον οὐδὲ μὴ γενέσθα ι , γενέσθαι μέντοι ἢ μὴ γενέσθαι ἀναγκαῖο ν . ὥστε ἐπεὶ ὁμοίως οἱ λόγοι ἀληθεῖς ὥσπερ τὰ πράγματ α , δῆλον ὅτι ὅσα οὕτως ἔχει ὥστε ὁπότε ρ ’ ἔτυχεν εἶναι καὶ τὰ ἐναντία ἐνδέχεσθα ι , ἀνάγκη ὁμοίως ἔχειν καὶ τὴν ἀντίφασι ν . ὅπερ συμβαίνει ἐπὶ τοῖς μὴ ἀεὶ οὖσιν ἢ μὴ ἀεὶ μὴ οὖσ ι · τούτων γὰρ ἀνάγκη μὲν θάτερον μόριον τῆς ἀντιφάσεως ἀληθὲς εἶναι ἢ ψεῦδο ς , οὐ μέντοι τόδε ἢ τόδε ἀλ λ ’ ὁπότε ρ ’ ἔτυχ ε , καὶ μᾶλλον μὲν ἀληθῆ τὴν ἑτέρα ν , οὐ μέντοι ἤδη ἀληθῆ ἢ ψευδ ῆ . ὥστε δῆλον ὅτι οὐκ ἀνάγκη πάσης καταφάσεως καὶ ἀποφάσεως τῶν ἀντικειμένων τὴν μὲν ἀληθῆ τὴν δὲ ψευδῆ εἶνα ι · οὐ γὰρ ὥσπερ ἐπὶ τῶν ὄντω ν , οὕτως ἔχει καὶ ἐπὶ τῶν μὴ ὄντων μὲν δυνατῶν δὲ εἶνα ι , ἀλ λ ’ ὥσπερ εἴρητα ι . Πρόκειται μὲν ἐν τούτοις αὐτὸν λοιπὸν τὸν λόγον τὸν ἀναιρεῖν δοκοῦντα τὸ ἐνδεχόμενον σαθρὸν ἐπιδεῖξαι καὶ μηδὲν ἀναγκαῖον συνάγοντα, προῄει δὲ οὗτος ἐκ τῶν ἤδη ἐκβεβηκότων ἀξιῶν κρίνεσθαι τὰ ἔτι μέλλοντα· λαβὼν γὰρ ὡς εἰ ἔστι τι νῦν λευκόν, ἀνάγκη ἀληθεύειν τὸν αὐτὸ τοῦτο λέγοντα περὶ αὐτοῦ ὅτι ἔστι λευκόν, καὶ οὐ νῦν μόνον ἀλλὰ καὶ ἐν ἅπαντι τῷ πρόσθεν χρόνῳ ἀληθὲς ἦν προλέγειν ὅτι ἔσται λευκόν (ὡς οὐδὲν τοῦτο ἐκείνου διαφέρον), καὶ ὅτι ὅπερ ἐν παντὶ τῷ πρόσθεν χρόνῳ ἀληθὲς ἦν εἰπεῖν ὅτι ἔσται λευκὸν ἀνάγκη γενέσθαι, συνάγειν ἠξίου τὸ πάντα ἐξ ἀνάγκης γίνεσθαι τὰ γινόμενα. |
| 153 | πρὸς τοῦτον τοίνυν τὸν λόγον ἐνιστάμενος διὰ τούτων ὁ Ἀριστοτέλης πάνυ τεχνικῶς, πρὶν διελέσθαι τὰς εἰς τὸν μέλλοντα χρόνον γινομένας ἀποφάνσεις, πῶς μὲν ἔχουσι τὸ ἐξ ἀνάγκης ἀληθεύειν πῶς δὲ οὐκ ἔχουσι, διορίζεται πρότερον περὶ τῶν κατὰ τὸν ἐνεστῶτα χρόνον γινομένων, καὶ τὴν διαφορὰν αὐτῶν ἀπὸ τῆς φύσεως τῶν πραγμάτων λαμβάνων, ἐπειδὴ χρὴ τὸν ἀληθεύοντα λόγον συνᾴδειν ἐξ ἀνάγκης τῷ πράγματι περὶ οὗ ἀποφαίνεται, διττὸν εἶναί φησι τὸ ἀναγκαῖον, τὸ μὲν τὸ ἁπλῶς καὶ κυρίως λεγόμενον, ὅπερ ἐστὶ τὸ ἀεὶ ὑπάρχον τῷ ὑποκειμένῳ ὡς οὐδὲ ὑφεστάναι χωρὶς αὐτοῦ δυναμένῳ (τοῦ ἀεὶ ἤτοι κατὰ τὸν ἄπειρον χρόνον λαμβανομένου ὡς ἐπὶ τῶν ἀιδίων, οἷον ὅταν λέγωμεν ἐξ ἀνάγκης κινεῖσθαι τὸν ἥλιον ἢ τοῦ τριγώνου τὰς γωνίας δυσὶν ὀρθαῖς ἴσας εἶναι, ἢ ἕως ἂν ὑπάρχῃ τὸ ὑποκείμενον, ὡς ὅταν εἴπωμεν ἐξ ἀνάγκης τόδε τὸ πῦρ θερμὸν εἶναι ἢ τὸν Σωκράτην ζῷον εἶναι), τὸ δὲ οὐ τοιοῦτον ἀλλὰ μετὰ μὲν προσδιορισμοῦ τοῦ ἕως ἂν ᾖ τὸ κατηγορούμενον ὑπὸ τοῦ λέγοντος οὕτως αὐτὸ ἔχειν ἀληθεῦον, ἁπλῶς δὲ οὐκέτι, εἴτε ἀίδιον εἴη τὸ ὑποκείμενον εἴτε φθαρτόν· τὸ γὰρ ἐξ ἀνάγκης ἐπιπροσθεῖσθαι ὑπὸ τοῦ νέφους ἢ τῆς σελήνης τὸν ἥλιον, ἕως ἂν ἐπιπροσθῆται, ἀληθές, ἁπλῶς δὲ οὐκέτι, καὶ τὸ ἐξ ἀνάγκης καθέζεσθαί σε ἢ βαδίζειν, ἕως ἄν τι τούτων ὑπάρχῃ σοι, ἀληθές, ἁπλῶς δὲ οὐκέτι· οὔτε γὰρ ἀεὶ βαδίζομεν ἢ καθεζόμεθα, οὔτε μὴν ἕως ἂν τοῦ εἶναι μετέχωμεν. ὁ δὲ αὐτὸς λόγος καὶ ἐπὶ τοῦ ἐξ ἀνάγκης μὴ ὄντος· καὶ γὰρ τοῦτο διττόν, τὸ μὲν ἁπλῶς (οἷον τὸ μὴ εἶναι τὴν διάμετρον σύμμετρον τῇ πλευρᾷ ἢ τὸ μὴ παύεσθαι τῆς κινήσεως τὸν ἥλιον ἢ τὸ μὴ εἶναι τόδε τὸ πῦρ ψυχρόν), τὸ δὲ ἕως ἂν μὴ ᾖ τὸ κατηγορούμενον, οἷον τὸ ἐξ ἀνάγκης μὴ βαδίζειν, ὅταν μὴ βαδίζῃς· οὐ γὰρ ἁπλῶς τοῦτο ἀληθές, ἀλλ’ ἕως ἂν μὴ βαδίζῃς, ἐπειδὴ ἀδύνατον τὸν μὴ βαδίζοντα ὅτε μὴ βαδίζει ἅμα καὶ βαδίζειν. καὶ ἔχεις ἐν τούτοις τὴν κατὰ τὰς ὕλας διαφορὰν τῶν προτάσεων παραδεδομένην· τὸ μὲν γὰρ ἁπλῶς ὂν τὸ ἀναγκαῖον σημαίνει, τὸ δ’ ἁπλῶς μὴ ὂν τὸ ἀδύνατον, τὸ δὲ ἔστ’ ἂν ᾖ τὸ κατηγορούμενον τῷ ὑποκειμένῳ ὂν καὶ ἔστ’ ἂν μὴ ᾖ μὴ ὂν τὸ ἐνδεχόμενον. |
| 154 | Ταῦτα διελόμενος ὁ Ἀριστοτέλης παραπλησίως τοῖς ἐπὶ τῶν ὄντων εἰρημένοις ἔχειν φησὶ τὸ ἀναγκαῖον τὴν ἐν τοῖς λόγοις ἀλήθειαν· τοὺς μὲν γὰρ αὐτῶν ἐξ ἀνάγκης ἀληθεύειν κατὰ τὸ ἁπλῶς λεγόμενον ἀναγκαῖον, ἐφ’ οἵων ἂν λέγωνται πραγμάτων, εἴτε ἀιδίων εἴτε φθαρτῶν εἴτε ὄντων εἴτε μὴ ὄντων, ὡς τοὺς κατὰ τὴν ὅλην ἀντίφασιν προφερομένους, οἷον ὅτι Σωκράτης ἢ βαδίζει ἢ οὐ βαδίζει (τὸ γὰρ ὅλον τοῦτο ἀνάγκη εἶναι ἀληθὲς οὐ μόνον ὄντος ἀλλὰ καὶ μὴ ὄντος Σωκράτους) καὶ ὅτι τὸ πῦρ ἢ θερμὸν ἢ οὐ θερμόν, εἰ καὶ συμβαίνει ἐπὶ τῶν τοιούτων διὰ τὴν τοῦ πράγματος φύσιν θάτερον μόριον τῆς ἀντιφάσεως ἀφωρισμένως ἀληθεύειν, καὶ οὐ τὴν ὅλην ἀντίφασιν μόνον. τοὺς μὲν οὖν τῶν λόγων οὕτως ἔχειν φησὶ τὸ ἐξ ἀνάγκης ἀληθεύειν κατὰ τὸ ἁπλῶς ἀναγκαῖον, τοὺς δὲ κατὰ τὸν ἕτερον τρόπον, ἕως ἂν ὑπάρχῃ ἢ μὴ ὑπάρχῃ τὸ κατηγορούμενον τῷ ὑποκειμένῳ, ὡς τὸ ἐξ ἀνάγκης βαδίζειν ἢ ἐξ ἀνάγκης μὴ βαδίζειν τὸν Σωκράτην· οὕτως γὰρ ἀνάγκη τὸ ἀληθὲς ἔχειν τοὺς λόγους, ὅπερ φησὶν ὁ Ἀριστοτέλης, ὡς ἔχει φύσεως τὰ ὑπ’ αὐτῶν σημαινόμενα πράγματα, ἐπεὶ καὶ εἰσὶν ἐξηγηταὶ τῶν πραγμάτων οἱ λόγοι καὶ διὰ τοῦτο μιμοῦνται αὐτῶν τὴν φύσιν, ὡς πρὸ τοῦ Ἀριστοτέλους ὁ Πλάτων ἡμᾶς ἐδίδαξεν. Ἀλλὰ τί ταῦτα φαίης ἂν πρὸς τὸ προκείμενον καὶ πῶς διὰ τούτων σαλεύεται ὁ ἀναιρεῖν δοκῶν τὸ ἐνδεχόμενον λόγος; ὅτι, φήσω, εἰ μὲν πᾶς λόγος εἶχε τὸ ἐξ ἀνάγκης ἀληθεύειν κατὰ τὸ ἁπλῶς ἀναγκαῖον, εἰκότως ἐλάμβανον οἱ ἀναιροῦντες τὸ ἐνδεχόμενον ἐκ τοῦ ὁρᾶν ἐξ ἀνάγκης ἀληθεύοντας τοὺς λόγους τοὺς οἰκείους τῇ ἐκβάσει τῶν πραγμάτων περὶ τῶν ἤδη ἐκβεβηκότων ἀποφαινομένους ὅτι καὶ οἱ πρὸ τῆς ἐκβάσεως αὐτῶν διαβεβαιούμενοι ἐκβήσεσθαι αὐτὰ τὸ ἀληθὲς ἐξ ἀνάγκης ἔχουσι, καὶ οὕτως τῷ ὄντι συνέβαινεν ἀναιρεῖσθαι τὸ ἐνδεχόμενον. ἐπεὶ δὲ τοῦτο τῇ μὲν ὅλῃ ἀντιφάσει, ὥσπερ ἐλέγομεν, ὑπάρχει, τοῖς δὲ μέρεσιν αὐτῆς, ἐφ’ ὧν τὸ κατηγορούμενον ποτὲ μὲν ὑπάρχει τῷ ὑποκειμένῳ ποτὲ δὲ οὐχ ὑπάρχει, οὐκέτι, δῆλον ὅτι οὐ συνάγουσιν ὅπερ προτίθενται· οἷον, ὅπερ αὐτός φησιν, ἀνάγκη πάντως αὔριον ἢ γενέσθαι ἢ μὴ γενέσθαι ναυμαχίαν, οὐ μέντοι διελόντες καὶ τὸ ἕτερον μόνον μόριον τῆς ἀντιφάσεως εἰπόντες ἀσφαλῶς ἀποφανούμεθα ὅτι ἔσται πάντως ἢ οὐκ ἔσται πάντως. δῆλον ἄρα ὅτι ἀνάγκη τοὺς περὶ τῶν ἐνδεχομένων ἀποφαινομένους λόγους (ὅπερ ἐσήμηνε τῇ ἀναιρέσει τῶν ἄκρων, τοῦ ἀναγκαίου λέγω καὶ τοῦ ἀδυνάτου, ὧν τὸ μὲν ἐκάλεσεν ἀεὶ ὂν τὸ δὲ ἀεὶ μὴ ὄ ν) μὴ πάντως ἔχειν τὸ ἕτερον μόριον τῆς ἀντιφάσεως ἀφωρισμένως ἀληθεῦον, ὅπερ ἦν τὸ ἐξ ἀρχῆς ἡμῖν εἰς ἐπίσκεψιν προκείμενον, ἀλλ’ ἤτοι ἄμφω ὁμοίως δεκτικὰ ψεύδους τε καὶ ἀληθείας, ὡς τὰ περὶ τῶν ὁπότερ’ ἔτυχεν ἐνδεχομένων ἀποφαινόμενα, ἢ τὸ μὲν ἕτερον μᾶλλον ἀληθεύειν πεφυκὸς τὸ δὲ ἕτερον ψεύδεσθαι μᾶλλον, οὔτε μέντοι τὸ ἀληθεῦον ἀεὶ ἀληθεῦον οὔτε τὸ ψευδόμενον ἀεὶ ψευδόμενον, ὅπερ ἐσήμηνε διὰ τοῦ οὐ μέντοι ἤδη ἀληθῆ ἢ ψευδ ῆ . |
| 155 | δῆλον δὲ ὅτι ἐπὶ μὲν τοῦ ὡς ἐπὶ τὸ πολὺ λεγομένου ἡ κατάφασίς ἐστιν ἡ μᾶλλον ἀληθής, ἐπὶ δὲ τοῦ ὡς ἐπ’ ἔλαττον ἡ ἀπόφασις. Ἐπεὶ δέ ἐστί τι κατά τινος ἡ κατάφασις σημαίνουσ α , τοῦτο δέ ἐστιν ἢ ὄνομα ἢ τὸ ἀνώνυμο ν , ἓν δὲ δεῖ εἶναι καὶ κα θ ’ ἑνὸς τὸ ἐν τῇ καταφάσει ( τὸ δὲ ὄνομα εἴρηται καὶ τὸ ἀνώνυμον πρότερο ν · τὸ γὰρ οὐκ ἄνθρωπος ὄνομα μὲν οὐ λέγ ω , ἀλ λ ’ ἀόριστον ὄνομ α · ἓν γάρ πως σημαίνει τὸ ἀόριστον ὄνομ α , ὥσπερ καὶ τὸ οὐχ ὑγιαίνει οὐ ῥῆμα λέγ ω , ἀλ λ ’ ἀόριστο ν) , ἔσται πᾶσα κατάφασις ἢ ἐξ ὀνόματος καὶ ῥήματος ἢ ἐξ ἀορίστου ὀνόματος καὶ ῥήματο ς · ἄνευ δὲ ῥήματος οὐδεμία κατάφασις οὐδὲ ἀπόφασι ς · τὸ γὰρ ἔστιν ἢ ἦν ἢ γίνεται ἢ ὅσα ἄλλα τοιαῦτα ῥήματα ἐκ τῶν κειμένων ἐστ ί · προσσημαίνει γὰρ χρόνο ν . ὥστε πρώτη κατάφασις καὶ ἀπόφασις τὸ ἔστιν ἄνθρωπος—οὐκ ἔστιν ἄνθρωπο ς , εἶτα ἔστιν οὐκ ἄνθρωπος— οὐκ ἔστιν οὐκ ἄνθρωπο ς , πάλιν ἔστι πᾶς ἄνθρωπος—οὐκ ἔστι πᾶς ἄνθρωπο ς , ἔστι πᾶς οὐκ ἄνθρωπος—οὐκ ἔστι πᾶς οὐκ ἄνθρωπο ς . καὶ ἐπὶ τῶν ἐκτὸς δὲ χρόνων ὁ αὐτὸς λόγο ς . Παντοδαπῶς λεπτουργήσας τὴν διδασκαλίαν τῶν ἐξ ὑποκειμένου καὶ κατηγορουμένου προτάσεων ὡς ὡρισμένου ὄντος τοῦ ὑποκειμένου, προστίθησι διὰ τούτων ὅτι ὅσαι εἰσὶν ἐκεῖναι τὸν ἀριθμόν, τοσαύτας ἑτέρας ἀνάγκη γίνεσθαι προστάσεις ἐξ ὑποκειμένου πάλιν καὶ κατηγορουμένου, ἀλλ’ οὐκέτι ὡρισμένου ὄντος τοῦ ὑποκειμένου ἀλλ’ ἀορίστου. ὁ μὲν οὖν ὑποκείμενος ἢ ὡρισμένος ἢ ἀόριστος λαμβανόμενος τοῦ αὐτοῦ κατηγορουμένου ὄντος διάφορα ποιήσει καταφάσεών τε καὶ ἀποφάσεων εἴδη, ὁ δέ γε κατηγορούμενος ποτὲ μὲν ὡρισμένος ποτὲ δὲ ἀόριστος ληφθεὶς τοῦ αὐτοῦ ὑποκειμένου μένοντος οὔτε καταφάσεις διαφόρους οὔτε ἀποφάσεις ποιήσει· φανερὸν γὰρ ὅτι ὡρισμένου μὲν αὐτοῦ ὄντος ἀνάγκη καταφατικὴν εἶναι τὴν πρότασιν, ἀορίστου δὲ ἀποφατικὴν ἢ ἰσοδυναμοῦσαν ἀποφάσει, ἐπὶ μὲν τῶν καθ’ ἕκαστα πάντως ἀπόφασιν τὴν ἀντιφάσκουσαν πρὸς τὴν κατάφασιν, ἐπὶ δὲ τῶν ἀδιορίστων πάντως μὲν πάλιν ἀπόφασιν, ἀλλ’ οὐ πάντως τὴν ἀντιφάσκουσαν πρὸς τὴν κατάφασιν ἀλλ’ ἐνίοτε καὶ συνᾴδειν αὐτῇ δυναμένην, ἐπὶ δὲ τῶν διωρισμένων οὐκέτι μὲν οὐδὲ καθαρῶς κατά γε τὴν λέξιν ἀπόφασιν ἀλλὰ ταὐτὸν τῇ καθαρῶς ἀποφάσει δυναμένην, πάλιν δὲ ἐπὶ μὲν τῶν κατὰ μέρος ἢ τὴν ἀντιφάσκουσαν ἢ τὴν συνᾴδουσαν, ὡς ἐπὶ τῶν ἀδιορίστων, ἐπὶ δὲ τῶν καθόλου ἢ τὴν ἀντιφάσκουσαν ἢ τὴν ἐναντίαν, ὡς ἔμπροσθεν διωρίσαμεν. |
| 156 | ὥστε εἰκότως κατὰ μόνην τὴν τοῦ ὑποκειμένου διαφορὰν ἀμείβεσθαί φησι τὰ εἴδη τῶν τοιούτων ἀντιφάσεων ὁ Ἀριστοτέλης. ἵνα δὲ μή τις ὑπολάβῃ μηδ’ ἂν γενέσθαι τὴν ἀρχὴν πρότασιν ἐξ ἀορίστου ὑποκειμένου, διότι, ὡς εἴρηκε πρότερον, τὴν μίαν πρότασιν ἓν χρὴ ἔχειν τὸ ὑποκείμενον καὶ ἓν τὸ κατηγορούμενον, ἓν δὲ οὐ τῷ ὀνόματι ἀλλὰ τῷ σημαινομένῳ, ὅπερ οὐχ ὑπάρχει τῷ ἀορίστῳ ὀνόματι (ἓν γὰρ ἀναιροῦν τὸ ὑπὸ τοῦ ὡρισμένου δηλούμενον τοῖς παρ’ αὐτὸ πᾶσιν ἐφαρμόττει), διὰ τοῦτο τίθησί τε τὴν ἔννοιαν τῆς τοιαύτης ἀπορίας ὁ φιλόσοφος, ἀναμιμνήσκων ἡμᾶς τοῦ ἓν δεῖν εἶναι τὸ κατηγορούμενον ἐν τῇ μιᾷ καταφάσει καὶ καθ’ ἑνὸς λέγεσθαι ὑποκειμένου, καὶ ἐπιδείκνυσιν ὑπάρχον τοῦτο καὶ ταῖς ἐξ ἀορίστου ὑποκειμένου προτάσεσι τῷ εἰπεῖν ἓν γάρ πως σημαίνει καὶ τὸ ἀόριστον ὄνομ α , οὐ παρελκόντως τὸ πως προσθεὶς ἀλλ’ ὑπὲρ τοῦ ἐνδείξασθαι ὅτι οὐ φύσιν μίαν σημαίνει, καθάπερ τὸ ὡρισμένον· ἐκεῖνο γὰρ εἰ μὴ ὁμώνυμον εἴη, ἢ τῷ γένει ἕν τι σημαίνει ἢ τῷ εἴδει ἢ τῷ ἀριθμῷ, τούτων δὲ ἕκαστον ὥρισται, τὸ δὲ ἀόριστον οὐχ οὕτως, κἂν ἑνικῶς αὐτὸ προφέρωμεν ‘οὐκ ἄνθρωποσ‘ λέγοντες, ἀλλὰ κοινωνίαν μόνον πρὸς ἄλληλα πάντων τῶν παρὰ τὸ σημαινόμενον ὑπὸ τοῦ ὡρισμένου κατ’ αὐτὸ τοῦτο τὸ μηδὲν αὐτῶν εἶναι, ὅπερ ἐκεῖνο. διὸ καὶ λέγει ἑνικῶς τὸ δὲ ἀόριστο ν . τοῦτο τὸ ὄνομα εἰκότως ἀνώνυμον ἐκάλεσεν ἐνδεικνύμενος τὸ στερητικὸν αὐτὸ δηλοῦν τοῦ σημαινομένου ὑπὸ τοῦ ὡρισμένου ὀνόματος. ἐπεὶ δὲ νῦν πρῶτον πεποίηται μνήμην τοῦ ἀνωνύμου τούτου ὑποκειμένου, εἰκότως ἐπισημαίνεται ὅτι τοῦτό ἐστιν, ὃ πρότερον παραδέδωκεν ἀόριστον ὄνομα αὐτὸ προσαγορεύων, ἐν οἷς καὶ τὴν τοῦ ἀορίστου ῥήματος ἔννοιαν ἡμῖν παραδίδου. φανερὰ δὲ τῆς λέξεως ἡ ἀκολουθία, καὶ εἰ μεταξὺ παρεμβαλὼν τὴν διδασκαλίαν τοῦ ἀνωνύμου ὑποκειμένου ἠνάγκασται διὰ μακροῦ ποιήσασθαι τὴν ἀπόδοσιν· ἔχει γὰρ οὕτως· ἐπεὶ δέ ἐστί τι κατά τινος ἡ κατάφασις σημαίνουσ α , τοῦτο δέ ἐστιν ἢ ὄνομα ἢ τὸ ἀνώνυμο ν , ἔσται πᾶσα κατάφασις ἢ ἐξ ὀνόματος καὶ ῥήματος ἢ ἐξ ἀορίστου ὀνόματος καὶ ῥήματο ς . |
| 157 | Λέγεται δὲ τοῦτο δηλονότι περὶ τῆς ἁπλουστάτης καταφάσεως τῆς ἐξ ὑποκειμένου μόνον καὶ κατηγορουμένου, περὶ ἧς καὶ πρόκειται αὐτῷ νῦν διδάσκειν· ὥστε οὐ χρὴ ζητεῖν πῶς ἂν ἐφαρμόσειε τοῦτο ἢ ταῖς ἐκ τρίτου προσκατηγορουμένου καταφάσεσιν ἢ ταῖς μετὰ τρόπου. ἀλλὰ πῶς ἑξῆς τούτοις ἐπιφέρει τὸ ἄνευ ῥήματος μηδεμίαν εἶναι οὐ μόνον κατάφασιν ἀλλὰ καὶ ἀπόφασιν, εἴπερ τὰς ἀποφάσεις ἐκ τῶν ἀορίστων συμβαίνει γίνεσθαι ῥημάτων; ἢ ῥητέον, ὅπερ Ἀλέξανδρός φησιν, ὅτι τὸ ἀόριστον ῥῆμα καὶ τὸ τοῦ ὑποκειμένου ἀποφασκόμενον καὶ τὴν ἀπόφασιν ποιοῦν τῷ μὲν ὑποκειμένῳ τὰ αὐτὰ ὄντα τυγχάνουσι, τῇ μέντοι σχέσει διαφέρουσί πως ἀλλήλων· τὸ γοῦν ‘οὐ βαδίζει‘ καθ’ ἑαυτὸ μὲν λεγόμενον ἀόριστον εἴη ἂν ῥῆμα ὡς ἕν τι θεωρούμενον καὶ οὐδὲν μέρος καθ’ ἑαυτὸ σημαντικὸν ἔχον, καθάπερ εἴρηται πρότερον, ἐν μέντοι τῇ ἀποφάσει τῇ λεγούσῃ ‘Σωκράτης οὐ βαδίζει‘ οὐκ ἂν εἴποιμεν ἀκριβολογεῖσθαι βουλόμενοι τὸ ‘οὐ βαδίζει‘ ῥῆμα εἶναι ἀόριστον, ἀλλὰ μᾶλλον ῥῆμα καθ’ ἑαυτὸ μὲν ὡρισμένον τοῦ δὲ ὑποκειμένου ἀποφατικῶς κατηγορούμενον καὶ διὰ τοῦ ἀρνητικοῦ μορίου διακρινόμενον ἀπ’ αὐτοῦ, ὡς ἐνταῦθα μηκέτι μὲν ὡς ἓν ἀλλ’ ὡς δύο λαμβάνεσθαι [τὸ οὐχ ὑγιαίνει], τοῦ ἀρνητικοῦ μορίου τὸ διακεκρίσθαι τὸ κατηγορούμενον ἀπὸ τοῦ ὑποκειμένου ἐμφαίνοντος. μήποτε δὲ δυνατὸν ᾖ λέγειν καὶ ὅτι ἐν τῷ ἄνευ δὲ ῥήματος οὐδεμία κατάφασις οὐδὲ ἀπόφασις τὸ τοῦ ῥήματος ὄνομα κοινότερον εἴληπται κατά τε τοῦ ὡρισμένου καὶ τοῦ ἀορίστου, διδάσκοντος μὲν τοῦ Ἀριστοτέλους, ὅπερ εἴρηται καὶ πρότερον, ὅτι πρὸς τὸ γενέσθαι ἀποφαντικὸν λόγον δεῖ πάντως ῥήματος, ἐξεπίτηδες δὲ νῦν πάλιν τοῦτο προσθέντος ἐν τῇ θεωρίᾳ τῶν ἐξ ἀορίστου τοῦ ὑποκειμένου προτάσεων, ἵνα μή τις ὑπολάβῃ τὰ ἀόριστα ὀνόματα, περὶ ὧν ἦν προσεχῶς ὁ λόγος, ἀρκεῖν καὶ καθ’ ἑαυτὰ λεγόμενα πρὸς γένεσιν ἀποφάσεως, ἐπεὶ καὶ φαντασίαν ἀποτελοῦσι τοῦ παραπλησίαν δύναμιν ἔχειν ταῖς ἀποφάσεσιν, ὅπερ ἐν τοῖς ἑξῆς σαφέστερον παραδώσει. κρατύνων δὲ τὸ εἰρημένον ὅτι πρὸς πᾶσαν κατάφασίν τε καὶ ἀπόφασιν δεῖ ῥήματός τινος, ἐπάγει τὸ γὰρ ἔστιν ἢ ἦν ἢ γίνεται καὶ τὰ ἑξῆς, ὡς ἐναργοῦς μὲν ὄντος τοῦ μηδὲν μήτε ὡρισμένον μήτε ἀόριστον ὄνομα μήτε ἓν μήτε πολλὰ ποιεῖν αὐτοτελῆ λόγον δίχα τούτων τινός, τοῦ ἔστι λέγω ἢ τοῦ ἦν καὶ τῶν τούτοις παραπλησίων, ἐφιστάνειν δὲ ἡμῶν ὀφειλόντων ὅτι ταῦτα, ὧν προσδεδέηται τὰ ὀνόματα τά τε ὡρισμένα καὶ τὰ ἀόριστα πρὸς τὸ ποιῆσαι κατάφασιν ἢ ἀπόφασιν, ῥήματά ἐστιν ὡς τὸν ἀποδεδομένον τοῦ ῥήματος ὁρισμὸν ἐπιδεχόμενα τὸ χρόνον τινὰ προσσημαίνειν. |
| 158 | Ἐπὶ τούτοις τὴν τάξιν ἡμῖν παραδίδωσι τῆς εἰρημένης τῶν προτάσεων διαφορᾶς καί φησι προηγεῖσθαι τὰς ὡρισμένῳ ὑποκειμένῳ χρωμένας τῶν ἀόριστον αὐτὸν ἐχουσῶν, ἅτε ἁπλουστέρας αὐτῶν οὔσας, παραβάλλων πρὸς ἀλλήλας, τὰς δὲ κατὰ τὸ αὐτὸ εἶδος λεγομένας πρώτας μὲν ὡς ἁπλουστάτας τὰς ἄνευ προσδιορισμοῦ πρὸς τὰς μετὰ προσδιορισμοῦ, δευτέρας δὲ ὡς ἐκείνων συνθετωτέρας τὰς πλεονασάσας αὐτῶν κατὰ τοὺς προσδιορισμούς. λαμβάνει δὲ τῶν μὲν ἄνευ προσδιορισμοῦ οὐ τὰς καθ’ ἕκαστα ἀλλὰ τὰς ἀπροσδιορίστους, τῶν δὲ μετὰ προσδιορισμοῦ οὐ τὴν κατὰ μέρος κατάφασιν ἀλλὰ τὴν καθόλου, ὡς τοῦ αὐτοῦ δηλονότι λόγου καὶ ἐπὶ τῶν παραλελειμμένων προτάσεων ἐφαρμόζοντος. τῆς μέντοι καθόλου καταφάσεως τῆς τε ὡρισμένον ἐχούσης τὸν ὑποκείμενον καὶ τῆς ἀόριστον οὐκ ἔλαβε τὴν κυρίως ἀπόφασιν τὴν ἀντιφατικῶς ἀεὶ πρὸς αὐτὴν ἀντικειμένην, ἀλλ’ ὥσπερ ἐλέγομεν πρότερον, τὴν δοκοῦσαν μὲν ἐπαμφοτερίζειν καὶ συνᾴδειν τῇ τε ἀντιφασκούσῃ καὶ τῇ ἐναντίᾳ, μᾶλλον μέντοι τῇ ἀντιφασκούσῃ ταὐτὸν δυναμένην· τοιαῦται γὰρ ἥ τε ‘οὐκ ἔστι πᾶς ἄνθρωποσ‘ καὶ ἡ ‘οὐκ ἔστι πᾶς οὐκ ἄνθρωποσ‘, ἡ μὲν τῇ ‘οὐ πᾶς ἄνθρωπός ἐστιν‘ ἡ δὲ τῇ ‘οὐ πᾶς οὐκ ἄνθρωπός ἐστι‘ ταὐτὸν φθεγγομένη. τοῦτο δέ, διότι οὐκ ἦν προκείμενον παραδιδόναι νῦν πάλιν τὴν ἀντιφατικὴν τῶν προτάσεων ἀντίθεσιν, ἀλλ’ ἐπισημήνασθαι μόνον ὅτι προηγοῦνται αἱ ἐξ ὡρισμένου τοῦ ὑποκειμένου προτάσεις τῶν ἐξ ἀορίστου. ἅμα δὲ ἴσως καὶ διδάξαι ἡμᾶς ὁ φιλόσοφος ἠβουλήθη ὅτι καὶ αἱ τοιαῦται προτάσεις συντάττοιντο ἂν ταῖς ἀποφάσεσι. δεῖ δὲ ἐφιστάνειν ὅτι ἀκριβῆ ἐν τούτοις ὁ Ἀριστοτέλης παραδείγματα παρέθετο τῶν ἐξ ὑποκειμένου καὶ κατηγορουμένου προτάσεων ἔστιν ἄνθρωπος εἰπὼν καὶ ἔστι πᾶς ἄνθρωπο ς , ἀλλ’ οὐ καθάπερ πρότερον ἔλεγεν “ἔστιν ἄνθρωπος λευκός” καὶ “ἔστιν ἄνθρωπος καλός”, αἳ ἦσαν ἐκ τρίτου προσκατηγορουμένου προτάσεις. τοῦτο δέ, διότι ἐν ἐκείνοις μὲν οὔπω τελέως παρεδέδοτο ἡ θεωρία τῶν προκειμένων προτάσεων, διόπερ ἀδιαφορώτερον ἐχρῆτο τοῖς παραδείγμασι· νῦν μέντοι ἀκριβῶς αὐτὴν διαρθρώσας εἰκότως τὰ οἰκεῖα τῷ εἴδει τῶν προκειμένων προτάσεων παρέθετο παραδείγματα. |
| 159 | δῆλον δὲ ἐκ τῶν εἰρημένων καὶ ὅτι οὐ ταὐτόν ἐστιν ὡρισμένον ἢ ἀόριστον ὄνομα λέγειν καὶ διωρισμένον ἢ ἀδιόριστον· τὰ μὲν γὰρ πρότερα ποιεῖ τὸ ἀρνητικὸν μόριον προσκείμενον τοῖς ὀνόμασιν ἢ μή, τὰ δὲ ὕστερα οἱ προσδιορισμοί. ἄχρι τούτων προήγαγεν ὁ Ἀριστοτέλης τὴν θεωρίαν τῶν ἐξ ὑποκειμένου καὶ κατηγορουμένου προτάσεων. διὸ καὶ ἡμεῖς περὶ τῶν ἐφεξῆς ἄλλην ἀρχὴν ἀρξάμενοι λέγωμεν. Ὅταν δὲ τὸ ἔστι τρίτον προσκατηγορῆτα ι , ἤδη διχῶς λέγονται αἱ ἀντιθέσει ς , λέγω δὲ οἷον ἔστι δίκαιος ἄνθρωπο ς · τὸ ἔστι τρίτον φημὶ συγκεῖσθαι ὄνομα ἢ ῥῆμα ἐν τῇ καταφάσε ι . ὥστε διὰ τοῦτο τέτταρα ταῦτα ἔστα ι , ὧν τὰ μὲν δύο πρὸς τὴν κατάφασιν καὶ ἀπόφασιν ἕξει κατὰ τὸ στοιχοῦν ὡς αἱ στερήσει ς , τὰ δὲ δύο ο ὔ . λέγω δὲ ὅτι τὸ ἔστιν ἢ τῷ δικαίῳ προσκείσεται ἢ τῷ οὐ δικαί ῳ , ὥστε καὶ ἡ ἀπόφασι ς · τέτταρα οὖν ἔστα ι . νοοῦμεν δὲ τὸ λεγόμενον ἐκ τῶν ὑπογεγραμμένω ν · ἔστι δίκαιος ἄνθρωπος—ἀπόφασις τούτου—οὐκ ἔστι δίκαιος ἄνθρωπο ς , ἔστιν οὐ δίκαιος ἄνθρωπος—ἀπόφασις τούτου—οὐκ ἔστιν οὐ δίκαιος ἄνθρωπο ς · τὸ γὰρ ἔστιν ἐνταῦθα καὶ τὸ οὐκ ἔστι τῷ δικαίῳ προσκείσεται καὶ τῷ οὐ δικαί ῳ . ταῦτα μὲν οὖ ν , ὥσπερ ἐν τοῖς Ἀναλυτικοῖς λέγετα ι , οὕτω τέτακτα ι . Ἄρχεται μὲν οὖν ἐντεῦθεν τὸ τρίτον τοῦ βιβλίου κεφάλαιον, ὅπερ ἐλέγομεν εἶναι περὶ τῶν ἐκ τρίτου προσκατηγορουμένου προτάσεων. δεῖ δὲ καὶ ἐν τούτοις πρὶν διασαφῆσαι τὰ ὑπὸ τοῦ Ἀριστοτέλους λεγόμενα πρῶτον ἡμᾶς ἐπισκέψασθαι τίνα τε τρόπον ἐπὶ τούτων τῶν προτάσεων ἐκ τῶν καταφάσεων ποιοῦμεν τὰς ἀποφάσεις καὶ πῶς ἂν λαβόντες αὐτὰς μετὰ τῆς προσηκούσης ἀκριβείας συνέλοιμεν αὐτῶν τὸν πάντα ἀριθμόν. ὅτι μὲν οὖν οὐ τῷ ὑποκειμένῳ τῷ ἐν τῇ καταφάσει συνταχθὲν τὸ ἀρνητικὸν μόριον ἐξεργάζεται τὴν ἀπόφασιν, φανερόν, εἴπερ μηδὲ ἐπὶ τῶν ἐξ ὑποκειμένου καὶ κατηγορουμένου τοῦτον ἐγίνοντο τὸν τρόπον αἱ ἀποφάσεις, ἀλλ’ ἡ ζήτησις γίνεται περὶ τῶν λοιπῶν παρὰ τὸν ὑποκείμενον δύο λέξεων, τοῦ τε κατηγορουμένου καὶ τοῦ προσκατηγορουμένου, οἷον τοῦ τε δίκαιος καὶ τοῦ ἔστι, ποτέρῳ αὐτῶν χρὴ τὸ οὐ συντάττειν, ἵνα ποιήσωμεν ἀπόφασιν. |
| 160 | φανερὸν οὖν ὅτι οὐ τῷ κατηγορουμένῳ αὐτὸ συντακτέον, ἀλλὰ τῷ προσκατηγορουμένῳ· ὁ μὲν γὰρ εἰπὼν ‘ἄνθρωπος οὐ δίκαιός ἐστιν‘ ἄνθρωπόν τινα μὴ δίκαιον ὑπάρχειν φησίν, ὁ μέντοι λέγων ‘ἄνθρωπος δίκαιος οὐκ ἔστιν‘ ἀποφαίνεται μὴ ὑπάρχειν τῷ ἀνθρώπῳ τὸ δίκαιον. τῶν δὲ ἀποφαντικῶν λόγων, ὡς ἔμπροσθεν ἐδιδάχθημεν, ὁ μὲν ὑπάρχειν τι λέγων κατάφασίς ἐστιν, ὁ δὲ μὴ ὑπάρχειν ἀπόφασις. καὶ ὅρα ὅτι εὐλόγως τῷ ἔστι συνταχθεῖσα ἐπὶ τούτων ἡ ἄρνησις ἀποτελεῖ τὴν ἀπόφασιν· ἐπεὶ γὰρ καὶ ὁ κατηγορούμενος ἐν ταῖς τοιαύταις προτάσεσιν ὄνομά ἐστιν, οἷον τὸ δίκαιος, καὶ οὐ δύναται καθ’ ἑαυτὸν συνδυασθεὶς τῷ ὑποκειμένῳ τέλειον ἐργάσασθαι λόγον, ἔδει αὐτοῖς ὥσπερ δεσμοῦ τινος τοῦ συνδέοντος αὐτοὺς πρὸς ἀλλήλους καὶ τέλειον ποιοῦντος τὸν λόγον, ὃ ποιεῖ τὸ ἔστι. τοῦτο οὖν εἴη ἂν τὸ τὴν κυριωτάτην ἔχον ἐν τῇ προτάσει δύναμιν. διὸ καὶ τὴν προσηγορίαν ἀφ’ ἑαυτοῦ δίδωσι ταῖς τοιαύταις προτάσεσι· καλοῦμεν γὰρ αὐτὰς ἐκ τρίτου προσκατηγορουμένου. τοῦτο ἄρα χρὴ ἀνελεῖν ὑπὲρ τοῦ καὶ ὅλην τὴν κατάφασιν ἀναιρεθῆναι καὶ γενέσθαι τὴν ἀπόφασιν. τὸ μὲν οὖν ‘ἄνθρωπος δίκαιος οὐκ ἔστιν‘ ἀπόφασις, τὸ δὲ ‘ἄνθρωπος οὐ δίκαιός ἐστι‘ κατάφασις. ἀλλ’ ἐπεὶ πάσης καταφάσεως ἔστι τις ἀπόφασις, κατὰ τὴν αὐτὴν μέθοδον εὑρήσομεν τὴν ταύτης ἀπόφασιν γινομένην τὴν λέγουσαν ‘ἄνθρωπος οὐ δίκαιος οὐκ ἔστιν‘. ὥστε δύο ἐνταῦθα γίνονται ἀντιφάσεις ἀπροσδιόριστοι, τοῦ ὑποκειμένου ὡρισμένου ὄντος, καίτοι ἐπὶ τῶν ἁπλῶν μία ἐγίνετο μόνη· ἐκεῖ μὲν γὰρ ὁ κατηγορούμενος μετὰ τῆς ἀρνήσεως ληφθεὶς εὐθὺς ἀπόφασιν ἐποίει, ἐνταῦθα δὲ καταφάσεως ἄλλο εἶδος. ὁ δὲ αὐτὸς λόγος καὶ ἐπὶ τῶν ἄλλων πασῶν ἀντιφάσεων, οἷον τῶν τε καθ’ ἕκαστα καὶ τῶν διαγωνίων, κατὰ πάντα χρόνον καὶ πᾶσαν ὕλην λαμβανομένων, τῶν τε ὡρισμένον ἐχουσῶν τὸν ὑποκείμενον καὶ τῶν ἀόριστον. διπλασίονες οὖν ἔσονται αὗται τῶν ἐξ ὑποκειμένου καὶ κατηγορουμένου μόνον. ἐκεῖναι δὲ ἦσαν, ὡς ἐδείκνυμεν, ἑβδομήκοντα καὶ δύο. ἔσονται οὖν δηλονότι αὗται ἑκατὸν τετταράκοντα καὶ τέτταρες. πᾶσαι δὲ ἅμα διακόσιαι δέκα καὶ ἕξ. Τούτων προληφθέντων ἐπισκεψώμεθα ἑξῆς τὰ διὰ τῆς ἐκτεθείσης ῥήσεως ὑπὸ τοῦ Ἀριστοτέλους λεγόμενα, ἐνταῦθα μὲν πάνυ ἀσαφῶς καὶ δι’ αἰνιγμάτων ῥηθέντα, πρὸς δὲ τῷ πέρατι τοῦ προτέρου βιβλίου τῶν προτέρων Ἀναλυτικῶν διηρθρωμένως παραδιδόμενα, ὅθεν καὶ λαβόντες οἱ ἐξηγηταὶ παρακολουθῆσαί τε τοῖς διὰ τούτων ὑπὸ τοῦ φιλοσόφου λεγομένοις ἠδυνήθησαν καὶ διασαφῆσαι αὐτά. |
| 161 | τῶν δὴ γινομένων ἐν ταῖς νῦν προκειμέναις ἡμῖν προτάσεσι δύο ἀπροσδιορίστων ἀντιφάσεων τὴν μὲν ἑτέραν καλεῖ ὁ Ἀριστοτέλης ἁπλῆν, τὴν ὡρισμένον τὸ κατηγορούμενον ἔχουσαν, ὡς κατ’ αὐτὸ τοῦτο τῆς ἑτέρας ἁπλουστέραν οὖσαν, τὴν δὲ ἑτέραν ἀόριστον διὰ τὸ ἀόριστον εἶναι τὸ ἐν αὐτῇ κατηγορούμενον. ὁ μέντοι ἑταῖρος αὐτοῦ Θεόφραστος ὀνομάζει αὐτὴν ἐκ μεταθέσεως, δι’ ἣν ἑξῆς ἐροῦμεν αἰτίαν. ἐκθέμενος οὖν τὰς ἁπλᾶς προτάσεις, τὴν ‘ἄνθρωπος δίκαιός ἐστι‘ καὶ τὴν ‘ἄνθρωπος δίκαιος οὐκ ἔστιν‘, ἀξιοῖ ζητεῖν τῇ καταφατικῇ αὐτῶν ποτέρα ἕπεται τῶν λοιπῶν, τοῦτο δέ ἐστι συναληθεύει, ὥστε ἐφ’ ὧν ἡ ἁπλῆ κατάφασις ἀληθεύει, καὶ τὴν ἕπεσθαι αὐτῇ λεγομένην πάντως ἀληθῆ καταλαμβάνεσθαι· οὕτω γὰρ καὶ τῷ ἀνθρώπῳ λέγομεν ἕπεσθαι τὸ ζῷον, διότι ἐφ’ οὗ τὸ ἄνθρωπος ἀληθές, ἐπὶ τούτου καὶ τὸ ζῷον. καὶ εὑρίσκει οὕτως ἔχουσαν οὐ τὴν ἐξ ἀορίστου κατηγορουμένου κατάφασιν, ἀλλὰ τὴν ἀπόφασιν αὐτῆς· ἐφ’ οὗ γὰρ τὸ ‘ἄνθρωπος δίκαιός ἐστιν‘ ἀληθές, οἷον Σωκράτους, ἐπὶ τούτου ψεῦδος μὲν τὸ ἄνθρωπος οὐ δίκαιός ἐστιν‘, ἀληθὲς δὲ τὸ ‘ἄνθρωπος οὐ δίκαιος οὐκ ἔστιν‘· ὁ γοῦν Σωκράτης δι’ αὐτὸ τὸ εἶναι δίκαιος μὴ δίκαιος μὲν εἶναι οὐκ ἂν ῥηθείη, μὴ εἶναι μέντοι μὴ δίκαιος λέγοιτο ἂν τῷ ἀναιρεῖσθαι ἀπ’ αὐτοῦ τὸ μὴ δίκαιον, ὅ φαμεν αὐτῷ μὴ ὑπάρχειν, καὶ τὰς δύο τοῦ δικαίου ἀρνήσεις μίαν θέσιν αὐτοῦ πάλιν σημαίνειν διὰ τὸ δεκτικὸν εἶναι δικαιοσύνης τὸ ὑποκείμενον. ἐκτιθέμενος οὖν ἐπὶ διαγράμματος τὰς προτάσεις, ὅπερ καὶ ἡμεῖς ὑπετάξαμεν, καὶ ὑπὸ τὴν ἁπλῆν κατάφασιν τάξας τὴν ἀόριστον ἀπόφασιν, ἀναγκαίως λοιπὸν ὑπὸ τὴν ἀπόφασιν τὴν ἁπλῆν τίθησι τὴν ἀόριστον κατάφασιν. διὸ καὶ ἐκάλεσεν αὐτὰς Θεόφραστος ἐκ μεταθέσεως, ὅτι μετατέθειται αὐτῶν ἐν τῷ διαγράμματι ἡ τάξις καὶ ὑπὸ μὲν τὴν ἁπλῆν κατάφασιν τέτακται ἡ τούτων ἀπόφασις, ὑπὸ δὲ τὴν ἁπλῆν ἀπόφασιν ἡ κατάφασις, ἢ καὶ ὅτι μετατεθέντος τοῦ ὡρισμένου κατηγορουμένου καὶ τεθέντος τοῦ ἀορίστου γεγόνασιν. ἀλλ’ ὅτι μὲν τῆς ἁπλῆς καταφάσεως ἀληθευούσης ἡ ἐκ μεταθέσεως ἀπόφασις πάντως ἀληθεύει, φανερόν. ἆρα δέ γε καὶ ἀντιστρέφει ὁ λόγος, ὥστε τῆς ἀορίστου ἀποφάσεως ἀληθευούσης τὴν ἁπλῆν κατάφασιν πάντως ἀληθεύειν; ἢ οὔ, ἀλλ’ ἔστιν ἐφ’ ὧν ἡ μὲν εἰρημένη ἀπόφασις ἀληθής, ἡ δὲ ἁπλῆ κατάφασις ψευδής, οἷον ἐπὶ τῶν ὅλως μὴ ὄντων ἀνθρώπων· τὸν γοῦν κύνα εἰπεῖν μὲν μὴ εἶναι ἄνθρωπον μὴ δίκαιον ἀληθές (ὅλως γὰρ μὴ ὢν ἄνθρωπος δῆλον ὅτι οὔτε δίκαιος λέγοιτο ἂν εἶναι ἄνθρωπος οὔτε μὴ δίκαιος), τὸ μέντοι εἰπεῖν αὐτὸν εἶναι ἄνθρωπον δίκαιον ψεῦδος. |
| 162 | ὥστε ἐπὶ πλέον εἴη ἂν ἡ ἐκ μεταθέσεως ἀπόφασις τῆς ἁπλῆς καταφάσεως. τῆς ἄρα ἀποφάσεως τῆς ἁπλῆς ἐπ’ ἔλαττον ἔσται ἡ ἐκ μεταθέσεως κατάφασις· εἰ γὰρ ἐπὶ πάντων ἢ ἡ κατάφασις ἡ ἁπλῆ ἀληθὴς ἢ ἡ ἀπόφασις, ὁμοίως δὲ καὶ ἤτοι ἡ κατάφασις ἡ ἐκ μεταθέσεως ἢ ἡ ἀπόφασις, ἐπὶ πλειόνων δὲ ὡμολόγηται ἀληθεύειν ἡ ἐκ μεταθέσεως ἀπόφασις ἤπερ ἡ ἁπλῆ κατάφασις, ἡ ἄρα κατάφασις ἡ ἐκ μεταθέσεως ἐπὶ τῶν λοιπῶν ἐλαττόνων ὄντων ἀληθεύσει ἤπερ ἡ ἁπλῆ ἀπόφασις· ὑποκείσθωσαν γὰρ τὰ ὄντα πάντα, φέρε εἰπεῖν χίλια τὸν ἀριθμόν, καὶ τῆς καταφάσεως τῆς ἁπλῆς ἀληθευούσης καθ’ ὑπόθεσιν ἐπὶ τετρακοσίων ἡ ἐκ μεταθέσεως ἀπόφασις ἐπὶ πλέον ἀληθὴς οὖσα λόγου χάριν ἀληθευέτω ἐπὶ ἑξακοσίων· φανερὸν ἄρα ὅτι τῶν λοιπῶν δύο προτάσεων ἡ μὲν ἁπλῆ ἀπόφασις ἐπὶ τῶν λοιπῶν ἑξακοσίων ἀληθεύσει, ἡ δέ γε ἐκ μεταθέσεως κατάφασις ἐπὶ τῶν λοιπῶν τετρακοσίων παρὰ τὴν οἰκείαν ἀπόφασιν ἀληθεύουσα ἐπ’ ἔλαττον ἔσται τῆς ἁπλῆς ἀποφάσεως. Ἀλλ’ οὕτως μὲν χρῆσθαι ἀναγκαζόμεθα τῷ τὰς ἀπροσδιορίστους ἀντιφάσκειν ἀλλήλαις, εἴπερ ἀξιοῦμεν ἐπὶ ἑκάστου τῶν ὄντων τὴν ἑτέραν αὐτῶν ἀληθεύειν. ἄμεινον δὲ ἴσως καὶ ταῖς ἐννοίαις τοῦ Ἀριστοτέλους ἀκολουθότερον ἀπὸ τῶν πραγμάτων πιστοῦσθαι τὸ ἐπ’ ἔλαττον εἶναι τὴν ἄνευ προσδιορισμοῦ λεγομένην ἀόριστον κατάφασιν τῆς ἁπλῆς ἀποφάσεως· εἴ τις μὲν γάρ ἐστιν οὐ δίκαιος ἄνθρωπος, οὗτος δίκαιος ἄνθρωπος οὐκ ἔστιν, οὐ μὴν εἴ τις οὐκ ἔστι δίκαιος ἄνθρωπος, ἤδη καὶ ἔστιν οὐ δίκαιος ἄνθρωπος. ἐπὶ γοῦν τοῦ ὅλως μὴ ὄντος ἀνθρώπου ἀληθεύει μὲν ἡ ἁπλῆ ἀπόφασις, ψεύδεται δὲ ἡ ἀόριστος κατάφασις. ἡ δέ γε προτέρα ἐπιχείρησις, ᾗ καὶ αὐτὸς ὁ Ἀριστοτέλης πρὸς τῷ πέρατι τοῦ πρώτου τῶν Ἀναλυτικῶν φαίνεται χρώμενος, ἐπὶ μὲν τῶν ἀντιφασκουσῶν ἀλλήλαις προτάσεων, ὅπερ ἐν ἐκείνοις ὑπέθετο, εὐοδώσει, ἐπὶ δὲ τῶν συναληθεύειν ποτὲ δυναμένων οὐ προχωρήσει. ὅλως δὲ χρὴ ἐφιστάνειν ὅτι τὰς ἀπροσδιορίστους ἐπὶ διαφόρων μὲν τοῦ ὑποκειμένου μερῶν ἅμα δυναμένας ἀληθεύειν καταλαμβάνομεν ὁμοίως ταῖς κατὰ μέρος, ὡς ἔμπροσθεν διωρίσαμεν, καθ’ ἑνὸς μέντοι καὶ τοῦ αὐτοῦ κατηγοροῦντες αὐτὰς ἢ κατ’ ἐνέργειαν ἢ κατ’ ἐπίνοιαν ἀεὶ διαιρεῖν εἰκότως μετ’ ἐκείνου φαμὲν τό τε ἀληθὲς καὶ τὸ ψεῦδος· ἀνάγκη γὰρ τῶν τε ὄντων καὶ τῶν μὴ ὄντων ἕκαστον ἢ εἶναι τυχὸν ἄνθρωπον δίκαιον ἢ μὴ εἶναι. δῆλον δὲ ὅτι κατὰ ταύτην τὴν ἔννοιαν θεωροῦντες τὰς προτάσεις, περὶ ὧν ὁ λόγος, καὶ τὸ ἐπὶ πλέον ἢ ἐπ’ ἔλαττον ἀληθεύειν ἐπ’ αὐτῶν λέγομεν, ὥσπερ καὶ ὅταν τοῦ ἀνθρώπου λέγωμεν ἐπὶ πλέον εἶναι τὸ ζῷον· οὐδὲν γὰρ ἄλλο διὰ τούτου σημαίνομεν ἢ ὅτι ἐφ’ ὧν μὲν τὸ ἄνθρωπος ἀληθὲς κατηγορεῖν, ἐπὶ τούτων καὶ τὸ ζῷον, οὐ μέντοι ἔμπαλιν. |
| 163 | αὗται μὲν οὖν οὕτως ἔχουσι τῆς πρὸς ἀλλήλας ἀκολουθίας. Ἐπεὶ δὲ παραλαμβάνει καὶ ἑτέρας τινὰς ἐν τῷ διαγράμματι προτάσεις ὁ Ἀριστοτέλης, ἁπλᾶς μὲν καὶ αὐτὰς οὔσας διαφερούσας δὲ τῶν αὐτὸ τοῦτο ἁπλῶν καλουμένων τῷ μὴ ἕξιν ἀλλὰ στέρησιν τὸ κατηγορούμενον ἔχειν, οἷαί εἰσιν αἱ ‘ἄνθρωπος ἄδικός ἐστιν—ἄνθρωπος ἄδικος οὐκ ἔστι‘· τὸ μὲν γὰρ δίκαιον ὅρος τις καὶ εἶδος καὶ ἕξις ἢ ὡς τελειότης, διὸ ἁπλῆ λέγεται πρότασις ἡ ‘ἄνθρωπος δίκαιός ἐστι‘, τὸ δὲ ἄδικον ἀοριστία καὶ στέρησις τοῦ εἴδους, διὸ στερητικὴ πρότασις ἡ λέγουσα ‘Σωκράτης ἄδικός ἐστι‘· λέγω γὰρ στέρησιν ἐν τούτοις τὴν ἀπουσίαν ἁπλῶς τοῦ εἴδους σημαινομένην, οὐ τῇ ἀποφάσει ἀλλ’ ἢ τῷ τοῦ εἴδους ὀνόματι προσλαβόντι τὸ α στερητικόν, ὡς ἐπὶ τοῦ ἄπολις καὶ ἄοικος καὶ ἄδικος καὶ τῶν τοιούτων ἁπάντων, ἢ καὶ ἑτέρῳ ὀνόματι ἤτοι τοῦ χείρονος τῶν ἐναντίων, ὡς ἐπὶ τοῦ κακοῦ, ἢ μηδὲ ὄντος ἐναντίου, ὡς ἐπὶ τοῦ γυμνοῦ, καὶ ἤτοι ἀνακάμπτειν ἐπὶ τὸ εἶδος πεφυκυῖαν κατὰ τὴν παραδεδομένην ἐν ταῖς Φυσικαῖς πραγματείαις τῆς στερήσεως ἔννοιαν, ὡς τὸ ἄμουσον, ἢ μηδὲ ἀνακάμπτειν, ὥσπερ ἐν Κατηγορίαις ἐλέγετο ἔχειν ἡ τυφλότης (ἐπὶ πάντων γὰρ τῶν σημαινομένων ὁμοίως ὁ λόγος ἁρμόσει)· ἐπεὶ οὖν, ὅπερ ἐλέγομεν, τὰς στερητικὰς προτάσεις τίθησι μεταξὺ τῶν τε ἁπλῶν καὶ τῶν ἐκ μεταθέσεως, ἴδωμεν καὶ ταύτας ὅπως ἔχουσι τῆς πρὸς τὰς ἑκατέρωθεν ἑαυτῶν ἀκολουθίας· τούτου γὰρ εὑρεθέντος καταφανὴς ἡμῖν ἔσται λοιπὸν ἡ τοῦ Ἀριστοτέλους ῥῆσις, ἄλλως δὲ οὔ. φανερὸν δὴ ὅτι οὐδὲ τούτων ἡ κατάφασις ἕψεται τῇ ἁπλῇ καταφάσει, ἀλλ’ ἡ ἀπόφασις· ὁ γὰρ δίκαιος ὢν ἄνθρωπος ἄδικος μὲν εἶναι οὐ λέγεται, μὴ εἶναι μέντοι ἄδικος λέγεται. διὸ καὶ τῶν στερητικῶν προτάσεων ἡ μὲν ἀπόφασις τέτακται ἐν τῷ διαγράμματι ὑπὸ τὴν ἁπλῆν κατάφασιν, ἡ δὲ κατάφασις ὑπὸ τὴν ἀπόφασιν. ἆρα δὲ ὥσπερ ἐφ’ ὧν ἡ ἁπλῆ κατάφασις, ἐπὶ τούτων ἡ στερητικὴ ἀπόφασις, οὕτω καὶ ἔμπαλιν; ἢ οὔ· ἐπὶ πλειόνων γὰρ ἀληθὴς ἡ στερητικὴ ἀπόφασις, ἐφ’ ὧν καὶ τὴν ἀόριστον ἀπόφασιν κατελαμβάνομεν ἐπὶ πλέον οὖσαν τῆς ἁπλῆς καταφάσεως, τοῦτ’ ἔστιν ἐπὶ τῶν παρὰ τὸν ἄνθρωπον πάντων. αὕτη δέ, ἡ στερητικὴ λέγω ἀπόφασις, οὐ μόνον ἐπὶ τῶν παρὰ τὸν ἄνθρωπον ὑπερτείνει τῆς ἁπλῆς καταφάσεως, ἀλλὰ καὶ ἐπὶ τῶν ἀνθρώπων μὲν ὄντων οὔτε δὲ τῆς ἕξεως οὔτε τῆς τοιαύτης στερήσεως μετεχόντων, οἷον τῶν οὔτε δικαίαν ἕξιν οὔτε ἄδικον ἐχόντων. δῆλον δὲ ἐκ τῶν πρότερον εἰρημένων ὅτι ἡ κατάφασις ἡ στερητικὴ ἐπ’ ἔλαττον ἔσται τῆς ἁπλῆς ἀποφάσεως. |
| 164 | ἄμφω ἄρα αἱ ἀποφάσεις, ἥ τε στερητικὴ καὶ ἡ ἀόριστος, ἕπονταί τε τῇ ἁπλῇ καταφάσει καὶ τὸν αὐτὸν λόγον ἔχουσι πρὸς αὐτήν· ἄμφω γὰρ αὐτῆς ἐδείχθησαν ἐπὶ πλέον οὖσαι. ὡσαύτως δὲ καὶ αἱ καταφάσεις αὐτῶν τὸν αὐτὸν ἕξουσι λόγον πρὸς τὴν ἁπλῆν ἀπόφασιν· καὶ γὰρ ταύτας ἐδείκνυμεν ἐκείνης ἐπ’ ἔλαττον οὔσας. Λοιπὸν οὖν ἐπισκεψώμεθα εἰ ὥσπερ ἔχουσιν αἱ ἁπλαῖ προτάσεις πρὸς τὰς ἐκ μεταθέσεως, οὕτως ἔχουσι καὶ αἱ στερητικαὶ πρὸς αὐτὰς πάλιν τὰς ἐκ μεταθέσεως, τοῦτ’ ἔστιν εἰ ὥσπερ ἡ ἁπλῆ κατάφασις ἐπ’ ἔλαττόν ἐστι τῆς ἀόριστον ἐχούσης τὸν κατηγορούμενον ἀποφάσεως, οὕτω καὶ ἡ στερητικὴ ἀπόφασις ἐπ’ ἔλαττόν ἐστιν αὐτῆς, καὶ ὥσπερ ἡ ἁπλῆ ἀπόφασις ἐπὶ πλέον ἐστὶ τῆς ὑπ’ αὐτὴν τεταγμένης ἀορίστου καταφάσεως, οὕτω καὶ ἡ στερητικὴ κατάφασις. ἔστι δὲ τούτου πᾶν τοὐναντίον ἀληθές· οὔτε γὰρ ἡ ἀπόφασις ἡ στερητικὴ τῆς ἀορίστου ἐπ’ ἔλαττον ἀλλ’ ἐπὶ πλέον, οὔτε ἡ κατάφασις τῆς καταφάσεως ἐπὶ πλέον ἀλλ’ ἐπ’ ἔλαττον. ὅτι δὲ τοῦτο οὕτως ἔχει, ῥᾳδίως δείξομεν τὴν ἀρχὴν τῆς ἐφόδου λαμβάνοντες ἀπὸ τῶν καταφάσεων, ἐπεὶ καὶ γνωριμώτεραι ὡς μᾶλλον ὡρισμέναι τῶν ἀποφάσεων αἱ καταφάσεις. φανερὸν δὴ ὅτι ἐπ’ ἔλαττον ἡ κατάφασις ἡ στερητικὴ τῆς ἐκ μεταθέσεως· εἴ τις μὲν γάρ ἐστιν ἄδικος ἄνθρωπος, οὗτος δηλονότι καὶ οὐ δίκαιος, οὐ μέντοι εἴ τις οὐ δίκαιος, ἤδη καὶ ἄδικος, διά τε τὴν μέσην ἕξιν καὶ τὴν μηδετέρου πεφυκυῖάν πω μετέχειν, ὡς ἐπὶ τῶν παίδων. ὥστε ἡ ἀπόφασις ἡ στερητικὴ ἐπὶ πλέον τῆς ἐκ μεταθέσεως ἀποφάσεως ἀληθεύσει· καὶ γὰρ ἐπὶ τῶν προειρημένων ἕξεων, τῆς τε μέσης καὶ τῆς τῶν παίδων, ἡ μὲν στερητικὴ ἀπόφασις ἀληθής, ἐπεὶ μή εἰσιν ἄνθρωποι ἄδικοι, ἡ μέντοι ἐκ μεταθέσεως ψευδής, ἐπεὶ ἡ κατάφασις αὐτῆς ἀληθής· εἰσὶ γὰρ οὐ δίκαιοι ἄνθρωποι. διὰ ταῦτα οὖν περιγράψομεν τῇ μὲν ἁπλῇ καταφάσει ἐπ’ ἔλαττον ἀμφοῖν, τῶν ὑπ’ αὐτὴν δηλονότι ἀποφάσεων, τῇ δὲ ἀποφάσει αὐτῆς ἐπὶ πλέον ἀμφοῖν, καὶ τῇ μὲν ἐκ μεταθέσεως ἀποφάσει ἐπὶ πλέον τῆς ἁπλῆς (μόνης γὰρ ἐκείνης εὕρηται οὖσα ἐπὶ πλέον), καὶ τῇ καταφάσει αὐτῆς κατὰ τὸ ἀκόλουθον ἐπ’ ἔλαττον τῆς ἁπλῆς, καὶ πάλιν τῇ μὲν στερητικῇ ἀποφάσει ἐπὶ πλέον καὶ τῆς μετ’ αὐτήν, ἐπεὶ ἀμφοτέρων τῶν ἑκατέρωθεν ἑαυτῆς κατείληπται οὖσα ἐπὶ πλέον, τῇ δὲ καταφάσει δηλονότι ἐπ’ ἔλαττον καὶ τῆς μετ’ αὐτήν. ὥστε φανερὸν ὅτι αἱ μὲν ἐκ μεταθέσεως τοῦτον ἔχουσι τὸν λόγον πρὸς τὰς ἁπλᾶς ὃν αἱ στερητικαί, οὐ μέντοι αἱ ἁπλαῖ τοῦτον ἔχουσι τὸν λόγον πρὸς τὰς ἐκ μεταθέσεως ὃν αἱ στερητικαί. |
| 165 | Λείπεται οὖν ἐπελθεῖν τῇ ῥήσει τοῦ Ἀριστοτέλους καὶ ἐπιδεῖξαι ὡς οὐδὲν τῶν προειρημένον μάτην ἐρραψῳδήσαμεν. ὅταν οὖν, φησί, τὸ ἔστι τρίτον προσκατηγορῆτα ι , οὐχ ὡς τρία μὲν ἀξιῶν εἶναι τὰ ἐν τῇ προτάσει κατηγορούμενα τρίτην δὲ ἔχειν τάξιν ἐν αὐτοῖς τὸ ἔστιν, ἀλλὰ τρίτον μὲν ἐν τῇ προτάσει πρὸς τοῖς δύο ὅροις, τῷ τε ὑποκειμένῳ καὶ τῷ κατηγορουμένῳ, κατὰ δευτέραν μέντοι τάξιν καὶ αὐτὸ ἔχον τὸ κατηγορεῖσθαι καὶ ὥσπερ ἐπικατηγορεῖσθαι· ὅταν γοῦν εἴπωμεν ‘ἄνθρωπος δίκαιός ἐστι‘, τοῦ ὑποκειμένου τοῦ ἀνθρώπου προηγουμένως μὲν τὸ δίκαιον κατηγορήσαμεν, ἐπειδὴ τοῦτο προεθέμεθα περὶ αὐτοῦ ἀποφήνασθαι, διότι δὲ οὐκ ἦν αὔταρκες τοῦτο τῷ ὑποκειμένῳ συμπλακὲν πρὸς τὸ ποιῆσαι ἀπόφανσιν, τὸ ἔστιν αὐτοῖς προστέθειται συνδέον τε αὐτά, ὡς εἴρηται πρότερον, καὶ ἐπικατηγορούμενον τοῦ ὑποκειμένου· τὸ ὅλον γοῦν τοῦτο λέγομεν περὶ αὐτοῦ ὅτι ἐστὶ δίκαιος. οὐ πάντως μέντοι, ὅτε ἐστὶ τρίτον ἐν τῇ προτάσει τὸ ἔστιν, ἤδη καὶ προσκατηγορεῖται· ἐν γοῦν τῇ λεγούσῃ ‘Σωκράτης ὁ φιλόσοφος ἔστι‘ κατηγορεῖται μόνον ἀλλ’ οὐ προσκατηγορεῖται τὸ ἔστι, διότι τὸ ὅλον τοῦτο τὸ ‘Σωκράτης ὁ φιλόσοφοσ‘ ὡς ἓν λαμβάνεται καὶ ὑποκείμενον γίνεται διὰ τὴν τοῦ ἄρθρου προσθήκην, ὅπερ οὐκ ἐθέλει συντάττεσθαι τοῖς κατηγορουμένοις ἀλλὰ μόνοις τοῖς ὑποκειμένοις. λέγεται δὲ περὶ αὐτοῦ ὅτι ἔστι καὶ οὔπω τέθνηκεν. ἀλλ’ οὐδ’ ὅταν εἴπωμεν ‘ὁ ἥλιος ἐξ ἀνάγκης ἐστίν‘, οὐδὲ τότε προσκατηγορεῖται τὸ ἔστι, καίτοι ἁπλοῦν ἐστιν ἐνταῦθα τὸ ὑποκείμενον, ἀλλὰ τὸ ‘ἐξ ἀνάγκησ‘ οὐκ ἦν κατηγορούμενον ἀλλὰ τρόπος. περὶ δὲ τῶν μετὰ τρόπου προτάσεων ἄλλο εἶδος ἐχουσῶν παρὰ τὰς νῦν ἡμῖν προκειμένας ἐν τοῖς ἑξῆς διδάξει ἡμᾶς ὁ Ἀριστοτέλης. οὐχ ἁπλῶς δὲ εἶπεν ‘ὅταν ῥῆμά τι προσκατηγορῆται ἐν ταῖς προτάσεσιν‘, ἀλλὰ διώρισεν ἀκριβῶς τί ἐστι τὸ προσκατηγορεῖσθαι πεφυκός, ὅτι μόνον τὸ ἔστιν, ὅπερ ὅτι οὕτως ἔχει, διὰ τῶν ἑξῆς κατὰ καιρὸν ἐπιδείξομεν. Ὅταν οὖν, φησί, τὸ ἔστι τρίτον ὂν ἐν τῇ προτάσει προσκατηγορῆται, διχῶς λοιπὸν λέγονται τῶν προτάσεων αἱ ἀντιθέσεις αἱ ἐπὶ τῶν πρότερον παραδεδομένων προτάσεων μοναχῶς λεγόμεναι. εἶτα πρὶν διδάξαι πῶς διχῶς λέγονται, πρότερον ἐπὶ παραδείγματος ὑφηγεῖται πότε λέγεται προσκατηγορεῖσθαι τὸ ἔστιν, ὅπερ ἐκάλεσεν ὄνομα ἢ ῥῆμ α , διότι ῥῆμα μέν ἐστιν ἅτε προσσημαῖνον χρόνον, οὐδὲν δὲ κωλύει αὐτὸ καὶ ὄνομα καλεῖν κατὰ τὴν ἔννοιαν, καθ’ ἣν ἐλέγομεν πάσας τὰς σημαντικὰς φωνὰς ὀνόματα προσαγορεύεσθαι. |
| 166 | καὶ οὐδὲ οὕτως ἐπήγαγε τὴν κατασκευὴν τοῦ διχῶς λέγεσθαι ταύτας τὰς ἀντιθέσεις, ἀλλὰ νῦν μὲν ὡς δήλου τούτου ὄντος κατὰ τὸ μέγεθος τῆς ἑαυτοῦ νοερᾶς ἕξεως τὸ συμπέρασμα μόνον εἶπε, μᾶλλον δὲ τὸ ἀκόλουθον τῷ συμπεράσματι, ἐπαγαγὼν ὥστε διὰ τοῦτ ο , λέγει δὲ τὸ διχῶς λέγεσθαι τὰς ἀντιθέσεις, τέτταρα ταῦτα ἔστα ι · εἴρηται δὲ τοῦτο κατὰ ἔλλειψιν τοῦ μόρια· τέτταρα γὰρ μόρια καὶ τέτταρες προτάσεις εἰσὶ τῶν δύο ἀντιθέσεων, τῆς τε ἁπλῆς καὶ τῆς ἀορίστῳ κατηγορουμένῳ χρωμένης. ἐφεξῆς δὲ καὶ τὴν κατασκευὴν σαφῶς ἐπάγει τοῦ διχῶς ἐνταῦθα λέγεσθαι τὰς ἀντιθέσεις τὰς τῷ αὐτῷ ὑποκειμένῳ χρωμένας καὶ τέτταρα αὐτῶν γίνεσθαι μόρια, δι’ ὧν φησι λέγω δὲ ὅτι τὸ ἔστιν ἢ τῷ δικαίῳ προσκείσεται ἢ τῷ οὐ δικαίῳ καὶ τὰ ἑξῆς. ἐν οἷς καὶ ἀξιοῖ ὡς ἐπὶ τοῦ ἐκτεθέντος διαγράμματος τήν τε διαφορὰν τῶν προτάσεων καὶ τὴν ἀκολουθίαν θεωρεῖν. ταῦτα μὲν οὖν δῆλα, πλὴν ὅτι τὸ ὥστε καὶ ἡ ἀπόφασις σημαίνει αὐτῷ τὸ ‘ὥστε καὶ τὸ ποιοῦν τὴν ἀπόφασιν, τὸ οὐκ ἔστιν, ἢ τῷ δικαίῳ προσκείσεται ἢ τῷ οὐ δικαίῳ, καθάπερ τὸ ἔστι· διόπερ τὸ μὲν ποιήσει δύο καταφάσεις τὸ δὲ δύο ἀποφάσεις.‘ Ἐπεὶ δὲ μεταξὺ τοῦ τε εἰπεῖν τὸ ἀκόλουθον, ὡς ἐλέγομεν, τῷ συμπεράσματι τὸ ὥστε διὰ τοῦτο τέτταρα ταῦτα ἔσται καὶ τῆς κατασκευῆς τοῦ δύο εἶναι ἀντιθέσεις καὶ τέτταρα αὐτῶν τὰ μόριά φησιν ὧν τὰ μὲν δύο πρὸς τὴν κατάφασιν καὶ ἀπόφασιν ἕξει κατὰ τὸ στοιχοῦν ὡς αἱ στερήσει ς , τὰ δὲ δύο ο ὔ , Σφιγγὸς μὲν κελαινῆς κατὰ τὸν Λυκόφρονα γῆρυν ἐκμιμούμενος πολλὰ δὲ πράγματα τοῖς ἐξηγηταῖς παρασχών, τί ποτε ἐννοεῖν τοῦτο τὸ ῥησείδιον ἐροῦμεν; φημὶ δὴ ὅτι τὴν διὰ πλειόνων ἐπιδεδειγμένην ἡμῖν τῶν προτάσεων ἀκολουθίαν αἰνίττεται διὰ τούτων ὁ φιλόσοφος, κατάφασιν μὲν καὶ ἀπόφασιν καλῶν τὰς ἁπλᾶς προτάσεις ὡς ἀρχετύπους, ἐπειδὴ αὗται προσλαβοῦσαι κατὰ τοὺς κατηγορουμένους τὰς ἀρνήσεις ποιοῦσι τὰς ἐκ μεταθέσεως, λέγων δὲ ὅτι τῶν εἰρημένων τεττάρων μορίων τῶν δύο ἀντιθέσεων (προείρηται γὰρ τὸ ὥστε διὰ τοῦτο τέτταρα ταῦτα ἔστα ι), τούτων οὖν τὰ μὲν δύ ο , δηλονότι μόρια (λέγει δὲ τὰς ἐκ μεταθέσεως προτάσεις), πρὸς τὴν κατάφασιν καὶ ἀπόφασι ν , τοῦτ’ ἔστι τὰς ἁπλᾶς, ἕξει κατὰ τὸ στοιχοῦν (ἀντὶ τοῦ κατὰ συστοιχίαν καὶ ἀναλογίαν) ὡς αἱ στερήσει ς , τοῦτ’ ἔστιν ὅτι ὃν ἔχουσι στοῖχον καὶ τάξιν καὶ ἀναλογίαν αἱ στερητικαὶ προτάσεις πρὸς τὰς ἁπλᾶς κατὰ τὸ ἐπὶ πλέον αὐτῶν ἢ ἐπ’ ἔλαττον εἶναι, τοῦτον καὶ αἱ ἐκ μεταθέσεως. |
| 167 | τὰ δὲ δύο (φησὶ δῆλον πάλιν ὅτι μόρια ἐκ τῶν τεττάρων· ποῖα δὲ ἂν εἴη ταῦτα; δῆλον ὅτι τὰ λοιπὰ παρὰ τὰ πρότερον εἰρημένα, τοῦτ’ ἔστιν αἱ ἁπλαῖ προτάσεις) οὐχ ἕξουσι κατὰ τὸ στοιχοῦν ὡς αἱ στερήσεις, ὅπερ αὐτὸς βραχέως ἐνεδείξατο διὰ τοῦ ο ὔ , τὰ δὲ δύο οὔ εἰπών. ἀλλὰ πρὸς τίνας οὐχ ἕξουσιν αἱ ἁπλαῖ προτάσεις κατὰ τὸ στοιχοῦν ὡς αἱ στερήσεις; ἢ δῆλον ὅτι πρὸς τὰ λοιπὰ παρ’ αὐτὰς δύο μόρια τῶν τεττάρων, τοῦτ’ ἔστι πρὸς τὰς ἐκ μεταθέσεως· ἐπιδέδεικται γὰρ καὶ τοῦτο πρότερον ὅτι οὐχ ὡς ἔχουσιν αἱ στερητικαὶ πρὸς τὰς ἐκ μεταθέσεως κατὰ τὸ ἐπὶ πλέον αὐτῶν ἢ ἐπ’ ἔλαττον ἀληθεύειν, οὕτως ἔχουσι καὶ αἱ ἁπλαῖ. συνεβάλλετο ἄρα ἡμῖν τὰ προληφθέντα περὶ τῆς ἀκολουθίας τῶν προτάσεων πρὸς κατανόησιν τῆς ῥήσεως τοῦ Ἀριστοτέλους. Οἶδα μὲν οὖν ὅτι τῶν ἐξηγητῶν οἱ ἀκριβέστεροι γράφουσι καὶ ἑτέραν ἐξήγησιν τῆς ῥήσεως ταύτης, ᾗ καὶ μᾶλλον ἀρέσκεσθαί φασιν ἅτε πολλῷ ἁπλουστέρᾳ οὔσῃ τῆς προειρημένης καὶ οὐκ ἀναγκαζούσῃ ἡμᾶς, ὅπερ αὐτοί φασι, μαντεύεσθαι τὴν διάνοιαν τοῦ Ἀριστοτέλους· ἀξιοῦσι γὰρ κατάφασιν μὲν καὶ ἀπόφασιν μὴ τὰς ἁπλᾶς λέγεσθαι προτάσεις, ἀλλ’ αὐτὸ τὸ καταφατικὸν εἶδος τῶν προτάσεων καὶ τὸ ἀποφατικόν, τῶν δὲ τεττάρων μορίων τῶν δύο ἀντιθέσεων, τῆς τε ἁπλῆς καὶ τῆς ἐκ μεταθέσεως, τὰ μὲν δύο τὰ ἐκ μεταθέσεως οὕτως ἔχειν πρὸς αὐτὸ τὸ εἶδος καὶ τὴν δύναμιν τῆς καταφάσεως καὶ ἀποφάσεως, ὡς αἱ στερητικαὶ προτάσεις. πῶς δὲ ἔχουσιν ἐκεῖναι; ἁπλῶς μὲν καταφάσεις ἢ ἀποφάσεις οὐ λέγονται, τὸ δὲ ὅλον τοῦτο στερητικαὶ καταφάσεις καὶ ἀποφάσεις, ὥσπερ καὶ ὁ τεθνεὼς ἄνθρωπος ἁπλῶς μὲν ἄνθρωπος οὐ λέγεται, τὸ δὲ ὅλον τοῦτο νεκρὸς ἄνθρωπος λέγεται. τοῦτον οὖν, φασί, τὸν τρόπον ἔχουσι καὶ αἱ ἐκ μεταθέσεως πρὸς αὐτὸ τὸ καταφατικὸν καὶ ἀποφατικὸν εἶδος· οὐ γάρ εἰσιν ἁπλῶς καταφάσεις ἢ ἀποφάσεις, ἀλλὰ τὸ ὅλον τοῦτο ἀόριστοι καταφάσεις καὶ ἀόριστοι ἀποφάσεις. τὰ δὲ λοιπὰ δύο μόρια τὰ τῆς ἁπλῆς ἀντιθέσεως οὐκ ἔχειν οὕτως πρὸς τὸ καταφατικὸν καὶ τὸ ἀποφατικὸν εἶδος· αὐτοφυεῖς γὰρ εἶναι ταύτας καταφάσεις καὶ ἀποφάσεις καὶ ἄνευ προσθήκης τινὸς προσαγορεύεσθαι τοῖς ὀνόμασι τούτοις δυναμένας. ταῦτα μὲν οὖν ὁ ἐκείνων λόγος· οὐ μὴν ἐμέ γε ἐπάγεται καὶ πολὺ ἔχουσα τὸ πιθανὸν ἡ ἐξήγησις· ἄτοπον γὰρ ἡγοῦμαι σαφῶς βοῶντος τοῦ Ἀριστοτέλους ὅτι νοεῖσθαι βούλεται τὰ ἐνταῦθα λεγόμενα ἐκ τῶν εἰρημένων ἐν τοῖς Ἀναλυτικοῖς, περὶ αὐτῶν τούτων ἔχοντας ἡμᾶς τὰ περὶ τῆς εἰρημένης τῶν προτάσεων ἀκολουθίας μάλα ἐναργῶς πρὸς τῷ πέρατι τοῦ πρώτου βιβλίου τῶν Ἀναλυτικῶν παραδεδομένα, ὅπερ καὶ αὐτοὶ συνομολογοῦσι, πρὸς μὲν ταῦτα μύειν, ἄλλην δέ τινα τοῦ Ἀριστοτέλους διάνοιαν τῷ ὄντι ἀπομαντεύεσθαι. |
| 168 | Ἀλλὰ πρὸς τί, φαίης ἄν, συμβαλεῖται ἡμῖν τὸ εἰδέναι τὴν εἰρημένην τῶν προτάσεων ἀκολουθίαν; φημὶ δὴ ὅτι πρὸς τὴν γινομένην πολλάκις ἐν τοῖς συλλογισμοῖς τῶν προτάσεων μετάληψιν· συγχωρήσαντος γάρ τινος δίκαιον εἶναι τὸν Σωκράτην, εἰκότως ἐροῦμεν ‘οὐκοῦν ἄδικος οὐκ ἔστι‘ καὶ ‘οὐκοῦν οὐ δίκαιος οὐκ ἔστιν‘. εἰ μέντοι συγχωρηθέντος τοῦ μὴ εἶναι αὐτὸν ἄδικον ἀξιώσομεν λαμβάνειν ὅτι ‘οὐκοῦν δίκαιός ἐστι καὶ οὐ δίκαιος οὐκ ἔστιν‘, εὐήθης ἡ μετάληψις. ἐν δὲ τούτοις οὐκ ἐνδέχεται κατορθοῦν τὸν μὴ προδιελόμενον ποῖαι προτάσεις ποίων ἐπὶ πλέον. ἐπεὶ δὲ οἴονταί τινες μηδαμῶς τελείας ἔτι μένειν ταύτας τὰς προτάσεις ἀλλὰ κατηγορεῖσθαι μόνον, ἐπειδὰν λέγωμεν, φέρε ἐπὶ ξύλου, τὰς μὲν ἀποφάσεις, τήν τε στερητικὴν καὶ τὴν ἐκ μεταθέσεως, ἀληθεύειν τὴν δὲ κατάφασιν τὴν ἁπλῆν ψεύδεσθαι, ῥητέον πρὸς αὐτοὺς ὡς ὅταν μὲν ἐνεργείᾳ λάβωμεν τὸ ξύλον ἐν τῇ προτάσει λέγοντες ‘τὸ ξύλον ἄνθρωπος δίκαιός ἐστι‘, τῷ ὄντι κατηγορούμενον ποιοῦμεν τὸ ὅλον τοῦτο τὸ ‘ἄνθρωπος δίκαιός ἐστιν‘· ἀλλ’ οὐκέτι μένει ἡ πρότασις ἀπροσδιόριστος, ἀλλ’ ὡς μὲν ἐπὶ τοῦ ἁπλῶς ξύλου ἔσται καθόλου (δηλοῖ δὲ τὸ ἄρθρον τὴν δύναμιν ἔχον τοῦ καθόλου προσδιορισμοῦ), ὡς δὲ ἐπὶ τοῦδε τοῦ ξύλου ἔσται καθ’ ἕκαστα. εἰ μέντοι φυλάττοιμεν τῆς προτάσεως τὸ εἶδος μηδὲν κατ’ ἐνέργειαν αὐτῇ προστιθέντες, οὐδὲν κωλύει καὶ ξύλον καὶ ἵππον καὶ ἄλλα μυρία περιέχεσθαι κατὰ δύναμιν ὑπ’ αὐτῆς, ἐφ’ ὧν λέγεται ἢ ψεύδεσθαι ἢ ἀληθεύειν· τὴν μὲν γὰρ κατάφασιν, οἷον τὴν λέγουσαν ‘ἄνθρωπος δίκαιός ἐστιν‘, ἅτε εἶναί τι τοιόνδε ὂν ἀποφαινομένην, ἐπὶ μόνων ἀνθρώπων ἀληθεύειν δυνατόν, καὶ τούτων δικαίων, ψεύδεσθαι δὲ ἀναγκαῖον ἐφ’ ὧν ἢ ὁ ὑποκείμενος μὴ ἁρμόττει ἢ ὁ κατηγορούμενος, τὴν δὲ ἀπόφασιν ἅτε μαχομένην τῇ καταφάσει ψεύδεσθαι μὲν ἐφ’ ὧν ἐκείνη ἀληθής, ἀληθεύειν δὲ ἐφ’ ὧν ἐκείνη ψευδής. οὕτω δὲ καὶ ὁ Ἀριστοτέλης ἐν τοῖς ἑξῆς δείξει τῆς ‘ἔστι λευκὸς ἄνθρωποσ‘ μὴ οὖσαν ἀπόφασιν τὴν ‘ἔστιν οὐ λευκὸς ἄνθρωποσ‘, ὅτι συμβήσεται αὐτὴν ἐπὶ τοῦ ξύλου ἀληθεύειν, διότι ψευδὴς ἐπ’ αὐτοῦ ἡ κατάφασις. |
| 169 | καὶ ὅταν μέντοι λέγωμεν ‘ὁ Νιρεὺς ἄνθρωπος καλός ἐστιν‘, οὐ χρὴ νομίζειν ὅτι τρία ποιοῦμεν κατηγορούμενα· τὸ γὰρ ὅλον τοῦτο ὡς ἕν τι τότε τοῦ Νιρέως κατηγοροῦμεν τὸν καλὸν ἄνθρωπον καὶ τὸ ἔστι προσκατηγοροῦμεν, παραπλήσιον λέγοντες ὡς εἴ τις ἔλεγεν ‘ὁ Νιρεὺς ζῷον λογικὸν θνητόν ἐστι‘. τοῦτο δὲ ἐπὶ μόνων γίνεσθαι τῶν ἀδιορίστων δυνατόν· οὔτε γὰρ ἐπὶ τῶν προσδιωρισμένων, ὥστε πᾶσαν τὴν προσδιωρισμένην πρότασιν κατηγορηθῆναί τινος ὥσπερ τὴν ἀπροσδιόριστον, ἐπεὶ μὴ εὔλογον προσδιορισμὸν τῷ κατηγορουμένῳ συμπλέκειν, οὔτε ἐπὶ τῶν καθ’ ἕκαστα, ἐπεὶ οὐχ οἷόν τε τὰ ἄτομα κατηγορεῖσθαι κατ’ ἄλλων, ὥσπερ οὐδὲ τὰ ἄλλα κατὰ τῶν ἀνωτάτω γενῶν. ἀπὸ δὲ τούτων ἐπιλυσόμεθα καὶ τὴν ἀπορίαν τὴν περὶ τῆς ἀντιφάσεως· ὅταν γὰρ λέγωμεν ὡς χρὴ ἐπὶ παντὸς ἢ τὴν κατάφασιν ἀληθεύειν ἢ τὴν ἀπόφασιν, οὐχ ὅτι δυνατὸν μὲν πάσης ἀντιφάσεως ἑκάτερον τῶν μορίων καθ’ ὁτουοῦν ὅλον κατηγορεῖσθαι, οἷον τοῦ Σωκράτους τὸ ‘Θεαίτητος κάθηται‘ καὶ ‘Θεαίτητος οὐ κάθηται‘, τὸ μέντοι ἕτερον μόνον ἀληθεύειν ἀνάγκη λέγομεν (τοῦτο γὰρ ἄλογον ἐπί τε τῶν προσδιωρισμένων, ὡς εἴρηται, καὶ τῶν καθ’ ἕκαστα), ἀλλ’ ὅτι τῶν ποιούντων ἐν ταῖς προτάσεσι μορίων τὴν κατάφασιν καὶ τὴν ἀπόφασιν, τοῦτ’ ἔστι τῶν κατηγορουμένων καταφατικῶς καὶ ἀποφατικῶς, ἑκάτερον μὲν ὁτουοῦν τῶν τε ὄντων καὶ τῶν μὴ ὄντων κατηγορεῖν δυνατὸν καὶ μετὰ τοῦ καθ’ οὗ κατηγοροῦνται ποιεῖν τελείαν πρότασιν, μόνον μέντοι τὸ ἕτερον αὐτῶν ἀληθεύειν ἀνάγκη, οἷον κάθηται—οὐ κάθηται, λευκόν ἐστι—λευκὸν οὐκ ἔστι. δηλοῖ δὲ τὸ ‘ἐπὶ παντόσ‘ ὅτι περὶ μόνων τῶν κατηγορουμένων ὁ λόγος, ἃ συμπλεκόμενα ἑνί τινι τῶν πάντων προτάσεις ποιοῦσι, τὴν μὲν ἀληθῆ τὴν δὲ ψευδῆ. Ζητήσειε δ’ ἄν τις περὶ τῶν σύνθετον ἐχουσῶν τὸ κατηγορούμενον ἁπλῶν καταφάσεων, πῶς ἐπὶ τούτων τὴν ἀόριστον ἤτοι ἐκ μεταθέσεως λεγομένην κατάφασιν ποιήσομεν, ἆρα καθ’ ἕκαστον τῶν συντιθέντων τὸ κατηγορούμενον ὀνομάτων τὴν ἄρνησιν παραλαμβάνοντες ἢ ἕν τι ἐξ αὐτῶν, καὶ ποῖον τοῦτο, ὥστε μὴ δοκεῖν ἀποκληρωτικὸν εἶναι τὸν λόγον. φημὶ τοίνυν ὡς εἴτε πάντα τὰ σύνθετα κατ’ οὐσίαν κατηγοροῖντο τοῦ ὑποκειμένου, καθάπερ ἐπὶ τῶν ὡρισμένων, εἴτε καὶ ἕν τι ἐξ αὐτῶν κατὰ συμβεβηκός, ὡς ὅταν εἴπωμεν ‘ὁ Σωκράτης ἄνθρωπος λευκός ἐστι‘, παντὸς χρὴ τοῦ κατηγορουμένου προτίθεσθαι τὴν ἄρνησιν, ἵνα τὴν ζητουμένην ποιήσωμεν κατάφασιν πρὸς ἅπαν ὡς ἓν τὸ κατηγορούμενον αὐτὴν ἐξακούοντες, καὶ οὐ μόνον πρὸς τὸ μόριον ᾧ τυγχάνει συντεταγμένη· ὁ γὰρ λέγων τὸν ἄνθρωπον ζῷον οὐκ ἄλογον εἶναι ἢ τὸν Αἰθίοπα ἄνθρωπον οὐ λευκὸν παραπλήσιον κατὰ τοῦτο λέγει τῷ εἰπόντι τὸν Σωκράτην ἐπιστήμονα εἶναι τοῦ μὴ ἀγαθοῦ· αὕτη δὲ σαφῶς ἁπλῆ κατάφασις ἀόριστόν τι, τὸ μὴ ἀγαθόν, τῷ ὡρισμένῳ κατηγορουμένῳ, τῷ ἐπίστασθαι, συμπλέκουσα καὶ διὰ τοῦτο συναληθεύουσα τῇ ἐπιστήμονα τοῦ ἀγαθοῦ εἶναι αὐτὸν ἀποφαινομένῃ, καίτοι τῆς ὄντως ἀορίστου καταφάσεως οὐδέποτε τῇ ἁπλῇ συντρέχειν ἐπὶ τοῦ αὐτοῦ δυναμένης, ὥσπερ ἐν τῷ πρώτῳ διώρισται τῶν Ἀναλυτικῶν. |
| 170 | ὁ δὲ αὐτὸς λόγος ἐπὶ πάντων, ἐφ’ ὧν τὸ προστιθέμενον τῷ κατηγορουμένῳ οὐχ ὡς ὑπάρχον λέγεται τῷ ὑποκειμένῳ, ἀλλ’ ὡς ἐνεργείᾳ τινὶ αὐτοῦ ὑποβεβλημένον· οὐ γάρ ἐστι ταὐτὸν φάναι τὸν Σωκράτην εἶναι μὴ ἀγαθόν, ὅπερ ἐστὶν ὑπάρξεως, καὶ ἐπίστασθαι τὸ μὴ ἀγαθόν (τοῦτο γὰρ ἐνεργείας τινὸς δηλωτικόν), ἢ εἶναι μὴ Ἀλκιβιάδην καὶ φιλεῖν μὴ Ἀλκιβιάδην· καὶ γὰρ τὸ αὐτὸ μὲν εἶναι τόδε τι ἅμα καὶ μὴ τόδε ἀμήχανον, ἐνεργεῖν δὲ ἅμα περὶ τὰ ἀντικείμενα τὸ αὐτὸ οὐκ ἀδύνατον. διὸ ἅμα μὲν εἶναί τινα καὶ ἀγαθὸν καὶ μὴ ἀγαθὸν οὐκ ἐγχωρεῖ, ἐπίστασθαι δὲ ἅμα ἄμφω δυνατόν. εἰ δὲ τὸ ἄνθρωπος λευκός ἐστι‘ καὶ ‘ἄνθρωπος οὐ λευκός ἐστιν‘ οὐχ οἷόν τε συντρέχειν ἀλλήλοις ἐπὶ Αἰθίοπος ἢ ἄλλου τινὸς ἑνὸς κατηγορούμενα, παρὰ τὸ πεφυκέναι τὸ λευκὸν καὶ δίχα τῆς πρὸς τὸν ἄνθρωπον συμπλοκῆς κατηγορεῖσθαι τοῦ ὑποκειμένου ὡρισμένως τε καὶ ἀορίστως καὶ ποιεῖν δύο καταφάσεις οὐ δυναμένας συνᾴδειν ἀλλήλαις τοῦτο συμβαίνειν ἐροῦμεν. ὅλως δὲ χρὴ ἐφιστάνειν ὡς οὐ δυνατὸν διὰ μιᾶς ἀντιφάσεως ἢ ἀντιθέσεως ἀορίστου καταφάσεως πρὸς ὡρισμένην ἕκαστον ἐπισκέπτεσθαι τῶν παραληφθέντων πρὸς τὴν γένεσιν τῆς συνθέτου κατηγορίας· οὐδὲ γὰρ μίαν ὅλως εἶναι πρότασιν δυνατόν, ἐν ᾗ πλείονα παραλαμβάνεται κατηγορούμενα, διότι θαυμαστὸν οὐδὲν τὰ μὲν αὐτῶν ἀληθῶς τὰ δὲ ψευδῶς κατηγορεῖσθαι, καθάπερ ἐν τοῖς ἑξῆς διορισθήσεται, ἀλλ’ ἕκαστον χρὴ τῶν συντιθεμένων καθ’ ἑαυτὸ σκοπεῖν, εἰ ἀληθῶς κατηγορεῖται, καὶ οὕτως τὰς μερικωτέρας κατηγορίας προσυφαίνειν ταῖς ὁλικωτέραις καὶ τὰς κατὰ συμβεβηκὸς τοῖς καθ’ αὑτὸ κατηγορουμένοις, ὡς ἐπὶ τῆς ὄντως μιᾶς προτάσεως τὸ κατηγορούμενον ἤτοι ὄνομα λαμβάνεσθαι φύσεως μιᾶς δηλωτικὸν ἢ λόγον ἀναμφισβητήτως ταὐτὸν ὀνόματι σημαίνοντα, εἴτε λεγομένῳ εἴτε καὶ παρημελημένῳ ὑπὸ τῶν τὰ ὀνόματα θεμένων, καὶ διὰ τοῦτο πάλιν ὀρθῶς ἔχειν τὸ παρ’ ἡμῶν διωρισμένον, ὅτι παντὸς αὐτοῦ χρὴ προηγεῖσθαι τὴν ἄρνησιν πρὸς τὸ γενέσθαι τὴν ἀόριστον κατάφασιν. τούτων μὲν οὖν ἅλις. Ἐπεὶ δὲ γεγράφθαι φασὶν ἐν πολλοῖς τῶν ἀντιγράφων ὅτι τὸ ἔστιν ἢ τῷ ἀνθρώπῳ προσκείσεται ἢ τῷ οὐκ ἀνθρώπ ῳ , εἰδέναι χρὴ ὅτι κἂν οὕτως ἡ γραφὴ ἔχῃ, τὸ ἄνθρωπος, ὅπερ φησὶν ὁ φιλόσοφος Πορφύριος, οὐχ ὡς ὑποκείμενον ἀλλ’ ὡς κατηγορούμενον ἀντὶ τοῦ δίκαιος ἢ λευκὸς εἰλῆφθαι φήσομεν, ὡς ἐπὶ προτάσεως τῆς λεγούσης ‘Καλλίας ἄνθρωπός ἐστιν‘. |
| 171 | Ὁμοίως δὲ ἕξε ι , κἂν καθόλου τοῦ ὀνόματος ᾖ ἡ κατάφασι ς , οἷον πᾶς ἐστιν ἄνθρωπος δίκαιος—ἀπόφασις τούτου —οὐ πᾶς ἐστιν ἄνθρωπος δίκαιο ς , πᾶς ἐστιν ἄνθρωπος οὐ δίκαιος—οὐ πᾶς ἐστιν ἄνθρωπος οὐ δίκαιο ς . πλὴν οὐχ ὁμοίως τὰς κατὰ διάμετρον ἐνδέχεται συναληθεύει ν , ἐνδέχεται δὲ ποτ έ . Τὴν εἰρημένην ἐπὶ τῶν ἀπροσδιορίστων προτάσεων ἀκολουθίαν ἀξιοῖ θεωρεῖν ἡμᾶς καὶ ἐπὶ μιᾶς τῶν διαγωνίων ἀντιφάσεων, τῆς πᾶς καὶ οὐ πᾶς, ὡς καὶ ἐπὶ ταύτης λαμβανομένων τῶν τε ἁπλῶν προτάσεων καὶ τῶν ἐκ μεταθέσεως καὶ ἔτι τῶν στερητικῶν. συμβαίνει δὲ τὰς μὲν ἐκ μεταθέσεως τοῦτον ἔχειν τὸν λόγον πρὸς τὰς ἁπλᾶς ὃν αἱ στερητικαί, τὰς μέντοι ἁπλᾶς μηκέτι τοῦτον ἔχειν τὸν λόγον πρὸς τὰς ἐκ μεταθέσεως ὃν αἱ στερητικαί· τετάξονται μὲν γὰρ καὶ ἐνταῦθα δηλονότι ὑπὸ τὴν ἁπλῆν κατάφασιν αἱ τῶν λοιπῶν ἀντιφάσεων ἀποφάσεις (οὐ γὰρ δὴ αἱ καταφάσεις), ὑπὸ δὲ τὴν ἀπόφασιν αἱ καταφάσεις· ἔσται δὲ πάλιν τῆς μὲν ἁπλῆς καταφάσεως ἐπὶ πλέον ἑκατέρα τῶν ὑπ’ αὐτὴν ἀποφάσεων· πάντων μὲν γὰρ ὄντων δικαίων ἥ τε μὴ πάντας ἀδίκους εἶναι λέγουσα ἀληθὴς καὶ ἡ μὴ πάντας οὐ δικαίους, ἐπειδὴ καὶ ψευδὴς ἑκατέρα τῶν ἀντικειμένων αὐταῖς καταφάσεων. εἰ μέντοι τῶν ἀνθρώπων οἱ μὲν δίκαιοι εἶεν οἱ δὲ μὴ δίκαιοι, τῶν μὲν εἰρημένων ἀποφάσεων ἑκατέρα ἀληθής, ἡ δὲ ἁπλῆ κατάφασις ψευδής. ὥσπερ δὲ τῆς ἁπλῆς καταφάσεως ἐπὶ πλέον αἱ ὑπ’ αὐτὴν ἀποφάσεις, οὕτω δηλονότι καὶ τῆς ἁπλῆς ἀποφάσεως ἐπ’ ἔλαττον αἱ ὑπ’ αὐτὴν καταφάσεις. ὥστε σώζεται πρὸς τὰς ἁπλᾶς προτάσεις τῶν μετ’ αὐτὰς ἡ ἀναλογία. οὐκέτι μέντοι οὐδὲ ἐπὶ τούτων σώζεται ἡ πρὸς τὰς ἐκ μεταθέσεως τῶν πρὸ αὐτῶν ἀναλογία· τῶν μὲν γὰρ ἁπλῶν ἡ μὲν κατάφασις ἐπ’ ἔλαττον ἀληθεύουσα ἐδείχθη τῆς ἀορίστου ἀποφάσεως καὶ ἡ ἀπόφασις τῆς καταφάσεως ἐπὶ πλέον, τῶν μέντοι στερητικῶν ἡ μὲν ἀπόφασις πάλιν ἐπὶ πλέον ἔσται τῆς ἐκ μεταθέσεως ἀποφάσεως ἡ δὲ κατάφασις ἐπ’ ἔλαττον τῆς καταφάσεως. |
| 172 | ὅτι δὲ τοῦτο οὕτως ἔχει, λέγω δὲ τὸ περὶ τῶν στερητικῶν καὶ τῶν ἐκ μεταθέσεως εἰρημένον, ῥᾳδίως δείξομεν ἀπὸ τῶν καταφάσεων ποιούμενοι πάλιν τὴν ἐπιχείρησιν· πάντων μὲν γὰρ ἀνθρώπων ἀδίκων ὄντων ἀληθεύσει καὶ ἡ πάντας λέγουσα εἶναι μὴ δικαίους· ὁ γὰρ ἄδικος δηλονότι οὐ δίκαιος. εἰ μέντοι εἶεν τῶν ἀνθρώπων οἱ μὲν ἄδικοι οἱ δὲ μέσην ἔχοντες ἕξιν, ἡ μὲν λέγουσα πρότασις πάντας εἶναι μὴ δικαίους ἀληθής, ἡ μέντοι λέγουσα πάντας ἀδίκους εἶναι ψευδής. τὰ αὐτὰ οὖν, ὥσπερ ἐλέγομεν, καὶ ἐπὶ τούτων τῶν προτάσεων συμβαίνει τοῖς ἐπὶ τῶν ἀπροσδιορίστων τεθεωρημένοις. Ὅτι δὲ τὴν εἰρημένην τῶν προτάσεων ἀκολουθίαν πρότερόν τε παρεδίδου ἡμῖν ὁ Ἀριστοτέλης ὡς ἐπὶ προτάσεων ἀπροσδιορίστων, δι’ ὧν ἔλεγεν ὧν τὰ μὲν δύο πρὸς τὴν κατάφασιν καὶ ἀπόφασιν ἕξει κατὰ τὸ στοιχοῦν ὡς αἱ στερήσει ς , τὰ δὲ δύο ο ὔ , καὶ νῦν ἐπὶ τῆς ἀντιφάσεως τῆς καθόλου καταφάσεως πρὸς τὴν μερικὴν ἀπόφασιν τὰ αὐτὰ ἡμᾶς θεωρεῖν ἀξιοῖ καὶ οὐδὲν ἕτερον, σαφῶς ἐδήλωσεν ἐπαγαγὼν πλὴν οὐχ ὁμοίως τὰς κατὰ διάμετρον ἐνδέχεται συναληθεύει ν , ἐνδέχεται δὲ ποτ έ , δι’ οὗ λέγοι ἂν τὸ διάφορον τῶν διαγραμμάτων, τοῦ τε ἐπὶ τῶν ἀπροσδιορίστων καὶ τοῦ ἐπὶ τῶν προσδιωρισμένων προτάσεων· καθ’ ἑκάτερον μὲν γὰρ αὐτῶν κατὰ διάμετρον συμβαίνει τετάχθαι τὰς καταφάσεις ἀλλήλαις, τὴν ἁπλῆν λέγω καὶ τὴν ἐκ μεταθέσεως ἢ τὴν ἁπλῆν καὶ τὴν στερητικήν, καὶ τὰς ἀποφάσεις ὁμοίως· ἀλλ’ ἐπὶ μὲν τῶν ἀπροσδιορίστων κατὰ τὴν ἐνδεχομένην ὕλην τάς τε καταφάσεις συναληθεύειν ἀλλήλαις συμβαίνει καὶ τὰς ἀποφάσεις ἅτε ταῖς μερικαῖς ἰσοδυναμούσας, ἐπὶ δὲ τῶν προσδιωρισμένων, περὶ ὧν νυνὶ αὐτῷ ὁ λόγος, τῆς καθόλου καταφάσεως καὶ τῆς ἐπὶ μέρους ἀποφάσεως, τὰς μὲν καταφάσεις συναληθεῦσαι ἀδύνατον καθ’ οἵαν δήποτε ὕλην, τὰς μέντοι ἀποφάσεις συμβαίνει συναληθεύειν κατὰ μόνην τὴν ἐνδεχομένην· ἐπεὶ γὰρ τῶν ἀνθρώπων οἱ μὲν δίκαιοί εἰσιν οἱ δὲ ἄδικοι οἱ δὲ μέσην ἔχουσιν ἕξιν, φανερὸν ὅτι πάσας συμβήσεται τὰς προκειμένας ἀποφάσεις ἀληθεύειν, ‘οὐ πᾶς ἄνθρωπος δίκαιοσ‘ ‘οὐ πᾶς ἄνθρωπος ἄδικοσ‘ ‘οὐ πᾶς ἄνθρωπος οὐ δίκαιοσ‘. τὸ οὖν ἐνδέχεται δὲ ποτέ οὕτως ἀκουστέον, οὐχ ὡς πασῶν τῶν κατὰ διάμετρον ποτὲ συναληθευουσῶν (τοῦτο γὰρ ἀδύνατον), ἀλλ’ ὡς τινῶν ἐξ αὐτῶν, οἷον τῶν ἀποφάσεων, συναληθευουσῶν ἐπὶ τῆς ὕλης, ὡς εἴρηται, τῆς μήτε ἀναγκαίας μήτε ἀδυνάτου. |
| 173 | καὶ ταῦτα σαφῶς εὑρήσομεν οὐ διοριζόμενον μόνον ἀλλὰ καὶ δεικνύντα τὸν Ἀριστοτέλην πρὸς τῷ πέρατι τοῦ πρώτου τῶν Ἀναλυτικῶν. ὅθεν ὁρμώμενος ἄν τις ὑποπτεύσειεν ἐπὶ μόνου τοῦ διαγράμματος τῶν ἀδιορίστων ἁρμόζειν τὸ μὴ ὁμοίως τὰς κατὰ διάμετρον ἐνδέχεσθαι συναληθεύεσθαι· λέγεται γὰρ ἐν ἐκείνοις ὡς τῶν ἀποφάσεων τῶν ἀδιορίστων καὶ κατ’ ἄλλον τρόπον παρὰ τὰς καταφάσεις συναληθεύειν ποτὲ δυναμένων· οὐ γὰρ μόνον ἐπὶ διαφόρων τοῦ ὑποκειμένου μερῶν, ὅπερ αἱ καταφάσεις ποιοῦσιν, ἀλλὰ καὶ ἐπὶ τοῦ αὐτοῦ, ὅταν μέντοι ἀλλότριον ᾖ τοῦ ἐν τῇ ἐξ ἀρχῆς προτάσει ληφθέντος ὑποκειμένου· κατὰ γὰρ τοῦ ξύλου τυχὸν καὶ τὸ ‘ἄνθρωπος δίκαιος οὐκ ἔστι‘ καὶ τὸ ‘ἄδικος οὐκ ἔστι‘ καὶ τὸ ‘οὐ δίκαιος οὐκ ἔστιν‘ ἀληθῶς κατηγορήσεις, καίτοι τῶν καταφάσεων οὐδεμιᾶς ἀληθεύειν ἐπὶ ὁτουοῦν τῶν παρὰ τὸν ἄνθρωπον δυναμένης. ἀλλὰ τὸ μήτε τῇ διδασκαλίᾳ τῇ περὶ ἐκείνου τοῦ διαγράμματος προστεθεῖσθαι ταύτην τὴν ῥῆσιν καὶ περὶ τῶν προσδιωρισμένων εἰπόντα τὸν φιλόσοφον ὅτι κατὰ τὰς ἀκολουθήσεις ὁμοίως ἔχουσι ταῖς ἀδιορίστοις ἐπαγαγεῖν τὸ πλὴν οὐχ ὁμοίως τὰς κατὰ διάμετρον ἀληθεύεσθαι δυνατόν οὐδὲν ἕτερον ἐννοεῖν ἡμῖν ἐπιτρέπει ἢ ὅτι διαφοράν τινα παραδίδωσι τῶν διαγραμμάτων κατὰ τὸ μὴ ὁμοίως, ὅπερ αὐτός φησι, τὰς κατὰ διάμετρον ἐν αὐτοῖς συναληθεύειν. Ἀλλ’ εἰ δεῖ μὴ παρέργως ἀκροᾶσθαι τῶν ὑπὸ τοῦ Ἀριστοτέλους λεγομένων, ἄξιον οἶμαι ζητῆσαι διὰ τίνα αἰτίαν ἐπὶ μόνης τῆς ἀντιθέσεως τῆς καθόλου καταφάσεως πρὸς τὴν μερικὴν ἀπόφασιν ὁμοίως ἔχειν φησὶ τῶν προτάσεων τὴν ἀκολουθίαν τῇ ἐπὶ τῶν ἀπροσδιορίστων· μήποτε οὖν ὡς ἐπὶ τῶν ὑπολοίπων ἀντιφάσεων, τῆς τε μερικῆς καταφάσεως πρὸς τὴν καθόλου ἀπόφασιν καὶ τῆς τῶν καθ’ ἕκαστα, μηκέτι σωζομένης τῆς αὐτῆς ἀκολουθίας· ἐπὶ μὲν γὰρ τῆς τίς καὶ οὐδείς ἀντιφάσεως οὐδὲ ἐνδέχεται δεῖξαι τὴν ἁπλῆν κατάφασιν τῆς στερητικῆς ἀποφάσεως ἢ ἐπὶ πλέον ἢ ἐπ’ ἔλαττον οὖσαν· οὔτε γὰρ εἰ τὶς ἄνθρωπος δίκαιος, ἤδη οὐδεὶς ἄδικος, οὔτε εἰ μηδεὶς ἄδικος, ἤδη τὶς δίκαιος· τί γάρ, εἰ πάντες τὴν μέσην ἔχοιεν ἕξιν; ὥστε οὐκ ἔστιν οὐδεμίαν ἀκολουθίαν ἀναγκάσαι. εἰ δὲ τὰς ἁπλᾶς πρὸς τὰς ἐκ μεταθέσεως παραβάλλοις, ταῖς μὲν ἀποφάσεσι τὰς καταφάσεις ἑπομένας εὑρήσεις, οὐκέτι μέντοι τὰς ἀποφάσεις ταῖς καταφάσεσιν· εἰ μὲν γὰρ μηδεὶς μὴ δίκαιος, δῆλον ὡς πᾶς τε καὶ τῶν κατὰ μέρος ἕκαστος ἔσται δίκαιος· οὐ μὴν εἰ ἔστι τὶς δίκαιος, ἤδη δεήσει μηδένα εἶναι μὴ δίκαιον. |
| 174 | οὐ μὴν ἀλλ’ οὐδὲ ἐπὶ τῶν καθ’ ἕκαστα τὴν εἰρημένην ἀναλογίαν προχωροῦσαν εὑρήσεις· τὴν μὲν γὰρ ἁπλῆν κατάφασιν καὶ τὴν ἐκ μεταθέσεως ἀπόφασιν ἀντιστρέφειν ἀλλήλαις συμβαίνει, ‘Σωκράτης δίκαιός ἐστι—Σωκράτης οὐ δίκαιος οὐκ ἔστι‘, τὴν μέντοι στερητικὴν ἀπόφασιν ἑκατέρας αὐτῶν ἐπὶ πλέον εἶναι τῷ ἀληθεύειν ἐπ’ αὐτοῦ τε καὶ τοῦ τὴν μέσην ἕξιν καθ’ ὑπόθεσιν ἔχοντος. εἰ δέ τις ὑπολαμβάνοι καὶ ἐπὶ τῶν καθ’ ἕκαστα σώζεσθαι τὴν εἰρημένην τῆς ἀκολουθίας τῶν προτάσεων ἀναλογίαν διὰ τὸ καταφατικῶς μὲν τὰ ἄτομα κατὰ μηδενὸς ἀληθῶς κατηγορεῖσθαι, μήτε ἄλλου παρ’ αὐτὰ μήτε μέρους ἑαυτῶν ἀτόμων ὄντων, ἀποφάσκεσθαι μέντοι ἀληθῶς ἑκάστου τῶν ἄλλων, οἷον ὅταν λέγωμεν ‘Θεαίτητος Σωκράτης οὐκ ἔστιν‘, ὥσπερ καὶ τῶν γενικωτάτων καταφάσκεσθαι μὲν οὐδὲν ἀληθῶς δυνατόν, ἀποφάσκεσθαι δὲ οὐκ ἀδύνατον, ὁπόταν λέγωμεν ‘τὸ ποσὸν οὐσία οὐκ ἔστιν‘· εἰ οὖν διὰ τοῦτο ἀξιοίη τὴν ‘Σωκράτης οὐ δίκαιος οὐκ ἔστι‘ καὶ ‘ἄδικος οὐκ ἔστιν‘ ἐπὶ πλέον εἶναι τῆς ‘Σωκράτης δίκαιός ἐστιν‘, ὑπερτεινούσας αὐτῆς ἐπὶ τῶν παρὰ Σωκράτην, πρῶτον μὲν ἴστω καὶ τὴν κατάφασιν ὅλην ὡς κατηγορουμένην λαμβάνων, πρὸς ἣν τὴν ἀπόφασιν ὅλην παραβάλλων ἐπὶ πλέον αὐτῆς ἀληθεύειν φησίν, ἔπειτα ὅτι οὐδὲ ἀποφατικῶς κατηγορεῖν τινος ὅλον τὸ ‘Σωκράτης δίκαιος ἢ οὐ δίκαιοσ‘ εὔλογον· ἐν μὲν γὰρ τῷ πλήθει τῶν ἀνθρώπων καὶ τὸ δίκαιον ἅμα καὶ τὸ μὴ δίκαιον κατ’ ἐνέργειαν ὑφεστηκότα θεωροῦντες εἰκότως ἑκάτερον αὐτῶν ἅμα τῷ ἄνθρωπος καὶ καταφάσκομέν τινων καὶ ἀποφάσκομεν· οὐδενὸς μέντοι τῶν ἀτόμων ἅμα μετέχειν ἀμφοτέρων δυναμένου τὸ μὲν Σωκράτης ἀληθῶς ἀποφήσομεν τοῦ Θεαιτήτου, καὶ εἰ ὁμώνυμον εἴη τὸ κατηγορούμενον τῷ ὑποκειμένῳ, μὴ εἶναι τοῦτον, εἰ τύχοι, τὸν φιλόσοφον ἢ τὸν δίκαιον Σωκράτην λέγοντες, μετὰ τοῦ ἄρθρου τὸ προσκείμενον αὐτῷ προφερόμενοι· ἄνευ δὲ τοῦ ἄρθρου ὅτι ὅδε Σωκράτης δίκαιος οὐκ ἔστιν οὐ λέγομεν· οὔτε γὰρ τῇ Ἑλληνικῇ χρήσει τοῦτο συνεγνωσμένον οὔτε ἔχον λόγον. Αὗται μὲν οὖν δύο ἀντίκειντα ι , ἄλλαι δὲ πρὸς τὸ οὐκ ἄνθρωπος ὡς ὑποκείμενόν τι προστεθέντο ς · ἔστι δίκαιος οὐκ ἄνθρωπος—οὐκ ἔστι δίκαιος οὐκ ἄνθρωπο ς , ἔστιν οὐ δίκαιος οὐκ ἄνθρωπος—οὐκ ἔστιν οὐ δίκαιος οὐκ ἄνθρωπο ς . |
| 175 (1n) | πλείους δὲ τούτων οὐκ ἔσονται ἀντιθέσει ς . αὗται δὲ χωρὶς ἐκείνων αὐταὶ κα θ ’ αὑτὰς ἔσοντα ι , ὡς ὀνόματι τῷ οὐκ ἄνθρωπος χρώμενα ι . Προφανὲς τὸ διὰ τούτων παραδιδόμενον θεώρημα· φησὶ γὰρ τοσαύτας εἶναι ἀντιφάσεις καὶ ἐπὶ τῶν ἐκ τρίτου προσκατηγορουμένου προτάσεων ἀορίστῳ ὑποκειμένῳ χρωμένας, ὅσαι ἦσαν ἐξ ὡρισμένου τοῦ ὑποκειμένου. δύο δὲ ἦσαν ἐκεῖναι καθ’ ἕκαστον προτάσεων εἶδος τὸ κατὰ τὸν ὑποκείμενον ὀνομαζόμενον, οἷον καθ’ ἕκαστα ἢ ἀδιόριστοι ἢ καθόλου ἢ ἐπὶ μέρους· δύο ἄρα καὶ αὗται. ὧν καὶ παραδείγματα παρέθετο, τῶν τε ἁπλῶν καὶ τῶν ἐκ μεταθέσεως, ‘οὐκ ἄνθρωπος δίκαιός ἐστιν—οὐκ ἄνθρωπος δίκαιος οὐκ ἔστιν‘ (αὗται ἁπλαῖ μὲν ἐξ ἀορίστου τοῦ ὑποκειμένου), ‘οὐκ ἄνθρωπος οὐ δίκαιός ἐστιν—οὐκ ἄνθρωπος οὐ δίκαιος οὐκ ἔστιν‘· αὗται καὶ ἀόριστοι ἤτοι ἐκ μεταθέσεως καὶ ἐξ ἀορίστου πάλιν τοῦ ὑποκειμένου. ἡ δὲ λέξις ἡ ἄλλαι δὲ πρὸς τὸ οὐκ ἄνθρωπος ὡς ὑποκείμενόν τι προστεθέντος ἐλλιπέστερον ἔχει· τὸ γὰρ πλῆρες οὕτως ἂν ἔχοι ‘ἄλλαι δὲ δύο ἀντιφάσεις ἀντίκεινται, τοῦτ’ ἔστιν ἐξ ἀντικειμένων προτάσεων γίνονται, πρὸς τὸ οὐκ ἄνθρωπος ὡς ὑποκείμενόν τι παραληφθὲν ἐν ταῖς προτάσεσι, προστεθέντος αὐτῷ (τῷ οὐκ ἄνθρωπος δηλονότι) τοῦ τε κατηγορουμένου καὶ τοῦ προσκατηγορουμένου, καὶ κατηγορουμένου μὲν ἢ ὡρισμένου ἢ ἀορίστου, προσκατηγορουμένου δὲ ἢ καταφατικοῦ ἢ ἀποφατικοῦ‘. λάβωμεν οὖν τοῦτον τὸν τρόπον πάσας τὰς ἐκ τρίτου προσκατηγορουμένου προτάσεις ἐκ διαιρέσεως· ἀνάγκη γὰρ ἢ ἄμφω τοὺς ὅρους, τόν τε ὑποκείμενον καὶ τὸν κατηγορούμενον, ὡρισμένους αὐτὰς ἔχειν ἢ ἄμφω ἀορίστους ἢ τὸν μὲν ὡρισμένον τὸν δὲ ἀόριστον, καὶ τοῦτο διχῶς (καὶ δῆλον ὅπως), καὶ ἢ καταφατικὰς εἶναι ταύτας ἢ ἀποφατικάς. αὗται δὲ πᾶσαι κατηριθμήθησαν, καὶ εἰκότως ἐθάρρησεν ἀποφήνασθαι ὡς πλείους τούτων οὐκ ἔσονται ἀντιφάσει ς . εἶτα διδάσκων ὅτι καὶ αὗται τέλειαί εἰσι προτάσεις αἱ ἐξ ἀορίστου τοῦ ὑποκειμένου, φησὶν αὐτὰς χωρὶς ἐκείνων αὐτὰς καθ’ αὑτὰς εἶναι τῷ οὐκ ἄνθρωπος ὡς ὑποκειμένῳ χρωμένας καὶ διὰ τοῦτο πρὸς αὐτὸ τὸ ἀποφαίνεσθαι μηδὲν ἔλαττον ἐχούσας ἐκείνων. |
| 176 | Ἐ φ ’ ὅσων δὲ τὸ ἔστι μὴ ἁρμόττε ι , οἷον ἐπὶ τοῦ ὑγιαίνειν καὶ βαδίζει ν , ἐπὶ τούτων ταὐτὸν ποιεῖ οὕτω τιθέμενα ὡς ἂν εἰ τὸ ἔστι προσήπτετ ο , οἷον ὑγιαίνει πᾶς ἄνθρωπος—οὐχ ὑγιαίνει πᾶς ἄνθρωπο ς , ὑγιαίνει πᾶς οὐκ ἄνθρωπος—οὐχ ὑγιαίνει πᾶς οὐκ ἄνθρωπο ς · οὐ γάρ ἐστι τὸ οὐ πᾶς ἄνθρωπος λεκτέο ν , ἀλλὰ τὸ ο ὔ , τὴν ἀπόφασι ν , τῷ ἄνθρωπος προσθετέο ν · τὸ γὰρ πᾶς οὐ τὸ καθόλου σημαίνε ι , ἀλ λ ’ ὅτι καθόλο υ . δῆλον δὲ ἐκ τοῦδ ε · ὑγιαίνει ἄνθρωπος—οὐχ ὑγιαίνει ἄνθρωπο ς , ὑγιαίνει οὐκ ἄνθρωπος—οὐχ ὑγιαίνει οὐκ ἄνθρωπο ς · ταῦτα γὰρ ἐκείνων διαφέρει τῷ μὴ καθόλο υ . ὥστε τὸ πᾶς ἢ μηδείς οὐδὲν ἄλλο προσσημαίνει ἢ ὅτι καθόλου τοῦ ὀνόματος ἢ κατάφασιν ἢ ἀπόφασι ν . τὰ οὖν ἄλλα τὰ αὐτὰ δεῖ προστιθένα ι . Τινὲς μὲν τῶν ἐξηγησαμένων τοῦτο τὸ χωρίον ὑπέλαβον λέγειν τὸν Ἀριστοτέλην διὰ τούτων, ὅτιπερ ἐν ταῖς προτάσεσι ταῖς ἀντὶ τοῦ ἔστιν ἄλλο τι ῥῆμα προσκατηγορούμενον ἐχούσαις, οἷον τὸ βαδίζειν ἢ τὸ ὑγιαίνειν, ὡς ἐν ταῖς ‘ἄνθρωπος δίκαιος ὑγιαίνει‘, ‘ἄνθρωπος δίκαιος βαδίζει‘, ἡ αὐτὴ γίνεται τῶν προτάσεων τάξις τε καὶ ἀκολουθία, ἥπερ ἐτύγχανε καὶ ἐπὶ τῶν τὸ ἔστι προσκατηγορούμενον ἐχουσῶν, παντάπασιν ἀποπλανώμενοι τῆς τε τοῦ Ἀριστοτέλους διανοίας καὶ τῆς τῶν λόγων αὐτῶν ἀκριβείας· οὔτε γὰρ ὁ φιλόσοφος φαίνεται τῆς τοιαύτης προτάσεως παραδείγματα ἡμῖν παρατιθέμενος οὔτε ἐνδέχεται παρὰ τὸ ἔστιν ἄλλο τι ῥῆμα προσκατηγορούμενον γίνεσθαι. καὶ τοῦτο οὐ μόνον τῷ Ἀριστοτέλει πιστεῦσαι δεῖ πρότερόν τε σαφῶς εἰπόντι μόνον τὸ ἔστιν ἐν ταῖς τοιαύταις προτάσεσι προσκατηγορεῖσθαι καὶ ἐν τοῖς Ἀναλυτικοῖς ὅρον μὲν εἶναι ἀποφαινομένῳ τὸν εἰς ὃν διαλύεται ἡ πρότασις, τόν τε κατηγορούμενον καὶ τὸν ὑποκείμενον, ἐπάγοντι δὲ “προστιθεμένου ἢ διαιρουμένου τοῦ εἶναι ἢ μὴ εἶναι” καὶ μηδενὸς ἄλλου ῥήματος παρὰ τοῦτο μνείαν ποιουμένῳ, ἀλλὰ καὶ ἡμεῖς ἐν τοῖς ἑξῆς ἐναργῶς ἀποδείξομεν, ὅπερ καὶ πρότερον ἐπηγγειλάμεθα, δι’ ὧν ὁ Ἀριστοτέλης ζητήσει πότε τὰ ἴδια καὶ χωρὶς κατηγορούμενα δύναται συμπλεκόμενα ἀλλήλοις μίαν ποιῆσαι κατηγορίαν καὶ πότε οὔ. |
| 177 | ἕτεροι δέ γε ὑπέλαβον ζητεῖσθαι διὰ τούτων εἰ ὥσπερ ἐν ταῖς ἐνεργείᾳ τὸ ἔστι προσκατηγορούμενον ἐχούσαις τοῦ κατηγορουμένου ὀνόματος, οἷον τοῦ δίκαιος, προταττόμενον τὸ ἀρνητικὸν μόριον οὐ ποιεῖ ἀπόφασιν ἀλλὰ κατάφασιν ἐκ μεταθέσεως, τὴν ‘ἄνθρωπος οὐ δίκαιός ἐστιν‘, οὕτω καὶ ἐν αἷς δυνάμει περιέχεται τὸ ἔστιν ἐν τῷ κατηγορουμένῳ ῥήματι, διαλυομένου τοῦ ῥήματος ἐκείνου, καθὰ καὶ πρότερον ἐλέγομεν, εἴς τε τὴν οἰκείαν αὐτῷ μετοχὴν καὶ τὸ ἔστι, προταττόμενον πάλιν τὸ ἀρνητικὸν μόριον τῆς μετοχῆς οὐ ποιήσει ἀπόφασιν ἀλλὰ κατάφασιν ἐκ μεταθέσεως· ἡ μὲν γὰρ λέγουσα πρότασις ‘ἄνθρωπος βαδίζει‘ ταὐτὸν ὁμολογουμένως φθέγγεται τῇ ‘ἄνθρωπος βαδίζων ἐστί‘, ζητεῖται δέ, φασί, διὰ τούτων εἰ τὴν ‘ἄνθρωπος οὐ βαδίζων ἐστί‘ κατάφασιν ῥητέον πάλιν ἐκ μεταθέσεως ἀλλ’ οὐκ ἀπόφασιν, οὔτε τοῦ προβλήματος ἀξίου, οἶμαι, ζητήσεως ὄντος (τίς γὰρ ἡ ἀποκλήρωσις ὥστε τὴν μὲν ‘ἄνθρωπος οὐ δίκαιός ἐστι‘ κατάφασιν καλεῖν τὴν δὲ ‘ἄνθρωπος οὐχ ὑγιαίνων ἐστίν‘ ἀπόφασιν;) οὔτε τοῦ Ἀριστοτέλους οὐδὲν τοιοῦτον διὰ τῶν παρ’ αὐτοῦ λεγομένων ἐμφαίνοντος. Μήποτε οὖν ταῖς ῥήσεσιν αὐταῖς τοῦ Ἀριστοτέλους προσφυέστερον ᾖ τὸ λέγειν ὅτι παραδοὺς ἡμῖν τὰς ἐξ ἀορίστου τοῦ ὑποκειμένου ἀντιφάσεις πρότερον μὲν ἐπὶ τῶν ἁπλουστάτων προτάσεων, τῶν ἐξ ὑποκειμένου καὶ κατηγορουμένου μόνον, διὰ δὲ τῶν προσεχῶς προειρημένων καὶ ἐπὶ τῶν ἐκ τρίτου προσκατηγορουμένου, καὶ ἐν οἷς παρέθετο αὐτῶν παραδείγμασι τὸ ἔστι λαβὼν πρότερον μὲν ὡς κατηγορούμενον (δι’ ὧν ἔλεγεν ἔστιν οὐκ ἄνθρωπος—οὐκ ἔστιν οὐκ ἄνθρωπος καὶ ἔστι πᾶς οὐκ ἄνθρωπος—οὐκ ἔστι πᾶς οὐκ ἄνθρωπο ς), δι’ ὧν δὲ προσεχῶς παρεδίδου καὶ ὡς προσκατηγορούμενον (ἐν οἷς ἔλεγεν αὗται μὲν οὖν δύο ἀντίκειντα ι , ἄλλαι δὲ πρὸς τὸ οὐκ ἄνθρωπο ς · ἔστι δίκαιος οὐκ ἄνθρωπος—οὐκ ἔστι δίκαιος οὐκ ἄνθρωπο ς , ἔστιν οὐ δίκαιος οὐκ ἄνθρωπος—οὐκ ἔστιν οὐ δίκαιος οὐκ ἄνθρωπο ς), προτίθεται διὰ τούτων διδάξαι ἡμᾶς ὅτι καὶ ἐπὶ τῶν προτάσεων τῶν ἀντὶ τοῦ ἔστιν ἄλλο τι ῥῆμα ἐχουσῶν οὐ προσκατηγορούμενον (τοῦτο γὰρ εἴρηται ὅτι ἀδύνατον), ἀλλὰ κατηγορούμενον, ἀορίστῳ μέντοι πάλιν τῷ ὑποκειμένῳ χρωμένων, τοῦτον δεῖ τὸν τρόπον γίνεσθαι τὰς ἀποφάσεις, ὃν ἐγίνοντο καὶ τοῦ ἔστιν ἐνεργείᾳ κατηγορουμένου· διὸ καθάπερ ἐπ’ ἐκείνων τῷ ἔστι συμπλέκων τὸ ἀρνητικὸν μόριον ἐποίει τὰς ἀποφάσεις, οὐκ ἔστιν οὐκ ἄνθρωπος λέγων καὶ οὐκ ἔστι πᾶς οὐκ ἄνθρωπο ς , οὕτω καὶ νῦν τῆς ὑγιαίνει πᾶς οὐκ ἄνθρωπος ἀπόφασιν εἶναί φησι τὴν οὐχ ὑγιαίνει πᾶς οὐκ ἄνθρωπο ς . |
| 178 | δῆλον δὲ ὅτι καὶ εἰ τὰς ὄντως αὐτῶν ἀποφάσεις ἐθέλοιμεν ποιεῖν, τὸν αὐτὸν τρόπον ἐπ’ ἀμφοτέρων ποιήσομεν, τῶν τε τὸ ἔστιν ἐνεργείᾳ κατηγορουσῶν καὶ τῶν ἀντὶ τοῦ ἔστιν ἕτερόν τι ῥῆμα· μόνης δὲ νῦν τῆς καθόλου καταφάσεως μνημονεύσας τῆς ἀόριστον ἐχούσης τὸν ὑποκείμενον καὶ τὸ ὑγιαίνειν κατ’ αὐτοῦ κατηγορούσης, ἐπιζητεῖ πῶς τὴν ἀπόφασιν αὐτῆς ποιητέον, ὡς ἂν ἀρκούσης τῆς ἐπὶ τούτων θεωρίας παραστῆσαι ἡμῖν ἐκ τῶν πολλάκις εἰρημένων τὴν μέθοδον, καθ’ ἣν καὶ ἐπὶ τῶν ἄλλων καταφάσεων ποιήσομεν τὰς ἀποφάσεις. Τοῦτο δὲ ἔοικε τὸ θεώρημα κινῆσαι νῦν ὁ Ἀριστοτέλης ὥσπερ δείσας μή τις ἀδιάφορον εἶναι ὑπολάβῃ πρὸς τὸ γενέσθαι τὴν ἀπόφασιν τὸ ἀφαιρεῖν μὲν τοῦ ἀορίστου ὑποκειμένου τὸ ἀρνητικὸν μόριον προτάττειν δὲ αὐτὸ τοῦ προσδιορισμοῦ· δηλοῖ δὲ σαφῶς λέγων οὐ γάρ ἐστι τὸ οὐ πᾶς ἄνθρωπος λεκτέο ν , ἀλλὰ τὸ ο ὔ , τὴν ἀπόφασι ν , τῷ ἄνθρωπος προσθετέο ν , τοῦτ’ ἔστιν οὐ γὰρ τὴν ‘οὐ πᾶς ἄνθρωπος ὑγιαίνει‘ λεκτέον ἀπόφασιν εἶναι τῆς ‘πᾶς οὐκ ἄνθρωπος ὑγιαίνει‘ καταφάσεως, ἀλλὰ τὸ οὔ, ὃ ἐκάλεσεν ἀπόφασιν ὡς ποιητικὸν τῆς ἀποφάσεως, τῷ ἄνθρωπος καὶ ἐν τῇ ἀποφάσει προσθετέον, ἵνα μένῃ ἐν ἀμφοτέραις ταῖς προτάσεσιν ὁ αὐτὸς ὑποκείμενος, καθάπερ ὁ αὐτὸς κατηγορούμενος, ὅπερ ἔχειν ἀνάγκη τὰς ἀντιφατικῶς ἀλλήλαις ἀντικεισομένας προτάσεις. τούτου οὖν χάριν τοῦ ἐξομοιῶσαι ταῖς ἐνεργείᾳ τὸ ἔστιν ἐχούσαις προτάσεσι τὰς δυνάμει αὐτὸ παραλαμβανούσας καὶ διδάξαι ὅτι ἐπ’ ἀμφοτέρων τὸν αὐτὸν τρόπον τὰς ἀντιφάσεις ποιητέον, ἔοικεν ἐξ ἀρχῆς ἐν τοῖς παραδείγμασι τὸ ὑγιαίνει ῥῆμα διαλῦσαι εἴς τε τὴν ὑγιαίνων μετοχὴν καὶ τὸ ἔστιν. εἶτα πρῶτον παραθέμενος παραδείγματα προτάσεων ἐξ ὡρισμένου τοῦ ὑποκειμένου, ὡς γνωριμώτερα καὶ ὁδηγῆσαι ἡμᾶς δυνάμενα πρὸς κατανόησιν τῶν ἐξ ἀορίστου τοῦ ὑποκειμένου, ἐπάγει τὰς ἐξ ἐκείνων γενομένας καὶ ἀορίστῳ χρωμένας τῷ ὑποκειμένῳ, περὶ ὧν ἦν αὐτῷ προκείμενον λέγειν, ὅπως ἐπ’ αὐτῶν ἐκ τῶν καταφάσεων γίνονται αἱ ἀποφάσεις. δηλοῖ δὲ ἐπὶ τούτων μόνον τὴν αἰτίαν ἀποδιδοὺς τοῦ μὴ ἄλλον τρόπον γίνεσθαι τὰς ἀποφάσεις. εἰπὼν μέντοι μὴ χρῆναι τῆς ‘πᾶς οὐκ ἄνθρωπος ὑγιαίνει‘ λέγειν ἀπόφασιν τὴν ‘οὐ πᾶς ἄνθρωπος ὑγιαίνει‘, τὴν αἰτίαν τούτου προστίθησιν εὐθὺς ἐπάγων τὸ γὰρ πᾶς οὐ τὸ καθόλου σημαίνε ι , ἀλ λ ’ ὅτι καθόλο υ , ὅπερ ὅ τι μὲν δηλοῖ τῷ φιλοσόφῳ διὰ τῶν πρότερον εἰρημένων παρεστήσαμεν τὸ ῥησείδιον αὐτὸ τοῦτο ἐξηγούμενοι, παρείληπται δὲ νῦν ὡς δηλωτικὸν τοῦ δεῖν μὲν ἐν ταῖς ἀντιφασκούσαις προτάσεσι τὸν αὐτὸν ὑποκείμενον παραλαμβάνεσθαι, τοῦτο δὲ μηκέτι συμβαίνειν, ὅταν εἴπωμεν τῇ ‘πᾶς οὐκ ἄνθρωπος ὑγιαίνει‘ καταφάσει μάχεσθαι τὴν ‘οὐ πᾶς ἄνθρωπος ὑγιαίνει‘ ἀπόφασιν· δέον γὰρ τούτων ἀποφάσκειν τὸν κατηγορούμενον ἐν τῇ ἀποφάσει, καθ’ ὧν αὐτὸν κατηγοροῦμεν ἐν τῇ καταφάσει, τοῦτο οὐ ποιοῦμεν ἐν τῇ ἐκτεθειμένῃ ἀποφάσει· τῆς γὰρ καταφάσεως πάντων τῶν οὐκ ἀνθρώπων τὸ ὑγιαίνειν κατηγορησάσης, ἡ εἰρημένη ἀπόφασις τῶν ἀνθρώπων αὐτὸ ἀποφάσκει. |
| 179 | ὅτι δὲ ταύτην ἔχουσιν οἱ καθόλου προσδιορισμοὶ τὴν δύναμιν, τὸ σημαίνειν ὅτι τὸ κατηγορούμενον πᾶσι μὲν ὑπάρχει τοῖς ὑπὸ τὸ ὑποκείμενον ἐν τῇ καθόλου καταφάσει πᾶσι δὲ οὐχ ὑπάρχει ἐν τῇ καθόλου ἀποφάσει, σαφῶς ἐδήλωσε τὰς αὐτὰς προτάσεις, ἃς ἐξέθετο πρότερον μετὰ τοῦ καθόλου προσδιορισμοῦ ποτὲ μὲν ὡρισμένον ποτὲ δὲ ἀόριστον λαβὼν τὸν ὑποκείμενον, ταύτας ἐφεξῆς ἄνευ τοῦ προσδιορισμοῦ παρατιθέμενος ὑπὲρ τοῦ δηλῶσαι ὅτι ὁ πᾶς προσδιορισμός, καθ’ ὃν ἐπλεόναζον αἱ πρότεραι προτάσεις τῶν ὑστέρων, παρέσχεν αὐταῖς τὸ ποιεῖσθαι τὴν κατηγορίαν κατὰ πάντων τῶν ὑπὸ τὸ ὑποκείμενον ἀτόμων, ὅπερ οὐκ ἔχουσιν αἱ ἀπροσδιόριστοι προτάσεις. ὡς δὲ ταὐτὸν δυναμένης τῆς ‘πᾶς ἄνθρωπος οὐχ ὑγιαίνει‘ καὶ ‘πᾶς οὐκ ἄνθρωπος οὐχ ὑγιαίνει‘ τῇ ‘οὐδεὶς ἄνθρωπος ὑγιαίνει‘ καὶ ‘οὐδεὶς οὐκ ἄνθρωπος ὑγιαίνει‘, εἰκότως συμπεραινόμενός φησιν ὥστε τὸ πᾶς ἢ μηδείς οὐδὲν ἄλλο προσσημαίνει ἢ ὅτι καθόλου τοῦ ὀνόματος ἢ κατάφασιν ἢ ἀπόφασι ν , τοῦτ’ ἔστι κατὰ πάντων τῶν μετεχόντων τῆς φύσεως τοῦ ὑποκειμένου ἢ καταφάσκει τὸ κατηγορούμενον ἢ ἀποφάσκει ὁ καθόλου ἀποφαινόμενος. διακρινομένων οὖν κατὰ μόνα ταῦτα τῶν ἀντικειμένων ἀλλήλαις προτάσεων τὰ ἄλλ α , φησί, τὰ αὐτὰ δεῖ προστιθένα ι , παρακελευόμενος ἡμῖν τόν τε ὑποκείμενον ὅρον καὶ τὸν κατηγορούμενον τὸν αὐτὸν φυλάττειν ἐν ταῖς ἀντιφασκούσαις προτάσεσιν. Ἐπεὶ δὲ ἐναντία ἀπόφασίς ἐστι τῇ ἅπαν ἐστὶ ζῷον δίκαιον ἡ σημαίνουσα ὅτι οὐδέν ἐστι ζῷον δίκαιο ν , αὗται μὲν φανερὸν ὅτι οὐδέποτε ἔσονται οὔτε ἀληθεῖς ἅμα οὔτε ἐπὶ τοῦ αὐτο ῦ , αἱ δὲ ἀντικείμεναι ταύταις ἔσονταί ποτ ε , οἷον οὐ πᾶν ζῷον δίκαιον καὶ ἔστι τι ζῷον δίκαιο ν . |
| 180 (1n) | Μέλλων ἐν τοῖς ἑξῆς ὁ Ἀριστοτέλης παραδιδόναι καθόλου τινὰ ἀπόφασιν ἀκολουθοῦσαν καθόλου τινὶ καταφάσει, τὴν ἁπλῆν τῇ ἐκ μεταθέσεως καὶ τὴν ἐκ μεταθέσεως τῇ ἁπλῇ, προλαμβάνει διὰ τούτων εἰκότως καὶ διορίζεται ὅτι καθάπερ ἐπὶ τῶν ἐξ ὑποκειμένου καὶ κατηγορουμένου προτάσεων τὰς καθόλου ὡς καθόλου ἐναντίας προσηγόρευσε καὶ συμψεύδεσθαι ἀλλήλαις ἀπεφήνατο τὰς δὲ ἀντιφασκούσας πρὸς αὐτὰς συναληθεύειν ἀλλήλαις, ἐν οἷς ἔλεγε διὸ ταύτας μὲν οὐχ οἷόν τε ἅμα ἀληθεῖς εἶνα ι , τὰς δὲ ἀντικειμένας αὐταῖς ἐνδέχεται ἐπὶ τοῦ αὐτο ῦ , τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῶν νυνὶ προκειμένων εἰς ἐπίσκεψιν προτάσεων, τῶν προσκατηγορουσῶν τὸ ἔστι, τὰς μὲν καθόλου τὰς μηδεμίαν ἐχούσας περὶ τοὺς ὅρους διαφορὰν ἀξιοῖ μήτε συναληθεύειν ποτὲ ἀλλήλαις μήτε σημαίνειν τὰ ἐπὶ τοῦ αὐτοῦ συντρέχειν ἅμα δυνάμενα, τὰς δὲ μαχομένας πρὸς αὐτὰς ἀντιφατικῶς συντρέχειν ποτὲ ἀλλήλαις, διὰ τοῦ ποτέ δηλονότι σημαίνων τὸ κατὰ μόνην τὴν ἐνδεχομένην ὕλην ὑπάρχειν αὐταῖς τὸ συναληθεύειν. ἡμεῖς μὲν οὖν, ὡς εἴρηται, διῃρημένως ἀκούομεν τὸ οὔτε ἀληθεῖς ἅμα οὔτε ἐπὶ τοῦ αὐτο ῦ , τὸ μὲν λαμβάνοντες ἐπ’ αὐτῶν τῶν λόγων τὸ δὲ ἐπὶ τῶν σημαινομένων ὑπ’ αὐτῶν πραγμάτων. συμβαίνει δὲ ταῦτα συντρέχειν ἀλλήλοις· εἰ γὰρ ἅμα ἀληθεῖς οἱ λόγοι, καὶ τὰ ἐν αὐτοῖς κατηγορούμενα τῷ αὐτῷ ἅμα ὑπάρχουσι, καὶ τὸ ἀνάπαλιν. καὶ δῆλον ὅτι τοῦ ἅμα εἶναι ἀληθεῖς τοὺς λόγους αἴτιον γίνεται τὸ τὰ πράγματα συνυπάρχειν. ἕτεροι δέ γε τὸ οὔτε καίτοι δὶς παραληφθὲν παρέλκειν ὑπολαβόντες δι’ ἀμφοτέρων, τοῦ τε ἅμα καὶ τοῦ ἐπὶ τοῦ αὐτο ῦ , περιγράφεσθαί φασι τὸ χαρακτηρίζον τὴν ἀντίθεσιν τῶν τοιούτων προτάσεων· ἅμα τε γὰρ ἀληθεῖς δύνανται εἶναι, φασίν, αἱ προτάσεις μὴ ἐπὶ τοῦ αὐτοῦ λαμβανόμεναι, οἷον ‘πᾶς ἄνθρωπος δίπους—οὐδεὶς ἵππος δίπουσ‘, καὶ πάλιν ἐπὶ τοῦ αὐτοῦ μὲν ἀληθεῖς, οὐ μέντοι ἅμα, ὡς ὅταν λέγωμεν ‘πᾶς ἄνθρωπος ἐπὶ τοῦ χρυσοῦ λεγομένου γένους δίκαιος—οὐδεὶς ἄνθρωπος ἐπὶ τοῦ σιδηροῦ λεγομένου γένους δίκαιοσ‘, καίτοι τοῦ τε Ἀριστοτέλους κατ’ ἀρχὰς παραδόντος ἡμῖν ποίας ἀξιοῖ ἀντικεῖσθαι ἀλλήλαις προτάσεις, ὅτι τὰς τοῦ αὐτοῦ κατὰ τοῦ αὐτοῦ καὶ τὰ ἑξῆς τούτοις, καὶ τῆς κατὰ χρόνον ἐξαλλαγῆς περὶ μὲν τὴν φύσιν τῶν καθ’ ἕκαστα θεωρεῖσθαι δυναμένης, ἐν δὲ τοῖς καθόλου χώραν οὐδεμίαν ἐχούσης, εἰ μὴ μέλλοιμεν τοῖς μυθικοῖς πλάσμασι χρήσασθαι πρὸς ἀνατροπὴν τῶν ἐναργῶς ἀποδεδειγμένων. |
| 181 | Ἀκολουθοῦσι δὲ αὗτα ι , τῇ μὲν πᾶς ἐστιν ἄνθρωπος οὐ δίκαιος ἡ οὐδείς ἐστιν ἄνθρωπος δίκαιο ς , τῇ δὲ ἔστι τις ἄνθρωπος δίκαιος ἡ ἀντικειμένη ὅτι οὐ πᾶς ἐστιν ἄνθρωπος οὐ δίκαιο ς · ἀνάγκη γὰρ εἶναί τιν α . Κατ’ ἀρχὰς μὲν τῆς θεωρίας τῶν ἐκ τρίτου προσκατηγορουμένου προτάσεων ἐδιδασκόμεθα ὅπως ἔχουσιν αἱ ὅλαι αὐτῶν ἀντιφάσεις τῆς πρὸς ἀλλήλας τάξεώς τε καὶ ἀκολουθίας καὶ παρεβάλλετο τὰ μόρια αὐτῶν πρὸς ἄλληλα, ἡ μὲν καθόλου ἁπλῆ κατάφασις πρὸς τὴν ἐπὶ μέρους ἐκ μεταθέσεως ἀπόφασιν ὡς ἑπομένην καὶ ἐπὶ πλέον αὐτῆς οὖσαν, ἡ δὲ καθόλου ἐκ μεταθέσεως κατάφασις πρὸς τὴν ἁπλῆν ἀπόφασιν ὡς τὸν αὐτὸν τρόπον ἔχουσαν πρὸς αὐτήν· νῦν δὲ παραδίδωσιν ἡμῖν ὁ Ἀριστοτέλης τὰς ποσὸν μὲν τὸ αὐτὸ ἐχούσας προτάσεις ἑπομένας μέντοι ἀλλήλαις, οὐκέτι ὅλην ἀντίφασιν πρὸς ὅλην παραβάλλων, ἀλλ’, ὥσπερ εἴρηται, μιᾶς μόνης προτάσεως πρὸς μίαν πρότασιν τὴν συμφωνίαν θεωρῶν. ἀκολουθεῖν οὖν φησι τῇ μὲν ‘πᾶς ἄνθρωπος οὐ δίκαιός ἐστι‘ τὴν ‘οὐδείς ἐστιν ἄνθρωπος δίκαιοσ‘ τῇ δὲ ‘τὶς ἄνθρωπος δίκαιός ἐστι‘ τὴν ‘οὐ πᾶς ἄνθρωπος οὐ δίκαιός ἐστι‘· δῆλον γάρ φησιν ὅτι τούτου ἀληθοῦς ὄντος τοῦ ‘οὐ πᾶς ἄνθρωπος οὐ δίκαιός ἐστιν‘ ἀνάγκη εἶναί τινα ἄνθρωπον δίκαιον· ψευδοῦς γὰρ οὔσης τῆς ‘τὶς ἄνθρωπος δίκαιός ἐστιν‘ οὐκέτι ἀληθὴς ἡ ‘οὐ πᾶς οὐ δίκαιοσ‘, ὅπερ ὑπέκειτο, ἀλλ’ ἡ μαχομένη πρὸς αὐτὴν ἡ ‘πᾶς οὐ δίκαιοσ‘. ὥστε ἀκολουθοῦσιν ἀλλήλαις αἱ κατὰ μέρος προτάσεις, ὥσπερ αἱ καθόλου. ὁ μὲν οὖν Ἀριστοτέλης παραδείγματα μόνα παραθέμενος ἡμῖν τινων ἀκολουθουσῶν ἀλλήλαις προτάσεων ἀπηλλάγη τοῦ θεωρήματος, ὁ δέ γε ἡμέτερος καθηγεμὼν καὶ εὐεργέτης κανόνας ἡμῖν πάνυ τεχνικοὺς παρεδίδου, καθ’ οὓς οἷόν τε πάσῃ τῇ προτεθείσῃ προτάσει τὴν ἀκολουθοῦσαν εὑρεῖν· ἐπεὶ γὰρ αἱ προτάσεις καὶ ὡς ὅλαι θεωροῦνται καὶ μέρη ἔχουσι, τὰς ἀντιθέσεις αὐτῶν ἐλάμβανεν ἢ ἀπὸ τῆς περὶ τὰ μέρη αὐτῶν θεωρουμένης διαφορᾶς ἢ ἀπὸ τῆς περὶ ὅλας αὐτάς. |
| 182 | ἐπεὶ δὲ δύο μὲν τῶν προτάσεων τὰ μέρη, ὅ τε ὑποκείμενος ὅρος καὶ ὁ κατηγορούμενος, δύο δὲ καὶ τὰ περὶ ὅλας αὐτὰς ὡς ὅλας θεωρούμενα, τό τε ποιὸν αὐτῶν καὶ τὸ ποσόν, τετραχῶς συμβαίνει λαμβάνεσθαι τὰς τῶν προτάσεων ἀντιθέσεις· ἀπὸ μὲν γὰρ τῶν ὑποκειμένων διαιρούμενος αὐτὰς ἐρεῖς ἢ ὡρισμένον ἔχειν τὸν ὑποκείμενον ἢ ἀόριστον, ἀπὸ δὲ τῶν κατηγορουμένων ἤτοι ἁπλᾶς εἶναι ἢ ἐκ μεταθέσεως. καὶ πάλιν κατὰ μὲν τὸ ποσὸν τὴν διαίρεσιν αὐτῶν ποιούμενος ἐρεῖς τὰς μὲν εἶναι καθόλου τὰς δὲ μερικὰς τὰς δὲ καὶ ἀδιορίστους ἢ καὶ καθ’ ἕκαστα, κατὰ δὲ τὸ ποιὸν τὰς μὲν καταφάσεις τὰς δὲ ἀποφάσεις. τούτων οὕτως ἐχόντων ἀποβλέπειν παρεκελεύετο πρὸς τὴν προτεθεῖσαν πρότασιν, ᾗ βουλόμεθα τὴν ἀκολουθοῦσαν εὑρεῖν, πῶς ἔχει καθ’ ἕκαστον τούτων, καὶ ἀποφαίνεσθαι τὴν ἑπομένην αὐτῇ ταύτην εἶναι τὴν κατὰ μὲν τὸν ὑποκείμενον ὅρον καὶ κατὰ τὸ ποσὸν ὁμοίως αὐτῇ ἔχουσαν κατὰ δὲ τὰ λοιπὰ ἄμφω διαφόρως· προκείσθω γὰρ εὑρεῖν τῇ ‘πᾶς ἄνθρωπος δίκαιός ἐστιν‘ ἢ ‘ζῷόν ἐστιν‘ (ἵνα καὶ ἀληθείας μετέχῃ ὁ λόγος) τὴν ἀκολουθοῦσαν (καὶ μάλιστα ὅτι οὐδὲ τίθησι τοιαύτης προτάσεως παραδείγματα ὁ Ἀριστοτέλης)· οὐκοῦν ἐπεὶ αὕτη ὡρισμένον τε ἔχει τὸν ὑποκείμενον καὶ ἔστιν ἁπλῆ καὶ ἔτι καθόλου καὶ καταφατική, δεήσει ἕπεσθαι αὐτῇ πρότασιν ὡρισμένον μὲν ἔχουσαν τὸν ὑποκείμενον οὐκέτι δὲ ἁπλῆν ἀλλ’ ἐκ μεταθέσεως, καὶ πάλιν καθόλου μὲν καὶ αὐτὴν οὖσαν οὐκέτι μέντοι κατάφασιν ἀλλ’ ἀπόφασιν. ποία οὖν ἔσται πρότασις ἐξ ὡρισμένου τοῦ ὑποκειμένου ἐκ μεταθέσεως καθόλου ἀπόφασις; δηλαδὴ ἡ λέγουσα ‘οὐδεὶς ἄνθρωπος οὐ δίκαιός ἐστιν‘ ἢ ‘οὐ ζῷόν ἐστιν‘· αὕτη ἄρα ἐκείνῃ ἕψεται. Τὸν αὐτὸν δὴ τρόπον καὶ πάσῃ ἄλλῃ προτάσει εἴτε ὡρισμένον εἴτε ἀόριστον ἐχούσῃ τὸν ὑποκείμενον τὴν ἀκολουθοῦσαν εὑρήσεις· συμβαλοῦνται γὰρ ἡμῖν οἱ κανόνες οὗτοι καὶ πρὸς τὰ ἐφεξῆς ῥηθησόμενα παρὰ τοῦ Ἀριστοτέλους περὶ τῆς ἀκολουθίας τῶν ἐξ ἀορίστου τοῦ ὑποκειμένου προτάσεων. ἐπὶ μὲν οὖν τῶν προσδιωρισμένων οὐ μόνον ταῖς καταφάσεσιν ἕπεσθαι συμβαίνει τὰς ἀποφάσεις ἀλλὰ καὶ ταῖς ἀποφάσεσι τὰς καταφάσεις, ὅπερ καὶ αὐτὸς ἐδήλωσε μετὰ τὸ παραθέσθαι τὴν μερικὴν ἀπόφασιν ἐπαγαγὼν τὸ ἀνάγκη γὰρ εἶναί τιν α · εἴπερ δὲ ἄρα, ἐπὶ τῶν ἀπροσδιορίστων ταῖς μὲν καταφάσεσιν ἕψονται αἱ ἀποφάσεις, ταῖς δὲ ἀποφάσεσιν οὐ πάντως αἱ καταφάσεις. |
| 183 | καὶ τοῦτο εἰκότως· ἐπὶ τούτων μὲν γὰρ διὰ τὸ ἀόριστον τῶν ὑποκειμένων καὶ ἐπ’ ἄλλου τινὸς παρὰ τὸ σημαινόμενον ὑπὸ τοῦ ὑποκειμένου τὴν ἀποφατικὴν ἐγχωρεῖ πρότασιν ἁρμόττειν, οἷον ‘ὁ κύων οὐκ ἔστι δίκαιος ἄνθρωποσ‘, ἐπὶ δὲ τῶν προσδιωρισμένων, ἐξ ὧν καὶ τὰ παραδείγματα παρέλαβεν ὁ Ἀριστοτέλης, οὐκέτι τοῦτο γίνεσθαι δυνατόν, ἐπεὶ οὐκέτι φυλάξομεν τὴν πρότασιν προσδιωρισμένην, ἀλλὰ καὶ τῷ κατηγορουμένῳ συντάξομεν τὸν προσδιορισμόν, οἷον ὅταν εἴπωμεν ‘ὁ κύων οὐδεὶς ἄνθρωπος δίκαιός ἐστιν‘. ἐπὶ μόνων οὖν τῶν ὑπὸ τὸ ὑποκείμενον ἀτόμων τοῦ ἐν ταῖς προσδιωρισμέναις καθόλου κατηγορουμένου λέγεσθαι δυναμένου συμβαίνει τῶν λαμβανομένων κατὰ τὸν εἰρημένον τρόπον προτάσεων ἑκατέραν ἕπεσθαι τῇ λοιπῇ. ἐν δὲ τῷ τῇ δὲ ἔστι τις ἄνθρωπος δίκαιος ἡ ἀντικειμένη ὅτι οὐ πᾶς ἐστιν ἄνθρωπος οὐ δίκαιος φανερὸν ὅτι τὸ ἀντικειμένη λέγει πρὸς τὴν ἐξ ἀρχῆς κατηριθμημένην καθόλου κατάφασιν τὴν ‘πᾶς ἄνθρωπος οὐ δίκαιός ἐστιν‘, πρὸς ἣν ἀντιφατικῶς ἀντίκειται ἡ ‘οὐ πᾶς ἄνθρωπος οὐ δίκαιός ἐστιν‘. Εἰ δέ τις ἀποροίη πῶς ἐπὶ τῶν μὴ ὄντων ἁρμόσουσιν οἱ προειρημένοι περὶ τῆς ἀκολουθίας τῶν προτάσεων κανόνες, οἷον ἐπὶ τραγελάφου (τὴν μὲν γὰρ καθόλου ἀπόφασιν τὴν ἁπλῆν ἀληθεύειν ἐπ’ αὐτοῦ λέγουσαν μηδενὶ τραγελάφῳ τὸ δίκαιον τυχὸν ὑπάρχειν, τὴν δὲ καθόλου κατάφασιν τὴν ἐκ μεταθέσεως ψεύδεσθαι παντὶ αὐτῷ ὑπάρχειν τὸ μὴ δίκαιον ἀποφαινομένην, δέον καὶ ταύτην ἀληθεύειν, εἴπερ ἀμέμπτως εἶχον οἱ παραδεδομένοι κανόνες), πρῶτον μὲν ἀκουέτω τοῦ Ἀριστοτέλους οὐ μόνον ἐν τούτοις ἀποφαινομένου τῇ τε κατὰ μέρος ἁπλῇ καταφάσει τὴν ἐκ μεταθέσεως ἀπόφασιν τὴν κατὰ μέρος ἀκολουθεῖν καὶ ἀντιστρέφειν ἐξ ἀνάγκης πρὸς αὐτήν, δι’ ὧν φησι τῇ δὲ ἔστι τις ἄνθρωπος δίκαιος ἡ ἀντικειμένη ὅτι οὐ πᾶς ἐστιν ἄνθρωπος οὐ δίκαιο ς · ἀνάγκη γὰρ εἶναί τιν α , δηλονότι δίκαιον, εἴπερ ἡ ἀπόφασις ἀληθής, ἀλλὰ καὶ ἐν οἷς περὶ τῆς ἀκολουθίας τῶν ἐξ ἀορίστου ὑποκειμένου προτάσεων διορίζεται κεκραγότος ὅτι τῇ καθόλου ἁπλῇ ἀποφάσει τὸ αὐτὸ σημαίνει ἡ ἐκ μεταθέσεως καθόλου κατάφασις· τὸ γὰρ πᾶ ς , φησίν, οὐ δίκαιος οὐκ ἄνθρωπος τῷ οὐδεὶς δίκαιος οὐκ ἄνθρωπος τὸ αὐτὸ σημαίνε ι , τῶν αὐτῶν δηλονότι θεωρουμένων καὶ ἐπὶ τῶν ὡρισμένον ἐχουσῶν τὸν ὑποκείμενον καθόλου προτάσεων· οὐ γὰρ παρὰ τοὺς ὑποκειμένους διαφορά τις συμβαίνει περὶ τὰς ἀκολουθούσας ἀλλήλαις προτάσεις. ἔπειτα ἐννοείτω ὅτι μάχεται ταῖς κοιναῖς ἐννοίαις εἶναί τι φάσκων ἢ τῶν ὄντων ἢ τῶν μὴ ὄντων, ὃ δύναται εἶναι μήτε τόδε μήτε μὴ τόδε, οἷον μήτε ἀγαθὸν μήτε μὴ ἀγαθόν· πάντων γὰρ τῶν οὕτω καταφασκομένων τὰ μὲν ὡρισμένα ἐπὶ μόνων ἀληθεύοντα τῶν δέχεσθαι αὐτὰ πεφυκότων, ὅταν κατ’ ἐνέργειαν αὐτῶν μετέχωσιν, ἐπὶ τῶν παρ’ ἐκεῖνα πάντων ψεύδεσθαι ἀνάγκη, τὰ δὲ ἀόριστα φανερὸν ὅτι ἀντικειμένως αὐτοῖς ἕξει κατὰ τὸ ψεύδεσθαι καὶ τὸ ἀληθεύειν· τὸ γὰρ ‘ἔστιν οὐ δίκαιοσ‘ οὐ μόνον ἐπὶ ἀνθρώπων ἀδίκων ἢ μέσην ἕξιν ἐχόντων ἢ καὶ μήπω πεφυκότων μετέχειν ἀληθές, ἀλλὰ καὶ ἐπὶ λίθου, εἰ τύχοι, καὶ τοῦ πολυθρυλλήτου τραγελάφου. |
| 184 | εἰ δὲ τέρας εἶναι ὑπολαμβάνοι τὸ περί τινος τῶν μὴ ὄντων τὸ ἔστιν ἀληθῶς λέγεσθαι καὶ εἰς τὸ εἶναι πάντως ἡγοῖτο μεταπίπτειν, οὗ ἂν τοῦτο κατηγορῆται, μανθανέτω πρῶτον μὲν ὅτι κακῶς τὰ περὶ τοῦ μὴ εἶναι ἀποφατικὴν τὴν τοιαύτην πρότασιν λεγόμενα ἐπὶ τὸ μὴ ἀληθεύειν αὐτὴν μεταφέρει· ἀπόφασις μὲν γὰρ εἰκότως λέγεται μὴ εἶναι, διότι ὅλως εἶναί τι ἀποφαίνεται, εἰ καὶ ἀόριστον, οὐ μὴν διὰ τοῦτο ἢ ψευδῶς αὐτὴν λέγεσθαι φήσομεν ἢ τῶν ὄντων ποιεῖν τὸ πρᾶγμα, οὗ κατηγορεῖται· εἰ μὲν γὰρ αὐτὸ μόνον καθ’ αὑτὸ τὸ ἔστι κατηγορεῖτο τοῦ μὴ ὄντος, οἷον ‘τραγέλαφος ἔστιν‘, ἐλέγετο ἄν τι, νῦν δὲ τὸ ὅλον τοῦτο λέγεται ὑπάρχειν αὐτῷ τὸ εἶναι μὴ τοιῷδε, οἷον μὴ δικαίῳ, οὐ μέντοι τὸ ἁπλῶς εἶναι· κατὰ συμβεβηκὸς γὰρ ἐνταῦθα τοῦ τραγελάφου κατηγορεῖται τὸ ἔστιν, ὥσπερ ἐν τοῖς ἑξῆς ῥηθήσεται περὶ τῆς προτάσεως τῆς λεγούσης ποιητὴν εἶναι τὸν μηκέτι ὄντα Ὅμηρον. καὶ οὐδὲν ἧττον ἐπὶ τούτων ἀληθὴς ἔσται ἡ πρότασις ἤπερ ἐπί τινος τῶν ὄντων μὲν μὴ δεκτικῶν δὲ ἢ τῶν μὴ ἐχόντων δικαιοσύνην ἀνθρώπων, οἷον ὅταν εἴπωμεν ‘ὁ λίθος οὐ δίκαιός ἐστιν‘ ἢ ‘Ἄνυτος οὐ δίκαιός ἐστιν‘. εἰ δὲ ζητοίη τῷ ποῦ ὄντι τραγελάφῳ τὸ μὴ δίκαιον ὑπάρχειν λέγοντες ἀληθεύομεν, τῷ ἐπινοουμένῳ παρ’ ἡμῶν φήσομεν, καθ’ οὗ τὸ δοξαστὸν καὶ τὸ ὀνομαστόν, καίτοι ὡρισμένα ὄντα, κατηγοροῦντες ἀληθῶς ἐροῦμεν· τὸ μὲν γὰρ μηδαμῶς ὂν οὔτε δοξαστόν ἐστιν οὔτε ὀνομαστὸν οὔτε ἄλλην τινὰ κατηγορίαν ἐπιδεχόμενον, ὡς οὔτε ἑνικῶς οὔτε κατ’ ἄλλον τινὰ ἀριθμὸν λέγεσθαι δυνάμενον, ὡς ὁ Ἐλεάτης ξένος διώρισεν· οὐ γὰρ λίνον λίνῳ συνάπτειν ἐστὶ τὸ μονάδα ἢ ἀριθμὸν τῷ μηδαμῶς ὄντι συμπλέκειν. οὗ μέντοι κατηγορεῖν τινα ἐγχειροῦμεν, τοῦτο προεπινενοῆσθαι παρ’ ἡμῶν ἀνάγκη καὶ ἤτοι ἐν ψιλῇ τῇ φαντασίᾳ τὴν ὅλην ἔχειν ὑπόστασιν ἢ καὶ πρὸ τῆς ἐπινοίας τῆς ἡμετέρας αὐτὸ καθ’ αὑτὸ ὑφεστάναι. |
| 185 | ὅλως τε χρὴ μὴ ἀγνοεῖν τὰ ἐν τῷ τρίτῳ τῶν Μετὰ τὰ φυσικὰ παγκάλως εἰρημένα περὶ τοῦ θείαν ὄντως εἶναι τοῦ πρώτου ὄντος τὴν δύναμιν ἐκτεινομένην οὐ μόνον ἄχρι καὶ τῆς ἀνειδέου παντάπασιν ὕλης ἀλλὰ καὶ τῶν στερήσεων καὶ τῶν ἀποφάσεων καὶ αὐτοῦ τοῦ μὴ ὄντος, εἴπερ καὶ τὸ μὴ ὂν λέγομεν αὐτὸ τοῦτο εἶναι μὴ ὄν. Εἰ δὲ ἀπὸ τοῦ μὴ δύνασθαι τὴν ἀόριστον κατάφασιν τοῦτον τὸν τρόπον ἀντιστρέφειν ὅνπερ ἡ ἁπλῆ ἀπόφασις μηδὲ τὴν ἁπλῆν κατάφασιν ὅνπερ ἡ ἀόριστος ἀπόφασις διάφορον αὐτῶν τὴν δύναμιν ἀποφαίνειν ὑπολαμβάνοι, δικαιότερον ἂν τοῦτο αὐτόθεν ὑπώπτευσεν ἐκ τοῦ διάφορον εἶναι τῶν προτάσεων τὸ ποιόν· πῶς γὰρ ἄν ποτε ἀπαραλλάκτως ἡ αὐτὴ γένοιτο ἀπόφασις καταφάσει; ἀλλ’ οὔτε τοῦτο ἀξιώσειεν ἄν τις οὔτε τὰς ἀντιστροφὰς αὐτῶν εὔλογον ὁμοίας εἶναι διὰ τὸ ἐπὶ τῶν αὐτῶν αὐτὰς ἀληθεύειν· ἡ μὲν γὰρ καθόλου ἀπόφασις διάκρισιν παντελῆ τῶν σημαινομένων ὑπ’ αὐτῆς πραγμάτων δηλοῦσα δι’ αὐτὸ τοῦτο πρὸς ἑαυτὴν ἀντιστρέφει (τὸ γὰρ ἀπεζευγμένον ἀπεζευγμένου ἀπέζευκται, οἷον λίθου τε παντὸς τὸ δίκαιον καὶ δικαίου παντὸς ὁ λίθος), ἡ μέντοι καθόλου κατάφασις οὐκέτι τοῦτο ἐπαγγελλομένη ἀλλὰ τοὐναντίον σύνθεσίν τινα τοῦ κατηγορουμένου πρὸς τὸ ὑποκείμενον ἐμφαίνουσα, κἂν ἀόριστόν τι συνδέῃ πρὸς τὸ ὑποκείμενον, ἀντιστρέφειν οὐχ οἵα τέ ἐστιν αὐτὴ πρὸς ἑαυτήν, ἐπειδὴ ἀναγκάζεται λέγειν παντὶ τῷ ἀορίστως ἐξ ἀρχῆς κατηγορηθέντι τὸ ὑποκείμενον ὑπάρχειν, μετέχον μὲν αὐτοῦ τῆς ἀοριστίας οὐ μέντοι συμπαρεκτείνεσθαι αὐτῷ δυνάμενον· οὐ γὰρ εὔλογον, ἐπειδὴ παντὶ λίθῳ τὸ μὴ δίκαιον ὑπάρχει, ἤδη καὶ παντὶ μὴ δικαίῳ τὸν λίθον ὑπάρχειν· τοῦ γὰρ λίθου τὸ μὴ δίκαιον ἐπὶ πλέον. εἰ δὲ προφέροι τὰ κατ’ ἀρχὰς τοῦ τρίτου τμήματος εἰρημένα περὶ τῆς ἀκολουθίας τῶν τε ἁπλῶν προτάσεων καὶ τῶν ἐκ μεταθέσεως καὶ ἔτι τῶν στερητικῶν, ἐν οἷς ἐδείκνυμεν τῆς ‘ἄνθρωπος οὐ δίκαιός ἐστιν‘ ἀορίστου καταφάσεως ἐπὶ πλέον οὖσαν τὴν ‘ἄνθρωπος δίκαιος οὐκ ἔστιν‘ ἁπλῆν ἀπόφασιν, ἐφιστανέτω ὅτι οὐκ αὐτὴν καθ’ αὑτὴν τὴν τοῦ ὡρισμένου κατηγορουμένου ἀπόφασιν ἀπεφαίνομεν ἐπὶ πλέον οὖσαν τῆς τοῦ ἀορίστου καταφάσεως, οἷον τὸ ‘δίκαιος οὐκ ἔστι‘ τοῦ ‘οὐ δίκαιός ἐστι‘ (τοῦτο γὰρ ψεῦδος), ἀλλὰ τὰς ὅλας προτάσεις κατηγορουμένας λαμβάνοντες τὴν εἰρημένην ἀπόφασιν τῆς καταφάσεως ἐπὶ πλέον οὖσαν κατελαμβάνομεν, διότι ἡ μὲν ἀπόφασις καὶ ἐπὶ τῶν ὅλως μὴ ὄντων ἀνθρώπων ἀληθής, οἷον ἐπὶ κυνὸς ἀποφαινομένη αὐτὸν μὴ εἶναι ἄνθρωπον δίκαιον, ἡ δὲ κατάφασις ψευδής, οὐχ ὅτι κατηγορεῖ αὐτοῦ τὸ μὴ δίκαιον, ἀλλ’ ὅτι τὰ παρὰ τὸν ἄνθρωπον ἀνθρώπους εἶναι μὴ δικαίους ἀποφαίνεται. |
| 186 | μᾶλλον οὖν ἐχρῆν ἀπορεῖν πῶς συνᾴσεται ταῦτα τοῖς περὶ τὸ πέρας τοῦ πρώτου τῶν Ἀναλυτικῶν λεγομένοις ὅτι ‘τῷ μὲν ὄντι μὴ ἴσῳ ὑπόκειταί τι, καὶ τοῦτό ἐστι τὸ ἄνισον, τῷ δὲ μὴ ὄντι ἴσῳ οὐδέν‘. πρὸς ὃ δηλονότι φήσομεν, ἐφ’ ὧν τὸ ἔστι καθ’ αὑτὸ κατηγορεῖται, ταῦτα διορίζεσθαι τὸν Ἀριστοτέλην. τῇ μὲν οὖν φειδοῖ τῶν διὰ νώθειαν ῥᾳδίως παραγομένων ταῦτα κεχαρίσθω· τοῖς γὰρ καὶ ὁπωσοῦν ἐφιστάνειν δυναμένοις οὐκ ἀναγκαίως δόξει διατρίβειν ὁ λόγος περί τινας μειρακιώδεις ἐνοχλήσεις. τούτων δὲ διωρισμένων φανερὸν ὅτι καὶ ἐπὶ τῶν ἀπροσδιορίστων προτάσεων οἱ εἰρημένοι κανόνες προχωρήσουσιν, εἰ μὴ τὰς ὅλας προτάσεις κατηγορουμένας λάβοιμεν, ἀλλὰ μόνην τὴν σχέσιν τῶν κατηγορουμένων πρὸς τοὺς ἐν αὐταῖς ὑποκειμένους πολυπραγμονοῖμεν· πᾶν γὰρ τὸ μὴ ὂν δίκαιον ἀνάγκη εἶναι μὴ δίκαιον, τοῦ εἶναι ὅταν ἐπὶ μὴ ὄντος λέγηται κατὰ συμβεβηκὸς κατηγορουμένου, καὶ πᾶν ὅ ἐστι μὴ δίκαιον, ἀνάγκη μὴ εἶναι δίκαιον, ἃ καὶ ὁ Ἐλεάτης σοφὸς ἐν τῷ Σοφιστῇ διαρρήδην ἀποφαίνεται. Φανερὸν δὲ καὶ ὅτι ἐπὶ μὲν τῶν κα θ ’ ἕκαστο ν , εἰ ἀληθὲς ἐρωτηθέντα ἀποφῆσα ι , ὅτι καὶ καταφῆσαι ἀληθέ ς · οἷον ἆρά γε Σωκράτης σοφό ς ; ο ὔ · Σωκράτης ἄρα οὐ σοφό ς . ἐπὶ δὲ τῶν καθόλου οὐκ ἀληθὴς ἡ ὁμοίως λεγομέν η , ἀληθὴς δὲ ἡ ἀπόφασι ς · οἷον ἆρά γε πᾶς ἄνθρωπος σοφό ς ; ο ὔ · πᾶς ἄρα ἄνθρωπος οὐ σοφό ς · τοῦτο γὰρ ψεῦδο ς , ἀλλὰ τὸ οὐ πᾶς ἄρα ἄνθρωπος σοφός ἀληθέ ς . αὕτη δέ ἐστιν ἡ ἀντικειμέν η , ἐκείνη δὲ ἡ ἐναντί α . Ἀκόλουθόν ἐστι τοῦτο τὸ θεώρημα τῷ προσεχῶς παραδεδομένῳ καὶ δι’ ἐκείνου λαμβάνον τὴν πίστιν· πρότερον μὲν γὰρ ἐδίδασκεν ἡμᾶς ποίᾳ ἀληθεῖ καταφάσει συναληθεύσει ἀπόφασις ὁμοίως αὐτῇ κατὰ τὸ ποσὸν ἔχουσα, νῦν δὲ διδάσκει ποίας μὲν ἁπλῆς καταφάσεως ψευδομένης τὴν ἐπὶ τῶν αὐτῶν ὅρων καὶ κατὰ τὸ αὐτὸ ποσὸν λεγομένην ἐκ μεταθέσεως κατάφασιν ἀληθεύειν ἀνάγκη, ποίας δὲ ἀδύνατον. |
| 187 | καί φησιν ὅτι ἐπὶ μὲν τῶν καθ’ ἕκαστον ψευδομένης τῆς ἁπλῆς καταφάσεως τὴν ἐκ μεταθέσεως κατάφασιν ἀναγκαῖον ἀληθεύειν, ἐπὶ δὲ τῶν καθόλου ὡς καθόλου συμψεύδεσθαι ἀνάγκη τῇ ἁπλῇ καταφάσει τὴν ἐκ μεταθέσεως. εἶτα καὶ πρὸς τὰς διαλεκτικὰς συνουσίας χρήσιμον τὸ θεώρημα ποιῶν ἡμᾶς τε προσεκτικωτέρους πρὸς τὸ μὴ προχείρως συγχωρεῖν ἀπὸ τοῦ περί τινας τῶν προτάσεων συμβαίνοντος ὅτι καὶ ἐπὶ πασῶν τῶν ὁμοίως λεγομένων ὡσαύτως ἔχει, προάγει τὸν λόγον ὡς ἐν ἐρωτήσει λεγομένων τῶν προτάσεων καί φησιν ὡς εἴπερ πρὸς τὸν ἐρόμενον καθ’ ἕκαστά τινα κατάφασιν ἁπλῆν, οἷον τὸ ‘ἆρα Σωκράτης σοφός ἐστιν;‘, ἀληθὲς εἴη καθ’ ὑπόθεσιν τὸ ἀποφῆσαι, τοῦτ’ ἔστι τὸ ἀποφατικὸν ἀποκρίνασθαι μόριον καὶ εἰπεῖν ὅτι οὔ, ἔσται πάντως ἀληθὲς ἐπ’ αὐτοῦ καὶ τὸ καταφῆσαι, τοῦτ’ ἔστι προτάξαντας τοῦ κατηγορουμένου τὴν ἄρνησιν ποιῆσαι κατάφασιν ἐκ μεταθέσεως καὶ εἰπεῖν ‘Σωκράτης ἄρα οὐ σοφός ἐστιν‘ ἢ ‘οὐκ ἄδικοσ‘ ἢ ‘οὐ πτερωτόσ‘, ἵνα καὶ ὄντως ᾖ ἀληθὴς ὁ λόγος, πρὸς δέ γε τὸν ἐρόμενον καθόλου τινὰ κατάφασιν ἁπλῆν, οἷον τὴν ‘ἆρα πᾶς ἄνθρωπος σοφός;‘, ἀληθὲς μὲν τὸ ἀποφῆσαι καὶ ἀποκρίνασθαι ὅτι οὔ, τὸ μέντοι συνθεῖναι πάλιν τὴν ἐρώτησιν καὶ τὴν ἀπόκρισιν καὶ σχηματίσαι εἰς μίαν ἐκ μεταθέσεως κατάφασιν τὴν ‘πᾶς ἄρα ἄνθρωπος οὐ σοφός ἐστιν‘ οὐκέτι ἀληθές. τούτου δὲ αἴτιον τὸ ἐπὶ μὲν τῶν καθ’ ἕκαστα τῇ ἁπλῇ ἀποφάσει ταὐτὸν δύνασθαι τὴν ἐκ μεταθέσεως κατάφασιν, ὡς ἐδιδάχθημεν διὰ τῶν ἀρτίως παραδεδομένων κανόνων, ψευδομένης δὲ τῆς ἁπλῆς καταφάσεως τήν τε ἀπόφασιν αὐτῆς ἐξ ἀνάγκης ἀληθεύειν καὶ τὴν ἴσον αὐτῇ δυναμένην τὴν ἐκ μεταθέσεως κατάφασιν, ἐπὶ δὲ τῶν καθόλου τὴν ἐκ μεταθέσεως κατάφασιν μὴ ἰσοδυναμεῖν τῇ ἀντιφασκούσῃ πρὸς τὴν ἁπλῆν κατάφασιν ἀποφάσει ἀλλὰ τῇ ἐναντίᾳ πρὸς αὐτήν· ὁ γὰρ εἰπὼν ‘πᾶς ἄνθρωπος οὐ σοφός ἐστι‘ ταὐτὸν φθέγγεται τῷ λέγοντι ‘οὐδεὶς ἄνθρωπος σοφός ἐστι‘ χωρίζων ἀπὸ πάντων τῶν καθ’ ἕκαστα ἀνθρώπων τὸ σοφός, ἀλλ’ οὐ μόνον τὸ κατὰ πάντων κατηγορεῖσθαι τὸ σοφός ἀναιρῶν, ὅπερ ποιεῖ ὁ λέγων ‘οὐ πᾶς ἄνθρωπος σοφός ἐστιν‘. ἐπεὶ οὖν τὰς ἐναντίας συμψεύδεσθαι ἀλλήλαις ἀνάγκη, τῇ δὲ ἐναντίᾳ πρὸς τὴν ἁπλῆν κατάφασιν ἀποφάσει ταὐτὸν ἐλέγομεν φθέγγεσθαι τὴν ἐκ μεταθέσεως κατάφασιν κατὰ τοὺς παραδεδομένους περὶ τῆς ἀκολουθίας τῶν προτάσεων κανόνας, διὰ τοῦτο καὶ ταύτην συμψεύδεσθαι αὐτῇ ἀναγκαῖον, ὅπερ οὐκ ἐνεδέχετο γίνεσθαι ἐπὶ τῶν καθ’ ἕκαστα προτάσεων· ἐπ’ ἐκείνων μὲν γὰρ τῇ καταφάσει μία μόνη ἀντίκειται ἀπόφασις, ἡ ἀντιφάσκουσα πρὸς αὐτήν, ὡς ἐναντία δὲ οὐδεμία· τῶν δὲ τῇ καθόλου καταφάσει μαχομένων δύο ἀποφάσεων ἡ μὲν ἐναντία πρὸς αὐτὴν δῆλον ὅτι συμψεύσεται αὐτῇ καὶ ἡ ἰσοδυναμοῦσα αὐτῇ ἐκ μεταθέσεως κατάφασις, ἡ δὲ ἀντιφατικῶς αὐτῇ μαχομένη ἀληθεύσει. |
| 188 | διό φησιν ἀληθὲς εἶναι τὸ ‘οὐ πᾶς ἄρα ἄνθρωπος σοφόσ‘. ἀλλὰ περὶ τῶν λοιπῶν καταφάσεων τί ἐροῦμεν, τῆς τε ἀπροσδιορίστου καὶ τῆς ἐπὶ μέρους; φημὶ δὴ ὅτι τῇ καθ’ ἕκαστα ὁμοίως ἔχουσι διὰ τὸ μηδὲ ταύταις εἶναί τινα συμψευδομένην, ἀλλ’ ἤτοι συναληθεύουσαν ἢ διαιροῦσαν μεθ’ ἑκατέρας αὐτῶν τὸ ἀληθὲς καὶ τὸ ψεῦδος. διὸ τῆς ‘ἆρά γε ἄνθρωπος πτερωτός ἐστιν;‘ καὶ ‘ἆρά γε τὶς ἄνθρωπος πτερωτός ἐστιν;‘ ἐρωτήσεως ψευδομένης οὔτε ἡ ‘ἄνθρωπος ἄρα οὐ πτερωτός ἐστιν‘ οὔτε ἡ ‘τὶς ἄνθρωπος ἄρα οὐ πτερωτός ἐστιν‘ ἐκ μεταθέσεως κατάφασις ψευδής. Αἱ δὲ κατὰ τὰ ἀόριστα ἀντικείμεναι ὀνόματα καὶ ῥήματ α , οἷον ἐπὶ τοῦ μὴ ἄνθρωπος καὶ μὴ δίκαιο ς , ὥσπερ ἀποφάσεις ἄνευ ὀνόματος καὶ ῥήματος δόξαιεν ἂν εἶνα ι , οὐκ εἰσὶ δ έ · ἀεὶ γὰρ ἀληθεύειν ἀνάγκη ἢ ψεύδεσθαι τὴν ἀπόφασι ν , ὁ δ ’ εἰπὼν οὐκ ἄνθρωπος οὐδὲν μᾶλλον τοῦ ἄνθρωπος ἀλλὰ καὶ ἧττον ἠλήθευκεν ἢ ἔψευστα ι , ἐὰν μή τι προστεθ ῇ . Πρὸς μὲν τῷ συμπεράσματι τοῦ δευτέρου κεφαλαίου παραδιδοὺς ἡμῖν τὰς ἐξ ἀορίστου τοῦ ὑποκειμένου προτάσεις ἐνεδείκνυτο, ὡς καὶ ἐν ἐκείνοις ἐπεσημηνάμεθα, ὅτι τὰ ἀόριστα ὀνόματα ὑποπτευθεῖεν μὲν ἂν ἀποφάσεις εἶναι, οὐ μέντοι καὶ οὕτως ἔχουσι, δι’ ὧν ἔλεγεν ἄνευ δὲ ῥήματος οὐδεμία κατάφασι ς · ἐν δέ γε τούτοις διττὴν ἡμῖν διαφορὰν τῶν προτάσεων πρότερόν τε παραδοὺς καὶ ἑξῆς ἐπάγειν μέλλων, τὴν μὲν κατὰ τὸ ὡρισμένον καὶ ἀόριστον τῶν ὑποκειμένων τὴν δὲ κατὰ τὸ ὡρισμένον καὶ ἀόριστον τῶν κατηγορουμένων, εἰκότως ηὐλαβήθη μὴ τὸ οὔ ἀποφατικὸν μόριον συντεταγμένον τοῖς τε ὀνόμασιν ἐν τοῖς ἀορίστοις ὑποκειμένοις καὶ τοῖς ῥήμασιν ἐν τοῖς ἀορίστοις κατηγορουμένοις ποιήσῃ τῶν ἁπλουστέρων τινὰς ὑπολαβεῖν ὅτι καὶ αὐτὰ καθ’ αὑτὰ λεγόμενα τὰ ἀόριστα ὀνόματα καὶ τὰ ἀόριστα ῥήματα δύνανται ποιεῖν ἀποφάσεις, καὶ τὴν γενομένην ἂν ἐντεῦθεν ἀπάτην εὐθὺς ἰάσατο ἐπιδείξας ὅσον διεστήκασι τῶν ἀποφάσεων. |
| 189 | φησὶν οὖν αἱ δὲ κατὰ τὰ ἀόριστα ἀντικείμεναι ὀνόματα καὶ ῥήματ α , ἐλλιπῶς αὐτὸ διὰ συντομίαν ἀπαγγείλας· οὔτε γὰρ τίνες αἱ ἀντικείμεναι εἴρηται οὔτε τίσιν ἀντικείμεναι. τὸ δὲ πλῆρες τῆς λέξεως εἴη ἂν ‘αἱ δὲ φωναὶ αἱ κατὰ τὰ ἀόριστα ὀνόματα καὶ ῥήματα ἀντικείμεναι ταῖς κατὰ τὰ ὡρισμένα δόξαιεν ἂν αὐτῶν ἐκείνων τῶν ὡρισμένων εἶναι ἀποφάσεις, αἱ μὲν τῶν ἀορίστων ὀνομάτων φωναὶ ἀποφάσεις οὖσαι ἄνευ ῥήματος, αἱ δὲ τῶν ἀορίστων ῥημάτων ἀποφάσεις ἄνευ ὀνόματος, ὡς τῆς ὄντως ἀποφάσεως ἐξ ἀμφοῖν συμπληροῦσθαι ὀφειλούσης, ὀνόματός τε καὶ ῥήματοσ‘. οὐ μέντοι, φησί, καὶ ὄντως εἰσὶν ἀποφάσεις. καὶ συλλογίζεται τοῦτο ἐναργῶς ἐν δευτέρῳ σχήματι, λέγων ὅτι τὰς μὲν ἀποφάσεις λόγους οὔσας ἀποφαντικοὺς πᾶσα ἀνάγκη ἀληθεύειν ἢ ψεύδεσθαι, τὰ δὲ ἀόριστα ὀνόματα, οἷον τὸ οὐκ ἄνθρωπος, καὶ τὰ ἀόριστα ῥήματα, οἷον τὸ οὐ δίκαιος, οὔτε ἀληθὲς οὔτε ψεῦδος οὐδὲν σημαίνειν δυνατόν· οὐκ ἄρα ταῦτα ἀποφάσεις. ὅτι δὲ οὐδὲν σημαίνουσιν ἀληθὲς ἢ ψεῦδος, ἐναργῶς κατεσκεύασε παραβάλλων αὐτὰ πρὸς τὰ ὡρισμένα ὀνόματά τε καὶ ῥήματα καὶ χρώμενος τῇ ἀπὸ τοῦ μᾶλλον καὶ ἧττον ἐπιχειρήσει· εἰ γὰρ τὰ ὡρισμένα φύσιν τινὰ ὡρισμένην σημαίνοντα καὶ κατ’ αὐτὸ τοῦτο τῶν ἀορίστων ἐπιτηδειότερα ὄντα πρὸς τὸ σημῆναί τι ἀληθὲς ἢ ψεῦδος, εἴπερ ἐπεφύκει ταῦτα ἐν ἁπλαῖς θεωρεῖσθαι φωναῖς, οὐδὲν ὅμως σημαίνει τοιοῦτον, ὡς εἴρηται πολλάκις ἐν τοῖς προλαβοῦσι, τὰ ἄρα ἀόριστα τὰς μὲν ὑπὸ τῶν ὡρισμένων δηλουμένας φύσεις ἀναιροῦντα οὐδεμίαν δὲ ἄλλην εἰσάγοντα, ἀλλ’ ὁμοίως πᾶσιν οὖσί τε καὶ μὴ οὖσιν ἐφαρμόττειν δυνάμενα πολλῷ ἂν μᾶλλον ἀφεστήκοι τοῦ σημαίνειν τι ἀληθὲς ἢ ψεῦδος, ὅπερ αὐτὸς ἐνεδείξατο ἧττον αὐτὰ ἐκείνων ἀληθεύειν ἢ ψεύδεσθαι εἰπών, ἂν μή τι προστεθ ῇ · ἐὰν γὰρ ἢ τῷ ἀορίστῳ ὀνόματι ῥῆμά τι προσθῶμεν (οὐ μόνον τὸ κατὰ τὸ κατηγορεῖσθαι λεγόμενον ῥῆμα, οἷον τὸ δίκαιος, ἀλλὰ πρὸς τούτῳ καὶ τὸ χρόνον τινὰ προσσημαῖνον), ἢ τῷ κατὰ τὸ κατηγορεῖσθαι ἀορίστῳ λεγομένῳ ῥήματι, οἷον τῷ οὐ δίκαιος, ὄνομά τε καὶ τὸ κατὰ χρόνον λεγόμενον ῥῆμα, ἢ τῷ οὐ περιπατεῖ καὶ πᾶσι τοῖς κατὰ χρόνον λεγομένοις ὄνομα μόνον, τότε ποιοῦμεν αὐτοτελῆ λόγον ἀληθείας ἢ ψεύδους δεκτικόν. Σημαίνει δὲ τὸ ἔστι πᾶς οὐκ ἄνθρωπος δίκαιος οὐδεμιᾷ ἐκείνων ταὐτό ν , οὐδὲ ἡ ἀντικειμένη ταύτῃ ἡ οὐκ ἔστι πᾶς οὐκ ἄνθρωπος δίκαιο ς · τὸ δὲ πᾶς οὐ δίκαιος οὐκ ἄνθρωπος τῷ οὐδεὶς δίκαιος οὐκ ἄνθρωπος ταὐτὸν σημαίνε ι . |
| 190 (1n) | Συνεχῆ μὲν ἐχρῆν εἶναι τὰ διὰ τούτων λεγόμενα τοῖς πρότερον εἰρημένοις περὶ τῶν ἀκολουθουσῶν ἀλλήλαις προτάσεων, ἐν οἷς ἔλεγεν ἀκολουθοῦσι δὲ αὗτα ι · παραδοὺς γὰρ ἡμῖν ἐν ἐκείνοις τὴν ἀκολουθίαν τῶν ἐξ ὡρισμένου τοῦ ὑποκειμένου προτάσεων, ἐν τούτοις παραδίδωσιν ὅπως καὶ αἱ ἀόριστον ἔχουσαι τὸν ὑποκείμενον ἀκολουθοῦσιν ἀλλήλαις. ἀλλὰ διέκοψε τὸ συνεχὲς τῆς διδασκαλίας προσεχῶς μὲν ἡ διάκρισις τῶν ἀορίστων ὀνομάτων τε καὶ ῥημάτων ἀπὸ τῶν ἀποφάσεων, πρὸ ἐκείνου δὲ ἡ διδασκαλία τοῦ πῶς τῶν καταφάσεων τῶν ἁπλῶν ψευδομένων αἱ ἀόριστον ἔχουσαι τὸν κατηγορούμενον ἐξ ἀνάγκης ἀληθεύουσιν, ὅπερ ἦν ἀντικείμενον μέν πως τοῖς περὶ τῆς ἀκολουθίας εἰρημένοις, συγγενὲς δὲ ὅμως πρὸς αὐτὰ καὶ παραλαμβάνον προτάσεις τὰς μὲν ἐξ ἀμφοτέρων τῶν ὅρων ὡρισμένων τὰς δὲ ἐξ ὡρισμένου μὲν τοῦ ὑποκειμένου ἀορίστου δὲ τοῦ κατηγορουμένου. μετ’ ἐκεῖνα οὖν μέλλων ἡμῖν παραδιδόναι τὴν ἀκολουθίαν, ὡς εἴρηται, τῶν ἐξ ἀορίστου τοῦ ὑποκειμένου προτάσεων, ἀναγκαίως πρός τε τὰ προλαβόντα καὶ πρὸς τὰ ἐπάγεσθαι μέλλοντα περὶ αὐτῶν τῶν ἀορίστων διείλεκται φωνῶν, ποίαν ἔχουσι δύναμιν. διὸ μετὰ ταῦτα εἰκότως τὸ ἀκόλουθον ἐκείνοις ἀποδιδοὺς προστίθησιν ὅπως ἕπονται ἀλλήλαις αἱ ἀόριστον ἔχουσαι τὸν ὑποκείμενον προτάσεις. καὶ πρῶτον μὲν ἐπισημαίνεται ὅτι ἄλλο εἶδος τῶν τοιούτων προτάσεων παρὰ τὰς ἐξ ὡρισμένου τοῦ ὑποκειμένου· τὸ γὰρ οὐδεμιᾷ ἐκείνων λέγει περὶ τῶν ὡρισμένον ἐχουσῶν τὸν ὑποκείμενον, ὧν πρότερον παραδέδωκε τὴν ἀκολουθίαν· πῶς γὰρ ταὐτὸν ἂν σημαίνοιεν αἱ ἐξ ἀορίστου τοῦ ὑποκειμένου ταῖς ἐξ ὡρισμένου; εἶτα καὶ ἐπὶ τούτων μίαν πρότασιν ἐκθέμενος ἄμφω ἔχουσαν ἀόριστα, τό τε ὑποκείμενον καὶ τὸ κατηγορούμενον, τὴν ‘πᾶς οὐκ ἄνθρωπος οὐ δίκαιός ἐστι‘, καὶ ἀκολουθεῖν αὐτῇ ἀποφηνάμενος τὴν ‘οὐδεὶς οὐκ ἄνθρωπος δίκαιός ἐστι‘, μεταβέβηκεν ἐπὶ ἑτέρου θεωρήματος ἐπίσκεψιν. εἰ δὲ βούλοιτό τις καὶ ἄλλῃ οἵᾳ δήποτε προτάσει τῶν ἐξ ἀορίστου τοῦ ὑποκειμένου τὴν ἀκολουθοῦσαν εὑρεῖν, ῥᾳδίαν ἕξει τὴν εὕρεσιν ἀπὸ τῶν πρότερον ἡμῖν παραδεδομένων κανόνων. φανερὸν δὲ ὅτι καὶ τὰ εἰρημένα μετὰ τὴν θεωρίαν τῆς ἀκολουθήσεως τῶν ἐξ ὡρισμένου τοῦ ὑποκειμένου προτάσεων περὶ τοῦ ψευδομένης τῆς ἁπλῆς ἐν αὐταῖς καταφάσεως τὴν ἐκ μεταθέσεως ποτὲ μὲν ἀληθῆ ποτὲ δὲ ψευδῆ καταλαμβάνεσθαι παραπλησίως ἐκείναις ἁρμόσει καὶ ἐπὶ τῶν ἀόριστον ἐχουσῶν τὸν ὑποκείμενον, ὅπερ Ἀριστοτέλης ὡς ἐναργὲς ἔοικε παραλελοιπέναι. |
| 191 | Μετατιθέμενα δὲ τὰ ὀνόματα καὶ τὰ ῥήματα ταὐτὸν σημαίνε ι , οἷον ἔστι λευκὸς ἄνθρωπος—ἔστιν ἄνθρωπος λευκό ς · εἰ γὰρ μὴ τοῦτό ἐστ ι , τοῦ αὐτοῦ πλείους ἔσονται ἀποφάσει ς . ἀλλὰ δέδεικται ὅτι μία μιᾶ ς . τοῦ μὲν γὰρ ἔστι λευκὸς ἄνθρωπος ἀπόφασις τὸ οὐκ ἔστι λευκὸς ἄνθρωπο ς , τοῦ δὲ ἔστιν ἄνθρωπος λευκό ς , εἰ μὴ ἡ αὐτή ἐστι τῇ ἔστι λευκός ἄνθρωπο ς , ἔσται ἀπόφασις ἤτοι τὸ οὐκ ἔστιν οὐκ ἄνθρωπος λευκός ἢ τὸ οὐκ ἔστιν λευκὸς ἄνθρωπο ς . ἀλ λ ’ ἡ ἑτέρα μέν ἐστιν ἀπόφασις τοῦ ἔστιν οὐκ ἄνθρωπος λευκό ς , ἡ ἑτέρα δὲ τοῦ ἔστι λευκὸς ἄνθρωπο ς · ὥστε ἔσονται δύο μιᾶ ς . ὅτι μὲν οὖν μετατιθεμένου τοῦ ὀνόματος καὶ τοῦ ῥήματος ἡ αὐτὴ γίνεται κατάφασις καὶ ἀπόφασι ς , δῆλο ν . Ἀκόλουθον καὶ τοῦτο τὸ θεώρημα τοῖς πρότερον ἡμῖν παραδεδομένοις· διαλεχθεὶς γὰρ περὶ τῶν ἑπομένων, ταὐτὸν δὲ εἰπεῖν συναληθευουσῶν ἀλλήλαις προτάσεων, διδάσκει ἡμᾶς διὰ τούτων ὅτι εἰσὶ προτάσεις τινὲς δοκοῦσαι μὲν εἶναι διάφοροι καὶ συναληθεύειν ἀλλήλαις, κατ’ ἀλήθειαν μέντοι οὐδεμίαν ἔχουσαι πρὸς ἀλλήλας διαφορὰν πλὴν περὶ τὴν λέξιν. τοιαῦται δέ εἰσιν αἱ μετατιθεῖσαι, ὅπερ αὐτός φησι, τά τε ὀνόματα καὶ τὰ ῥήματ α , τοῦτ’ ἔστι τά τε ὑποκείμενα καὶ τὰ κατηγορούμενα, ὡς δηλοῖ τὰ παρατεθέντα παρ’ αὐτοῦ παραδείγματα, τὸ ἔστιν ἄνθρωπος λευκός καὶ ἔστι λευκὸς ἄνθρωπο ς · ἐν γὰρ ταῖς τοιαύταις προτάσεσι περὶ μόνον τὸ κατηγορούμενον καὶ τὸ ὑποκείμενον τῆς μεταθέσεως γινομένης τὸ ὄνομα ἔφη καὶ τὸ ῥῆμα μετατίθεσθαι, μετάθεσιν καλῶν τὴν μετάταξιν τὴν κατὰ τὴν ἐκφώνησιν, τοῦτ’ ἔστι τὸ τόδε πρὸ τοῦδε φθέγγεσθαι ἡμᾶς ἐν τῇ προτάσει ἢ τόδε πρὸ τοῦδε· ἡ γὰρ τοιαύτη μετάθεσις τῶν ὀνομάτων καὶ τῶν ῥημάτων οὐδεμίαν ἐξαλλαγὴν ἐργάζεται περὶ τὰς προτάσεις κατὰ τὰ σημαινόμενα· περὶ μὲν γὰρ τὸ εὔρυθμον τῆς ἀπαγγελίας πλείστην ὅσην ποιεῖ διαφορὰν ἡ τοιάδε τάξις τῶν ὀνομάτων τε καὶ ῥημάτων· οὐ γὰρ ὁμοίως εὔηχον τῷ ‘κατέβην χθὲς εἰς Πειραιᾶ‘ τὸ ‘εἰς Πειραιᾶ κατέβην χθέσ‘. |
| 192 | διὸ τοῖς ῥήτορσι πολὺς γίνεται λόγος οὐ μόνον τῆς ἐκλογῆς τῶν Ἑλληνικῶν ὀνομάτων τε καὶ ῥημάτων ἀλλὰ καὶ τῆς τοιᾶσδε αὐτῶν συντάξεως. περὶ μέντοι αὐτὸ τὸ σημαινόμενον, ὑπὲρ οὗ τοῖς φιλοσόφοις προηγουμένως ὁ λόγος, οὐδὲν ἐκείνου τοῦτο διαφέρει. λέγεται δέ τις καὶ ἑτέρα μετάθεσις τῶν ὀνομάτων καὶ τῶν ῥημάτων, ἡ τῶν ὡρισμένων εἰς τὰ ἀόριστα μετάβασις, ἥτις παντάπασιν ἐξαλλάττει τὰς προτάσεις. ἀλλ’ οὐδὲν τοῦτο πρὸς τὰ νῦν ὑπὸ τοῦ Ἀριστοτέλους παραδιδόμενα. πάνυ δὲ ἀκριβῶς τὴν τῶν ὀνομάτων μόνον καὶ τῶν ῥημάτων μετάθεσιν τὰς αὐτὰς φυλάττειν ἔφη προτάσεις, οἷον ‘ἄνθρωπος δίκαιός ἐστιν—ἄνθρωπός ἐστι δίκαιος—δίκαιος ἄνθρωπός ἐστι—δίκαιός ἐστιν ἄνθρωπος—ἔστιν ἄνθρωπος δίκαιος—ἔστι δίκαιος ἄνθρωποσ‘· τὸ γὰρ ἀποφατικὸν μόριον αὐτὸ καθ’ αὑτὸ μετατιθέμενον παντάπασιν ἐξαλλάττει τὰς προτάσεις, καὶ τῷ μὲν ὑποκειμένῳ συμπλεκόμενον ποιεῖ κατάφασιν ἐξ ἀορίστου τοῦ ὑποκειμένου, τῷ δὲ κατηγορουμένῳ κατάφασιν ἐκ μεταθέσεως, τῷ δέ γε ἔστιν ἢ ἐν ταῖς προσδιωρισμέναις προτάσεσι τῷ προσδιορισμῷ ποιεῖ ἀπόφασιν. εἰ μέντοι γε μετὰ τοῦ ὅρου, ᾧ ἐν τῇ ἐξ ἀρχῆς προτάσει τυγχάνει συντεταγμένον, μετατιθείη τις αὐτό, καὶ οὕτως μένει ἡ αὐτὴ πρότασις τῷ ῥῆμα ἀόριστον εἶναι τὸ μετατεθὲν ἀλλ’ οὐ καθ’ αὑτὸ τὸ ἀρνητικὸν μόριον, οἷον ‘οὐκ ἔστιν ἄνθρωπος λευκός—ἄνθρωπος οὐκ ἔστι λευκός— ἄνθρωπος λευκὸς οὐκ ἔστι‘. ταῦτα μὲν οὖν δῆλα. Ποιεῖται δὲ τὴν δεῖξιν ὁ Ἀριστοτέλης τοῦ προκειμένου προβλήματος, ὅτι αἱ αὐταί εἰσιν ἥ τε ‘ἔστιν ἄνθρωπος λευκόσ‘ καὶ ἡ ‘ἔστι λευκὸς ἄνθρωποσ‘, κατὰ τὸν δεύτερον τῶν ὑποθετικῶν τῇ ἀναιρέσει τοῦ ἑπομένου τὸ ἡγούμενον συναναιρῶν· εἰ γὰρ μή εἰσιν αἱ αὐταί, φησίν, αἱ εἰρημέναι προτάσεις, συμβαίνει τῆς αὐτῆς καταφάσεως πλείονας εἶναι ἀποφάσεις· ἀλλὰ μὴν τοῦτο ἀδύνατον, ὡς ἐδείκνυτο πρότερον, ἐν οἷς ἔλεγε φανερὸν δὲ ὅτι καὶ μία ἀπόφασις μιᾶς καταφάσεω ς · οὐκ ἄρα διαφέρουσιν αἱ εἰρημέναι προτάσεις ἀλλήλων. ἀλλὰ πόθεν δῆλον ὅτι τῷ διαφόρους εἶναι τὰς προτάσεις, περὶ ὧν ὁ λόγος, ἕπεται τὸ τῆς αὐτῆς καταφάσεως πλείονας εἶναι ἀποφάσεις; ὅτι, φησίν, εἰ ἑτέρα ἐστὶν ἡ ‘ἔστι λευκὸς ἄνθρωποσ‘ κατάφασις παρὰ τὴν ‘ἔστιν ἄνθρωπος λευκόσ‘, διάφοροι αὐτῶν ἔσονται καὶ αἱ ἀποφάσεις, εἴπερ τῆς μιᾶς καταφάσεως μία ἀπόφασις· ἀλλὰ τῆς ‘ἔστι λευκὸς ἄνθρωποσ‘ ἀπόφασις ἡ ‘οὐκ ἔστι λευκὸς ἄνθρωποσ‘· τῆς ἄρα ‘ἔστιν ἄνθρωπος λευκόσ‘ ἑτέρα τις ἔσται ἀπόφασις· οὐκοῦν ἢ τὴν ‘οὐκ ἔστιν ἄνθρωπος λευκόσ‘ ἐρεῖς εἶναι αὐτῆς ἀπόφασιν ἢ τὴν ‘οὐκ ἔστιν οὐκ ἄνθρωπος λευκόσ‘. |
| 193 | ἀλλ’ ἡ ‘οὐκ ἔστιν οὐκ ἄνθρωπος λευκόσ‘ τῆς ‘ἔστιν οὐκ ἄνθρωπος λευκόσ‘ καταφάσεώς ἐστιν ἀπόφασις. ὡσαύτως δὲ καὶ ἣν ἂν λάβῃς ἄλλην παρὰ τὴν ‘οὐκ ἔστιν ἄνθρωπος λευκόσ‘, ἑτέρας τινὸς καταφάσεως εὑρήσεις αὐτὴν οὖσαν ἀπόφασιν. ἀνάγκη ἄρα τὴν ‘οὐκ ἔστιν ἄνθρωπος λευκόσ‘ τῆς ‘ἔστιν ἄνθρωπος λευκόσ‘ καταφάσεως ἀπόφασιν εἶναι. ἀλλ’ ἡ αὐτή, ἡ ‘οὐκ ἔστιν ἄνθρωπος λευκόσ‘, καὶ τῆς ‘ἔστι λευκὸς ἄνθρωποσ‘ καταφάσεώς ἐστιν ἀπόφασις, οὐχ ὅτι, ὥσπερ φασί τινες, ἀεὶ μερίζει μετ’ αὐτῆς τὸ ἀληθὲς καὶ τὸ ψεῦδος οὐ κατὰ τήνδε μόνον ἢ τήνδε τὴν ὕλην, ὡς ἐπί τινων προτάσεων γίνεσθαι συμβαίνει, οἷον τῶν ἐναντίων ἢ τῶν κατὰ μέρος, ἀλλὰ κατὰ πᾶσαν ἁπλῶς ὕλην (ταῦτα γὰρ ἐπιλελησμένων ἐστὶ τῆς περὶ τούτων τοῦ Ἀριστοτέλους διδασκαλίας), ἀλλ’ ὅτι διαφέρουσι μὲν αὗται τῶν προσδιωρισμένων κατὰ μόνους τοὺς προσδιορισμούς, πρὸς δὲ τὴν ‘πᾶς ἐστι λευκὸς ἄνθρωποσ‘ ἀντιφάσκει ὁμολογουμένως ἑκατέρα τῶν ‘οὐ πᾶς ἐστι λευκὸς ἄνθρωποσ‘, ‘οὐ πᾶς ἐστιν ἄνθρωπος λευκόσ‘, καὶ ἐπὶ τῆς τίς καὶ οὐδείς ὡσαύτως. διὸ καὶ ἐπὶ τῶν ἀπροσδιορίστων τοῦτο οὕτως ἕξει, οὐ κατὰ τὸ ἀντιφάσκειν, ἀλλὰ κατὰ τὸ μηδὲν ἔλαττον ἔχειν ὁποτερανοῦν τῆς λοιπῆς πρὸς τὸ εἶναι τῆς αὐτῆς καταφάσεως ἀπόφασιν. ὥσθ’, ὅπερ ἐλέγομεν, μιᾶς καταφάσεως, τῆς ‘ἔστι λευκὸς ἄνθρωποσ‘, ἔσονται δύο ἀποφάσεις, ἥ τε ‘οὐκ ἔστι λευκὸς ἄνθρωποσ‘ καὶ ἡ ‘οὐκ ἔστιν ἄνθρωπος λευκός.‘ ἦν μὲν οὖν καὶ συντομώτερον τὸ αὐτὸ συλλογίσασθαι, λέγοντα ὅτι τῶν εἰρημένων δύο καταφάσεων μία ἔσται ἀπόφασις, ἡ ‘οὐκ ἔστι λευκὸς ἄνθρωποσ‘, κατὰ τὴν αὐτὴν ἔννοιαν, καθ’ ἣν τῇ μιᾷ καταφάσει τὰς δύο ἀποφάσεις μάχεσθαι λέγομεν. ἀλλ’ ἔοικεν ὁ Ἀριστοτέλης τὴν μὲν κατάφασιν ὡς ὅρον τινὰ καὶ εἶδος οὖσαν μίαν εἰληφέναι, εἰς ἄτοπον δὲ τὸν λόγον ἀπάγειν τὸ τῷ αὐτῷ οἷον εἴδει δύο μάχεσθαι στερήσεις. Ἀπορήσειε δ’ ἄν τις, ὅπερ ἤδη τις ἠπόρει πρὸς ἡμᾶς, πῶς οὖν συμβήσεται τὴν καθόλου καταφατικὴν πρότασιν ἀντιστρέφειν πρὸς ἑαυτήν, εἴπερ ἀληθὲς τὸ παραδιδόμενον ὑπὸ τοῦ Ἀριστοτέλους θεώρημα· τῇ γὰρ ‘πᾶς ἄνθρωπος ζῷον‘ καταφάσει συναληθεύσει ἡ λέγουσα ‘πᾶν ζῷον ἄνθρωποσ‘, μόνων ἐν αὐταῖς μετατεθειμένων κατὰ τὴν τάξιν τοῦ τε ὑποκειμένου καὶ τοῦ κατηγορουμένου. πρὸς ὃν ἐροῦμεν ὅτι μάλιστα μὲν κατὰ μόνην τὴν ἐκφώνησιν ἀξιοῖ γίνεσθαι τὴν μετάθεσιν τῶν ὅρων ὁ Ἀριστοτέλης, τῆς ἑκατέρου δυνάμεως τῆς αὐτῆς φυλαττομένης, τοῦτ’ ἔστι τοῦ τε ὑποκειμένου καὶ μετὰ τὴν μετάθεσιν μένοντος ὑποκειμένου καὶ τοῦ κατηγορουμένου κατηγορουμένου· οὐ γὰρ τῷ πρῶτον ἢ δεύτερον ἐν τῇ προτάσει λέγεσθαι κρίνομεν τόν τε ὑποκείμενον καὶ τὸν κατηγορούμενον, ἀλλὰ κατὰ τοὺς παραδεδομένους περὶ αὐτῶν πάλαι διορισμοὺς τῷ τὸν μὲν εἶναι περὶ οὗ ὁ λόγος τὸν δὲ περὶ αὐτοῦ λέγεσθαι, καὶ τὸν μὲν ἢ ἔχειν ἢ δύνασθαί γε προσλαμβάνειν τὸ ἄρθρον ἤ τινα τῶν προσδιορισμῶν τὸν δὲ οὐδαμῶς. |
| 194 | ἐν μὲν οὖν ταῖς ἐκτεθειμέναις παρὰ τοῦ Ἀριστοτέλους προτάσεσιν ὅ τε ἄνθρωπος καθ’ ἑκατέραν ὑπόκειται (περὶ αὐτοῦ γὰρ ὁ λόγος) καὶ κατηγορεῖται τὸ λευκόν, ἐν δέ γε ταῖς ‘πᾶς ἄνθρωπος ζῷον—πᾶν ζῷον ἄνθρωποσ‘ οὔτε ὑποκείμενος ὁ αὐτὸς οὔτε κατηγορούμενος. δηλοῖ δὲ ὁ προσδιορισμὸς ἄλλοτε ἄλλῳ συμπλεκόμενος τῶν ὅρων. ἔπειτα, ὅπερ ἐλέγομεν περὶ τοῦ ἀποφατικοῦ μορίου, ὅτι καθ’ ἑαυτὸ μὲν μετατιθέμενον ἄλλας ἐξ ἄλλων ποιεῖ τὰς προτάσεις, μετὰ δέ γε τοῦ μορίου τῆς προτάσεως, ᾧ συμπεπλεγμένον ἐξ ἀρχῆς τυγχάνει, παντοδαπῶς μεταταττόμενον τὴν αὐτὴν φυλάττει πρότασιν, τὸ αὐτὸ καὶ ἐπὶ τῶν προσδιορισμῶν γίνεσθαι συμβαίνει· καθ’ ἑαυτοὺς μὲν γὰρ μεταταττόμενοι τὰς προτάσεις ἐνίοτε ἀναστρέφουσι καὶ ψευδεῖς ἐξ ἀληθῶν ποιοῦσιν, ὥσπερ ἐπὶ τῶν εἰρημένων ἔχει παραδειγμάτων, μετὰ μέντοι τῶν ὅρων, οἷς ἐξ ἀρχῆς συμπεπλεγμένοι τυγχάνουσι, μετατιθέμενοι τὰς αὐτὰς ποιοῦσι προτάσεις, οἷον ‘πᾶς ἄνθρωπος ζῷόν ἐστιν—ἔστι πᾶς ἄνθρωπος ζῷον— ζῷον πᾶς ἄνθρωπός ἐστιν—ἔστι ζῷον πᾶς ἄνθρωποσ‘ καὶ ὁσαχῶς ἄλλως ἐνδέχεται αὐτὰ διαπλέκειν. δοκεῖ μὲν οὖν ἐνίοτε, ὅπερ ἔμπροσθεν ἐλέγομεν, ἐν ταῖς ἀποφάσεσιν ἡ τοῦ οὐκ ἔστι μετάθεσις ἕτερον ποιεῖν τὸ σημαινόμενον, ἀλλὰ πρῶτον μὲν ὅταν κατὰ τὴν αὐτὴν ἔννοιαν τῇ προτέρᾳ προτάσει καὶ τὴν δευτέραν λέγωμεν, οὐδεμία ἔσται περὶ τὰ σημαινόμενα διαφορά, ἔπειτα ὁ Ἀριστοτέλης ἐπὶ καταφάσεων πεποίηται τὸν λόγον, καὶ ἐν ταύταις τὸ μὲν ἔστιν ἐπὶ τῆς αὐτῆς φυλάξας χώρας, μόνον δὲ τὸ ὑποκείμενον καὶ τὸ κατηγορούμενον μεταθείς, ὡς δέον ὂν τὰ αὐτὰ καὶ ἐπὶ τῶν ἀποφάσεων ποιεῖν, εἰ μέλλοι μηδὲ κατὰ φαντασίαν ἑτεροιοῦσθαι ἡ πρότασις. Τὸ δὲ ἓν κατὰ πολλῶν ἢ πολλὰ κα θ ’ ἑνὸς καταφάναι ἢ ἀποφάνα ι , ἐὰν μὴ ἕν τι ᾖ τὸ ἐκ τῶν πολλῶν συγκείμενο ν , οὐκ ἔστι κατάφασις μία οὐδὲ ἀπόφασι ς . |
| 195 (1n) | λέγω δὲ ἓν οὐκ ἐὰν ὄνομα ἓν ᾖ κείμενο ν , μὴ ᾖ δὲ ἕν τι ἐξ ἐκείνω ν , οἷον ὁ ἄνθρωπος ἴσως ἐστὶ καὶ ζῷον καὶ δίπουν καὶ ἥμερο ν , ἀλλὰ καὶ ἕν τι γίνεται ἐκ τούτω ν · ἐκ δὲ τοῦ λευκοῦ καὶ τοῦ ἀνθρώπου καὶ τοῦ βαδίζειν οὐχ ἕ ν . ὥστε οὔτε ἐὰν ἕν τι κατὰ τούτων καταφήσῃ τι ς , μία κατάφασι ς , ἀλλὰ φωνὴ μὲν μία καταφάσεις δὲ πολλα ί , οὔτε ἐὰν κα θ ’ ἑνὸς ταῦτ α , ἀλ λ ’ ὁμοίως πολλα ί . Παραδέδωκε μὲν ἡμῖν καὶ πρότερον ὁ φιλόσοφος τὴν διάκρισιν τῆς τε ὄντως οὔσης μιᾶς προτάσεως καὶ τῆς δοκούσης μὲν εἶναι μιᾶς μὴ μέντοι καὶ οὔσης, ἐν οἷς ἔλεγε μία δέ ἐστι κατάφασις καὶ ἀπόφασις ἡ ἓν κα θ ’ ἑνὸς σημαίνουσ α , καὶ νῦν δὲ πάλιν περὶ τοῦ αὐτοῦ διαλέγεται θεωρήματος, οὐ ταυτολογῶν οὐδ’ ὅτι πρότερον μὲν περὶ τῶν ἁπλουστάτων διελέγετο προτάσεων νῦν δὲ περὶ τῶν ἐκ τρίτου προσκατηγορουμένου (τυχὸν μὲν γὰρ οὐδὲ τοῦτο ἄλογον, τὸ ἐπιδεῖξαι καθ’ ἑκάτερον τῶν προτάσεων εἶδος τὸν αὐτὸν τρόπον γινομένην τὴν εἰρημένην τῶν ἀποφαντικῶν λόγων διάκρισιν), ἀλλ’ εἰ δεῖ τὸ ἐμοὶ φαινόμενον λέγειν, διαλεχθεὶς πρότερον περὶ τῶν πρὸς ἐρώτησίν τινα γινομένων ἀρνήσεων, πότε μὲν οἷόν τε αὐτὰς συμπλεκομένας ταῖς ἐρωτήσεσι ποιῆσαι κατάφασιν ἐκ μεταθέσεως ἀληθῆ πότε δὲ οὔ, βούλεται τὸ ὁλοσχερέστερον εἰλημμένον ἐν ἐκείνοις ἐπιδιαρθρῶν ἐπιστατικωτέρους ἡμᾶς ποιῆσαι πρὸς τὸ μὴ προχείρως ἀποκρίνασθαι διὰ μιᾶς ἀποκρίσεως πρὸς τὴν γεγενημένην ἐρώτησιν· οὐ γὰρ δὴ καὶ ὅταν δοκῇ μὲν εἶναι μία, κατὰ ἀλήθειαν μέντοι μὴ ᾖ μία. πρὸς οὖν τὴν τούτου κατανόησιν, λέγω δὲ τοῦ τίς ἡ μία διαλεκτικὴ ἐρώτησις καὶ τίς ἡ οὐ μία, προχείρους ἐχρῆν ἔχειν τοὺς κανόνας τῆς διακρίσεως τῆς τε μιᾶς καὶ τῆς οὐ μιᾶς προτάσεως, εἴπερ ἡ διαλεκτικὴ ἐρώτησις πρότασίς τίς ἐστι. διόπερ ἔοικεν ἀναλαμβάνειν νῦν τὴν περὶ τοῦ θεωρήματος τούτου σκέψιν ὁ Ἀριστοτέλης. δηλοῖ δὲ ὥσπερ συμπέρασμα τούτων ἐπάγων τὴν διδασκαλίαν τοῦ πότε οὐ χρὴ διὰ μιᾶς ἀποκρίσεως ἀποκρίνασθαι πρὸς τὴν ἐρώτησιν, λέγων εἰ οὖν ἡ ἐρώτησις ἡ διαλεκτικὴ ἀποκρίσεώς ἐστιν αἴτησις καὶ τὰ ἑξῆς, οὐκ ἂν εἴη ἀπόκρισις μία πρὸς ταῦτ α · οὐδὲ γὰρ ἡ ἐρώτησις μί α . περὶ μὲν οὖν τῆς προθέσεως τῶν προκειμένων καὶ τῆς τάξεως ἱκανὰ τὰ εἰρημένα. |
| 196 | λέγει δὲ περὶ αὐτῶν οὐχ ἅπερ εἴρηκε πρότερον (τοῦτο γὰρ ὄντως ταυτολογοῦντος ἦν), ἀλλ’ ἐν τούτοις παραδίδωσι καὶ ἑτέραν ἡμῖν διαφορὰν τῆς τε ὄντως οὔσης καὶ τῆς μόνον δοκούσης εἶναι μιᾶς προτάσεως. Ἵνα δὲ ῥᾴδιον παρακολουθήσωμεν τοῖς ῥηθησομένοις, λέγομεν ὡς ἐπεὶ τοὺς λαμβανομένους ἐν ταῖς προτάσεσιν ὅρους καὶ φωνάς τινας εἶναι ἀναγκαῖον καὶ πράγματά τινα σημαίνειν, τέτταρας αὐτῶν συμβαίνει γίνεσθαι τὰς διαφοράς· ἢ γὰρ κατ’ ἄμφω ἁπλοῖ εἰσι, τήν τε φωνὴν καὶ τὸ σημαινόμενον, ἢ κατ’ οὐδέτερον ἢ κατὰ θάτερον, καὶ τοῦτο δηλονότι διχῶς. εἰ μὲν οὖν κατ’ ἄμφω τὸ ἁπλοῦν ἔχοι τῶν ὅρων ἑκάτερος, ὁμολογουμένως μία ἡ πρότασις, ὡς ὅταν εἴπωμεν ‘ὁ ἄνθρωπος ζῷόν ἐστι‘. καὶ εἰ κατὰ μόνον τὸ σημαινόμενον μὴ μέντοι κατὰ τὴν λέξιν, μία καὶ οὕτως, εἰ καὶ ἧττον ἔχει τὸ προφανῶς εἶναι μία διὰ τὴν περὶ τὴν λέξιν θεωρουμένην ποικιλίαν, ἢ κατὰ θάτερον τῶν ὅρων ἢ κατ’ ἀμφοτέρους, ὡς ὅταν εἴπωμεν ‘ὁ ἄνθρωπος ζῷον λογικὸν θνητόν ἐστιν‘ ἢ ‘τὸ ζῷον λογικὸν θνητὸν ἄνθρωπός ἐστιν‘ ἢ ‘τὸ ζῷον λογικὸν θνητὸν οὐσία ἔμψυχος αἰσθητική ἐστιν‘. εἰ δέ γε κατὰ μόνην τὴν λέξιν τὸ ἁπλοῦν ἔχοιεν οἱ ὅροι, ὁμώνυμοι δηλαδὴ ληφθέντες, ἢ ἄμφω ἢ καὶ ὁ ἕτερος, οὐκέτι μὲν μία ἡ πρότασις, ἀλλὰ τὴν κατὰ τοῦτο διαφορὰν πρότερον ἡμῖν παρεδίδου, δι’ ὧν ἔλεγεν εἰ δὲ δυοῖν ἓν ὄνομα κεῖται καὶ οἷον εἴ τις θεῖτο ἱμάτιον ὄνομα ἵππῳ καὶ ἀνθρώπ ῳ . λείπεται οὖν ἔτι μία διαφορά, καθ’ ἣν οἱ ὅροι καὶ τῇ λέξει καὶ τοῖς σημαινομένοις πεπληθυσμένοι παραλαμβάνονται, ἢ ἄμφω πάλιν ἢ μόνος ὁ ἕτερος. ἀλλὰ πιθανώτερον ὑπολαβὼν ὁ Ἀριστοτέλης πρὸς τὸ νομίζεσθαι μίαν τὴν οὐ μίαν πρότασιν τὸ ὑποθέσθαι μόνον τὸν ἕτερον τῶν ὅρων κατ’ ἄμφω ποικίλον τοῦ λοιποῦ ὅρου ὄντως ἑνὸς ὄντος ἢ τὸ ἀμφοτέρους, καὶ ἅμα ὡς τούτῳ συνελεγχομένης ἀπὸ τοῦ μᾶλλον τῆς λοιπῆς ὑποθέσεως τῆς ἄμφω τοὺς ὅρους μηδεμιᾶς μετέχειν ἁπλότητος ὑποτιθεμένης, ἐπὶ ταύτης προάγει τὸν λόγον, τὸ ἓν κατὰ πολλῶν ἢ πολλὰ καθ’ ἑνὸς κατηγορεῖν καταφατικῶς ἢ ἀποφατικῶς μὴ ἀξιῶν ποιεῖν μίαν ἀπόφανσιν, εἰ μὴ τύχοι, φησίν, ἐκ τῶν πολλῶν τῶν κατηγορηθέντων ἢ ὑποτεθέντων ἕν τι γινόμενον, ἵνα πάλιν περὶ μόνην τὴν λέξιν ἡ ποικιλία θεωρῆται τὸ δὲ σημαινόμενον ἁπλοῦν ᾖ, καθάπερ ἐπὶ τῶν ὁρισμῶν ἐλέγομεν ἔχειν. ἐπάγοντος δὲ τοῦ Ἀριστοτέλους τὸ λέγω δὲ ἓν οὐκ ἐὰν ὄνομα ἓν ᾖ κείμενο ν , μὴ ᾖ δὲ ἕν τι ἐξ ἐκείνω ν , ἔνιοι μὲν τῶν ἐξηγητῶν ὑπέλαβον συντάττεσθαι αὐτὸ πρὸς τὸ ἐὰν μὴ ἕν τι ᾖ τὸ ἐκ τῶν πολλῶν συγκείμενο ν , ὡς ἂν δηλοῦντος διὰ τούτων τοῦ φιλοσόφου πῶς ποτε δεῖ ἔχειν τὸ ἓν ἐκεῖνο τὸ ἐκ τῶν πολλῶν συγκεῖσθαι λεγόμενον, ὅτι πάντως μὲν ἓν ὄνομα ἔχειν οὐ μέντοι τῷ ὀνόματι μόνον ἓν αὐτὸ εἶναι χρή, ὡς ὅταν ληφθῇ ὁμωνύμως αὐτῶν κατηγορούμενον, ἀλλὰ προηγουμένως τῷ σημαινομένῳ. |
| 197 | καὶ οἴονται τὸ λεγόμενον μηδὲν διαφέρειν τοῦ πρότερον ἤδη ῥηθέντος οἷον εἴ τις θεῖτο ἱμάτιον ὄνομα ἵππῳ καὶ ἀνθρώπ ῳ , τὰ αὐτὰ πάλιν περὶ τῶν αὐτῶν λέγεσθαι ὑπολαμβάνοντες. ἄμεινον δὲ ἴσως καὶ τοῖς ἐπιφερομένοις μᾶλλον συνᾷδον τὸ λέγειν ὅτι δὶς τοῦ ἑνὸς μνημονεύσας ἐν τοῖς προσεχῶς προειρημένοις, δι’ ὧν τε ἔλεγε τὸ δὲ ἓν κατὰ πολλῶν ἢ πολλὰ κα θ ’ ἑνός καὶ πάλιν δι’ ὧν ἐφεξῆς ἐπῆγεν ἐὰν μὴ ἕν τι ᾖ τὸ ἐκ τῶν πολλῶν συγκείμενο ν , τοῦ μὲν πρότερον ὡς ἐνεργείᾳ τε παραληφθέντος ἐν τῇ προτάσει καὶ ὁμολογουμένως τῷ πράγματι ἑνὸς εἶναι ὀφείλοντος, τοῦ δὲ ὕστερον ὡς ἐνεργείᾳ μὲν οὐ ληφθέντος συγκεῖσθαι μέντοι ἐκ τῶν πολλῶν τῶν ἐνεργείᾳ παραληφθέντων ὀφείλοντος, εἰ μέλλοι μία εἶναι ἡ πρότασις, πρὸς ἀμφοτέρας τοῦ ἑνὸς τὰς ἐννοίας ταῦτα νῦν ἀποδίδωσιν, ἐξ ἀρχῆς μὲν διὰ τοῦ λέγω δὲ ἕν διδάσκων ὡς πρόκειται αὐτῷ τοὺς περὶ τοῦ δὶς προρρηθέντος ἑνὸς παραδοῦναι διορισμούς, δι’ ὧν δὲ ἑξῆς ἐπιφέρει οὐκ ἐὰν ὄνομα ἓν ᾖ κείμενο ν , μὴ ᾖ δὲ ἕν τι ἐξ ἐκείνων δὶς μὲν τοῦ ἑνὸς πάλιν μνημονεύων, οὐ μέντοι περὶ τοῦ αὐτοῦ, ὥσπερ ὑπολάβοι ἄν τις, ἑνὸς ὅρου διαλεγόμενος καὶ διαστέλλων πῶς μὲν ἑνὸς πῶς δὲ οὐχ ἑνὸς αὐτοῦ ληφθέντος πολλὰς ἀντὶ μιᾶς εἶναι συμβαίνει τὰς προτάσεις, ἀλλὰ τὸ μὲν λέγων περὶ τοῦ ὄντως ἑνὸς ληφθέντος ὅρου φωνῇ τε καὶ σημασίᾳ, τὸ ἐὰν ὄνομα ἓν ᾖ κείμενο ν , τὸ δὲ περὶ τοῦ ἑτέρου τοῦ κατὰ τὴν φωνὴν ἐνεργείᾳ τὸ πλῆθος ἔχοντος, τὸ μὴ ᾖ δὲ ἕν τι ἐξ ἐκείνω ν · ἐὰν γὰρ ἑνός τινος τεθέντος ὑποκειμένου ἢ κατηγορουμένου ὀνόματος καὶ ἕν τι πρᾶγμα σημαίνοντος μὴ ᾖ ἐκ τῶν πολλῶν τῶν κατηγορηθέντων αὐτοῦ ἢ ὑποτεθέντων αὐτῷ ἕν τι συγκείμενον, οὐκέτι μία ἡ πρότασις, ἀλλ’ ὅσον τὸ πλῆθος τῶν κατηγορηθέντων καὶ ὑποτεθέντων. Ὅτι δὲ τοῦτό ἐστιν ὃ βούλεται λέγειν, σαφέστατα δηλοῖ δι’ ὧν παρατίθεται παραδειγμάτων· τὸν γὰρ ἄνθρωπον ὡς ἕν τι ὑποκείμενον λαβὼν κατηγορεῖ κατ’ αὐτοῦ πρότερον μὲν πλείονας ἅμα φωνὰς σημαντικὰς πραγμάτων κατ’ οὐσίαν τοῦ ὑποκειμένου κατηγορουμένων καὶ συμπλέκεσθαι ἀλλήλοις πρὸς τὴν γένεσιν τοῦ ὁρισμοῦ αὐτοῦ πεφυκότων, ὕστερον δὲ πλείονας μὲν πάλιν ἅμα φωνὰς ἀλλὰ σημαντικὰς τῶν κατὰ συμβεβηκὸς ὑπαρχόντων τῷ ὑποκειμένῳ καὶ διὰ τοῦτο συμφύεσθαι πρὸς ἄλληλα μὴ δυναμένων, καί φησι τὴν μὲν ἐκ τοῦ ἑνὸς ὑποκειμένου καὶ τῶν συμπλέκεσθαι πεφυκότων κατηγορουμένων πρότασιν οὐ τῇ φωνῇ μόνον ἀλλὰ καὶ τῇ δυνάμει μίαν εἶναι, ὅταν συμπλέξαντες ἀλλήλοις τὰ πολλὰ ἐκεῖνα τοῦ ἑνὸς ὑποκειμένου κατηγορήσωμεν, τὴν δέ γε ἐκ τοῦ ἑνὸς ὑποκειμένου καὶ τῶν μὴ πεφυκότων συμφύεσθαι κατηγορουμένων μηδέποτε γίνεσθαι ὄντως μίαν, κἂν ἡμεῖς τῇ φωνῇ συνείραντες πρὸς ἄλληλα τὰ συμβεβηκότα ὡς δὴ ἕν τι ἅμα πάντα τοῦ ὑποκειμένου κατηγορεῖν ἐπιχειρήσωμεν· οὕτω γὰρ καὶ τὴν πρότασιν συμβήσεται τῇ μὲν φωνῇ δοκεῖν μίαν εἶναι τῇ δὲ δυνάμει μηδαμῶς μετέχειν τοῦ ἑνός. |
| 198 | καὶ ταῦτα οὕτω διοριζόμενος οὐδαμοῦ ἐν τούτοις φαίνεται λέγων τι περὶ ὁμωνύμου κατηγορουμένου ἢ ὑποκειμένου, αὐτῶν δὲ τῶν κατ’ οὐσίαν κατηγορουμένων πρότερον, ὡς εἴρηται, ποιούμενος μνείαν ἐνδείκνυται ὅτι διαφόρως δύνανται κατηγορεῖσθαι τοῦ ὑποκειμένου· ποτὲ μὲν γὰρ οὐ τῇ φωνῇ μόνον ἀλλὰ καὶ τοῖς σημαινομένοις ὡς πολλὰ κατηγοροῦνται καὶ οὐ μίαν ἀλλὰ πολλὰς ποιοῦσι προτάσεις, ποτὲ δὲ κατὰ μόνην τὴν φωνὴν τὸ πλῆθος ἔχουσι καὶ μίαν ὄντως ποιοῦσι πρότασιν· τὸ γὰρ ζῷον καὶ τὸ δίπουν καὶ τὸ ἥμερον λαμβάνων κατ’ οὐσίαν τοῦ ἀνθρώπου κατηγορούμενα καὶ δυνάμενα συμπληροῦν αὐτοῦ τὸν ὁρισμὸν παραδείγματος χάριν, ὡς δηλοῖ καὶ τὸ ἴσως αὐτοῖς προσκείμενον, ἀλλὰ καὶ ἕν τ ι , φησί, γίνεται ἐκ τούτω ν , ὡς ὅταν μὲν εἴπωμεν ‘ὁ ἄνθρωπος καὶ ζῷόν ἐστι καὶ δίπουν καὶ ἥμερον‘, πλειόνων τε ληφθέντων κατηγορουμένων διὰ τοὺς συνδέσμους καὶ πλείονας ποιούντων προτάσεις (ὅμοιον γάρ τι ποιοῦμεν ὡς εἰ ἐλέγομεν ‘ὁ ἄνθρωπος ζῷόν ἐστιν, ὁ ἄνθρωπος δίπουν ἐστί, ὁ ἄνθρωπος ἥμερόν ἐστιν‘, ὅπερ ἐστὶ πολλὰς ἐναργῶς λέγειν προτάσεις τῷ αὐτῷ ὑποκειμένῳ χρωμένας), ὅταν δὲ ἄνευ τῶν συνδέσμων λάβωμεν τὰ κατηγορούμενα καὶ συνείροντες πρὸς ἄλληλα ἐφεξῆς εἴπωμεν ‘ὁ ἄνθρωπος ζῷον δίπουν ἥμερόν ἐστιν‘, ἀλλὰ μὴ σιωπῇ μέσῃ διακόψωμεν τὴν συνέχειαν τῶν συμπληρούντων τὸν ὁρισμόν, ἑνός τε ληφθέντος κατηγορουμένου καὶ μίαν ὄντως ποιοῦντος πρότασιν. ταῦτα περὶ τούτων διορισάμενος ἑξῆς προστίθησι τὰ περὶ τῶν κατὰ συμβεβηκὸς κατά τινος κατηγορουμένων καὶ ἀποφαίνεται μηδέποτε γενέσθαι ἂν ἐκ τούτων μίαν κατηγορίαν ἢ μίαν πρότασιν, κἂν ἐφεξῆς αὐτὰ κατηγορήσωμεν, καθάπερ ἐποιοῦμεν ἐπὶ τῶν ὁρισμῶν· οὐ γὰρ ὥσπερ τὸ ζῷον καὶ τὸ δίπουν καὶ τὸ ἥμερον συνεκίρναντο ἀλλήλοις πρὸς μίαν φύσεως σύστασιν, οὕτω δὲ καὶ τὰ πλείονα συμβεβηκότα δύναται κραθέντα ἢ ἀλλήλοις ἢ τῷ κοινῷ αὐτῶν ὑποκειμένῳ μίαν ἐργάσασθαι φύσιν. |
| 199 | διὸ οὔτε ὁ εἰπὼν ‘ἄνθρωπος λευκὸς βαδίζων ἐστί‘ μίαν εἶπε πρότασιν, ἐπεὶ οὐδὲ τὸ κατηγορούμενον ἕν, ὡς ἐν τοῖς ἑξῆς διορισθήσεται, καὶ ὅμοιον ὡς εἰ λέγοιμεν ‘ὁ ἄνθρωπος λευκός ἐστιν, ὁ ἄνθρωπος βαδίζων ἐστίν‘, οὔτε μὴν ὁ εἰπὼν ‘ὁ Σωκράτης ἄνθρωπος λευκὸς βαδίζων ἐστι‘, διότι οὐδὲ ἐκ τούτων ἕν τι γίνεται κατηγορούμενον, ἅτε πλειόνων συμβεβηκότων τῷ ἀνθρώπῳ παραληφθέντων. διορισθήσεται δὲ τὰ περὶ τούτων ἐν τοῖς ἑξῆς ἀκριβέστερον. Εἰ οὖν ἡ ἐρώτησις ἡ διαλεκτικὴ ἀποκρίσεώς ἐστιν αἴτησι ς , ἢ τῆς προτάσεως ἢ θατέρου μορίου τῆς ἀντιφάσεω ς , ἡ δὲ πρότασις ἀντιφάσεως μιᾶς μόριο ν , οὐκ ἂν εἴη ἀπόκρισις μία πρὸς ταῦτα ( οὐδὲ γὰρ ἡ ἐρώτησις μί α) , οὐ δ ’ ἂν ᾖ ἀληθή ς . εἴρηται δὲ ἐν τοῖς Τοπικοῖς περὶ αὐτῶ ν . ἅμα δὲ δῆλον ὅτι οὐδὲ τὸ τί ἐστιν ἐρώτησίς ἐστι διαλεκτικ ή · δεῖ γὰρ δεδόσθαι ἐκ τῆς ἐρωτήσεως ἑλέσθαι ὁπότερον βούλεται μόριον τῆς ἀντιφάσεως ἀποφήνασθα ι . ἀλλὰ δεῖ τὸν ἐρωτῶντα προσδιορίσαι πότερον τόδε ἐστὶν ὁ ἄνθρωπος ἢ οὐ τοῦτ ο . Διττὸν εἶναί φασιν οἱ παλαιοὶ τῆς ἐρωτήσεως τὸ εἶδος, τὸ μὲν τῆς διαλεκτικῆς τὸ δὲ τῆς καλουμένης πυσματικῆς. καὶ διαλεκτικὴν μὲν ἐρώτησιν εἶναί φασι πρὸς ἣν ἔστιν ἀποκρίνασθαι τὸ ναί ἢ τὸ οὔ μόνον εἰπόντα καὶ συμβολικῶς κατανεύσαντα μόνον ἢ ἀνανεύσαντα, οἷον ‘ἆρά γε ἡ ψυχὴ ἀθάνατος;‘· αὔταρκες γὰρ πρὸς τὸ ἀποπλῆσαι τὸν τοῦτο ἐρωτήσαντα καὶ τὸ κατανεῦσαι μόνον ἢ ἀνανεῦσαι, ὅταν, ὅπερ ἀκόλουθόν ἐστι, τὸ ἕτερον μόνον τῆς ἀντιφάσεως μόριον ὁ ἐρωτῶν λέγῃ· διὰ μὲν γὰρ τοῦ ναί εἰπεῖν ἢ τοῦ κατανεῦσαι συνομολογοῦμεν ἀληθὲς εἶναι τὸ ἠρωτημένον τῆς ἀντιφάσεως μόριον, εἴτε καταφατικὸν εἴτε ἀποφατικὸν εἴη (πολλάκις γὰρ ἐρωτώμεθα καὶ τὴν ἀπόφασιν, οἷον ‘ἆρά γε οὐκ ἔστιν ἡ ψυχὴ ἀθάνατος;‘), διὰ δὲ τοῦ εἰπεῖν οὔ καὶ τοῦ ἀνανεῦσαι ἀπομαχόμεθα μὲν πρὸς τὴν ἐρώτησιν, ὁμολογοῦμεν δὲ τὸ λοιπὸν τῆς ἀντιφάσεως μόριον εἶναι τὸ ἀληθές. εἰ δέ γε ὅλην τις τὴν ἀντίφασιν ἐν τῇ ἐρωτήσει λέγοι, οἷον ‘ἆρά γε ἡ ψυχὴ ἀθάνατός ἐστιν ἢ οὔ;‘, δεῖ μὲν καὶ οὕτως τὸν ἀποκρινόμενον ἢ τὸ ναί λέγειν ἢ τὸ οὔ, ἀλλ’ εἰ μὲν ἀρέσκοιτο τῇ καταφάσει, τὸ ναί ἐρεῖ καὶ αὐτὴν προσθήσει τούτῳ τὴν κατάφασιν ‘ναί, ἀθάνατός ἐστι‘ λέγων (μὴ προστιθεμένης γὰρ τῆς καταφάσεως ἄδηλον πρὸς πότερον τῶν μορίων τῆς ἠρωτημένης ἀντιφάσεως τὸ ναί τοῦτο ἀποκέκριται), εἰ δὲ τῇ ἀποφάσει, τό τε οὔ ἀποκρινεῖται καὶ αὐτὴν πάλιν προσθήσει τὴν ἀπόφασιν ‘οὔ, οὐκ ἔστιν ἀθάνατοσ‘ λέγων. |
| 200 | καὶ τοιαύτην μὲν εἶναί φασι τὴν διαλεκτικὴν ἐρώτησιν. πυσματικὴν δὲ πρὸς ἣν τὸ μὲν ναί καὶ τὸ οὔ χώραν οὐκ ἔχουσι, λέξεως δὲ ἄλλης, ἐνίοτε δὲ καὶ λόγου πλείονος δεῖ τῷ ἐρωτωμένῳ πρὸς τὴν ἀπόκρισιν· διδαχθῆναι γάρ τι περί τινος βουλομένων ἐστὶν ἡ πυσματικὴ ἐρώτησις, οἷον ‘πότε ἦλθες; τίς καλεῖ; ποῦ οἰκεῖς; πόθεν δῆλον ὅτι ἀθάνατος ἡ ψυχή; διὰ τί ἡ Μαγνῆτις λίθος ἕλκει τὸν σίδηρον;‘. καὶ ὁ μὲν τὴν πυσματικὴν ἐρώτησιν ἐρωτώμενος κύριός ἐστι τοῦ ἀποκρίνασθαι ὅπερ ἂν ἐθέλῃ τῶν προσαρμόττειν τῇ ἐρωτήσει δυναμένων ἀναριθμήτων τυγχανόντων, ἢ ἀληθεύων δηλονότι ἢ καὶ ψευδόμενος, ὁ δέ γε τὴν διαλεκτικὴν ἐρώτησιν ἐρωτώμενος ἀναγκάζεται τῆς ἀντιφάσεως, ἧς μόριόν ἐστιν ἡ γεγενημένη ἐρώτησις, ἢ τὴν κατάφασιν ἀποκρίνασθαι ἢ τὴν ἀπόφασιν, καὶ ἄλλο παρὰ ταῦτα οὐδέν. Τούτων οὖν οὕτως ἐχόντων εἰκότως φησὶν ὁ Ἀριστοτέλης ὡς εἴπερ ἡ ἐρώτησις ἡ διαλεκτικὴ ἀποκρίσεώς ἐστιν αἴτησι ς , οὐ τῆς τυχούσης, ἀλλ’ ἤτοι τῆς προτάσεω ς , τοῦτ’ ἔστιν αὐτοῦ τοῦ κατ’ ἐνέργειαν ὑπὸ τοῦ ἐρωτήσαντος εἰρημένου μορίου τῆς ἀντιφάσεως καὶ προταθέντος τῷ ἐρωτηθέντι πρὸς ἐπίκρισιν, ὅπερ γίνεται, ὡς ἐλέγομεν, ὅταν ὁ ἠρωτημένος τὸ ναί ἀποκρίνηται ἢ καὶ κατανεύσῃ, ἢ θατέρου μορίου τῆς ἀντιφάσεω ς , τοῦ κατ’ ἐνέργειαν μὲν μὴ ῥηθέντος ὑπὸ τοῦ ἐρωτήσαντος δυνάμει δὲ ἐμπεριεχομένου τῇ ἐρωτήσει, ὡς δηλοῦσιν αἱ ἀρνητικαὶ ἀποκρίσεις· διὰ τούτων γὰρ τῷ λειπομένῳ μορίῳ τῆς ἀντιφάσεως παρὰ τὴν ἐρώτησιν ἀρέσκεσθαί φαμεν, ὡς ἂν δυνάμει προταθέντι πρὸς ἐπίκρισιν ἐν τῇ ἐρωτήσει· πρὸς γοῦν τὴν μηδαμῶς γενομένην ἐρώτησιν δῆλον ὡς οὐδεμία γένοιτο ἂν ἀπόκρισις. εἰ οὖν ταῦτα οὕτως ἔχει καὶ δεῖ τὸν πρὸς τὴν διαλεκτικὴν ἐρώτησιν ἀποκρινόμενον μίαν τινὰ μόνην ἀποκρίνασθαι πρότασιν, ἢ τὴν κατ’ ἐνέργειαν ἢ τὴν κατὰ δύναμιν προενεχθεῖσαν ὑπὸ τοῦ ἐρωτήσαντος, ἡ δὲ μία πρότασις μιᾶς ἀντιφάσεώς ἐστι μόριον, μία δὲ ἀντίφασις, ὡς διώρισται πρότερον, ἡ τοῦ αὐτοῦ κατὰ τοῦ αὐτοῦ μηδαμῇ ὁμωνυμίᾳ προσχρωμένη· εἰ ταῦτα πάντα οὕτως ἔχει, ὧν τὰ μὲν τέθεικεν ὁ Ἀριστοτέλης τὰ δὲ ὡς ἀκόλουθα τοῖς τεθειμένοις παρῆκεν, οὐκ ἂν εἴ η , φησίν, ἀπόκρισις μία πρὸς ταῦτα (λέγει δὲ ταῦτα περὶ ὧν ἦν αὐτῷ προσεχῶς ὁ λόγος, τοῦτ’ ἔστι τὰς ἐρωτήσεις τὰς πρότασίν τινα ἡμῖν προτιθείσας, δοκοῦσαν μὲν εἶναι μίαν κατ’ ἀλήθειαν μέντοι οὖσαν πολλὰς κατὰ τοὺς ὀλίγῳ πρότερον παραδεδομένους περὶ αὐτῶν διορισμούς), καὶ τὴν αἰτίαν εὐθὺς προσέθηκε τοῦ μὴ δεῖν διὰ μιᾶς ἀποκρίσεως ἀπαντᾶν πρὸς τὰς τοιαύτας ἐρωτήσεις εἰπὼν οὐδὲ γὰρ ἡ ἐρώτησις μί α . |
| 201 | διὸ συμβαίνει τὸν πρὸς ταύτην ἀποκρινόμενον ἅμα καὶ ἀληθεύειν καὶ ψεύδεσθαι κατ’ ἄλλο καὶ ἄλλο τῶν σημαινομένων ὑπὸ τῆς προτάσεως ἢ ὡς ὑποκειμένων ἢ ὡς κατηγορουμένων, ἢ ὁμωνύμων ὄντων, ὡς ἔμπροσθεν ἐλέγετο, ἢ καὶ διαφόροις ὀνόμασι καλουμένων τοῖς κατ’ ἐνέργειαν ἐν τῇ προτάσει παρειλημμένοις, ὡς ἐν τοῖς προσεχῶς εἰρημένοις παρεδίδοτο· πῶς γὰρ ἄν τις ἀποκρίνοιτο διὰ μιᾶς ἀποκρίσεως πρὸς τὸν ἐρόμενον ‘ἆρά γε Αἴας ἐμονομάχησεν Ἕκτορι;‘ ἢ ‘ἆρά γε Σωκράτης λευκὸς βαδίζων ἐστίν;‘, εἰ τύχοι τῶν ἠρωτημένων τὸ μὲν ἕτερον ὑπάρχον αὐτῷ τὸ δὲ ἕτερον μὴ ὑπάρχον; ταῦτα δὲ καὶ Πλάτων πρὸ τοῦ Ἀριστοτέλους ἡμᾶς ἐδίδαξεν· ἐγκαλεῖ γοῦν ὁ ἐν τῷ Γοργίᾳ Σωκράτης τῷ Πώλῳ ἐρομένῳ αὐτὸν εἰ μὴ δοκοῦσιν αὐτῷ οἱ ῥήτορες ὥσπερ οἱ τύραννοι ἅπαντα ποιεῖν, ἃ βούλονταί τε καὶ δοκεῖ αὐτοῖς βέλτιστα εἶναι, ὡς πλείονας ἅμα ἐρωτήσεις ἐρομένῳ διὰ τὴν ἄγνοιαν τῆς διαφορᾶς τῆς τε βουλήσεως καὶ τῆς δοκήσεως. ἐπεὶ δὲ συμβαίνει πολλάκις κατὰ πάντα τὰ σημαινόμενα τῆς ἐρωτήσεως τὴν αὐτὴν ἀπόκρισιν ἀληθῆ τυγχάνειν, ὡς ἐπὶ τῆς ‘ἆρά γε Αἴας ἐπὶ Ἴλιον ἐστράτευσε;‘ καὶ τῆς ‘ἆρά γε Σωκράτης λευκὸς βαδίζων ἐστίν;‘, ὅταν ἄμφω τύχῃ ὑπάρχοντα τῷ Σωκράτει, διὰ τοῦτο διδάσκων ἡμᾶς μὴ κατὰ τύχην ἀλλὰ κατὰ τέχνην ὀρθὰς ποιεῖσθαι τὰς ἀποκρίσεις προστίθησι τὸ οὐ δ ’ ἂν ᾖ ἀληθή ς , ὅπερ συντακτέον τῷ οὐκ ἂν εἴη ἀπόκρισις μία πρὸς ταῦτ α · κἂν γὰρ ἀληθὲς ᾖ τὸ ἑνὶ λόγῳ συμφῆσαι τῷ ἐρομένῳ εἰ ἐπὶ Ἴλιον Αἴας ἐστράτευσεν, ἀλλὰ παραιτητέον τὸ οὕτως ἀποκρίνασθαι, ἵνα μὴ ἐθιζώμεθα παραβαίνειν τοὺς διαλεκτικοὺς κανόνας, καὶ πάντως ἐπισημαντέον ὅτι πολλὰ μὲν ἅμα ἠρώτησεν, οὐ δέον, συμβέβηκε δὲ πρὸς ἅπαντα τὰ ἐν τῇ ἐρωτήσει περιεχόμενα τὴν αὐτὴν ἀπόκρισιν ἁρμόττειν. ὥστε οὐδὲ πρὸς τὸν ἐρόμενον εἰ ὁ ἄνθρωπος καὶ ζῷον καὶ δίπουν καὶ ἥμερόν ἐστι μίαν ποιητέον ἀπόκρισιν, ἐπεὶ οὐδὲ αὕτη μία ἡ πρότασις. εἴρηται δὲ αὐτῷ περὶ τούτων ἐπὶ πλέον ἐν τῷ ὀγδόῳ βιβλίῳ τῆς Τοπικῆς πραγματείας. |
| 202 | Ἀλλ’ ἐπειδὴ ἀμφισβητοῦσι πρὸς ἀλλήλους περὶ τῆς διαλεκτικῆς ἐρωτήσεως ὅ τε ἀπὸ τῆς Ἀφροδισιάδος ἐξηγητὴς καὶ ὁ θεῖος Ἰάμβλιχος, ὁ μὲν τῇ προκειμένῃ ἑπόμενος ῥήσει καὶ ἀξιῶν τοῦ ἑτέρου μόνον μορίου τῆς ἀντιφάσεως εἶναι τὴν διαλεκτικὴν ἐρώτησιν, ὁ δὲ τοῖς λεγομένοις περὶ αὐτῆς ἐν τῷ προοιμίῳ τῶν Ἀναλυτικῶν καὶ ἀξιῶν αὐτὴν τῆς ὅλης ἀντιφάσεως ἐρώτησιν εἶναι (ἔστι γάρ, φησὶν ἐν ἐκείνοις, ἡ διαλεκτικὴ πρότασις “πυνθανομένῳ μὲν ἐρώτησις ἀντιφάσεως, συλλογιζομένῳ δὲ λῆψις τοῦ φαινομένου καὶ ἐνδόξου”), φανερὸν ἐκ τῶν πρότερον εἰρημένων ὅπως διαιτήσομεν τῇ ἀμφισβητήσει· κατ’ ἐνέργειαν μὲν γὰρ τὸ ἕτερον μόνον μόριον τῆς ἀντιφάσεως ἐρωτᾶσθαι χρή, εἰ μέλλοι πρὸς ἔπος ἀπαντᾶν ὁ τὸ ναί μόνον ἢ τὸ οὔ ἀποκρινόμενος, δυνάμει δέ γε καὶ τὸ ἕτερον προτείνεται· κἂν γὰρ εὑρίσκωμεν παρὰ τῷ θειοτάτῳ Πλάτωνί τινας ἐρωτήσεις τὴν ὅλην ἀντίφασιν κατ’ ἐνέργειαν ἐρωτώσας, ὥσπερ ἐν Φαίδωνι “τί δὲ δὴ περὶ αὐτὴν τὴν τῆς φρονήσεως κτῆσιν, πότερον ἐμπόδιον τὸ σῶμα ἢ οὔ;” (πρὸς ὃ καὶ μάλιστα βλέπων ὁ μέγας Ἰάμβλιχος ἀποφαίνεται τὴν ὅλην ἀντίφασιν ἐν τῇ διαλεκτικῇ ἐρωτήσει περιλαμβάνεσθαι), ἀλλ’ εἰδέναι χρὴ ὅτι οὐ διαγίνεται ὁ παρὰ Πλάτωνι Σωκράτης ἐν ταῖς πρὸς τοὺς κοινωνοῦντας αὐτῷ τῶν λόγων συνουσίαις κατὰ τὴν πρόθεσιν τοῦ κατὰ τὸν Ἀριστοτέλην καλουμένου διαλεκτικοῦ· ὁ μὲν γὰρ οὕτω λεγόμενος διαλεκτικὸς πρὸς νίκην μόνον ὁρᾶ τοῦ προσδιαλεγομένου καὶ τὸ περιαγαγεῖν αὐτὸν εἰς τὴν ἀντίφασιν, ὁ δέ γε Σωκράτης καὶ πταίοντας τοὺς προσδιαλεγομένους ἐπανορθοῖ καὶ τέλος τίθεται οὐ τὴν νίκην ἀλλὰ τὴν τῆς ἀληθείας κατάληψιν. ὥστε κἂν εὕρῃς τὴν ὅλην ἀντίφασιν αὐτὸν προτείνοντα, ἤτοι γυμνασίας ἕνεκα τῶν προσδιαλεγομένων εὑρήσεις τοῦτο ποιοῦντα ἢ εὐθὺς διασαφοῦντα πρὸς πότερον αὐτὸν μόριον τῆς ἀντιφάσεως ἀποκρίνασθαι ἀξιοῖ, ἢ τὸν προσδιαλεγόμενον οὐ λέγοντα τὸ ναί μόνον ἢ τὸ οὔ, ἀλλὰ δηλοῦντα πρὸς πότερον μόριον τῆς ἀντιφάσεως ποιεῖται τὴν ἀπόκρισιν. ὅλως τε ἡ πρότασις ἡ διαλεκτικὴ προηγουμένως μὲν τῆς χρείας ἕνεκα τοῦ διαλεκτικοῦ συλλογισμοῦ παραλαμβάνεται καὶ ὡς μέρος τούτου γινομένη οὔτε τὸ ‘ἆρά γε‘ προσκείμενον ἕξει καὶ θάτερον μόνον μόριον παραλήψεται τῆς ἀντιφάσεως τὸ τῷ προσδιαλεγομένῳ δοκοῦν· ἐπεὶ δὲ ὑφεῖται τῆς ἀποδεικτικῆς τῷ μὴ ἀπὸ τῶν πραγμάτων αὐτῶν ἀλλ’ ἀπὸ τῶν συγχωρουμένων ὑπὸ τοῦ προσδιαλεγομένου λαμβάνεσθαι, διὰ τοῦτο καὶ προτίθεται δι’ ἐρωτήσεως τῷ κοινωνῷ τῶν λόγων πρὸς ἐπίκρισιν τῆς ἐκείνῳ φαινομένης ἀληθείας οὐκ αὐτὴ μόνον ἀλλ’, ὥσπερ εἴρηται, καὶ τὸ λοιπὸν τῆς ἀντιφάσεως μόριον καὶ τὸ ‘ἆρά γε‘ προσλαμβάνει διὰ τὸ σχῆμα τῆς ἐρωτήσεως. |
| 203 | Ἀλλὰ τί ἐστιν ὅπερ ἐφεξῆς ὡς ἐν πορίσματος τάξει προστίθησιν ὁ Ἀριστοτέλης, ἅμα δὲ δῆλον λέγων ὅτι οὐδὲ τὸ τί ἐστιν ἐρώτησίς ἐστι διαλεκτικ ή , καὶ τίνι τοῦτο ἕπεσθαι ἀξιοῖ; φανερὸν δὴ ὅτι τοῖς εἰρημένοις περὶ τῆς ἐρωτήσεως τῆς διαλεκτικῆς ὅτι ἐστὶν ἀποκρίσεως αἴτησι ς , ἢ τῆς προτάσεως ἢ θατέρου μορίου τῆς ἀντιφάσεω ς · εἰ γὰρ τοιαύτη μὲν ἡ διαλεκτικὴ ἐρώτησις, ὥστε διδόναι καὶ ἐπιτρέπειν τῷ προσδιαλεγομένῳ ὁπότερον ἂν βούληται τῆς ἀντιφάσεως μόριον ἀποκρίνασθαι, ἡ δὲ τοῦ τί ἐστιν ἐρώτησις οὐ τοιαύτη, ἀλλὰ διδασκαλίαν καὶ ὑφήγησιν τῆς τοῦ πράγματος φύσεως ἀπαιτοῦσα, φανερὸν ὅτι ἡ τοῦ τί ἐστιν ἐρώτησις οὐκ ἂν εἴη διαλεκτική. ἀλλ’ εἴπερ ὅλως ἐθέλοιμεν σχηματίζειν τὴν περὶ τοῦ τί ἐστι πεῦσιν εἰς διαλεκτικὴν ἐρώτησιν, αὐτοὺς ἡμᾶς χρὴ τὸν δοκοῦντα ἡμῖν τοῦ πράγματος εἶναι ὁρισμὸν ἐνεργείᾳ προφερομένους ἐρωτᾶν, οἷον ‘πότερον ὁ ἄνθρωπος ζῷον δίπουν ἥμερόν ἐστιν;‘, εἴπερ ἐθέλοιμεν τὴν κατάφασιν ἐρωτᾶν, ἢ ‘πότερον ὁ ἄνθρωπος ζῷον δίπουν ἥμερον οὐκ ἔστιν;‘, εἰ περὶ τῆς ἀποφάσεως ἐθέλοιμεν πυνθάνεσθαι, ὅπερ αὐτὸς ἐνεδείξατο συντόμως διὰ τοῦ ἢ οὐ τοῦτ ο . Ἐπεὶ δὲ τὰ μὲν κατηγορεῖται συντιθέμενα ὡς ἓν τὸ πᾶν κατηγόρημα τῶν χωρὶς κατηγορουμένω ν , τὰ δὲ ο ὔ , τίς ἡ διαφορ ά ; κατὰ γὰρ τοῦ ἀνθρώπου ἀληθὲς εἰπεῖν καὶ χωρὶς ζῷον καὶ χωρὶς δίπου ν , καὶ ταῦτα ὡς ἕ ν , καὶ ἄνθρωπον καὶ λευκό ν , καὶ ταῦτα ὡς ἕ ν . ἀλ λ ’ οὐχὶ εἰ σκυτεὺς καὶ ἀγαθό ς , καὶ σκυτεὺς ἀγαθό ς · εἰ γὰρ διότι ἑκάτερον ἀληθέ ς , εἶναι δεῖ καὶ τὸ συνάμφ ω , πολλὰ καὶ ἄτοπα ἔστα ι · κατὰ γὰρ τοῦ ἀνθρώπου καὶ τὸ ἄνθρωπος ἀληθὲς καὶ τὸ λευκό ν , ὥστε καὶ τὸ ἅπα ν . πάλιν εἰ τὸ λευκὸν αὐτ ό , καὶ τὸ ἅπα ν , ὥστε ἔσται ἄνθρωπος λευκὸς λευκό ς , καὶ τοῦτο εἰς ἄπειρο ν . καὶ πάλιν μουσικὸς λευκὸς βαδίζω ν , καὶ ταῦτα πολλάκις πεπλεγμέν α . ἔτι εἰ ὁ Σωκράτης Σωκράτης καὶ ἄνθρωπο ς , καὶ Σωκράτης Σωκράτης ἄνθρωπο ς . καὶ εἰ ἄνθρωπος καὶ δίπου ς , καὶ ἄνθρωπος δίπου ς . |
| 204 (1n) | ὅτι μὲν οὖν εἴ τις ἁπλῶς φήσει τὰς συμπλοκὰς γίνεσθα ι , πολλὰ συμβαίνει λέγειν ἄτοπ α , δῆλο ν · ὅπως δὲ θετέο ν , λέγομεν νῦ ν . τῶν δὴ κατηγορουμένων καὶ ἐ φ ’ οἷς κατηγορεῖσθαι συμβαίνε ι , ὅσα μὲν λέγεται κατὰ συμβεβηκὸς ἢ κατὰ τοῦ αὐτοῦ ἢ θάτερον κατὰ θατέρο υ , ταῦτα οὐκ ἔσται ἕ ν · οἷον ἄνθρωπος λευκός ἐστι καὶ μουσικό ς , ἀλ λ ’ οὐχ ἓν τὸ λευκὸν καὶ τὸ μουσικό ν · συμβεβηκότα γὰρ ἄμφω τῷ αὐτ ῷ . οὐ δ ’ εἰ τὸ λευκὸν μουσικὸν ἀληθὲς εἰπεῖ ν , ὅμως οὐκ ἔσται τὸ μουσικὸν λευκὸν ἕν τ ι · κατὰ συμβεβηκὸς γὰρ τὸ μουσικὸν λευκό ν , ὥστε οὐκ ἔσται τὸ λευκὸν μουσικὸν ἕν τ ι . διὸ οὐδὲ ὁ σκυτεὺς ἀγαθὸς ἁπλῶ ς , ἀλλὰ ζῷον δίπου ν · οὐ γὰρ κατὰ συμβεβηκό ς . ἔτι οὐ δ ’ ὅσα ἐνυπάρχει ἐν τῷ ἑτέρ ῳ · διὸ οὔτε τὸ λευκὸν πολλάκις οὔτε ὁ ἄνθρωπός ἐστι ζῷον ἢ δίπου ν · ἐνυπάρχει γὰρ ἐν τῷ ἀνθρώπῳ τὸ ζῷον καὶ τὸ δίπου ν . Εἰπὼν ἐν τοῖς προλαβοῦσιν ὅτι τῶν διαφόρων κατὰ τοῦ αὐτοῦ κατηγορημάτων τὰ μὲν δύναται συμπλέκεσθαι καὶ μίαν τινὰ ἐξ ἁπάντων κατηγορίαν ποιεῖν τὰ δὲ οὐ δύναται, καὶ μηδένα ἡμῖν κανόνα ἐν ἐκείνοις παραδοὺς τῆς τούτου διακρίσεως, ἀλλ’ εὐθὺς μεταβὰς ἐπὶ τὴν διδασκαλίαν τοῦ θεωρήματος, πρὸς ὅπερ ἦν ἐκεῖνο χρήσιμον, λέγω δὲ τὸ μὴ δεῖν μίαν ποιεῖσθαι ἀπόκρισιν πρὸς τὴν μὴ οὖσαν μίαν ὄντως ἐρώτησιν, βούλεται λοιπὸν διὰ τούτων τὸ ἐν ἐκείνοις παραλελειμμένον προσθεῖναι. καὶ λαβὼν ὡς ὁμολογούμενον ὅτι τῶν κατὰ τοῦ αὐτοῦ κατηγορηθέντων πλειόνων ὀνομάτων τε καὶ πραγμάτων τὰ μὲν δύναται συντιθέμενα ἀλλήλοις καὶ ὥσπερ συμφυόμενα ἕν τι ποιεῖν ἅπαν τὸ ἐξ αὐτῶν κατηγόρημα, ὥσπερ ἐλέγομεν ἐπὶ τοῦ ζῷον δίπουν ἥμερον, τὰ δὲ οὐ δύναται ὡς ἐπὶ τοῦ λευκοῦ καὶ τοῦ βαδίζειν, ἀξιοῖ ζητεῖν τίς ἡ διαφορά, τοῦτο δέ ἐστι τί τὸ αἴτιον τῆς τοιαύτης διαφορᾶς καὶ διὰ τίνα αἰτίαν τάδε μέν τινα συμφύεται τάδε δὲ οὔ. πρῶτον δὲ παρίστησιν ὅτι ἔστιν ὄντως ἡ τοιαύτη ἐν τοῖς πλείοσι κατηγορουμένοις διαφορά, ἡ κατὰ τὸ πεφυκέναι συντίθεσθαι λέγω καὶ μὴ πεφυκέναι, πρὶν ἐπισκέψασθαι αὐτῆς τὴν αἰτίαν, ἐπεὶ καὶ ἦν ἀκόλουθον τὸ ὅτι ἡμᾶς πρὸ τοῦ διότι μανθάνειν. ὅτι μὲν οὖν πεφύκασί τινα συντίθεσθαι πρὸς μιᾶς κατηγορίας γένεσιν, δείκνυσι τό τε ζῷον καὶ τὸ δίπουν λαμβάνων, ἅπερ οὐ διακεκριμένως μόνον ἀλλὰ καὶ ἅμα τοῦ ἀνθρώπου κατηγορεῖται, ὅταν ζῷον δίπουν εἶναι αὐτὸν ἀποφαινώμεθα, καὶ πάλιν τὸν ἄνθρωπον καὶ τὸ λευκόν, ἅπερ κατηγορεῖται τοῦδε τοῦ ἀνθρώπου διακεκριμένως τε καὶ συμπεπλεγμένως, ὁπόταν λέγωμεν ‘ὁ Σωκράτης ἄνθρωπος λευκός ἐστιν‘. |
| 205 | ὅτι δὲ ἔστιν ἃ συντίθεσθαι ἀδυνάτως ἔχει, δείκνυσιν ἐπὶ ὑποθέσεως σκυτέα τινὰ λαμβάνων τὴν μὲν τέχνην οὐκ ἀκριβώσαντα τὸ δὲ ἦθος ἐπιεικῶς διακείμενον, ὁποῖος δοκεῖ γεγονέναι ὁ Σίμων ὁ τῷ Σωκράτει γνώριμος· κατὰ γὰρ τούτου τὸ μὲν ὅτι σκυτεύς καὶ τὸ ὅτι ἀγαθός ἰδίᾳ ἑκάτερον ἀληθῶς κατηγορήσεις, τὸ δὲ ἐξ ἀμφοῖν συγκείμενον ὅτι ἐστὶ σκυτεὺς ἀγαθός οὐκέτι· καθ’ ἑαυτὸ μὲν γὰρ τὸ ἀγαθὸν ὁτουοῦν τῶν καθ’ ἕκαστα ἀνθρώπων κατηγορούμενον ὡς ἀνθρώπου κατηγορεῖται καὶ τὸ εἶδος αὐτοῦ τῆς ζωῆς σημαίνει, συντιθέμενον δὲ μετὰ τοῦ σκυτέως καὶ οὕτω κατηγορούμενον οὐκέτι πρὸς τὸ εἶδος ἐξακούεται τῆς τοῦ ἀνθρώπου ζωῆς, ἀλλὰ πρὸς τὸ ποιὸν τῆς τέχνης. διὸ καὶ ὁ παρὰ Πλάτωνι Γοργίας οὐ ῥήτωρ ἁπλῶς, ἀλλὰ τὸ ὅλον τοῦτο ‘ῥήτωρ ἀγαθόσ‘ ὑπὸ τοῦ Σωκράτους ἠξίου προσαγορεύεσθαι, ταύτῃ διακρίνων ἑαυτὸν ἀπὸ τῶν μοχθηρῶς τῇ τέχνῃ χρωμένων. Ἐπεὶ δὲ εἰκὸς ἦν τῶν ἁπλούστερον διακειμένων τινὰς ὑπολαβεῖν ὅτι χρὴ πάντως τὰ ἰδίᾳ κατηγορούμενα καὶ ἅμα κατηγορεῖσθαι καὶ ἀποκληρωτικὸν οἰηθῆναι τὸ λέγειν ἡμᾶς ἐπὶ τινῶν μὲν ἐνδέχεσθαι τοῦτο ἐπὶ τινῶν δὲ μηκέτι καὶ πρὸς τὸ περὶ τοῦ σκυτέως καὶ τοῦ ἀγαθοῦ εἰρημένον πειρᾶσθαι διαφιλονεικεῖν, διὰ τοῦτο παριστὰς ἡμῖν τὸ ἀναγκαῖον τοῦ κινουμένου θεωρήματος δείκνυσιν ὅσα ἕπεται ἄτοπα τοῖς οὕτως ὑπολαμβάνουσι καί φησιν εἰ γὰρ διότι ἑκάτερον ἀληθές (ᾧ προσυπακούειν χρὴ ‘τῶν ἰδίᾳ κατηγορουμένων‘), εἰ οὖν διὰ τοῦτο εἶναι δεῖ καὶ τὸ συνάμφω (κἀν τούτῳ πάλιν ὑπακουομένου τοῦ ἀληθές), 〈εἰ οὖν〉 εἶναι δεῖ καὶ τὸ συναμφότερον κατηγόρημα ἀληθές, πολλὰ ἄτοπα συμβήσεται· καὶ γὰρ ἀδολεσχεῖν δεήσει τὸν οὕτως ὑπολαμβάνοντα καὶ ἀδιανόητα λέγειν πρὸς τῷ ἀδολεσχεῖν καὶ παρέλκοντά τινα καὶ μάταια· κατὰ γὰρ Σωκράτους τό τε ἄνθρωπος καὶ τὸ λευκός ἀληθῶς κατηγορήσαντες καὶ τὸ συναμφότερον ἀληθῶς κατηγορήσομεν, ὅτι ἐστὶν ἄνθρωπος λευκός. ἀλλ’ εἰ πάντα τὰ κεχωρισμένως κατηγορούμενα καὶ συντεθέντα κατηγορεῖσθαι δυνατόν, ἐὰν πρὸς ταύτῃ τῇ συνθέτῳ κατηγορίᾳ λάβωμεν πάλιν τὸ λευκὸν αὐτὸ καθ’ αὑτὸ τοῦ Σωκράτους κατηγορούμενον, δεήσει πάλιν ἐξ ἀμφοτέρων τῶν κατηγοριῶν, τῆς τε συνθέτου καὶ τῆς ἁπλῆς, μίαν γίνεσθαι τὴν ὅλην κατηγορίαν, ὥστε λέγεσθαι ὅτι ἐστὶν ὁ Σωκράτης ἄνθρωπος λευκὸς λευκός, καὶ τοῦτο εἰς ἄπειρον, ὅπερ ἐστὶν ἐναργῶς ἀδολεσχούντων. |
| 206 | πάλιν εἰ τὸ μουσικός καὶ τὸ λευκός καὶ τὸ βαδίζων οὐ μόνον κεχωρισμένως ἀλλὰ καὶ ἅμα κατηγοροῦνται τοῦ Σωκράτους, ἐὰν πρὸς τῇ συνθέτῳ ἐκ τούτων κατηγορίᾳ τὸ λευκὸν πάλιν αὐτὸ καθ’ αὑτὸ κατηγορήσωμεν, ἐροῦμεν ὅτι ἐστὶ μουσικὸς λευκὸς βαδίζων λευκός, καὶ πάλιν τοῦ μουσικοῦ, εἰ τύχοι, καθ’ αὑτὸ κατηγορηθέντος, μουσικὸς λευκὸς βαδίζων λευκὸς μουσικός, καὶ ταῦτ α , ὅπερ αὐτός φησι, πολλάκις πεπλεγμέν α , ὡς πρὸς τῷ ἀδολεσχεῖν καὶ ἀδιανόητον γίνεσθαι τὴν κατηγορίαν. τούτοις δὲ ἄλλο τι τρίτον ἄτοπον προστιθεὶς τοῦ ὁρωμένου φησὶ κατηγορεῖσθαι τυχὸν τὸ ὅτι Σωκράτης ἐστί καὶ ὅτι ἄνθρωπος, ὥστε δεήσει λέγειν καὶ ὅτι ὁ ὁρώμενος Σωκράτης ἄνθρωπός ἐστι. καὶ πάλιν τοῦ Σωκράτους τὸν μὲν ἄνθρωπον καὶ τὸ δίπουν ἰδίᾳ ἑκάτερον ἀμέμπτως κατηγορήσεις, οὐκέτι μέντοι τὸ ἐξ ἀμφοῖν, ὅπερ ἐστὶν ἄνθρωπος δίπους· ἄλογα γὰρ ταῦτα καὶ παντάπασι παρέλκοντα, εἴπερ ἐναργὲς ὅτι τόν τε Σωκράτην ἄνθρωπον εἶναι ἀνάγκη καὶ τὸν ἄνθρωπον δίποδα· εἰ γὰρ καὶ πεφύκασιν, ὅπερ ἐλέγομεν, ἢ ἁπλῶς ἢ κατὰ μέρος συμφύεσθαι πρὸς ἄλληλα τὰ κατ’ οὐσίαν κατηγορούμενα, ὡς τό τε γένος καὶ αἱ εἰδοποιοὶ διαφοραί, ἀλλ’ οὐ κατὰ τὴν τυχοῦσαν δεῖ αὐτὰ συνείρειν πρὸς ἄλληλα τάξιν· οὐ γὰρ προτάξομεν τὰ μερικώτερα καὶ ἐπὶ τούτοις θήσομεν τὰ καθολικώτερα καὶ ἐξ ἀνάγκης αὐτοῖς ἑπόμενα, ἀλλ’ ἔμπαλιν τὰ καθολικώτερα προτάξομεν τῶν μερικωτέρων. Διὰ τούτων οὖν ἐπιδείξας ἀναγκαῖον ὄντα τὸν περὶ τούτων διορισμόν, ἑξῆς αὐτὸν παραδίδωσι λέγων ὅτι τῶν κατηγορουμένων κατά τινων ὑποκειμένων, ἃ ἐκάλεσεν ἐ φ ’ οἷς κατηγορεῖσθαι συμβαίνε ι , τοῦτ’ ἔστι καὶ τῶν ὑποκειμένων καθ’ ὧν τὰ κατηγορούμενα κατηγορεῖσθαι συμβαίνει, ἐκ τούτων οὖν τῶν κατηγορουμένων τὰ μὲν καθ’ αὑτὸ κατηγορεῖται τῶν οἰκείων ὑποκειμένων τὰ δὲ κατὰ συμβεβηκός. τὰ μὲν οὖν κατὰ συμβεβηκός, περὶ ὧν πρῶτον ποιεῖται τὸν λόγον, εἴτε ἄμφω τοῦ ὑποκειμένου κατὰ συμβεβηκὸς κατηγορούμενα λαμβάνοιτο εἴτε τὸ μὲν ἕτερον τοῦ ὑποκειμένου καὶ ἐν ᾧ τὸ εἶναι πεφύκασιν ἔχειν τὸ δὲ ἕτερον τοῦ ἑτέρου, κατ’ οὐδένα τρόπον μίαν κατηγορίαν ποιήσουσιν· οὔτε γὰρ εἰ τοῦ Σωκράτους τό τε μουσικὸν καὶ τὸ λευκὸν κατὰ συμβεβηκὸς κατηγοροίης, μίαν γινομένην εὑρήσεις τὴν ἐξ αὐτῶν κατηγορίαν, οὔτε εἰ τὸ μὲν μουσικὸν τοῦ Σωκράτους τὸ δὲ λευκὸν τοῦ μουσικοῦ κατηγορούμενον λάβοις, οὐδὲ οὕτως. |
| 207 | ταύτην δὲ τὴν ὑπόθεσιν ἐκ περιουσίας ἔλαβεν ὁ Ἀριστοτέλης, ἐπεὶ ἀνάγκη τὸ λευκὸν προηγουμένως κατηγορεῖσθαι Σωκράτους, ὥσπερ τὸ μουσικόν (οὐ κατ’ οὐσίαν μὲν ἅτε ὂν συμβεβηκός, κατὰ φύσιν μέντοι, διότι πεφύκασι τὰ συμβεβηκότα καὶ ὑφίστασθαι ἐν τοῖς σφετέροις ὑποκειμένοις καὶ κατηγορεῖσθαι κατ’ αὐτῶν), τοῦ δὲ μουσικοῦ μηκέτι προηγουμένως μηδὲ κατὰ φύσιν, ἀλλὰ τῷ ὄντι κατὰ συμβεβηκός, διότι ἄμφω συνέβη συνδραμεῖν ἐν τῷ αὐτῷ ὑποκειμένῳ. καὶ ὅλως ἀνάγκη τὰς διαζευκτικῶς εἰρημένας ὑπὸ τοῦ Ἀριστοτέλους ὑποθέσεις ἕπεσθαι ἀλλήλαις· εἴτε γὰρ τοῦ αὐτοῦ ὑποκειμένου δύο συμβεβηκότα κατηγοροῖντο, πάντως καὶ ἀλλήλων κατὰ συμβεβηκὸς κατηγορηθήσονται (κἂν τὸ μὲν οὐσιῶδες ᾖ τὸ δὲ συμβεβηκός, τὸ μὲν συμβεβηκὸς τοῦ οὐσιώδους κατὰ φύσιν κατηγορηθήσεται τὸ δὲ οὐσιῶδες τοῦ συμβεβηκότος παρὰ φύσιν, οἷον ὁ ἄνθρωπος τοῦ λευκοῦ τῷ ὄντι κατὰ συμβεβηκός), εἴτε ἐξ ἀρχῆς λαμβάνοιμεν τὸ ἕτερον τῶν συμπληρούντων τὴν κατηγορίαν περὶ ἧς ζητοῦμεν (εἴτε μία ἐστὶν εἴτε μή) τοῦ λοιποῦ κατὰ συμβεβηκὸς κατηγορούμενον, ἀνάγκη πρότερον εἰλῆφθαι αὐτὸ τοῦ ὑποκειμένου καθ’ αὑτὸ κατηγορηθέν· αὐτὸ γὰρ τοῦτό ἐστι τὸ νῦν ζητούμενον, πότε τὰ ἰδίᾳ κατηγορηθέντα καὶ συμπλακέντα δύναται κατηγορεῖσθαι. καὶ μήποτε χρὴ τῆς ῥήσεως οὐ διαζευκτικῶς ἀκούειν ἀλλὰ τὸ ἤ λέγειν ἀντὶ τοῦ καί παρειλῆφθαι, ὡς καὶ παρ’ Ὁμήρῳ τὸ ἢ νέος ἠὲ παλαιός ἀντὶ τοῦ ‘καὶ νέος καὶ παλαιόσ‘, καὶ ὡς εἰώθασιν ἔνια τῶν συγγραμμάτων ἐπιγράφειν οἱ ἀρχαῖοι “Νικοκλῆς ἢ Συμμαχικός” καὶ “Φαίδων ἢ Περὶ ψυχῆς”, οὐκ ἀντιδιαστέλλοντες ἀλλ’ ἑκατέρῳ τῶν ὀνομάτων καλεῖν ἡμῖν τὸν λόγον ἐπιτρέποντες, ὡς εἶναι τὸ λεγόμενον ‘καὶ κατὰ τοῦ αὐτοῦ καὶ θάτερον κατὰ θατέρου‘. Τί οὖν τὸ αἴτιον τοῦ μὴ πεφυκέναι συνδυάζεσθαι τὰ οὕτω κατηγορούμενα; ὅτι παντάπασιν ἀπηρτημένην ἀλλήλων ἔχουσι τὴν φύσιν ὑπὸ διαφόρους ἐνίοτε τελοῦντα κατηγορίας, καὶ κίρνασθαι αὐτὰ πρὸς ἄλληλα ἐπὶ τῷ μίαν ἐργάσασθαι φύσιν ἀδύνατον. εἰ δὲ ταῦτα οὕτως ἔχει, δῆλον ὅτι ὀρθῶς ἐλέγομεν πρότερον ὡς παρὰ τὸ ἔστιν οὐδὲν ἄλλο προσκατηγορεῖσθαι δυνατὸν ἐν ταῖς προτάσεσιν, οἷον τὸ βαδίζειν· ἐν γὰρ τῷ ‘ἄνθρωπος δίκαιος βαδίζει‘ εἰ τὸ μὲν δίκαιος κατηγορεῖσθαι λέγοις τὸ δὲ βαδίζει προσκατηγορεῖσθαι, οὐκ ἔσται μία ἡ τοιαύτη πρότασις· ἄμφω γὰρ κατὰ συμβεβηκὸς τοῦ ἀνθρώπου κατηγορούμενα κίρνασθαι ἀλλήλοις πρὸς μιᾶς κατηγορίας γένεσιν οὐ πεφύκασι. |
| 208 | τὸ δὲ ἔστιν ἅτε οὐκέτι καθ’ αὑτὸ τοῦ ὑποκειμένου μόνον κατηγορούμενον, ὥσπερ τὸ βαδίζει καὶ τῶν ἄλλων ῥημάτων ἕκαστον, ἀλλὰ μόνου τοῦ συνδῆσαι τὸ κατηγορούμενον τῷ ὑποκειμένῳ χάριν παραλαμβανόμενον συμφύεσθαί τε μόνον τῶν ῥημάτων πρὸς τὸ κατηγορούμενον πέφυκεν, αὐτὸ προσκατηγορεῖσθαι λεγόμενον, καὶ μίαν τήν τε κατηγορίαν ποιεῖν καὶ διὰ τοῦτο τὴν ὅλην πρότασιν. ἆρ’ οὖν, φασί τινες, οὐδὲ ὁ λέγων ‘Ἱπποκράτης ἀγαθὸς ἰατρός ἐστιν‘ ἢ ‘Ζεῦξις ἀγαθὸς ζωγράφος ἐστί‘ μίαν εἶπε κατηγορίαν, ἐπεὶ ἑκάτερον, τό τε ἀγαθὸν λέγω καὶ ἡ τέχνη, συμβέβηκε τῷ ὑποκειμένῳ; ἢ ἐπὶ τούτων ἄλλο μέν ἐστι τὸ καθ’ αὑτὸ κατηγορούμενον ἀγαθὸν ἄλλο δὲ τὸ τῇ βαναύσῳ τέχνῃ συμπλεκόμενον· τὸ μὲν γὰρ καθ’ αὑτὸ κατηγορούμενον, ὅπερ καὶ πρότερον ἐλέγομεν, τὴν ζωὴν αὐτὴν σημαίνει τῆς ψυχῆς, τὸ δέ γε τῇ τέχνῃ συμπλεκόμενον οὐκέτι, ἀλλ’ ἔοικεν ὥσπερ γένος τι τῆς τέχνης ἢ τῶν μετιόντων τὰς τέχνας παραλαμβάνεσθαι· κατὰ πάσας μὲν γὰρ τὰς κατηγορίας θεωρεῖται τὸ ἀγαθόν, ἀλλὰ τὸ ἐν ποιῷ συνδιαιρεῖται τοῖς μετέχειν αὐτοῦ πεφυκόσιν. ἀνάγκη οὖν εἶναί τι καὶ περὶ ψυχὴν θεωρούμενον ἀγαθόν, ὅπερ ἢ κατὰ τὴν ζωὴν λαμβάνεται τῆς ψυχῆς ἢ κατὰ τὴν γνῶσιν, καὶ ταύτην ἢ ἐπιστημονικήν, φέρε εἰπεῖν, ἢ τεχνικήν. ὥσπερ οὖν τὸ ποιὸν γένος εἶναί φαμεν τοῦ τεχνίτου, οὕτω καὶ τὸ ἐν ποιῷ ἀγαθὸν γένος εἶναι ἀνάγκη τοῦ κατὰ τὸν τεχνίτην ἀγαθοῦ. καθ’ αὑτὸ οὖν ἐνταῦθα τὸ ἀγαθὸν τοῦ ἰατροῦ καὶ τοῦ ζωγράφου καὶ ἁπλῶς τοῦ τεχνίτου κατηγορούμενον μίαν εἰκότως ἐργάζεται τὴν κατηγορίαν, ὡς εἰ λέγοιμεν ‘τὸ ὁρώμενον χρῶμα λευκόν ἐστιν‘· ἔστι γὰρ καὶ συμβεβηκὸς καθ’ αὑτὸ κατηγορεῖν, ὅταν εἴδους τινὸς ἑαυτοῦ κατηγορῆται, καὶ οὐσίαν κατὰ συμβεβηκός, ὅταν αὐτὴν τοῦ συμβεβηκότος κατηγορήσωμεν, ὡς ὅταν τὸ λευκὸν φῶμεν ξύλον εἶναι. διώρισται δὲ περὶ τούτων ἐπὶ πλεῖον ἐν τῷ προτέρῳ βιβλίῳ τῶν Ἀποδεικτικῶν. καὶ τοῦτο τὸ ἀγαθὸν οὐκέτι ἔσται τῶν προηγουμένως τοῦ ὑποκειμένου κατηγορουμένων, ἀλλ’ εἴπερ, κατὰ συμβεβηκὸς διὰ τὴν προηγουμένως κατηγορουμένην αὐτοῦ τέχνην. διὸ οὐδὲ μόνον ληφθὲν δύναται κατηγορεῖσθαι, ὥσπερ οὐδὲ τὸ αὐτόθεν τοῦ ὑποκειμένου κατηγορηθὲν ἀγαθὸν τέχνης ἔτι προηγουμένως κατηγορεῖται, ἀλλὰ κατὰ συμβεβηκός, ὡς ἐπὶ τοῦ σκυτεὺς ἀγαθός. |
| 209 | διὸ οὐδὲ δύναται συνδυασθὲν αὐτῇ μίαν ποιῆσαι τὴν ὅλην κατηγορίαν. ἀλλὰ πῶς ἐκ τοῦ ἀνθρώπου καὶ τοῦ λευκοῦ μίαν φαμὲν γίνεσθαι κατηγορίαν, εἴπερ μήτε ἄμφω καθ’ αὑτὸ κατηγοροῦνται τοῦ Σωκράτους, ἀλλὰ καὶ θάτερον κατὰ θατέρου κατὰ συμβεβηκός; ἢ διότι οὐκ ἄμφω συμβεβηκότα εἰσὶ τῷ ὑποκειμένῳ, ὅτε καὶ ἑκάτερον αὐτῶν συμβαίνει τοῦ λοιποῦ παρὰ φύσιν κατηγορεῖσθαι καὶ τῷ ὄντι κατὰ συμβεβηκός, τῶν δὲ κατὰ τοῦτον μόνον τὸν τρόπον κατηγορουμένων ἀπεγίνωσκεν ὁ Ἀριστοτέλης ὡς συμφύεσθαι πρὸς ἄλληλα μὴ δυναμένων, ἐπεὶ τὸ λευκὸν τῷ ἀνθρώπῳ συνδυάζεσθαι πεφυκὸς καὶ ποιότητα αὐτοῦ σημαῖνον, οὐ τὴν οὐσιώδη ἀλλὰ τὴν οἷον ἐπιπολῆς τὴν κατὰ τὸ ἁπλῶς λεγόμενον ποιόν, εἰκότως μετ’ αὐτοῦ μίαν ποιεῖ κατηγορίαν οὐσίαν μίαν σημαίνουσαν, οὐ τὴν ἁπλῆν ἀλλὰ τὴν τινὰ λεγομένην. Ταῦτα περὶ τῶν κατὰ συμβεβηκὸς κατηγορουμένων καὶ συνδυάζεσθαι μὴ πεφυκότων διορισάμενος καὶ εἰπὼν ὅτι διὰ τοῦτο οὐχ ἁπλῶς ἀληθὲς τὸ σκυτεὺς ἀγαθό ς , τοῦτ’ ἔστιν οὐκ ἀεὶ ἀληθές, ἐπειδὴ ποτὲ συνδραμεῖν αὐτὰ οὐ θαυμαστόν, ἐπάγει ἀλλὰ ζῷον δίπου ν · οὐ γὰρ κατὰ συμβεβηκό ς , δυνάμει λέγων ὅτι ‘τὰ δὲ μὴ κατὰ συμβεβηκὸς ἀλλὰ καθ’ αὑτὰ κατηγορούμενα συντίθεσθαι πρὸς ἄλληλα καὶ μίαν ποιεῖν κατηγορίαν δυνατόν‘, ἀλλ’ οὐδὲ ταῦτα ὡς ἔτυχε λαμβανόμενα οὐδὲ κατὰ τὴν τυχοῦσαν συμπλεκόμενα πρὸς ἄλληλα τάξιν· οὐ γὰρ δὴ τὰ ἤδη ἐν τῇ ἑτέρᾳ τῶν κατηγοριῶν εἰλημμένα, ἢ κατ’ ἐνέργειαν ἢ κατὰ δύναμιν, πάλιν ληψόμεθα, ἵνα μὴ ἀδολεσχῶμεν ἢ παρέλκοντά τινα λέγειν ἀναγκαζώμεθα, ὅπερ ἐστὶ πάλιν ἀδολεσχεῖν· οἷον εἰπόντες ὅτι ἐστὶν ὁ ἄνθρωπος ζῷον δίπουν οὐ ληψόμεθα πάλιν τὸ δίπουν καθ’ ἑαυτὸ διὰ τὸ κατ’ ἐνέργειαν ἐν τῇ προτέρᾳ εἰλῆφθαι κατηγορίᾳ, καὶ εἰπόντες ὅτι ἐστὶν ὁ Σωκράτης ἄνθρωπος οὐ ληψόμεθα ἑτέραν κατηγορίαν ὡς συμπλέκεσθαι πρὸς τὸν προτέραν ὀφείλουσαν, ὅτι ἐστὶ δίπους ἢ ζῷον, διὰ τὸ δυνάμει τούτων ἑκάτερον ἐν τῇ προτέρᾳ κατηγορίᾳ τῇ τοῦ ἀνθρώπου προειλῆφθαι. Ἀληθὲς δέ ἐστιν εἰπεῖν κατὰ τοῦ τινὸς καὶ ἁπλῶ ς , οἷον τὸν τινὰ ἄνθρωπον ἄνθρωπον ἢ τὸν τινὰ λευκὸν ἄνθρωπον ἄνθρωπον λευκό ν · οὐκ ἀεὶ δ έ , ἀλ λ ’ ὅταν μὲν ἐν τῷ προσκειμένῳ τῶν ἀντικειμένων τι ἐνυπάρχῃ ᾧ ἕπεται ἀντίφασι ς , οὐκ ἀληθὲς ἀλλὰ ψεῦδο ς , οἷον τὸν τεθνεῶτα ἄνθρωπον ἄνθρωπον εἰπεῖ ν , ὅταν δὲ μὴ ἐνυπάρχ ῃ , ἀληθέ ς . |
| 210 (1n) | ἢ ὅταν μὲν ἐνυπάρχ ῃ , ἀεὶ οὐκ ἀληθέ ς , ὅταν δὲ μὴ ἐνυπάρχ ῃ , οὐκ ἀεὶ ἀληθέ ς . ὥσπερ Ὅμηρός ἐστί τ ι , οἷον ποιήτη ς · ἆρα οὖν καὶ ἔστιν ἢ ο ὔ ; κατὰ συμβεβηκὸς γὰρ κατηγορεῖται τοῦ Ὁμήρου τὸ ἔστι ν · ὅτι γὰρ ποιητής ἐστι ν , ἀλ λ ’ οὐ κα θ ’ αὑτὸ κατηγορεῖται κατὰ τοῦ Ὁμήρου τὸ ἔστι ν . ὥστε ἐν ὅσαις κατηγορίαις μήτε ἐναντιότης ἔνεστι ν , ἐὰν λόγοι ἀν τ ’ ὀνομάτων λέγωντα ι , καὶ κα θ ’ αὑτὰ κατηγορῆται καὶ μὴ κατὰ συμβεβηκό ς , ἐπὶ τούτων τὸ τὶ καὶ ἁπλῶς ἀληθές ἐστιν εἰπεῖ ν . τὸ δὲ μὴ ὄ ν , ὅτι δοξαστό ν , οὐκ ἀληθὲς εἰπεῖν ὄν τ ι · δόξα γὰρ αὐτοῦ ἐστιν οὐχ ὅτι ἔστι ν , ἀλ λ ’ ὅτι οὐκ ἔστι ν . Ἐν τούτοις ζητεῖται τὸ ἀντικείμενον θεώρημα τῷ προσεχῶς παραδεδομένῳ· πρότερον μὲν γὰρ ἐζητεῖτο πότε τὰ ἰδίᾳ κατηγορηθέντα καὶ ἅμα κατηγορηθῆναι δυνατόν, ἐν δέ γε τούτοις ζητεῖται πότε τὰ ἅμα κατηγορηθέντα καὶ κεχωρισμένως κατηγορηθῆναι δυνατόν. καλεῖ δὲ τινὰ κατηγορίαν τὴν σύνθετον ἐκ τῶν ἅμα κατηγορηθέντων, ἁπλῶς δὲ τὴν ἁπλῆν καὶ ἄνευ προσθήκης τινὸς λεγομένην, διότι πανταχοῦ αἱ προσθέσεις ἀποστενοῦσι καὶ μερικώτερα ποιοῦσι τὰ ὑπὸ τῶν ὑπομενόντων τὰς προσθήκας δηλούμενα, οἷον ὅταν εἰπόντες ‘ζῷον‘ προσθῶμεν τούτῳ τὸ λογικόν, εἶτα τὸ θνητόν, εἶτα τὸ γραμματικόν, εἶτα ἄλλο τι καὶ ἄλλο· φανερὸν γὰρ ὅτι καθ’ ἑκάστην προσθήκην μερικώτερον εὑρήσομεν γινόμενον τὸ σημαινόμενον. διόπερ φησὶν ἀληθὲς δέ ἐστιν εἰπεῖν κατὰ τοῦ τινὸς καὶ ἁπλῶ ς , τοῦτ’ ἔστι καθ’ οὗ ποιούμεθα τὴν σύνθετον κατηγορίαν, κατὰ τούτου καὶ ἄνευ τῆς προσθήκης ἀληθὲς τὸ κατηγορούμενον εἰπεῖν, οἷον τὸν Ἀρίσταρχον οὐ μόνον ἄνθρωπον γραμματικὸν ἀλλὰ καὶ ἁπλῶς ἄνθρωπον καὶ ἁπλῶς γραμματικόν, καὶ τὸν Γαλάτην οὐ μόνον λευκὸν ἄνθρωπον ἀλλὰ καὶ ἁπλῶς λευκὸν καὶ ἁπλῶς ἄνθρωπον. ἐπεὶ δὲ οὐκ ἀεὶ τοῦτο οὕτως ἔχει (τὸν γοῦν ἄνθρωπον τὸν τεθνεῶτα τὸ μὲν ὅλον τοῦτο ἄνθρωπον νεκρὸν λέγομεν, οὐκέτι μέντοι ἄνευ τῆς προσθήκης ἄνθρωπον δυνάμεθα λέγειν, διότι ὁ μὲν ἄνθρωπος ζῷον λογικὸν θνητόν, τὸ δὲ ζῷον οὐσία ἔμψυχος αἰσθητική, ὁ δὲ τεθνεὼς οὔτε ἔμψυχος οὔτε αἰσθητικὸς ἀλλὰ τὰ ἀντικείμενα· καὶ τὴν κίβδηλον δραχμὴν καὶ τὴν λιθίνην ναῦν τὸ μὲν ὅλον τοῦτο ἐρεῖς ἑκατέραν, οὔτε μέντοι δραχμὴν ἁπλῶς οὔτε ναῦν), δῆλον ὅτι καὶ ἐνταῦθα δεήσει τινὸς ἡμῖν διορισμοῦ τοῦ διδάσκοντος πότε μὲν δυνατὸν πότε δὲ οὐ δυνατὸν διακεκριμένως κατηγορηθῆναι τὰ ἅμα κατηγορηθέντα. |
| 211 | τοῦτον οὖν τὸν κανόνα πρότερον μὲν ὁλοσχερέστερον παραδίδωσιν ὁ Ἀριστοτέλης, ὕστερον δὲ ἀκριβέστερον, ἐξ ἀρχῆς μὲν λέγων ὡς ὅταν ἐν τῷ προστεθέντι τῇ ἁπλῇ κατηγορίᾳ ὑπάρχῃ τις ἀντίθεσις πρὸς τὸ ᾧ πρόσκειται (ἢ αὐτόθεν ἐν τοῖς ὀνόμασιν αὐτῶν φαινομένη, ὡς ὅταν τὸν εὐνοῦχον ἄνδρα ἅμα καὶ οὐκ ἄνδρα εἴπωμεν καὶ τὴν νυκτερίδα ὄρνιν ἅμα καὶ οὐκ ὄρνιν καὶ τὴν κίσηριν ὁμοίως λίθον ἅμα καὶ οὐ λίθον καὶ τὸν δικαστὴν ἄρχοντα καὶ οὐκ ἄρχοντα, ἢ ἐν τοῖς ὁρισμοῖς αὐτῶν καταλαμβανομένη, καθάπερ ἐπὶ τοῦ ἀνθρώπου καὶ τοῦ νεκροῦ), τότε ἀδύνατον τὰ ἅμα κατηγορηθέντα καὶ διακριθέντα κατηγορηθῆναι, ὅταν δὲ μηδεμία αὐτοῖς ἐνυπάρχῃ πρὸς ἄλληλα ἀντίθεσις, τότε δυνατόν· ὕστερον δὲ τὸν μὲν εἰρημένον κανόνα περὶ τοῦ πότε οὐ δυνατὸν διακριθῆναι τὰ ἅμα κατηγορηθέντα ὀρθῶς εἰρῆσθαι ἀποφαινόμενος, δι’ ὧν φησιν ἢ ὅταν μὲν ἐνυπάρχ ῃ , ἀεὶ οὐκ ἀληθέ ς , ὑποστίζειν μὲν ἡμῶν ὀφειλόντων εἰς τὸ ἐνυπάρχῃ (ἡ ἀντίθεσις δηλονότι ἡ ἐν τῷ προσκειμένῳ πρὸς τὸ ἐξ ἀρχῆς κατηγορηθέν· τοῦτο γὰρ ἤδη εἰρημένον καὶ ἐνταῦθα ὑπακούσομεν), ὡς δὲ ἀκόλουθον τούτῳ ἐπιφέρειν τὸ ἀε ί , τοῦτ’ ἔστιν ἐξ ἀνάγκης, οὐκ ἀληθὲς ἀλλὰ ψεῦδος τὸ διακριθῆναι τὴν σύνθετον κατηγορίαν, τὸν δὲ ἕτερον, τὸν λέγοντα μὴ οὔσης ἀντιθέσεως ἐν τοῖς ἅμα κατηγορηθεῖσι τὴν διάκρισιν αὐτῶν χώραν ἔχειν, οὐκ ἀεὶ ἀληθεύειν διαβεβαιούμενος ἀλλ’ ἑτέρου τινὸς δεῖσθαι διορισμοῦ καὶ τὸν ἔλεγχον εὐθὺς ἐπιφέρων· τὸν γὰρ Ὅμηρον τὸ μὲν ὅλον τοῦτο ποιητὴν εἶναι λέγομεν, διότι ἔστιν αὐτοῦ ἡ ποίησις, ἁπλῶς δὲ εἶναι οὐ λέγομεν, ἐπεὶ τὸ ἔστιν ἀμέσως τοῦ Ὁμήρου κατηγορούμενον οὐκ ἐξακούεται πρὸς τὸν ἐν τῇ ποιήσει Ὅμηρον, ἀλλὰ πρὸς αὐτὸν τὸν ἄνδρα, οὗτος δὲ οὐκ ἔστιν. ὅταν μέντοι συμπεπλεγμένον τῷ ποιητὴς κατηγορῆται τοῦ Ὁμήρου τὸ ἔστι, τὸ μὲν ποιητὴς προηγουμένως αὐτοῦ καὶ καθ’ αὑτὸ κατηγορηθήσεται, λέγω δὲ τὸ καθ’ αὑτὸ οὐχ ὅτι κατ’ οὐσίαν ἀλλ’ ὅτι κατὰ φύσιν, τὸ δέ γε ἔστι τοῦ μὲν ποιητὴς καθ’ αὑτὸ τοῦ δὲ Ὁμήρου κατὰ συμβεβηκός. |
| 212 | ἐξαιρεθέντος οὖν τοῦ καθ’ αὑτὸ κατηγορηθέντος οὐδὲν ἔτι φθέγγεται ὑγιὲς τὸ κατὰ συμβεβηκὸς κατηγορούμενον, καίτοι οὐδεμίαν ἔστιν εὑρεῖν ἀντίθεσιν τοῦ ποιητοῦ πρὸς τὸ ἔστιν, οὔτε αὐτόθεν ἐν τοῖς ὀνόμασιν, ὡς ἐπὶ τοῦ ἀνὴρ καὶ οὐκ ἀνήρ, οὔτε ἐν τοῖς ὁρισμοῖς αὐτῶν, ὡς ἐπὶ τοῦ νεκρὸς ἄνθρωπος. ὥστε ὀρθῶς ἐλέγομεν ὅτι οὐκ ἀεὶ ἀληθὲς τὸ μὴ ἐνυπαρχούσης ἀντιθέσεως ἐν τοῖς ἅμα κατηγορηθεῖσι δύνασθαι καὶ ἕκαστον καθ’ αὑτὸ κατηγορηθῆναι. διόπερ ἄνωθεν ἀρξάμενος ὁ Ἀριστοτέλης καταλέγει τοὺς περὶ τῆς διακεκριμένης κατηγορίας κανόνας, λέγων ὡς ὅταν μήτε ἐναντιότης ἐν τοῖς ὁρισμοῖς ὑπάρχῃ τῶν ἅμα κατηγορουμένων μήτε κατὰ συμβεβηκὸς ἀλλὰ καθ’ αὑτὸ τοῦ αὐτοῦ ὑποκειμένου κατηγορούμενα τύχωσι, τότε δὴ πάντως ἐγχωρεῖ τὸ συμπεπλεγμένως κατηγορηθὲν καὶ ἄνευ τῆς συμπλοκῆς κατηγορηθῆναι. φανερὸν δὲ ὡς εἴ τις τὸ ἔστι τὸ ἐπὶ τοῦ ‘Ὅμηρος ποιητής ἐστιν‘ ἀντὶ τοῦ ἦν εἰλῆφθαι λέγοι (καθάπερ τὸ ἦν ἀντὶ τοῦ ἔστι πολλάκις οἱ παλαιοὶ παραλαμβάνουσιν, ὡς ἐπὶ τοῦ ‘τί ἦν‘ ἀντὶ τοῦ ‘τί ἐστι‘ καὶ ἐπὶ τοῦ ὁρισμοῦ τὸ ‘τί ἦν εἶναι‘ ἀντὶ τοῦ ‘τί ἐστι τῷ πράγματι τὸ εἶναι‘), καὶ τὸ ἔστιν αὐτὸ καθ’ αὑτὸ κατηγορεῖσθαι τοῦ Ὁμήρου συγχωρήσει παρὰ τὰ δοκοῦντα τῷ Ἀριστοτέλει. τῆς δὲ λέξεως τὸ μὲν τῶν ἀντικειμένων τι ἐνυπάρχ ῃ , οἷς ἕπεται ἀντίφασις εἴρηται οὐχ ὡς τισὶ μὲν ἀντικειμένης ἀντιφάσεως τισὶ δὲ μή, ἀλλ’ ὅτι ‘οἷς πᾶσιν ἕπεται ἡ ἀντιφατικὴ πρὸς ἄλληλα ἀντίθεσισ‘, ἅτε οὖσα κοινοτάτη· οὐδέτερον γὰρ τῶν ἀντικειμένων ἐστὶν ὅπερ τὸ ἕτερον. Ἑξῆς δὲ τούτοις ὥσπερ ἐλέγχων τοὺς οἰομένους ὅτι τὸ ἔστιν εἰ μετὰ τοῦ δοξαστοῦ κατηγοροῖτο τοῦ μὴ ὄντος, λεγόντων ἡμῶν ‘τὸ μὴ ὂν δοξαστόν ἐστιν‘, ἤδη καὶ καθ’ αὑτὸ κατηγορεῖσθαι κατὰ τούτου δυνήσεται καὶ ἐροῦμεν ἀληθῶς ‘τὸ μὴ ὂν ἔστι‘, παραπλησίως τοῖς ἄλλοις ἐφ’ ὧν τὴν σύνθετον κατηγορίαν καὶ διακεκριμένως γίνεσθαι δυνατόν, ἐπάγει τὸ δὲ μὴ ὄ ν , ὅτι δοξαστό ν , οὐκ ἀληθὲς εἰπεῖν ὄν τ ι , καὶ τὴν αἰτίαν, δι’ ἣν οὐκ ἀληθές, προστίθησι λέγων δόξα γὰρ αὐτοῦ οὐκ ἔστιν ὅτι ἔστι ν , ἀλ λ ’ ὅτι οὐκ ἔστι ν · ἐπεὶ γὰρ δοξάζομεν περὶ τοῦ μὴ ὄντος αὐτὸ τοῦτο ὅτι οὐκ ἔστι, δῆλον ὅτι δοξαστὸν μὲν εἶναι αὐτὸ εἰκότως λέγομεν, οὐ μὴν διὰ τοῦτο εἶναι αὐτὸ ὁμολογήσομεν. καὶ ἀποτείνεσθαι μὲν δοκεῖ πρὸς τὰ ἐν τῷ Σοφιστῇ καὶ πρὸς τῷ πέρατι τοῦ πέμπτου τῆς Πολιτείας περὶ τοῦ μὴ εἶναι δοξαστὸν τὸ μὴ ὂν ὑπὸ Πλάτωνος λεγόμενα. |
| 213 | δεῖ μέντοι εἰδέναι ὅτι πολλὰς ἐκεῖνος τοῦ μὴ ὄντος τάξεις ἡμῖν παραδιδούς, τοῦ ὑπὲρ τὰ ὄντα, ταὐτὸν δὲ εἰπεῖν, ὑπὲρ εἶδος ἅπαν (οὐ γὰρ ἂν ἄλλως προῆγε τά τε εἴδη πάντα χωριστά τε τῆς ὕλης καὶ ἀχώριστα καὶ ἐπ’ ἐσχάτοις αὐτὴν τὴν παντελῶς ἀνείδεον ὕλην), τοῦ κατὰ τὴν ἑτερότητα θεωρουμένου καὶ διὰ πάντων τῶν ὄντων πεφοιτηκότος οὐ παρ’ ἔλαττόν τε τοῦ ὄντος εἶναι διὰ ταῦτα λεγομένου, τοῦ τὸ γενητὸν σημαίνοντος κατὰ τὴν ὕφεσιν τὴν πρὸς τὸ ὄντως ὂν καὶ πάσης μεταβολῆς ὑπεριδρυμένον, τοῦ ἐπὶ τῆς ὕλης κατηγορουμένου διὰ τὴν ἀπόπτωσιν πάντων τῶν εἰδῶν κατὰ τὴν θρυλλουμένην ἀνόμοιον αὐτῆς πρὸς τὸ πρῶτον ὁμοιότητα, καὶ ἕν τι τῶν σημαινομένων τοῦ μὴ ὄντος λέγων εἶναι τὸ ἐν ἐσχάτοις τῶν ἄλλων κείμενον τὸ ἐπὶ τοῦ μηδαμῇ μηδαμῶς ὄντος λεγόμενον, τοῦτο καὶ ἄρρητον καὶ ἀδόξαστον εἶναι διισχυρίζεται, διότι τὸ ῥητὸν ἢ δοξαστὸν ἀρίθμητόν τέ ἐστιν, ὅπερ καὶ πρόσθεν ἐλέγομεν, καὶ τῇ ῥήσει ἢ τῇ δόξῃ λέγεται εἶναι ῥητὸν ἢ δοξαστόν, καὶ ἔστι τῶν πρός τι κατὰ τὴν πρὸς τὴν ῥῆσιν ἢ τὴν δόξαν σχέσιν λεγόμενον εἶναι τοιοῦτον. ἐπεὶ οὖν τῶν πρός τι τοῦ ἑτέρου ὄντος καὶ τὸ ἕτερον εἶναι ἀναγκαῖον, ἔστι δὲ ἡ ῥῆσις καὶ ἡ δόξα καθ’ ἣν λέγεται εἶναι ῥητὸν ἢ δοξαστόν, ἔσται ἄρα ταύτῃ καὶ τὸ μηδαμῶς ὂν ἐν αὐτῇ τῇ ῥήσει τῇ περὶ αὐτοῦ καὶ τῇ δόξῃ. ὅ τε οὖν Πλάτων ἀνελέγκτως ταῦτα οὕτως ἀποφαινόμενος καὶ ὁ Ἀριστοτέλης ὀρθῶς ὑπολαβών, ὡς εἰκός, τινὰς μὴ παρακολουθήσαντας τῷ βάθει τῆς τοῦ Πλάτωνας διανοίας οἰηθῆναι ὅτι γίνεσθαι τῶν ὄντων φησὶ τὸ μηδαμῶς ὄν, εἰ λέγοι τὸ ῥητὸν ἢ δοξαστόν, οὐ καθ’ ὃν εἰρήκαμεν τρόπον ἀλλ’ ὡς αὐτόθεν ὑπόστασιν ἔχον, καὶ διὰ τοῦτο λέγων μὴ εἶναι ἀληθὲς τὸ φάσκειν οὕτως ὂν γίνεσθαι τὸ μὴ ὄν, δοξαστὸν εἶναι λεγόμενον ὡς καὶ ἄνευ τῆς πρὸς ἡμᾶς σχέσεως ὑπόστασιν ἔχον, ὁποῖον εἶναι ἀξιοῖ τὸ κατὰ τὴν ἑτερότητα μὴ ὄν, ὅπερ κατακεκερματίσθαι φησὶν ἐν πᾶσι τοῖς οὖσι καὶ οὐ παρ’ ἔλαττον εἶναι τοῦ κυρίως ὄντος. Ἄχρι τούτων προήγαγεν ὁ Ἀριστοτέλης τὴν θεωρίαν τῶν ἐκ τρίτου προσκατηγορουμένου προτάσεων, πολλὰ μὲν ἡμῖν καὶ καλὰ παραδοὺς περὶ αὐτῶν θεωρήματα, δόξας δὲ τοῖς πολλοῖς μηδεμίαν αὐτοῖς ἐπιθεῖναι τάξιν, ὥστε διὰ τοῦτο καὶ ἀποφήνασθαί τινας ὑπομνηματικώτερον εἶναι τὸ βιβλίον. ἡμεῖς μέντοι καθ’ ἕκαστον τῶν κεφαλαίων προηγουμένως ἐπεμελήθημεν τοῦ ἐπιδεῖξαι τὴν συνέχειαν τῆς ἀκολουθίας. ἀλλ’ ἐπὶ τὰς μετὰ τρόπου προτάσεις χωρῶμεν. Τούτων δὲ διωρισμένων σκεπτέον ὅπως ἔχουσιν αἱ ἀποφάσεις καὶ καταφάσεις πρὸς ἀλλήλας αἱ τοῦ δυνατὸν εἶναι καὶ μὴ δυνατὸν καὶ ἐνδεχόμενον καὶ μὴ ἐνδεχόμενο ν , καὶ περὶ τοῦ ἀδυνάτου τε καὶ ἀναγκαίο υ · ἔχει γὰρ ἀπορίας τινά ς . |
| 214 (1n) | Λειπομένης ἔτι πρὸς τὴν παντελῆ θεωρίαν τῶν κατὰ τήνδε τὴν πραγματείαν ἡμῖν προκειμένων τῆς ἐπισκέψεως τῶν μετὰ τρόπου προτάσεων, ταύτην παραδίδωσιν ὁ Ἀριστοτέλης ἐν τούτῳ τῷ τετάρτῳ τοῦ βιβλίου κεφαλαίῳ, δύο μόνα ταῦτα θεωρήματα διδάσκων ἡμᾶς περὶ αὐτῶν, τόν τε τρόπον τῆς ἀντιθέσεως τῶν ἀποφάσεων πρὸς τὰς καταφάσεις καὶ ἔτι τὴν ἀκολουθίαν τῶν κατὰ τοὺς διαφέροντας τρόπους προτάσεων. ἡμᾶς δέ, εἰ μέλλοιμεν διηρθρωμένην ἔχειν τὴν τῶν νῦν παραδιδομένων προτάσεων γνῶσιν καὶ ῥᾷον παρακολουθεῖν τοῖς ὑπὸ τοῦ φιλοσόφου περὶ αὐτῶν λεγομένοις, προλαβεῖν χρὴ τῆς τῶν ῥητῶν ἐξηγήσεως τί τέ ἐστι τρόπος καὶ εἰ πεπερασμένος αὐτῶν ὁ ἀριθμὸς καὶ ἡμῖν γνώριμος, πόσους τε καὶ ποίους ἐκλέγεται τρόπους ὁ Ἀριστοτέλης πρὸς τὴν διδασκαλίαν τῶνδε τῶν προτάσεων καὶ διὰ τίνα αἰτίαν τούτους καὶ οὐκ ἄλλους, καὶ πῇ τῶν καλουμένων ὑλῶν διαφέρουσιν οἱ παραλαμβανόμενοι τρόποι τοῖς ὀνόμασιν αὐτῶν ὀνομαζόμενοι, καὶ εἰ μηδεὶς παραλέλειπται τρόπος τῶν ὀφειλόντων ἐν τῇ προκειμένῃ τῶν προτάσεων θεωρίᾳ παραληφθῆναι, τίνα τε τρόπον ἐπὶ τῶν τοιούτων προτάσεων ἐκ τῶν καταφάσεων ποιοῦμεν τὰς ἀποφάσεις, ὅπερ ἔφαμεν πρῶτον ἐπισκέψασθαι περὶ αὐτῶν τὸν Ἀριστοτέλην, καὶ ἐπὶ πᾶσι πῶς ἂν ἐκ διαιρέσεως ἕλοιμεν καὶ τούτων τῶν προτάσεων πασῶν τὸν ἀριθμόν. Τρόπος μὲν οὖν ἐστι φωνὴ σημαίνουσα ὅπως ὑπάρχει τὸ κατηγορούμενον τῷ ὑποκειμένῳ, οἷον τὸ ταχέως, ὅταν λέγωμεν ‘ἡ σελήνη ταχέως ἀποκαθίσταται‘, ἢ τὸ καλῶς ἐν τῷ ‘Σωκράτης καλῶς διαλέγεται‘, ἢ τὸ πάνυ ἐν τῷ ‘Πλάτων Δίωνα πάνυ φιλεῖ‘, ἢ τὸ ἀεὶ ἐν τῷ ‘ὁ ἥλιος ἀεὶ κινεῖται‘. ἀριθμὸς δὲ αὐτῶν φύσει μὲν οὐκ ἔστιν ἄπειρος, οὐ μὴν δὲ περίληπτός γε ἡμῖν, ὥσπερ οὐδὲ ὁ τῶν καθόλου ὑποκειμένων ἢ κατηγορουμένων, ἀναριθμήτων δὲ αὐτῶν ὄντων. τέτταρας δὲ μόνους ὁ Ἀριστοτέλης παραλαμβάνει πρὸς τὴν θεωρίαν τῶν μετὰ τρόπου προτάσεων, τὸν ἀναγκαῖον τὸν δυνατὸν τὸν ἐνδεχόμενον καὶ ἐπὶ τούτοις τὸν ἀδύνατον, ὡς ὄντας καθολικωτάτους τε καὶ αὐτῇ τῇ φύσει τῶν πραγμάτων οἰκειοτάτους. |
| 215 | τίνα μὲν οὖν διαφορὰν ἔχειν βούλεται τὸ δυνατὸν πρὸς τὸ ἐνδεχόμενον, καὶ ὅτι τὸ κυρίως δυνατὸν ὀνόματι μόνον διαφέρει τοῦ ἐνδεχομένου, τὸ δέ γε ἁπλῶς δυνατὸν ἐπὶ πλέον λέγεται τοῦ κυρίως ἐνδεχομένου, διὰ τῶν ἑξῆς αὐτοῦ διδάσκοντος ἡμᾶς τοῦ Ἀριστοτέλους εἰσόμεθα. νῦν δέ γε ὡς τῶν αὐτῶν ὄντων ἐπισκεψώμεθα πῇ διοίσουσιν οἱ τρόποι τῶν ὑλῶν, ἐπεὶ καὶ ταύτας διῃροῦμεν εἰς τὴν ἀναγκαίαν καὶ ἀδύνατον καὶ ἐνδεχομένην. ῥητέον οὖν ὅτι τὰς μὲν ὕλας ἐν αὐτῇ φαμεν θεωρεῖσθαι τῇ φύσει τῶν ἐν τῇ προτάσει παραληφθέντων πραγμάτων (πᾶσα γὰρ ἀνάγκη τὸ κατηγορούμενον ἢ ἀεὶ ὑπάρχειν τῷ ὑποκειμένῳ ἢ μηδέποτε ἢ ποτὲ μὲν ποτὲ δὲ μή, διὸ καὶ καλεῖσθαι αὐτὰς ὕλας ἐλέγομεν ὡς ἄνευ τούτων μηδὲ τὴν ἀρχὴν ὑποστῆναι τῶν προτάσεων δυναμένων), τοὺς δέ γε τρόπους ἐν αὐτῷ τῷ ἐκφωνεῖσθαι παρ’ ἡμῶν καὶ ἔξωθεν προστίθεσθαι τοῖς συμπληροῦσι τὴν πρότασιν ὅροις τὴν ὑπόστασιν ἔχειν φαμέν. διὸ πολλάκις συμβαίνει τὴν πρότασιν παρὰ τὴν ὕλην ἀληθεύουσαν διὰ τὸν τρόπον τὸν προστιθέμενον ψεύδεσθαι· ἡ μὲν γὰρ λέγουσα πρότασις ‘ὁ ἥλιος κινεῖται‘ ἀληθής, ἡ δὲ προστιθεῖσα τὸ ἐνδεχομένως καὶ λέγουσα ὅτι κινεῖται ἐνδεχομένως διὰ τὸν τρόπον μόνον ψευδής. οὕτω δὲ καὶ τὴν ‘Σωκράτης ὑγιαίνει‘ ἢ ‘λευκός ἐστι‘ πρότασιν ἀληθῆ ἐνίοτε οὖσαν ὁ ἐξ ἀνάγκης τρόπος προστεθεὶς ἐποίησε ψευδῆ, ὅταν εἴπωμεν ‘Σωκράτη ὑγιαίνειν ἀναγκαῖον‘ ἢ ‘λευκὸν εἶναι ἀναγκαῖον‘· μὴ γάρ τοι νομίσῃς ὅτι μόνους χρὴ τοὺς οἰκείους ταῖς ὕλαις τρόπους ταῖς προτάσεσι προστιθέναι· ὥσπερ γὰρ ἑκάστου τῶν ὑποκειμένων ἔξεστι μὲν κατηγορεῖν ὅ τι τις βούλεται, γίνονται δὲ τῶν προτάσεων αἱ μὲν ἀληθεῖς αἱ δὲ ψευδεῖς, οὕτω δὲ καὶ τῇ ἄνευ τρόπου προτάσει προστιθέναι μὲν ἔξεστιν ὃν ἂν βούληταί τις προσαρμόττειν τρόπον, ἀλλὰ τὰς προτάσεις ὁτὲ μὲν ἀληθεῖς ὁτὲ δὲ ψευδεῖς γίνεσθαι συμβαίνει. Τούτων δὲ φανερῶν ὄντων ἑξῆς ἐπισκεψώμεθα πότερον ἔστι τις καὶ ἄλλος παρὰ τούτους τρόπος, συγγενὴς μὲν τοῖς εἰρημένοις καὶ ἐν ἄλλοις ὑπὸ τοῦ Ἀριστοτέλους ἐν τῇ τῶν προτάσεων θεωρίᾳ παρειλημμένος ἐν δὲ τῇ νυνὶ προκειμένῃ πραγματείᾳ παραλελειμμένος, ἢ οὐδαμῶς· ἀξιοῦσι μὲν γὰρ οἱ πλεῖστοι τῶν ἐξηγητῶν τοῦ Ἀριστοτέλους τοῦτον εἶναι τὸν ὑπάρχοντα καὶ ἐν τοῖς Ἀναλυτικοῖς πρὸ τοῦ ἀναγκαίου καὶ τοῦ ἐνδεχομένου κατηριθμημένον. |
| 216 | δοκοῦσι δέ μοι παντάπασιν ἁμαρτάνειν τῆς τε ἀληθείας καὶ τῆς τοῦ Ἀριστοτέλους διανοίας· οὐ γάρ ἐστιν ὅλως τρόπος τὸ ὑπάρχειν, ἀλλὰ τῶν προτάσεων διῃρημένων εἴς τε τὰς ἄνευ τρόπου καὶ τὰς μετὰ τρόπου τὸ ὑπάρχειν εἰδοποιεῖν φημι τὰς ἄνευ τρόπου προτάσεις, ἀποβλέπων εἴς τε τὴν παραδεδομένην πρότερον διδασκαλίαν τῆς ἀντιθέσεως τῶν ἄνευ τρόπου ἀποφάσεων πρὸς τὰς καταφάσεις, ἐν οἷς ἔλεγεν “ἐπεὶ δὲ ἔστι καὶ τὸ ὑπάρχον ἀποφαίνεσθαι ὡς μὴ ὑπάρχον” καὶ τὰ ἑξῆς τούτοις, κατὰ τὸ ὑπάρχειν καὶ μὴ ὑπάρχειν τὰς ἀντιθέσεις ἐκείνων τῶν προτάσεων γίνεσθαι ἀποφαινόμενος, ταὐτὸν δὲ εἰπεῖν, κατὰ τὸ εἶναι καὶ μὴ εἶναι, καθ’ ὃ λέγεται σαφῶς καὶ ἐν τούτοις ἡ ἀντιφατικὴ ἀντίθεσις γίνεσθαι τῶν ἄνευ τρόπου πασῶν προτάσεων, εἴτε ἐνεργείᾳ τὸ ἔστιν ἔχοιεν εἴτε καὶ δυνάμει, τῶν μετὰ τρόπου μὴ ἀνεχομένων τῆς τοιαύτης ἀντιθέσεως ἀλλὰ κατὰ τοὺς τρόπους αὐτοὺς ἀλλήλαις ἀντιτιθεμένων· διὸ καὶ ὁ Ἀριστοτέλης ἐν τούτῳ τῷ κεφαλαίῳ παραδοῦναι προθέμενος τὰς μετὰ τρόπου προτάσεις τοῦτο πρῶτον ἠξίωσε ζητεῖν περὶ αὐτῶν, τίς ὁ τρόπος τῆς ἀντιφατικῆς αὐτῶν ἀντιθέσεως, ὡς οὔτε εἰπών τι πρότερον περὶ τρόπων οὔτε τοῦ ὑπάρχειν καὶ μὴ ὑπάρχειν κοινόν τι πρὸς τοὺς τρόπους ἐχόντων. διά τε οὖν ταῦτα τὸ ὑπάρχειν οὐ δοκεῖ μοι τρόπος τις εἶναι, καὶ ὅτι αὐτὸ τοῦτο τρόπον εἶναί φαμεν τὸν σημαίνοντα ὅπως ὑπάρχει τὸ κατηγορούμενον τῷ ὑποκειμένῳ (πῶς οὖν ἔχει λόγον τὸ ὑπάρχειν αὐτὸ τρόπον ὀνομάζειν τὸν δηλωτικὸν τῆς τοῦ ὑπάρχειν ποιότητος;), καὶ ὅτι τήν τε προκειμένην περὶ τῶν προτάσεων πραγματείαν καὶ τὴν ἐν τοῖς Ἀναλυτικοῖς περὶ τῶν συλλογισμῶν ἀτελῆ εἶναι ὁμολογήσομεν, μήτε ἐν τούτοις ἅπαντας τοὺς καθόλου καὶ πραγματειώδεις τρόπους παρειλῆφθαι λέγοντες μήτε ἐν ἐκείνοις ἐκ πασῶν τῶν προτάσεων παραδεδόσθαι τῶν συλλογισμῶν τὰς γενέσεις, ἀλλ’ ἐκ μόνων τῶν μετὰ τρόπου, καίτοι τοῦ Ἀριστοτέλους ἁπασῶν ἁπλῶς τῶν προτάσεων ποιουμένου τὴν διαίρεσιν ἐν ἐκείνοις, δι’ ὧν φησιν “ἐπεὶ δὲ πᾶσα πρότασίς ἐστιν ἢ τοῦ ὑπάρχειν ἢ τοῦ ἐξ ἀνάγκης ὑπάρχειν ἢ τοῦ ἐνδέχεσθαι ὑπάρχειν”. Τοῦτο μὲν οὖν ἔκ τε τῶν εἰρημένων ἐναργῶς, οἶμαι, ἀποδέδεικται καὶ διὰ πλειόνων ἔτι συλλογίζεσθαι δυνατόν. οὐ μὴν ἀλλ’ οὐδὲ τὸ μόνον, ὁπόταν λέγωμεν ‘μόνον τὸ ζῷον αἰσθητικόν‘ ἢ ‘μόνον βαδιστικόν‘, τρόπος ἂν εἴη τις, ὥσπερ φασί τινες (οὐ γὰρ ἂν συνεπλέκετο τῷ ὑποκειμένῳ), ἀλλὰ μᾶλλον προσδιορισμός· οὐ μέντοι ἁπλοῦς, λέγω δὲ καταφατικός τις ἢ ἀποφατικός, οὐδὲ τινὶ ὑποκειμένῳ, εἴτε ὡρισμένῳ εἴτε ἀορίστῳ, προσαρμόττεσθαι δυνάμενος, ὥσπερ τῶν παρειλημμένων πρὸς τὴν θεωρίαν τῶν προτάσεων τεττάρων προσδιορισμῶν ἕκαστος, ἀλλ’ ἐνεργείᾳ μὲν περὶ ἑνὸς τοῦ ἐν τῇ προτάσει λεγομένου τὴν ἀπόφανσιν ποιούμενος, δυνάμει δὲ καὶ περὶ τῶν ἄλλων, τῶν τε ὄντων καὶ τῶν μὴ ὄντων, διὸ καὶ σύμμικτος ἔκ τε τοῦ ἑτέρου τῶν καταφατικῶν προσδιορισμῶν καὶ μόνου τοῦ καθόλου τῶν ἀποφατικῶν· ὁ γὰρ εἰπὼν ‘μόνον τὸ ζῷον αἰσθητικόν‘ ἢ ‘μόνον βαδιστικόν‘ οὐδὲν ἄλλο σημαίνει ἢ ὅτι τῷ μὲν ζῴῳ ὑπάρχει τὸ κατ’ αὐτοῦ κατηγορούμενον ἤτοι παντί, ὡς τὸ αἰσθητικόν, ἢ τινί, ὡς τὸ βαδιστικόν, οὐδενὶ δὲ ἄλλῳ παρὰ τὸ ζῷον ὑπάρχει. |
| 217 | ὥστ’ οὐδὲ μία κυρίως ἡ τοιαύτη πρότασις, ἅτε προφανῶς πλείοσι χρωμένη τοῖς ὑποκειμένοις, τῷ τε ζῴῳ καὶ τῷ μὴ ζῴῳ, καὶ τὸ αὐτὸ τοῦ μὲν ἑτέρου τούτων καταφάσκουσα καθόλου ἢ κατὰ μέρος τοῦ δὲ ἑτέρου καθόλου ἀποφάσκουσα. καὶ διὰ ταῦτα οὐκ ἀνάγκη τὸ τοῦ κατηγορουμένου καθόλου κατηγορούμενον, οἷον τὸ ἔμψυχον, ὁπόταν λέγωμεν ‘πᾶν αἰσθητικὸν ἢ πᾶν βαδιστικὸν ἔμψυχον‘, μόνου πάλιν κατηγορεῖσθαι τοῦ ἐν τῇ ἐξ ἀρχῆς προτάσει ληφθέντος ὑποκειμένου· κατηγορεῖσθαι μὲν γὰρ αὐτὸ τοῦ ζῴου ἀνάγκη κατὰ τὸν πρῶτον ἢ τὸν τρίτον τρόπον τοῦ πρώτου σχήματος, οὐ μέντοι καὶ μόνου· ἀποφάσκεσθαι γὰρ τῶν παρὰ τὸ ζῷον οὐκέτι ἀνάγκη, ἅτε ἀποφατικῆς τῆς ἐλάττονος προτάσεως γινομένης. κυρίως μὲν οὖν λαμβανόμενον τὸ μόνον, τοῦτο δέ ἐστιν ὡς ὄνομα, καθ’ ὁποῖον ἂν λέγηται τῶν τριῶν γενῶν, οὐ τρόπος ἀλλ’, ὥσπερ εἴρηται, προσδιορισμὸς καὶ συμπλέκεται τῷ ὑποκειμένῳ διάκρισιν αὐτοῦ πρὸς τὰ ἄλλα πάντα τὰ παρ’ αὐτὸ δηλοῦν (καὶ γὰρ εἰ φαίνοιτο καὶ μετὰ τοῦ κατηγορουμένου ποτὲ λεγόμενον, ὡς ἐπὶ τοῦ ‘Σωκράτης μόνον τριβώνιον ἠμφίεσται‘, παραπλήσιον καὶ τοῦτο ἕξει τοῖς ἁπλοῖς προσδιορισμοῖς, ὡς ἐν τῷ ‘πᾶς ἄνθρωπος πάσης ἐπιστήμης ἐστὶ δεκτικόσ‘), εἰ μέντοι ἐπιρρηματικῶς λέγοιτο, ταὐτὸν δυνάμενον τῷ μόνως, τότε δὲ τρόπος οὐ τῷ ὑποκειμένῳ συνδυαζόμενος ἀλλὰ τῷ κατηγορουμένῳ καὶ σημαίνων τὸ εἰλικρινῶς αὐτοῦ τὸ ὑποκείμενον μετέχειν, ἀλλὰ μὴ σὺν τῷ ἀντικειμένῳ. διὸ τὸν μὲν θεὸν ἀθάνατον μόνως εἶναί φαμεν, τὴν μέντοι λογικὴν ψυχὴν καὶ τὸ κυκλοφορικὸν σῶμα καὶ ἀθάνατα καὶ οὐκ ἀθάνατα, τὸ μὲν ἀπονέμοντες αὐτοῖς διὰ τὴν οὐσίαν τὸ δὲ διὰ τὴν ἐνέργειαν, ἢ καὶ ἄμφω κατὰ τὴν οὐσίαν κατ’ ἄλλην καὶ ἄλλην τοῦ ἀθανάτου σημασίαν· ἀμέλει καὶ ὁ Τίμαιος ἀθανάτοις μὲν ὁμώνυμον προσαγορεύει τὴν λογικὴν οὐσίαν ἡμῶν, οὐ πάμπαν δὲ ἀθάνατα τὰ οὐράνια σώματα. πλὴν οὐδὲ τότε τὸ μόνον ἢ ἀνθ’ οὗ τοῦτο παραλαμβάνεται, τὸ μόνως, πλέον τι ἕξει τῶν πολλῶν καὶ ἀναριθμήτων τρόπων, οἷον τοῦ καλῶς καὶ τοῦ σαφῶς, ὡς παραληφθῆναι πρὸς τὴν νῦν προκειμένην τῶν προτάσεων θεωρίαν. |
| 218 | Τίνα δὲ τρόπον ἐκ τῶν προκειμένων καταφάσεων ποιοῦμεν τὰς ἀποφάσεις, ἐπὶ πλέον μὲν παρεπόμενοι τοῖς ὑπὸ τοῦ Ἀριστοτέλους περὶ τούτων λεγομένοις ἐπισκεψόμεθα, νῦν δέ γε τοῦ ἀριθμοῦ τῶν μετὰ τρόπου προτάσεων χάριν διὰ βραχέων ὑπομιμνήσκοντές φαμεν καὶ ἐν ταύταις τῷ κυριωτάτῳ τῶν προτάσεων μορίῳ δεῖν συνταχθῆναι τὴν ἄρνησιν, ἵνα τῆς καταφάσεως ἀναιρεθείσης γένηται ἡ ἀπόφασις. κυριώτατον δὲ μόριον τῶν νῦν προκειμένων ἡμῖν προτάσεων ὁ τρόπος αὐτός, ἀφ’ οὗ καὶ ὀνομάζονται ὡς εἰδοποιοῦντος αὐτάς. ὥστε τῆς ‘Σωκράτη βαδίσαι δυνατόν‘ ἔσται ἀπόφασις οὐχ ἡ ‘Σωκράτη μὴ βαδίσαι δυνατόν‘ (συναληθεύσει γὰρ οὕτως ἡ ἀντίφασις, ἐπεὶ τὸ ἐνδεχόμενον ἅμα καὶ ἐκβῆναι καὶ μὴ ἐκβῆναι δυνατόν), ἀλλ’ ἡ ‘Σωκράτη βαδίσαι οὐ δυνατόν‘, καὶ τῆς ‘Σωκράτη μουσικὸν εἶναι δυνατόν‘ οὐχ ἡ ‘Σωκράτη μὴ μουσικὸν εἶναι δυνατόν‘ οὐδ’ ἡ ‘Σωκράτη μουσικὸν μὴ εἶναι δυνατόν‘, ἀλλ’ ἡ ‘Σωκράτη μουσικὸν εἶναι οὐ δυνατόν‘. καὶ τοῦτο εἰκότως· ἐπεὶ γὰρ τὸ δυνατὸν τρόπος, ὁ δὲ τρόπος ποιότητά τινα ὑπάρξεως σημαίνει, δεῖ ἄρα τῆς ὑπάρξεως τῆς αὐτῆς μεσούσης, ἥτις ἐν τοῖς ὑποκειμένοις καὶ κατηγορουμένοις καὶ προσκατηγορουμένοις ὅροις θεωρεῖται, τὴν ποιότητα κρίνεσθαι, εἴτε ἔστιν εἴτε μή, καὶ θετικῶς μὲν λεγομένην κατάφασιν ποιεῖν ἀρνητικῶς δὲ ἀπόφασιν. ὁ δὲ αὐτὸς λόγος καὶ ἐπὶ τῶν λοιπῶν τρόπων, τοῦ τε ἀναγκαίου καὶ τοῦ ἀδυνάτου· δεῖ γὰρ ἕνα καὶ τὸν αὐτὸν εἶναι κανόνα τῆς ἀντιθέσεως πασῶν τῶν ὁμοειδῶν προτάσεων. τούτων οὖν οὕτως ἐχόντων λέγομεν ὅτι ἀνάγκη τῶν τρόπων ἕκαστον προστίθεσθαι ἢ ταῖς ἐξ ὑποκειμένου καὶ κατηγορουμένου ἢ ταῖς ἐκ τρίτου προσκατηγορουμένου προτάσεσιν. ἀλλὰ τῶν μὲν ἐξ ὑποκειμένου καὶ κατηγορουμένου τέσσαρας ἀνάγκη γίνεσθαι διαφοράς (ἢ γὰρ ἄμφω τοὺς ὅρους ὡρισμένους ἕξουσιν, οἷον ‘Σωκράτη βαδίσαι δυνατόν‘, ἢ ἄμφω ἀορίστους, οἷον ‘οὐ Σωκράτη μὴ βαδίσαι δυνατόν‘, ἢ τὸν ὑποκείμενον ὡρισμένον τὸν δὲ κατηγορούμενον ἀόριστον, ‘Σωκράτη μὴ βαδίσαι δυνατόν‘, ἢ ἔμπαλιν, ‘οὐ Σωκράτη βαδίσαι δυνατόν‘), τῶν δὲ ἐκ τρίτου προσκατηγορουμένου ὀκτώ· ἢ γὰρ τούς τε ὅρους ἀμφοτέρους καὶ τὸ προσκατηγορούμενον ὡρισμένως ληψόμεθα ἢ πάντα ἀορίστως, ἢ δύο μὲν ὡρισμένως τὸ δὲ λοιπὸν ἀορίστως, ἢ ἔμπαλιν ἓν μὲν ὡρισμένως τὰ δὲ δύο ἀορίστως. ἀλλ’ εἴ τε τὰ δύο ὡρισμένα εἶεν τὸ δὲ ἓν ἀόριστον, τριχῶς συμβήσεται διαπλέκεσθαι τὰς προτάσεις (ἢ γὰρ τὰ πρῶτα δύο ληψόμεθα ὡρισμένα, τὸ ὑποκείμενον λέγω καὶ τὸ κατηγορούμενον, ἢ τὰ ἄκρα, τὸ ὑποκείμενον καὶ τὸ προσκατηγορούμενον, ἢ τὰ ὕστερα, τὸ κατηγορούμενον καὶ τὸ προσκατηγορούμενον), καὶ εἰ τὸ ἓν μόνον ὡρισμένον λαμβάνοιτο, τρεῖς πάλιν συμβαίνει γίνεσθαι προτάσεις, ἢ τοῦ ὑποκειμένου ὡρισμένου ὄντος ἢ τοῦ κατηγορουμένου ἢ τοῦ προσκατηγορουμένου. |
| 219 | καὶ δῆλα τῶν ὀκτὼ προτάσεων τὰ παραδείγματα. καθ’ ἕκαστον ἄρα τῶν τρόπων δώδεκα, ὅπερ ἐλέγομεν, συμβαίνει γίνεσθαι τὰς καθ’ ἕκαστα ἀντιφάσεις, τοσαύτας δὲ δηλονότι καὶ τὰς ἀπροσδιορίστους καὶ ἔτι τὰς καθόλου καὶ τὰς κατὰ μέρος, πάσας δὲ ἅμα τεσσαράκοντα καὶ ὀκτώ. τριπλασιάσαντες οὖν ταύτας διὰ τὴν κατὰ τοὺς χρόνους τῶν κατηγορουμένων διαφορὰν καὶ πάλιν τὰς γενομένας διὰ τὰς ὕλας τριπλασιάσαντες καθ’ ἕκαστον τῶν τρόπων εὑρήσομεν τετρακοσίας τριάκοντα καὶ δύο γινομένας ἀντιφάσεις. τῶν οὖν κυριωτάτων τρόπων τριῶν ὄντων, διότι τὸ δυνατὸν ἢ τῷ ἐνδεχομένῳ μόνῳ συντρέχει ἢ ἐκτείνεται καὶ ἐπὶ τὸ ἀναγκαῖον, οὐ μὴν ἔξω πίπτει τῶν εἰλημμένων τριῶν τρόπων, συμβαίνει πάσας τὰς μετὰ τρόπου ἀντιφάσεις γίνεσθαι τὸν ἀριθμὸν χιλίας διακοσίας ἐνενήκοντα ἕξ. ἐδείκνυμεν δὲ πρότερον τὰς μὲν ἐξ ὑποκειμένου καὶ κατηγορουμένου ἑβδομήκοντα καὶ δύο οὔσας, τὰς δὲ ἐκ τρίτου προσκατηγορουμένου ἑκατὸν τεσσαράκοντα καὶ τέσσαρας· ἅμα ἄρα πᾶσαι αἱ ἐν τῷ Περὶ ἑρμηνείας παραδεδομέναι ἀντιφάσεις ἔσονται χίλιαι πεντακόσιαι δέκα καὶ δύο. προτάσεις δὲ δηλονότι διπλάσιαι τούτων. πᾶσιν οὖν τοῖς προτεθεῖσιν ἐπελθόντες αὐτὴν λοιπὸν τὴν λέξιν τοῦ Ἀριστοτέλους ἐπισκεψώμεθα. Εἰ γὰρ τῶν συμπλεκομένων αὗται ἀλλήλαις ἀντίκεινται αἱ ἀντιφάσει ς , ὅσαι κατὰ τὸ εἶναι καὶ μὴ εἶναι τάττοντα ι , οἷον τοῦ εἶναι ἄνθρωπον ἀπόφασις τὸ μὴ εἶναι ἄνθρωπο ν , οὐ τὸ εἶναι μὴ ἄνθρωπο ν , καὶ τοῦ εἶναι λευκὸν ἄνθρωπον τὸ μὴ εἶναι λευκὸν ἄνθρωπο ν , ἀλ λ ’ οὐ τὸ εἶναι μὴ λευκὸν ἄνθρωπον ( εἰ γὰρ κατὰ παντὸς ἡ κατάφασις ἢ ἡ ἀπόφασι ς , τὸ ξύλον ἔσται ἀληθὲς εἰπεῖν εἶναι μὴ λευκὸν ἄνθρωπο ν) , εἰ δὴ τοῦτο οὕτω ς , καὶ ὅσαις τὸ εἶναι μὴ προστίθετα ι , τὸ αὐτὸ ποιήσει τὸ ἀντὶ τοῦ εἶναι λεγόμενο ν , οἷον τοῦ ἄνθρωπος βαδίζει οὐ τὸ οὐκ ἄνθρωπος βαδίζει ἀπόφασίς ἐστι ν , ἀλλὰ τὸ οὐ βαδίζει ἄνθρωπος ( οὐδὲν γὰρ διαφέρει εἰπεῖν ἄνθρωπον βαδίζειν ἢ ἄνθρωπον βαδίζοντα εἶνα ι) · ὥστε εἰ οὕτω πανταχο ῦ , καὶ τοῦ δυνατὸν εἶναι ἀπόφασις ἔσται οὐ τὸ μὴ δυνατὸν εἶνα ι , ἀλλὰ τὸ δυνατὸν μὴ εἶνα ι . |
| 220 (1n) | δοκεῖ δὲ τὸ αὐτὸ δύνασθαι καὶ εἶναι καὶ μὴ εἶνα ι · πᾶν γὰρ τὸ δυνατὸν τέμνεσθαι ἢ βαδίζειν καὶ μὴ βαδίζειν καὶ μὴ τέμνεσθαι δυνατό ν . λόγος δ έ , ὅτι ἅπαν τὸ οὕτως δυνατὸν οὐκ ἀεὶ ἐνεργε ῖ , ὥστε ὑπάρξει αὐτῷ καὶ ἡ ἀπόφασι ς · δύναται γὰρ καὶ μὴ βαδίζειν τὸ βαδιστικὸν καὶ μὴ ὁρᾶσθαι τὸ ὁρατό ν . ἀλλὰ μὴν ἀδύνατον κατὰ τοῦ αὐτοῦ ἀληθεύεσθαι τὰς ἀντικειμένας φάσει ς · οὐκ ἄρα τοῦ δυνατὸν εἶναι ἀπόφασίς ἐστι τὸ δυνατὸν μὴ εἶνα ι · συμβαίνει γὰρ ἐκ τούτων ἢ τὸ αὐτὸ φάναι καὶ ἀποφάναι ἅμα κατὰ τοῦ αὐτο ῦ , ἢ μὴ κατὰ τὸ εἶναι καὶ μὴ εἶναι τὰ προστιθέμενα γίνεσθαι φάσεις καὶ ἀποφάσει ς . εἰ οὖν ἐκεῖνο ἀδύνατο ν , τοῦτο ἂν εἴη αἱρετό ν . ἔστιν ἄρα ἀπόφασις τοῦ δυνατὸν εἶναι τὸ μὴ δυνατὸν εἶνα ι . ὁ δὲ αὐτὸς λόγος καὶ περὶ τοῦ ἐνδεχόμενον εἶνα ι , καὶ ἐπὶ τῶν ἄλλων δὲ ὁμοιοτρόπω ς , οἷον ἀναγκαίου τε καὶ ἀδυνάτο υ . γίνεται γὰρ ὥσπερ ἐ π ’ ἐκείνων τὸ εἶναι καὶ τὸ μὴ εἶναι προσθέσει ς , τὰ δ ’ ὑποκείμενα πράγματα τὸ μὲν λευκὸν τὸ δ ’ ἄνθρωπο ς , οὕτως ἐνταῦθα τὸ μὲν εἶναι καὶ μὴ εἶναι ὡς ὑποκείμενον γίνετα ι , τὸ δὲ δύνασθαι καὶ τὸ ἐνδέχεσθαι προσθέσεις διορίζουσα ι , ὥσπερ ἐ π ’ ἐκείνων τὸ εἶναι καὶ μὴ εἶνα ι , τὸ ἀληθὲς καὶ τὸ ψεῦδο ς , ὁμοίως αὗται ἐπὶ τοῦ εἶναι δυνατὸν καὶ εἶναι οὐ δυνατό ν . τοῦ δὲ δυνατὸν μὴ εἶναι ἀπόφασις οὐ τὸ οὐ δυνατὸν εἶνα ι , ἀλλὰ τὸ οὐ δυνατὸν μὴ εἶνα ι , καὶ τοῦ δυνατὸν εἶναι οὐ τὸ δυνατὸν μὴ εἶνα ι , ἀλλὰ τὸ μὴ δυνατὸν εἶνα ι . διὸ καὶ ἀκολουθεῖν ἂν δόξαιεν ἀλλήλαις αἱ τοῦ δυνατὸν εἶναι καὶ δυνατὸν μὴ εἶνα ι · τὸ γὰρ αὐτὸ δυνατὸν εἶναι καὶ μὴ εἶνα ι · οὐ γὰρ ἀντιφάσεις ἀλλήλων αἱ τοιαῦτα ι . ἀλλὰ τὸ δυνατὸν εἶναι καὶ μὴ δυνατὸν εἶναι οὐδέποτε ἐπὶ τοῦ αὐτοῦ ἅμα ἀληθεύονται ( ἀντίκεινται γά ρ) , οὐδέ γε τὸ δυνατὸν μὴ εἶναι καὶ τὸ οὐ δυνατὸν μὴ εἶναι οὐδέποτε ἅμα ἐπὶ τοῦ αὐτοῦ ἀληθεύοντα ι . ὁμοίως δὲ καὶ τοῦ ἀναγκαῖον εἶναι ἀπόφασις οὐ τὸ ἀναγκαῖον μὴ εἶνα ι , ἀλλὰ τὸ μὴ ἀναγκαῖον εἶνα ι , τοῦ δὲ ἀναγκαῖον μὴ εἶναι τὸ μὴ ἀναγκαῖον μὴ εἶνα ι , καὶ τοῦ ἀδύνατον εἶναι οὐ τὸ ἀδύνατον μὴ εἶνα ι , ἀλλὰ τὸ μὴ ἀδύνατον εἶνα ι , τοῦ δὲ ἀδύνατον μὴ εἶναι τὸ οὐκ ἀδύνατον μὴ εἶνα ι . |
| 221 (1n) | καὶ καθόλου δ έ , ὥσπερ εἴρητα ι , τὸ μὲν εἶναι καὶ μὴ εἶναι δεῖ τιθέναι ὡς τὰ ὑποκείμεν α , κατάφασιν δὲ καὶ ἀπόφασιν ταῦτα ποιοῦντα πρὸς τὸ εἶναι καὶ μὴ εἶναι συντάττει ν , καὶ ταύτας οἴεσθαι χρὴ εἶναι τὰς ἀντικειμένας φάσει ς · δυνατόν—οὐ δυνατό ν , ἐνδεχόμενον—οὐκ ἐνδεχόμενο ν , ἀδύνατον—οὐκ ἀδύνατο ν , ἀναγκαῖον—οὐκ ἀναγκαῖο ν , ἀληθές—οὐκ ἀληθέ ς . Βούλεται μέν, ὥσπερ ἐλέγομεν, ἐπισκέψασθαι διὰ τούτων τίνα τρόπον ἐκ τῶν μετὰ τρόπου καταφάσεων γίνεσθαι χρὴ τὰς ἀποφάσεις· ὅπερ δὲ ἄν τις περὶ αὐτῶν πιθανὸν εἶναι ὑπέλαβεν, οὐκ ὂν ἀληθές, λέγω δὲ τὸ παραπλησίως ταῖς ἄνευ τρόπου προτάσεσι καὶ ἐπὶ τούτων γίνεσθαι τὰς ἀποφάσεις, τοῦτο προλαβὼν διελέγχει, πρὶν ὑφηγήσασθαι ὅπως ἔχει τὸ ἀληθές. ἐγίνοντο δὲ τῶν ἄνευ τρόπου καταφάσεων τῶν δίχα προσδιορισμοῦ λεγομένων αἱ ἀποφάσεις τοῦ ἀρνητικοῦ μορίου προταττομένου τοῦ ἔστι τοῦ ληφθέντος ἐν ταῖς προτάσεσιν ἢ κατ’ ἐνέργειαν ἢ πάντως γε κατὰ δύναμιν. τοῦτο οὖν δείκνυσι μὴ δυνάμενον προχωρεῖν ἐπὶ τῶν μετὰ τρόπου προτάσεων, κατασκευάζειν πρότερον διὰ πλειόνων πειρώμενος ὅτι ὄντως ἐστὶ πιθανόν, ἵνα μή τινες τῶν ὕστερον τῶν λόγων τούτων ἀκούσαντες καὶ καλῶς ἔχειν αὐτοὺς νομίσαντες κατ’ ἐκεῖνον τὸν τρόπον οἰηθῶσι καὶ ἐπὶ τούτων τῶν προτάσεων γίνεσθαι τὰς ἀντιφάσεις. φησὶν οὖν εἰ γὰρ τῶν συμπλεκομένων ἀλλήλαις φωνῶν καὶ προτάσεων αὗται ἀλλήλαις ἀντίκεινται αἱ ἀντιφάσει ς , ὅσαι κατὰ τὸ εἶναι καὶ μὴ εἶναι τάττοντα ι , διὰ μὲν βραχυλογίαν ἐλλιπέστερον αὐτὸ ἀπαγγείλας, βουλόμενος δὲ εἰπεῖν ‘εἰ γὰρ τῶν συμπλεκομένων ἀλλήλαις φωνῶν καὶ προτάσεων γινομένων αὗται ἀντίκεινται ἀλλήλαις πρὸς τὸ ποιῆσαι ἀντιφάσεις, ὅσαι κατὰ τὸ εἶναι καὶ μὴ εἶναι τὴν ἀντίθεσιν ἔχουσιν‘, ἢ μᾶλλον οὕτως, ἵνα μὴ πλείονα ἔξωθεν προσυπακούειν ἀναγκαζώμεθα, ‘εἰ τῶν συμπλεκομένων, τοῦτ’ ἔστι συνδυαζομένων, προτάσεων πρὸς τὴν γένεσιν τῶν ἀντιφάσεων αὗται ἀλλήλαις ἀντίκεινται, ὅσαι κατὰ τὸ εἶναι καὶ μὴ εἶναι διακρίνονται‘. καὶ πρὶν τὸ ἀκόλουθον ἐπαγαγεῖν, ὅτι καὶ ἐπὶ τῶν μετὰ τρόπου προτάσεων δεήσει τοῦτο οὕτως ἔχειν, εὐθὺς αὐτῶν παραθέμενος τὰ παραδείγματα τῶν ἄνευ τρόπου, πρότερον μὲν τῶν ἐνεργείᾳ τὸ ἔστιν ἐχουσῶν, ἐπὶ δὲ ταύταις τῶν δυνάμει, καὶ ἐν ταῖς ἐνεργείᾳ τὸ ἔστιν ἐχούσαις προτάξας τὴν ἐξ ὑποκειμένου καὶ κατηγορουμένου τῆς ἐκ τρίτου προσκατηγορουμένου, δείκνυσιν ἐπὶ πασῶν μὴ ἄλλως τὴν ἀπόφασιν γινομένην, εἰ μὴ τῷ ἔστι τὸ ἀρνητικὸν συμπλακείη μόριον, ἐπὶ δὲ τῶν ἐκ τρίτου προσκατηγορουμένου καὶ διελέγχει τοὺς οἰομένους γίνεσθαι τὴν ἀπόφασιν τῆς ἀρνήσεως μὴ πρὸ τοῦ ἔστι τιθεμένης ἀλλὰ πρὸ τοῦ κατηγορουμένου, ὥστε λέγεσθαι τῆς ‘ἄνθρωπος λευκός ἐστιν‘ ἀπόφασιν τὴν ‘ἄνθρωπος οὐ λευκός ἐστιν‘· εἰ γὰρ σώσομεν, φησί, τὸ ἀξίωμα τῆς ἀντιφάσεως, ὁμολογοῦντες κατὰ παντός, οὗ ἄν τις λάβῃ, δεῖν τὴν κατάφασιν ἀληθεύειν ἢ τὴν ἀπόφασιν, δεήσει καὶ τούτων τῶν προτάσεων, τῆς ‘ἄνθρωπος λευκός ἐστι‘ καὶ ‘ἄνθρωπος οὐ λευκός ἐστιν, ἐπὶ τοῦ ξύλου λαμβανομένων τὴν ἑτέραν ἀληθεύειν, ἅτε ἀντιφατικῶς ἀντικεῖσθαι λεγομένων καὶ συμψεύδεσθαι μηδέποτε δυναμένων. |
| 222 | ὥστε ἐπεὶ ψευδὴς ὁμολογουμένως ἡ κατάφασις ἡ λέγουσα τὸ ξύλον ἄνθρωπον εἶναι λευκόν, ἀνάγκη τὴν ἀπόφασιν ἀληθεύειν τὴν λέγουσαν τὸ ξύλον ἄνθρωπον εἶναι μὴ λευκόν. εἰ οὖν τοῦτο ἐναργῶς ἄτοπον, δῆλον ὅτι τῆς ‘ἄνθρωπος λευκός ἐστιν‘ ἀπόφασις ἔσται ἡ ‘ἄνθρωπος λευκὸς οὐκ ἔστι‘, τῷ ἔστιν αὐτῷ συμπλέκουσα τὸ ἀρνητικὸν μόριον. Τοῦτο οὖν καὶ ἐπὶ τῶν δυνάμει τὸ ἔστιν ἐχουσῶν οὕτως ἔχον ἐπιδείξας, οἷον τῆς ‘ἄνθρωπος βαδίζει‘, τῷ ἀναλῦσαι τὸ βαδίζει εἰς τὴν μετοχὴν καὶ τὸ ἔστι καὶ καταλιπεῖν συλλογίζεσθαι ἡμῖν ὡς εἰ ἐπὶ τῆς ἀναλελυμένης προτάσεως καὶ ἐνεργείᾳ τὸ ἔστιν ἐχούσης αὐτῷ τῷ ἔστι συμπλέκοντες τὴν ἄρνησιν ποιοῦμεν τὴν ἀπόφασιν, δεήσει καὶ ἐπὶ τῆς κατὰ δύναμιν αὐτὸ ἐχούσης τῷ περιέχοντι αὐτὸ μορίῳ τῆς προτάσεως τὸ ἀποφατικὸν μόριον συμπλέκειν· ταῦτα οὕτως ἔχοντα ἐπὶ πασῶν τῶν ἄνευ τρόπου προτάσεων ἐπιδείξας, ἐπιφέρει ὥστε εἰ οὕτω πανταχο ῦ , καὶ τοῦ δυνατὸν εἶναι ἀπόφασις ἔσται οὐ τὸ μὴ δυνατὸν εἶνα ι , ἀλλὰ τὸ δυνατὸν μὴ εἶνα ι , σαφῶς μὲν ἐκ τῆς ὁμοιότητος τῆς πρὸς τὰς ἄλλας προτάσεις συλλογίζεσθαι ἀξιῶν ὅτι καὶ ἐπὶ τῶν μετὰ τρόπου τὴν ἀπόφασιν ποιήσομεν τοῦ ἔστιν ἀλλ’ οὐ τοῦ τρόπου προτιθέντες τὴν ἄρνησιν, ἐπάγων δὲ τὸν ἔλεγχον τῶν οὕτως ὑπολαμβανόντων ἐκ τοῦ ἐπιδεῖξαι τὴν διαφορὰν τῶν μετὰ τρόπου προτάσεων καὶ τῶν ἄνευ τρόπου, ὅτι ἐπὶ μὲν τῶν ἄνευ τρόπου τὰς κατὰ τὸ ἔστι καὶ οὐκ ἔστι μαχομένας ἀλλήλαις προτάσεις κατὰ τοὺς παραδεδομένους πρότερον διορισμοὺς ἀδύνατον ἢ συναληθεύειν ἢ συμψεύδεσθαι ἀλλήλαις, ἐπὶ δὲ τῶν μετὰ τρόπου κατά τε τὸ δυνατὸν καὶ τὸ ἐνδεχόμενον αἱ τοῦτον τὸν τρόπον ἀντικείμεναι οὐκ ἀντιφάσκουσαι ἀλλήλαις ἀλλὰ συναληθεύουσαι καταλαμβάνονται, αἱ δέ γε προτάττουσαι τῶν τρόπων τὰς ἀρνήσεις σώζουσι τὸ ἀξίωμα τῆς ἀντιφάσεως μήτε ἅμα ἀληθεῖς μήτε ἅμα ψευδεῖς ποτε γινόμεναι. |
| 223 | τοῦ δὲ συναληθεύειν ἐπὶ τοῦ δυνατοῦ καὶ ἐνδεχομένου τὰς κατὰ τὸ εἶναι καὶ μὴ εἶναι διαφερούσας προτάσεις τὴν αἰτίαν ἀπὸ τῶν πραγμάτων αὐτῶν ἀποδίδωσι, λόγον αὐτὴν προσαγορεύων, ὡς καὶ Πλάτων ἐν Γοργίᾳ “ἐγὼ δὲ τέχνην οὐ καλῶ, ὃ ἂν ᾖ ἄλογον πρᾶγμα”, λέγων δὲ ὅτι ἅπαν τὸ οὕτω δυνατόν, τοῦτ’ ἔστι τὸ μὴ ἐπὶ τοῦ ἀναγκαίου λεγόμενον, ὅπερ ἐν τοῖς ἑξῆς ῥηθήσεται, ἀλλ’ ἐπὶ μόνου τοῦ ἐνδεχομένου, οὐκ ἀεὶ ἐνεργεῖ οὐδὲ ἀεὶ ἔστιν, ἐπεὶ οὐκέτι ἂν ἦν ἐνδεχόμενον, ἀλλὰ καὶ τοῦ μὴ εἶναι τὴν δύναμιν ἅμα ἔχει καὶ τοῦ γενέσθαι καὶ τοῦ μὴ γενέσθαι, ὡς διώρισται προτέρον· ὥστε καὶ τῶν λεγομένων περὶ αὐτῶν ἀποφάνσεων ἑκατέρα ἔσται ἀληθής, ἥ τε δύνασθαι εἶναι αὐτὸ καὶ ἡ δύνασθαι μὴ εἶναι λέγουσα καὶ ἡ δύνασθαι γενέσθαι καὶ ἡ δύνασθαι μὴ γενέσθαι. διὸ παραιτεῖσθαι ἀξιοῖ τοῦτον τὸν τρόπον τῆς ἀντιθέσεως οὐ ποιοῦντα ἀντίφασιν. καὶ διὰ τοῦτο ἐπὶ πασῶν τῶν μετὰ τρόπου προτάσεων πρὸ τῶν τρόπων τιθεμένης τῆς ἀρνήσεως γίνεσθαί φησι τὰς ἀποφάσεις, ἵνα τεχνικῶς ἐπὶ πασῶν ἑνὶ καὶ τῷ αὐτῷ κανόνι χρώμενοι τάς τε ἀποφάσεις λαμβάνωμεν καὶ τὰς ἀντιφάσεις, ἐπεὶ οὐ δοκεῖ ὁ ἐπὶ τοῦ δυνατοῦ ῥηθεὶς ἔλεγχος τοῦ μὴ γενέσθαι τὰς ἀντιφάσεις κατὰ τὸ εἶναι καὶ μὴ εἶναι καὶ ἐπὶ τοῦ ἀναγκαίου τρόπου ἢ τοῦ ἀδυνάτου χώραν ἔχειν (οὐ γὰρ ἔτι τῇ ἀναγκαῖον εἶναι συναληθεύει ἡ ἀναγκαῖον μὴ εἶναι ἢ τῇ ἀδύνατον εἶναι ἡ ἀδύνατον μὴ εἶναι), ἀλλὰ καὶ καθ’ ἑκάτερον τρόπον ἔστι συλλογίσασθαι ὅτι οὐδὲ αὗται ἀντιφάσκουσι πρὸς ἀλλήλας, εἴπερ ἐπὶ τῶν ἐνδεχομένων ἄμφω ψευδεῖς οὖσαι καταλαμβάνονται· οὔτε γὰρ ἀναγκαῖον εἶναι οὔτε ἀναγκαῖον μὴ εἶναι τὸ δυνάμενον εἶναι καὶ μὴ εἶναι, οὔτε ἀδύνατον εἶναι οὔτε ἀδύνατον μὴ εἶναι. ὥστε καὶ ἐπὶ τούτων δεῖ κατὰ τοὺς τρόπους γίνεσθαι τὰς καταφάσεις καὶ τὰς ἀποφάσεις. Εἰδέναι μέντοι χρὴ ὅτι μόνου μὲν τοῦ εἶναι ἀπαρεμφάτου ῥήματος ἐν τῇ μετὰ τρόπου προτάσει κειμένου ἀναμφισβητήτως κατὰ μόνον τὸν τρόπον γίνεται ἡ ἀπόφασις. ἀλλ’ οὐ τελεία ἡ τοιαύτη πρότασις, διότι χρεία πρὸς τὸν αὐτοτελῆ ἀποφαντικὸν λόγον ῥήματος κατὰ τὴν ὁριστικὴν παρὰ τοῖς γραμματικοῖς λεγομένην ἔγκλισιν προφερομένου. ὥστε ἢ αὐτόθεν τοῦ ἔστι δεησόμεθα κατ’ ἐνέργειαν λεγομένου, εἴπερ ὡς ἐπὶ τρίτου τινὸς προσώπου ποιοίμεθα τὴν ἀπόφανσιν, ἤ τινος ἄλλου δυνάμει τὸ ἔστιν ἐν ἑαυτῷ περιέχοντος. |
| 224 | ἀλλὰ τοῦτο μὲν καθόλου περὶ πασῶν εἴρηται τῶν αὐτοτελῶν ἀποφάνσεων, ἐπὶ δέ γε τῶν μετὰ τρόπου λεγομένων αὐτοῦ μόνου χρεία τοῦ ἔστιν, ἢ κατ’ ἐνέργειαν ἐκφερομένου ἢ ἔξωθεν τῇ προτάσει προσυπακουομένου· ἢ γὰρ ὅτι Σωκράτη βαδίσαι δυνατόν ἐστι λέγομεν καὶ Σωκράτη μουσικὸν εἶναι δυνατόν ἐστι, κατ’ ἐνέργειαν τὸ ἔστι λέγοντες, ἢ κἂν ἄνευ τοῦ ἔστι προενεγκώμεθα τὰς προτάσεις, ‘Σωκράτη βαδίσαι δυνατόν‘ καὶ ‘Σωκράτη μουσικὸν εἶναι δυνατόν‘ λέγοντες, τὸ ἔστι προσυπακούεσθαι καθ’ ἑκατέραν ἀξιοῦμεν. ὅταν μὲν οὖν μὴ ᾖ κατ’ ἐνέργειαν ἐν τῇ μετὰ τρόπου προτάσει τὸ ἔστι λεγόμενον, ἀναμφισβητήτως μόνῳ τῷ τρόπῳ προστεθεῖσα ἡ ἄρνησις ποιήσει τὴν ἀπόφασιν, ἀλλ’ οὐχὶ τῷ εἶναι ἀπαρεμφάτῳ ῥήματι, οὐδ’ ἔτι μᾶλλον τῷ ὑποκειμένῳ ἢ τῷ κατηγορουμένῳ ὅρῳ. ὅταν μέντοι καὶ τὸ ἔστι κατ’ ἐνέργειαν ἐν ταῖς προτάσεσι λέγωμεν, οὐ μᾶλλον τῷ τρόπῳ ἢ τῷ ἔστι συμπλέκοντες τὴν ἄρνησιν τὴν ἀπόφασιν ποιήσομεν· τῆς γὰρ ‘αὔριον ναυμαχίαν γενέσθαι δυνατόν ἐστι‘ καταφάσεως οὐ μᾶλλον εἴποις ἂν ἀπόφασιν εἶναι τὴν ‘αὔριον ναυμαχίαν γενέσθαι οὐ δυνατόν ἐστιν‘ ἢ τὴν ‘αὔριον ναυμαχίαν γενέσθαι δυνατὸν οὐκ ἔστιν‘· οὐδὲ γὰρ αὕτη, καίτοι τῷ ἔστι συμπλέκουσα τὴν ἄρνησιν, συνᾴσεταί ποτε τῇ εἰρημένῃ καταφάσει. Ἆρ’ οὖν ῥητέον ὅτι κατὰ μίαν μέθοδον ἐπὶ πασῶν τῶν προτάσεων, τῶν τε ἄνευ τρόπου καὶ τῶν μετὰ τρόπου, τῷ ἔστι συμπλέκοντες τὴν ἄρνησιν τὴν ἀπόφασιν ποιοῦμεν, καὶ ὥσπερ ἐπὶ τῶν ἄνευ τρόπου μετὰ προσδιορισμοῦ λεγομένων καταφάσεων συνέβαινε τοῦ ἔστιν ἐν αὐταῖς ἐνεργείᾳ κειμένου κατὰ δύο τρόπους γίνεσθαι τὰς ἀποφάσεις, ποτὲ μὲν τοῦ προσδιορισμοῦ ποτὲ δὲ τοῦ ἔστιν, ἢ τοῦ ἐνεργείᾳ ἢ τοῦ δυνάμει λεγομένου, προσλαμβάνοντος τὴν ἄρνησιν, ἄνευ μέντοι τοῦ ἔστι παντελῶς τῶν προτάσεων λεγομένων κατὰ μόνον τὸν προσδιορισμὸν ἐποιοῦμεν τὴν ἀπόφασιν, ὡς ἐπὶ τῶν ‘πᾶς ἄνθρωπος ζῷον—οὐ πᾶς ἄνθρωπος ζῶον‘, οὕτω καὶ ἐπὶ τῶν μετὰ τρόπου τὸ μὲν ἔστι κατ’ ἐνέργειαν ἐχουσῶν διχῶς γίνεσθαι τὴν ἀπόφασιν ἐροῦμεν, ποτὲ μὲν τοῦ τρόπου ποτὲ δὲ τοῦ ἔστι προσλαμβάνοντος τὴν ἄρνησιν, μὴ ἐχουσῶν μέντοι κατὰ μόνον τὸν τρόπον, ὡς καὶ ὁ Ἀριστοτέλης ἡμᾶς ἐδίδαξεν; ἢ οὔτε ἐπὶ τῶν ἄνευ τρόπου προσδιωρισμένων προτάσεων τὰς κατὰ τὸ ἔστι γινομένας ἀποφάσεις ἀντιφάσκειν πρὸς τὰς καταφάσεις ἐλέγομεν, ἀλλ’ ἐπὶ μὲν τῶν καθόλου γίνεσθαι τὴν ἐναντίαν ἐπὶ δὲ τῶν κατὰ μέρος τὴν ὑπεναντίαν, οὔτε εἰ ἐπὶ τῶν ἄνευ τρόπου τοῦτο οὕτως εἶχεν, ἤδη καὶ ἐπὶ τῶν μετὰ τρόπου διχῶς ἀναγκαῖον ἦν, ὡς προείρηται, γίνεσθαι τὰς ἀποφάσεις· ὅλως γὰρ οὐδὲ ἔχει τινὰ κατὰ τὴν δύναμιν διαφορὰν ἡ ‘Σωκράτη βαδίσαι δυνατόν‘ κατάφασις πρὸς τὴν ‘Σωκράτη βαδίσαι δυνατόν ἐστιν‘ ἢ ἡ ‘Σωκράτη μουσικὸν εἶναι δυνατόν‘ πρὸς τὴν ‘Σωκράτη μουσικὸν εἶναι δυνατόν ἐστιν‘, ὡσαύτως δὲ οὔτε ἡ ‘Σωκράτη βαδίσαι οὐ δυνατόν‘ ἀπόφασις πρὸς τὴν ‘Σωκράτη βαδίσαι δυνατὸν οὐκ ἔστιν‘ οὔτε ἡ ‘Σωκράτη μουσικὸν εἶναι οὐ δυνατόν‘ πρὸς τὴν ‘Σωκράτη μουσικὸν εἶναι δυνατὸν οὐκ ἔστιν‘, ἐπεὶ οὐδὲ καθ’ αὑτὸ τὸ δυνατὸν λέγοντες ὡς ἕτερόν τι παρὰ τὸ δύνατόν ἐστι λέγειν ἀξιοῦμεν, οὐδὲ ὅλως ὡς δύο αὐτὰ καὶ διάφορα προφερόμεθα, ἀλλ’ ὡς ἕν τι ὅλον τὸ δυνατόν ἐστι λέγομεν, αὐτὸ τοῦτο ἀποφαινόμενοι ὅτι ὑπάρχει ὁ τοιοῦτος τρόπος τῆς ὑποστάσεως ἐπὶ τῶν πραγμάτων τῶν διὰ τῆς προτάσεως λεγομένων. |
| 225 | διὸ οὐδὲ τὸ οὐ δυνατὸν ἕτερόν τι ἔσται παρὰ τὸ δυνατὸν οὐκ ἔστιν. ὥστε οὐδὲν ἔχομεν προσθεῖναι τοῖς ὑπὸ τοῦ Ἀριστοτέλους περὶ τούτων παραδεδομένοις. ὁ δὲ αὐτὸς λόγος καὶ ἐπὶ τῶν δυνάμει τὸ ἔστι περιεχουσῶν προτάσεων· τῆς γὰρ ‘Σωκράτης καλῶς βαδίζει‘ καταφάσεως ὁριστικὸν ῥῆμα ἐχούσης τὸ βαδίζει, ἐν ᾧ οὐ τὸ εἶναι ἀλλὰ τὸ ἔστι περιείληπται, οὐ μᾶλλον φαίης ἂν ἀπόφασιν εἶναι τὴν ‘Σωκράτης οὐ καλῶς βαδίζει‘ ἢ τὴν ‘Σωκράτης οὐ βαδίζει καλῶσ‘. εἰ δέ γε μὴ βαδίζοντος ὅλως τοῦ Σωκράτους ψεύδοιτο ὁ καλῶς αὐτὸν βαδίζειν ἀποφηνάμενος, ἆρα καὶ τότε τῷ τρόπῳ προσθέντες τὴν ἄρνησιν ποιήσομεν τὴν ἀπόφασιν ἢ μᾶλλον τῷ κατηγορουμένῳ; ἢ ῥητέον ὅτι ἀεὶ μὲν τῷ τρόπῳ αὐτὴν προσθετέον, οὐ μέντοι ἀεὶ κατὰ τὴν αὐτὴν ἔννοιαν· ὥσπερ γὰρ τὴν κατάφασιν κατὰ δύο τρόπους ψεύδεσθαι συμβαίνει, μὴ βαδίζοντός τε ὅλως τοῦ Σωκράτους καὶ βαδίζοντος μὲν μὴ μέντοι καλῶς βαδίζοντος, οὕτω δηλονότι καὶ ἐπὶ τῆς ἀποφάσεως ἕξει τῆς ‘Σωκράτης οὐχὶ καλῶς βαδίζει‘ λεγούσης. Εἰ δέ τις ἀποροίη περὶ τῶν προσδιωρισμένων μετὰ τρόπου καταφάσεων, τίνα τρόπον ἐπὶ τούτων ποιητέον τὰς ἀποφάσεις, πότερον τῷ προσδιορισμῷ ἢ τῷ τρόπῳ τῆς ἀρνήσεως συμπλεκομένης, ἐπείπερ ὁ Ἀριστοτέλης ὡς ἐπὶ ἀπροσδιορίστων τὴν περὶ αὐτῶν πᾶσαν πεποίηται σκέψιν, ῥᾴδιον ἀπαντᾶν ὅτι οὐδὲ ἐπὶ τούτων ἑτέρῳ τινὶ παρὰ τὸν τρόπον αὐτὴν συντάξομεν· δεῖ γὰρ τὰς προτάσεις, ἀλλὰ μὴ τοὺς ὅρους εἶναι στερητικούς· εἰ δὲ μή, κατὰ τὸ κυρίως πάλιν δυνατὸν καὶ ἐνδεχόμενον τὴν ἀντίφασιν συμβήσεται συναληθεύειν, ὅπου καὶ τὰς ἐναντίας κατὰ τὸ ἐπ’ ἴσης ἐνδεχόμενον συντρέχειν ἀλλήλαις συμβαίνει· ὃ γὰρ ἐνδέχεται παντί, τοῦτο πάντως μὲν καὶ οὐ παντὶ κατὰ πᾶσαν τοῦ ἐνδεχομένου τὴν ἔννοιαν, ἐπεὶ οὐκέτι ἐνδεχομένως ὑπάρξει παντί, ἐνίοτε δὲ καὶ οὐδενί. |
| 226 | καὶ δῆλον ὡς οὐ διαφωνήσει ταῦτα καὶ πρὸς τὰ κατ’ ἀρχὰς εἰρημένα περὶ τοῦ μάχεσθαι ἀεὶ καὶ κατὰ τὴν ἐνδεχομένην ὕλην τήν τε πᾶς τῇ οὐ πᾶς καὶ τὴν οὐδείς τῇ τίς, κἂν λαμβάνωνται κατὰ τὸν μέλλοντα χρόνον· ἐν ἐκείνοις μὲν γὰρ ὡς ὑπαρχούσας ἐπισκεπτόμενοι τὰς προτάσεις ταῦτα περὶ αὐτῶν ἀπεφαινόμεθα, διότι ἀνάγκη κατὰ ταύτην τὴν ὕλην ψεύδεσθαι ἄμφω τὰς ὄντως καθόλου, ἅτε τὸ ἐνδεχόμενον τὸ τισὶ μὲν ὑπάρχειν τισὶ δὲ μὴ ὑπάρχειν πεφυκὸς παντὶ ἢ μηδενὶ ἀνενδοιάστως ὑπάρξειν ἀποφαινομένας (ὁμοίως ταῖς περὶ τῶν ἀναγκαίως ἐκβαινόντων ἢ μὴ ἐκβαινόντων προρρήσεσιν, ἐφ’ ὧν τὸ ἔσται ἢ τὸ οὐκ ἔσται λέγειν εἰώθαμεν), ὅπερ οὔτε κατὰ τὸ ἐπὶ πλέον οὔτε κατὰ τὸ ἐπ’ ἔλαττον ἐνδεχόμενον ἔχει χώραν, λεγόντων ἡμῶν ‘πᾶς ἄνθρωπος ἐν γήρᾳ πολιωθήσεται‘ ἢ ‘οὐδεὶς ἑξαδάκτυλος ἔσται‘, τὰς δὲ κατὰ μέρος ἀμφοτέρας ἀληθεύειν, διόπερ αὐτὰς ἀντιφάσκειν εἰκότως συμβαίνει πρὸς τὰς καθόλου· νῦν δὲ ὁ λόγος περὶ τῶν μετὰ τοῦ ἐνδεχομένου τρόπου λεγομένων προτάσεων, καθόλου τε διισχυριζόμεθα πᾶσι τοῖς ἀτόμοις ἢ μηδενὶ τὸ κατηγορούμενον ὑπάρξειν, ὅπου γε οὐδὲ τὸ κατὰ μέρος, ἀλλὰ καὶ ἀληθεύομεν οὐ τὸ τῇ φύσει καθόλου λαμβάνοντες (οὐ γὰρ οἷόν τε τοῦτο πᾶν ἢ μετέχειν ἢ ἐστερῆσθαί τινος τῶν ἐνδεχομένως αὐτοῦ κατηγορουμένων), ἀλλὰ τὸ προσδιορισμοῖς τισι περιαχθὲν εἰς τὸ καθόλου ἑαυτὸ γενέσθαι δεκτικὸν τοῦ συμβεβηκότος, ὡς ὅταν εἴπωμεν ‘ἐνδέχεται πάντας Ἀθηναίους τοὺς κατὰ τόνδε τὸν χρόνον ἐσομένους ἐν γήρᾳ πολιοῦσθαι, ἀλλὰ καὶ μὴ πάντασ‘ καὶ ‘ἐνδέχεται μηδένα ἑξαδάκτυλον γενέσθαι, ἀλλὰ καὶ τινὰ δυνατόν‘ καὶ ‘ἐνδέχεται κατὰ τόδε τὸ ἔτος καὶ τήνδε τὴν χώραν ἐν μηδεμιᾷ ἡμέρᾳ τῶν ὑπὸ κύνα ὑετὸν γενέσθαι, ἀλλὰ καὶ ἐν τινὶ γενέσθαι δυνατόν‘, ‘καὶ ἐν πάσῃ χειμερινῇ τυχὸν ἢ τοῦδε τοῦ μηνὸς ὑετόν, ἀλλὰ καὶ μὴ ἐν πάσῃ δυνατόν.‘ ὥστε ὅταν λέγωμεν ἀντιφάσκειν ἀεὶ τὰς καθόλου ταῖς κατὰ μέρος ἐπὶ τῶν τοιούτων λεγομένων προτάσεων, ἐφ’ ὧν τὸ κατηγορούμενον ἢ ἤδη ὑπάρχειν ἢ ὑπάρξαι ἢ πάντως ὑπάρξειν τῷ ὑποκειμένῳ λέγομεν, οὕτως ἀποφαινόμεθα, καθὰ καὶ παραδέδωκεν ἡμῖν ὁ Ἀριστοτέλης ἐν τῷ συμπεράσματι τοῦ πρώτου τμήματος τοῦδε τοῦ βιβλίου τῆς ἀντιφάσεως τὴν δύναμιν ὑπογράφων. |
| 227 | Εἰ δὲ ζητοίη τις τὴν ‘ἐνδέχεται μηδένα ἄνθρωπον δίκαιον εἶναι‘ πότερον κατάφασιν ἢ ἀπόφασιν χρὴ προσαγορεύειν, κατάφασιν ὁμολογουμένως ἀποκρινούμεθα, διότι ὁ τρόπος ἄνευ τῆς ἀρνήσεως παρείληπται, καὶ πρὸς τῇ εἰρημένῃ ἐπ’ αὐτῶν τῶν πραγμάτων δείξει μάρτυρα τούτου παρεξόμεθα τὸν Ἀριστοτέλη καλοῦντα μὲν ἐν τῇ πραγματείᾳ τῶν Ἀναλυτικῶν τὰς ‘ἐνδέχεται μηδενὶ ἢ μὴ παντί‘ καὶ ‘ἀνάγκη μηδενὶ ἢ μὴ παντί‘ ἀποφάσεις, δι’ ἣν ἑξῆς ἐροῦμεν αἰτίαν, διδάσκοντα δὲ ἐν αὐτοῖς ἐκείνοις ὅτι οὐκ εἰσὶν ὄντως ἀποφάσεις, ἀλλὰ καταφάσεις· λέγει γοῦν “νῦν δὲ τοσοῦτον ἡμῖν ἔστω πρὸς τοῖς εἰρημένοις δῆλον, ὅτι τὸ ἐνδέχεσθαι μηδενὶ ἢ τινὶ μὴ ὑπάρχειν καταφατικὸν ἔχει τὸ σχῆμα”, τοῦ μὴ τῷ τινὶ συνταττομένου καὶ οὐ τῷ ὑπάρχειν ἐν τῷ ‘τινὶ μὴ ὑπάρχειν‘ καὶ τῆς προτάσεως ταὐτὸν σημαινούσης τῷ ‘μὴ παντὶ ὑπάρχειν.‘ καὶ τούτου τὴν κατασκευὴν εὐθὺς ἐπιφέρει λέγων “τὸ γὰρ ἐνδέχεται τῷ ἔστιν ὁμοίως τάττεται” καὶ τὰ ἑξῆς τούτοις. ἐν μὲν οὖν τῇ προκειμένῃ τοῦ Περὶ ἑρμηνείας πραγματείᾳ τὰς ἀντιθέσεις τῶν προτάσεων καὶ τὰς παντοίας διαφορὰς προθέμενος παραδοῦναι ἡμῖν ὁ φιλόσοφος εἰκότως τὸν κυριώτατον ὑφηγήσατο τρόπον τῶν ἀποφάσεων, ἐν δέ γε τοῖς Ἀναλυτικοῖς τὰς γενέσεις τῶν συλλογισμῶν διδάξαι ἡμᾶς προθέμενος παραλαμβάνει μὲν πάσας τὰς προτάσεις, περὶ ὧν τε καὶ ἐξ ὧν οἱ συλλογισμοὶ κατὰ τὸ καταφατικὸν ὅπερ αὐτός φησι σχῆμα, δίοτι ὡρισμένον τι βουλόμεθα συνάγειν ἐν τοῖς συλλογισμοῖς, τὸ δὲ ὡρισμένον ἐξ ὡρισμένων προτάσεων, ὡρίσθαι δὲ μᾶλλον δοκοῦσιν αἱ καταφάσεις τῶν ἀποφάσεων ἅτε εἴδεσιν ἀναλογοῦσαι, καὶ διὰ τοῦτο ῥᾷον ἐπ’ αὐτῶν παρακολουθοῦμεν ταῖς συλλογιστικαῖς ἢ ἀσυλλογίστοις τῶν προτάσεων συμπλοκαῖς. καλεῖ δὲ αὐτῶν τὰς μὲν καταφάσεις τὰς δὲ ἀποφάσεις οὐ μόνον κατὰ τοὺς προσδιορισμοὺς ποιούμενος τὴν τοιαύτην αὐτῶν διαίρεσιν, ἀλλὰ καὶ ὅτι συμβαίνει τὰς ἐν ἐκείνοις ὡς ἀποφάσεις εἰλημμένας ταὐτὸν φθέγγεσθαί τισι τῶν ὄντως ἀποφάσεων, λέγω δὴ τῶν ἀναιρουσῶν τόν τε τρόπον ἅμα καὶ τὸν προσδιορισμὸν τὸν καταφατικόν, ὡς οὔσας, ὅπερ φησὶ περὶ αὐτῶν ὁ φιλόσοφος Ἰάμβλιχος, φωνῇ μὲν καταφατικὰς δυνάμει δὲ ἀποφατικάς· ἐπεὶ γὰρ τῶν προτάσεων τὰς ἀντιθέσεις λαμβάνομεν ἢ κατὰ τοὺς τρόπους ἢ κατὰ τὸ ποσὸν ἢ κατὰ τὸ ποιόν, ἀντίκεινται δὲ κατὰ μὲν τοὺς τρόπους αἱ ἀναγκαῖαι προτάσεις ταῖς ἐνδεχομέναις, διότι αἱ μὲν ἀεὶ ὡσαύτως ἔχειν τὸ πρᾶγμα, περὶ οὗ ἀποφαίνονται, σημαίνουσιν αἱ δὲ μεταπίπτειν κατὰ τὸ εἶναι καὶ μὴ εἶναι (τῶν τοῦ ἀδυνάτου συναριθμουμένων κατὰ τοῦτο ταῖς τοῦ ἀναγκαίου, διὸ καὶ ταὐτὸν δύνασθαι αὐτὰς λέγοντος ἀκουσόμεθα τοῦ Ἀριστοτέλους), κατὰ δὲ τὸ ποσὸν αἱ καθόλου ταῖς κατὰ μέρος, κατὰ δὲ τὸ ποιὸν αἱ καταφατικαὶ ταῖς ἀποφατικαῖς, ἐπὶ μὲν τοῦ ἐνδεχομένου καὶ τοῦ ἀναγκαίου εἰ ἀντιθέντες τρόπον τρόπῳ ποσὸν ποσῷ ποιὸν ποιῷ λάβοιμεν τὴν ἀντικειμένην τῇ ὡς ἀποφάσει εἰλημμένῃ καταφάσει, οἷον τῇ ‘ἐνδέχεται μηδενί‘ τὴν ‘ἀνάγκη τινί‘, καὶ ταύτης λάβοιμεν τὴν κυρίως γινομένην ἀπόφασιν, τοῦτ’ ἔστι κατὰ τὸν τρόπον, οἷον τὴν ‘οὐκ ἀνάγκη τινί‘, ταύτῃ συνᾴδουσαν εὑρίσκομεν τὴν ἐν τοῖς Ἀναλυτικοῖς ὡς ἀπόφασιν εἰλημμένην· ὃ γὰρ οὐκ ἀνάγκη τινί, τοῦτο ἐνδέχεται μηδενί, καὶ ἔμπαλιν. |
| 228 | ὁ δὲ αὐτὸς λόγος καὶ ἐπὶ τῶν λοιπῶν κατὰ τοὺς τρόπους τούτους προτάσεων, οὐ τῶν προσδιωρισμένων μόνον ἀλλὰ καὶ τῶν ἀδιορίστων, εἴ τις καὶ τούτων τὰς τὴν ἄρνησιν τῷ εἶναι συμπλεκούσας κατὰ τὴν αὐτὴν ἔννοιαν τοῖς ἐπὶ τῶν προσδιωρισμένων ἀποφάσεις ἀξιοίη καλεῖν· ἔσται γὰρ τῇ μὲν ‘ἐνδέχεται μὴ εἶναι‘ ἀντιφάσκουσα μὲν κατά τε τὸν τρόπον καὶ τὸ ποιὸν ἡ ‘ἀναγκαῖον εἶναι‘ συντρέχουσα δὲ ἡ ‘οὐκ ἀναγκαῖον εἶναι‘ κυρίως οὖσα ἀπόφασις, τῇ δὲ ‘ἀνάγκη μὴ εἶναι‘ ἀντιφάσκουσα μὲν ἡ ‘ἐνδέχεται εἶναι‘ συντρέχουσα δὲ ἡ ‘οὐκ ἐνδέχεται εἶναι‘. εἰ δὲ καὶ αἱ συντρέχουσαι κατὰ τὸν εἰρημένον τρόπον ἀλλήλαις προτάσεις ἔχουσί τινα πρὸς ἀλλήλας διαφοράν, οὐ τοῦ παρόντος καιροῦ πολυπραγμονεῖν, ἀλλὰ τῆς περὶ τῶν μίξεων ἐν τῷ προτέρῳ τῶν Προτέρων Ἀναλυτικῶν θεωρίας· οὔτε γὰρ βραχὺς οὔτε ὑπὸ τῶν ἀκριβεστέρων ὁμολογούμενος ὁ διακρῖναι αὐτὰς πειρώμενος λόγος, ἅτε ὁρμώμενος ἐξ ὑποθέσεως ψευδοῦς τῆς ἀξιούσης ἀντιστρέφειν ἐπὶ παντὸς ὁμοίως ἐνδεχομένου τὴν καθόλου κατάφασιν πρὸς τὴν καθόλου ἀπόφασιν καὶ μηδὲν κατὰ τοῦτο νεμούσης πλέον τῷ ἐπ’ ἴσης ἐνδεχομένῳ τοῦ ὡς ἐπὶ τὸ πολὺ λεγομένου, ἀλλ’ ὁμολογεῖν ἀναγκαζομένης ὅτι καθάπερ ἐνδέχεται πάντας ἀνθρώπους γενέσθαι πενταδακτύλους, οὕτω καὶ μηδένα. ἐπὶ δὲ τοῦ ὑπάρχοντος, ἐπειδὴ τούτῳ οὐδέν ἐστιν εἶδος προτάσεως ἀντικείμενον, τὴν κατὰ τὸ ποσὸν μόνον καὶ τὸ ποιὸν ἀντικειμένην λαβόντες, οἷον τῇ ‘ὑπάρχει οὐδενί‘ τὴν ‘ὑπάρχει τινί‘, τὴν ἀπόφασιν ταύτης τὴν ‘οὐχ ὑπάρχει τινί‘ τῇ ‘ὑπάρχει μηδενί‘ ταὐτὸν φθεγγομένην εὑρήσομεν. ὥστε οὐδετέρα τῶν πραγματειῶν ἐλλιπής, ὅπερ ὑποπτεύσειεν ἄν τις ἐν μηδετέρᾳ τῶν πραγματειῶν παραδιδομένας ὁρῶν τὰς ἐν τῇ ἑτέρᾳ ὡς ἀποφάσεις εἰλημμένας, ἀλλ’ ἑκατέρᾳ τὸ προσῆκον εἶδος τῆς διδασκαλίας ἐφύλαξεν ὁ Ἀριστοτέλης. |
| 229 | εἰ δὲ ἡ λέγουσα πρότασις ‘οὐδένα ἄνθρωπον ἐνδέχεται πτερωτὸν εἶναι‘ δοκεῖ κυρίως εἶναι ἀπόφασις, θαυμάζειν οὐ χρή· ἐνταῦθα γὰρ ἡ ἄρνησις καὶ πρὸς αὐτὸν ἐξακούεται τὸν τρόπον, ἅτε πρὸ αὐτοῦ τεταγμένη, καὶ ταύτῃ ποιεῖ τὴν κυρίως ἀπόφασιν· ἀμέλει ἐὰν ἀντὶ τοῦ οὐδένα μηδένα εἴπωμεν λέγοντες ‘μηδένα ἄνθρωπον γραμματικὸν εἶναι ἐνδέχεται‘, οὐκέτι δόξομεν ἀπόφασιν λέγειν ἀλλ’ ὁμολογουμένως κατάφασιν ἐκ μεταθέσεως, διότι τὸ μή οὐ πέφυκεν ὥσπερ τὸ οὔ προτίθεσθαι τῶν τρόπων ἐν ταῖς ἀποφάσεσιν· οὐ γὰρ ὥσπερ λέγομεν ‘οὐκ ἐνδέχεται‘, οὕτω δυνάμεθα λέγειν καὶ ‘μὴ ἐνδέχεται‘. Ἀλλ’ ἐπανέλθωμεν εἰς τὴν ἐξήγησιν τῶν ἑξῆς ὑπὸ τοῦ Ἀριστοτέλους παραδιδομένων καὶ λέγωμεν ὅτι ἀναλογίαν τινὰ γεωμετρικὴν ἀξιοῖ ἡμᾶς λαμβάνειν ἐπί τε τῶν ἄνευ τρόπου καὶ ἐπὶ τῶν μετὰ τρόπου προτάσεων, λέγων ὅτι ἣν ἔχουσι τάξιν ἐπὶ τῶν ἄνευ τρόπου τὰ ὑποκείμενα καὶ τὰ κατηγορούμενα πράγματα πρὸς τὸ εἶναι καὶ μὴ εἶναι, ταύτην ἐπὶ τῶν μετὰ τρόπου τὸ εἶναι τοῦτο καὶ τὸ μὴ εἶναι πρὸς τοὺς τρόπους ἔχει. καθάπερ οὖν ἐπὶ τῶν ἄνευ τρόπου τὴν ἄρνησιν ἐχρῆν μήτε τῷ ὑποκειμένῳ μήτε τῷ κατηγορουμένῳ συμπλέκεσθαι πρὸς τὸ γενέσθαι τὴν ἀπόφασιν ἀλλὰ μόνῳ τῷ εἶναι, τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τούτων οὐ τῷ εἶναι ἀλλὰ τῷ τρόπῳ συμπλεκομένη τὴν ἀπόφασιν ποιήσει· ἡ ἄρα ‘Σωκράτη δίκαιον μὴ εἶναι δυνατόν‘ πρότασις οὐκ ἔσται ἀπόφασις, ἀλλὰ ἀναλογήσει ταῖς ἀορίστοις ἢ ἐκ μεταθέσεως καλουμέναις καταφάσεσι, καὶ ἀπόφασις αὐτῆς ἔσται κατὰ τὴν εἰρημένην μέθοδον ἡ ‘Σωκράτη δίκαιον μὴ εἶναι οὐ δυνατόν.‘ καλοῦσι δὲ καὶ ταύτας ἐν ταῖς μετὰ τρόπου προτάσεσιν ἐκ μεταθέσεως, ἁπλᾶς δὲ τὰς δίχα τῆς ἀρνήσεως τὸ εἶναι παραλαμβανούσας ‘Σωκράτη δίκαιον εἶναι δυνατόν—Σωκράτη δίκαιον εἶναι οὐ δυνατόν‘. ὁ μέντοι Ἀριστοτέλης τὴν βραχυλογίαν καὶ ἐν τούτοις ἐπιτηδεύων τὴν μὲν ἁπλῆν κατάφασιν διὰ τοῦ δυνατὸν εἶναι μόνον σημαίνει, τὴν δὲ ἐκ μεταθέσεως διὰ τοῦ δυνατὸν μὴ εἶναι, καταλιμπάνων ἡμῖν ἅπερ ἂν ἐθέλωμεν πράγματα ὑποκείμενά τε καὶ κατηγορούμενα τούτοις ὑποβάλλειν. ταύτην δὲ τὴν διαφορὰν τῶν ἀντιφάσεων, τῆς τε ἁπλῆς φημι καὶ τῆς ἐκ μεταθέσεως, καὶ ἐπὶ τῶν λοιπῶν τρόπων ἀξιοῖ θεωρεῖν, τοῦ τε ἐνδεχομένου καὶ τοῦ ἀναγκαίου καὶ τοῦ ἀδυνάτου, καὶ ἔστι φανερὰ τὰ περὶ αὐτῶν λεγόμενα, πλὴν ὅτι τὸ κατάφασιν δὲ καὶ ἀπόφασιν ταῦτα ποιοῦντα περὶ τῶν τρόπων λέγεται· χρὴ γάρ, φησί, τούτους ἢ καταφατικῶς καὶ ἄνευ τῆς ἀρνήσεως λαμβάνοντας, οἷον δυνατόν, ἀναγκαῖον, ἢ ἀποφατικῶς καὶ μετὰ τῆς ἀρνήσεως, οἷον οὐ δυνατόν, οὐκ ἀναγκαῖον, πρὸς τὸ εἶναι καὶ μὴ εἶναι συντάττειν τε καὶ συμπλέκειν. |
| 230 | καὶ δῆλον ὅτι καταφατικοὶ μὲν ληφθέντες τῷ μὲν εἶναι συμπλεκόμενοι ποιήσουσιν ἁπλᾶς καταφάσεις τῷ δὲ μὴ εἶναι ἐκ μεταθέσεως, ἀποφατικοὶ δὲ τῷ μὲν εἶναι συμπλεκόμενοι ποιήσουσιν ἁπλᾶς ἀποφάσεις τῷ δὲ μὴ εἶναι ἐκ μεταθέσεως. τούτῳ τε οὖν οὕτως ἐπιστῆσαι χρή, καὶ ὅτι μετὰ τὸ καταριθμήσασθαι τὰς κατὰ τοὺς εἰρημένους τρόπους ἀντιθέσεις προστίθησιν ἀληθές— οὐκ ἀληθέ ς , ἐνδείξασθαι ἡμῖν βουλόμενος ὡς εἰσὶ μὲν καὶ ἄλλοι ἀναρίθμητοι τρόποι παρὰ τοὺς εἰρημένους τέσσαρας, τὸν δυνατὸν τὸν ἐνδεχόμενον τὸν ἀναγκαῖον τὸν ἀδύνατον, ἀρκεῖται δὲ τούτοις πρὸς τὴν τῶν προτάσεων διδασκαλίαν διὰ τὴν εἰρημένην ἔμπροσθεν αἰτίαν. Καὶ αἱ ἀκολουθήσεις δὲ κατὰ λόγον γίνονται οὕτω τιθεμένοι ς · τῷ μὲν γὰρ δυνατῷ εἶναι τὸ ἐνδέχεσθαι εἶναι ( καὶ τοῦτο ἐκείνῳ ἀντιστρέφε ι ) καὶ τὸ μὴ ἀδύνατον εἶναι καὶ τὸ μὴ ἀναγκαῖον εἶνα ι , τῷ δὲ δυνατῷ μὴ εἶναι καὶ ἐνδεχομένῳ μὴ εἶναι τὸ μὴ ἀναγκαῖον μὴ εἶναι καὶ τὸ οὐκ ἀδύνατον μὴ εἶνα ι , τῷ δὲ μὴ δυνατῷ εἶναι καὶ μὴ ἐνδεχομένῳ εἶναι τὸ ἀναγκαῖον μὴ εἶναι καὶ τὸ ἀδύνατον εἶνα ι , τῷ δὲ μὴ δυνατῷ μὴ εἶναι καὶ μὴ ἐνδεχομένῳ μὴ εἶναι τὸ ἀναγκαῖον εἶναι καὶ τὸ ἀδύνατον μὴ εἶνα ι . θεωρείσθω δὲ ἐκ τῆς ὑπογραφῆς ὡς λέγομε ν · [ Start of a diagra m ] [ Start of a diagram sectio n ] δυνατὸν εἶναι [ End of a diagram sectio n ] [ Start of a diagram sectio n ] οὐ δυνατὸν εἶναι [ End of a diagram sectio n ] [ Start of a diagram sectio n ] ἐνδεχόμενον εἶναι [ End of a diagram sectio n ] [ Start of a diagram sectio n ] οὐκ ἐνδεχόμενον εἶναι [ End of a diagram sectio n ] [ Start of a diagram sectio n ] οὐκ ἀδύνατον εἶναι [ End of a diagram sectio n ] [ Start of a diagram sectio n ] ἀδύνατον εἶναι [ End of a diagram sectio n ] [ Start of a diagram sectio n ] οὐκ ἀναγκαῖον εἶναι [ End of a diagram sectio n ] [ Start of a diagram sectio n ] ἀναγκαῖον μὴ εἶναι [ End of a diagram sectio n ] [ Start of a diagram sectio n ] δυνατὸν μὴ εἶναι [ End of a diagram sectio n ] [ Start of a diagram sectio n ] οὐ δυνατὸν μὴ εἶναι [ End of a diagram sectio n ] [ Start of a diagram sectio n ] ἐνδεχόμενον μὴ εἶναι [ End of a diagram sectio n ] [ Start of a diagram sectio n ] οὐκ ἐνδεχόμενον μὴ εἶναι [ End of a diagram sectio n ] [ Start of a diagram sectio n ] οὐκ ἀδύνατον μὴ εἶναι [ End of a diagram sectio n ] [ Start of a diagram sectio n ] ἀδύνατον μὴ εἶναι [ End of a diagram sectio n ] [ Start of a diagram sectio n ] οὐκ ἀναγκαῖον μὴ εἶναι [ End of a diagram sectio n ] [ Start of a diagram sectio n ] ἀναγκαῖον εἶνα ι . [ End of a diagram sectio n ] [ End of a diagra m ] Ὅτι μὲν περὶ τῆς ἀκολουθίας τῶν μετὰ τρόπου προτάσεων ὁ λόγος ἐν τούτοις, φανερόν. τεττάρων δὲ ὄντων τῶν τρόπων, τοῦ δυνατοῦ, τοῦ ἐνδεχομένου, περὶ ὧν τῆς τε κοινωνίας καὶ τῆς διαφορᾶς ἐν τοῖς ἑξῆς διαλέξεται, καὶ ἐπὶ τούτοις τοῦ ἀναγκαίου καὶ τοῦ ἀδυνάτου, καὶ καθ’ ἕκαστον τούτων τεττάρων θεωρουμένων προτάσεων, δύο μὲν τῶν ἁπλῶν δύο δὲ τῶν ἐκ μεταθέσεως, τὰς τοῦ δυνατοῦ τέτταρας προτάσεις ἐν τῷ διαγράμματι κατὰ τὴν προσήκουσαν τάξιν ἐκθέμενος ἐπισκέπτεται ὅπως ἔχουσι τῆς πρὸς ταύτας ἀκολουθίας αἱ καθ’ ἕκαστον τῶν ἄλλων τρόπων προτάσεις, λέγω δὲ οἷον τῇ δυνατὸν εἶναι ἁπλῇ τοῦ δυνατοῦ καταφάσει ποία μὲν ἕπεται τοῦ ἐνδεχομένου πρότασις, ποία δὲ τοῦ ἀναγκαίου, ποία δὲ τοῦ ἀδυνάτου, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως. |
| 231 | καὶ τίθεται πρῶτον τοῦ μὲν ἐνδεχομένου πάσας τὰς προτάσεις ἕπεσθαι πάσαις ταῖς τοῦ δυνατοῦ προτάσεσι τὰς ὁμοίως αὐταῖς λεγομένας, τῇ μὲν ἁπλῇ καταφάσει τὴν ἁπλῆν κατάφασιν τῇ δὲ ἐκ μεταθέσεως τὴν ἐκ μεταθέσεως, καὶ ἐπὶ τῶν ἀποφάσεων ὡσαύτως, διὰ τούτων ταὐτὸν φθέγγεσθαι τό τε δυνατὸν καὶ τὸ ἐνδεχόμενον ἀπαραλλάκτως τιθέμενος· δηλοῖ δὲ οὐ μόνον τῷ δυνατὸν εἶναι ἕπεσθαι φάσκων τὸ ἐνδεχόμενον εἶναι, ἀλλὰ προστίθησι καὶ τοῦτο ἐκείνῳ ἀντιστρέφε ι . τοῦ δὲ ἀδυνάτου ἕπεσθαι μὲν πάλιν ἀποφαίνεται τὰς ἁπλᾶς προτάσεις ταῖς ἁπλαῖς τοῦ δυνατοῦ καὶ τοῦ ἐνδεχομένου, οὐκέτι μέντοι τὰς ὁμοίας ταῖς ὁμοίαις, ἀλλ’, ὥσπερ αὐτός φησιν, ἀντεστραμμένως τῇ μὲν καταφάσει τὴν ἀπόφασιν τῇ δὲ ἀποφάσει τὴν κατάφασιν, καὶ ἐπὶ τῶν ἐκ μεταθέσεως ὡσαύτως. καὶ ὅτι εὐλόγως, φανερόν· τὸ γὰρ δυνατὸν εἶναι καὶ ἐνδεχόμενον εἶναι ἀδύνατον μὲν εἶναι φάναι γελοῖον, οὐκ ἀδύνατον δὲ εἶναι ἀληθές, τὸ δὲ οὐ δυνατὸν εἶναι καὶ οὐκ ἐνδεχόμενον εἶναι φανερὸν ὡς ἀδύνατον εἶναι ὁμολογήσομεν, οἷον ‘οὐ δυνατὸν οὐδὲ ἐνδεχόμενον εἶναι σύμμετρον τὴν διάμετρον τῇ πλευρᾷ· οὐκοῦν ἀδύνατον εἶναι σύμμετρον τὴν διάμετρον τῇ πλευρᾷ.‘ τὰ δ’ αὐτὰ καὶ ἐπὶ τῶν ἐκ μεταθέσεως ἐροῦμεν. τοῦ μέντοι ἀναγκαίου τίθεται τὴν ἀρχὴν ἕπεσθαι ταῖς ἁπλαῖς καταφάσεσι τοῦ δυνατοῦ καὶ τοῦ ἐνδεχομένου καὶ τῇ ἁπλῇ τοῦ ἀδυνάτου ἀποφάσει τὴν ἁπλῆν πάλιν ἀπόφασιν, ὥστε ὑπὸ τὸ δυνατὸν εἶναι καὶ ἐνδεχόμενον εἶναι καὶ οὐκ ἀδύνατον εἶναι τετάχθαι τὸ οὐκ ἀναγκαῖον εἶναι· τὸ γὰρ δυνατὸν καὶ τὸ ἐνδεχόμενον μεταξὺ τοῦ ἀναγκαίου καὶ τοῦ ἀδυνάτου τετάχθαι δοκοῦντα καὶ οὐδετέρῳ τῶν ἄκρων τὰ αὐτὰ εἶναι εἰκότως ἐδόξασε τὰς ἀποφάσεις ἀμφοτέρων ἑπομένας ἔχειν. ὑπὸ δὲ τὰς ἁπλᾶς ἀποφάσεις τοῦ δυνατοῦ καὶ τοῦ ἐνδεχομένου καὶ τὴν ἁπλῆν τοῦ ἀδυνάτου κατάφασιν τίθησιν οὐκέτι τὴν ἁπλῆν τοῦ ἀναγκαίου κατάφασιν, ἀλλὰ τὴν ἐκ μεταθέσεως· οὐ γὰρ οἷόν τε ἦν τὸ οὐ δυνατὸν εἶναι καὶ οὐκ ἐνδεχόμενον εἶναι καὶ ἀδύνατον εἶναι λέγεσθαι ἀναγκαῖον εἶναι, ἀλλὰ δῆλον ὅτι ἔσται ἀναγκαῖον μὴ εἶναι· εἰ γὰρ ἀδύνατον εἶναι τὴν διάμετρον τῇ πλευρᾷ σύμμετρον, ἀναγκαῖον αὐτὴν μὴ εἶναι σύμμετρον. |
| 232 | πάλιν δὲ ὑπὸ τὰς ἐκ μεταθέσεως καταφάσεις τοῦ δυνατοῦ καὶ τοῦ ἐνδεχομένου τάξας τὴν ἐκ μεταθέσεως τοῦ ἀδυνάτου ἀπόφασιν, ὑπὸ τὰς ἐκείνων ἀποφάσεις εἰκότως τίθησι τὴν κατάφασιν ἐπ’ εὐθείας οὖσαν τῇ ἑαυτῆς ἀποφάσει. τοῦ μέντοι ἀναγκαίου πάλιν ὑπὸ μὲν τὰς εἰρημένας καταφάσεις καὶ τὴν τοῦ ἀδυνάτου ἐκ μεταθέσεως ἀπόφασιν τίθησι τὴν ὁμοίως ἔχουσαν ἀπόφασιν, τοῦτ’ ἔστιν ὑπὸ τὸ δυνατὸν μὴ εἶναι καὶ ἐνδεχόμενον μὴ εἶναι καὶ οὐκ ἀδύνατον μὴ εἶναι τὴν οὐκ ἀναγκαῖον μὴ εἶναι, ὑπὸ δὲ ταύταις τὰς ἀντικειμένας, τοῦτ’ ἔστιν ὑπὸ τὸ οὐ δυνατὸν μὴ εἶναι καὶ οὐκ ἐνδεχόμενον μὴ εἶναι καὶ ἀδύνατον μὴ εἶναι, οὐκέτι τὴν ἐκ μεταθέσεως κατάφασιν τοῦ ἀναγκαίου (ἤδη γὰρ ἄνω τέτακται ὑπὸ τὴν ἁπλῆν τοῦ δυνατοῦ ἀπόφασιν καὶ τὰς ταύτῃ ἑπομένας), ἀλλὰ τὴν ἁπλῆν κατάφασιν τὴν ἀναγκαῖον εἶναι, ἥτις καὶ μόνη ὑπολέλειπτο ἀκατάτακτος τῶν τοῦ ἀναγκαίου προτάσεων, τῶν ἄλλων τριῶν ἑκάστης ἤδη κατὰ τὸν εἰρημένον τρόπον ὑπ’ αὐτοῦ κατατεταγμένης. ταῦτα οὕτως ἐν τοῖς παροῦσι διατάξας ἀξιοῖ καὶ ἐπὶ διαγράμματος, ὃ ἐκάλεσεν ὑπογραφὴν ὡς ὑποτεταγμένον τῇ περὶ αὐτοῦ διδασκαλίᾳ καὶ ὑπ’ αὐτὴν γεγραμμένον, θεωρεῖν ἡμᾶς τὴν εἰρημένην ὑπ’ αὐτοῦ τῶν προτάσεων ἀκολουθίαν. καὶ ἀρξάμενος ἀπὸ τῆς ἁπλῆς τοῦ δυνατοῦ καταφάσεως ἐφεξῆς ἀπαριθμεῖται τὰς ἀπὸ τῶν ἄλλων τρόπων ταύτῃ ἑπομένας, εἶτα προάγων τὴν διδασκαλίαν κατὰ τὴν αὐτὴν ὥσπερ σελίδα τοῦ διαγράμματος, παραλαβὼν τὴν ἐκ μεταθέσεως κατάφασιν τοῦ δυνατοῦ, ταύτῃ πάλιν ἐφεξῆς καταλέγει τὰς ἀκολουθούσας κατὰ τοὺς λοιποὺς τῶν τρόπων προτάσεις, εἶτα ἐφεξῆς μέτεισιν ἐπὶ τὸ ἀπαριθμεῖσθαι τὰς κατὰ τὴν ἑτέραν σελίδα τοῦ διαγράμματος προτάσεις. ἐπεὶ δὲ οὐ γέγονεν ἄμεμπτος πᾶσα ἡ εἰρημένη τῶν προτάσεων ἔκθεσις, εἰ καὶ πιθανὴ ἔδοξεν ἂν εἶναι τοῖς ἁπλουστέροις τὴν διάνοιαν διὰ τὰς εἰρημένας αἰτίας, προτίθεται μὲν διὰ τῶν ἐφεξῆς τὸ ἡμαρτημένως ἐν αὐτῇ ἐκτεθὲν ἐπανορθώσασθαι, πρότερον δὲ ἡμᾶς ἐφιστάνειν ἀξιοῖ ἐν τῷ ἐκτεθέντι τῶν προτάσεων διαγράμματι ὅπως μὲν ἔχουσι τάξεως αἱ τοῦ ἀδυνάτου προτάσεις ὅπως δὲ αἱ τοῦ ἀναγκαίου, ἵνα καὶ θεάσασθαι δυνηθῶμεν ὅ τι ποτέ ἐστιν ἐν τούτῳ τὸ ἡμαρτημένως ἔχον. διόπερ ἐπάγει ταυτί· Τὸ μὲν οὖν ἀδύνατον καὶ οὐκ ἀδύνατον τῷ ἐνδεχομένῳ καὶ δυνατῷ καὶ οὐκ ἐνδεχομένῳ καὶ μὴ δυνατῷ ἀκολουθεῖ μὲν ἀντιφατικῶ ς , ἀντεστραμμένως δ έ · τῷ μὲν γὰρ δυνατῷ εἶναι ἡ ἀπόφασις τοῦ ἀδυνάτο υ , τῇ δὲ ἀποφάσει ἡ κατάφασι ς · τῷ γὰρ οὐ δυνατῷ εἶναι τὸ ἀδύνατον εἶνα ι · κατάφασις γὰρ τὸ ἀδύνατο ν , τὸ δὲ οὐκ ἀδύνατον ἀπόφασι ς . |
| 233 (1n) | τὸ δὲ ἀναγκαῖον πῶ ς , ὀπτέο ν . φανερὸν δὴ ὅτι οὐχ οὕτω ς , ἀλ λ ’ αἱ ἐναντίαι ἕποντα ι . αἱ δὲ ἀντιφάσεις χωρί ς · οὐ γάρ ἐστιν ἀπόφασις τοῦ ἀνάγκη μὴ εἶναι τὸ οὐκ ἀνάγκη εἶνα ι · ἐνδέχεται γὰρ ἀληθεύεσθαι ἐπὶ τοῦ αὐτοῦ ἀμφοτέρα ς · τὸ γὰρ ἀναγκαῖον μὴ εἶναι οὐκ ἀναγκαῖον εἶνα ι . Δι’ ὧν τὰς μὲν τοῦ ἀδυνάτου προτάσεις καταφατικάς τε καὶ ἀποφατικὰς ἀκολούθως ἐκκεῖσθαί φησι καὶ ὑποτετάχθαι ταῖς τοῦ δυνατοῦ καὶ τοῦ ἐνδεχομένου καταφατικαῖς τε καὶ ἀποφατικαῖς προτάσεσι, τῶν ἀποφάσεων ἐπ’ εὐθείας διαγεγραμμένων ταῖς οἰκείαις καταφάσεσι καὶ ὅλης μὲν τῆς ἁπλῆς τοῦ ἀδυνάτου ἀντιφάσεως ὑπὸ τὰς ἁπλᾶς ἐκείνων ἀντιφάσεις τεταγμένης ὅλης δὲ τῆς ἐκ μεταθέσεως ὑπὸ τὰς ἐκ μεταθέσεως, ἀλλ’, ὥσπερ φησίν, ἀντεστραμμένω ς , τῆς ἀντιστροφῆς περὶ μόνην θεωρουμένης τὴν τῆς ποιότητος τάξιν, διότι ταῖς μὲν ἐκείνων καταφάσεσιν ἕπονται αἱ τοῦ ἀδυνάτου ἀποφάσεις ταῖς δὲ ἀποφάσεσιν αἱ καταφάσεις, ἥ τε ἀδύνατον εἶναι καὶ ἡ ἀδύνατον μὴ εἶναι· κἂν γὰρ στερητικῶς λεγόμεναι δοκῶσί τισιν ἀποκλίνειν πρὸς τὸ εἶδος τῶν ἀποφάσεων, ἀλλ’ ὁμολογουμένως εἰσὶ τὸ ὅλον τοῦτο στερητικαὶ καταφάσεις· διὸ καὶ ἠξίωσεν ἐπ’ αὐτῶν μόνον ἐπισημήνασθαι τοῦτο ὁ Ἀριστοτέλης. τὰς μὲν οὖν τοῦ ἀδυνάτου προτάσεις εὐτάκτως, ὅπερ ἐλέγομεν, ἐκτεθεῖσθαί φησιν, οὐκέτι μέντοι τὰς τοῦ ἀναγκαίου· τὰς μὲν γὰρ τὴν ἀντίφασιν ἐπ’ αὐτοῦ ποιούσας προτάσεις, οἷον τὴν ἀναγκαῖον εἶναι καὶ οὐκ ἀναγκαῖον εἶναι, κεχωρισμένως, ἀλλ’ οὐκ ἐπ’ εὐθείας ἀλλήλαις ἐκτεθεῖσθαι, τῆς μὲν ἀναγκαῖον εἶναι ἁπλῆς καταφάσεως ἐν τῇ δευτέρᾳ σελίδι κάτω τεταγμένης ὑπὸ τὴν ἐκ μεταθέσεως τοῦ ἀδυνάτου κατάφασιν, τῆς δὲ ἀποφάσεως αὐτῆς κατὰ τὸ ἄνω μέρος τῆς πρώτης σελίδος ὑπὸ τὴν ἁπλῆν τοῦ ἀδυνάτου ἀπόφασιν, καὶ πάλιν τῆς μὲν ἀναγκαῖον μὴ εἶναι καταφάσεως κατὰ τὸ ἄνω μέρος τῆς δευτέρας σελίδος ἐκτεθειμένης, τῆς δὲ ἀποφάσεως αὐτῆς κατὰ τὸ πέρας τῆς πρώτης σελίδος. |
| 234 | τὰς δέ γε ἐπ’ εὐθείας ἀλλήλαις κειμένας μηκέτι ποιεῖν ἀντίφασιν, ὅπερ ἔχουσιν αἱ κατὰ πάντας τοὺς ἄλλους τρόπους ἐπ’ εὐθείας κείμεναι ἀλλήλαις προτάσεις· συμψεύδονται γὰρ ἀλλήλαις αἱ μὲν ταῖς ἁπλαῖς τοῦ δυνατοῦ προτάσεσιν ἑπόμεναι, ἡ οὐκ ἀναγκαῖον εἶναι καὶ ἡ ἀναγκαῖον μὴ εἶναι, κατὰ τὴν ἀναγκαίαν ὕλην, αἱ δὲ ταῖς ἐκ μεταθέσεως, ἡ οὐκ ἀναγκαῖον μὴ εἶναι καὶ ἡ ἀναγκαῖον εἶναι, κατὰ τὴν ἀδύνατον. διὸ καὶ ἐκάλεσεν αὐτὰς ἐναντίας, δι’ ἣν αἰτίαν καὶ τὰς ἄνευ τρόπου τὰς συμψευδομένας ἀλλήλαις ἐναντίας προσηγορεύομεν. συμψεύδονται οὖν ἀλλήλαις κατὰ τὰς εἰρημένας ὕλας αἱ ἐπ’ εὐθείας ἐκτεθεῖσαι τοῦ ἀναγκαίου προτάσεις. καὶ πρὸς τοῦτο καθ’ ἑτέρας τινὰς φαίνονται συναληθεύουσαι· πάλιν γὰρ αἱ μὲν ταῖς ἁπλαῖς ἑπόμεναι κατὰ τὴν ἀδύνατον ὕλην συναληθεύουσιν ἀλλήλαις (ὡς γάρ φησιν ὁ Ἀριστοτέλης, ὅπερ ἀναγκαῖόν ἐστι μὴ εἶναι, τοῦτο οὐκ ἔστιν ἀναγκαῖον εἶναι), αἱ δὲ ταῖς ἐκ μεταθέσεως κατὰ τὴν ἀναγκαίαν. Αἴτιον δὲ τοῦ μὴ ἀκολουθεῖν τὸ ἀναγκαῖον ὁμοίως τοῖς ἑτέροι ς , ὅτι ἐναντίως τὸ ἀδύνατον τῷ ἀναγκαίῳ ἀποδίδοται τὸ αὐτὸ δυνάμενο ν · ὃ γὰρ ἀδύνατον εἶνα ι , ἀναγκαῖον τοῦτο οὐκ εἶνα ι , ὃ δὲ ἀδύνατον μὴ εἶνα ι , τοῦτο ἀνάγκη εἶνα ι . ὥστε εἰ ἐκεῖνα ὁμοίως ἀκολουθεῖ τῷ δυνατῷ καὶ μ ή , ταῦτα ἐξ ἐναντία ς , ἐπεὶ οὐ σημαίνει γε ταὐτὸν τό τε ἀναγκαῖον καὶ τὸ ἀδύνατο ν , ἀλ λ’ , ὥσπερ εἴρητα ι , ἀντεστραμμένω ς . Ἦν μὲν ἀκόλουθον παραδοῦναι πρότερον τὴν ἑξῆς ῥηθησομένην τῆς ἐκθέσεως τῶν προτάσεων διόρθωσιν καὶ ἐπιδεῖξαι ὅτι ἡμαρτημένως ἔχουσιν ἐν τῷ πρότερον ἐκτεθέντι διαγράμματι αἱ τοῦ ἀναγκαίου ἀποφάσεις (οὔτε γὰρ τὴν ἁπλῆν ἐχρῆν συντετάχθαι ταῖς ἁπλαῖς τῶν ἄλλων τρόπων προτάσεσιν ἀλλὰ ταῖς ἐκ μεταθέσεως ἐπ’ εὐθείας τῇ ἑαυτῆς καταφάσει, οὔτε τὴν ἐκ μεταθέσεως ταῖς ἐκ μεταθέσεως ἀλλὰ ταῖς ἁπλαῖς, ἐπ’ εὐθείας καὶ ταύτην ἐσομένην τῇ οἰκείᾳ καταφάσει), καὶ οὕτως προσθεῖναι τὰ διὰ τούτων λεγόμενα, ὅτι εἰκότως ἡ μὲν ἐκ μεταθέσεως τοῦ ἀναγκαίου ἀντίφασις ὑπὸ τὴν ἁπλῆν τέτακται τοῦ τε δυνατοῦ καὶ τοῦ ἀδυνάτου ἀντίφασιν, ἡ δὲ ἁπλῆ ὑπὸ τὴν ἐκ μεταθέσεως· προσήκει γὰρ τὸ ὅτι προηγουμένην ἔχειν τάξιν τοῦ διότι. |
| 235 | ἀλλ’ ἴσως ὁ Ἀριστοτέλης μετὰ τὸ ἐπισημήνασθαι τῇ ἀταξίᾳ τῆς ἐξ ἀρχῆς γενομένης ἐκθέσεως τῶν τοῦ ἀναγκαίου προτάσεων, ὡς τῶν ἐπιστατικωτέρων εὐθὺς συνορώντων τὴν ἀκόλουθον αὐτῶν ἔκθεσιν, τὴν αἰτίαν ἠξίωσεν ἀποδοῦναι διὰ τούτων τῆς τεταγμένης αὐτῶν ἀκολουθίας. ἐπὶ δὲ τούτῳ συνεῖδεν ὅτι χρὴ καὶ ἡμῶν τῶν πολλῶν ποιήσασθαί τινα λόγον ἀποπλῆσαί τε ἡμᾶς, ὅτι ταύτην ἀνάγκη τὴν τάξιν ἔχειν τὰς τοῦ ἀναγκαίου προτάσεις ἐν τῇ ἀκολουθίᾳ τῶν μετὰ τρόπου προτάσεων, καὶ διὰ τοῦτο πρὸ τοῦ ὅτι τὸ διότι παραδίδωσιν. ἀλλὰ τίνα φησὶν εἶναι τὴν αἰτίαν τοῦ ὑποτετάχθαι ταῖς μὲν ἁπλαῖς τοῦ δυνατοῦ καὶ τοῦ ἀδυνάτου προτάσεσι τὰς ἐκ μεταθέσεως τοῦ ἀναγκαίου, ταῖς δὲ ἐκ μεταθέσεως τὰς ἁπλᾶς; ὅτ ι , φησίν, ἐναντίως τὸ ἀδύνατον τῷ ἀναγκαίῳ ἀποδίδοται τὸ αὐτὸ δυνάμενο ν , τὸ αὐτὸ μὲν αὐτὰ δύνασθαι λέγων, διότι ἑκάτερον αὐτῶν ἀεὶ ὡσαύτως ἔχει καὶ ἀνεπίδεκτόν ἐστι τοῦ ἐναντίου, τὸ μὲν ἀεὶ ὂν τὸ δὲ ἀεὶ μὴ ὄν, ἐναντίως δὲ ἀποδίδοσθαι, διότι ὅτε πρὸς τῷ ἑτέρῳ τῶν τρόπων τούτων τὸ εἶναι τίθεμεν ἁπλῆν ποιοῦντες τὴν πρότασιν, πρὸς τῷ ἑτέρῳ τὸ μὴ εἶναι τάττομεν καὶ ποιοῦμεν πρότασιν ἐκ μεταθέσεως· ὃ γὰρ ἀναγκαῖον εἶναι, τοῦτο ἀδύνατον μὴ εἶναι, καὶ ὃ ἀδύνατον εἶναι, τοῦτο ἀναγκαῖον μὴ εἶναι. εἰ οὖν ταύτας τὰς τοῦ ἀδυνάτου προτάσεις ἐλέγομεν, φησίν, ἀκολουθεῖν ταῖς τοῦ δυνατοῦ καὶ τοῦ ἐνδεχομένου, τὰς ὁμοίως αὐταῖς κατὰ τὸ ἁπλοῦν ἢ τὸ ἐκ μεταθέσεως ἐχούσας, τοῦ ἄρα ἀναγκαίου ἕπεσθαι αὐταῖς συμβήσεται τὰς ἐξ ἐναντία ς , ὡς αὐτός φησι, κατὰ ταῦτα ἐχούσας, τοῦτ’ ἔστι ταῖς μὲν ἁπλαῖς τὰς ἐκ μεταθέσεως ταῖς δὲ ἐκ μεταθέσεως τὰς ἁπλᾶς. ταῦτα οὕτω διορισάμενος ἀναλαμβάνει πάλιν τὰ εἰρημένα περὶ τῆς κοινωνίας καὶ τῆς διαφορᾶς τοῦ τε ἀναγκαίου καὶ τοῦ ἀδυνάτου, πρόχειρα ἡμᾶς αὐτὰ βουλόμενος ἔχειν ὅτι τὸ αὐτὸ δύνανται ἀλλήλαις ἀντεστραμμένως· τό τε γὰρ ἀναγκαῖον εἶναι εἴποις ἂν ἀδύνατον κατὰ τὸ μὴ εἶναι, καὶ τὸ ἀδύνατον εἶναι ἀναγκαῖον πάλιν κατὰ τὸ μὴ εἶναι. Ἢ ἀδύνατον οὕτω κεῖσθαι τὰς τοῦ ἀναγκαίου ἀντιφάσει ς ; τὸ μὲν γὰρ ἀναγκαῖον εἶναι δυνατὸν εἶνα ι · εἰ γὰρ μ ή , ἡ ἀπόφασις ἀκολουθήσε ι · ἀνάγκη γὰρ ἢ φάναι ἢ ἀποφάνα ι · ὥστε εἰ μὴ δυνατὸν εἶνα ι , ἀδύνατον εἶνα ι · ἀδύνατον ἄρα εἶναι τὸ ἀναγκαῖον εἶνα ι , ὅπερ ἄτοπο ν . |
| 236 (1n) | ἀλλὰ μὴν τῷ γε δυνατὸν εἶναι τὸ οὐκ ἀδύνατον εἶναι ἀκολουθε ῖ , τούτῳ δὲ τὸ μὴ ἀναγκαῖον εἶνα ι · ὥστε συμβαίνει τὸ ἀναγκαῖον εἶναι μὴ ἀναγκαῖον εἶνα ι , ὅπερ ἄτοπο ν . ἀλλὰ μὴν οὐδὲ τὸ ἀναγκαῖον εἶναι ἀκολουθεῖ τῷ δυνατὸν εἶνα ι , οὐδὲ τὸ ἀναγκαῖον μὴ εἶνα ι · τῷ μὲν γὰρ ἄμφω ἐνδέχεται συμβαίνει ν , τούτων δὲ ὁπότερον ἂν ἀληθὲς ᾖ , οὐκέτι ἔσται ἐκεῖνα ἀληθ ῆ · ἅμα γὰρ δυνατὸν εἶναι καὶ μὴ εἶνα ι . εἰ δὲ ἀνάγκη εἶναι ἢ μὴ εἶνα ι , οὐκ ἔσται δυνατὸν ἄμφ ω . λείπεται τοίνυν τὸ οὐκ ἀναγκαῖον μὴ εἶναι ἀκολουθεῖν τῷ δυνατὸν εἶνα ι · τοῦτο γὰρ ἀληθὲς καὶ κατὰ τοῦ ἀναγκαῖον εἶνα ι · καὶ γὰρ αὕτη γίνεται ἀντίφασις τῇ ἑπομένῃ τῷ οὐ δυνατὸν εἶνα ι · ἐκείνῳ γὰρ ἀκολουθεῖ τὸ ἀδύνατον εἶναι καὶ ἀναγκαῖον μὴ εἶνα ι , οὗ ἀπόφασις τὸ οὐκ ἀναγκαῖον μὴ εἶνα ι . ἀκολουθοῦσιν ἄρα καὶ αὗται αἱ ἀντιφάσεις κατὰ τὸν εἰρημένον τρόπο ν , καὶ οὐδὲν ἀδύνατον συμβαίνει τιθεμένων οὕτω ς . Ἐλέγχεται μὲν διὰ τούτων ἡ προειρημένη τῶν τοῦ ἀναγκαίου ἀποφάσεων ἔκθεσις καὶ παραδίδοται ἡ ἀκριβὴς αὐτῶν τάξις ἐν τῷ διαγράμματι τῶν μετὰ τρόπου προτάσεων, ὥστε μηδεμίαν ἐν αὐταῖς εἶναι μήτε διαφωνίαν μήτε ἀταξίαν, ἀλλὰ τὸ ὅλον διάγραμμα τεταγμένως ἔχειν. ζητεῖται δὲ πρῶτον τῇ ἁπλῇ τοῦ δυνατοῦ καταφάσει ποίαν τῶν τεττάρων τοῦ ἀναγκαίου προτάσεων, τῶν δύο τῶν ἁπλῶν καὶ τῶν δύο τῶν ἐκ μεταθέσεως, ἕπεσθαι ῥητέον. καὶ δείκνυται ὅτι οὔτε, ὡς πρότερον ἐλέγομεν, τὴν ἁπλῆν ἀπόφασιν χρὴ ὡς ἑπομένην αὐτῇ ὑποτάττειν, τὴν οὐκ ἀναγκαῖον εἶναι, οὔτε τῶν καταφάσεων οὐδετέραν, ἀλλὰ μόνην τὴν ἐκ μεταθέσεως ἀπόφασιν, τὴν οὐκ ἀναγκαῖον μὴ εἶναι, ἐπ’ εὐθείας κεισομένην τῇ ἑαυτῆς καταφάσει. καὶ ἐκ τούτων συνάγεται ὅτι τὴν ἁπλῆν ἀπόφασιν ὑπὸ τὴν ἐκ μεταθέσεως τοῦ δυνατοῦ κατάφασιν προσήκει τάττειν, ἐπ’ εὐθείας καὶ ταύτην ἐσομένην τῇ οἰκείᾳ καταφάσει, ἅτε τῶν ἄλλων τριῶν τοῦ ἀναγκαίου προτάσεων ἤδη τεταγμένων ἐν ταῖς προσηκούσαις αὐταῖς χώραις τοῦ διαγράμματος· τούτων γὰρ οὕτως ἐχόντων οὐκέτι τὰς ἀντιφασκούσας ἀλλήλαις χωρὶς ἀλλήλων γεγράφθαι, ὥσπερ πρότερον, συμβαίνει, καὶ τὴν προσήκουσαν ἑαυταῖς ἀπολήψονται τάξιν αἱ τοῦ ἀναγκαίου ἀντιφάσεις, συμπαρατεινόμεναι μὲν ταῖς τοῦ ἀδυνάτου ἀντιφάσεσιν, ἐναντίως δὲ αὐταῖς, ὅπερ ἐλέγετο προσεχῶς, ἀποδιδόμεναι. |
| 237 | ἀδύνατον μὲν οὖν, φησὶν ὁ Ἀριστοτέλης, οὕτω κεῖσθαι τὰς τοῦ ἀναγκαίου ἀντιφάσει ς , ἴσον λέγων τῷ ‘ἀδύνατον οὕτω κειμένας ὑγιῆ ἔχειν τὴν πρὸς τὰς ἄλλας ἀκολουθίαν‘. ὅτι δὲ τὴν οὐκ ἀναγκαῖον εἶναι οὐ καλῶς ὑπετάξαμεν κατ’ ἀρχὰς τῇ δυνατὸν εἶναι ὡς ἀκολουθοῦσαν αὐτῇ, δείκνυσι προλαβὼν ὥσπερ λημμάτιον ὅτι τῇ ἀναγκαῖον εἶναι ἀκολουθεῖν ἀνάγκη τὴν δυνατὸν εἶναι καὶ κατασκευάζει γε αὐτὸ τῇ εἰς ἀδύνατον ἀπαγωγῇ χρώμενος τοῦτον τὸν τρόπον· εἰ γὰρ μὴ ἕπεται, φησί, τῇ ἀναγκαῖον εἶναι ἡ δυνατὸν εἶναι, ἡ ἀπόφασις αὐτῆς ἀκολουθήσει ἡ οὐ δυνατὸν εἶναι· ἐπὶ παντὸς γὰρ ἢ τὴν κατάφασιν ἀληθεύειν ἀνάγκη ἢ τὴν ἀπόφασιν. ἀλλ’ εἰ ἕποιτο τῇ ἀναγκαῖον εἶναι ἡ οὐ δυνατὸν εἶναι, ἐπειδὴ ταύτῃ τε καὶ τῇ ἰσοδυναμούσῃ αὐτῇ, τῇ οὐκ ἐνδεχόμενον εἶναι, ἀκολουθεῖν ἐλέγομεν τὴν ἀδύνατον εἶναι, συμβήσεται συναληθεύειν ἀλλήλαις τήν τε ἀναγκαῖον εἶναι καὶ τὴν ἀδύνατον εἶναι, ὅπερ ἐστὶ παντελῶς ἄλογον. ἕπεσθαι ἄρα χρὴ τῇ ἀναγκαῖον εἶναι τὴν δυνατὸν εἶναι. τούτου προληφθέντος δείκνυται ῥᾳδίως ὅτι οὐ καλῶς ἐλέγομεν τὴν οὐκ ἀναγκαῖον εἶναι ἀκολουθεῖν τῇ δυνατὸν εἶναι· εἰ γὰρ τῇ ἀναγκαῖον εἶναι ἀκολουθεῖ ἡ δυνατὸν εἶναι, ὡς τὸ λημμάτιον ἔδειξε, τῇ δὲ δυνατὸν εἶναι λέγοιμεν ἕπεσθαι τὴν οὐκ ἀναγκαῖον εἶναι, ὡς ἐξ ἀρχῆς διεγράφομεν, ἕψεται ἄρα τῇ ἀναγκαῖον εἶναι ἡ ἀπόφασις αὐτῆς, ἡ οὐκ ἀναγκαῖον εἶναι, ὅπερ ἀδύνατον. οὐκ ἄρα δεῖ τάττειν ὑπὸ τὸ δυνατὸν εἶναι τὴν ἁπλῆν τοῦ ἀναγκαίου ἀπόφασιν. ἀλλὰ μὴν οὐδὲ τῶν καταφάσεων αὐτοῦ οὐδετέραν, ἢ τὴν ἀναγκαῖον εἶναι ἢ τὴν ἀναγκαῖον μὴ εἶναι· τούτων μὲν γὰρ ἑκατέρα φύσιν τινὰ ὡρισμένην δηλοῖ, ἡ μὲν ἀεὶ οὖσαν, ἡ ἁπλῇ, ἡ δὲ ἀεὶ μὴ οὖσαν, ἡ ἐκ μεταθέσεως, τὸ δέ γε δυνατὸν εἶναι ἐπαμφοτερίζει καὶ εἰς τὸ μὴ εἶναί ποτε μεταπίπτει· ὃ γὰρ δυνατὸν εἶναι, δύναταί ποτε καὶ μὴ εἶναι. ὥστε οὐδὲ τούτων ὁποτεραοῦν συνᾴσεται τῇ δυνατὸν εἶναι. τῶν οὖν τριῶν τοῦ ἀναγκαίου προτάσεων ἐληλεγμένων ὡς οὐ δυναμένων ἕπεσθαι τῇ δυνατὸν εἶναι καταλείπεται μόνη ἡ οὐκ ἀναγκαῖον μὴ εἶναι· ὥστε ταύτην αὐτῇ ἕπεσθαι ῥητέον, καθάπερ τῇ οὐ δυνατὸν εἶναι ἀκολουθεῖν ἐλέγομεν τὴν ἀναγκαῖον μὴ εἶναι. |
| 238 | καὶ φανερὸν ὅτι τὴν οὐκ ἀναγκαῖον εἶναι μεταθήσομεν ἐπὶ τὴν χώραν, ἣν ἐν τῷ προτέρῳ διαγράμματι κατεῖχεν ἡ οὐκ ἀναγκαῖον μὴ εἶναι, πάσας τὰς προτάσεις πάσαις ὁμολόγους ποιοῦντες. ἵνα δὲ μή τις ὑπολάβῃ ὅτι καθ’ ὃν τρόπον ἐδείκνυμεν τὴν οὐκ ἀναγκαῖον εἶναι μὴ δυναμένην ἕπεσθαι τῇ δυνατὸν εἶναι προλαβόντες ὅτι τῇ ἀναγκαῖον εἶναι ἀκολουθεῖ ἡ δυνατὸν εἶναι, κατὰ τὸν αὐτὸν τρόπον δεικνύναι δυνατὸν μηδὲ τὴν οὐκ ἀναγκαῖον μὴ εἶναι δυναμένην αὐτῇ ἀκολουθεῖν, προστίθησι τὸ τοῦτο γὰρ ἀληθὲς καὶ κατὰ τοῦ ἀναγκαῖον εἶνα ι · οὐ γὰρ ἔτι συμβήσεται ἄτοπον, εἰ τῷ μὲν ἀναγκαῖον εἶναι τὸ δυνατὸν εἶναι λέγομεν ἕπεσθαι, τῷ δὲ δυνατὸν εἶναι τὸ οὐκ ἀναγκαῖον μὴ εἶναι· συμβήσεται μὲν γὰρ διὰ ταῦτα ἀκολουθεῖν τῷ ἀναγκαῖον εἶναι τὸ μὴ ἀναγκαῖον μὴ εἶναι. τοῦτο δὲ οὐκέτι ἄτοπον, ἀλλὰ καὶ ἀληθές· ὃ γὰρ ἀναγκαίαν ἔχει τὴν ὕπαρξιν, τοῦτο οὐχ οἷόν τε καὶ ἀνυπαρξίαν ἀναγκαίαν ἔχειν. ἀλλὰ τούτων οὕτως εἰρημένων εἰκότως ἀπορεῖ διὰ τῶν ἐφεξῆς ὁ Ἀριστοτέλης πότερον ἕπεσθαι ῥητέον τῇ ἀναγκαῖον εἶναι τὴν δυνατὸν εἶναι ἢ μὴ ἕπεσθαι, διότι ἄμφω μὲν εἶναι ἀληθῆ ταῦτα ἀμήχανον, ἑκάτερον δὲ αὐτῶν ἔδοξε κρατύνειν, τὸ μὲν διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς τὸ δὲ ἐπ’ εὐθείας, καί φησιν· Ἀπορήσειε δ ’ ἄν τις εἰ τῷ ἀναγκαῖον εἶναι τὸ δυνατὸν εἶναι ἕπετα ι · εἴ τε γὰρ μὴ ἕπετα ι , ἡ ἀντίφασις ἀκολουθήσε ι , τὸ μὴ δυνατὸν εἶνα ι , καὶ εἴ τις ταύτην μὴ φήσειεν εἶναι ἀντίφασι ν , ἀνάγκη λέγειν τὸ δυνατὸν μὴ εἶνα ι · ἅπερ ἄμφω ψευδῆ κατὰ τοῦ ἀναγκαῖον εἶνα ι . ἀλλὰ μὴν πάλιν τὸ αὐτὸ εἶναι δοκεῖ δυνατὸν τέμνεσθαι καὶ μὴ τέμνεσθαι καὶ εἶναι καὶ μὴ εἶνα ι , ὥστε ἔσται τὸ ἀναγκαῖον εἶναι ἐνδεχόμενον μὴ εἶνα ι . τοῦτο δὲ ψεῦδο ς . φανερὸν δὴ ὅτι οὐ πᾶν τὸ δυνατὸν ἢ εἶναι ἢ βαδίζειν καὶ τὰ ἀντικείμενα δύνατα ι , ἀλ λ ’ ἔστιν ἐ φ ’ ὧν οὐκ ἀληθέ ς , πρῶτον μὲν ἐπὶ τῶν μὴ κατὰ λόγον δυνατῶ ν , οἷον τὸ πῦρ θερμαντικὸν καὶ ἔχει δύναμιν ἄλογο ν . αἱ μὲν οὖν μετὰ λόγου δυνάμεις αἱ αὐταὶ πλειόνων καὶ τῶν ἐναντίω ν , αἱ δὲ ἄλογοι οὐ πᾶσα ι , ἀλ λ’ , ὥσπερ εἴρητα ι , τὸ πῦρ οὐ δυνατὸν θερμαίνειν καὶ μ ή , οὐ δ ’ ὅσα ἄλλα ἐνεργεῖ ἀε ί . |
| 239 (1n) | ἔνια μέντοι δύναται καὶ τῶν κατὰ τὰς ἀλόγους δυνάμεις ἅμα τὰ ἀντικείμενα δέξασθα ι . ἀλλὰ τοῦτο μὲν τούτου χάριν εἴρητα ι , ὅτι οὐ πᾶσα δύναμις τῶν ἀντικειμένω ν , οὐδὲ ὅσαι λέγονται κατὰ τὸ αὐτὸ εἶδο ς . ἔνιαι δὲ δυνάμεις ὁμώνυμοί εἰσ ι · τὸ γὰρ δυνατὸν οὐχ ἁπλῶς λέγετα ι , ἀλλὰ τὸ μὲν ὅτι ἀληθὲς ὡς ἐνεργείᾳ ὄ ν , οἷον δυνατὸν βαδίζειν ὅτι βαδίζε ι , καὶ ὅλως δυνατὸν εἶναι ὅτι ἤδη ἔστι κα τ ’ ἐνέργειαν ὃ λέγεται εἶναι δυνατό ν , τὸ δὲ ὅτι ἐνεργήσειεν ἄ ν , οἷον δυνατὸν εἶναι βαδίζει ν , ὅτι βαδίσειεν ἄ ν . καὶ αὕτη μὲν ἐπὶ τοῖς κινητοῖς ἐστι μόνοις ἡ δύναμι ς , ἐκείνη δὲ καὶ ἐπὶ τοῖς ἀκινήτοι ς . ἄμφω δὲ ἀληθὲς εἰπεῖν τὸ δυνατὸν εἶναι βαδίζειν ἢ εἶνα ι , καὶ τὸ βαδίζον ἤδη καὶ τὸ ἐνεργοῦν καὶ τὸ βαδιστικό ν . τὸ μὲν οὕτω δυνατὸν οὐκ ἀληθὲς κατὰ τοῦ ἀναγκαίου ἁπλῶς εἰπεῖ ν , θάτερον δὲ ἀληθέ ς . ὥστε ἐπεὶ τῷ ἐν μέρει τὸ καθόλου ἕπετα ι , τῷ ἐξ ἀνάγκης ὄντι ἕψεται τὸ δύνασθαι εἶνα ι , οὐ μέντοι πᾶ ν . Κατασκευάζων γὰρ ὅτι τῶν τεττάρων τοῦ ἀναγκαίου προτάσεων μόνην τὴν οὐκ ἀναγκαῖον μὴ εἶναι δυνατὸν ἀκολουθεῖν τῇ δυνατὸν εἶναι, τῶν δὲ ἄλλων οὐδεμίαν, πρῶτον μὲν ἐδείκνυ τὴν οὐκ ἀναγκαῖον εἶναι μὴ δυναμένην αὐτῇ ἀκολουθεῖν, προλαμβάνων ὅτι ἕπεται τῷ ἀναγκαῖον εἶναι τὸ δυνατὸν εἶναι, διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς τοῦτο πιστούμενος, ἧς καὶ νῦν ἡμᾶς ἀναμιμνήσκειν πειρᾶται μετὰ πλείονος τιθεὶς αὐτὴν ἐπεξεργασίας τῷ ἐκ περιουσίας προστιθέναι ὅτι κἂν οἴηταί τις μὴ εἶναι τῆς δυνατὸν εἶναι ἀπόφασιν τὴν οὐ δυνατὸν εἶναι, ἀλλὰ τὴν δύνατον μὴ εἶναι, οὐδὲν αὐτῷ ἔσται διὰ τοῦτο πλέον· ἀναγκασθήσεται γὰρ ὁμολογεῖν ὅτι ὅ φαμεν ἀναγκαῖον εἶναι, τοῦτο ἔσται ποτὲ δυνατὸν μὴ εἶναι, ὅπερ ἐναργῶς ἄλογον. εἶτα ἐφεξῆς μεταβαίνων ἐπὶ τὸν ἔλεγχον τῶν τοῦ ἀναγκαίου καταφάσεων, ὡς οὐδὲ τούτων ὁποτερασοῦν δυναμένης αὐτῇ συνᾴδειν, αὐτὸ τοὐναντίον ἔλεγε τοῖς προσεχῶς εἰρημένοις, ὅπερ καὶ αὐτὸ ἀναλαμβάνει διὰ τούτων, ὅτι τὸ μὲν ἀναγκαῖον εἶναι ἀδύνατόν ποτε μὴ εἶναι, ὥσπερ τὸ ἀναγκαῖον μὴ εἶναι ἀδύνατόν ποτε εἶναι, τὸ μέντοι δυνατὸν εἶναι τῶν ποτὲ μὲν ὄντων ἐστὶ ποτὲ δὲ μὴ ὄντων, ὥστε διὰ ταῦτα μηκέτι πάλιν ἀκολουθεῖν τῷ ἀναγκαῖον εἶναι τὸ δυνατὸν εἶναι. λύων οὖν τὴν ἀπορίαν τὴν ὁμωνυμίαν αἰτιᾶται τοῦ δυνατοῦ τῆς δοκούσης τῶν λόγων ἐναντιότητος, καθ’ ἣν ἕπεσθαι συμβαίνει τῷ ἀναγκαίῳ τὸ δυνατὸν καὶ πάλιν μὴ ἕπεσθαι κατ’ ἄλλην αὐτοῦ καὶ ἄλλην ἔννοιαν· τοῦ γὰρ δυνατοῦ τὸ μὲν εἶναί φησιν ἤδη ὂν κατ’ ἐνέργειαν, ὡς ὅταν τὸν βαδίζοντα λέγωμεν δύνασθαι βαδίζειν καὶ τὸν ἥλιον δύνασθαι φωτίζειν ἢ κινεῖσθαι, τὸ δὲ κατὰ δύναμιν καὶ ἐπιτηδειότητα μόνον, ὡς ὅταν λέγωμεν τὸν καθήμενον δύνασθαι βαδίζειν καὶ τὸν βαδίζοντα δύνασθαι μὴ βαδίζειν. |
| 240 | ἀλλὰ τοῦ μὲν κατ’ ἐνέργειαν τὸ μὲν εἶναι συμφυὲς τῷ πράγματι τῷ δύνασθαι αὐτὸ λεγομένῳ καὶ εἰδοποιὸν αὐτοῦ, τὸ δὲ ἐπίκτητον καὶ οὐκ ἀεὶ παρὸν τῷ ὑποκειμένῳ. καὶ τοῦ μὲν συμφυοῦς καὶ εἰδοποιοῦ, ὡς εἴρηται, τῶν ὑποκειμένων τὸ μὲν εἶναι ἀίδιον καὶ ἐν ἀιδίοις πράγμασιν ὑφιστάμενον, ὡς τὸ κινεῖσθαι κύκλῳ τὸν οὐρανὸν ἢ τὴν γῆν ἐν τῷ μέσῳ τετάχθαι τοῦ παντὸς ἢ τὸ εἶναι τὸν θεὸν ἀγαθόν, τὸ δὲ οὐκ ἀίδιον μὲν οὐδ’ ἐπὶ ἀιδίων θεωρούμενον ὑποκειμένων, ἕως μέντοι ἂν ὦσι τὰ ὑποκείμενα, συνυπάρχον αὐτοῖς, ὡς ὅταν λέγωμεν τόδε τὸ πῦρ δύνασθαι θερμαίνειν καὶ τήνδε τὴν χιόνα ψύχειν, τοῦ λοιποῦ δηλαδὴ σημαινομένου τοῦ κατ’ ἐνέργειαν τοῦ μὴ συμφυοῦς τοῖς ὑποκειμένοις θεωρουμένου ἐπὶ τῶν ἐκ δυνάμεως εἰς τὴν ἐνέργειαν μεταβεβληκότων, ὡς ἐλέγομεν ἐπὶ τοῦ τὸν καθήμενον δύνασθαι βαδίζειν. τοῦ δ’ αὖ ἐπὶ ἀιδίων πραγμάτων λεγομένου τὸ μὲν θεωρεῖσθαί φησιν ἐν ταῖς παντάπασιν ἐξῃρημέναις τῆς ὕλης οὐσίαις, ὡς τὴν ἀγαθότητα τῶν θεῶν καὶ τὴν νόησιν, τὸ δὲ ἐκείνου προσεχῶς ἐξηρτημένον καὶ ὑφεστηκὸς ἐν σώμασι μὲν ἀλλὰ ἁπλοῖς καὶ μηδὲν ἔχουσιν ἐναντίον καὶ κατὰ μόνην τὴν κύκλῳ κίνησιν ἀεὶ κινουμένοις πάσης τε θνητῆς δυσχερείας ἐξῃρημένοις. πάλιν δὲ τοῦ κατὰ δύναμιν τὸ μὲν εἶναί φησιν οἷόν τε μεταβάλλειν εἰς τὴν ἐνέργειαν, ὡς ὅταν λέγωμεν τὸν παῖδα δύνασθαι στρατηγεῖν, ἂν μή τι αὐτῷ τῶν ἔξωθεν ἐμποδὼν γένηται, τὸ δὲ εἰς ἐνέργειαν μὲν οὐδέποτε ἀχθησόμενον κατ’ αὐτὸ δὲ μόνον τὸ δυνάμει τὸ εἶναι ἔχον, ὡς ἐπὶ τῆς εἰς ἄπειρον τομῆς τῶν μεγεθῶν καὶ πάντων ἁπλῶς τῶν συνεχῶν καὶ τῆς ἐπὶ τὸ πλέον προόδου τῶν ἀριθμῶν. Τοσαυταχῶς τοίνυν λεγομένου τοῦ δυνατοῦ τὰ μὲν τῶν σημαινομένων αὐτοῦ ἕπεσθαί φησι τῷ ἀναγκαίῳ, τὰ δὲ μὴ ἕπεσθαι· τοῦ γὰρ ἐπὶ τῶν κατ’ ἐνέργειαν ὄντων κατηγορουμένου δυνατοῦ τὰ μὲν ἐπὶ τῶν συμφυῶς ὑπαρχόντων τοῖς ὑποκειμένοις, εἴτε ἀιδίοις οὖσιν εἴτε καὶ φθαρτοῖς, λεγόμενα ταῦτα καὶ ἐπὶ τῶν ἐξ ἀνάγκης ὄντων ἀληθεύειν, διότι καὶ αὐτά ἐστιν ἐξ ἀνάγκης ἅτε οὐκ ἐπαμφοτερίζοντα κατὰ τὸ εἶναι καὶ μὴ εἶναι (οὐ γὰρ οἷόν τε τὸ πῦρ μὴ εἶναι θερμὸν οὐδὲ μὴ κινεῖσθαι κύκλῳ τὸν οὐρανόν), τὸ δέ γε ἀπὸ τῆς δυνάμεως εἰς τὴν ἐνέργειαν μεταβεβληκός, ὥσπερ ἐπὶ τοῦ βαδίζειν ἐλέγομεν, καὶ τὸ κατ’ ἐπιτηδειότητα θεωρούμενον, ἢ πεφυκυῖαν εἰς τὴν ἐνέργειαν μεταβάλλειν ἢ μηδὲ πεφυκυῖαν ἀλλ’ ἐν αὐτῷ μόνον τῷ ἀεὶ δύνασθαι τὸ εἶναι ἔχουσαν, οὐκέτι τῷ ἀναγκαίῳ ἐφαρμόζειν, ὥστε καὶ ἕπεσθαι καὶ μὴ ἕπεσθαι τῷ ἀναγκαίῳ τὸ δυνατὸν κατασκευάζοντες ὀρθῶς ἐλέγομεν κατ’ ἄλλην, ὡς προείρηται περὶ αὐτοῦ, καὶ ἄλλην ἔννοιαν· καὶ γὰρ εἰ μὴ διωρισμένως ἐλέγομεν τὸ τοιόνδε δυνατὸν ἕπεσθαι τῷ ἀναγκαίῳ, οἷον τὸ μονοειδὲς κατὰ τὴν ἐνέργειαν, ἀλλὰ ἁπλῶς τὸ δυνατόν, οὐδὲν ἐλέγομεν ἄτοπον· ὥσπερ γὰρ τὸν χερσαῖον κύνα καὶ ἁπλῶς λέγομεν κύνα καὶ τὸν Τελαμῶνος Αἴαντα καὶ ἁπλῶς Αἴαντα, οὕτω καὶ τὸ τοιόνδε δυνατὸν καὶ ἁπλῶς δυνατὸν προσαγορεύομεν, ἐπεὶ καὶ ἀνάγκη τὰς ὁμωνύμους φωνὰς ἕπεσθαι ἑκάστῳ τῶν ὑπ’ αὐτῶν σημαινομένων, ὥσπερ τὰ γένη τοῖς εἴδεσιν. |
| 241 | Ἀλλὰ ταῦτα μὲν ὕστερον παραδίδωσιν ἡμῖν ὁ Ἀριστοτέλης, τὴν τελεωτάτην λύσιν τῆς ἀπορίας ἀποδιδούς. πρότερον δὲ διαπαντῶν πρὸς τὸν λέγοντα λόγον μὴ ἕπεσθαι τῷ ἀναγκαίῳ τὸ δυνατόν, διότι τὸ αὐτὸ δοκεῖ δύνασθαι εἶναι καὶ μὴ εἶναι, φανερὸν εἶναί φησιν ὅτι οὐ πᾶν τὸ δυνατὸν εἶναι καὶ βαδίζειν καὶ τὰ ἀντικείμενα δύνατα ι , τοῦτ’ ἔστι μὴ εἶναι καὶ μὴ βαδίζειν, οὐκ ἐπ’ αὐτῶν τούτων τῶν ἐν παραδείγματος τάξει παρειλημμένων ἀμφοτέρων ἀξιῶν νοεῖσθαι τὸ λεγόμενον (αὐτὸ γὰρ τοὐναντίον τῷ ὄντι φανερόν, ὅτι τοῦ βαδίζειν ἡ δύναμις οὐ τούτου μόνον ἐστὶν ἀλλὰ καὶ τοῦ ἀντικειμένου), ἀλλ’ ἐνδείξασθαι ἡμῖν βουλόμενος ὅτι ἐπὶ τινῶν δυνατῶν εἶναι λεγομένων μονοειδής ἐστιν ἡ δύναμις καὶ οὐκ ἐπαμφοτερίζουσα, ἐφ’ ὧν οὐκέτι εὐοδεῖ ὁ λέγων μὴ ἕπεσθαι τῷ ἀναγκαῖον εἶναι τὸ δυνατὸν εἶναι. καὶ ποῖά ἐστι τὰ οὕτως ἔχοντα προστίθησιν, ὅτι τινὰ τῶν μὴ ἐχόντων λογικὴν οὐσίαν, οἷον τὰ ἄψυχα κατὰ τὰς ποιητικὰς ἑαυτῶν ἐνεργοῦντα δυνάμεις· τὸ γοῦν πῦρ θερμαῖνον οὐ δύναται καὶ μὴ θερμαίνειν καὶ ἡ βῶλος ἐπὶ τὰ κάτω φερομένη οὐ δύναται καὶ μὴ φέρεσθαι, εἰ μή τι αὐτὴν βίᾳ κωλύοι τῶν ἔξωθεν· ὅτι γὰρ οὐκ ἐπὶ πάντα τὰ ἄμοιρα λογικῆς δυνάμεως ἐκτείνεσθαι βούλεται τὸ λεγόμενον, ὥστε καὶ ἐπὶ τῶν ἀλόγων ζῴων ἐφαρμόζειν, δηλοῖ ἐφεξῆς ἐπιφέρων ἔνια μέντοι δύναται καὶ τῶν κατὰ τὰς ἀλόγους δυνάμεις ἅμα τὰ ἀντικείμενα δέξασθα ι · τῶν τε γὰρ ἀψύχων αἱ παθητικαὶ δυνάμεις ἐναργῶς ἐπαμφοτερίζουσιν, οἷον τὸ ἱμάτιον διατμηθῆναί τε καὶ μὴ διατμηθῆναι ὁμοίως δυνατόν, καὶ τῶν ἀλόγων ζῴων αἱ ποιητικαὶ οὐκ εἰσὶ μονήρεις καὶ κατηναγκασμέναι, ὥσπερ ἐπὶ τοῦ πυρὸς καὶ τῆς χιόνος ἐλέγομεν· βαδίσαι γάρ, φέρε εἰπεῖν, δυνάμενος ὁ κύων δύναται καὶ μὴ βαδίσαι ταῖς προσπιπτούσαις αὐτῷ φαντασίαις ἑπόμενος. |
| 242 | ἐπεὶ δὲ ὁ λόγος ὁ κατασκευάζων μὴ ἕπεσθαι τῷ ἀναγκαίῳ τὸ δυνατὸν ὡρμᾶτο ἀπὸ τῶν ὑπαρχουσῶν τοῖς ἐν γενέσει καὶ φθορᾷ δυνάμεων, ὡς τοῦ μὲν ἀναγκαίου μὴ πεφυκότος ἐπαμφοτερίζειν τούτων δὲ οὐ μόνον εἶναι ἀλλὰ καὶ μὴ εἶναι δυναμένων, διὰ τοῦτο τὴν ἀρχὴν τῆς ἀπαντήσεως ἀπ’ αὐτῶν τούτων ποιούμενός φησι πρῶτον μὲν ἐπὶ τῶν μὴ κατὰ λόγον δυνατῶν· κυριώτατα μὲν γὰρ ἡ δύναμις ἡ τοῖς ἀιδίοις ὑπάρχουσα διαπέφευγε τὸ ἐπαμφοτερίζειν καὶ συνᾴδει τῷ ἀναγκαίῳ, περὶ ἧς ἐφεξῆς διαλέξεται μετὰ τῆς προσηκούσης ἀκριβείας τὴν ἀπορίαν ἐπιλυόμενος, εἰσὶ μέντοι καὶ τῶν ἐν γενέσει καὶ φθορᾷ δυνάμεις τινὲς οὐκ ἐπαμφοτερίζουσαι σωζομένων τῶν ὑποκειμένων, ἀλλὰ σὺν αὐτοῖς ὑπάρχουσαί τε καὶ μὴ ὑπάρχουσαι· ὥστε καὶ ἐκ μόνων τούτων ἐλέγχεσθαι τὸν ἀποφαινόμενον ὡς ἅπαν τὸ δυνατὸν εἶναι δυνατόν ἐστι καὶ μὴ εἶναι, τῶν, ὥς φησιν, ἀεὶ ἐνεργούντω ν , τὸ ἀεὶ οὐ πρὸς τὴν ἀπειρίαν τὴν χρονικὴν νῦν λέγων, ἀλλ’ ἕως ἂν ᾖ τὸ ὑποκείμενον. ὅτι μὲν οὖν οὐδὲ ἐπὶ μόνων τῶν ἀλόγων δυνάμεων, αἳ ὁμοειδεῖς λέγονται εἶναι ἀλλήλαις κατ’ αὐτὸ τὸ ἄλογοι εἶναι, ἀληθὴς ὁ λόγος ὁ λέγων ἅπαν τὸ δυνατὸν εἶναι δύνασθαι καὶ μὴ εἶναι, φανερὸν ἐκ τῶν εἰρημένων. ἐπεὶ δὲ τὰς μετὰ λόγου δυνάμεις ἁπάσας τῶν ἐναντίων εἶναί φησιν, ἐπὶ μὲν ἀνθρώπων τὸ λεγόμενον φανερόν, εἴτε τεχνικὸν λαμβάνοις τὸν λόγον εἴτε καὶ προαιρετικόν· ὁ γὰρ ὑγιάσαι δυνάμενος δύναται καὶ μὴ ὑγιάσαι. καὶ ἔτι φανερώτερον ἐπὶ τῶν κατὰ προαίρεσιν γινομένων, ἐφ’ ὧν καὶ αἱ βουλαὶ χώραν ἔχουσιν· ὁ γοῦν λούσασθαι ἢ βαδίσαι δυνάμενος καὶ μὴ λούσασθαι δύναται καὶ μὴ βαδίσαι· κύριοι γάρ ἐσμεν, ὡς διὰ πλειόνων κατεσκεύασται πρότερον, τῆς ἑαυτῶν προαιρέσεως καὶ ἐφ’ ἡμῖν ἐστι τὸ πράττειν ἕκαστον τῶν κατὰ προαίρεσιν γινομένων καὶ τὸ μὴ πράττειν. ἐπὶ δὲ τῶν θεῶν τί ἐροῦμεν; ὥσπερ ἀπορεῖ καὶ ὁ Ἀλέξανδρος· ἢ γὰρ οὐκ εἶναι μετὰ λόγου τὰς δυνάμεις αὐτῶν φήσομεν, εἴπερ εἰσὶν ὡρισμέναι καὶ ἀεὶ ὡσαύτως ἔχουσαι πάσης ἐξῃρημέναι μεταβολῆς, ἢ εἴπερ εἰσὶ μετὰ λόγου, καὶ αὐτὰς εἶναι τῶν ἀντικειμένων ὁμολογήσομεν. λύει οὖν ὀρθῶς ἐκεῖνος τὴν ἀπορίαν, λόγον ἐνταῦθα παρειλῆφθαι λέγων τὸν διανοητικὸν καὶ ἀπὸ τοῦ ἀτελοῦς ἐπὶ τὸ τέλειον προϊόντα καὶ ἀπὸ τῶν προτάσεων ἐπὶ τὰ συμπεράσματα, οἷός ἐστιν ὁ ἡμέτερος, ἀλλ’ οὐ τὸν νοερὸν καὶ κατὰ μίαν ἁπλῆν ἐνέργειαν καὶ ἀεὶ ἑστῶσαν ἅπαντα ὁρῶντα τὰ ὄντα, οἷον εἶναι αὐτὸς ἀποφαίνεται τὸν τῶν θεῶν νοῦν, ἐξῃρημένον τε παντελῶς τῆς ὕλης καὶ τῇ οὐσίᾳ σύνδρομον ἔχοντα τὴν ἐνέργειαν. |
| 243 | μήποτε δὲ οὐδὲ προσήκει φέρειν ἐπ’ ἐκείνων τὸ τοῦ λόγου τούτου ὄνομα· νοῦς γὰρ αὐτοὺς ὁ Ἀριστοτέλης ἀξιοῖ προσαγορεύειν, καί που καὶ τοῦ νοῦ σεμνοτέραν ἔχειν ἐνδείκνυται φύσιν. Ἀλλὰ ταῦτα μὲν κατὰ τὴν πρώτην, ὅπερ εἴρηται πλεονάκις, ἀπάντησιν πρὸς τοὺς ἀξιοῦντας μὴ ἕπεσθαι τῷ ἀναγκαίῳ τὸ ἐνδεχόμενον, οἷον λέγοντος τοῦ φιλοσόφου ὡς οὐδ’ ἐπὶ τῶν συγγενεστάτων πρὸς ἀλλήλας δυνάμεων καὶ καθ’ ἕνα λόγον, ὃν ἐκάλεσεν εἶδο ς , θεωρουμένων, φημὶ δὲ τῶν ἀλόγων, ὀρθῶς ἔχει τὸ λέγειν ὅτι ἅπαν τὸ δυνατὸν εἶναι δυνατόν ἐστι καὶ μὴ εἶναι. τούτοις δ’ ἐφεξῆς ἐπάγει τὴν ἀκριβεστάτην διάρθρωσιν τοῦ θεωρήματος, ἐπιδεικνὺς ὅπως ἄμφω ἀληθῶς ἐλέγετο καὶ τὸ ἕπεσθαι τῷ ἀναγκαίῳ τὸ δυνατὸν καὶ τὸ μὴ ἕπεσθαι κατ’ ἄλλο καὶ ἄλλο τῶν ὑπ’ αὐτοῦ σημαινομένων, καί φησιν ἔνιαι δὲ δυνάμεις ὁμώνυμοί εἰσι ν , ὡς ἂν εἰ ἔλεγε ‘μάλιστα μὲν οὐδ’ ἂν ὁμοειδεῖς συγχωρήσωμεν ἀλλήλαις εἶναι πάσας τὰς ἀλόγους δυνάμεις, ἡ εἰρημένη ἀπορία δύναται προχωρεῖν· εἰδέναι μέντοι χρὴ ὡς πολλοῦ δέουσι τοῦ ὑφ’ ἕν τι ἀνάγεσθαι γένος αἱ ἐν ἅπασι τοῖς οὖσι δυνάμεις· κατὰ μόνον γὰρ τὸ ὄνομα κοινωνοῦσαι κατὰ τὴν φύσιν πλεῖστον ὅσον διεστήκασιν‘. εἶτα καὶ ποιεῖται αὐτῶν τὴν διαίρεσιν, ἣν ἡμεῖς φθάσαντες παραδεδώκαμεν, καὶ ἐπιδείκνυσι ποῖον μὲν τῶν σημαινομένων τοῦ δυνατοῦ κατηγορεῖται τοῦ ἀναγκαίου ποῖον δὲ οὔ. Τούτων οὖν φανερῶν ὄντων ἐκ τῶν πρότερον ἡμῖν εἰρημένων, ἑξῆς ἕκαστα τῶν ἐπιστάσεως ἐν τῇ ῥήσει δεομένων βασανίζοντες πρῶτον μὲν ἐν τῷ καὶ αὕτη μὲν ἐπὶ τοῖς κινητοῖς ἐστι μόνοις ἡ δύναμι ς , ἐκείνη δὲ καὶ ἐπὶ τοῖς ἀκινήτοις κινητὰ μὲν εἰρῆσθαί φαμεν τὰ πεφυκότα μὲν κινεῖσθαι μὴ μέντοι ἤδη κινούμενα (τοιαῦτα δὲ μόνα τὰ ἐν γενέσει καὶ φθορᾷ), δύναμιν δὲ εἰλῆφθαί φαμεν οὐ τὴν κατ’ ἐπιτηδειότητα μόνην ἀλλὰ καὶ τὴν πεφυκυῖαν χωρίζεσθαι τῆς ἐνεργείας, ἵνα καὶ ἐν μόνοις θεωρῆται τοῖς ἐν γενέσει καὶ φθορᾷ. διὸ πρὸς ταύτην ἀντιτιθεὶς ὁ φιλόσοφος τὴν κατὰ τὴν ἐνέργειαν λεγομένην δύναμιν ἐπήγαγεν ἐκείνη δὲ καὶ ἐπὶ τοῖς ἀκινήτοι ς , διὰ τοῦ συνδέσμου ἐνδεικνύμενος ὅτι τυχὸν μὲν καὶ ἐν τούτοις θεωρεῖταί ποτε ἡ τοιαύτη δύναμις, ὅταν ἀπολάβωσι τὴν ἑαυτῶν τελειότητα, πρὸς ἣν ἐπειγομένην εἶχον τὴν κατ’ ἐπιτηδειότητα δύναμιν, πρὸ τούτων μέντοι ἐν τοῖς ἀεὶ κινουμένοις, ὅπερ ἐστὶ τοῖς οὐρανίοις, καὶ πρὸ ἐκείνων ἐν τοῖς ἀκινήτοις, τοῦτ’ ἔστιν ἐν τοῖς νοητοῖς καὶ θείοις αἰτίοις, τῆς κατ’ ἐπιτηδειότητα δυνάμεως ἐπὶ μὲν τῶν νοητῶν οὐδεμίαν χώραν ἔχειν δυναμένης, ἐπὶ δὲ τῶν οὐρανίων οὔσης μέν, ὡς δηλοῖ αὐτῶν ἡ κατὰ τόπον μετάβασις, ἀεὶ μέντοι συμπεπλεγμένης πρὸς τὴν ἐνέργειαν· ὅπερ γὰρ καὶ προσφυῶς ἀνεφθέγξατο περὶ αὐτῶν ἐν τοῖς Μετεώροις, ‘ἀεὶ ἐν τέλει ἐστὶν αὐτῶν ἡ κίνησισ‘. |
| 244 | Ἐπὶ δὲ τούτῳ τὸ ἄμφω δὲ ἀληθὲς εἰπεῖν τὸ δυνατὸν εἶναι βαδίζειν ἢ εἶναι διχῶς γράφεσθαί φαμεν· ἢ γὰρ οὕτως ὡς ἐξεθέμεθα, ἢ ἀντὶ τοῦ δυνατὸν τὸ μὴ ἀδύνατο ν . εἰ μὲν οὖν γράφοιτο τὸ δυνατό ν , αὐτόθεν ἔσται ὁ λόγος περὶ τοῦ ἐξ ἀρχῆς προκειμένου, ὅτι τὸ τοῦ δυνατοῦ ὄνομα καθ’ ἑκατέρας τῶν δυνάμεων κατηγορεῖται, τῆς τε κατ’ ἐνέργειαν καὶ τῆς κατ’ ἐπιτηδειότητα. διὸ ὡς μὲν κατηγορούμενον τῆς κατ’ ἐνέργειαν ἕποιτο ἂν τῷ ἀναγκαίῳ, ὡς δὲ καὶ ἐπὶ τῆς κατ’ ἐπιτηδειότητα λεγομένης καὶ διὰ τοῦτο ἐπαμφοτεριζούσης κατηγορούμενον οὐκέτι ἂν αὐτῷ ἕποιτο· καὶ τούτῳ ἀκόλουθόν ἐστι τὸ ἑξῆς ἐπιφερόμενον τὸ ὥστε ἐπεὶ τῷ ἐν μέρει τὸ καθόλου ἕπετα ι , καὶ τῷ ἐξ ἀνάγκης ὄντι ἕπεται τὸ δύνασθαι εἶνα ι , οὐ μέντοι πᾶ ν . εἰ δὲ ἀντὶ τοῦ δυνατὸν γράφοιτο τὸ μὴ ἀδύνατο ν , εἴη ἂν ὥσπερ ἀπολογίαν ταύτην τιθεὶς ὑπὲρ τοῦ τὴν μὲν οὐκ ἀδύνατον εἶναι τεταγμένην ἐᾶσαι ὑπὸ τὸ δυνατὸν εἶναι κατὰ τὸ ἐξ ἀρχῆς διάγραμμα, τὴν δὲ οὐκ ἀναγκαῖον εἶναι μετατάξαι καὶ ἀντ’ αὐτῆς θεῖναι τὴν οὐκ ἀναγκαῖον μὴ εἶναι· λέγοι γὰρ ἂν ὅτι τὸ μὲν οὐκ ἀδύνατον εἶναι ἀμφοτέροις συμφωνεῖ τοῖς τοῦ δυνατοῦ σημαινομένοις, καθάπερ καὶ τὸ οὐκ ἀναγκαῖον μὴ εἶναι (διὸ ἄμφω ταῦτα ὑπετάξαμεν τῷ δυνατὸν εἶναι κατὰ τὸ δεύτερον διάγραμμα), τὸ μέντοι οὐκ ἀναγκαῖον εἶναι τῷ μὲν κατ’ ἐπιτηδειότητα δυνατῷ συνᾷδον τοῦ δὲ κατ’ ἐνέργειαν καὶ συμφυοῦς τοῖς ὑποκειμένοις ἀπᾷδον εἰκότως ἐχωρίσαμεν τῆς πρὸς τὸ ἁπλῶς δυνατὸν ἀκολουθίας. ἀλλὰ μήποτε τοῦ μὲν συμφωνεῖν πρὸς τὰς τοῦ δυνατοῦ προτάσεις τὰς τοῦ ἀδυνάτου καὶ ἀναγκαίου φαινόμεθα διὰ τούτων πεφροντικότες, μένει μέντοι ἔτι ἡ ἐξ ἀρχῆς ἀπορία κειμένων ἐν τῷ διαγράμματι τῶν τοῦ ἐνδεχομένου προτάσεων· πάλιν γὰρ ἀντὶ τοῦ δυνατοῦ τὸ ἐνδεχόμενον λαβόντες ἐρωτήσομεν πότερον ἕπεται τῷ ἀναγκαῖον εἶναι τὸ ἐνδεχόμενον εἶναι ἢ οὔ· εἰ μὲν γὰρ ἕποιτο, ἐπειδὴ τὸ ἐνδεχόμενον μεταξὺ κείμενον τοῦ τε ἀναγκαίου καὶ τοῦ ἀδυνάτου δύναταί ποτε καὶ μὴ εἶναι, ἔσται τὸ ἀναγκαῖον εἶναι ἐνδεχόμενον μὴ εἶναι· εἰ δὲ μὴ ἕποιτο, μείζονι ἀτόπῳ περιτευξόμεθα ὁμολογεῖν ἀναγκαζόμενοι ὅτι ἔσται τὸ ἀναγκαῖον εἶναι οὐκ ἐνδεχόμενον εἶναι. Πρὸς ταῦτα οὖν ῥητέον ὅτι πρῶτον μὲν φαίνεται ὁ Ἀριστοτέλης ὀνόματι μόνον διακρίνων τοῦ δυνατοῦ τὸ ἐνδεχόμενον· τὴν γοῦν ἐν τούτοις παραδεδομένην τοῦ δυνατοῦ διαίρεσιν σαφῶς εὑρίσκομεν κατ’ ἀρχὰς τῶν Ἀναλυτικῶν ἐν τῷ περὶ τῶν ἀντιστροφῶν λόγῳ καὶ ἐπὶ τοῦ ἐνδεχομένου λεγομένην, ἐν οἷς φησιν “ἐπὶ δὲ τοῦ ἐνδεχομένου, ἐπειδὴ πολλαχῶς λέγεται τὸ ἐνδέχεσθαι· καὶ γὰρ τὸ ἀναγκαῖον καὶ τὸ μὴ ἀναγκαῖον καὶ τὸ δυνατὸν ἐνδέχεσθαι λέγομεν”, τὸ δυνατὸν ἐν ἐκείνοις κατὰ μόνον τὸ ἐπαμφοτερίζειν καὶ μήπω ἐκβεβηκέναι τιθέμενος, ὥσπερ ἐν τούτοις τὸ ἐνδεχόμενον ἔχειν ἀξιοῦμεν. |
| 245 | εἰ δὲ καὶ ἀποδιδοὺς τοῦ ἐνδεχομένου τὸν ὁρισμὸν ἀποφαίνοιτο αὐτὸ μήτε ἀναγκαῖον εἶναι μήτε ἀδύνατον, οὐ τοῦ ἁπλῶς ἐνδεχομένου φήσομεν εἶναι τὸν λόγον, ἀλλὰ τοῦ κυρίως λεγομένου καὶ μεταξὺ τοῦ ἀεὶ ὄντος καὶ τοῦ ἀεὶ μὴ ὄντος κειμένου, τοῦτον δὲ ὁμοίως καὶ τῷ δυνατῷ τῷ κυρίως ἐφαρμόττειν. ἔπειτα εἰ μόνον λαμβάνοιμεν τὸ κυρίως ἐνδεχόμενον, αὐτὸ μὲν δηλονότι οὐχ ἕψεται τῷ ἀναγκαίῳ, ἀκολουθήσει δὲ αὐτῷ τὸ οὐκ ἐνδεχόμενον εἶναι, οὐχ ὡς αὐτὴν τὴν ὑπόστασιν τοῦ πράγματος ἄρδην ἀναιροῦν, ἀλλὰ μόνον τὸν ἐνδεχόμενον τῆς ὑποστάσεως τρόπον, καθάπερ καὶ τὸ ἐνδεχόμενον λέγομεν οὐκ ἀναγκαῖον. καὶ κατὰ ταύτην μέντοι τοῦ ἐνδεχομένου τὴν ἔννοιαν ὀρθῶς ὁ Ἀριστοτέλης ἀκολουθεῖν ἔφη τῷ ἐνδεχόμενον εἶναι τὸ οὐκ ἀναγκαῖον μὴ εἶναι· διότι γὰρ τὸ ἐνδεχόμενον κατὰ πᾶσαν τὴν περὶ αὐτοῦ ἔννοιαν τοῦ ἀδυνάτου διέστηκε, τὸ δὲ ἀδύνατον εἶναι ταὐτὸν σημαίνει τῷ ἀναγκαῖον μὴ εἶναι, συμβήσεται τὸ ἐνδεχόμενον εἶναι διαφωνεῖν μὲν πρὸς τὸ ἀναγκαῖον μὴ εἶναι, συνᾴδειν δὲ τῷ οὐκ ἀναγκαῖον μὴ εἶναι. οὕτω δὲ καὶ τὸ ἀναγκαῖον εἶναι ἀκολουθότερον ἕπεσθαι φήσομεν τῷ οὐκ ἐνδεχόμενον μὴ εἶναι. ἀλλ’ εἰ ὑποθοίμεθα τό τε δυνατὸν καὶ τὸ ἐνδεχόμενον μόνον σημαίνειν τὸ κυρίως τοῖς ὀνόμασι τούτοις καλούμενον, ὅπερ αὐτὸς ἐν τοῖς Ἀναλυτικοῖς ὡρίσατο εἰπὼν “ἐνδεχόμενον δὲ λέγω, οὗ μὴ ὄντος ἀναγκαίου, τεθέντος δὲ ὑπάρχειν, οὐδὲν ἀδύνατον συμβαίνει”, ποίας φήσομεν αὐτοῖς ἀκολουθεῖν τοῦ ἀδυνάτου καὶ τοῦ ἀναγκαίου προτάσεις; φημὶ δὴ ὅτι ὅσον μὲν ἐπὶ τῇ πρὸς τὸ δυνατὸν εἶναι καὶ ἐνδεχόμενον εἶναι ἀκολουθίᾳ ὀρθῶς ἔχειν δόξει τὸ ἐξ ἀρχῆς τῶν προτάσεων διάγραμμα· τὸ γὰρ κυρίως δυνατὸν καὶ ἐνδεχόμενον οὔτε ἀδύνατον εἶναί ἐστιν οὔτε ἀναγκαῖον εἶναι. ἀλλ’ εἰ δέοι φροντίζειν τοῦ πάσας τὰς συντεταγμένας προτάσεις συνᾴδειν ἀλλήλαις, οὐκέτι δυνατὸν ὑποτάττειν τῇ οὐκ ἀδύνατον εἶναι τὴν οὐκ ἀναγκαῖον εἶναι, διότι τὸ μὲν οὐκ ἀδύνατον ἓν ἀναιροῦν, τὸ ἀδύνατον, ἐπὶ τῶν λοιπῶν παρ’ αὐτὸ δύο ἀληθεύει, τοῦ τε ἐνδεχομένου καὶ τοῦ ἀναγκαίου, τὸ δὲ οὐκ ἀναγκαῖον ἓν ἀναιροῦν, τὸ ἀναγκαῖον, ἐπὶ τῶν λοιπῶν δύο ἀληθεύει, τοῦ τε ἐνδεχομένου καὶ τοῦ ἀδυνάτου· ταῦτα οὖν, τὸ οὐκ ἀδύνατον λέγω καὶ οὐκ ἀναγκαῖον, ἔχοντα μέν τι κοινόν, τὸ εἰσάγειν τὸ ἐνδεχόμενον, ἔχοντα δέ τι καὶ ἐναντίον πρὸς ἄλληλα, καθὸ τὸ μὲν αὐτῶν εἰσάγει τὸ ἀναγκαῖον τὸ δὲ τὸ ἀδύνατον, οὐχ οἷόν τε συνᾴδειν ἀλλήλοις. |
| 246 | τὸ μέντοι οὐκ ἀναγκαῖον μὴ εἶναι καθ’ ὅλον ἑαυτὸ συνᾴδει τῷ οὐκ ἀδύνατον εἶναι, διότι καὶ αἱ καταφάσεις αὐτῶν τὸ αὐτὸ δύνανται ἀλλήλαις, τό τε ἀδύνατον εἶναι καὶ τὸ ἀναγκαῖον μὴ εἶναι. εἰ δέ τις ἀποροίη διά τίνα οὖν αἰτίαν μὴ τὴν μὲν οὐκ ἀναγκαῖον εἶναι εἴασε κατὰ τὸ ἐξ ἀρχῆς διάγραμμα τετάχθαι ὑπὸ τὴν δυνατὸν εἶναι, τὴν δὲ οὐκ ἀδύνατον εἶναι μετέταξε, θεὶς ἀντ’ αὐτῆς τὴν συνᾴδειν τῇ οὐκ ἀναγκαῖον εἶναι δυναμένην, τὴν οὐκ ἀδύνατον μὴ εἶναι, πρῶτον μὲν ἐροῦμεν ὅτι προετέτακτο ἐν τῷ διαγράμματι ἡ οὐκ ἀδύνατον εἶναι τῆς οὐκ ἀναγκαῖον εἶναι, καὶ γελοῖον ἦν, τοῦ αὐτοῦ μέλλοντος συμβαίνειν, μὴ φροντίζειν τῆς τοῦ ὑστέρου πρὸς τὰ πρὸ αὐτοῦ συμφωνίας, ἀλλὰ πῶς ἂν τὸ πρότερον τῷ ὑστέρῳ συνᾷδον ὀφθείη, ἔπειτα ὅτι τὸ δυνατὸν εἶναι καὶ τὸ ἐνδεχόμενον εἶναι ὑπάρχειν τε ἀποφαίνονται τὰ πράγματα, περὶ ὧν λέγονται, καὶ κατὰ τόνδε τὸν τρόπον ὑπάρχειν. διὰ ταῦτα οὖν διαφωνήσουσι μὲν πρὸς αὐτὰ τό τε ἀδύνατον εἶναι καὶ τὸ ἀναγκαῖον εἶναι, κατ’ ἄλλην μέντοι καὶ ἄλλην ἔννοιαν· τὸ μὲν γὰρ ἀδύνατον εἶναι ὡς αὐτὴν ἀναιροῦν τὴν τοῦ πράγματος ὕπαρξιν, τὸ δὲ ἀναγκαῖον εἶναι οὐχ οὕτως, ἀλλ’ ὡς περὶ μόνον τὸν τρόπον τῆς ὑποστάσεως πρὸς τὸ δυνατὸν καὶ ἐνδεχόμενον διαφερόμενον. μᾶλλον ἄρα διεστήξεται αὐτῶν ἡ ἀδύνατον εἶναι τῆς ἀναγκαῖον εἶναι. ὥστε καὶ μᾶλλον αὐταῖς συνᾴσεται ἡ οὐκ ἀδύνατον εἶναι τῆς οὐκ ἀναγκαῖον εἶναι. εἰκότως ἄρα τὴν οὐκ ἀδύνατον εἶναι καταλιπὼν ὁ Ἀριστοτέλης ὡς ἀκολουθοῦσαν αὐταῖς, μόνην μετέταξε τὴν οὐκ ἀναγκαῖον εἶναι. Καὶ ἔστι δὴ ἀρχὴ ἴσως τὸ ἀναγκαῖον καὶ τὸ μὴ ἀναγκαῖον πάντων ἢ εἶναι ἢ μὴ εἶνα ι , καὶ τὰ ἄλλα ὡς τούτοις ἀκολουθοῦντα ἐπισκοπεῖν δε ῖ . |
| 247 (1n) | φανερὸν δὴ ἐκ τῶν εἰρημένων ὅτι τὸ ἐξ ἀνάγκης ὂν κα τ ’ ἐνέργειάν ἐστι ν , ὥστε εἰ πρότερα τὰ ἀίδι α , καὶ ἐνέργεια δυνάμεως προτέρ α . καὶ τὰ μὲν ἄνευ δυνάμεως ἐνέργειαί εἰσι ν , οἷον αἱ πρῶται οὐσία ι , τὰ δὲ μετὰ δυνάμεω ς , ἃ τῇ μὲν φύσει πρότερα τῷ χρόνῳ δὲ ὕστερ α , τὰ δὲ οὐδέποτε ἐνέργειαί εἰσιν ἀλλὰ δυνάμεις μόνο ν . Ἀκολουθότερον ἐν τούτοις καὶ θεωρητικώτερον προηγεῖσθαι ἀξιοῖ τὰς τοῦ ἀναγκαίου προτάσεις ἐν τῷ διαγράμματι τῶν κατὰ τοὺς ἄλλους τρόπους προτάσεων, ἕπεσθαι δὲ ἐκείναις ταύτας, οὐ μόνον ὅτι κοινότερον ἐλέγετο εἶναι τὸ δυνατὸν τοῦ ἀναγκαίου καὶ ἔδει τὸν περὶ τῆς ἀκολουθίας αὐτῶν διαλεγόμενον προϋποτίθεσθαι καὶ ὡς ἡγούμενον ἀναλαμβάνειν τὸ εἰδικώτερον, ἐπισκέπτεσθαι δὲ πῶς τούτῳ δυνατὸν ἕπεσθαι τὸ κοινότερον, οὐ μέντοι ἔμπαλιν, ἀλλὰ καὶ ὅτι τὸ μὲν ἀναγκαῖον τοῖς ἀιδίοις τῶν ὄντων καὶ θείοις προσήκει, τὸ δὲ δυνατὸν τὸ τοῦ ἀναγκαίου διαφέρον καὶ τὸ ἐνδεχόμενον ἀπὸ τῆς ὕλης ἀναβλαστάνουσιν (ἐν ταύτῃ γὰρ καὶ διὰ ταύτην ἡ κατὰ τὴν ἐπιτηδειότητα δύναμις, ἅτε πάντα ἔχουσα δυνάμει κατ’ ἐνέργειαν δὲ οὐδέν), τὸ δὲ ἀδύνατον καὶ ἔξω πέπτωκε παντελῶς τῶν ὄντων· οὐ γὰρ ἂν ἐλέγετο εἶναι ἀδύνατον, εἴπερ εἶχε τὴν οἵαν δήποτε εἰς τὰ ὄντα πάροδον ἢ ἐν τῇ ὕλῃ ἢ ἐν τῇ ταύτης ἀμυδροτέρᾳ τῇ στερήσει· ἡ μὲν γὰρ στέρησις ἀναγκαία πρὸς τὴν γένεσιν (ἐξ αὐτῆς γὰρ ἡ εἰς τὸ εἶναι τῶν γινομένων μεταβολή), τὸ δὲ ἀδύνατον οὐδέποτε ἂν εἰς τὸ δυνατὸν μεταβάλλοι. δεήσει οὖν τῇ μὲν ἀναγκαῖον εἶναι ὕπαρξιν ἀίδιον σημαινούσῃ τῶν ἄλλων τρόπων ἀκολουθεῖν, ὡς ὑπογέγραπται, τὰς ἀναιρούσας τὸ μὴ εἶναι, τήν τε οὐ δυνατὸν μὴ εἶναι καὶ τὴν οὐκ ἐνδεχόμενον μὴ εἶναι καὶ τὴν ἀδύνατον μὴ εἶναι, τῇ δὲ ἀναγκαῖον μὴ εἶναι τὴν οὐ δυνατὸν εἶναι καὶ οὐκ ἐνδεχόμενον εἶναι καὶ τὴν ἀδύνατον εἶναι. δήλη δὲ ἐκ τούτων καὶ τῶν ἀντικειμένων αὐταῖς ἡ ἀκολουθία. Ἑξῆς δὲ τούτοις ἐπιδεῖξαι βουλόμενος ὅτι αὐτῇ ἀκολουθῶν τῇ φυσικῇ διακοσμήσει τῶν ὄντων προηγεῖσθαι ἀξιοῖ τὰς τοῦ ἀναγκαίου προτάσεις τῶν ἄλλων, ὑφηγεῖσθαι μὲν προτίθεται τὰς τῶν ὄντων τάξεις κατὰ τὸν προσήκοντα τρόπον τῇ προκειμένῃ θεωρίᾳ, πρὸ δέ γε τούτων ὥσπερ λημμάτιόν τι προλαμβάνει ὅτι φύσει προτέρα τῆς κατ’ ἐπιτηδειότητα δυνάμεως ἡ ἐνέργεια. |
| 248 | τοῦτο δὲ κατασκευάζει, πόρισμά τι κατὰ τοὺς γεωμετρικοὺς ἐκ τῶν εἰρημένων πρὸς τὴν κατασκευὴν χρήσιμον συνάγων, ὅτι τὸ ἀναγκαῖον ἐπὶ μόνου τοῦ κατ’ ἐνέργειαν ὄντος θεωρεῖται. καὶ τοῦτο εἰκότως· τοῦ γὰρ δυνατοῦ κατ’ ἀμφοτέρων, ὡς ἐλέγομεν, κατηγορουμένου, τῆς τε ἐπιτηδειότητος καὶ τῆς ἐνεργείας, τὸ ἕτερον μόνον τῶν σημαινομένων, τὸ ἐπὶ τῆς ἐνεργείας, ὤφθη συνᾴδειν τῷ ἀναγκαίῳ δυνάμενον· ὥστε καὶ τὸ κυρίως ἀναγκαῖον, οἷόν ἐστι τὸ μὴ ποτὲ μὲν ὂν ποτὲ δὲ μὴ ὂν ἀλλ’ ἀεὶ ὡσαύτως ἔχον, ἐπὶ μόνων τῶν ἀεὶ κατ’ ἐνέργειαν ὄντων ῥηθήσεται. εἰ τοίνυν τὸ μὲν κυρίως ἀναγκαῖον τοῖς ἀιδίοις προσήκει τῶν ὄντων, τὸ δὲ κυρίως δυνατόν, ὅπερ ἐστὶ τὸ κατ’ ἐπιτηδειότητα, μόνοις τοῖς ἐν γενέσει καὶ φθορᾷ, ἔσται ὡς τὰ ἀίδια πρὸς τὰ ἐν γενέσει καὶ φθορᾷ, οὕτως ἡ ἐνέργεια πρὸς τὴν δύναμιν· φύσει δὲ πρότερα τὰ ἀίδια τῶν γενητῶν· φύσει ἄρα καὶ ἡ ἐνέργεια τῆς δυνάμεως προτέρα. ταῦτα οὕτως συλλογισάμενος ἀποφαίνεται λοιπὸν πάνυ φιλοσόφως καὶ θεωρητικῶς περὶ τῆς εὐτάκτου τῶν ὄντων προόδου τε καὶ ὑποβάσεως τὰ ἀκόλουθα τοῖς συλλελογισμένοις, ὅτι τὰ μὲν πρώτιστα καὶ ἀκρότατα τῶν ὄντων, οἷά ἐστι τὰ νοητὰ καὶ θεῖα, αὐτοενέργειαι εἶναι ῥηθήσονται, ἀλλ’ οὐχὶ ἐνεργείᾳ τοιάδε εἶναι· τοῦτο μὲν γὰρ τοῖς ἐξ ὕλης τὸ εἶναι ἔχουσι καὶ διὰ τοῦτο συνθέτοις τε οὖσι καὶ τῆς κατ’ ἐπιτηδειότητα δυνάμεως μετέχουσιν ἁρμόσει τῶν ὄντων, καθὸ τοῦ εἴδους ἢ ἀεὶ ἢ ποτὲ δύνανται μετέχειν, ἐπεὶ καὶ ἀεί ἐστιν ἐνεργείᾳ μὲν τὸ εἶδος δυνάμει δὲ ἡ ὕλη, ἐνεργείᾳ δὲ τὸ συναμφότερον, ἅτε τοῦ εἴδους, ταὐτὸν δὲ εἰπεῖν, τῆς ἐνεργείας μετέχον· ἐπ’ ἐκείνων δὲ ἅτε παντελῶς ἐξῃρημένων τῆς ὕλης τῇ τε οὐσίᾳ καὶ τῇ ὀρθῇ καὶ ἀδιαστρόφῳ περὶ αὐτῶν ἐπινοίᾳ ἡ μὲν ἐπιτηδειότης οὐδεμίαν ἕξει χώραν, διὸ οὐδὲ μεταβολή τις οὐδὲ χρόνος οὐδὲ τὸ εἰδοποιεῖσθαι ἢ ποτὲ ἢ ἀεί, ὥστε οὐδὲ τὸ ἐνεργείᾳ τοιάδε εἶναι καὶ λέγεσθαι, εἴδη δὲ αὐτὰ χωριστὰ ὄντα τῆς ὕλης αὐτοενεργείας προσαγορεύσομεν, οὐ διακρίνοντες τὴν ἐνέργειαν τῆς οὐσίας, καθάπερ ἐπὶ τῶν συνθέτων, ἀλλ’ οὐσιῶσθαι αὐτὰ κατὰ ταύτην ἀποφαινόμενοι. διόπερ ἐν τῷ Λ τῆς Μετὰ τὰ φυσικὰ τοὺς ὄντως θεοὺς τῇ οὐσίᾳ φησὶν ἐνεργείας εἶναι· καὶ γὰρ ἐπὶ τῶν μεταβάλλεσθαι πεφυκότων, ἐφ’ ὧν καὶ τὸ δυνάμει θεωρεῖται καὶ τὸ καθ’ ἕξιν καὶ τὸ κατ’ ἐνέργειαν, ἐπειγομένην ὁρῶμεν τὴν μὲν δύναμιν εἰς τὴν ἕξιν, τὴν δὲ ἕξιν εἰς τὴν ἐνέργειαν ὡς ἐπὶ τέλος οἰκεῖον· οὐδὲν γὰρ αὐτῆς ἔσται ὄφελος ἀνενεργήτου μενούσης. |
| 249 | διὰ ταῦτα δὲ καὶ ὁ Ἀκραγαντῖνος σοφὸς ἐπιρραπίσας τοὺς περὶ θεῶν ὡς ἀνθρωποειδῶν ὄντων παρὰ τοῖς ποιηταῖς λεγομένους μύθους, ἐπήγαγε προηγουμένως μὲν περὶ Ἀπόλλωνος, περὶ οὗ ἦν αὐτῷ προσεχῶς ὁ λόγος, κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ περὶ τοῦ θείου παντὸς ἁπλῶς ἀποφαινόμενος οὔτε γὰρ ἀνδρομέῃ κεφαλῇ κατὰ γυῖα κέκασται, οὐ μὲν ἀπαὶ νώτων γε δύω κλάδοι ἀίσσουσιν, οὐ πόδες, οὐ θοὰ γοῦν’, οὐ μήδεα λαχνήεντα, ἀλλὰ φρὴν ἱερὴ καὶ ἀθέσφατος ἔπλετο μοῦνον, φροντίσι κόσμον ἅπαντα καταΐσσουσα θοῇσι, διὰ τοῦ “ἱερή” καὶ τὴν ὑπὲρ νοῦν αἰνιττόμενος αἰτίαν, οὐδὲ τῶν συνθέντων τοὺς μύθους παραμελησάντων τοῦ παραδοῦναι τοῖς ἀκροωμένοις αὐτῶν ἀφορμάς, δι’ ὧν ἀπιστήσουσι μὲν τοῖς κατὰ τὸ φαινόμενον λεγομένοις, ζητήσουσι δὲ τὴν ἀληθῆ καὶ ὑπὸ πλάσματος ἑκάστου τῶν μύθων αἰνισσομένην διάνοιαν, εἰ μὴ τύχοιεν ἠλιθίως διακείμενοι τὰς ψυχάς· πῶς γὰρ ἀνθρωποειδῆ τὰ ἐξ οὐρανοῦ καὶ γῆς, εἴτε τῶν ἐμφανῶν εἴτε, ὡς ὁ ἀληθὴς λόγος, τῶν νοητῶν καὶ τῶν ὑπὲρ τούτους κρυφίων αἰτιῶν, λεγόμενα τὴν γένεσιν ἔχειν; τίς δὲ ἀνέξεται κατὰ τὸ φαινόμενον ἀκούειν αἰδοῖα οὐρανοῦ καὶ τούτων ἐκτομάς, καὶ τῆς Ἀφροδίτης ἐξ αὐτῶν εἰς τὴν θάλασσαν ῥιφθέντων γένεσιν, παίδων δὲ καταπόσεις καὶ αὖθις ἐμέτους, καὶ ὅσα τοῖς ἐπιπολαιοτέροις ἐπιβοηθοῦντες οὕτως ἀπεμφαίνοντα πλάττουσιν οἱ μῦθοι; πῶς δὲ τὰς ἐπὶ θεῶν λεγομένας μίξεις οὐ παραπλησίας τῇ τοῦ οὐρανοῦ πρὸς τὴν γῆν μυθευομένῃ μίξει νοήσομεν; ἀλλ’ ἐπανέλθωμεν ὅθεν εἰς ταῦτα ἐξέβημεν, φειδοῖ τῶν παιδαρίων τῶν ἱστορίαν ἡγουμένων τοὺς μύθους καὶ οὐ συνιέντων τὸ ἄνευ δυνάμεως ἐνέργειαί εἰσ ι . Τοιαῦτα μὲν οὖν τὰ ἁπλᾶ καὶ νοητὰ εἴδη, τὰ δὲ σύνθετα καὶ ἀπ’ ἐκείνων τὴν πρόοδον εἰληχότα, ὕλης μετέχοντα ἢ ἀεὶ τὸ εἶδος στέγειν πεφυκυίας, ὡς τὰ οὐράνια (εἰ χρὴ καὶ ἐπ’ ἐκείνων τὸ τῆς ὕλης ὄνομα κοινότερον λέγειν), ἢ παρὰ μέρος δέχεσθαί τε αὐτὸ καὶ ἀποβάλλειν, ὡς τὰ ὑπὸ σελήνην, ἐνεργείᾳ τάδε εἶναι φήσομεν ἀλλ’ οὐκ ἐνεργείας. καὶ ἐφ’ ὧν τὸ δυνάμει κατὰ χρόνον διακρίνεται τοῦ κατ’ ἐνέργειαν, ἐπὶ τούτων κατὰ μὲν τὸν χρόνον πρότερον ἔσται τὸ δυνάμει κατὰ δὲ τὴν φύσιν τὸ κατ’ ἐνέργειαν· δεῖ μὲν γὰρ πρότερον ἐπιτηδείως πρὸς τόδε τι ἔχειν, ἵνα καὶ ἄγεσθαι δύνηται ὕστερον εἰς ἐκεῖνο, πρὸς ὃ εἶχεν ἐπιτηδείως. |
| 250 | ἀλλ’ ἐπειδὴ τὸ μὲν κατ’ ἐνέργειαν τέλειον τὸ δὲ κατὰ δύναμιν ἀτελές, τὸ δὲ τέλειον τοῦ ἀτελοῦς τῇ φύσει πρότερον (ἀπὸ γὰρ τῶν ὑπερτέρων ἐπὶ τὰ καταδεέστερα πρόεισιν ἡ κατὰ φύσιν εὔτακτος τῶν πραγμάτων ἀπογέννησις), δῆλον ὅτι προηγήσεται κατὰ φύσιν τὸ ἐνεργείᾳ τοῦ δυνάμει· μὴ γὰρ προϋπάρξαντος τοῦ κατ’ ἐνέργειαν ἀνθρώπου πῶς ἂν ὑποσταίη τὸ ἔμβρυον, ὃ λέγομεν εἶναι δυνάμει ἄνθρωπον; πλάτος μέντοι πολύ, μᾶλλον δὲ βάθος ἕξει ἡ τοῦ δυνάμει πρὸς τὸ ἐνεργείᾳ συμπλοκή, ἐφ’ ὧν μὲν οὕτως σφόδρα κεκρατημένης τῆς δυνάμεως ὑπὸ τῆς ἐνεργείας, ὡς κατὰ μόνον τὸν λόγον καὶ τὴν ἐπίνοιαν ἀπ’ αὐτῆς διακρίνεσθαι, ὥσπερ ἐπὶ τῆς οὐσίας ἔχει τῶν οὐρανίων (οὐ γὰρ ὤν ποτε κατὰ δύναμιν ὁ ἥλιος ὕστερον γέγονε κατ’ ἐνέργειαν, εἴπερ ἀδύνατον ἐπὶ τῶν ὅλων προηγεῖσθαι τῆς μὲν τάξεως τὴν ἀταξίαν τοῦ δὲ κόσμου τὴν ἀκοσμίαν ὄντος θεοῦ, καὶ τὸν δημιουργὸν τοῦ παντὸς ποτὲ μὲν εἶναι δυνάμει καὶ ἀτελῆ δημιουργὸν ποτὲ δὲ ἐνεργείᾳ καὶ τέλειον, καὶ ὅλως προαιρέσεως καὶ τῆς κατ’ αὐτὴν ἐκ τοῦ πρότερον μὴ βούλεσθαι εἰς τὸ ὕστερον βούλεσθαι κοσμοποιεῖν μεταβολῆς καὶ χρόνου μετέχειν τὸν πᾶσαν ἐν τάξει τὴν ἀεί ποτε γινομένην μεταβολὴν καὶ αὐτὴν τὴν οὐσίαν τῶν μεταβάλλειν πεφυκότων καὶ τὸ εἶναι τοῦ χρόνου παραγαγόντα θεόν), ἐφ’ ὧν δὲ χωριζομένης μὲν αὐτῆς καὶ κατὰ τὸν χρόνον, οὕτω μέντοι, ὥστε ἐξ ἀνάγκης ἔχειν τὴν ἐνέργειαν ἑπομένην, ὥσπερ ἐπὶ τῆς κατὰ κύκλον αὐτῶν κινήσεως ἔχει· πρότερον μὲν γὰρ ὢν δυνάμει ἐν κριῷ, εἰ τύχοι, ὁ ἥλιος ὕστερον ἐν αὐτῷ γίνεται κατ’ ἐνέργειαν, ἀλλ’ οὐχ οἷόν τε μὴ γενέσθαι διὰ τὸ συνεχὲς καὶ ἄπαυστον τῆς κατὰ κύκλον κινήσεως. ἐπ’ ἐνίων μέντοι καὶ διακρίνεται κατὰ τὸν χρόνον ἡ δύναμις τῆς ἐνεργείας καὶ οὐ πάντως ἔχει αὐτὴν ἑπομένην, ὥσπερ ἐπὶ τῶν ἐν γενέσει· οὐ γὰρ ἐπειδὴ τὸ ἔμβρυον δυνάμει ἄνθρωπος, ἤδη ἀνάγκη αὐτὸ καὶ τελεσφορηθὲν γενέσθαι κατ’ ἐνέργειαν ἄνθρωπον· δηλοῦσι δὲ τὰ ἀμβλισκανόμενα τῶν ἐμβρύων. ἐσχάτην δὲ ἔχουσιν ἐν τοῖς οὖσι τάξιν τὰ κατὰ μόνην ὑφεστηκότα τὴν δύναμιν καὶ μηδέποτε ἀχθῆναι εἰς ἐνέργειαν δυνάμενα, ὡς ἡ ἐπ’ ἄπειρον τομὴ τῶν συνεχῶν καὶ ἡ τοῦ ἀριθμοῦ αὔξησις· ἐνεργείᾳ μὲν γὰρ οὐδέποτε γένοιτο ἄν τι αὐτῶν ἄπειρον, οὐ μέντοι ἐπιλείψει ἐν αὐτοῖς ἡ πρόοδος ἢ τῆς διαιρέσεως ἢ τῆς αὐξήσεως, καὶ τὴν ἐπιτηδειότητα πρὸς τοῦτο ἔχουσι μόνον. ὅρα οὖν τῶν ὄντων τὴν εὔτακτον ὑπόβασιν· τὰ μέν εἰσιν αὐτοενέργειαι μεταβολῆς πάσης καὶ τῆς κατὰ ταύτην κινήσεως ἐξῃρημένα, τὰ δὲ ἀεικίνητα ὄντα κατὰ μὲν τὸ εἶναι ἀεὶ συμπεπλεγμένην ἔχουσι τῇ δυνάμει τὴν ἐνέργειαν κατὰ δὲ τὴν μετάβασιν τῷ μὲν χρόνῳ διακρινομένην ἀπ’ αὐτῆς ἐξ ἀνάγκης μέντοι αὐτῇ ἑπομένην, τὰ δὲ καὶ τὸ εἶναι καὶ τὸ κινεῖσθαι κατά τινα χρόνον ἔχοντα τὴν πρὸς ἑκάτερον δύναμιν ἔχει τῷ τε χρόνῳ προηγουμένην, ὡς εἴρηται, τῆς ἐνεργείας καὶ οὐ πάντως αὐτῆς τυγχάνουσαν, τὰ δὲ τὸ λειπόμενον κατὰ μόνην ὑφεστηκότα τὴν δύναμιν εἰς ἐνέργειαν ἄγεσθαι οὐ πεφύκασιν. |
| 251 | Πότερον δὲ ἐναντία ἐστὶν ἡ κατάφασις τῇ ἀποφάσει ἢ ἡ κατάφασις τῇ καταφάσε ι , καὶ ὁ λόγος τῷ λόγῳ ὁ λέγων ὅτι πᾶς ἄνθρωπος δίκαιος τῷ οὐδεὶς ἄνθρωπος δίκαιος ἢ τὸ πᾶς ἄνθρωπος δίκαιος τῷ πᾶς ἄνθρωπος ἄδικο ς , οἷον ἔστι Καλλίας δίκαιος—οὐκ ἔστι Καλλίας δίκαιος—Καλλίας ἄδικός ἐστ ι · ποτέρα δὴ ἐναντία τούτω ν ; εἰ γὰρ τὰ μὲν ἐν τῇ φωνῇ ἀκολουθεῖ τοῖς ἐν τῇ διανοί ᾳ , ἐκεῖ δὲ ἐναντία δόξα ἡ τοῦ ἐναντίο υ , οἷον ὅτι πᾶς ἄνθρωπος δίκαιος τῇ πᾶς ἄνθρωπος ἄδικο ς , καὶ ἐπὶ τῶν ἐν τῇ φωνῇ καταφάσεων ἀνάγκη ὁμοίως ἔχει ν . εἰ δὲ μὴ ἐκεῖ ἡ τοῦ ἐναντίου δόξα ἐναντία ἐστί ν , οὐδὲ ἡ κατάφασις τῇ καταφάσει ἔσται ἐναντί α , ἀλ λ ’ ἡ εἰρημένη ἀπόφασι ς . ὥστε σκεπτέον ποία δόξα ἀληθὴς ψευδεῖ δόξῃ ἐναντί α , πότερον ἡ τῆς ἀποφάσεως ἢ ἡ τὸ ἐναντίον εἶναι δοξάζουσ α . λέγω δὲ ὧδ ε . ἔστι τις δόξα ἀληθὴς τοῦ ἀγαθοῦ ὅτι ἀγαθό ν , ἄλλη δὲ ὅτι οὐκ ἀγαθὸν ψευδή ς , ἑτέρα δὲ ὅτι κακό ν · ποτέρα δὴ τούτων ἐναντία τῇ ἀληθε ῖ ; καὶ εἰ ἔστι μί α , κα θ ’ ὁποτέραν ἡ ἐναντί α ; Συμπεπλήρωται μὲν ἡ διδασκαλία τῶν ἐξ ἀρχῆς ἡμῖν ἀπηριθμημένων τεττάρων τοῦ βιβλίου κεφαλαίων καὶ τὸ Περὶ ἑρμηνείας, ὡς ἐμοὶ φαίνεται, τὸ προσῆκον ἀπείληφε πέρας· τὰ γὰρ ἐφεξῆς ὑποπτεύω ἤτοι μὴ εἶναι γνήσια τοῦ Ἀριστοτέλους, ἀλλὰ προστεθεῖσθαι ὑπό τινος τῶν μετ’ αὐτόν, ἀποβλέπων πρὸς τὸ πανταχοῦ τῶν ἑαυτοῦ συγγραμμάτων φαίνεσθαι τὸν φιλόσοφον τὰ ἐναντία δοξάζοντα τοῖς διὰ τούτων λεγομένοις, ἢ γεγράφθαι μὲν ὑπ’ αὐτοῦ, γυμνάσαι δὲ μόνον βουληθέντος τοὺς ἐντυγχάνοντας πρὸς τὴν ἐπίκρισιν τῶν πιθανῶς μὲν οὐ μέντοι ἀληθῶς λεγομένων λόγων, καὶ παραπλήσια ποιοῦντος τῷ παραδιδόντι τοὺς ἀναιρεῖν δοκοῦντας τὴν κίνησιν δυσελέγκτους λόγους, ὅπερ ἴσμεν ὅτι καὶ περὶ τῶν πρός τι διαλεγόμενος ἐν Κατηγορίαις πεποίηκε, δι’ ὧν ἐπεχείρει κατασκευάζειν ὡς οὐ πάντως ἅμα τῇ φύσει τὰ πρός τι, ἀλλὰ προηγεῖται τῆς μὲν αἰσθήσεως τὸ αἰσθητὸν τῆς δὲ ἐπιστήμης τὸ ἐπιστητόν, καὶ ταῦτα διὰ βραχέων ἐν τῷ δευτέρῳ τῆς Φυσικῆς ἀκροάσεως σαφῶς τε ἅμα καὶ ἀκριβῶς τὸ περὶ τοῦ συνυπάρχειν τὰ πρός τι θεώρημα διαρθρώσας καὶ τῆς λύσεως τῶν εἰρημένων ἐν Κατηγορίαις παρασχὼν ἡμῖν τὰς ἀφορμάς. |
| 252 | διὸ καὶ τὸν φιλόσοφον Πορφύριον ὑπολαμβάνω παραιτήσασθαι τὴν ἐξήγησιν τοῦδε τοῦ θεωρήματος. εἰ δὲ δεῖ καὶ ἡμᾶς εἴξαντας τῇ συνηθείᾳ καὶ ταῦτα ὡς ἐσπουδασμένα τῷ Ἀριστοτέλει φροντίδος τινὸς ἀξιῶσαι, ῥητέον ὅτι προτίθεται διὰ τούτων ἐπισκέψασθαί τι θεώρημα προσῆκον τῇ προθέσει τῆς προκειμένης πραγματείας· οὔσης γὰρ καταφάσεώς τινος ἀληθοῦς, οἷον τῆς ‘Σωκράτης δίκαιός ἐστι‘, καὶ ταύτῃ δύο ψευδῶν προτάσεων μαχομένων, τῆς τε ἀποφάσεως αὐτῆς τῆς ‘Σωκράτης δίκαιος οὐκ ἔστι‘ καὶ τῆς κατὰ τοῦ αὐτοῦ ὑποκειμένου τὸ ἐναντίον τῷ ἐξ ἀρχῆς κατηγορηθέντι καταφασκούσης, οἷον τῆς λεγούσης ‘Σωκράτης ἄδικός ἐστι‘, ἐπιζητεῖ ποτέραν τῶν ψευδῶν μᾶλλον μάχεσθαι ῥητέον τῇ ἀληθεῖ, πότερον τὴν ἀπόφασιν ἢ τὴν τοῦ ἐναντίου κατάφασιν, καὶ ἀποφαίνεται σφοδροτέραν εἶναι τὴν μάχην τῆς ἀποφάσεως πρὸς τὴν κατάφασιν ἤπερ τῆς τοῦ ἐναντίου καταφάσεως, καὶ εἰ ψευδὴς μὲν ἡ ἐξ ἀρχῆς κατάφασις εἴη, αἱ δὲ μαχόμεναι πρὸς ταύτην ἀληθεύοιεν, ὡσαύτως. διὸ καὶ αὐτὸς ἀμφότερα ἐν τῷ προβλήματι τέθεικεν ὡς οὐδὲν διαφέροντα, ποτὲ μὲν λέγων ποία δόξα ἀληθὴς ψευδεῖ δόξῃ ἐναντί α , ποτὲ δὲ ποτέρα δὴ τῶν ψευδῶν ἐναντία τῇ ἀληθε ῖ . τὸ αὐτὸ δὲ ἀποφαίνεται καὶ περὶ τῆς ἀντιθέσεως τῶν καθόλου προτάσεων, ἃς ἐναντίας προσηγορεύομεν. διὸ καὶ δοκεῖ ἀναγκαίως κινεῖν τὸ προκείμενον θεώρημα, διδάσκων ὅτι οὐ μάτην αὐτὰς ἠξιοῦμεν καλεῖν ἐναντίας. καὶ νῦν μὲν τῶν εἰρημένων μόνων ἀντιθέσεων πεποίηται μνείαν, πρὸς δὲ τῷ τέλει μνημονεύσει καὶ τῆς τῶν καθόλου πρὸς τὰς κατὰ μέρος ἀντιθέσεως, ὥστε εἶναι τὸ προκείμενον εἰς τὴν ἀπόδειξιν ὅτι ἡ τῆς ἀποφάσεως πρὸς τὴν κατάφασιν μάχη, τῆς τε ἐναντίας, ἐφ’ ὧν δυνατὸν ἐναντίαν εἶναι τῇ καταφάσει ἀπόφασιν, καὶ ἐπὶ πάντων τῆς ἀντιφασκούσης πρὸς αὐτήν, μείζονα ἔχει διάστασιν τῆς πρὸς ἀλλήλας τῶν ἐναντίων καταφάσεων διαφορᾶς. |
| 253 | ὅτι δὲ εἰκότως οὔτε τὰς ἀπροσδιορίστους ἐν τούτοις οὔτε τὰς ὑπεναντίας παρέλαβε, διὰ τῶν ἑξῆς κατὰ καιρὸν ἐπιδείξομεν. Αὐτὸς μὲν οὖν οὕτω ταῦτα διατάττεται περὶ τούτων, ἀποβλέπων ἴσως πρὸς τὸ ἀπόφασιν μὲν ἐπὶ πάντων ἁπλῶς ὄντων τε καὶ μὴ ὄντων δύνασθαι ἡμᾶς λαμβάνειν καὶ ἀντιτιθέναι πρὸς τὴν κατάφασιν, μηκέτι μέντοι ἐπὶ πάντων εἶναι τοῦ ἐναντίου κατάφασιν (ὅταν γὰρ τὸ ἐξ ἀρχῆς κατηγορηθὲν μηδὲν ἔχῃ ἐναντίον ἤτοι οὐσία ὂν ἢ ποσὸν ἢ ἀπὸ τῶν ἄλλων κατηγοριῶν τῶν μὴ ἐπιδεχομένων ἐναντίωσιν, ἢ καὶ μέσον ᾖ ἐναντίων τινῶν, τότε δῆλον ὅτι ἀδύνατον τοῦ ἐναντίου κατάφασιν εὑρεῖν), βουλόμενος δὲ καὶ ἄλλως τῇ ἀναγκαίᾳ φανείσῃ πρὸς τὴν θεωρίαν τῶν προτάσεων ἀντιθέσει, τῇ ἀντιφατικῇ λέγω, τὰ πρεσβεῖα παρὰ τὰς ἄλλας πάσας νέμειν. ὁ μέντοι μέγας Συριανὸς ἄριστα καὶ θεωρητικώτατα ταύτῃ τῇ ζητήσει διῄτησε, τά τε πράγματα ὅπως ἔχει φύσεως καὶ τῆς πρὸς ἄλληλα διαστάσεως μάλα ἐναργῶς ἐπιδεικνὺς καὶ τὰς κοινὰς ἡμῶν καὶ αὐτοφυεῖς ἐννοίας συμφώνους τοῖς λεγομένοις ἀποφαίνων καὶ τῶν ἐπιχειρημάτων ἕκαστον αὐτὸ καθ’ αὑτὸ βασανίζων καὶ διηρθρωμένως διδάσκων τί τε ὀρθῶς καὶ τί πιθανῶς μὲν οὐ μέντοι ἀκριβῶς ἐν αὐτοῖς παραδίδοται, καὶ ἐπὶ πᾶσι τόν τε θειότατον Πλάτωνα μάρτυρα παραφέρων ἐν τῷ Σοφιστῇ ἀποφαινόμενον τὴν ἀπόφασιν ἕτερον μέν τι τῆς καταφάσεως σημαίνειν, οὐ μὴν ἐναντίον πρὸς αὐτήν, διότι ἓν μὲν ἑνὶ ἐναντίον (οὐ γὰρ ἄδικος ἡ φύσις, ὥστε πλείονα ἑνὶ ποιῆσαι πολέμια), ἡ δὲ τοῦ μεγάλου ἀπόφασις, ὅπερ ἐν Σοφιστῇ λέγεται, καθ’ ἣν τὸ οὐ μέγα λέγομεν, οὐδὲν μᾶλλον τὸ σμικρὸν ἢ τὸ ἴσον δηλοῖ (διὸ καὶ ἐν τῷ ἕκτῳ τῆς Πολιτείας πλείονος ἐπιμελείας δεῖσθαι λέγων τὰς ἐρρωμενεστέρας φύσεις πρὸς τὸ μὴ διαφθαρῆναι τῶν σμικροτέρων καὶ ἀποδιδοὺς τούτου τὴν αἰτίαν “ἀγαθῷ γάρ, φησί, κακὸν ἐναντιώτερον ἢ τῷ μὴ ἀγαθῷ”, τοῦτ’ ἔστι τῷ λοιπῷ τῶν ὑπὸ τῆς ἀποφάσεως τοῦ κακοῦ σημαινομένων, εἰ καὶ παρεῖται τοῦτο ὡς ἐναργὲς καὶ εἴληπται τὸ μὴ ἀγαθὸν ἀντὶ τοῦ μήτε κακοῦ μήτε ἀγαθοῦ), καὶ αὐτοῦ μέντοι τοῦ Ἀριστοτέλους τῇ τελειοτέρᾳ παραδόσει τῇ ἐν τῷ δεκάτῳ τῆς Θεολογικῆς πραγματείας πείθεσθαι ἡμᾶς ἀξιῶν πλείστην εἶναι διάστασιν τοῦ ἐναντίου πρὸς τὸ ἐναντίον ἀλλ’ οὐ τῆς ἀποφάσεως πρὸς τῆς κατάφασιν ἀποφαινομένου, δι’ ὧν φησιν “ἐπεὶ δὲ διαφέρειν ἐνδέχεται ἀλλήλων τὰ διαφέροντα πλεῖον καὶ ἔλαττον, ἔστι τις καὶ μεγίστη διαφορά, καὶ ταύτην λέγω ἐναντίωσιν” καὶ ὅσα ἑξῆς τούτοις ἐπιφέρει, κατασκευάζων, οὐ καθάπερ ἐνταῦθα λογικώτερον ὑπὲρ τοῦ γυμνάσαι τὴν ἡμετέραν, ὡς εἴρηται, διάνοιαν, ἀλλ’ ἀπ’ αὐτῶν ὄντως τῶν πραγμάτων, ὅτι ἡ τῶν ἐναντίων διαφορὰ μεγίστη τῶν ἄλλων καὶ διὰ τοῦτο τελεία καὶ οὐδὲν ἔχουσα ἐξωτέρω αὐτῆς δυνάμενον πεσεῖν. |
| 254 | οὕτω δὲ καὶ ἐν Κατηγορίαις τὸ οὐ δίκαιον καὶ τὸ οὐκ ἄδικον μέσον ἔφατο εἶναι τοῦ δικαίου καὶ τοῦ ἀδίκου, ἐναντίων ὄντων καὶ τὴν πλείστην ἀλλήλων διάστασιν ἀφεστηκότων, ὃ καὶ τοῖς ἄλλοις πᾶσιν ἐναντίοις ὑπάρχειν ἔφη κατὰ τὸν ἀποδεδομένον αὐτῶν ὁρισμὸν ἐν τῷ συγγράμματι τῶν Κατηγοριῶν, καὶ ἐν ταῖς Φυσικαῖς μέντοι πάσαις πραγματείαις γίνεσθαι ἀποφαίνεται τὰ ἐναντία ἐκ τῶν ἐναντίων, ἅτε πλεῖστον ἀπ’ αὐτῶν διεστηκότων καὶ ὄντων ὡρισμένων, καὶ εἴ ποτε γίνοιντο ἐκ τῶν μεταξὺ κειμένων καὶ ἁπλῶς μὲν ὑπὸ τῆς τοῦ γινομένου ἀποφάσεως πῇ δὲ ὑπὸ τῆς τοῦ ἐναντίου πρὸς αὐτὸ καταφάσεως δηλουμένων, οἷον τὸ λευκὸν ἐκ τοῦ φαιοῦ, ἁπλῶς μὲν ὄντος οὐ λευκοῦ πῇ δὲ μέλανος, γίνεσθαί φησιν αὐτὰ ἐξ ἐκείνων, οὐ καθὸ ἐκεῖνα σημαίνεται ἁπλῶς ὑπὸ τῆς ἀποφάσεως τοῦ γινομένου, ἀλλὰ καθὸ πῇ τοῦ ἐναντίου μετέχουσιν, ὡς ἂν τῆς ἀποφάσεως οὐ περιεχούσης καθ’ αὑτὴν τὴν παντελῆ πρὸς τὴν κατάφασιν διαφοράν. καὶ αὐτόθεν μέντοι συμφώνως τοῖς ἐν τῷ Σοφιστῇ παρὰ Πλάτωνος εἰρημένοις ἀποφαίνεται μὴ εἶναι τῷ ὄντι τὸ μὴ ὂν ἐναντίον περὶ τῶν ἐναντίων κινήσεων καὶ μεταβολῶν ἐν τῷ πέμπτῳ τῆς Φυσικῆς ἀκροάσεως διοριζόμενος. συνᾴδει δὲ τούτοις καὶ τὸ προοίμιον τῆς Τοπικῆς πραγματείας ὑπεναντία προσαγορεῦον τὰ ἀντιφατικῶς ἀλλήλοις ἀντικείμενα, ὡς οὐ τελείαν τὴν πρὸς ἄλληλα ἐναντίωσιν ἔχοντα. ἦν μὲν οὖν αὔταρκες τοῖς ἐφιστάνειν δυναμένοις πρὸς τὴν ἐπίκρισιν τῆς περὶ τούτων ἀληθείας τὸ ἐντυγχάνειν τοῖς εἰς ταῦτα παρὰ τοῦ θεσπεσίου ἐκείνου ἀνδρὸς γεγραμμένοις, ἀλλ’ ἐπεὶ μόνην τὴν περὶ τούτων ἐπίσκεψιν προθέμενος γράφειν οὐ καταγίνεται περὶ τὴν τῆς λέξεως αὐτῆς σαφήνειαν, ὥστε ἀποπλῆσαι καὶ τὸν πολὺν ἀκροατήν, πειρασόμεθα μὲν ἡμεῖς καὶ τούτου τοῦ θεωρήματος κατὰ τὸν αὐτὸν τοῖς προλαβοῦσι τύπον ποιήσασθαι τὴν ἐξήγησιν, ἐν μέντοι ταῖς ἐπιστάσεσιν οὐδὲν ἔχοντες πλέον ἐπινοεῖν τῶν παρ’ ἐκείνου τεθεωρημένων οὐ παραιτησόμεθα καὶ ἐπ’ αὐτῶν ἐνίοτε τῶν λέξεων τὰ τοῦ ἀνδρὸς ἐκείνου γράφειν. Πρῶτον μὲν οὖν αὐτὸ καθ’ αὑτὸ τὸ πρόβλημα ἐπισκεπτόμενοι φήσομεν ὅτι εἰ καὶ ὑπάρχει τις ἐν τῷ οὐ λευκῷ πρὸς τὸ λευκὸν ἐναντίωσις, περιέχει ταύτην πάντως τὸ μέλαν, οὐ κατὰ συμβεβηκὸς ὥσπερ τὸ πικρὸν ἢ τὸ θερμόν, ἀλλὰ κατ’ αὐτὴν τῆς ἀντιθέσεως τὴν φύσιν· τὸ μὲν γὰρ πικρὸν οὐδὲν μᾶλλον τὸ οὐ λευκὸν ἢ τὸ οὐ θερμὸν ἢ ἄλλου ὁτουοῦν τῶν μὴ συγγενῶν αὐτῷ τὴν ἀναίρεσιν σημαίνει, τὸ δὲ μέλαν καθ’ αὑτὸ καὶ προηγουμένως μόνῳ τῷ λευκῷ πολεμοῦν ὡρισμένως δηλονότι καὶ καθ’ αὑτὸ μόνου τοῦ λευκοῦ τὴν ἀναίρεσιν ἂν σημαίνοι. |
| 255 | τὴν μέντοι τοῦ μέλανος πρὸς τὸ λευκὸν ἐναντίωσιν οὐκέτι πάντως περιέχει τὸ οὐ λευκόν· ἀρχὴ γὰρ τῆς πρὸς τὸ λευκὸν διαφορᾶς τὸ οὐ λευκόν, ὡς ἐν τῷ δεκάτῳ τῆς Μετὰ τὰ φυσικὰ λέλεκται, προκόπτουσα δὲ αὕτη καὶ ἐπὶ πᾶν ἐρχομένη καὶ εἰς τὸ πέρας καταντῶσα μέλαν γίνεται. καὶ ἡ μὲν ἀφαιρεῖ μόνον τὸ ὄν, ἡ δὲ πρὸς τούτῳ τίθησι καὶ τὸ ἐναντίον· εἰ γὰρ καὶ ἐπὶ τῶν ἁπλῶν φωνῶν λέγοι τις ἐναντίον εἶναι τῷ λευκῷ τὸ οὐ λευκόν, πρῶτον μὲν εἰς ταὐτὸν ἄξει στέρησιν καὶ ἐναντίωσιν, εἶτα οὐκέτι ἓν ἑνὶ ἐναντίον ἐρεῖ (τὸ γὰρ οὐ λευκὸν καὶ φαιόν ἐστι καὶ ὠχρὸν καὶ ξανθὸν καὶ μέλαν), ἔπειτα ὡρισμένῳ ἀόριστον ἔσται καὶ ἄπειρον ἀντικείμενον· κατὰ παντὸς γὰρ ἢ τὸ λευκὸν ἢ τὸ οὐ λευκόν, ὥστε καὶ οὐσίαι ἐναντίαι ἔσονται τῷ λευκῷ καὶ ποσότητες καὶ τὰ ἄλλα γένη. ἀλλὰ δεῖ τὰ κυρίως ἐναντία λεγόμενα ἢ εἴδη ἄμφω εἶναι καὶ δύναμιν ἔχειν καὶ ἐνέργειαν ἑκάτερον καὶ ἰσοσθενεῖν ἀλλήλοις, ἵνα μάχεσθαί τε ἀλλήλοις δύνωνται καὶ μὴ φθείρηται θάτερον εἶδος ὑπὸ θατέρου καὶ παραθραύῃ τὴν τελειότητα τοῦ παντός, ὡς ἐπὶ λευκοῦ καὶ μέλανος ἔχει καὶ θερμοῦ καὶ ψυχροῦ καὶ πάντων τῶν παραπλησίων, ἢ τὸ ἕτερον ἐσχάτην ἀπόπτωσιν εἶναι τοῦ ἑτέρου καὶ σημαίνεσθαι ὑπὸ ὡρισμένου ὀνόματος, εἴτε στερητικῶς λεγομένου, καθάπερ ἐπὶ ἀδικίας καὶ ἀνοίας, εἴτε καὶ μή, καθάπερ ἐπὶ δειλίας, καὶ πεφυκέναι εἰς ἐκεῖνο ἀνακάμπτειν, ὡς ἐπὶ σωφροσύνης ἔχει καὶ ἀκολασίας ἀρετῆς τε πάσης καὶ κακίας καὶ ὅλως ἀγαθοῦ καὶ κακοῦ· τὸ γὰρ κακὸν εἶδος μὲν καὶ ὅρος οὐκ ἔστιν, ὥσπερ τὸ ἀγαθόν, λέγεται μέντοι καὶ αὐτὸ ὡς ἐσχάτη ὂν ἀπὸ τοῦ ἀγαθοῦ ἔκπτωσις καὶ σημαινόμενον ὀνόματι ὡρισμένῳ ἐναντίον τότε, ὅταν πεφύκῃ εἰς τὸ εἶδος καὶ τὸ ἀγαθὸν ἀνακάμπτειν. ἐὰν δὲ τοῦ αὐτοῦ εἴδους τήν τε παρουσίαν τὴν ἐν τῷ ὑποκειμένῳ καὶ τὴν ἀπουσίαν ἁπλῶς ἐπισκοπῶμεν, ἄλλην τινὰ ποιοῦμεν ἀντίθεσιν καὶ οὐχὶ τὴν τῶν ἐναντίων· ἐὰν μὲν γὰρ ἡ ἀπουσία καὶ αὐτῆς τῆς πρὸς τὴν εἰς αὖθις παρουσίαν τοῦ εἴδους δυνάμεως στέρησιν ἔχῃ, γίνεται στέρησις ἡ ἐν Κατηγορίαις παραδεδομένη, εἰ δὲ τῆς ἐνεργείας μόνης ἀπουσία εἴη, γίνεται στέρησις ἡ πεφυκυῖα εἰς τὸ εἶδος ἀνακάμπτειν, ἣν διὰ τοῦτο καίτοι ὑπὸ ἀορίστου δηλουμένην ὀνόματος ἐναντίαν τῷ εἴδει ἐν τῇ Φυσικῇ ἀκροάσει προσαγορεύειν ἠξίωσε. |
| 256 | Ταῦτα μὲν οὖν παρεξέβημεν, τὰς διαφόρους παρὰ τοῖς παλαιοῖς ἐννοίας τῶν τε ἐναντίων καὶ τῶν κατὰ στέρησιν καὶ ἕξιν ἀντικειμένων καὶ τὰ περὶ τῆς ἀντιθέσεως τοῦ κακοῦ πρὸς τὸ ἀγαθόν, πολλοῖς εἰωθότα πράγματα παρέχειν, διαρθρῶσαι βουληθέντες. εἰ δὲ ἐπὶ τῶν ἁπλῶν φωνῶν οὕτως ἔχει, δῆλον ὅτι καὶ ἐν τοῖς ἀποφαντικοῖς λόγοις ἡ τὸ ἐναντίον καταφάσκουσα τῇ τὸ ἐναντίον καταφασκούσῃ μάλιστα μάχεται· ἡ γὰρ κοινωνία ταῖς προτάσεσι καὶ ἡ διαφορὰ κατὰ τὴν δύναμιν θεωρεῖται τῶν συμπληρουσῶν αὐτὰς ἁπλῶν φωνῶν. ὅτι δὲ οὐ μόνον δοξάζομεν οὕτως, ἀλλὰ καὶ διασῴζομεν τὸν ἀνθρώπινον βίον κατὰ τὰς αὐτοφυεῖς καὶ ἀδιδάκτους ἐννοίας, δῆλον ἐντεῦθεν· τὸ ἀγαθὸν παντὶ ἐφετόν, τὸ δὲ κακὸν παντὶ φευκτόν· τίς ἂν οὖν εἰ μὴ ἐξείη γείτονι χρήσασθαι ἀγαθῷ, δυοῖν εἰς αἵρεσιν αὐτῷ προκειμένων, ἢ οὐκ ἀγαθῷ χρήσασθαι ἢ ὁμολογουμένως πονηρῷ, ἕλοιτο ἂν πρὸ τοῦ μὴ ὠφελοῦντος τὸν βλάπτειν ἐπιχειροῦντα; κἂν γὰρ ὁ αὐτὸς οὐκ ἀγαθὸς ἅμα ᾖ καὶ κακός, φευκτὸς ἔσται μᾶλλον, οὐ καθὸ ἀνωφελὴς ἀλλὰ καθὸ πρὸς τούτῳ καὶ βλαβερός. ὁ αὐτὸς δὲ λόγος καὶ ἐπὶ δικαίου καὶ ἀδίκου καὶ πάντων τῶν παραπλησίων. Τῆς τοίνυν φύσεως τῶν πραγμάτων καὶ τῆς δυνάμεως τῶν ἀποφαντικῶν λόγων, περὶ ὧν ἡ σκέψις, δήλης ἐκ τούτων γενομένης, ἑξῆς ἐπισκεψώμεθα τὰ διὰ τῆς προκειμένης ἐπιχειρήσεως περὶ τούτων λεγόμενα. ποιεῖται μὲν οὖν ὁ τῶν λόγων τούτων πατὴρ ὢν τὴν ζήτησιν ἐπὶ τῶν κατὰ τὸν προφορικὸν λόγον προτάσεων, δύο λαμβάνων καταφάσεις, τὴν μὲν καθόλου ὡς καθόλου τὴν δὲ καθ’ ἕκαστα, καὶ τῇ μὲν καθ’ ἕκαστα τήν τε ὄντως οὖσαν ἀπόφασιν αὐτῆς ἀντιτιθεὶς καὶ τὴν τοῦ ἐναντίου κατάφασιν, τῇ δὲ καθόλου ὡς μὲν ἀπόφασιν ἀντιτιθεὶς οὐ τὴν ἀντιφάσκουσαν πρὸς αὐτὴν ἀλλὰ τὴν ὡς ἐναντίαν αὐτῇ μαχομένην, ὅπερ ἐστὶ τὴν καθόλου ἀπόφασιν, πρὸς ταύτῃ δέ γε καὶ τὴν καθόλου τοῦ ἐναντίου κατάφασιν. καὶ προτίθεται εὑρεῖν πότερον αἱ ἀποφάσεις εἰσὶν αἱ μᾶλλον μαχόμεναι ταῖς καταφάσεσιν ἢ αἱ τῶν ἐναντίων καταφάσεις, πάνυ προσεκτικῶς ἀνάγων τὴν ζήτησιν ἐπὶ τὴν οἰκείαν τῶν προκειμένων ἀρχήν, λέγω δὲ τοὺς ἐνδιαθέτους καλουμένους λόγους καὶ τὰς περὶ τῶν πραγμάτων ἐν τῇ ψυχῇ δόξας, ἀφ’ ὧν προφερόμεθα τοὺς ἔξω ῥέοντας λόγους, καὶ ἀξιῶν ὡς ἂν ἐπὶ τῶν δοξῶν ἔχουσαι ὀφθῶσιν αἱ εἰρημέναι τῶν προτάσεων ἀντιθέσεις, οὕτως καὶ ἐπὶ τῶν κατὰ τὴν φωνὴν ἀποφάνσεων ἔχειν. τοῦτο μὲν οὖν καὶ ὀρθῶς ἐπινενόηται παρ’ αὐτοῦ καὶ σαφῶς λέγεται. |
| 257 | εἰ δὲ τὰς καθόλου προτάσεις καὶ ἐναντίας λεγομένας καθ’ ὁμοιότητα τῶν κυρίως ἐναντίων τῷ ὀνόματι τούτῳ προσαγορεύομεν, ἅτε ποτὲ συμψευδομένας, δῆλον ὅτι τὴν μάχην αὐτῶν καὶ τὴν πρὸς ἀλλήλας ἐναντίωσιν ἀσθενεστέραν εἶναι ἡγητέον τῆς μάχης τῶν προηγουμένως καὶ κυριώτατα λεγομένων ἐναντίων· αὗται δ’ ἂν εἶεν αἱ τολμῶσαι κατὰ τοῦ αὐτοῦ τὰ ἐναντία καταφάσκειν. ἀλλὰ τοῦτο μὲν καὶ τὰς κατὰ μέρος ἐπιχειρήσεις βασανίζοντες ἀκριβέστερον ἐπισκεψόμεθα, καὶ ἔτι ὅπως ἡ τῆς ἀντιφάσεως ἀντίθεσις ἔχει πρὸς τὴν τῶν ἐναντίων καταφάσεων, ἅπερ ἐστὶ τὰ νῦν ἡμῖν εἰς θεωρίαν προκείμενα. Τῆς δὲ λέξεως τὸ μὲν εἰ γὰρ τὰ μὲν ἐν τῇ φωνῇ ἀντὶ τοῦ ‘εἰ δὴ‘ εἴρηται· οὐ γὰρ προειρημένου τινὸς αἰτίαν ἀποδίδωσιν, ἵνα καὶ χώραν ἔχῃ ὁ αἰτιολογικὸς σύνδεσμος, ἀλλὰ τὴν μέθοδον ὑφηγεῖται τὴν καθ’ ἣν κρινοῦμεν τὰς μάλιστα μαχομένας προτάσεις, ἀπὸ τῶν αἰτίων αὐτῶν ὁρμώμενοι. τὸ δὲ ἐπὶ τέλει τῆς ῥήσεως εἰρημένον, τὸ καὶ εἰ ἔστι μί α , κα θ ’ ὁποτέραν ἡ ἐναντί α , τοιαύτην ἔχει διάνοιαν· ἔστι δόξα περί τινος τῶν ἀγαθῶν, οἷον σωφροσύνης, αὐτὸ τοῦτο ἀποφαινομένη ὅτι ἐστὶν ἀγαθόν, ἄλλη δὲ ἡ λέγουσα ὅτι οὐκ ἔστιν ἀγαθόν, τρίτη δὲ ἡ λέγουσα ὅτι ἐστὶ κακόν· συμβαίνει οὖν, φησί, τήν τε ἀπόφασιν τὴν λέγουσαν ‘ἡ σωφροσύνη ἀγαθὸν οὐκ ἔστι‘ καὶ τὴν τοῦ ἐναντίου κατάφασιν τὴν λέγουσαν ‘ἡ σωφροσύνη κακόν ἐστι‘ ποτὲ μὲν διαφωνεῖν ποτὲ δὲ συντρέχειν ἀλλήλαις· ἐπεὶ γὰρ τῶν ἐναντίων τὰ μέν ἐστιν ἔμμεσα τὰ δὲ ἄμεσα, εἰ μὲν τῶν ἐμμέσων ἐναντίων εἴη τὰ κατηγορούμενα, οὐκ ἂν ἀκολουθήσαι τῇ ἀποφάσει ἡ τοῦ ἐναντίου κατάφασις (οὐ γὰρ τὸ οὐ λευκὸν ἤδη ἀνάγκη εἶναι μέλαν), εἰ δὲ τῶν ἀμέσων, ταὐτὸν σημαίνουσιν ἥ τε ἀπόφασις καὶ ἡ τοῦ ἐναντίου κατάφασις, ὅταν ἀποφαίνωνται περί τινος τῶν πεφυκότων δέχεσθαι τὴν ἐναντίωσιν· ὥσπερ γὰρ τὸ περιττὸν εὐθὺς οὐκ ἄρτιον, οὕτω τὸ οὐκ ἄρτιον ἀνάγκη εἶναι περιττόν. ἐφ’ ὧν οὖν συντρέχουσιν ἥ τε ἀπόφασις καὶ ἡ τοῦ ἐναντίου κατάφασις, οὐκέτι μὲν δυνατὸν ὡς ἐπὶ διαφόρων ζητεῖν ποτέρα αὐτῶν ἐστιν ἡ μᾶλλον μαχομένη πρὸς τὴν ἐξ ἀρχῆς κατάφασιν· εἰσὶ γὰρ ἄμφω τρόπον τινὰ μία, τὸ αὐτὸ δυνάμεναι. ἀξιοῖ δὲ ζητεῖν αὕτη ἡ μία κατὰ τὴν δύναμιν κατὰ τί μᾶλλον μάχεται τῇ ἐξ ἀρχῆς καταφάσει, πότερον καθὸ ἀποφάσκει τὸ ὑπάρχον ἢ καθὸ καταφάσκει τὸ μὴ ὑπάρχον· οἷον πρὸς τὴν λέγουσαν πρότασιν ‘ὁ τρία ἄρτιός ἐστι‘ μάχονται ἥ τε λέγουσα ‘ὁ τρία ἄρτιος οὐκ ἔστι‘ καὶ ἡ λέγουσα ‘ὁ τρία περιττός ἐστι‘, τὸ αὐτὸ σημαίνουσαι ἄμφω· ζητεῖ οὖν τὸ οὐκ ἄρτιον τοῦτο καὶ περιττὸν κατὰ τί μᾶλλον μάχεται πρὸς τὸ ἄρτιον, πότερον καθὸ οὐκ ἄρτιον ἢ καθὸ περιττόν. |
| 258 | Τὸ μὲν δὴ τούτῳ οἴεσθαι τὰς ἐναντίας δόξας ὡρίσθαι τῷ τῶν ἐναντίων εἶνα ι , ψεῦδο ς · τοῦ γὰρ ἀγαθοῦ ὅτι ἀγαθὸν καὶ τοῦ κακοῦ ὅτι κακό ν , ἡ αὐτὴ ἴσως καὶ ἀληθή ς , εἴτε πλείους εἴτε μία ἐστί ν · ἐναντία δὲ ταῦτ α . ἀλ λ ’ οὐ τῷ ἐναντίων εἶναι ἐναντί α , ἀλλὰ μᾶλλον τῷ ἐναντίω ς . Τὴν ἔννοιαν αὐτήν, ἀφ’ ἧς ὁρμῶνται οἱ λέγοντες ἐν ταῖς περὶ τῶν ἐναντίων δόξαις τὴν σφοδροτάτην θεωρεῖσθαι τῶν προτάσεων μάχην, βούλεται πρῶτον διαβαλεῖν ὁ ἀντιδικεῖν πρὸς τοῦτο πειρώμενος λόγος καί φησι μὴ εἶναι ὑγιὲς τῶν ἐναντίων δοξῶν κριτήριον τὸ περὶ ἐναντίων ἀποφαίνεσθαι πραγμάτων· τὴν γοῦν δοξάζουσαν ὅτι ἡ σωφροσύνη ἀγαθὸν καὶ τὴν ὅτι ἡ ἀκολασία κακὸν ἀποφαίνεσθαι μὲν περὶ ἐναντίων τῶν τε ὑποκειμένων καὶ τῶν κατηγορουμένων, οὐ μέντοι ἀλλήλαις ἐναντίας εἶναι, διότι αὗται μὲν ἅμα τυγχάνουσιν ἀληθεῖς, αἱ δὲ ἐναντίαι οὐδέποτε συναληθεύουσιν (ὅλως γὰρ τὰ ἐναντία συνυπάρχειν ἀδύνατον), ἀλλὰ μᾶλλον κρίνεσθαι δεῖν τὰς ἐναντίας δόξας κατὰ τὸ ἐναντίως περὶ τῶν αὐτῶν ἀποφαίνεσθαι πραγμάτων, ὥσπερ ἔχουσιν ἥ τε κατάφασις καὶ ἡ ἀπόφασις, ὡς διὰ τῶν ἑξῆς ἐπιχειρημάτων κατασκευάσαι πειράσεται. τὸ δὲ εἴτε πλείους εἴτε μία ἐστίν εἴρηται περὶ τῶν τὸ ἀγαθὸν ἀγαθὸν καὶ τὸ κακὸν κακὸν εἶναι λεγουσῶν, διότι πλείους μέν εἰσιν ὡς διαφόροις χρώμεναι τοῖς τε ὑποκειμένοις καὶ τοῖς κατηγορουμένοις, δόξαιεν δ’ ἂν καὶ μία εἶναι οὐ μόνον κατὰ τὸ συναληθεύειν ἀλλὰ καὶ ὡς ἀπὸ μιᾶς προαγόμεναι ζωῆς τε καὶ διαθέσεως. ῥητέον δὲ πρὸς ταῦτα ὅτι οἱ ἀξιοῦντες τὴν τῶν ἐναντίων καταφάσεων μάχην κρατεῖν τῆς ἀντιφατικῆς οὐ φήσουσι ταύτας ἁπλῶς ἐναντίας εἶναι δόξας, τὰς περὶ ἐναντίων ἁπλῶς πραγμάτων ἀποφαινομένας (οὐ γὰρ δὴ καὶ τὰς περὶ τῶν ἐναντίων τὰ ἐναντία φασκούσας), ἀλλὰ τὰς περὶ τοῦ αὐτοῦ τὰ ἐναντία δοξαζούσας· αὗται γὰρ αἱ τῷ ὄντι ἐναντίως δοξάζουσαι. Εἰ δὴ ἔστι μὲν τοῦ ἀγαθοῦ ὅτι ἐστὶν ἀγαθὸν δόξ α , ἄλλη δὲ ὅτι οὐκ ἀγαθό ν , ἔστι δὲ ἄλλο τι ὃ οὐχ ὑπάρχει οὐδὲ οἷόν τε ὑπάρξα ι , τῶν μὲν δὴ ἄλλων οὐδεμίαν θετέο ν , οὔτε ὅσαι ὑπάρχειν τὸ μὴ ὑπάρχον δοξάζουσιν οὔ θ ’ ὅσαι μὴ ὑπάρχειν τὸ ὑπάρχον ( ἄπειροι γὰρ ἀμφότερα ι , καὶ ὅσαι ὑπάρχειν δοξάζουσι τὸ μὴ ὑπάρχον καὶ ὅσαι μὴ ὑπάρχειν τὸ ὑπάρχο ν) , ἀλ λ ’ ἐν ὅσαις ἐστὶν ἡ ἀπάτ η . |
| 259 (1n) | αὗται δὲ ἐξ ὧν αἱ γενέσει ς . ἐκ τῶν ἀντικειμένων δὲ αἱ γενέσει ς , ὥστε καὶ αἱ ἀπάτα ι . Δεύτερον μὲν τοῦτο ἐπιχείρημα παραδίδοται πρὸς τὸ προκείμενον ἡμῖν πρόβλημα, παραβάλλον λοιπὸν τὴν ἀντίφασιν πρὸς τὴν τῶν ἐναντίων καταφάσεων ἀντίθεσιν. πρόεισι δὲ τοῦτον τὸν τρόπον. ἐπειδὴ βουλόμεθα εὑρεῖν ποία τῶν ψευδῶν δοξῶν ἐστιν ἡ μάλιστα ἐναντία τῇ ἀληθεῖ, χρώμενος ἐναργεῖ ἀξιώματι τῷ ἓν ἑνὶ ἐναντίον εἶναι συλλογίζεται ὅτι ἡ ἀπόφασίς ἐστιν ἡ μάλιστα πολεμία πρὸς τὴν κατάφασιν· ἐπεὶ γὰρ ἄπειροι, φησίν, εἰσὶν αἵ τε ψευδεῖς καταφάσεις αἱ μαχόμεναι πρὸς αὐτὴν καὶ αἱ ψευδεῖς ἀποφάσεις, αἱ μὲν λέγουσαι τὰ μὴ ὑπάρχοντα ὑπάρχειν αἱ δὲ τὰ ὑπάρχοντα μὴ ὑπάρχειν (οἷον πρὸς τὴν λέγουσαν ‘τὸ ἀγαθὸν ἀγαθόν‘ μάχονται καταφάσεις μὲν αἱ λέγουσαι ‘τὸ ἀγαθὸν φευκτόν‘ ‘τὸ ἀγαθὸν κακόν‘ ‘τὸ ἀγαθὸν βλαβερόν‘, ἀποφάσεις δὲ αἱ λέγουσαι ‘τὸ ἀγαθὸν οὐχ αἱρετόν‘ ‘τὸ ἀγαθὸν οὐκ ὠφέλιμον‘ ‘τὸ ἀγαθὸν οὐ ζηλωτόν‘, καὶ οὐδὲν μᾶλλον ἄλλην ἄλλης ψεύδεσθαι ἂν εἴποιμεν), τούτων μὲν οὐδεμίαν ἐναντίαν χρὴ λέγειν τῇ ‘τὸ ἀγαθὸν ἀγαθόν‘ λεγούσῃ· ἀόριστοι γὰρ ἀμφότεραι αὗται καὶ ἄπειροι, ἓν δὲ ἑνὶ ἐναντίον καὶ ὡρισμένον ὡρισμένῳ. τίνι οὖν κανόνι χρώμενοι τὴν μίαν ἐκείνην καὶ ὡρισμένως μαχομένην εὑρήσομεν; τῇ ἀρχῇ, φησί, καὶ οἷον ῥίζῃ τῆς ἀπάτης· μία γὰρ ὁμολογουμένως αὕτη καὶ ὡρισμένη· ἀπατώμεθα μὲν γὰρ τὸ ἀγαθὸν καὶ βλαβερὸν ἢ κακὸν καὶ οὐκ ὠφέλιμον ἢ οὐ ζηλωτὸν ὑπολαμβάνοντες, ἀλλὰ πάντων τούτων ἀρχὴ μία τὸ νομισθῆναι αὐτὸ μὴ ἀγαθόν. ταύτην δὲ τὴν τῆς ἀπάτης ἀρχήν, ἥτις ἐστί, παραστῆσαι ἡμῖν βουλόμενος ἔφατο εἶναι αὐτὴν ἐξ ἧς ἡ γένεσις, τὴν δὲ γένεσιν ἐκ τῶν ἀντικειμένων εἶναι, τοῦτ’ ἔστιν ἐκ τῶν οἰκείων τοῖς γινομένοις στερήσεων καὶ ἀποφάσεων· τό τε γὰρ λευκὸν ἐξ οὐ λευκοῦ γίνεται λευκὸν καὶ ὁ ἄνθρωπος ἐξ οὐκ ἀνθρώπου, καὶ ἐπὶ πάντων ἁπλῶς τῶν γινομένων ὡσαύτως. |
| 260 | ὥστε καὶ ἡ ἀπάτη, φησί, περὶ ταῦτα καὶ ἡ ὡρισμένη ἐναντίωσις, καὶ διὰ ταῦτα ἡ κυριωτάτη μάχη. Πρὸς ταῦτα οὖν ῥητέον ὅτι ἓν μὲν ἑνὶ χρὴ ὁμολογουμένως εἶναι πολέμιον, οὐ μέντοι προσήκει ὡς μίαν τῶν πολλῶν καὶ τὰ μὴ ὑπάρχοντα τῷ ἀγαθῷ ὑπάρχειν αὐτῷ ἀποφαινομένων τιθέναι τὴν λέγουσαν ‘τὸ ἀγαθὸν κακόν‘· ὥσπερ γὰρ ἐν ταῖς ἀπείροις ἀποφάσεσι ταῖς τὰ ὑπάρχοντα αὐτῷ μὴ ὑπάρχειν ἀποφαινομέναις μία ἦν ἡ ὡρισμένως αὐτῇ μαχομένη, ἡ λέγουσα ‘τὸ ἀγαθὸν μὴ ἀγαθόν‘, οὕτως ἐν ταῖς ἀπείροις καταφάσεσι ταῖς τὰ μὴ ὑπάρχοντα αὐτῷ λεγούσαις ὑπάρχειν μία ἐστὶν 〈ἡ〉 ὡρισμένην ἔχουσα τὴν πρὸς αὐτὴν μάχην, ἡ λέγουσα ‘τὸ ἀγαθὸν κακόν‘. καὶ ἀόριστα μὲν καὶ ἄπειρα τὰ ὑπὸ τῆς ἀποφάσεως δηλούμενα, διὸ ἐπὶ πάντων ὄντων τε καὶ μὴ ὄντων διαιρεῖ μετὰ τῆς καταφάσεως τὸ ἀληθὲς καὶ τὸ ψεῦδος, ἓν δὲ καὶ τῷ ὄντι ὡρισμένον ἡ κατάφασις σημαίνει. ταῦτά τε οὖν οὕτως ῥητέον καὶ ὅτι ἀρχὴ μὲν ὄντως τῆς ἀπάτης ἡ περὶ τὴν ἀντίφασιν πλάνη. τοῦτο δὲ αὐτὸ τεκμήριόν ἐστι τοῦ μὴ εἶναι τὴν πλείστην διάστασιν ἐν τοῖς κατὰ ἀντίφασιν ἀντικειμένοις· οὐ γὰρ ἂν συνέβαινεν ἀπατᾶσθαι περὶ αὐτά· δῆλον γὰρ ὡς ἀπατώμεθα μᾶλλον περὶ τὰ ὅμοια καὶ σύνεγγυς ἀλλήλων ὄντα κατὰ φύσιν ἤπερ περὶ τὰ πολὺ διεστῶτα, οἷον τὴν φάτταν περιστερὰν μᾶλλον ὑπολάβοι ἄν τις ἢ κόρακα καὶ τὸν λύκον κύνα ἢ λέοντα. διὸ καὶ ὁ ἐν τῷ Φαίδρῳ Σωκράτης τοὺς ῥήτοράς φησιν ἐπιχειρεῖν παρακρούεσθαι τοὺς δικαστὰς διὰ τῶν ὁμοίων ποιουμένους τῆς ἀπάτης τὴν ἐπιχείρησιν ἀλλ’ οὐ τῶν πολὺ διεστώτων· κατηγοροῦντες μὲν γὰρ ἐπὶ τὰς παρακειμένας κακίας ἄγουσιν οἱ τεχνικώτεροι τῶν κατηγορουμένων τὰς ἀρετάς, τὸν ἀσφαλῆ δειλὸν ἀλλ’ οὐ θρασὺν προσαγορεύοντες καὶ τὸν οἰκονομικὸν φιλάργυρον ἀλλ’ οὐκ ἄσωτον, ἀπολογούμενοι δὲ τὰς κακίας ἐπὶ τὰς παρακειμένας ἄγουσιν ἀρετάς, τὸν ἄσωτον ἐλευθέριον καὶ τὸν θρασὺν ἀνδρεῖον ἐπονομάζοντες. καὶ ἐπὶ τούτοις ὅτι ὀρθῶς μὲν εἴρηται τὸ ἁπλῶς πάσας τὰς γενέσεις ἐκ τῶν στερήσεων, ἃς αἱ ἀποφάσεις δηλοῦσι, γίνεσθαι· ὅταν μέντοι τὸ γινόμενον ἐναντίον ἔχῃ, τότε, ὡς ἐν ταῖς Φυσικαῖς πραγματείαις ἐδιδάχθημεν, προηγουμένως μὲν ἐκ τοῦ ἐναντίου γίνεται τὸ γινόμενον, ἐκ δὲ τῆς ἀποφάσεως οὐ προηγουμένως ἀλλὰ καθὸ ἡ ἀπόφασις τό τε ἐναντίον καὶ τὰ ἀνὰ μέσον σημαίνει. τὰ δὲ ἀνὰ μέσον ἐκ τῶν ἐναντίων· τὸ γὰρ λευκὸν ἐξ οὐ λευκοῦ μὲν ἀλλ’ οὐ τοῦ τυχόντος, ἀλλ’ ἢ τοῦ μέλανος ἢ τῶν ἀνὰ μέσον· ἐκ δὲ τῶν ἀνὰ μέσον, διότι ἕκαστον αὐτῶν μετέχει πῃ τοῦ μέλανος. |
| 261 | Εἰ οὖν τὸ ἀγαθὸν καὶ ἀγαθὸν καὶ οὐ κακόν ἐστ ι , καὶ τὸ μὲν κα θ ’ αὑτὸ τὸ δὲ κατὰ συμβεβηκός ( συμβέβηκε γὰρ αὐτῷ οὐ κακῷ εἶνα ι) , μᾶλλον δὲ ἑκάστου ἀληθὴς ἡ κα θ ’ αὑτὸ καὶ ψευδή ς , εἴπερ καὶ ἀληθή ς , ἡ μὲν οὖν ὅτι οὐκ ἀγαθὸν τὸ ἀγαθὸν τοῦ κα θ ’ αὑτὸ ὑπάρχοντος ψευδή ς , ἡ δὲ τοῦ ὅτι κακὸν τοῦ κατὰ συμβεβηκό ς · ὥστε μᾶλλον ἂν εἴη ψευδὴς τοῦ ἀγαθοῦ ἡ τῆς ἀποφάσεως ἢ ἡ τοῦ ἐναντίου δόξ α . διέψευσται δὲ μάλιστα περὶ ἕκαστον ὁ τὴν ἐναντίαν ἔχων δόξα ν · τὰ γὰρ ἐναντία τῶν πλεῖστον διαφερόντων περὶ τὸ αὐτ ό · εἰ οὖν ἐναντία μὲν τούτων ἡ ἑτέρ α , ἐναντιωτέρα δὲ ἡ τῆς ἀποφάσεω ς , δῆλον ὅτι αὕτη ἂν εἴη ἐναντί α . Ἐν τούτῳ τῷ τρίτῳ ἐπιχειρήματι τὰ ἐναντία λαβὼν τοῦ αὐτοῦ κατηγορούμενα, οἷον τῶν ἀγαθῶν τινὸς αὐτό τε τοῦτο τὸ ἀγαθὸν καὶ τὸ κακόν, καταφατικῶς τε καὶ ἀποφατικῶς, ὡς διὰ ταῦτα τέτταρας γίνεσθαι προτάσεις, δύο μὲν ἀληθεῖς, τὴν ‘τὸ ἀγαθὸν ἀγαθόν‘ λέγουσαν καὶ τὴν ‘τὸ ἀγαθὸν οὐ κακόν‘, τὰς δὲ λοιπὰς ψευδεῖς, ἃς καὶ πρόκειται παραβαλεῖν πρὸς ἀλλήλας, τὴν ‘τὸ ἀγαθὸν οὐκ ἀγαθόν‘ καὶ τὴν ‘τὸ ἀγαθὸν κακόν‘, ἐκ τοῦ κατὰ τὰς ἀληθεῖς πειρᾶται συλλογίζεσθαι τὸ κατὰ τὰς ψευδεῖς· ἐπεὶ γάρ ἐστι τῶν ἀληθῶν, φησίν, ἡ μὲν καθ’ αὑτὸ ἀληθὴς ἡ δὲ κατὰ συμβεβηκός, καθ’ αὑτὸ μὲν ἡ λέγουσα ‘τὸ ἀγαθὸν ἀγαθόν‘, κατὰ συμβεβηκὸς δὲ ἡ λέγουσα ‘τὸ ἀγαθὸν οὐ κακόν‘, ὅτι οὐκ αὐτόθεν αὕτη τίθησι τὸ ἀγαθόν, ἀλλ’ ἀναιρεῖ μόνον τὸ ἀντικείμενον (κυριώτερον εἰπὼν ἂν ὅτι ἐστὶ δι’ ἄλλο ἀληθὴς ἤπερ ὅτι κατὰ συμβεβηκός, ἐπεὶ μὴ τῷ ἀναιρεῖν τὸ τυχὸν τῶν παρὰ τὸ ἀγαθὸν ἔχει τὸ ἀληθεύειν, ἀλλὰ παρὰ τὸ μάχεσθαι πρὸς τὸ ὡρισμένως αὐτῷ πολέμιον), μάχεται δὲ τῇ μὲν καθ’ αὑτὸ ἀληθεῖ ἡ λέγουσα ‘τὸ ἀγαθὸν οὐκ ἀγαθόν‘, τῇ δὲ κατὰ συμβεβηκός, ὡς αὐτός φησιν, ἀληθεῖ ἡ λέγουσα ‘τὸ ἀγαθὸν κακόν‘, ἡ δὲ τὴν καθ’ αὑτὸ ἀληθῆ ἀναιροῦσα καθ’ αὑτὸ ψεύδεται καὶ ἡ τὴν κατὰ συμβεβηκὸς ἀληθῆ ἀναιροῦσα κατὰ συμβεβηκὸς ψεύδεται (καθ’ αὑτὸ μὲν γὰρ ψεύδεται ἡ λέγουσα ‘τὸ ἀγαθὸν οὐκ ἀγαθόν‘, κατὰ συμβεβηκὸς δὲ ἡ λέγουσα ‘τὸ ἀγαθὸν κακόν‘), ἡ δὲ καθ’ αὑτὸ ψευδομένη μᾶλλον ψεύδεται τῆς κατὰ συμβεβηκός, ὥσπερ καὶ ἡ καθ’ αὑτὸ ἀληθεύουσα μᾶλλόν ἐστιν ἀληθὴς τῆς κατὰ συμβεβηκός, ἅτε τὴν οὐσίαν αὐτὴν τοῦ πράγματος ἐκφαίνουσα, ἡ δὲ μᾶλλον ψευδὴς πλέον διέστηκεν ἀπὸ τῆς ἀληθοῦς ἤπερ ἡ ἧττον ψευδὴς καὶ διὰ τοῦτο μᾶλλον μάχεται πρὸς αὐτήν· μᾶλλον ἄρα μάχεται πρὸς τὴν ἀληθῆ κατάφασιν ἡ ἀπόφασις αὐτῆς ἤπερ ἡ τοῦ ἐναντίου κατάφασις, ὅπερ προέκειτο δεῖξαι. |
| 262 | Τούτων οὖν πάνυ δριμέως εἰλημμένων ἐκεῖνό φαμεν ἐπιστάσεως ἄξιον, ὅτι τὴν λέγουσαν ‘τὸ ἀγαθὸν κακόν‘ ἀξιοῖ ψεύδεσθαι διὰ τὸ ἀναιρεῖν τὴν λέγουσαν ‘τὸ ἀγαθὸν οὐ κακόν‘, καὶ διὰ τοῦτο κατὰ συμβεβηκὸς ψεύδεσθαι ὡς διὰ τὴν ἀναίρεσιν τῆς κατὰ συμβεβηκὸς ἀληθευούσης ψευδομένην· μᾶλλον γὰρ ῥητέον ὅτι διὰ τὸ ἀναιρεῖν τὴν λέγουσαν ‘τὸ ἀγαθὸν κακόν‘ ἡ λέγουσα αὐτὸ οὐ κακὸν ἀληθής, οὐ μὴν διὰ τὸ ἀναιρεῖν τὴν λέγουσαν ‘τὸ ἀγαθὸν οὐ κακόν‘ ἡ λέγουσα αὐτὸ κακὸν εἶναι ψευδής, ἀλλὰ καθ’ αὑτὴν καὶ προηγουμένως· εἰ μὲν γὰρ περί τινος τῶν μέσων καὶ ἀδιαφόρων ἀπεφαίνοντο αἱ τοιαῦται προτάσεις, καθ’ αὑτὸ μὲν ἦν ἂν ἀληθὴς ἡ λέγουσα αὐτὸ μὴ κακὸν εἶναι ἀπόφασις, ἐψεύδετο δὲ ἡ λέγουσα αὐτὸ κακὸν εἶναι κατάφασις διὰ τὸ ἀναιρεῖν τὴν εἰποῦσαν αὐτὸ μὴ κακόν. νῦν δὲ περὶ ἀγαθοῦ γινομένης τῆς ἀποφάσεως καθ’ αὑτὴν δηλονότι καὶ δι’ αὑτὴν ἀλλ’ οὐ δι’ ἄλλην ψεύδεται ἡ κακὸν εἶναι αὐτὸ ἀποφαινομένη, ὡς τὸ ἐναντίον αὐτῷ προφέρουσα. οὔτε ἄρα ἐναντιωτέρα ἐστὶν ἡ τῆς ἀποφάσεως οὔτε μᾶλλον διέψευσται ὁ ταύτην ἔχων τὴν δόξαν, ἀλλ’ ὁ τὴν τῆς ἐναντίας καταφάσεως· ἡ μὲν γὰρ ἀπόφασις ἀναιρεῖ μόνον τὸ εἰλικρινῶς ὑπάρχειν τὸ κατηγορούμενον τῷ ὑποκειμένῳ, ἡ δὲ κατάφασις πρὸς τῷ τοῦτο ποιεῖν ἔτι καὶ προσνέμει αὐτῷ τὸ ἐναντίον, καὶ διὰ τοῦτο οὔτε καθαρῶς οὔτε ἁμῇ γέ πῃ συγχωρεῖ αὐτὸ τῷ ὑποκειμένῳ ὑπάρχειν. οὕτω δὲ καὶ λέγειν εἰώθαμεν περὶ ἑκάστων, οὓς πλεῖστον ἐθέλομεν χωρίζειν τοῦ ἀγαθοῦ, ὅτι οὐ μόνον ἐστὶν οὐκ ἀγαθὸς ἢ οὐκ ἔστιν ἀγαθός, ἀλλὰ καὶ πάνυ κακός ἐστι. σαφέστατα δὲ καὶ τῆσδε τῆς ἐπιχειρήσεως κατασκευάζειν πειρωμένης ὅτι μᾶλλον ἠναντίωται πρὸς τὴν ἐξ ἀρχῆς κατάφασιν ἡ ἀπόφασις ἤπερ ἡ τοῦ ἐναντίου κατάφασις καὶ μᾶλλον προσήκει τῇ ἀντιθέσει τῆς ἀντιφάσεως ὁ τῶν ἐναντίων ὁρισμὸς ἤπερ αὐτοῖς τοῖς ἐναντίοις, δῆλον ὅτι παντελῶς εὔηθες τὸ λέγειν ὡς οὐκ ἔστι τὸ προκείμενον ἐν τούτοις δεῖξαι τὴν ἀπόφασιν ἐναντιωτέραν τῆς ἐναντίας καταφάσεως, ἀλλὰ μᾶλλον ἀντικειμένην κατὰ τὴν ἔννοιαν τῶν ἁπλῶς ἀντικειμένων, οὐ τῶν ἐναντίων, καὶ ὅτι τὸ ἀντικεῖσθαι αὐτὸ προσήκει τῇ ἀποφάσει μᾶλλον, ἅτε ἀναιρεῖν βουλομένῃ τὴν κατάφασιν, ἤπερ τῇ ἐναντίᾳ καταφάσει οὐκ ἀναιρούσῃ ἀλλὰ τιθείσῃ τι παραπλησίως τῇ ἐξ ἀρχῆς καταφάσει, οὔτε τῶν ῥητῶν οὐδὲν τοιοῦτον ἐμφαινόντων, ἀλλὰ τίς ἡ μᾶλλον ψευδομένη καὶ μᾶλλον διεστῶσα τῆς ἐξ ἀρχῆς καταφάσεως, οὔτε τῆς ζητήσεως οὐδένα λογισμὸν ἐχούσης· οὔτε γὰρ ζητήσειεν ἄν τις πότερον ἀποφάσκει μᾶλλον ἡ ἀπόφασις ἤπερ ἡ τοῦ ἐναντίου κατάφασις, οὔθ’ ὅταν ζητῶμεν τίς ἀντίκειται μᾶλλον, ἄλλο τι ζητοῦμεν ἢ τίς ἡ μᾶλλον διεστῶσα τῆς ἐξ ἀρχῆς, εἴπερ ἡ ἔννοια τῶν ἀντικειμένων διάστασίν τινα καὶ μάχην ἐμφαίνει τῶν ἀντικεῖσθαι λεγομένων, ἢ μαλακωτέραν ἢ συντονωτέραν. |
| 263 | μείζων δὲ ἡ τῶν ἐναντίων εἰδῶν πρὸς ἄλληλα διάστασις ἤπερ ἡ τοῦ μὴ ὄντος πρὸς τὸ ὂν καθ’ ἕκαστον εἶδος· ἐν πέρασι γὰρ καὶ ὅροις ἡ μεγίστη διάστασις, οὐ μὴν τοῦ μὴ πέρατος πρὸς τὸ πέρας· καὶ γὰρ ὅλως τὰ μὴ ὁμογενῆ, ὅπερ ἐν τῇ Μετὰ τὰ φυσικὰ λέγεται, οὐδὲ συμβλητά ἐστι πρὸς ἄλληλα, οἷον τὸ λευκὸν πρὸς ἄνθρωπον ἢ τὸ θερμόν, οὐδ’ ἔτι μᾶλλον πρὸς τὸ μὴ ὄν. ὥστε τῶν ὑπὸ τοῦ οὐ λευκοῦ σημαινομένων πρὸς μόνα τὰ ὁμογενῆ συμβλητόν ἐστι τὸ λευκόν. τῶν δὲ ὁμογενῶν ἐν τοῖς ἐναντίοις προφανῶς ἡ μεγίστη διάστασις. εἰ δὲ λέγοι τις χρῆναι τὸ μὴ ὂν ἀντικεῖσθαι πρὸς τὸ ὂν μᾶλλον ἤπερ ὂν πρὸς ὄν, ἐφιστανέτω ὅτι τῶν ὄντων, ᾗ ἁπλῶς ὄντα, οὐδὲ ἔστιν ἀντίθεσίς τις πρὸς ἄλληλα, καθάπερ οὐδὲ τῶν χρωμάτων ᾗ χρώματα, ὡς ἐν Φιλήβῳ λέγεται, καὶ διὰ τοῦτο μόνον μάχεται, εἰ καὶ ἀορίστως, τῷ ὄντι τὸ μὴ ὄν, οὐ τὸ μηδαμῶς ὄν, εἴπερ ἄρρητον ἐκεῖνο καὶ ἀδόξαστον, ἀλλ’, ὡς ἐν τῷ Σοφιστῇ δέδεικται, τὸ κατὰ τὴν ἑτερότητα μὴ ὄν, οὐδὲ τοῦτο κατὰ ἀλήθειαν αὐτῷ μαχόμενον· πῶς γὰρ τὸ μηδὲ συμπλέκεσθαι πρὸς αὐτὸ παραιτούμενον, μᾶλλον δὲ πάντως περὶ αὐτὸ θεωρούμενον, ὡς ὅταν λέγωμεν τὸ ὂν ἁπλῶς μὴ εἶναι ὅπερ τὴν κίνησιν ἢ ὅπερ τὴν στάσιν ἢ ὅπερ ἄλλο τι τῶν παρ’ αὐτὸ εἰδῶν, κἀκείνων ὁμοίως ἕκαστον μὴ εἶναι μὲν ὅπερ ἐστὶ τὸ ἁπλῶς ὄν, διὰ δὲ τὴν ἐκείνου μετουσίαν ἐγκαταλέγεσθαι τῷ χορῷ τῶν ὄντων, ἀλλὰ τὴν κεκερματισμένην ἐν πᾶσι τοῖς οὖσι δύναμιν τῆς ἑτερότητος σημαῖνον; ὅλως δὲ νῦν ἡμῖν ὁ λόγος οὐ περὶ τῆς ἑτερότητος τοῦ ἁπλῶς μὴ ὄντος πρὸς τὸ ἁπλῶς ὄν, ᾧ μήτε ἐστὶν ἐναντίον μήτε πέφυκεν ἄλλο τι κατ’ αὐτοῦ κατηγορεῖσθαι τῶν ἐναντίωσιν ἐχόντων, ἀλλὰ περὶ τῆς ὑπαρχούσης ἐν τοῖς κατὰ μέρος οὖσιν ἀντιθέσεως τῶν τε ἐναντίων καὶ τῶν ἀορίστων ὀνομάτων ἢ ῥημάτων πρὸς τὰ ὡρισμένα· τῶν γὰρ ἁπλῶν φωνῶν τὰς λεγομένας μετὰ τῆς ἀρνήσεως ἀόριστα ὀνόματα καὶ ἀόριστα ῥήματα προσαγορεύομεν διὰ τὸ ἀληθῶς ἐφ’ ὁτουοῦν κατηγορεῖσθαι τῶν τε ὄντων καὶ τῶν μὴ ὄντων παρὰ μόνον τὸ ὑπὸ τοῦ ὡρισμένου δηλούμενον. |
| 264 | διόπερ ἀνάγκη καὶ ἐπὶ τῶν ἀποφατικῶν λόγων τὰ παραπλήσια συμβαίνειν. ἀλλὰ ταῦτα μὲν οὐδὲ μνήμης ἄξια τὰ ληρημάτια. ἐπὶ δὲ τὰ ἑξῆς ἴωμεν. Ἡ δὲ τοῦ ὅτι κακὸν τὸ ἀγαθὸν συμπεπλεγμένη ἐστ ί · καὶ γὰρ ὅτι οὐκ ἀγαθὸν ἀνάγκη ἴσως ὑπολαμβάνειν τὸν αὐτό ν . Ἡ τετάρτη ἐπιχείρησις διὰ βραχέων εἰρημένη τοιαύτην ἔχει διάνοιαν. ἁπλῆ, φησίν, ἐστὶ δόξα καθ’ ἣν οὐκ ἀναγκαζόμεθα ἕτερόν τι προσεπινοεῖν, οὐχ ἁπλῆ δὲ καθ’ ἣν ἀνάγκη καὶ ἕτερόν τι δοξάζειν. οὐκοῦν ἔσται ἁπλῆ μὲν δόξα ἡ τὸ ἀγαθὸν ἀγαθὸν εἶναι ἀποφαινομένη, καθάπερ καὶ ἡ δοξάζουσα αὐτὸ μὴ εἶναι ἀγαθόν (οὐ γὰρ ἀνάγκη καθ’ ὁποτερανοῦν αὐτῶν ἑτέραν τινὰ εἰσάγεσθαι δόξαν), οὐχ ἁπλῆ δὲ ἡ τὸ ἀγαθὸν κακὸν εἶναι δοξάζουσα· ταύτῃ γὰρ ἀνάγκη καὶ ἑτέραν συνεισφέρεσθαι δόξαν, τὴν λέγουσαν αὐτὸ μὴ εἶναι ἀγαθόν. εἰ τοίνυν χρὴ τῇ ἁπλῇ δόξῃ τὴν ἁπλῆν ἀντιτιθέναι καὶ μὴ τὴν συμπεπλεγμένην, τὴν ἄρα ἀπόφασιν ἀντικεῖσθαι τῇ καταφάσει φήσομεν, ἀλλ’ οὐχὶ τὴν τοῦ ἐναντίου κατάφασιν. λύσομεν δὲ καὶ ταῦτα λέγοντες ὅτι δι’ αὐτὸ τοῦτο πλεῖστον διέστηκε τῆς τὸ ἀγαθὸν ἀγαθὸν λεγούσης ἡ λέγουσα αὐτὸ εἶναι κακόν, ὅτι διὰ τοῦ οὐκ ἀγαθὸν ὁδεύσασα κατήντησεν ἐπὶ τὸ ἔσχατον· πρώτη γὰρ ἔξοδος ἀπὸ τοῦ ἀγαθοῦ τὸ οὐκ ἀγαθόν, ἐσχάτη δὲ ἀπόπτωσις τὸ κακόν. ὥστε ἡ τοῦτο καταφάσκουσα μᾶλλον ἠναντίωται, ἅτε καὶ τὴν ἀπόφασιν τοῦ ἀγαθοῦ περιέχουσα. μήποτε δὲ καὶ ἡ ἀπόφασις τοῦ ἀγαθοῦ συμπέπλεκται· πᾶσα γὰρ ἀνάγκη τὸ οὐκ ἀγαθόν, εἰ ἐπὶ τῶν ὄντων τάττοιτο, καὶ ἄλλο τι εἶναι, ἀλλ’ ἀόριστον. ὥστε οὐδὲ ταύτῃ ἐναντίον ἂν εἴη· ἓν γὰρ ἑνὶ ἐναντίον καὶ ὡρισμένον ὡρισμένῳ. τὸ δὲ ἴσως ἤτοι ἀντὶ τοῦ ὁμοίως πρόσκειται (τῆς γὰρ αὐτῆς ἐστι διανοίας τὸ ἀγαθὸν κακόν τε καὶ οὐκ ἀγαθὸν λέγειν) ἢ ἔνδειξιν ἔχει τοῦ ταύτην τὴν ἐπιχείρησιν πιθανὴν μὲν εἶναι, οὐ μὴν ἀναγκαίαν· πρῶτον μὲν ὅτι τῶν ἐναντίων ἑκάτερον αὐτὸ καθ’ αὑτὸ θεωρούμενον ἁπλοῦν εἶδος εἶναι ἐθέλει, ἔπειτα ὅτι εἰ λέγοιμεν τὴν ‘τὸ ἀγαθὸν κακόν‘ συμπεπλέχθαι διὰ τὸ εἰσάγειν τὸ οὐκ ἀγαθόν, ἔσται καὶ ἡ ‘τὸ ἀγαθὸν ἀγαθόν‘ συμπεπλεγμένη ὡς εἰσάγουσα τὸ μὴ κακόν. |
| 265 | εἰ δὲ μή ἐστι μία τῶν παραβαλλομένων πρὸς ἀλλήλας προτάσεων ἡ λέγουσα ‘τὸ ἀγαθὸν μὴ κακόν‘, οὐδὲν πρὸς ἔπος· τὸ γὰρ ἁπλοῦν καὶ τὸ σύνθετον οὐ κατὰ τὴν σχέσιν τὴν πρός τινας ὡρισμένας προτάσεις σκοποῦμεν, ἀλλὰ πρὸς τὴν οἰκείαν ἑκάστης δύναμιν. Ἔτι δὲ εἰ καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως δεῖ ἔχει ν , καὶ ταύτῃ ἂν δόξειε καλῶς εἰρῆσθα ι · ἢ γὰρ πανταχοῦ τὸ τῆς ἀντιφάσεως ἢ οὐδαμο ῦ · ὅσοις δὲ μή ἐστιν ἐναντί α , περὶ τούτων ἔστι μὲν ψευδὴς ἡ τῇ ἀληθεῖ ἀντικειμέν η , οἷον ὁ τὸν ἄνθρωπον μὴ ἄνθρωπον οἰόμενος διέψευστα ι . εἰ οὖν αὗται ἐναντία ι , καὶ αἱ ἄλλαι αἱ τῆς ἀντιφάσεω ς . Σαφὴς μὲν ἡ ταύτης τῆς πέμπτης ἐπιχειρήσεως διάνοιά τε καὶ λέξις, ἀξιοῦσα ἡμᾶς προσέχειν ποτέρα τῶν παραβαλλομένων πρὸς ἀλλήλας προτάσεων χρήσιμος ἂν εἴη πρὸς τὸ δι’ ἑνὸς καθόλου κανόνος πάσῃ τῇ προτεθείσῃ καταφάσει πρότασίν τινα μαχομένην εὑρεῖν καὶ φάσκειν ταύτην εἶναι τὴν κυρίως αὐτῇ ἀντιτιθεμένην, καὶ διὰ ταῦτα κρατεῖν ἀποφαινομένη τὴν τῆς ἀντιφάσεως μάχην· ἀπόφασιν μὲν γὰρ πάσης καταφάσεως ῥᾴδιον εὑρεῖν, ὁποῖον ἂν ᾖ τὸ ἐν τῇ καταφάσει κατηγορούμενον, τοῦ δὲ ἐναντίου κατάφασιν ἀδύνατον λαβεῖν, εἰ μὴ τύχοι τὸ κατηγορηθὲν ἐν τῇ καταφάσει ἐναντίον ἔχον· τῇ γὰρ ‘Σωκράτης ἄνθρωπός ἐστι‘ ποία ἂν μάχοιτο ἐναντία κατάφασις, καίτοι ἡ ‘Σωκράτης ἄνθρωπος οὐκ ἔστιν‘ ἀπόφασις ψευδομένη μάχεται πρὸς αὐτὴν ἀληθεύουσαν; ὥσπερ οὖν ἐπὶ τούτων μόνην τὴν ἀπόφασιν τῇ καταφάσει μάχεσθαι ὁμολογοῦμεν, οὕτω καὶ ἐπὶ τῶν ἄλλων, ἐν οἷς δυνατὸν τοῦ ἐναντίου κατάφασιν εὑρεῖν, τὴν ἀπόφασιν εἶναι ἀξιοῖ τὴν μάλιστα μαχομένην. λεκτέον δὲ ὅτι ἐφ’ ὧν μὲν ἀποροῦμεν τῆς τοῦ ἐναντίου ἀντιθέσεως, καὶ μόνην ἀγαπῶμεν τὴν τῆς στερήσεώς τε καὶ ἀποφάσεως ἀντίθεσιν, ἐφ’ ὧν δὲ καὶ ἐναντίον δυνατὸν εὑρεῖν, ἐπὶ τούτων πλέον ἀπ’ ἀλλήλων διεστάναι φαμὲν τὰς ἐναντίας καταφάσεις ἤπερ τὴν ἀπόφασιν τῆς καταφάσεως. εἴρηται δὲ ἡμῖν ἐξ ἀρχῆς ὅτι ἔοικεν ὁ νῦν λεγόμενος λόγος διὰ τὸ κοινὸν τοῦτο καὶ ἐπὶ πάντα ἐκτεινόμενον οὕτως ἐγκωμιάζειν τὴν ἀντίθεσιν τῆς ἀντιφάσεως, ὡς οὐ κατὰ τὸ ποσὸν μόνον τῶν περιεχομένων ὑπ’ αὐτῆς πραγμάτων ἀλλὰ καὶ κατὰ τὸ σφοδρὸν τῆς ἀντιθέσεως τῶν ἄλλων ὑπερέχουσαν. Ἔτι ὁμοίως ἔχει ἡ τοῦ ἀγαθοῦ ὅτι ἀγαθὸν καὶ ἡ τοῦ μὴ ἀγαθοῦ ὅτι οὐκ ἀγαθό ν , καὶ πρὸς ταύταις ἡ τοῦ ἀγαθοῦ ὅτι οὐκ ἀγαθὸν καὶ ἡ τοῦ μὴ ἀγαθοῦ ὅτι ἀγαθό ν . |
| 266 (1n) | τῇ οὖν τοῦ μὴ ἀγαθοῦ ὅτι οὐκ ἀγαθὸν ἀληθεῖ οὔσῃ δόξῃ τίς ἂν εἴη ἐναντί α ; οὐ γὰρ δὴ ἡ λέγουσα ὅτι κακόν ( ἅμα γὰρ ἄν ποτε εἴη ἀληθή ς , οὐδέποτε δὲ ἀληθὴς ἀληθεῖ ἐναντί α · ἔστι γάρ τι μὴ ἀγαθὸν κακό ν , ὥστε ἐνδέχεται ἅμα ἀληθεῖς εἶνα ι) , οὐ δ ’ αὖ ἡ ὅτι οὐ κακόν ( ἀληθὴς γὰρ αὕτ η · ἅμα γὰρ καὶ ταῦτα ἂν εἴ η) · λείπεται οὖν τῇ τοῦ μὴ ἀγαθοῦ ὅτι οὐκ ἀγαθὸν ἐναντία ἡ τοῦ μὴ ἀγαθοῦ ὅτι ἀγαθό ν · ψευδὴς γὰρ αὕτ η . ὥστε καὶ ἡ τοῦ ἀγαθοῦ ὅτι οὐκ ἀγαθὸν τῇ τοῦ ἀγαθοῦ ὅτι ἀγαθό ν . Ἔσχατόν ἐστι τοῦτο καὶ δυσαντιβλεπτότατον τῶν πρὸς τὸ πρόβλημα ἐπιχειρημάτων, ὃ κατὰ τόνδε προάγεται τὸν τρόπον. δύο λαμβάνει τοῦ ἀγαθοῦ ἀντιφάσεις, τὴν μὲν ὡρισμένῳ τὴν δὲ ἀορίστῳ χρωμένην τῷ ὑποκειμένῳ, ‘τὸ ἀγαθὸν ἀγαθόν—τὸ ἀγαθὸν οὐκ ἀγαθόν, τὸ μὴ ἀγαθὸν ἀγαθόν— τὸ μὴ ἀγαθὸν οὐκ ἀγαθόν‘, καὶ ἀξιοῖ ὡς ἔχει ἡ ἀληθὴς ἀπόφασις πρὸς τὴν ἀντικειμένην αὐτῇ ψευδῆ κατάφασιν, οὕτως ἔχειν τὴν ἀληθῆ κατάφασιν πρὸς τὴν ἀντικειμένην αὐτῇ ψευδῆ ἀπόφασιν, τοῦτ’ ἔστιν ὡς ἡ ‘τὸ μὴ ἀγαθὸν οὐκ ἀγαθόν‘ πρὸς τὴν ‘τὸ μὴ ἀγαθὸν ἀγαθόν‘, οὕτως τὴν ‘τὸ ἀγαθὸν ἀγαθόν‘ πρὸς τὴν ‘τὸ ἀγαθὸν οὐκ ἀγαθόν‘. εἶτα παραβαλὼν τὴν ἀληθῆ ἀπόφασιν πρὸς ἄμφω τὰς προτάσεις τῆς ἀντιφάσεως τῆς τὸ κακὸν κατηγορούσης κατὰ τοῦ αὐτοῦ ὑποκειμένου, τοῦτ’ ἔστι τοῦ μὴ ἀγαθοῦ, τὴν ‘τὸ οὐκ ἀγαθὸν κακόν‘ καὶ ‘τὸ οὐκ ἀγαθὸν οὐ κακόν‘ δείκνυσιν αὐτὴν πρὸς οὐδετέραν αὐτῶν ἐναντίαν οὖσαν· συνᾴδει γὰρ τῇ μὲν λεγούσῃ ‘τὸ οὐκ ἀγαθὸν κακόν‘ ἐπὶ τῆς μοχθηρᾶς ἕξεως, τῇ δὲ λεγούσῃ ‘τὸ οὐκ ἀγαθὸν οὐ κακόν‘ ἐπί τε τῆς μέσης καὶ τῶν μηδετέρου τῶν ἄκρων πεφυκότων μετέχειν, οἷον λίθου ἢ ξύλου· ἐπὶ τούτων γὰρ τό τε μὴ ἀγαθὸν καὶ τὸ μὴ κακὸν ἀληθές. τὰς δὲ συνᾳδούσας ἀδύνατον ἐναντίας εἶναι, καθάπερ οὐδὲ τὰς ἐναντίας οἷόν τε συναληθεύειν, ὡς ἔκ τε τῆς ἐναργείας δῆλον καὶ αὐτὸς κατασκευάσει πρὸς αὐτῷ τῷ πέρατι τῆς προκειμένης πραγματείας. |
| 267 | εἰ τοίνυν τῇ τὸ μὴ ἀγαθὸν οὐκ εἶναι ἀγαθὸν ἀληθῶς λεγούσῃ δόξῃ οὔτε ἡ λέγουσα ‘τὸ οὐκ ἀγαθὸν κακόν‘ ἐναντία οὔτε ἡ λέγουσα ‘τὸ οὐκ ἀγαθὸν οὐ κακόν‘, ἀλλὰ μόνη ἡ ἀντιφάσκουσα πρὸς αὐτὴν ἡ λέγουσα ‘τὸ μὴ ἀγαθὸν ἀγαθόν‘, καὶ τῇ λεγούσῃ ἄρα ὅτι τὸ ἀγαθὸν ἀγαθὸν καταφάσει οὐ μάχεται μὲν οὔτε ἡ λέγουσα ‘τὸ ἀγαθὸν κακόν‘ οὔτε ἡ λέγουσα ‘τὸ ἀγαθὸν οὐ κακόν‘, μόνη δὲ καὶ ταύτῃ ἐναντία ἔσται ἡ ἀντιφάσκουσα πρὸς αὐτὴν ἡ λέγουσα ‘τὸ ἀγαθὸν οὐκ ἀγαθόν‘. τοῦτο δὲ ἦν ὅπερ προέκειτο δεῖξαι. ῥητέον μέντοι καὶ πρὸς ταύτην τὴν ἐπιχείρησιν ὅτι τῇ μὲν λεγούσῃ ‘τὸ μὴ ἀγαθὸν οὐκ ἀγαθόν‘ ἀποφάσει οὔσῃ καὶ διὰ τοῦτο τὸν κατηγορούμενον ἀόριστον ἐχούσῃ κατ’ ἀντίφασιν μὲν μαχομένην πρότασιν εὑρεῖν εὐπετές, ἐναντίον δέ τι καταφάσκουσαν εὑρεῖν ἀδύνατον· οὐ γὰρ ἔστι τῷ ἀορίστῳ ἐναντίον οὐδέν, εἴπερ τὰ ἐναντία εἴδη χρὴ εἶναι τὴν πλείστην ἀλλήλων διάστασιν ἀφεστηκότα, στερήσεις δέ τινες καὶ οὐκ εἴδη τὸ οὐκ ἀγαθὸν καὶ οὐ λευκόν. μὴ οὔσης οὖν τῆς τὸ ἐναντίον αὐτῇ καταφῆσαι δυναμένης τὴν ἀντιφατικῶς αὐτῇ μαχομένην ἠγαπήσαμεν ἀντιθεῖναι. τῇ μέντοι ‘τὸ ἀγαθὸν ἀγαθόν‘ φασκούσῃ οὐ μόνον ἡ ἀπόφασις αὐτῆς μάχεται, ἀλλὰ καὶ ἡ τοῦ ἐναντίου κατάφασις, ἐπεὶ καὶ αὐτῷ τῷ ἀγαθῷ καὶ τῷ λευκῷ τὸ μὲν οὐκ ἀγαθὸν καὶ οὐ λευκὸν ὡς στερήσεις ἕξεσι μάχονται, τὸ δὲ κακὸν καὶ τὸ μέλαν ὡς ἐναντία. οὐκ ἄρα κατὰ πάντα ὁμοίως ἔχει ἡ ‘τὸ μὴ ἀγαθὸν οὐκ ἀγαθόν‘ πρὸς τὴν ‘τὸ μὴ ἀγαθὸν ἀγαθόν‘ καὶ ἡ ‘τὸ ἀγαθὸν ἀγαθόν‘ πρὸς τὴν ‘τὸ ἀγαθὸν οὐκ ἀγαθόν‘, εἴπερ τῇ μὲν ‘τὸ μὴ ἀγαθὸν οὐκ ἀγαθόν‘ μόνη μάχεται ἡ κατάφασις αὐτῆς, αἱ δὲ λοιπαὶ δύνανται συναληθεύειν, τῇ δὲ ‘τὸ ἀγαθὸν ἀγαθόν‘ τὴν ‘τὸ ἀγαθὸν κακόν‘ συναληθεύειν ἀμήχανον. Φανερὰ δὲ ἡ ῥῆσις ἐκ τῶν εἰρημένων, πλὴν ὅτι ἀντὶ τοῦ ἀληθὴς γὰρ αὕτη γράφεσθαί φησιν ὁ Ἀλέξανδρος καὶ ‘οὐκ ἀληθὴς γὰρ αὕτη‘. καὶ εἰ μὲν τὸ ‘ἀληθὴς γὰρ αὕτη‘ γράφοιτο, λέγοι ἂν περὶ τῆς ‘τὸ μὴ ἀγαθὸν οὐκ ἀγαθόν‘, εἰ δὲ τὸ ‘οὐκ ἀληθὴς γὰρ αὕτη‘, περὶ τῆς ‘τὸ οὐκ ἀγαθὸν ἀγαθόν‘, ἣν καὶ ψευδῆ εἶναι προεῖπε, ταὐτὸν λέγων τῷ ‘οὐδέποτε γὰρ ἀληθὴς αὕτη‘. δῆλον δὲ ὅτι ἀμείνων ἡ προτέρα γραφή. Φανερὸν δὲ καὶ ὅτι οὐδὲν διοίσε ι , οὐ δ ’ ἂν καθόλου τιθῶμεν τὴν κατάφασι ν · ἡ γὰρ καθόλου ἀπόφασις ἐναντία ἔστα ι , οἷον τῇ δόξῃ τῇ δοξαζούσῃ ὅτι πᾶν ὃ ἂν ᾖ ἀγαθὸν ἀγαθὸν ἡ ὅτι οὐδὲν τῶν ἀγαθῶν ἀγαθό ν · ἡ γὰρ τοῦ ἀγαθοῦ ὅτι ἀγαθό ν , εἰ καθόλου τὸ ἀγαθό ν , ἡ αὐτή ἐστι τῇ ὅτι 〈ὃ〉 ἂν ᾖ ἀγαθὸν δοξαζούσῃ ὅτι ἀγαθό ν . |
| 268 (1n) | τοῦτο δὲ οὐδὲν διαφέρει τοῦ ὅτι πᾶν ὃ ἂν ᾖ ἀγαθὸν ἀγαθόν ἐστι ν . ὁμοίως δὲ καὶ ἐπὶ τοῦ μὴ ἀγαθο ῦ . Ὑποσχόμενος ἐξ ἀρχῆς ποιήσασθαι τὴν ἐπίσκεψιν τοῦ προτεθέντος προβλήματος ἐπί τε τῶν καθ’ ἕκαστα καὶ τῶν καθόλου προτάσεων, εἶτα ἐν μηδενὶ τῶν ἐπιχειρημάτων παραλαβὼν πρότασιν τῶν καθόλου τινὰ προσδιορισμῶν ἔχουσαν ἀλλὰ τὰ ἄρθρα ἀντὶ τούτων, ὡς διὰ τοῦτο δοκεῖν ἐπὶ μόνων τῶν ἀπροσδιορίστων προτάσεων γεγυμνάσθαι τὸν λόγον, προστίθησι διὰ τούτων ὅτι τὰ ἑνικὰ τῶν ἄρθρων συνταττόμενα τοῖς καθόλου ὑποκειμένοις ἐν ταῖς προτάσεσι τὴν δύναμιν ἔχουσι τοῦ καθόλου προσδιορισμοῦ τοῦ καταφατικοῦ· οὐ γάρ, ὥσπερ ἀξιοῦσί τινες, ἐπὶ ἀπροσδιορίστων προτάσεων ἐγίνετο πρότερον ὁ λόγος, νῦν δὲ δείκνυται ὅτι καὶ ἐπὶ τῶν καθόλου τὰ αὐτὰ λέγειν ἁρμόσει· ὅλως γὰρ οὐδὲ ἔστιν ἀκόλουθον ταῖς περὶ τῶν ἀπροσδιορίστων προτάσεων τοῦ Ἀριστοτέλους ἐννοίαις τὸ λέγειν ὅτι ἐναντία ἐστὶν ἐπ’ αὐτῶν τῇ καταφάσει ἡ ἀπόφασις μᾶλλον ἤπερ ἡ τοῦ ἐναντίου κατάφασις, ὥσπερ οὐδὲ ἐπὶ τῶν κατὰ μέρος, εἴπερ καὶ τὰς ἀπροσδιορίστους παραπλησίως ταῖς κατὰ μέρος συναληθεύειν ἀλλήλαις ἀξιοῖ, ἀληθῆ δὲ ἀληθεῖ (τοῦτο δὴ τὸ παρ’ αὐτοῦ πρὸς τῷ πέρατι τοῦ βιβλίου ῥηθησόμενον) οὐκ ἐνδέχεται ἐναντίαν εἶναι οὔτε δόξαν οὔτε ἀντίφασι ν . διὸ καὶ ἔοικεν ἐξ ἀρχῆς ἐπὶ μόνων τῶν καθ’ ἕκαστα καὶ τῶν καθόλου ὡς καθόλου προτάσεων προβάλλεσθαι τὴν περὶ τοῦ θεωρήματος σκέψιν, ὧν αἱ μὲν ἀντιφάσκουσι πρὸς ἀλλήλας αἱ δὲ συμψευδόμεναι δι’ αὐτὸ τοῦτο ἐναντίαι προσαγορεύονται. ὀλίγον δὲ ὕστερον μνημονεύσει καὶ τῆς ἀντιφατικῆς τῶν καθόλου πρὸς τὰς κατὰ μέρος ἀντιθέσεως. οὐδαμοῦ μέντοι ποιήσεται μνείαν ἢ τῶν ἀπροσδιορίστων ἢ τῶν κατὰ μέρος ὡς ἐχουσῶν τινα πρὸς ἀλλήλας ἐναντίωσιν. Ὅτι οὖν τοῦτό ἐστιν ὃ βούλεται λέγειν, τὸ ἰσοδυναμεῖν, ὡς εἴρηται, τὰ ἑνικὰ ἄρθρα τῷ πᾶς, αὐτὸς δηλοῖ τῆς κατασκευῆς ὁ τρόπος, καθ’ ὃν δείκνυσι τὰ αὐτὰ καὶ ἐπὶ τῶν καθόλου προτάσεων ἐφαρμόζοντα τοῖς εἰρημένοις, ἐπὶ τῶν τὰ ἄρθρα ἐχουσῶν συντεταγμένα τοῖς καθόλου ὑποκειμένοις· ταὐτὸν γὰρ εἶναί φησι τὸ λέγειν ‘τὸ ἀγαθὸν ἀγαθόν ἐστι‘ καὶ ‘ὅ τι ἂν ᾖ ἀγαθὸν ἀγαθόν ἐστιν‘, ὅπερ οὐδ’ ἂν ὑποπτευθείη διαφέρειν τι τοῦ καθόλου τοῦ ‘πᾶν ἀγαθὸν ἀγαθόν‘. |
| 269 | διὸ καὶ ἐν τῇ συνηθείᾳ ἐφ’ ὧν μὲν τὸ κατηγορούμενον παντὶ ὑπάρχει τῷ ὑποκειμένῳ, μετὰ τοῦ ἄρθρου τὸ ὑποκείμενον προφερόμεθα καὶ ταὐτὸν οἰόμεθα λέγειν τῷ καθόλου, ἐφ’ ὧν δὲ μὴ παντί, οὐκέτι· ‘ὁ μὲν γὰρ ἄνθρωπος ζῷον‘ καὶ ‘ὁ ἄνθρωπος δίπους ἐστί‘ λέγομεν, οὐ μέντοι ὅτι ὁ ἄνθρωπος λευκός ἐστιν ἢ δίκαιος. δεῖ μέντοι μεμνῆσθαι τῶν ἔμπροσθεν ἡμῖν περὶ τούτων διωρισμένων, ὅτι τὸ μὲν πᾶς ἐμφαίνει τὸ πλῆθος τῶν ὑπὸ τὸ καθόλου ὑποκείμενον ἀναφερομένων, τὸ δὲ ἑνικὸν ἄρθρον τὴν πρὸ τοῦ πλήθους μίαν αὐτοῦ φύσιν. τῶν δὲ δυϊκῶν ἄρθρων καὶ τῶν πληθυντικῶν, εἴ τι καὶ περὶ ἐκείνων χρὴ λέγειν, τὰ μὲν δυϊκὰ δήλην ἔχουσι τὴν πρὸς τὸ πᾶς διαφοράν (οὔτε γὰρ τοῦτο ἐπὶ δύο μόνων οὔτε ἐκεῖνα ἐπὶ πλειόνων ἐνδέχεται λέγειν, καὶ τούτου τὴν αἰτίαν διδάξει τὸ προοίμιον τῆς Περὶ οὐρανοῦ), ἐπεὶ δὲ τὰ πληθυντικὰ τῶν ἄρθρων δοκοῦσι μηδὲν αὐτοῦ κατὰ τὴν δύναμιν διαφέρειν, οἷον ‘πᾶς ἄνθρωπος θνητός—οἱ ἄνθρωποι θνητοί‘, δυνατὸν ἴσως καὶ ταῦτα διακρίνειν λέγοντας ὅτι ἐφ’ ὧν μὲν τὸ πᾶς ἀληθές, ἐπὶ τούτων καὶ τὸ πληθυντικὸν ἄρθρον πάντως ἀληθεύσει (ταὐτὸν γὰρ δηλονότι σημαίνει τὸ ‘πᾶς θνητόσ‘ τῷ ‘πάντες θνητοί‘· τούτῳ δὲ ἀνάγκη κατὰ δύναμιν ἐμπεριέχεσθαι τὸ ‘οἱ‘ ἄρθρον, ὥστε καὶ ἄνευ τοῦ πάντες ἀληθεύσει ὁ λέγων ‘οἱ ἄνθρωποι θνητοί‘), οὐ μὴν ἀντιστρέψει ὁ λόγος, ὥστε ἀξιοῦν ἡμᾶς ἐφ’ ὧν τὰ πληθυντικὰ τῶν ἄρθρων λέγοντες ἀληθεύομεν, ἐπὶ τούτων καὶ τὸ πᾶς εὐθὺς ἀληθεύειν· τοῦτο μὲν γὰρ οὐδὲν βούλεται παραλείπειν τῶν ὑπὸ τὸ καθόλου περιεχομένων, τὸ δὲ πληθυντικὸν ἄρθρον ἀληθεύειν ὑπολαμβάνομεν, κἂν ἐπὶ τῶν πλείστων μόνον ἀληθεύῃ τὸ κατηγορούμενον· μᾶλλον γοῦν συγχωροῦμεν ἀληθεύειν τὸν λέγοντα ‘οἱ Ἀθηναῖοι ἔμφρονες, οἱ Λάκωνες καρτερικοί, οἱ Μυκόνιοι φαλακροί‘ ἢ τὸν προστιθέντα τὸ πάντες καθ’ ἕκαστον τούτων. καὶ ὅλως εἰ πρὸς τῷ ἄρθρῳ λέγοντες τὸν προσδιορισμὸν ἡγούμεθα κοινοτάτην ποιεῖσθαι τὴν ἀπόφανσιν καὶ μὴ μάτην αὐτὸν προστίθεμεν, μόνον ἄρα τὸ ἄρθρον ῥηθὲν οὐκ εὐθὺς ἅπαντα τὰ ὑπὸ τὸ κοινὸν περιλαμβάνειν ἀξιοῦμεν. |
| 270 | διὸ καὶ ὁ παρ’ Ὁμήρῳ Ζεὺς οὐχ ἁπλῶς τοὺς Ἀχαιοὺς ἐξάγειν ἐπὶ τὸν πόλεμον τῷ Ἀγαμέμνονι διὰ τοῦ ὀνείρου παρεκελεύετο, ἀλλὰ προσετίθει τὸ “πανσυδίῃ”, καὶ τούτῳ μὴ ἐπιστήσας ἐκεῖνος αἴτιος ἑαυτῷ γεγένηται τοῦ ἀποτυχεῖν τῆς ἐλπίδος, καὶ ὁ Δημοσθένης τοῖς θεοῖς εὔχεσθαι εἰπὼν ἐπήγαγε τὸ “πᾶσι καὶ πάσαις”, τελειοτέραν διὰ τῆς προσθήκης τὴν ἐπίληψιν παντὸς τοῦ θείου ποιεῖσθαι ὑπολαμβάνων. Ἀλλ’ ἐπανέλθωμεν ἐπὶ τὸ προκείμενον καὶ λέγωμεν ὡς εἴτε ὡρισμένος εἴτε ἀόριστος εἴη ὁ καθόλου ὑποκείμενος, τὸ συνταττόμενον αὐτῷ ἑνικὸν ἄρθρον τὴν δύναμιν ἕξει τοῦ καθόλου προσδιορισμοῦ. διὸ καὶ αὐτὸς προσέθηκε τὸ ὁμοίως δὲ καὶ ἐπὶ τοῦ μὴ ἀγαθο ῦ , ἤτοι λέγων ὅτι καὶ ἐπὶ τούτων τῶν ἀόριστον ἐχουσῶν τὸν ὑποκείμενον προτάσεων ἡ κυριωτάτη μάχη θεωρεῖται ἐν ταῖς ἀντιφασκούσαις προτάσεσι ‘τὸ μὴ ἀγαθὸν ἀγαθόν—τὸ μὴ ἀγαθὸν οὐκ ἀγαθόν‘ (ὡς γὰρ προείρηται, τῇ ἀληθεῖ τούτων οὐχ οἷόν τε μάχεσθαι τὴν τοῦ ἐναντίου κατάφασιν), καὶ τὰ ἄλλα δὲ πάντα ἐπιχειρήματα οὐδὲν μᾶλλον ἁρμόσει ταῖς ὡρισμένον ἐχούσαις τὸν ὑποκείμενον ἢ ταῖς ἀόριστον, εἴτε τοὺς καθόλου προσδιορισμοὺς ἔχοιεν οἱ ὑποκείμενοι εἴτε τὸ ἄρθρον ἀντὶ τούτων (ὁ γὰρ λόγος ἡμῖν οὐ περὶ τῆς διαφορᾶς τῶν ὑποκειμένων ἀλλὰ καὶ περὶ τῆς τῶν κατηγορουμένων), ἢ καὶ προσεχέστερον λέγων ὅτι τὴν ἕκτην ἐπιχείρησιν ἐνδέχεται προχωρεῖν καὶ ἐπὶ τῶν αὐτόθεν ἐχουσῶν τοὺς καθόλου προσδιορισμοὺς προτάσεων, ὥσπερ ἐδείκνυτο πρότερον ἐπὶ τῶν τὰ ἄρθρα ἐχουσῶν ἐν τῇ χώρᾳ τῶν προσδιορισμῶν, προτιθεμένων μὲν ἡμῶν συλλογίσασθαι ὅτι μᾶλλον μάχεται ἡ λέγουσα ‘πᾶν ἀγαθὸν ἀγαθόν‘ πρὸς τὴν λέγουσαν ‘οὐδὲν ἀγαθὸν ἀγαθόν‘ ἤπερ πρὸς τὴν λέγουσαν ‘πᾶν ἀγαθὸν κακόν‘, πρὸς δὲ τὴν τούτου κατασκευὴν λαμβανόντων ὅτι ὡς ἡ λέγουσα ‘οὐδὲν οὐκ ἀγαθὸν ἀγαθόν ἐστιν‘ ἀληθὴς ἀπόφασις ἔχει πρὸς τὴν λέγουσαν ‘πᾶν οὐκ ἀγαθὸν ἀγαθόν ἐστι‘ ψευδῆ κατάφασιν, οὕτως ἡ λέγουσα ‘πᾶν ἀγαθὸν ἀγαθόν ἐστιν‘ ἀληθὴς κατάφασις πρὸς τὴν λέγουσαν ‘οὐδὲν ἀγαθὸν ἀγαθόν ἐστι‘ ψευδῆ ἀπόφασιν, καὶ δεικνύντων ὅτι τῇ ‘οὐδὲν οὐκ ἀγαθὸν ἀγαθόν ἐστιν‘ οὔτε ἡ λέγουσα ‘οὐδὲν οὐκ ἀγαθὸν κακόν ἐστιν‘ ὅλη μάχεται οὔτε ἡ λέγουσα ‘οὐδὲν οὐκ ἀγαθὸν οὐ κακόν ἐστιν‘ (οὐδετέρα γὰρ αὐτῶν ὅλη ψευδής, ἀλλ’ ἑκατέρα ἐπί τι), μόνη δὲ ἡ ἐναντία πρὸς αὐτὴν ἡ ‘πᾶν οὐκ ἀγαθὸν ἀγαθόν ἐστιν‘, ἐπεὶ καὶ ἡ μὲν ἁπλῶς ἀληθὴς ἡ δὲ ὅλη ψευδής, καὶ διὰ τοῦτο ἀξιούντων καὶ τῇ ‘πᾶν ἀγαθὸν ἀγαθόν ἐστι‘ μόνην κυρίως ἐναντίαν εἶναι τὴν ‘οὐδὲν ἀγαθὸν ἀγαθόν ἐστιν‘ ἀπόφασιν, ἀλλ’ οὐχὶ τὴν ‘πᾶν ἀγαθὸν κακόν ἐστι‘ τοῦ ἐναντίου κατάφασιν. |
| 271 | δῆλον δὲ ἃ χρὴ καὶ πρὸς ταῦτα λέγειν· αὐτόθεν γὰρ ἡ ‘πᾶν ἀγαθὸν κακόν‘ ὅλη τέ ἐστι ψευδὴς καὶ καθ’ ὅλην ἑαυτὴν κυριώτατα πολεμεῖ πρὸς τὴν ‘πᾶν ἀγαθὸν ἀγαθόν‘. προτιμητέον μέντοι τὴν προτέραν ἐξήγησιν, ὡς καὶ ταύτην ἐν ἑαυτῇ περιέχουσαν. Ὥστε εἴπερ ἐπὶ δόξης οὕτως ἔχε ι , εἰσὶ δὲ αἱ ἐν τῇ φωνῇ καταφάσεις καὶ ἀποφάσεις σύμβολα τῶν ἐν τῇ ψυχ ῇ , δῆλον ὅτι καὶ καταφάσει ἐναντία μὲν ἀπόφασις ἡ περὶ τοῦ αὐτοῦ καθόλο υ , οἷον ὅτι πᾶν ἀγαθὸν ἀγαθὸν ἢ ὅτι πᾶς ἄνθρωπος ἀγαθὸς ἡ ὅτι οὐδὲν ἢ οὐδεί ς , ἀντιφατικῶς δὲ ἡ οὐ πᾶν ἢ οὐ πᾶ ς . Φανερὰ τὰ διὰ τούτων λεγόμενα· προθέμενος γὰρ ἐξ ἀρχῆς τὰς κατὰ τὸν προφορικὸν λόγον ἀποφάνσεις παραβαλεῖν πρὸς ἀλλήλας καθ’ ὃν εἴρηται τρόπον ἀνέδραμεν ἐπὶ τὰς δόξας καὶ ἐπὶ τούτων ἠξίωσε γυμνάσαι τὸ θεώρημα ὡς ἂν ἀρχῆς λόγον ἐχουσῶν πρὸς τὰς ἐν τῇ προφορᾷ προτάσεις. ἐπὶ τῶν δοξῶν οὖν συλλογισάμενος ὅπερ ὡς ἀληθὲς ὑπέσχετο δείξειν, ἀξιοῖ τὰ αὐτὰ ἐφαρμόττειν καὶ ἐπὶ τῶν κατὰ τὴν ῥῆσιν προτάσεων καὶ ἐναντίως μὲν ἀντικεῖσθαι τὴν καθόλου ἀπόφασιν τῇ καθόλου καταφάσει, ἀντιφατικῶς δὲ τὴν κατὰ μέρος τῇ καθόλου, ἑκατέραν δὲ τούτων τῶν ἀντιθέσεων σφοδροτέραν εἶναι τῆς τῶν ἐναντίων καταφάσεων πρὸς ἀλλήλας μάχης. Φανερὸν δὲ ὅτι καὶ ἀληθῆ ἀληθεῖ οὐκ ἐνδέχεται ἐναντίαν εἶναι οὔτε δόξαν οὔτε ἀντίφασι ν · ἐναντίαι μὲν γὰρ αἱ περὶ τὰ ἀντικείμεν α · περὶ τὰ αὐτὰ δὲ ἐνδέχεται ἀληθεύειν τὸν αὐτό ν , ἅμα δὲ οὐκ ἐνδέχεται τὰ ἐναντία ὑπάρχειν τῷ αὐτ ῷ . Χρησάμενος ἐν τῇ ἕκτῃ ἐπιχειρήσει ὡς ἐναργεῖ τῷ τὰς συναληθευούσας δόξας τε καὶ προτάσεις μὴ εἶναι ἐναντίας, αὐτὸ τοῦτο νῦν καίτοι ὂν ἐναργὲς κατασκευάζει διὰ τοῦ δευτέρου σχήματος, λαβὼν ὅτι αἱ συναληθεύουσαι δόξαι τε καὶ προτάσεις ἅμα ἐπὶ τοῦ αὐτοῦ ἀληθεῖς εἰσι (τοῦτο γὰρ τὸ συναληθεύειν), τὰ δὲ ἐναντία ἅμα ἐπὶ τοῦ αὐτοῦ ἀληθῆ εἶναι ἀδύνατον, καὶ συνάγων ὅτι αἱ συναληθεύουσαι δόξαι τε καὶ προτάσεις οὐκ εἰσὶν ἐναντίαι. |
| 272 | τὴν δὲ ἀποφατικὴν πρότασιν κατασκευάζει διὰ προσυλλογισμοῦ πλεκομένου κατὰ τὸ πρῶτον σχῆμα, μέσῳ ὅρῳ χρώμενος τοῖς ἀντικειμένοις· τὰ ἐναντία ἀντικείμενα, τὰ ἀντικείμενα ἐπὶ τοῦ αὐτοῦ ἅμα ἀληθεύειν ἀδύνατον, τὰ ἐναντία ἄρα συναληθεύειν ἀδύνατον. παραλέλοιπε δὲ αὐτὸς διὰ συντομίαν τοῦ τε προσυλλογισμοῦ τὴν μείζονα πρότασιν καὶ τοῦ ἐξ ἀρχῆς προβλήματος τὸ συμπέρασμα. ἡ μὲν οὖν δύναμις τῆς κατασκευῆς τοιαύτη. τῆς δὲ ῥήσεως τὸ μὲν οὔτε ἀντίφασιν εἴρηται ἀντὶ τοῦ ‘οὔτε πρότασιν ἐξ ἧς τῇ ἀντιφάσει ἡ γένεσισ‘, τοῦτ’ ἔστιν ὅτι τὰς συναληθευούσας ἀντίφασιν ποιεῖν ἀδύνατον ἢ κατὰ τοὺς ἐνδιαθέτους ἢ κατὰ τοὺς προφορικοὺς καλουμένους λόγους. τὸ δὲ ἐναντίαι μὲν γὰρ αἱ περὶ τὰ ἀντικείμενα ἔοικεν ἀκαταλληλότερον εἰρῆσθαι· ἦν γὰρ ἀκόλουθον τῷ ὑποκειμένῳ, τοῦτ’ ἔστι τοῖς ἐναντίοις, τὸ ἄρθρον συντάξαντα εἰπεῖν ‘αἱ ἐναντίαι μὲν γὰρ περὶ τὰ ἀντικείμενα‘. τὸ δὲ ἑξῆς περὶ τὰ αὐτὰ δὲ ἐνδέχεται ἀληθεύειν τὸν αὐτόν ἔστι μὲν ἡ καταφατικὴ τοῦ συλλογισμοῦ πρότασις, σημαίνει δὲ πῶς αἱ τοιαῦται προτάσεις λέγονται συναληθεύειν, ὅτι παρὰ τὸ συντρέχειν περὶ τὰ αὐτά, λέγει δὲ τὰ κοινὰ ὑποκείμενα τῶν συναληθεύειν λεγομένων προτάσεων. διὰ δὲ τοῦ ἐνδέχεται τὸν τρόπον δηλοῖ τῆς ἐπὶ τούτων ἀληθείας, ὅτι δυνατὸν τὰς τῷ αὐτῷ ὑποκειμένῳ χρωμένας προτάσεις συναληθεύειν τε ἀλλήλαις καὶ μή. τὰς μέντοι μὴ παρὰ τὴν ὕλην ἀλλὰ κατ’ αὐτὴν τὴν τῶν προτάσεων δύναμιν συναληθευούσας, οἷον τὰς ἀδιορίστους ἢ τὰς κατὰ μέρος, πᾶσα ἀνάγκη τῷ αὐτῷ τε ὑποκειμένῳ χρῆσθαι καὶ κατὰ τὸν αὐτὸν χρόνον ἀληθεύειν. τὸ δὲ ἅμα δὲ οὐκ ἐνδέχεται τὰ ἐναντία ὑπάρχειν τῷ αὐτῷ βούλεται μὲν εἶναι συμπέρασμα τοῦ προσυλλογισμοῦ, κατὰ ἀλήθειαν μέντοι περιέχει τὴν αἰτίαν τοῦ συμπεράσματος· τὸ μὲν γὰρ ὄντως συμπέρασμά ἐστιν ὅτι τὰ ἐναντία ἅμα ἀληθῆ εἶναι ἀδύνατον, ἔστι δὲ αἴτιον τοῦ μὴ πεφυκέναι συναληθεύειν ἀλλήλοις τὰ ἐναντία τὸ μὴ ἐνδέχεσθαι αὐτὰ τῷ αὐτῷ ἅμα ὑπάρχειν. |