ΑΛΕΞΑΝΔΡΟΥ ΑΦΡΟΔΙΣΙΕΩΣ ΕΙΣ ΤΟ ΕΚΤΟΝ ΤΗΣ ΤΟΠΙΚΗΣ ΑΡΙΣΤΟΤΕΛΟΥΣ ΠΡΑΓΜΑΤΕΙΑΣ
Διδάξας ὁ Ἀριστοτέλης περὶ τῶν γενικῶν καὶ ἰδικῶν προβλημάτων, καὶ πρὸ αὐτῶν δʼ ὁμοίως περὶ τῶν ἀπὸ τοῦ συμβεβηκότος, καὶ τοὺς τόπους τούς τε κατασκευάζοντας ὅτι τόδε γένος ἐστὶ τοῦδε ἢ ἴδιον ἢ συμβέβηκε τῷδε καὶ αὖθις ἀνασκευάζοντας καὶ δεικνύντας ὅτι οὐκ ἔστι παραδούς, νῦν διδάσκει καὶ περὶ τῶν ὁρικῶν, οὐχ ὅτι τί ἐστιν ἡ φύσις τοῦ ὅρου, καὶ εἰ ἄρα πλείω γένη δεῖ ἐν τῷ ὁρισμῷ παραλαμβάνεσθαι μίαν δὲ διαφορὰν ἢ τοὐναντίον, καὶ τίνων ἔστιν ὁρισμός, ὅτι τῶν οὐσιωδῶν κυρίως, κατὰ δεύτερον δὲ λόγον καὶ τῶν συμβαινόντων — περὶ γὰρ πάντων τούτων ἐδίδαξεν ἐν τοῖς Μετὰ τὰ φυσικά, καὶ ἐν τῷ δευτέρῳ τῆς Ἀποδεικτικῆς περὶ τοῦ εἰ δεῖ τῶν ὁρισμῶν ἀπόδειξιν γίνεσθαι —, ἀλλʼ εἰ ὁ ἀποδιδόμενός τινι ὅρος ὅρος ἐστὶν αὐτοῦ ἢ οὐκ ἔστι· περὶ τούτου γάρ ἐστιν ἡ πρόθεσις αὐτῷ ἐν τῷ παρόντι τῶν Τοπικῶν βιβλίῳ. Τῆς δὲ περὶ τοὺς ὅρους πραγματείας.
Τῆς πραγματείας, φησί, τῆς περὶ τοὺς ὅρους, ἤτοι τῆς περὶ τὰ ὁρικὰ προβλήματα, μέρη εἰσὶ πέντε· πέντε γάρ εἰσι, διʼ ὧν ἐπιχειροῦμεν κατασκευάζειν ὅτι τόδε ἐστὶν ὁρισμὸς τοῦδε, καὶ αὖ τοὐναντίον ἀνασκευάζειν ὅτι ὁ ἀποδοθεὶς ὁρισμὸς οὐ καλῶς ἀποδέδοται. Ἢ γὰρ ὅλως οὐκ ἀληθὲς εἰπεῖν, καθʼ οὗ τοὔνομα, καὶ καὶ τὸν λόγον.
Ἢ γὰρ δεῖ ἐπιχειρεῖν καὶ δεικνύναι ὅτι οὐδʼ ὅλως ὁ ἀποδοθεὶς ὁρισμὸς τὴν φύσιν τοῦ ὁριστοῦ σημαίνει, ἀλλʼ ἄλλο τί ἐστιν — εἰ γὰρ τὸ ζῷον λογικὸν θνητὸν ὁρισμὸς τοῦ ἀνθρώπου ἐστίν, ὀφείλει καὶ κατὰ παντὸς ἀνθρώπου κατηγορεῖσθαι καὶ καθʼ οὗ τὸ ὄνομα κατηγορεῖται, ἤγουν τὸ ὑπὸ τοῦ ὀνόματος δηλούμενον, ὁ ἄνθρωπος, καὶ κατὰ τοῦ Σωκράτους κατηγορεῖσθαι, καὶ διὰ τοῦτο καὶ τὸν ὁρισμὸν τοῦ ἀνθρώπου οἰκεῖον τῷ Σωκράτει καταφαίνεσθαι —, ἢ ὄντος γένους τοῦ ὁριστοῦ οὐκ ἔθηκεν εἰς τὸ γένος τὸν ὁρισμόν, ἤτοι οὐκ ἔλαβε τὸ γένος τοῦ ὁριστοῦ εἰς τὸν ὁρισμὸν αὐτοῦ — οἷον εἴ τις τὴν ἐπιστήμην ὁριζόμενος εἴποι «ἐπιστήμη ἐστὶν ἀμετάπειστος ὑπὸ λόγου», ἁμαρτάνων ἐλέγχεται· οὐ γὰρ ἔλαβεν ἐν τῷ ὁρισμῷ τὸ γένος αὐτῆς· μάλιστα γάρ, φησί, τῶν ἐν τῷ ὁρισμῷ παραλαμβανομένων τὸ γένος δοκεῖ τὴν τοῦ ὁριζομένου οὐσίαν σημαίνειν· ἐν γὰρ τῷ τί ἐστι κατηγορεῖται τὸ γένος, αἱ δὲ διαφοραὶ ὡς ποιότητες μᾶλλον. καὶ ὅτι πρῶτον τὸ γένος τὴν ἑκάστου οὐσίαν δείκνυσιν, χωρίζον αὐτὸ ἀπὸ πάντων τῶν διαφόρων· ἀρχὴ γὰρ τοῦ ὅρου τὸ γένος, ἐξεργασίᾳ δὲ αἱ διαφοραὶ ἐοίκασιν. καὶ αἱ μὲν διαφοραὶ τῶν ὁμοίων καὶ συγγενῶν χωρίζουσι τὸ ὁριστόν, ὧν οὐχ οἷόν τε χωρίσαι αὐτό, εἰ μὴ πρότερον χωρισθείη τῶν ἀνομοίων καὶ ἐκτὸς τῆς φύσεως τοῦ ὁριστοῦ, ὃ ποιεῖ τὸ γένος —, ἢ ὅταν οὐκ ἴδιον τοῦ ὁριστοῦ ἀποδιδῷ τις τὸν λόγον, ὡς εἴ τις θείη ὁρισμὸν εἶναι τοῦ ἀνθρώπου τὸ ζῷον πεζὸν δίπουν· — οὗτος γὰρ ὁ ὅρος οὐκ ἴδιος τοῦ ἀνθρώπου ἐστίν, ἐπεὶ οὐκ ἀντιστρέφει· δεῖ δὲ τὸν ὁρισμὸν ἴδιον εἶναι τοῦ ὁριστοῦ καὶ ἀντιστρέφειν ὥσπερ καὶ τὸ ἴδιον —, ἢ εἰ πάντα τὰ εἰρημένα πεποιηκώς, ἤγουν καὶ γένος οἰκεῖον λαβὼν καὶ διαφορὰς προσθεὶς καὶ ἀντιστρέφοντα πρὸς τὸ ὁριστὸν τὸν ὁρισμὸν ἀποδούς, μὴ ὥρισται, τουτέστι μὴ κυρίως ἀπέδωκεν ὁρισμὸν ἀλλʼ ὑπογραφήν, μηδʼ εἴρηκε τὸ τί ἦν εἶναι, ἤγουν ἐδήλωσε τὴν φύσιν τοῦ ὁριστοῦ — ὁ γὰρ εἰπὼν ζῷον ὀρθοπεριπατητικὸν πλατυώνυχον φαλακρὸν προγαστρικὸν τὸν Σωκράτην πάντα μὲν ἐφύλαξεν ἃ εἴπομεν, ὁρισμὸν δὲ οὐκ ἐποίησεν ἀλλʼ ὑπογραφὴν λαβὼν τὰ συμβεβηκότα· διὸ οὐκ ἐδήλωσε τὴν φύσιν τοῦ ὁριστοῦ —, καὶ τελευταῖον, εἰ ὥρισται μέν, μὴ καλῶς δὲ ὥρισται, τουτέστιν εἰ ὁρισμὸς μέν ἐστιν ὁ ἀποδιδόμενος, μὴ οἰκεῖος δὲ ὢν τῷ πράγματι. Εἰ μὲν οὖν μὴ ἀληθεύεται, καθʼ οὗ τοὔνομα, καὶ ὁ λόγος, ἐκ τῶν πρὸς τὸ συμβεβηκὸς τόπων ἐπισκεπτέον.
Πέντε οὐσῶν, ἃς ἀπηριθμήσατο, τῶν κατὰ τὰ ὁρικὰ προβλήματα γινομένων ἁμαρτιῶν, τὰς μὲν προτέρας τρεῖς ἐκ τῶν κατὰ τὸ συμβεβηκὸς καὶ γένος καὶ ἴδιον παραδοθέντων τόπων ἐπιχειρεῖν δεῖ, φησίν, ἀνασκευάζειν, τὰς δὲ ὑστέρας δύο τόπων δεῖσθαι δύο ἰδίων, οὓς καὶ ἐκτίθησι. διό φησιν εἰ μὲν οὖν μὴ ἀληθεύεται, καθʼ οὗ τοὔνομα, καὶ ὁ λόγος, ἤτοι εἰ οὐδαμῶς ὑπάρξει τῷ πράγματι ὁ ἀποδοθεὶς λόγος, διʼ ἐκείνων τῶν τόπων ἀποδείξομεν, διʼ ὧν καὶ ἐν τοῖς κατὰ τὸ συμβεβηκὸς ἀπεδείκνυμεν. οὗτοι γὰρ τοῦ ὑπάρχειν τὸ τιθέμενον ἦσαν δεικτικοί, καὶ τὸ συμβεβηκὸς τῇ ὑπάρξει μόνῃ ἐχαρακτηρίζετο· ἦν γὰρ συμβεβηκὸς τὸ μήτε γένος μήτε ὅρος μήτε ἴδιον ὂν ὑπάρχον δὲ τῷ πράγματι· οἷον ὅτι τὸ λευκὸν οὐχ ὑπάρχει τῷ Σωκράτει· καὶ γὰρ ἐν ἐκείνοις ἡ σκέψις καὶ ἡ ἐξέτασις ἐγίνετο, πότερον ὑπάρχει τῷ Σωκράτει τὸ λευκὸν ἢ οὐχ ὑπάρχει. ὥσπερ γὰρ ἐκεῖ σπουδὴν ἔχομεν δεῖξαι ὅτι τῷ Σωκράτει οὐκ ἔστι τὸ λευκόν, ἐπεὶ οὐδὲ λευκός ἐστι, περαιτέρω δὲ οὐ πολυπραγμονοῦμεν, ἢ πάλιν ὅτι ὑπάρχει, οὕτως ἀρκεῖ ἡμῖν καὶ εἰ δείξομεν ὅτι τὸ «οὐσία ἄψυχος ἀναίσθητος» οὐχ ὑπάρχει τῷ ἀνθρώπῳ — οὐδὲ γὰρ ἄψυχός ἐστι καὶ ἀναίσθητος —, ὡσπεροῦν πάλιν τὸ «ζῷον λογικὸν θνητόν» ὁρισμός ἐστιν αὐτοῦ, ἐπεὶ καὶ λογικὸς καὶ θνητός. τοὺς δὲ τόπους, διʼ ὧν ὀφείλομεν δεικνύειν ὅτι τὸ ἐν τῷ ὁρισμῷ γένος ἀλλότριόν ἐστι τοῦ ὁριστοῦ ἢ ὅτι οὐκ ἀντιστρέφει ὁ ὁρισμός, ἐπισκέπτεσθαί φησιν ἀπὸ τῶν παραδοθέντων ἐν τοῖς γενικοῖς καὶ ἰδικοῖς προβλήμασι τόπων. διʼ ὧν γὰρ ἐν ἐκείνοις ἀπεδείκνυτο ὅτι οὐκ ἔστι γένος τοῦδε ἢ ἴδιον τὸ ἀποδιδόμενον, διὰ τῶν αὐτῶν καὶ ὅτι οὐδὲ τὸ ἐν τῷ ὁρισμῷ γένος οἰκεῖόν ἐστι τῷ ὁριστῷ ἢ ὁ ὁρισμὸς ἴδιος αὐτοῦ ἐστιν. ὁμοίως δὲ πάλιν καὶ διὰ τῶν ἐν ἐκείνοις τόπων τὰ τοιαῦτα κατασκευάσομεν. ὥστε αἱ μὲν πρῶται ἀνασκευαὶ τῶν ὅρων ἀπὸ τῶν πρὸς τὸ συμβεβηκὸς τόπων γίνοιντʼ ἄν, ἡ δὲ δευτέρα διὰ τῶν πρὸς τὸ γένος τόπων, ἡ δὲ τρίτη διὰ τῶν πρὸς τὸ ἴδιον. Πρῶτον μὲν οὖν ἐπισκεπτέον εἰ μὴ καλῶς ὥρισται· ῥᾷον γὰρ ὁτιοῦν ποιῆσαι ἢ καλῶς.
Δύο ὄντων ὑπολελειμμένων, πρὸς ἃ δεῖ τόπους εὑρεῖν, πρῶτον, φησίν, ἐπισκεπτέον εἰ μὴ καλῶς ὥρισται· ῥᾴων γὰρ ἡ πρὸς τοῦτο ἐπιχείρησις ἢ ἡ πρὸς τὸ ἁπλῶς ὡρίσθαι. ἐπειδὴ γὰρ ἐργωδέστερον τὸ καλῶς ὁτιοῦν ποιῆσαι τοῦ ἁπλῶς ποιῆσαι, δῆλον ὅτι ἡ ἁμαρτία περὶ τοῦτο πλείων· εὐκολώτερον δὲ πλείους ἁμαρτίας φωρᾶσθαι τῶν ἐλαττόνων, ὥστε εὐκολώτερον δεῖξαί τινα μὴ καλῶς ὡρισμένον ἤπερ μηδὲ ὅλως ὡρισμένον. Δεύτερον δέ, εἰ ἐπὶ πλέον εἴρηκε τὸν λόγον τοῦ δέοντος.
Τουτέστιν εἰ περιττὸν προσέθηκε τῷ λόγῳ. ὁ μὲν οὖν περιττόν τι προστιθεὶς τῷ λόγῳ τῷ δηλοῦντι τὸ τί ἦν εἶναι τοῦ προκειμένου ὡς μὴ καλῶς ὁριζόμενος εὐθύνοιτʼ ἄν, ὁ δὲ ἐνδεέστερον ἀποδιδοὺς καὶ ταύτῃ ἁμαρτάνων οὐ τῷ μὴ καλῶς ἀλλὰ τῷ μηδʼ ὅλως ὡρίσθαι. ὁ γὰρ ἐνδεὴς λόγος κατὰ τοῦτο ἐνδεής ἐστιν, ὅτι ἐλλείπει τι αὐτῷ πρὸς τὸ δηλῶσαι τὸ τί ἦν εἶναι· ὁ δὲ μὴ δηλῶν τὸ τί ἦν εἶναι οὐχ ὁρισμός. Ὁμώνυμος γὰρ ἡ ἀγωγὴ καὶ ἡ συμμετρία.
Ὅτι ἡ μὲν ἀγωγὴ σημαίνει φοράν τινων, ὃ καὶ παρακομίζειν λέγεται, ὡς λέγεται σίτου ἀγωγὴ ἢ οἴνου· λέγεται καὶ ἡ διὰ τῶν ἠθῶν τοῦ τρόπου κατακόσμησις, ὡς λέγεται παίδων ἀγωγή· λέγεται ἀγωγὴ καὶ ἡ μεταβολή· ἐφʼ οὗ σημαινομένου ὁ ὁριζόμενος οὕτω τὴν γένεσιν κέχρηται τῷ τῆς ἀγωγῆς ὀνόματι. ἀλλὰ καὶ ἡ συμμετρία ὁμώνυμον, ὥσπερ καὶ τὸ σύμμετρον· σύμμετρα γὰρ τὰ τῷ αὐτῷ μέτρῳ μετρούμενα καὶ τὰ οἰκεῖα ἑκάστῳ καὶ ἀρκοῦντα, ἢ κατὰ τὸ πλῆθος ἢ κατὰ τὸ μέγεθος ἢ κατὰ τὰς ποιότητας ἢ κατὰ τὰς δυνάμεις ἀνάλογον ἔχοντα. Ἐνδέχεται δὲ συκοφαντεῖν ὡς οὐκ ἐφαρμόττοντος τοῦ λόγου.
Ἐνδέχεται, φησί, συκοφαντεῖν τὸν οὕτως ἀποδοθέντα ὁρισμόν, ὅτι μηδὲ τὴν ἀρχὴν ὅρος ἐστίν, εἴ τις ὡς πάντων τῶν ὑπʼ αὐτοῦ τοῦ ὀνόματος σημαινομένων ἀποδεδωκότος αὐτοῦ τὸν ὁρισμὸν προχειριζόμενος ἐκεῖνα τῶν σημαινομένων, οἷς οὐκ ἐφαρμόζει ὁ ἀποδοθεὶς λόγος, δεικνύοι ὅτι οὐχ ὁρισμός· ἐπεὶ τόν τινων ὁρισμὸν ἐπὶ πάντων δεῖ ἀληθεύεσθαι, ἐφʼ ὧν καὶ τοὔνομα οὗ ὁ ὁρισμός. εὐλόγως δὲ προσέθηκε τὸ συκοφαντεῖν ἐπὶ τοῦ τοιούτου ἐλέγχου· ὁ γὰρ τὸν ἀποδιδόμενον τοῦ κυνὸς λόγον ἀξιῶν πᾶσι τοῖς ὑπὸ τοῦ ὀνόματος τοῦ κυνὸς σημαινομένοις ἁρμόζειν, ὡς ὄντος τοῦ κυνὸς μιᾶς τινος φύσεως, συκοφαντεῖ· ὁρισμὸς μὲν γάρ τινος κυνὸς τὸ ζῷον πεζὸν ὑλακτικόν, ἂν οὕτω τύχῃ, ἀσαφὴς δὲ τῷ μὴ προσδιωρίσθαι ποίου κυνός. τὴν μέντοι ἀφορμὴν τῆς τοιαύτης κακουργίας παρέχει μὴ διαιρεθέντος τοῦ πολλαχῶς λεγομένου ἀλλʼ ὡς μίαν φύσιν δηλοῦντος ἀποδιδοὺς τὸν ὁρισμόν. Μάλιστα δʼ ἐνδέχεται τὸ τοιοῦτον ποιεῖν λανθανούσης τῆς ὁμωνυμίας.
Μάλιστα δʼ ἐνδέχεται ἀπελέγχειν τὸν ὁριζόμενον, ὅταν ἀγνοῇ τις ὅτι πολλὰ σημαίνει τὸ ἐν τῷ ὁρισμῷ πολλαχῶς λεγόμενον· τότε γὰρ δυνατὸν ὡς μίαν φύσιν σημαίνοντος τοῦ ὀνόματος ἕν τι λαμβάνοντα δεικνύναι ὅτι μὴ ὁρισμός, διὰ τὸ μὴ πᾶσι τοῖς ὑπὸ τὸ ὄνομα ἐφαρμόζειν. εἰ δὲ γινώσκει ὁ προσδιαλεγόμενος, φέρε εἰπεῖν ὅτι τὸ κύων πολλὰ σημαίνει, καὶ διαιρήσει αὐτὸ εἰς τὰ σημαινόμενα καὶ εἴποι ὅτι τοῦδε τοῦ κυνὸς τὸν ὁρισμὸν ἀποδέδωκεν, ἀνεύθυνος ἔσται. ἐνδέχεται δέ, φησίν, αὐτὸν τὸν προσδιαλεγόμενον διελόμενον καὶ διορίσαντα πόσα σημαίνει τὸ ἀποδοθέν, ἤγουν τὸ ὁρισθέν, ἐν τῷ ὁρισμῷ, συλλογισμὸν ποιῆσαι, ἤτοι συλλογὴν καὶ ἀπαρίθμησιν τῶν σημαινομένων. εἰ γὰρ μηδενὶ τῶν σημαινομένων ἁρμόσει τὸ ἀποδοθὲν ἐν τῷ ὁρισμῷ, οὐχ ὡρίσατο καλῶς· ὃ ἐδήλωσε διὰ τοῦ εἰπεῖν κατὰ τρόπον, ἤγουν κατά τινα τῶν ἀπηριθμημένων τῆς σημασίας τρόπον. δεῖ δὲ ποιεῖν τὴν συλλογὴν οὕτως· ἐπεὶ φέρε εἰπεῖν ὁ ἀποδοθεὶς ὑπὸ σοῦ ὁρισμὸς τοῦ κυνὸς οὔτε τῷ ἀστρῴῳ ἁρμόζει οὔτε τῷ χερσαίῳ οὔτε τῷ θαλασσίῳ, οὐχ ὡρίσω καλῶς. Ἄλλος, εἰ κατὰ μεταφορὰν εἴρηκεν, οἷον εἰ τὴν ἐπιστήμην ἀμετάπτωτον.
Μεταφορὰ μέν ἐστιν, ὅταν τὸ κυρίως ἐπί τινος λεγόμενον ἐφʼ ἕτερον μὴ κυρίως ὑπʼ αὐτοῦ σημαινόμενον μετάγωμεν, ὃ καλεῖται παρὰ τοῖς γραμματικοῖς καὶ παράχρησις. εἰ οὖν τις ὁρισάμενος τὴν ἐπιστήμην ἀμετάπτωτον φήσειεν, ἐπεὶ τὸ ἀμετάπτωτον ἐπὶ σωμάτων κυρίως λέγεται τῶν διʼ ἰσχὺν μὴ τρεπομένων ἢ διʼ ἰδιότητα μὴ μεταβαλλόντων, ἀσαφὲς ἐποίησε τὸ λεγόμενον. ὡσαύτως καὶ ὁ τιθήνην τὴν γῆν ὁρισάμενος· ἡ γὰρ τιθήνη κυρίως ἐπὶ τῆς γυναικὸς τῆς τιθηνούσης καὶ ἀνατρεφούσης λέγεται. ἐνδέχεται οὖν, φησί, καὶ τὸν μεταφορικῶς ὁρισάμενον συκοφαντεῖν, ἤγουν ἐλέγχειν, ὡς μὴ ἀποδιδόντα ὅρον ἐφαρμόζοντα τῷ ὑποκειμένῳ. οἷον εἴ τις τὴν σωφροσύνην ὁρίσαιτο συμφωνίαν· ἡ γὰρ συμφωνία οὐχ ἁρμόζει τῇ σωφροσύνῃ· κυρίως γὰρ ἐπὶ φθόγγων λέγεται ἡ συμφωνία· εἰ οὖν καὶ ἡ σωφροσύνη συμφωνία κατὰ τὸν ὁρισάμενον, ἦν ἂν καὶ ἡ σωφροσύνη φθόγγος. ἀλλʼ οὐδὲ γένος ἔσται τῆς σωφροσύνης ἡ συμφωνία· εἰ γὰρ κατὰ τὸν ὁρισάμενον γένος ἐστὶ τῆς σωφροσύνης ἡ συμφωνία — οὕτω γὰρ παρʼ ἐκείνου εἴληπται ἐν τῷ ὅρῳ —, ἔστι δὲ καὶ γένος ὁμολογουμένως τῆς σωφροσύνης ἡ ἀρετή, εὑρεθήσεται τὸ αὐτὸ καὶ ἓν εἶδος, ἡ σωφροσύνη, ὑπὸ δύο γένη ἀναγομένη μήτε περιέχοντα ἄλληλα μήτε ὑπὸ τὸ αὐτὸ καὶ ἓν γένος ἀναγόμενα. εἰ γὰρ ὑπὸ τὸ αὐτὸ καὶ ἓν γένος ἀνήγοντο ἥ τε ἀρετὴ καὶ ἡ συμφωνία, ἢ ἡ συμφωνία περιεῖχεν ἂν τὴν ἀρετὴν ἢ ἡ ἀρετὴ τὴν συμφωνίαν· ἀλλʼ οὐκ εἰσὶν ὑπὸ τὸ αὐτὸ γένος· τῆς μὲν γὰρ ἀρετῆς γενικώτατόν ἐστιν ἡ ποιότης, τῆς δὲ συμφωνίας τὸ πρός τι. Ἔτι εἰ μὴ κειμένοις ὀνόμασι χρῆται.
Καὶ οὗτος ὁ τόπος τοῦ ἄνωθεν κατὰ παράχρησιν ἔχεται. κείμενα οὖν ὀνόματα λέγει τὰς συνήθεις καὶ κατατετριμμένας λέξεις, καὶ μὴ οἵαις ὁ Λυκόφρων χρῆται, σκληραῖς τε καὶ τροπικαῖς, πεφναίαν λέγων τὴν φονικὴν καὶ κύνα τὴν γυναῖκα διὰ τὸ ἀναιδές, καὶ Πλάτων ὀφρυόσκιον τὸν ὀφθαλμόν, καὶ τὰ ἄλλα, ἃ παρέθηκεν αὐτός· ταῦτα γὰρ ἀσυνήθη· πᾶσα δὲ λέξις ἀσυνήθης ἀσάφειαν ἐν τοῖς ὁρισμοῖς ἐμποιεῖ. Ἔνια δὲ οὔτε καθʼ ὁμωνυμίαν οὔτε κατὰ μεταφοράν.
Ἔνια δέ φησιν οὔτε καθʼ ὁμωνυμίαν οὔτε κατὰ μεταφορὰν ἐν τοῖς ὅροις παραλαμβάνεσθαι. καὶ εἰσὶ ταῦτα χείρω καὶ τῶν κατὰ μεταφορὰν λεγομένων· καίτοι καὶ τὰ οὕτως τιθέμενα ἐν τοῖς ὅροις ἀσαφείας ἦν αἴτια. ἃ δὲ οὐ κυρίως λαμβανόμενα ἐκπεπτώκασι, καὶ τῆς διʼ ὁμωνυμίας συνήθως γινομένης πλάνης καὶ τῆς ἐκ μεταφορᾶς ὁμοιότητος πολὺ χεῖρον λέγεται. ἡ μὲν γὰρ μεταφορά, εἰ καὶ μὴ κυρίως ἐστὶ τοῦ πράγματος σημαντική, ἀλλʼ ὅμως γνώριμόν πως παρέχει τὸ σημαινόμενον, διότι καθʼ ὁμοιότητά τινα γίνονται αἱ μεταφοραί· καὶ ὁ τῇ ὁμωνυμίᾳ χρώμενος ἔχει καὶ αὐτὸ τὸ προκείμενον ὑπὸ τοῦ ὀνόματος σημαινόμενον κυρίως, εἰ καὶ μὴ μόνον. τὰ δὲ τοιαῦτα οὐδαμόθεν παρέχονται τὴν γνῶσιν τῷ μήτε κύρια εἶναι μήτε καθʼ ὁμοιότητα γίνεσθαι, ἀσαφείας δὲ αἴτιά τινος πλείονος. οὔτε γὰρ ἡ ὁμοιότης ὑπάρχει, καθʼ ἣν μέτρον ἢ εἰκὼν ὁ νόμος ἐστίν, οὔτε εἴωθε κυρίως λέγεσθαι, ἀλλʼ οὐδέτερον κυρίως ὁ νόμος· τὸ μὲν γὰρ μέτρον ποσόν, ὁ δὲ νόμος οὐ ποσόν· καὶ ἡ εἰκὼν μίμησίς ἐστι ζῴου ἐκ τοιῶνδε χρωμάτων σχηματιζομένη, ὁ δὲ νόμος οὐκ ἔστι μίμησις ζῴου. Εἰ δὲ μὴ κυρίως, δῆλον ὅτι ἀσαφῶς εἴρηκεν.
Ὅτι τοῦ μὴ καλῶς ὡρίσθαι μέρη δύο, ἀσάφεια καὶ περιττολογία· ἡ δὲ ἀσάφεια ἤτοι διʼ ὁμωνυμίαν, ἢ ἐν τῷ ὅρῳ ἢ ἐν τῷ ὁριστῷ, ἢ διὰ μεταφορὰν ἢ διὰ κατάχρησιν. Ἔτι εἰ μὴ δῆλος ὁ τοῦ ἐναντίου λόγος ἐκ τοῦ λεχθέντος.
Ἔτι τοῦ ἀσαφῶς εἰρῆσθαι δεικτικὸν τὸ ἐκ τοῦ ἀποδεδομένου ὅρου μὴ εἶναι γνώριμον τὸν τοῦ ἐναντίου τῷ οὗ ὁ ὁρισμὸς ἀποδέδοται λόγον τε καὶ ὅρον, δηλονότι ἐὰν ᾖ τι αὐτῷ ἐναντίον. δοκεῖ γὰρ ὁ τοῦ ἑτέρου τῶν ἐναντίων ὁρισμὸς γνώριμον ποιεῖν καὶ τὸν τοῦ ἑτέρου· διὰ γὰρ τοῦ ἐναντίου τῷ ἐν τῷ τοῦ ἑτέρου τῶν ἐναντίων ὁρισμῷ τὸ ἐναντίον αὐτῷ ὁρίζεται.
οἷον εἴ τις εἴποι «ἀδικία ἐστὶ κακία ψυχῆς», εὐθὺς καὶ τὸν τοῦ ἐναντίου ὁρισμόν, τῆς δικαιοσύνης, ἐδήλωσεν· ἔστι δʼ οὗτος «ἀρετὴ ψυχῆς». καὶ εἰ τὸ λευκὸν χρῶμα διακριτικὸν ὄψεως, δῆλον ὅτι τὸ ἐναντίον τῷ λευκῷ, τουτέστι τὸ μέλαν, ἔσται χρῶμα συγκριτικὸν ὄψεως. εἰ οὖν ἐκ τοῦ ῥηθέντος ὅρου οὐ γίνεται δῆλος καὶ ὁ τοῦ ἐναντίου τῷ ὁριστῷ ὁρισμός, ἀμφίβολος γίνεται τίνος ἂν εἴη ὁρισμός. Ἢ εἰ καθʼ αὑτὸν λεχθεὶς μὴ φανερὸς εἴη τίνος ἐστὶν ὁρισμός.
Δεῖ, φησί, τὸν σαφῶς ἀποδοθέντα ὁρισμόν, κἂν μὴ προσκείμενον ᾖ αὐτῷ τὸ τίνος ἐστὶν ὁρισμός, εὐθὺς εἶναι γνώριμον, τοῖς δηλονότι περὶ ταῦτα ἔχουσιν — οὐ γὰρ δὴ καὶ τοῖς ἰδιώταις — καὶ μὴ δεῖσθαι τὸν ὁρισμὸν προσθήκης τίνος ἐστὶν ὁρισμός· ἄτεχνον γὰρ τοῦτο καὶ ἀμαθές· ὅπερ οἱ παλαιοὶ ζωγράφοι ἐποίουν, μὴ ἀκριβεῖς τὰς εἰκόνας ἀπεργαζόμενοι διʼ ἐπιγραφῆς ἐδήλουν τίνος ἐστὶν ἑκάστη ζῴου. ὅταν οὖν ὁ ἀποδοθείς τινος ὁρισμὸς μὴ γνώριμος αὐτόθεν ᾖ τίνος ἐστὶν ὁρισμός, ἀλλὰ δέηται προσκειμένου τοῦ ὁριστοῦ, δῆλον ὅτι ἀσαφῶς ἀποδέδοται. Εἰ μὲν οὖν μὴ σαφῶς, ἐκ τῶν τοιούτων ἐστὶν ἐπισκεπτέον.
Τὸ μὲν οὖν ἀσαφές, φησίν, ἐκ τῶν εἰρημένων κριτέον. καὶ σχεδὸν ἅπαν εὑρίσκεται ἐν τοῖς τῆς λέξεως πάθεσι· πάθος γὰρ λέξεως καὶ ἡ ὁμωνυμία καὶ ἡ μεταφορὰ καὶ ἡ κατάχρησις. τὸ δὲ περίεργον καὶ περιττὸν ἐν μὲν τῇ πρώτῃ τῶν ἐφόδων δόξειεν ἂν ὁ Ἀριστοτέλης μετάγειν εἰς τὰς πραγματικὰς ἐξετάσεις· ἄντικρυς γὰρ τὴν ἐκ τοῦ πλειονάζειν κακίαν καὶ πλείω τὰ πράγματα περιλαμβάνειν ὁ τόπος ἐλέγχειν φαίνεται, οὐ μὴν ἀληθῶς, ἀλλʼ ὅταν μὲν ὅλῳ τῷ ὅρῳ ἅμα συμβῇ τὸ λέγεσθαι ἐπὶ πλέον τοῦ πράγματος, οὐ πρὸς τὸν τρόπον ἡ ἐπιτίμησις οὐδὲ πρὸς τὸ καλῶς, οἷον ἄνθρωπός ἐστι ζῷον δίπουν, ὅταν δὲ ἐν μιᾷ λέξει τὸ περιττόν, ἧς καὶ ἀφαιρεθείσης ὁ λοιπὸς ὅρος τέλειός τε καὶ ἀκριβής, τοῦτο αἶσχος ἤδη, καθάπερ ἐπὶ σώματος εὐειδοῦς ἀκροχορδόνες. καὶ τοῦτον τὸν τρόπον αἰτιᾶται νῦν ὁ Ἀριστοτέλης, καὶ φησὶ μάταιον εἶναι καὶ παρέλκον τῷ ὁρισμῷ προσκείμενον τὸ πᾶσιν ὑπάρχον, ἢ ἁπλῶς τοῖς οὖσιν ἢ τοῖς ὑπὸ τὸ αὐτὸ γένος τῷ ὁριζομένῳ, τὸ ὑπάρχον μὲν τοῖς οὖσιν, ὡς ὅταν τις εἴπῃ ζῷον λογικὸν θνητὸν ἓν ὄν — πρόσκειται γὰρ ἐν τούτῳ τὸ ἓν ὄν, ὃ περιττόν ἐστιν ὡς πᾶσιν ὑπάρχον, καὶ τοῖς ὁμογενέσι καὶ ἀνομογενέσι —, τὸ τοῖς ὑπὸ τὸ αὐτὸ δὲ γένος ὑπάρχον, ὡς ὅταν εἴπῃ ζῷον λογικὸν αἰσθητικόν· τὸ γὰρ αἰσθητικὸν πᾶσι τοῖς ὑπὸ τὸ αὐτὸ γένος εἴδεσιν ὑπάρχει, καὶ ἵππῳ καὶ βοῒ καὶ τοῖς ἄλλοις. δεῖ γάρ, φησίν, ἐν τῷ ὅρῳ τὸ μὲν γένος ἀπὸ τῶν μὴ ὁμογενῶν χωρίζειν, τὴν δὲ διαφορὰν ἀπὸ τῶν ὁμογενῶν· τὸ δὲ πᾶσιν ἁπλῶς ὑπάρχον οὐδενὸς χωρίζει, τὸ δὲ τοῖς ὁμογενέσιν πᾶσιν ὑπάρχον οὐ χωρίζει ἀπὸ τῶν ἐν τῷ αὐτῷ γένει. Ἢ εἰ ἔστι μὲν ἴδιον τὸ προσκείμενον.
Εἰ τὸ προσκείμενον, φησίν, ἴδιον μέν ἐστι τοῦ ὁριστοῦ, ἀφαιρεθέντος δὲ τούτου καὶ ὁ λοιπὸς λόγος ἴδιός ἐστι καὶ δηλοῖ τὴν οὐσίαν αὐτοῦ, περίεργον τὸ προσκείμενον· καθόλου γὰρ ἅπαν περιττὸν οὗ ἀφαιρεθέντος ὑπὸ τοῦ καταλειπομένου δηλοῦται ἡ οὐσία τοῦ προκειμένου. καθόλου δὲ ἐπήνεγκε τοῦτο δεικτικὸν ὂν τοῦ καὶ τὰ κοινὰ ὑποπίπτειν τούτῳ, τῷ καὶ ἐκείνων ἀφαιρουμένων δείκνυσθαι ὑπὸ τοῦ λοιποῦ λόγου ἢ ὅτι μὴ τοῦ προκειμένου ὡς εἰ γένει μὴ εἴη δηλούμενον, οὐκέτι ἂν εἴη λόγος. ὥσπερ ψυχῆς ὁρισμὸς τὸ ἀριθμὸς αὐτὸς ἑαυτὸν κινῶν· τὸ γὰρ «ἀριθμός» ἐκ περιττοῦ κεῖται· καὶ γὰρ τὸ αὐτὸ ἑαυτὸ κινοῦν χωρὶς τοῦ ἀριθμοῦ τὴν ψυχὴν δηλοῖ, καθάπερ Πλάτων ἐν τῷ Φαίδρῳ φησὶ λέγων «ἀθανάτου δὲ πεφασμένου τοῦ ὑφʼ ἑαυτοῦ κινουμένου, ψυχῆς οὐσίαν τε καὶ λόγον τοῦτό τις λέγων οὐκ αἰσχυνεῖται». ἄλλως τε καὶ ὁ ἀριθμὸς οὐκ ἔστι γένος τῆς ψυχῆς. ὥσπερ δή τινος ἐνισταμένου καὶ λέγοντος «πῶς φὴς ὅτι ἀφαιρεθέντος τοῦ ἀριθμοῦ οὐ λυμαίνεται ὁ ὁρισμός; γένος γάρ ἐστι τῆς ψυχῆς ὁ ἀριθμὸς κατὰ Ξενοκράτην καὶ Πλάτωνα, καὶ δεῖ τῆς προσθήκης τοῦ ἀριθμοῦ ὡς γένους ἐν τῷ ὁρισμῷ», φησίν, ὅτι εἰ δώσομεν ὅτι ὁ ἀριθμὸς γένος ἐστὶ τῆς ψυχῆς, ἀφαιρεθέντος τούτου τὸ καταλειφθὲν οὐκ ἔσται ὅρος ἀλλʼ ἴδιον. οὐ μὴν δὲ καὶ τὴν οὐσίαν δηλώσει τοῦ πράγματος· πᾶς μὲν γὰρ ὅρος ἴδιον, οὐ μὴν καὶ τὸ ἀνάπαλιν. Ὁποτέρως μὲν οὖν ἔχει, χαλεπὸν διασαφῆσαι.
Τουτέστι πότερον γένος ψυχῆς ὁ ἀριθμὸς ἢ οὔ, καὶ πότερον ἀφαιρεθέντος τοῦ ἀριθμοῦ τὸ καταλειπόμενον ὁρισμός ἐστι ψυχῆς ἢ ἴδιον ἢ οὔ, χαλεπὸν εὑρεῖν· μείζονος γὰρ σκέψεως ἡ περὶ τούτου ζήτησις ἢ τῆς διαλεκτικῆς. χρηστέον δὲ τῷ ὁρισμῷ ἐν τῷ παρόντι παραδείγματι, ὡς ἡμῖν ἐστι χρήσιμον· χρησιμεύει δέ, εἰ λάβοιμεν νῦν τὸν ἀριθμὸν ὡς γένος τῆς ψυχῆς.
Προσέθηκε δὲ τῷ προτέρῳ παραδείγματι καὶ ἕτερον ὅμοιον, λέγων εἴ τις θείη ὅρον τοῦ φλέγματος εἶναι τὸ ὑγρὸν πρῶτον ἀπὸ τροφῆς ἄπεπτον· τὸ γὰρ ἄπεπτον περιττῶς κεῖται, ἐπειδὴ ἓν τὸ πρῶτον. εἶτα προσαπορεῖ τῷ εἰρημένῳ ὡς οὐχ ὑγιῶς εἰρημένῳ. ἔστι γὰρ ὑγρὸν πρῶτον καὶ ὑγρὸν πρῶτον ἄπεπτον· δύναται γὰρ τὸ ἀπὸ τροφῆς ὑγρὸν πρῶτον εἶναι καὶ πρὸ τοῦ φλέγματος οὐκ ἄπεπτον, ὡς τὸ ἐξυγρανθείσης αὐτῆς ἐν τῇ πέψει γινόμενον αἷμα, ὃ ἀναδίδοται. ὡς μέντοι ἄπεπτον ὑγρὸν πρῶτον τὸ φλέγμα, ἐπεὶ δύναται καὶ ἄλλα ἀπὸ τροφῆς ὑγρὰ ἄπεπτα εἶναι· ἀπὸ γοῦν τοῦ φλέγματος μεταβάλλοντος ὀξὺς χυμὸς γίνεταί τις περὶ τὸν στόμαχον, ποτὲ δὲ χολώδης. διὸ οὐ παρέλκοι ἂν τὸ ἄπεπτον προσκείμενον ἐν τῷ τοῦ φλέγματος λόγῳ, εἴ γε μή ἐστιν ἁπλῶς πρῶτον, ἀλλὰ τῶν ἀπέπτων πρῶτον. Ἔτι εἴ τι τῶν ἐν τῷ λόγῳ μὴ πᾶσιν ὑπάρχει τοῖς ὑπὸ τὸ αὐτὸ εἶδος.
Ἔτι ἐὰν ἐν τῷ ἀποδεδομένῳ τινὸς λόγῳ τοιοῦτόν τι προσκείμενον ᾖ, ὃ μὴ πᾶσι τοῖς ἐν τῷ αὐτῷ εἴδει, οὗ τὸν ὁρισμὸν ἀποδίδωσιν, ὑπάρχει, παρέλκον τε καὶ μάτην προσκείμενον τὸ τοιοῦτον ἔσται. καὶ μᾶλλόν γε τοῦτον ἢ τὸν ἔχοντά τι προσκείμενον, ὃ πᾶσιν ὑπάρχει, διαβλητέον. ἐπὶ μὲν γὰρ ἐκείνου, εἰ ὁ λόγος χωρὶς τοῦ προσκειμένου, ὃ πᾶσιν ὑπάρχει, ἴδιός ἐστιν ὑποκειμένου τινὸς τὴν οὐσίαν αὐτοῦ δηλῶν, καὶ μετὰ τοῦ τοιούτου προσκειμένου ἔτι ἴδιος ἔσται αὐτοῦ· καθόλου γάρ, πρὸς τὸν ἴδιόν τινος λόγον ἂν προστεθῇ τι παντὶ ὑπάρχον τῷ ὁριστῷ, καὶ ὅλος ὁ λόγος μετὰ τοῦ προσκειμένου ἔτι ἴδιος γίνεται τοῦ πράγματος καὶ ἀντικατηγορηθήσεται τοῦ πράγματος· οὐδενὶ γὰρ ἄλλῳ παρὰ τὸ προκείμενον ὁ τοιοῦτος ἐφαρμόζει λόγος. ἐὰν δὲ προστεθῇ τι ὃ μὴ παντὶ ὑπάρχει τῷ ὁριστῷ, ἀδύνατον ὅλον τὸν λόγον εἶναι ἴδιον· οὐ γὰρ ἀντικατηγορεῖται. Διὰ τὸ μὴ πᾶσιν ὑπάρχειν τοῖς ὑπὸ τὸ αὐτὸ εἶδος τὸ τετράπηχυ.
Εἴη ἂν οὐ τοῦ μὴ ὡρίσθαι ἀλλὰ τοῦ μὴ καλῶς ὡρίσθαι τῷ ἔχειν ἐκ περισσοῦ προσκείμενον καὶ οὗτος ὁ τόπος, ὅτι ἀφαιρεθέντος τούτου, ὃ μὴ πᾶσιν ὑπάρχει, ὁ καταλειπόμενος λόγος ὁρισμός ἐστι τοῦ προκειμένου. Πάλιν εἰ τὸ αὐτὸ πλεονάκις εἴρηκεν.
Ἐπὶ πλέον, φησίν, ἁμαρτάνει ὁ πλεονάκις τὸ αὐτὸ τιθεὶς ἐν τῷ ὅρῳ. ἐνεργείᾳ μέντοι τὸ αὐτὸ οὐκ ἄν τις ῥᾳδίως ὁριζόμενος πλεονάκις θείη· φανερὸν γὰρ καὶ πρόδηλον τὸ ἁμάρτημα· δυνάμει δὲ πολλάκις ποιοῦσί τινες τοῦτο, προστιθέντες ὃ φθάνει ταὐτὸν εἶναί τινι τῶν κειμένων. οἷον ὁ ἀποδιδοὺς τοῦ ἀνθρώπου ζῷον αἰσθητικὸν πεζὸν δίπουν ἐνεργείᾳ μὲν οὐκ ἔχει πλεονάκις κείμενον τὸ αἰσθητικόν, δυνάμει δέ· ἐν γὰρ τῷ ζῴῳ τὸ αἰσθητικόν ἐστιν, εἴ γε ζῷόν ἐστιν οὐσία ἔμψυχος αἰσθητική. διὸ παρέλκων ὁ τοιοῦτος λόγος τῷ ἐκ περισσοῦ τι ἔχειν προσκείμενον, ἐν ᾧ πλεονάκις ἢ ἐνεργείᾳ ἢ δυνάμει ταὐτὸν παρείληπται. καὶ ὁ εἰπὼν δὲ «ἀρετή ἐστιν ἕξις ἐν μεσότητι ὑπερβολῆς καὶ ἐλλείψεως βελτίστη» δὶς εἶπε τὸ «βελτίστη»· πᾶν γὰρ τὸ μέσον καὶ βέλτιστον· ὥστε περιττὸν τὸ «βελτίστη». ὁμοίως δὲ καὶ τὸ «ἐλλείψεως καὶ ὑπερβολῆς» περιττόν· εἰπὼν γὰρ μέσην ἐδήλωσεν ὅτι οὔτε ὑπερβάλλει οὔτε ἐλλείπει. Οὐ γὰρ κατὰ ζῴου πεζοῦ τὸ δίπουν κατηγορεῖται.
Ὅτι ὡς τοῦ ἀνθρώπου τὸ δίπουν κατηγορεῖται, οὕτως καὶ τοῦ ὁρισμοῦ αὐτοῦ, τοῦ ζῴου πεζοῦ δίποδος, καὶ οὐ δὶς τὸ δίπουν κατηγορεῖται, ἐπεὶ οὐδὲ τοῦ ἀνθρώπου, ᾧ ταὐτόν ἐστιν ὁ τούτου ὁρισμός, δὶς τὸ δίπουν κατηγορεῖται ἀλλʼ ἅπαξ· οὐ γὰρ μόνου τοῦ ζῴου πεζοῦ κατηγορεῖται τὸ δίπουν ἀλλʼ ὅλου τοῦ ζῴου πεζοῦ δίποδος.
Ὁμοίως καὶ ἐπὶ τῆς ἐπιθυμίας· ὡς γὰρ αὐτὴ τοῦ ἡδέος ἐστίν, οὕτω καὶ ὁ ταύτης ὁρισμός, ἡ ὄρεξις τοῦ ἡδέος, ἡδέος ἐστίν. καὶ ἅπαξ μόνον κατηγορεῖται· οὐ γὰρ κατὰ τῆς ὀρέξεως μόνης τὸ ἡδέος εἶναι κατηγορεῖται ἀλλὰ κατὰ τῆς ὀρέξεως τοῦ ἡδέος· οὐκ ἔστι δὲ τῶν ἀτόπων, φησί, τὸ δὶς φθέγξασθαι ταὐτὸ ὄνομα, ἀλλὰ τὸ πλεονάκις ταὐτὸ περί τινος κατηγορεῖν. ὥσπερ οὖν τοῦ ἀνθρώπου ἔχοντος ἐν ἑαυτῷ τὸ δίπουν οὐδὲν ἄτοπον κατηγορεῖσθαι κατʼ αὐτοῦ τὸ δίπουν — ἀληθὲς γὰρ καὶ ὑγιὲς τὸν ἄνθρωπον δίπουν εἰπεῖν· οὐδὲν γὰρ ἄτοπον τὸ ὑπάρχον τινὶ κατηγορεῖσθαι αὐτοῦ —, οὕτως οὐδὲν ἄτοπον οὐδὲ τοῦ ὁρισμοῦ τοῦ ἀνθρώπου, καίτοι ἔχοντος ἐν ἑαυτῷ τὸ δίπουν, κατηγορεῖσθαι αὐτό. οὐ γάρ, ὅταν λέγω τυχὸν ὅτι ὁ ἄνθρωπος ζῷον λογικὸν θνητόν ἐστι, καὶ δύνωμαι συνεπινοεῖν ὅτι ὁ ἄνθρωπος ζῷον λογικὸν θνητόν ἐστι, καὶ οἱονεὶ φθέγγωμαι τοῦτο καὶ κατὰ τὴν διάνοιαν, ἄτοπόν τι ποιῶ καὶ διὰ τοῦτο εὐθυνθήσομαι δὶς λέγων αὐτό, ἀλλʼ ὅταν τοῦ αὐτοῦ ὑποκειμένου τὸ αὐτὸ δὶς κατηγορήσω. καὶ τίθησι τούτου παράδειγμα τὸν ὑπὸ Ξενοκράτους ἀποδοθέντα ὁρισμὸν τῆς φρονήσεως λέγοντος «φρόνησίς ἐστιν ὁριστικὴ καὶ θεωρητικὴ τῶν ὄντων»· τὸ γὰρ θεωρητικὸν ταὐτὸν ὂν τῷ ὁριστικῷ δὶς ἐν τῷ τοιούτῳ παραλαμβάνεται ὁρισμῷ. ὁμοίως καὶ διὰ τῶν λοιπῶν ὑποδειγμάτων σαφῆ πεποίηκε τὰ λεγόμενα· διὸ οὐ δέον ἡμᾶς πολυλογεῖν. Ὁμοίως καὶ ὅσοι τὴν κατάψυξιν.
Πᾶσα γὰρ στέρησίς ἐστι τοῦ κατὰ φύσιν ὑπάρχοντος, εἴ γε ἡ τοῦ πεφυκότος, ὅτε πέφυκεν ὑπάρχειν, ἀπουσία στέρησις. αὐτὸς μέντοι ὁριζόμενος τὸν ὕπνον στέρησιν ἐγρηγόρσεως οὐ περιπίπτει τῷ εἰρημένῳ, ὡς οἴεται ὁ Σωτίων· ἄλλο γάρ ἐστιν εἰπεῖν τοῦ κατὰ φύσιν καὶ ἄλλο τὸ κατὰ φύσιν· πᾶσα μὲν γὰρ στέρησις τοῦ κατὰ φύσιν, ἀλλʼ αἱ μὲν βίαιοι καὶ παρὰ φύσιν γινόμεναι, ὡς εἴ τις ἐκκοπείη τοὺς ὀφθαλμούς, αἱ δὲ κατὰ φύσιν, ὧν καὶ ὁ ὕπνος ἐστίν. ὅμοιον ἁμάρτημα ἁμαρτάνουσι καὶ οἱ τὴν γραμμὴν ὁριζόμενοι τῶν διαστατῶν τὸ ἐφʼ ἓν διαστατόν· τὸ γὰρ ἐφʼ ἓν διαστατὸν τὸ διαστατὸν ἐν ἑαυτῷ περιέχει· οὐ γὰρ ἐν ἀδιαστάτῳ τὸ ἐφʼ ἓν διαστατόν. ὅμοιον δὲ τούτοις καὶ τὸ λέγειν τὸ πῦρ εἶναι τῶν σωμάτων τὸ ξηρὸν καὶ τὸ θερμὸν σῶμα, ἢ τὸν ἄνθρωπον ζῷον προαιρετικὸν καὶ βουλευτικόν, ἢ τὴν ἀρετὴν ἕξιν ἐν μεσότητι ὑπερβολῆς καὶ ἐλλείψεως βελτίστην· ἐν γὰρ τῇ τῶν προειρημένων μεσότητι τὸ βέλτιστον. Πάλιν εἰ τοῦ καθόλου εἰρημένου προσθείη καὶ ἐπὶ μέρους.
Τοῦ ἐκ περιττοῦ προσκεῖσθαί τι ἐν τῷ ὅρῳ δεικτικόν φησιν εἶναι καὶ τὸ εὑρεῖν εἰ τοῦ καθόλου εἰρημένου πρόσκειταί τι τῶν ἐπὶ μέρους καὶ ὑπʼ αὐτό· καὶ γὰρ ὁ τοῦτο ποιῶν πολλάκις ταὐτὸν λαμβάνει. διαφέροι δʼ ἂν οὗτος ὁ τόπος τοῦ πρὸ αὐτοῦ, ὅτι ἐκεῖ μὲν ἐδείκνυτο τὸ προσκείμενον ταὐτὸν ὄν τινι τῶν κειμένων, ἐνταῦθα δὲ ὑπό τι τῶν ἀποδεδομένων. δόξειε δʼ ἂν ἔνστασιν ἔχειν ὁ τόπος· ἐν γὰρ τῷ πτηνῷ τὸ σχιζόπτερον προστίθεμεν· τοῦτο δέ ἐστιν ἐν τῷ φθάνοντι κεῖσθαι. ἢ οὐχ ὅμοιον τοῦτο τοῖς εἰρημένοις. ἐπʼ ἐκείνων μὲν γὰρ τῷ τὸ καθόλου ἴδιον εἶναι τοῦ πράγματος, τούτῳ ἐγίνετο ἡ τοῦ ὑπʼ αὐτὸ προσθήκη περιττή· ὅ τε γὰρ νόμος πάντων τῶν καλῶν ἐστιν εἰκὼν κατὰ τὸν οὕτω λέγοντα, καὶ ὁ ἐπιεικὴς ἐν πᾶσι τοῖς συμφέρουσιν ἐλαττωτικὸς αὑτοῦ· εἰ γὰρ ἔν τισιν ἀφωρισμένοις, προσθήκης ἐδεῖτο καὶ οὐκ ἂν ἐλέγετο τῶν συμφερόντων καὶ δικαίων ἀλλὰ «τῶν ἐν τοῖς δικαίοις συμφερόντων»· καὶ ἡ ἰατρικὴ ἐπιστήμη τῶν πᾶσι τοῖς ζῴοις ὑγιεινῶν· ὁ δʼ ὄρνις οὐκ ἐν πᾶσίν ἐστι τοῖς πτηνοῖς, ἀλλὰ τὸ πτηνὸν ἐν τούτῳ. ἔτι ἐπὶ μὲν τοῦ ὄρνιθος γένος μὲν τὸ πτηνόν, διαφορὰ δὲ τὸ σχιζόπτερον· ἐπὶ δὲ τῶν προειρημένων οὔτε τὸ καθόλου ὡς γένος ὂν τοῦ προκειμένου εἴληπται, οὔτε τὸ ὑπʼ αὐτὸ διαφορά ἐστιν, ἀλλʼ εἶδός τι τοῦ καθόλου. Πρῶτον μὲν εἰ μὴ διὰ προτέρων.
Πρῶτον μέν, φησί, δειχθήσεται μὴ ὡρίσθαι τὸ προκείμενον, εἰ μὴ διὰ προτέρων καὶ γνωριμωτέρων αὐτοῦ πεποίηται τὸν ὁρισμόν. ὁ γὰρ ὁρισμὸς τοῦ γνωρίσαι χάριν ἀποδίδοται· γνωρίζομεν δὲ οὐκ ἐκ τῶν τυχόντων ἀλλʼ ἐκ τῶν προτέρων καὶ γνωριμωτέρων, ὡς ἐν τῇ Ἀποδεικτικῇ εἴρηται. ἔτι εἰ ἔσται διὰ τῶν ὑστέρων καὶ μὴ διὰ γνωριμωτέρων, ὁρισμοὶ πλείους ἔσονται τοῦ αὐτοῦ· δῆλον γὰρ ὅτι καὶ ὁ διὰ τῶν προτέρων καὶ γνωριμωτέρων αὐτοῦ λόγος ἔσται ὅρος καὶ βελτίων. ἀλλʼ εἰ ὁ ὁρισμὸς λόγος ἐστὶν ὁ τὸ τί ἦν εἶναι δηλῶν τοῦ πράγματος, οὐ πλείους ἔσονται ὁρισμοὶ τοῦ αὐτοῦ· πλείω γὰρ καὶ τὰ τί ἦν εἶναι ἔσται· ἀλλὰ μὴν ἑκάστῳ τὸ εἶναι, καθʼ ὅ ἐστι, ταὐτόν ἐστιν· οὐκ ἄρα οἷόν τε πλείους ἑνὸς ὁρισμοὺς εἶναι.
Δεῖ δὲ καὶ τοῦτο εἰδέναι, ὅτι τὸ μὴ διὰ γνωριμωτέρων διττόν, ἢ ἁπλῶς ἢ ἡμῖν, ἐπεὶ καὶ τὸ γνωριμώτερον. Ἁπλῶς μὲν οὖν βέλτιον τὸ διὰ τῶν προτέρων τὰ ὕστερα πειρᾶσθαι γνωρίζειν· ἐπιστημονικώτερον γὰρ τὸ τοιοῦτόν ἐστιν.
Ὅτι βέλτιον μὲν τὸ διὰ τῶν προτέρων τὰ ὕστερα γνωρίζειν — ἐπιστημονικὸν γὰρ τοῦτο —, πρὸς δὲ τοὺς ἀδυνατοῦντας διὰ τῶν τοιούτων γνωρίζειν ἀναγκαῖον ἴσως διὰ τῶν ἐκείνοις γνωριμωτέρων ὁρίζεσθαι. οὐκ ἔστι δὲ ταῦτα τὸ τί ἦν εἶναι τοῦ πράγματος δηλοῦν, ἂν μὴ ἅμα τὸ αὐτὸ ἡμῖν τε ᾖ γνωριμώτερον καὶ τῇ φύσει, τῷ δεῖν μὲν τὸν ὁρισμὸν ἐκ γένους εἶναι καὶ διαφορῶν, τὸ δὲ γένος καὶ τὰς διαφορὰς τῶν ἁπλῶς τε καὶ τῇ φύσει πρώτων καὶ γνωριμωτέρων τοῦ ὁριστοῦ εἴδους εἶναι· ἕκαστον γὰρ τούτων συναναιρεῖ μὲν τὸ εἶδος τὸ ὁριστόν, οὐ συναναιρεῖται δὲ ὑπʼ αὐτοῦ. ὥστε, εἰ διὰ τούτων μὲν ὁ ὁρισμός, οὐ τοιαῦτα δὲ τὰ πρὸς ἡμᾶς πρῶτα, ὁ διὰ τῶν πρὸς ἡμᾶς πρώτων ἀποδεδομένος λόγος οὐ τοῦ τί ἦν εἶναι δηλωτικὸς ἂν εἴη οὐδʼ ὁρισμός· δεῖ γὰρ ὁρισμὸν τοῦτο δηλοῦν. δείξας δὲ ὅτι πρότερον τὸ γένος καὶ ἡ διαφορὰ τοῦ εἴδους ἐστίν, ὅτι ἕπεται τῷ προτέροις αὐτοῖς εἶναι τὸ καὶ γνωριμωτέροις εἶναι — περὶ γὰρ τούτου προέκειτο αὐτῷ λέγειν — δεικνὺς ἐπήνεγκεν ἔστι δὲ καὶ γνωριμώτερα, διότι ὁ μὲν εἰδὼς ὅπερ ἐστὶ τὸ ὁριστὸν καὶ οὗ ὁ ὁρισμὸς εἶδος οἶδε καὶ τὸ γένος αὐτοῦ καὶ τὰς διαφοράς, τουτέστι τὸν ὁρισμόν — τοῦτο γὰρ ἦν τὸ εἰδέναι τὴν οὐσίαν αὐτοῦ ἥτις ἐστίν· ἐν τούτοις γὰρ ἡ οὐσία —, οὐκέτι μέντοι ὁ τὸ γένος εἰδὼς ἢ τῶν διαφορῶν ἑκάστην ἤδη καὶ τὸ εἶδος οἶδεν. ὥστε, εἰ μὴ ἀντιστρέφει ἡ γνῶσις, γνωριμώτερα ἂν εἴη, ἃ συγγνωρίζεται πάντως, δύναται μέντοι κατʼ ἰδίαν γνωρίζεσθαι, τῶν χωρὶς ἐκείνων γνωρισθῆναι μὴ δυναμένων· ὡς γὰρ πρότερον τῇ φύσει τὸ συναναιροῦν καὶ μὴ συναναιρούμενον, οὕτω καὶ γνωριμώτερον τῇ φύσει οὗ ἡ γνῶσις τῇ τοῦ τινὸς γνώσει συνεισάγεται, ἐκεῖνο δέ, οὗ τῇ γνώσει αὐτὸ γινώσκομεν, οὐ συνεισάγει. Οὐ δεῖ δὲ λανθάνειν ὅτι τοὺς οὕτως ὁριζομένους οὐκ ἐνδέχεται.
Ὅτι οἱ ἐκ τῶν ἡμῖν γνωρίμων ὁρισμοὶ οὐ δηλοῦσι τὸ τί ἦν εἶναι τῷ ὁριζομένῳ, ἐὰν μὴ ᾖ ἡμῖν τε καὶ τῇ φύσει ταὐτὸν γνώριμον, εἴπερ οἱ ὁρισμοὶ ἐκ γένους καὶ διαφορῶν, ταῦτα δὲ πρότερα καὶ γνωριμώτερα τῇ φύσει. Ὥστε πρότερα ταῦτα τοῦ εἴδους.
Πάνυ ἐντρεχῶς βουλόμενος δεῖξαι γνωριμώτερον τὸ γένος καὶ τὰς διαφορὰς προσεχρήσατο τῷ προτέρῳ· εἰ γὰρ πρότερον ὃ συναναιρεῖ μὲν μὴ συναναιρεῖται δέ, εἴη ἂν καὶ γνωριμώτερον εὐλόγως τὸ συγγνωριζόμενόν τινι τοῦ μὴ συγγνωριζομένου. ἔστι δὲ καὶ τοῦτο εἰδέναι, ὅτι τὸ γνωριμώτερον διχῶς. ἐπʼ ἐνίων μὲν οὖν ἀντιπέπονθε τὸ τῇ φύσει πρότερον καὶ τὸ πρὸς ἡμᾶς· ἐφʼ ὧν ἀνάγκη τοὺς ὅρους ἑνί γε περιπίπτειν ἀτόπῳ· ἢ γὰρ τῆς πρὸς ἡμᾶς σαφηνείας στοχαζόμενοι τῆς τοῦ πράγματος οὐσίας διαμαρτάνουσιν, ἢ τὸ ἀκριβὲς ἐν τῷ λόγῳ μεταδιώκοντες τὸ πρὸς ἡμᾶς σαφὲς παρορῶσιν. ἐφʼ ὧν δὲ ἄμφω συνδεδράμηκε παραπλησίως, ὥστε τὰ αὐτὰ καὶ ἡμῖν γνώριμα εἶναι καὶ ἁπλῶς, οὗτοι καὶ λέγουσι τὸ τί ἦν εἶναι καὶ διδάσκουσι. τοιοῦτοι δὲ οἱ διὰ τῶν οἰκείων γενῶν καὶ διαφορῶν· καὶ γὰρ ἡμῖν γνωριμώτερον τὸ γένος καὶ τῇ φύσει, φύσει μέν, ὅτι πρότερον καὶ συναναιρεῖ, ἡμῖν δέ, ὅτι γνωρίζομεν γνωρίζοντες τὸ εἶδος καὶ τὸ γένος πάντως, ἀλλʼ οὐκ ἔμπαλιν· πολλοὺς γοῦν ὁρῶντες τῶν οὐ συνήθων ἰχθύων καὶ ὀρνίθων, ὅτι μὲν ἕκαστον ὄρνις καὶ ἰχθύς, οἴδαμεν, τί δὲ οὐχ οἷοί τέ ἐσμεν λέγειν.
Τὰ δὲ πρῶτα τῇ φύσει ἀκριβοῦς καὶ ἐπιστήμονος, φησίν, ἐστὶ διανοίας γνῶναι καὶ περιττῆς, ἤγουν δυναμένης καὶ τὰ μὴ ῥᾴδια καταλαβεῖν.
Ἔτι τοῖς κατʼ ἀλήθειαν τοὺς τοιούτους ὁρισμοὺς φάσκουσιν εἶναι.
Οἱ λέγοντες, φησίν, ὅτι οἱ ἐκ τῶν ἑκάστῳ γνωρίμων ἀποδιδόμενοι ὁρισμοὶ κυρίως καὶ κατʼ ἀλήθειαν ὁρισμοί εἰσι, κινδυνεύουσι πολλοὺς ὁρισμοὺς τοῦ αὐτοῦ ἀποδιδόναι, ἐπειδὴ ἄλλα ἄλλοις εἰσὶ γνώριμα καὶ οὐ τὰ αὐτὰ πᾶσιν· ὥστε δεῖ πρὸς ἕκαστον τῶν προσδιαλεγομένων ἄλλους καὶ ἄλλους ὁρισμοὺς τοῦ αὐτοῦ ἀποδοῦναι, εἴ γε περὶ τοῦ αὐτοῦ πολλοῖς προσδιαλέγονται καὶ ἀπὸ τῶν ἑκάστῳ γνωρίμων τοὺς ὁρισμοὺς ποιοῦνται. ὥστε συμβαίνει τοῦ αὐτοῦ καὶ ἑνὸς πράγματος πλείους εἶναι τοὺς ὁρισμούς, ὅπερ ἄτοπον. οὐδὲ πρὸς τὸν αὐτὸν καὶ ἕνα ὁ αὐτὸς ἀεὶ ἀποδοτέος ὁρισμός, εἴπερ ἀνάγκη τοὺς ὁρισμοὺς ἐκ τῶν ἑκάστῳ ποιεῖσθαι γνωρίμων, ἐπεὶ τῷ αὐτῷ καὶ ἑνὶ ἄλλοτε ἄλλα εἰσὶ γνώριμα. ἐξ ἀρχῆς μὲν γὰρ μειρακίῳ ὄντι τινὶ τὰ μὲν αἰσθητὰ γνώριμά εἰσι, τὰ δὲ νοητὰ παντάπασιν ἄγνωστα, ἀκριβεστέρῳ δὲ γενομένῳ, τουτέστιν ἐπιστήμονι καὶ εἰδότι ἀκριβῶς τὰ πράγματα διαιρεῖν, τὰ μὲν αἰσθητὰ ἄγνωστα δοκεῖ εἶναι καὶ ἐν συνεχεῖ ῥύσει, τὰ δὲ νοητὰ καὶ λίαν γνώριμα ὡς ἑστῶτα καὶ μόνιμα. ὥστε οὐδὲ πρὸς τὸν αὐτὸν ἀεὶ ὁ αὐτὸς λόγος ὁρισμὸς ἔσται καθʼ οὓς δεῖ τὸν ὁρισμὸν ἀπὸ τῶν ἑκάστοις γνωρίμων γίνεσθαι. ἴσως δὲ καὶ τὸ ἁπλῶς γνώριμον οὐ τὸ πᾶσι γνώριμόν ἐστιν ἀλλὰ τὸ τοῖς εὖ διακειμένοις τὴν διάνοιαν. τοῖς δὲ εὖ διακειμένοις γνώριμά ἐστι τὰ τῇ ἑαυτῶν φύσει πρῶτά τε καὶ γνωριμώτερα. τοῦτο δὲ λύσις ἐστί τινος ἀντιπίπτοντος· πρὸς γὰρ τὸν ἐνιστάμενον ἴσως, ὅτι πῶς δυνατὸν τὰ τῇ φύσει γνώριμα καὶ πᾶσι γνώριμα εἶναι, φησὶν ὅτι οὐ λέγω πᾶσιν ἁπλῶς ἀλλὰ τοῖς ἐπιστήμοσι. Καθάπερ καὶ τὸ ἁπλῶς ὑγιεινὸν τὸ τοῖς εὖ ἔχουσι τὸ σῶμα.
Ὑγιεινόν φαμεν οὐ τὸ πᾶσι δοκοῦν ἀλλὰ τὸ τοῖς σῶμα ἔχουσιν ἐρρωμένον. διὰ τοῦτο δεῖ προσέχειν τοῖς ῥηθεῖσι τόποις καὶ χρῆσθαι αὐτοῖς πρὸς τὸ συμφέρον· εἰ μὲν γὰρ ἄλλος τις ὁρίζεται ἀπὸ τῶν ἑκάστῳ γνωρίμων, ἐλέγχειν δεῖ αὐτὸν ἀφʼ ὧν εἴπομεν τόπων· εἰ δὲ αὐτὸς σὺ εἶ ὁ ὁριζόμενος, ἐκ τῶν ἡμῖν γνωρίμων δεῖ σε ἐνίστασθαι ὅτι καλῶς ὡρίσω. τοιαύτη γὰρ ἡ διαλεκτική, οὐ τοῦ ἀληθοῦς οὖσα ζητητικὴ ἀλλὰ διʼ ἐνδόξων ἐπιχειρηματική, καὶ ποτὲ μὲν διὰ τῶν τῇ φύσει γνωρίμων ὁρίζεται, ποτὲ δὲ διὰ τῶν πρὸς ἡμᾶς. Μάλιστα δʼ ὁμολογουμένως.
Μάλιστα δʼ ὁμολογουμένως καὶ κυρίως ἐνδέχεται ἀναιρεῖν τὸν ὁρισμόν, ὃν πεποίηταί τις μήτε ἐκ τῶν ἁπλῶς γνωρίμων μήθʼ ἡμῖν. οἷον εἴ τις εἴποι «ὁ ἄνθρωπος ζῷόν ἐστιν ὑδροφορικῶς κινούμενον» ἢ «φύρδην καὶ κατὰ τύχην φερόμενον»· τὸ γὰρ ὑδροφορικῶς καὶ τὸ φύρδην οὔτε τῇ φύσει οὔθʼ ἡμῖν γνώριμα, τροπικαὶ οὖσαι φωναὶ καὶ οὐ κυρίως λεγόμεναι· εἰ γὰρ κυρίως ἐλέγοντο, ἦσαν ἂν ἢ τῇ φύσει ἢ ἡμῖν γνωρίμως δηλοῦσαι τὸ πρᾶγμα καθʼ οὗ λέγονται. Ἄλλος, εἰ τοῦ ἐν ἠρεμίᾳ καὶ τοῦ ὡρισμένου διὰ τοῦ ἀορίστου καὶ τοῦ ἐν κινήσει ἀποδέδοται.
Εἴ τις, φησί, τοῦ ἐν ἠρεμίᾳ ὄντος διὰ τοῦ ἐν κινήσει ποιεῖται τὸν ὁρισμὸν ἢ τοῦ ὡρισμένου διὰ τοῦ ἀορίστου, ἁμαρτάνει καὶ οὐκ ἀποδίδωσι τὸν ὁρισμὸν τοῦ ὑποκειμένου καλῶς. οὕτως ἂν ἁμαρτάνοιεν οἱ τὴν ἰδέαν ὁριζόμενοι διὰ τοῦ αἰτιατοῦ οἵα ἐστί, τουτέστιν αἰτίαν τῶν πρὸς αὐτὴν γινομένων· τὰ γὰρ αἰσθητὰ τὰ πρὸς αὐτὴν τὸ εἶναι ἔχοντα αὐτὰ μὲν ἐν κινήσει ἐστὶ καὶ ἀόριστα, ἡ δὲ ἰδέα ἀκίνητός τε καὶ ὡρισμένη. οὕτως ἁμαρτάνοι ἂν καὶ ὁ λέγων τὴν ἐπιστήμην ἀγνοίας εἶναι ἀποβολήν· ἐπεὶ γὰρ ἡ ἄγνοια στέρησίς ἐστι γνώσεως, ἡ δὲ στέρησις μὴ ὄν, τὸ δὲ μὴ ὂν ἀόριστον, πᾶσα δὲ ἐπιστήμη περὶ ὡρισμένα καὶ ἀεὶ ὡσαύτως ἔχοντα τὰ ὑποκείμενα καταγίνεται, τοῦ ὡρισμένου τὸν ὁρισμὸν ἐξ ἀορίστου πεποίηται. ἀλλὰ καὶ οἱ τὴν ὑγείαν νόσου ἀποβολὴν λέγοντες ὁμοίως ἁμαρτάνουσιν. ἢ οὗτοι δειχθήσονται ἐνεχόμενοι καὶ τῷ μὴ διὰ προτέρων· τὸ γὰρ διὰ τῶν ἀντικειμένων οὐ διὰ τῶν προτέρων ἐρεῖ. καὶ οἱ τὸν θεὸν ὁριζόμενοι τῶν ὄντων δημιουργὸν τῷ αὐτῷ ἂν ἐνέχοιντο· ἀόριστα γὰρ καὶ ἐν κινήσει τὰ ὧν φασι τὸν θεὸν εἶναι δημιουργὸν ὁριζόμενοι. καὶ ὁ τὴν ἐπιστήμην αὖ λέγων ἕξιν διὰ μαθήσεως κινητὴν τὸ ἀκίνητον ὁρίζεται διὰ τοῦ ἐν κινήσει· ἡ γὰρ μάθησις κίνησίς τις. ἀλλὰ καὶ ὁ λέγων τὴν ἰδέαν εἶναι οὐσίαν ἀσχημάτιστον καὶ ἀναφῆ τὸ ὡρισμένον διὰ τῶν ἀορίστων ὁρίζεσθαι δόξει. καὶ ὁ τῆς ἀρετῆς λόγος ὁ λέγων αὐτὴν μεσότητα ὑπερβολῆς καὶ ἐνδείας τὸ ὡρισμένον διὰ τῶν ἀορίστων ὁρίζεται. Τοῦ δὲ μὴ ἐκ προτέρων τρεῖς εἰσι τρόποι.
Ὅτι τοῦ μὴ διὰ προτέρων ὁρίζεσθαι τρεῖς εἰσι τρόποι, πρῶτος μὲν εἰ διὰ τοῦ ἀντικειμένου τὸ ἀντικείμενον ὥρισται· ἅμα γὰρ τῇ φύσει τὰ ἀντικείμενα. τὰ δὲ καθʼ αὑτὰ πρός τι οὐκ ἔστιν ἄλλως ἢ διʼ ἀλλήλων ὁρίζεσθαι· οὐδὲ γὰρ τὸ εἶναι αὐτοῖς ἄνευ ἀλλήλων. καθʼ αὑτὰ δὲ πρός τι εἴρηται, ἐπεὶ ἔστι τινὰ ἃ κατὰ τὴν ἐπʼ ἄλλο τι ἀναφοράν ἐστι πρός τι ἀλλʼ οὐ καθʼ αὑτά, ὡς ἰατρικὴ καὶ γραμματικὴ καὶ ἑκάστη τῶν ἐπιστημῶν· αὗται μὲν γὰρ κατὰ τὸν οἰκεῖον λόγον οὐκ εἰσὶ τῶν πρός τι, κατὰ δὲ τὴν πρὸς τὸ γένος ἀναφορὰν πρός τι. διὸ τούτων μὲν οὐχ οἷόν τε τὸν ὁρισμὸν χωρὶς ἀποδοῦναι τῶν ἀντικειμένων αὐτοῖς· ἔστι γὰρ ἐν τῇ πρὸς ἐκεῖνα σχέσει τὸ εἶναι αὐτοῖς. ἰατρικὴν μέντοι καὶ γεωμετρίαν ὁ ὁριζόμενος οὐκέτι τοῖς ἀντικειμένοις αὐτοῖς προσχρῆται, ὅτι μὴ ἔστιν αὐτὰ καθʼ αὑτὰ τῶν πρός τι. ἔστι δὲ ἃ καὶ κατὰ συμβεβηκός ἐστι πρός τι, ὡς ἡ μονάς· διότι γὰρ αὐτῇ συμβέβηκεν ἀρχῇ ἀριθμῶν εἶναι, ἡ δὲ ἀρχὴ καθʼ αὑτὸ πρός τι, κατὰ τοῦτο καὶ ἡ μονὰς ἂν εἴη τῶν πρός τι. ἀλλὰ καὶ τὸ σημεῖον καθὸ πέρας καὶ ἡ γραμμὴ καὶ ἡ ἐπιφάνεια· συμβέβηκε γὰρ αὐτοῖς πᾶσι πέρασιν εἶναι. Γνωρίζειν μὲν οὖν δεῖ τὰ τοιαῦτα πάντα, χρῆσθαι δʼ αὐτοῖς ὡς ἂν δοκῇ συμφέρειν.
Εἰπὼν καὶ δείξας ὅτι τῶν καθʼ αὑτὸ πρός τι λεγομένων τὸν λόγον οὐχ οἷόν τε ἄλλως, δηλονότι χωρὶς τῶν ἀντικειμένων, ἀποδοθῆναι, τούτοις ἐπάγει «γνωρίζειν μὲν οὖν δεῖ πάντα τὰ οὕτως ἔχοντα, χρῆσθαι δὲ αὐτοῖς ἐν τῷ διαλέγεσθαι, ὡς ἂν δοκῇ συμφέρειν πρὸς τὸ προκείμενον». εἰ μὲν γὰρ ἀνασκευάζειν βουλόμεθα, λέγοιμεν ἂν ὅτι οὐ γέγονεν ὁ ὁρισμὸς ἐκ προτέρων καὶ γνωριμωτέρων· εἰ δὲ κατασκευάζοιμεν, δεικνύοιμεν ἂν ὅτι τὰ τοιαῦτα οὐχ οἷόν τε ἄλλως ὡρίσθαι. Ἄλλος, εἰ αὐτῷ κέχρηται τῷ ὁριζομένῳ.
Αὐτὸ γὰρ ἑαυτῷ πάνυ ὅμοιον, καὶ οὐδὲν αὐτὸ αὑτοῦ πρότερον ἢ ὕστερον. λανθάνει δέ τινας καὶ οὐ δοκοῦσι ποιεῖν τοῦτο, ἐπεὶ μηδὲ αὐτῷ τῷ τοῦ ὁριζομένου ὀνόματι προσχρῶνται· ἐπὶ μὲν γὰρ τῶν οὕτως ἀποδιδομένων κατάφωρος ἡ μοχθηρία· οἷον εἴ τις λόγον ὁριζόμενος ἀποδοίη φωνὴν σημαντικὴν ἧς τὰ μέρη μέρη λόγου εἰσίν. οὐδὲν δὲ διαφέρει πρὸς τὸ μοχθηρῶς ἀποδεδόσθαι τὸν λόγον καὶ πρὸς τὸ αὐτῷ τῷ ὁριστῷ συγκεχρῆσθαι, κἂν μὴ αὐτὸ τὸ ὄνομά τις θῇ, ἄλλο δέ τι ἴσον αὐτῷ δυνάμενον, ὡς ἐφʼ οὗ τίθησι παραδείγματος. οἷον εἴ τις εἴποι «ἥλιός ἐστιν ἄστρον ἡμεροφαές»· ὁ γὰρ ἡμέραν εἰπὼν ἥλιον εἶπεν, ὥστε εἴρηκεν «ἥλιός ἐστιν ἄστρον ἥλιος». δεῖ οὖν πρὸς τὸ φωραθῆναι τὴν τοιαύτην μοχθηρίαν μεταλαμβάνειν τὸν ὁρισμὸν ἀντὶ τοῦ ὀνόματος, οἷον ἀντὶ τοῦ εἰπεῖν ἡμέραν εἰπεῖν τὸν ὁρισμὸν τῆς ἡμέρας· οὕτω γάρ, κἂν λεληθότως κέηται τὸ ὁριστὸν ἐν τῷ ὁρισμῷ ὡς λόγος αὐτοῦ, φωράσομεν ὅτι τὸ ὁριστὸν ἔλαβεν ἐν τῷ ὁρισμῷ. οἷον ἐπεὶ ἡμέρα ἐστίν, ὅταν ὑπὲρ γῆν ὁ ἥλιος φέρηται, δῆλον ὅτι ὁ φορὰν ἡλίου εἰπὼν τὴν ἡμέραν εἴρηκεν, ὥστε τὴν ἡμέραν λαβὼν ἐν τῷ τοῦ ἡλίου ὁρισμῷ καὶ εἰπὼν «ἥλιός ἐστιν ἄστρον ἡμεροφαές» τῷ ἡλίῳ ἐχρήσατο εἰς τὸν αὐτοῦ ὁρισμόν. Πάλιν εἰ τῷ ἀντιδιῃρημένῳ τὸ ἀντιδιῃρημένον ὥρισται.
Τρίτον τρόπον παραδίδωσι τοῦ μὴ διὰ προτέρων ὡρίσθαι δεικτικόν, εἴ τις τὸ ἀντιδιῃρημένον ὁρίζοιτο διὰ τοῦ ἀντιδιῃρημένου· ἅμα γὰρ τῇ φύσει τὰ ἀντιδιῃρημένα ἀλλήλοις. Ὁμοίως δὲ καὶ εἰ διὰ τῶν ὑποκάτω τὸ ἐπάνω ὥρισται.
Ἔοικε τοῦτον τὸν τόπον προστιθέναι δεικτικὸν τοῦ μὴ ἐκ προτέρων, ὧν προεῖπε τριῶν ἕτερον ὄντα· οὔτε γὰρ ἀντικείμενον οὔτε ταὐτὸν οὔτε ἀντιδιῃρημένον τὸ καθόλου τῷ ὑπʼ αὐτό. ἔστι δὲ ὃ δείκνυσιν, ὅτι μὴ διὰ προτέρων τὸ κοινόν τι ὁριζόμενον διά τινος τῶν ὑπὸ τὸ κοινόν· τοῦτο γάρ ἐστι τὸ εἰ διὰ τῶν ὑποκάτω τὸ ἐπάνω ὥρισται. καὶ εἴη ἂν φανερώτατος τοῦ μὴ ἐκ προτέρων τρόπος, εἰ εἴη τις τὸ προκείμενον ὁριζόμενος οὕτως, εἴ γε τὸ ὑποκάτω ὕστερόν ἐστιν οὗ ἐστιν ὑποκάτω. ἔτι δὲ ἀνάγκη τὸν τῷ ὑποκάτω χρώμενον καὶ αὐτῷ χρῆσθαι· ἦν δὲ δεύτερος τρόπος οὗτος εἰρημένος ὑπʼ αὐτοῦ, δεικτικὸς ὢν ὅτι μὴ διὰ προτέρων ὁ διʼ αὐτοῦ. εἰς ὃν ἔοικεν ἀνάγειν καὶ τὸν διὰ τῶν ὑποκάτω ὁριζόμενον τὸ ἐπάνω· διὸ καὶ τρεῖς εἶπεν εἶναι τρόπους ἀλλʼ οὐ τέσσαρας· τρόπος γάρ τις οὗτος τοῦ διʼ αὐτοῦ. Δεύτερος δέ, εἰ ἐν γένει τοῦ πράγματος ὄντος μὴ κεῖται ἐν γένει.
Παραδοὺς ὡς ἕνα τόπον δεικτικὸν τοῦ μὴ ὡρίσθαι τὸν δεικνύντα ὅτι μὴ διὰ προτέρων καὶ γνωριμωτέρων, δεύτερον τόπον τοῦτον παραδίδωσι δεικτικὸν τοῦ μὴ ὡρίσθαι τι γένος ἔχον, εἰ μὴ παραλάβοι ἐν τῷ ὁρισμῷ τὸ γένος αὐτοῦ. ἀσαφῶς δὲ προσέθηκε τὸ εἰ ἐν γένει τοῦ πράγματος ὄντος, ὀφείλων εἰπεῖν «εἰ τὸ πρᾶγμά ἐστιν ὑπὸ γένος»· ἔστι γάρ τινα ὧν οὐκ ἔστι γένη, ὡς τὰ γενικώτατα. δεῖ οὖν τὸ γένος, ἐπεὶ τὸ τί ἐστι σημαίνει, πρῶτον ὑποτίθεσθαι τῶν ἐν τῷ ὁρισμῷ· διὰ μὲν γὰρ τοῦ γένους προϋποτυπούμεθα τὴν φύσιν, διὰ δὲ τῆς διαφορᾶς οἷον προσεκπληροῦμεν καὶ ἀναγράφομεν· πρότερον γὰρ δεῖ λέγειν τί ἐστι, εἶθʼ οὕτως ὁποῖόν τί ἐστιν· ἐξ ἀμφοῖν γὰρ ἑκάστῳ τὸ τί ἦν εἶναι. ὑποτίθεται δὲ εἶπεν, ὅτι μὴ κατὰ ἀπόδειξιν λαμβάνεται. ἔστι δὲ ἡ μὲν ὑπόθεσις ἀντιδιῃρημένη τῷ ὁρισμῷ, ἡ δὲ θέσις κοινὸν κατʼ αὐτῶν. Ἔτι εἰ πρὸς πλείω λεγομένου τοῦ ὁριζομένου μὴ πρὸς πάντα ἀποδέδωκεν.
Ἐπεὶ τὰ μὲν πρὸς ἕν τι λέγεται ἑνὸς ὄντα ἀεὶ ποιητικὰ ἢ δυνάμεις ἢ ἕξεις ἢ σχέσεις, τὰ δὲ πρὸς πλείω, οἷον τὸ μὲν διπλάσιον πρὸς ἓν λέγεται, τὸ ἥμισυ — τούτου γὰρ μόνου ἐστίν —, ἡ δὲ γραμματικὴ τῶν πρὸς πλείω λεγομένων ἐστί — καὶ γὰρ τοῦ γράφειν ἐστὶ καὶ τοῦ ἀναγινώσκειν, καὶ οὐδὲν μᾶλλον τοῦδε ἢ τοῦδε —, εἰ δή τις ὁριζόμενός τι πρὸς πλείω λεγόμενον μὴ πρὸς πάντα ἀποδοίη αὐτό, οὐχ ὥρισται. ἂν δέ τι πρὸς πλείονα μὲν λέγηται, μὴ ὁμοίως δὲ πρὸς πάντα μηδὲ καθʼ αὑτό, ἀλλὰ πρὸς μέν τι καθʼ αὑτὸ πρὸς δέ τι κατὰ συμβεβηκός, οὐκέτι φησὶ μᾶλλον ὡρίσθαι ἐπὶ τούτων τὸν πρὸς ἄμφω ἀποδιδόντα τὸν ὁρισμὸν τοῦ πρὸς τὸ καθʼ αὑτό, ἀλλὰ καὶ ἧττον. πολλάκις γὰρ καὶ ἀλλότριόν ἐστι τοῦ προκειμένου τοῦτο πρὸς ὃ λέγεται κατὰ συμβεβηκός· οὐ γὰρ ἐν τῇ οὐσίᾳ ἑκάστου τὸ κατὰ συμβεβηκὸς ὑπάρχον αὐτῷ· δεῖ δὲ τὴν οὐσίαν σημαίνειν τοῦ ὑποκειμένου τὸν ὁρισμόν. ὅταν μέντοι ὁμοίως ἔχῃ τὸ εἶναι καὶ καθʼ αὑτὸ πρὸς πλείω, οὐχ ὁρίζεται ὁ πρὸς τινὰ ἀποδιδοὺς καὶ μὴ πρὸς πάντα, ἐπειδὴ πλείους οὐκ ἐνδέχεται τοῦ αὐτοῦ ὁρισμοὺς εἶναι· μία γὰρ ἡ οὐσία ἑκάστου, ἧς ὁ ὅρος ἐστὶ δηλωτικός. ἐπʼ ἐνίων μὲν οὖν κατʼ ἀλήθειαν ἔχει τὸ πρὸς πάντα ἀποδίδοσθαι τὸν ὅρον πρὸς ἃ λέγεται τὸ ὁριστόν, ἐπʼ ἐνίων δὲ οὐδαμῶς. Ἔτι εἰ μὴ πρὸς τὸ βέλτιον ἀλλὰ πρὸς τὸ χεῖρον ἀποδέδωκεν.
Εἰ πρὸς πλείω λέγεται, ὧν τὸ μὲν βέλτιόν ἐστι τὸ δὲ χεῖρον, καὶ μὴ πρὸς τὸ βέλτιον αὐτοῦ τὴν ἀπόδοσιν ποιήσεται ὧν δύναται ἀλλὰ πρὸς τὸ χεῖρον, οὐχ ὡρίσατο· πᾶσα γὰρ ἐπιστήμη καὶ δύναμις τοῦ βελτίστου ἐστί, καὶ τὸ εἶναι αὐτῇ ἐν τούτῳ. Πάλιν εἰ μὴ κεῖται.
Ἔτι εἰ μὴ κεῖται ἐν τῷ οἰκείῳ γένει τὸ λεχθὲν ἀλλʼ ἐν ἄλλῳ· οὐ γὰρ ὁρίζεται τὴν ἀρετὴν ὁ γένος αὐτῆς οὐσίαν ἀποδιδοὺς ἐν τῷ λόγῳ. πῶς δὲ δυνησόμεθα γνωρίζειν εἰ τὸ ἀποδοθὲν γένος ἐν τῷ λόγῳ οἰκεῖον, ἀναπέμπει ἡμᾶς εἰς τοὺς τόπους τοὺς πρὸς τὸ γένος ἀποδεδομένους· ἐν ἐκείνοις γὰρ περὶ τούτου ἐπραγματεύσατο· ἤδη δὲ τοῦτο καὶ κατʼ ἀρχὰς εἶπε τοῦδε τοῦ βιβλίου. στοιχεῖα δὲ τοὺς τόπους εἶπεν, ἐπειδὴ οὗτοι στοιχεῖα καὶ ἀρχαὶ καὶ ἀφορμαὶ τῶν ἐπιχειρημάτων καθʼ ἕκαστον γένος προβλημάτων εἰσίν.
Εἰπὼν δὲ μὴ ὁρίζεσθαι τοὺς μὴ ἐν τῷ οἰκείῳ γένει τὸ προκείμενον τιθέντας, οὔ φησιν ὁρίζεσθαι οὐδὲ τοὺς ἐν τῷ μὴ προσεχεῖ γένει τιθεμένους τὸ ὁριστὸν ἀλλʼ ὑπερβαίνοντας καὶ τὸ κοινότερον λαμβάνοντας· τὸ γὰρ ὑπερβαίνειν αὐτὸς εἶπεν εἶναι τὸ μὴ ἐν τῷ ἐγγυτάτῳ γένει θεῖναι. κατὰ τί δὲ ἁμαρτάνουσιν οἱ οὕτως ποιοῦντες, καὶ πῶς μὲν γινόμενον ἁμάρτημά ἐστι, πῶς δὲ οὔ, λέγει. ὁ γὰρ τὸ προσεχὲς τοῦ προκειμένου γένος ἀποδιδοὺς ἔχει καὶ τὰ ὑπὲρ αὐτό, εἴ γε τὰ ἄνω ἐν τοῖς ὑπʼ αὐτά· ὁ γὰρ ἀρετὴν εἰπὼν καὶ ἕξιν εἴρηκεν· ὁ δὲ τὸ ἐπάνω λαβὼν οὐκέτι ἐν τούτῳ λέγει καὶ τὸ ὑποκάτω, ὥστε παραλείποι ἄν τι τῶν ἐν τῇ οὐσίᾳ ὄντων καὶ τὸ εἶναι συμπληρούντων· ὁ δὲ τούτων τι παραλείπων οὐχ ὁρίζεται τὸ προκείμενον. διό φησι δεῖν τὸν ὁριζόμενον ἢ τὸ προσεχὲς γένος τῷ ὁριστῷ λαμβάνειν ἢ ὑπερβαίνοντα λαμβάνειν τοῦ ἐπάνω καὶ τὰς διαφοράς, αἷς χωρίζεται τὸ προσεχῶς κείμενον γένος τῶν ἀντιδιῃρημένων αὐτῷ ἐκ τοῦ εἰλημμένου γένους· οὕτω γὰρ οὐδὲν οὐκέτι ἔσται ὑπερβαίνων τε καὶ παραλείπων ἀλλʼ ἀντὶ τοῦ ὀνόματος τοῦ προσεχοῦς γένους τὸν ὁρισμὸν αὐτοῦ λαμβάνων. εἰ μὲν οὖν οὕτως ἀποδοίη τις, οὐχ ἁμαρτάνει. εἰ δὲ θεὶς τὸ ὑπερκείμενον γένος μηκέτι προσθείη τὰς διαφορὰς τὰς ἐν τῇ οὐσίᾳ τοῦ γένους τοῦ προσεχοῦς τῷ προκειμένῳ, ἀλλὰ μόνας λαμβάνοι τὰς διαφορὰς αἷς τὸ προκείμενον ἀπὸ τοῦ προσεχοῦς γένους χωρίζεται, τῷ παραλιπεῖν τὸ οἰκεῖον τοῦ προκειμένου γένος οὐχ ὁρίζεται· οὐ γὰρ ὁρίζεται ὁ τὸν ἄνθρωπον λέγων οὐσίαν ἔμψυχον πεζὴν δίπουν, οὐδὲ ὁ λέγων τὸ λευκὸν ποιότητα διακριτικὴν ὄψεως. προσέθηκε δὲ τὸ ἔστι δὲ τοῦτο ταὐτὸν τῷ μὴ εἰς τὸ ἐγγυτάτω γένος θεῖναι, ὑπομιμνήσκων ἡμᾶς τοῦ τόπου ὡς κειμένου ἐν τοῖς τόποις τοῖς πρὸς τὰ ἀπὸ τῶν γενῶν προβλήματα. Πάλιν ἐπὶ τῶν διαφορῶν.
Νῦν δείκνυσι καὶ τὰς παρὰ τὰς διαφορὰς ἁμαρτίας τῶν ὅρων. καὶ πρῶτον μέν φησι δεῖν ὁρᾶν εἰ ὁ ὁριζόμενος τὰς οἰκείας τοῦ γένους, ἐν ᾧ ἐστι τὸ ὁριστόν, διαφορὰς λαμβάνει· εἰ γὰρ μὴ τοῦτο ποιεῖ, οὐχ ὁρίζεται τὸ προκείμενον. ἢ εἰ τοιαύτη εἴη ἡ ὡς διαφορὰ λαμβανομένη ἣν μὴ ἐνδέχεται διαφορὰν εἶναι, οἷον τὸ ζῷον. ἢ εἰ μή ἐστί τι ἀντιδιῃρημένον τῇ εἰρημένῃ διαφορᾷ· εἰ γὰρ μή ἐστιν, οὐκ ἂν εἴη ἡ εἰρημένη τοῦ γένους διαφορὰ ᾧ συνείληπται· πᾶν γὰρ γένος ταῖς ἀντιδιῃρημέναις διαφοραῖς διαιρεῖται. ἢ εἰ ἔστι μὲν ἀντιδιῃρημένη διαφορά, μὴ ὑπὸ γένος δὲ τὸ ἀποδεδομένον μηδὲ τοῦτο διαιροῦσα· δῆλον γὰρ ὅτι οὐδετέρα ἂν εἴη τοῦ γένους διαφορά. ἢ εἰ ἔχει μὲν τὸ κείμενον ὡς διαφορὰ ἀντιδιῃρημένον τι καὶ εἴη ἄμφω ἀληθευόμενα κατὰ τοῦ γένους καὶ ὄντα ἐν αὐτῷ, τοιαύτη μέντοι εἴη ὡς συντιθεμένη τῷ γένει μὴ ποιεῖν εἶδος· δῆλον γὰρ ὅτι οὐκ εἰσὶν εἰδοποιοὶ διαφοραί. τὸ δὲ ἀληθεύονται κατὰ τοῦ οἰκείου γένους εἶπεν, ὅτι ἐν αὐτῷ εἰσι καὶ κατηγοροῦνται ἅμα λαμβανόμεναι· τὸ γὰρ ζῷον ἢ λογικὸν ἢ ἄλογον. ἢ ἀληθεύεσθαι κατὰ τοῦ γένους τὴν διαφορὰν εἶπεν, ὅτι κατά τινος αὐτοῦ κατηγορεῖται. Ὁρᾶν δὲ καὶ εἰ ἔστιν ἀντιδιῃρημένον τι τῇ εἰρημένῃ διαφορᾷ.
Οὕτως ὁ λέγων τὴν ψυχὴν κίνησιν οὐσιώδη ἐλέγχοιτο ἄν· οὐ γάρ ἐστιν ἀντιδιῃρημένη διαφορὰ τὸ οὐσιῶδες, καθʼ ἣν αὐτὴ ἡ κίνησις διαιρεῖται.
Ἢ εἰ ἔστι μὲν ἀντιδιῃρημένη διαφορά, μὴ ἀληθεύεται δέ. οἷον εἰ τὸν ἄνθρωπόν τις ὁρίσαιτο ζῷον συνεχές· ἔστι μὲν γὰρ τῷ συνεχεῖ τὸ διωρισμένον ἀντιδιῃρημένον, οὐδέτερον δὲ αὐτῶν ζῴου διαφορά.
Ὁμοίως δὲ καὶ εἰ ἀληθεύεται μέν, μὴ ποιεῖ δὲ προστιθεμένη τῷ γένει εἶδος. οἷον εἰ τὸν ἄνθρωπόν τις ὁρίσαιτο ζῷον γρυπόν· ἐπεὶ γὰρ ἀντιδιαιρεῖται τὸ γρυπὸν τῷ σιμῷ, ὃ συντιθέμενον τῷ ζῴῳ εἶδος οὐ ποιεῖ, οὐκ ἂν τὸ γρυπὸν εἴη εἰδοποιὸς διαφορὰ τοῦ ζῴου. Ἔτι ἐὰν ἀποφάσει.
Οὐδὲ τοὺς ἀποφάσει διαιροῦντας τὸ γένος, τουτέστι τοὺς ἐν τῷ ὁρισμῷ ἀπόφασιν ὡς διαφορὰν τοῦ προκειμένου γένους λαμβάνοντας, ὁρίζεσθαί φησιν, ὡς τοὺς τῆς γραμμῆς ὅρον ἀποδιδόντας μῆκος ἀπλατές· τὸ γὰρ ἀπλατὲς ὡς ἴσον δυνάμενον ἀποφάσει τῇ «οὐκ ἔχον πλάτος» λαμβάνουσιν οἱ οὕτως ὁριζόμενοι. τοῦτο δέ φησι μὴ καλῶς γίνεσθαι· συμβαίνει γὰρ κατὰ τοὺς οὕτω διαιροῦντας τὸ γένος μετέχειν τοῦ εἴδους, τουτέστιν ἐπιδέχεσθαι τὸν τοῦ εἴδους ὁρισμὸν τὸ γένος, ὅπερ ἄτοπον· οὔτε γὰρ τὸ εἶδος οὔτε ἡ διαφορὰ τοῦ γένους κατηγορεῖται, ἀλλʼ ἔμπαλιν τὸ γένος τούτων· ταῦτα γὰρ ἐπʼ ἔλαττον. δείκνυσι δὲ πῶς τὸ γένος τὸν τοῦ εἴδους ἀναδέξεται λόγον. ἐπεὶ γὰρ ἐπὶ πάντων ἢ ἡ κατάφασις ἢ ἡ ἀπόφασις ἀληθεύει, καὶ ἐπὶ τοῦ ἀντιφάσει διῃρημένου γένους δεήσει ἢ τὴν κατάφασιν ἢ τὴν ἀπόφασιν ἀληθεύειν· ἐπεὶ δὴ κατὰ τοῦ μήκους, ὅπερ γένος ἔλαβε τῆς γραμμῆς, ἢ τὸ πλάτος ἔχειν ἢ τὸ μὴ ἔχειν ἀληθεύεται, κατὰ τοῦ μήκους ἐπεὶ ἀληθεύεται καὶ τὸ μῆκος, ἀληθὲς ἔσται κατὰ τοῦ μήκους τὸ μῆκος μὴ ἔχον πλάτος· ἀλλὰ μὴν τοῦτο ὅρος ἐστὶ τῆς γραμμῆς, ὃ εἶδός ἐστι τοῦ μήκους· τὸ ἄρα γένος τὸν τοῦ εἴδους ἀναδέξεται λόγον. οὐ μόνον δὲ τὸ γένος τοῦ εἴδους μεθέξει κατὰ τὴν εἰρημένην διαίρεσιν ἀλλὰ καὶ τῆς διαφορᾶς· τοῦτο δὲ ἄτοπον. εἰ γὰρ διαφορὰ μὲν τοῦ μήκους τὸ ἔχον πλάτος καὶ οὐκ ἔχον πλάτος, τούτων δὲ ἐξ ἀνάγκης τὸ ἕτερον ἀληθὲς κατὰ τοῦ μήκους — ἀντίφασις γάρ —, ἔσται ἡ ἑτέρα τῶν τοῦ μήκους διαφορῶν ἀληθεύουσα κατὰ τοῦ διῃρημένου ὑπʼ αὐτῆς γένους· τοῦτο δὲ ἦν τὸ μῆκος.
Ἔστι δὲ ὁ τόπος οὗτος τὸ ὅλον σοφιστικός· οὐ γὰρ αἱ ἀντιδιῃρημέναι τοῦ μήκους διαφοραί, τό τε ἀπλατὲς καὶ τὸ πλάτος ἔχον, τοῦ γένους, ἤγουν τοῦ μήκους, κατηγοροῦνται· τότε γὰρ ἂν κατηγοροῦντο, εἴπερ ἦσαν συστατικαὶ τοῦ μήκους καὶ οὐ διαιρετικαὶ καὶ περιέπιπτον τῇ ἀντιφάσει οὕτω λεγόμεναι. καὶ δῆλον ἐκ τοῦ τὸ λογικὸν καὶ ἄλογον ἀντιδιῃρημένας μὲν εἶναι διαφορὰς τοῦ ζῴου, κατὰ τοῦ ζῴου δὲ οὐ λέγεσθαι, ἀλλὰ σὺν τῷ ζῴῳ κατὰ τοῦ ἀνθρώπου καὶ κατὰ τῶν ἀλόγων ζῴων. οὕτω δὴ κἀπὶ τοῦ παρόντος ἔχον ἐστί· διαιρεῖται μὲν γὰρ τὸ μῆκος εἴς τε τὸ πλάτος ἔχον καὶ εἰς τὸ ἀπλατές· ἀλλʼ ἑκάτερον τούτων μετὰ τοῦ μήκους, οὐ κατὰ τοῦ μήκους λέγεται, ἀλλὰ τὸ μὲν ἀπλατὲς προσλαβὸν τὸ μῆκος ὡς γένος κατὰ τῆς γραμμῆς, τὸ δὲ πλάτος ἔχον πάλιν μετὰ τοῦ μήκους κατὰ τῆς ἐπιφανείας.
Δείξας διὰ τούτων τὰ δοκοῦντα ἕπεσθαι ἄτοπα τοῖς ἀποφάσει τὸ γένος διαιροῦσι, μετὰ ταῦτα ἐπὶ τίνων δύναται λέγεσθαι τὰ εἰρημένα, λέγει, καὶ εἰς ἃ χρήσιμος ὁ εἰρημένος τόπος. ἐπεὶ γὰρ τὸ γένος κατὰ πολλῶν κατηγορεῖται καὶ ἔστιν ὄνομα καθόλου καὶ οὐκ ἄτομον, ἡ δʼ ἀντίφασις ἐπὶ τῶν καθόλου ὀνομάτων μετὰ διορισμοῦ γινομένη, πᾶν ζῷον λογικὸν καὶ οὐ πᾶν ζῷον λογικόν, πᾶσα γραμμὴ πλάτος ἔχει καὶ οὐ πᾶσα γραμμὴ πλάτος ἔχει, καὶ ἔστιν ἐπὶ τῶν γενῶν ἡ ἀπόφασις τῆς λαμβανομένης διαφορᾶς ἀληθὴς μετὰ διορισμοῦ τοῦ οὕτως ἔχοντος, οὐδὲν ἄτοπον ἀπαντᾷ· οὐ γὰρ ἀντίφασις «πᾶν μῆκος ἀπλατές» καὶ «πᾶν μῆκος πλάτος ἔχει»· διὸ οὐδʼ ἀνάγκη τὸ ἕτερον. ἔτι οὔτε τὸ πᾶν μῆκος γένος οὔτε τὸ οὐ πᾶν — τοῦτο δὲ δείκνυται τὸ ἕτερον μέρος τῆς ἀντιφάσεως ὑπάρχον —, ἐπειδὴ μή ἐστιν ἄτομον τὸ γένος ἀλλὰ καθόλου, διαίρεσις δὲ τοῦ καθόλου τὸ «πᾶς» καὶ «οὐ πᾶς». ἔτι οὐχ οἷόν τε τὴν τοῦ γένους διαφορὰν πᾶσι τοῖς ὑπὸ τὸ γένος ὑπάρχειν· ἑκάστη γὰρ αὐτῶν οὐ παντὶ ὑπάρχει· τὸ δὲ μὴ παντὶ τῷ ὑπὸ τὸ γένος ὑπάρχον πῶς ἂν λαμβάνοιτο κατηγορούμενον τοῦ γένους; φησὶ δὲ ἐπʼ ἐκείνων ἁρμόζειν τὸν τόπον οἳ τὸ γένος ἕν τι τῷ ἀριθμῷ λέγουσιν. οὗτοι δέ εἰσιν οἱ τὰ γένη ἰδέας εἶναι λέγοντες· ἓν γάρ τι τῷ ἀριθμῷ ἡ ἰδέα, οἷον αὐτοζῷον. εἰ γὰρ ἕν τι τῷ ἀριθμῷ τὸ ζῷον, οὐκέτι δέξεται τὸν διορισμὸν τὸν «πᾶς» καὶ «οὐ πᾶς», ἀλλʼ ἐπʼ αὐτοῦ ἑνὸς ὄντος τῷ ἀριθμῷ τὸ λογικὸν ἢ ἄλογον κατηγορηθήσεται. ὁμοίως καὶ εἰ τὸ μῆκος ἓν τῷ ἀριθμῷ, ἀληθὲς ἐπʼ αὐτοῦ ἔσται τὸ ἔχειν πλάτος ἢ μὴ ἔχειν. οὕτως δὲ ἔσται τὰ προειρημένα ἄτοπα. Ἴσως δʼ ἐπʼ ἐνίων ἀναγκαῖον καὶ ἀποφάσει χρῆσθαι τὸν ὁριζόμενον οἷον ἐπὶ τῶν στερήσεων.
Ἐπʼ ἐνίων δέ, φησίν, ἀναγκαῖον ἀποφάσει χρῆσθαι τὸν ὁριζόμενον, ὡς ἐπὶ τῶν ὅρων οἳ τῶν στερήσεών εἰσιν· οἷον τυφλόν ἐστι τὸ μὴ ἔχον ὄψιν, ὅτε πέφυκεν ἔχειν· καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. καὶ τοῦτο εἰκός· οὐδὲ γὰρ γένος τι λαμβάνομεν ἐν αὐτοῖς. ἐν οἷς δὲ γένος τὸ λαμβανόμενον, ἄτοπον ἐπὶ τούτων ἀποφάσει χρῆσθαι· οὔτε γὰρ τὸ εἶναί τινα ἡ ἀπόφασις σημαίνει, οὔτε διορίζει καὶ περιγράφει τῶν ὑπὸ τὸ γένος καὶ τίθησί τι, καθʼ αὑτήν γε λεγομένη, καὶ οὐδὲν μᾶλλον κατὰ ὄντος ἢ κατὰ μὴ ὄντος ἀληθεύεται. Διαφέρει δʼ οὐδὲν ἀποφάσει.
Διαφέρει δʼ οὐδὲν διελεῖν τὸ γένος ἀποφάσει, ὡς ὅταν εἴπωμεν «τὸ μῆκος διαιρεῖται εἴς τε τὸ πλάτος ἔχον καὶ εἰς τὸ ἀπλατές» ἢ «τὸ ζῷον εἰς τὸ λογικὸν καὶ τὸ ἄλογον», ἢ τοιαύτῃ καταφάσει, ᾗτινι δύναται συνεπινοεῖσθαι καὶ ἡ ἀντιδιῃρημένη ταύτῃ ἀπόφασις, ὡς εἰ ὁρίσαιτό τις μῆκος πλάτος ἔχον· συνεπινοεῖται γὰρ τούτῳ καὶ τὸ πλάτος μὴ ἔχον ὡς ἀντιδιῃρημένον ὂν ἐκείνῳ· ἢ πάλιν ὅταν εἴπωμεν χρῶμα διακριτικὸν ὄψεως, συνεπινοοῦμεν καὶ τὸ μὴ διακριτικὸν ὄψεως. ἀλλʼ οὐκ ἐν πᾶσι τοῦτο φυλάσσεται· εἰ γὰρ εἴποι τις ὅτι ὄψις ἐστὶν ὄργανον ὁράσεως, οὐκ εὐθὺς συνεπινοεῖταί τι ἀντιδιῃρημένον τούτῳ· οὐδὲ γὰρ ἔχει. καὶ ἄλλα δὲ πλεῖστα τοιαῦτά εἰσιν. Πάλιν εἰ τὸ εἶδος ὡς διαφορὰν ἀπέδωκεν.
Οἷον εἰ τὴν φωνὴν ὡρίσατο ἀέρα πεπληγμένον· γένος γὰρ τῆς φωνῆς ἡ πληγὴ ἀλλʼ οὐ διαφορά. καὶ τῆς σιμότητος γένος ἡ κοιλότης· διὸ οὐχ ὁρίζεται ὁ ὁριζόμενος λέγων ῥῖνα κοίλην τὴν σιμότητα· κοιλότης γάρ ἐστιν ἐν ῥινί· διαφορὰ γὰρ εἰδοποιὸς τῆς σιμότητος τὸ ἐν ῥινὶ σιμόν. καὶ ὁ πηλὸς δὲ οὐ «γῆ ὑγρῷ φυραθεῖσα», ὡς Πλάτων, ἀλλὰ φύραμα γῆς· γένος γὰρ τοῦ πηλοῦ τὸ φύραμα ἀλλʼ οὐ διαφορά. Ἔτι εἰ τὸ γένος ὡς διαφορὰν εἴρηκεν.
Τῆς ἀρετῆς γένος εἶναί φησι τὴν ἀγαθὴν ἢ τὴν σπουδαίαν ἕξιν, διόπερ τὸ ἀγαθόν, ὅπερ ὡς διαφορὰν τῆς ἕξεως ἔλαβε, γένος μᾶλλόν ἐστι καὶ οὐ διαφορά. εἶτʼ ἐπιδιορθούμενος ἑαυτὸν ἴσως, φησίν, ἐπὶ τούτου τοῦ παραδείγματος οὐ δοκεῖ τὸ ἀγαθὸν γένος εἶναι ἀλλὰ διαφορά· εἰ γὰρ τὸ ἀγαθὸν γένος ἐστὶ τῆς ἀρετῆς, ἔστι δὲ καὶ ἡ ἕξις, ὁμολογουμένως δʼ οὐκ ἐνδέχεται τὸ αὐτὸ καὶ ἓν εἶδος ὑπὸ δύο γένη ἀνάγεσθαι μὴ ὑπάλληλα· νῦν δὲ οὔτε ἡ ἕξις περιέχει τὸ ἀγαθὸν οὔτε τὸ ἀγαθὸν τὴν ἕξιν· οὐδὲ γὰρ πᾶσα ἕξις ἀγαθόν, οὐδὲ πᾶν ἀγαθὸν ἕξις· ὥστε οὐκ ἂν εἴη γένη τῆς ἀρετῆς ἀμφότερα, ἥ τε ἕξις καὶ τὸ ἀγαθόν. ἀλλʼ εἰ καὶ μὴ περιέχει θάτερον τὸ ἕτερον, ἀλλʼ οὖν ὑπὸ ταὐτὸν καὶ ἓν γένος ἀνάγονται, τὴν ποιότητα. εἰσὶ γοῦν μᾶλλον τοῦ τοιούτου παραδείγματος τὰ ἄνωθεν ἡμῖν παρατεθέντα συνιστῶντα τὸν τόπον καὶ δεικνύντα ἀληθῶς ἔχειν. Ὁρᾶν δὲ καὶ εἰ ἡ ἀποδοθεῖσα.
Δεῖν φησιν ὁρᾶν καὶ εἰ ἡ ἀποδοθεῖσα διαφορὰ μὴ ποιόν τι σημαίνει ἀλλὰ τόδε τι καὶ ἐν τῷ τί ἐστι κατηγορούμενον· οὐ γὰρ ἂν εἴη διαφορά. εἴη δʼ ἂν κοινότερος οὗτος ὁ τόπος τῶν δύο τῶν προειρημένων· τὸ γὰρ εἶδος καὶ τὸ γένος τόδε τι σημαίνει. Σκοπεῖν δὲ καὶ εἰ κατὰ συμβεβηκός.
Οὐδὲν τῶν ἐν τῇ οὐσίᾳ τινὸς ὄντων οἷόν τε συμβεβηκὸς αὐτῷ εἶναι· τὸ μὲν γὰρ συμβεβηκὸς οἷόν τε ὑπάρχειν καὶ μὴ ᾧ συμβέβηκε, τὸ δὲ ἐν τῇ οὐσίᾳ τινὸς ὂν ἀχώριστόν ἐστιν αὐτοῦ. εἰ οὖν τις ὁριζόμενος διαφορὰν εἴληφε τῶν συμβεβηκότων τι τῷ ὁριστῷ, οὐχ ὥρισται αὐτό. Πάλιν εἰ κατηγορεῖται τὸ γένος τῆς διαφορᾶς.
Οὔ φησι τοιαύτας εἶναι δεῖν τὰς λαμβανομένας ἐν τοῖς ὁρισμοῖς διαφορὰς ὥστε τὸ γένος αὐτῶν κατηγορεῖσθαι, ἀλλὰ καθʼ ὧν ἡ διαφορά, τουτέστιν εἰδῶν ἢ ἀτόμων· εἰς ἃ γὰρ ἡ διαίρεσις τῶν γενῶν γίνεται, τούτων τὰ γένη κατηγορεῖται· οὐκ εἰς διαφορὰς δὲ τὰ γένη διαιρεῖται, ἀλλὰ διαφοραῖς. ὡς οὖν ἐπὶ τῶν ἄλλων διαιρουμένων τὸ διαιροῦν οὐκ ἔστιν ὅπερ τὸ διαιρούμενον — οὔτε γὰρ ἡ ἐπιφάνεια διαιρεῖται ἐπιφανείᾳ οὔτε ἡ γραμμὴ γραμμῇ —, οὕτως οὐδʼ ἐπὶ τῶν διαφορῶν, καθʼ ἃς διαιρεῖται τὸ γένος. εἰ γὰρ τὸ γένος εἴη ἑκάστης τῶν διαφορῶν κατηγορούμενον, οἷον τὸ ζῷον κατὰ τοῦ πεζοῦ καὶ τοῦ δίποδος, ἐπεὶ καθʼ οὗ κατηγορεῖται τὸ ζῷον ἐν τῷ τί ἐστιν, ἐκεῖνο ζῷόν ἐστιν, ἔσται καὶ τὸ πεζὸν ζῷον καὶ τὸ δίπουν πάλιν ζῷον· εἰ οὖν ὁ ἄνθρωπος ζῷον πεζὸν δίπουν, πολλάκις ἂν αὐτοῦ τὸ ζῷον κατηγοροῖτο καὶ πολλὰ ζῷα ὁ ἄνθρωπος εἴη, ὅπερ ἄτοπον. Ἔτι διαφοραὶ πᾶσαι.
Δεύτερον δὲ ἑκάστη τῶν διαφορῶν ἢ εἶδος ἢ ἄτομον ἔσται, ἐπειδὴ πᾶν τὸ ὑπὸ γένος ὂν ἢ εἶδός ἐστιν ἢ ἄτομον· εἰς ταῦτα γὰρ ἡ τῶν γενῶν διαίρεσις, καὶ ἐν τούτοις τὸ εἶναι τοῖς γένεσιν, προσεχῶς μὲν ἐν τοῖς εἴδεσι, δευτέρως δὲ ἐν τοῖς ἄτομοις.
Ὁμοίως δὲ σκεπτέον.
Ὁμοίως δέ, φησί, σκεπτέον καὶ εἰ τὸ εἶδος ἤ τι τῶν ὑπὸ τὸ εἶδος τῆς διαφορᾶς κατηγορεῖται, οἷον εἴ τις τοῦ ἀθανάτου τὴν ψυχὴν κατηγορήσειεν εἶδος οὖσαν, ἢ εἴ τις ὁμοίως τὸν Σωκράτη τοῦ λογικοῦ ἄτομον ὄντα· τὰ γὰρ ἄτομα ὑποκάτω τῶν εἰδῶν. τοῦτο δὲ ἀδύνατον, φησίν, ἐπειδὴ ἡ διαφορὰ ἐπὶ πλέον τῶν εἰδῶν λέγεται· οὗ τὸ ἀνάπαλιν ὁ ὁρισάμενος πεποίηκε, θεὶς ἐπὶ πλέον τὰ εἴδη ἢ τὰ ἄτομα τῆς διαφορᾶς. Σκοπεῖν δὲ καὶ εἰ ἑτέρου γένους.
Σκοπεῖν δεῖ, φησίν, εἴ τις τῶν ἐν τῷ ὁρισμῷ τινος ἀποδεδομένων διαφορῶν καὶ ἄλλου γένους ἐστὶ διαφορά, ὃ οὔτε περιέχει οὗ εἴληπται διαφορά, οὔτε περιέχεται ὑπʼ αὐτοῦ, οὔτʼ ἄμφω ὑπὸ ταὐτόν ἐστι γένος. εἰ γὰρ εἴη τοιαύτη τις εἰλημμένη διαφορά, οὐκ ἂν εἴη ὁρισμὸς τοῦ προκειμένου ὁ ἀποδεδομένος λόγος· οὐδὲ γὰρ ἡ διαφορὰ τοῦ προκειμένου γένους. εἰ γὰρ εἴη, συμβήσεται καὶ εἶδος τὸ αὐτὸ ἐν δυσὶ γένεσιν εἶναι μὴ περιέχουσιν ἄλληλα· ἐπιφέρει γὰρ ἑκάστη τῶν διαφορῶν τὸ οἰκεῖον γένος τοῖς εἴδεσιν, ὧν ἐν τῷ ὁρισμῷ παραλαμβάνεται. ὥστε, εἰ καθʼ οὗ ἡ διαφορά, καὶ τῶν γενῶν ἑκάτερον, δῆλον ὅτι τὸ εἶδος ἐν δύο γένεσι μὴ περιέχουσιν ἄλληλα, ὅταν ἄλλου γένους οὖσα ὡς ἄλλου τινὸς οὖσα ληφθῇ· γένοιτο γὰρ ἂν αὐτὴ τῶν δύο γενῶν, τοῦ μέν, ὅτι εἴληπται μὴ οὖσα αὐτοῦ, τοῦ δὲ ἑτέρου, ὅτι κυρίως ἐκεῖνο διαιρεῖ. οἷον εἴ τις τὸ ζῷον ὁρίσαιτο οὐσίαν θεωρητικήν· τὸ γὰρ θεωρητικὸν ἔστι μὲν ἐπιστήμης διαφορά, εἴληπται δὲ οὐσίας· καὶ ἔστιν ἕτερα ἀμφοτέρων γένη καὶ οὐχ ὑπάλληλα· οὕτως δὲ ἔσται τὸ ζῷον οὐσία καὶ ἐπιστήμη, ἐπεὶ ἡ διαφορὰ τὸ οἰκεῖον γένος συνεπιφέρει, οὗ ἐν τῷ ὁρισμῷ παραλαμβάνεται.
Ἐν τούτοις ἔοικε διορθοῦν τὸ εἰρημένον ἐν Κατηγορίαις τὸ «τῶν ἑτερογενῶν καὶ μὴ ὑπʼ ἄλληλα τεταγμένων ἕτεραι τῷ εἴδει καὶ αἱ διαφοραί». ἢ κἀκεῖ διώρισται τοῦτο τῇ προσθήκῃ τοῦ εἴδει. ἢ ἐν Κατηγορίαις ἕτερα γένη τὰ πρῶτα λέγει, ἐπεὶ «τῶν ἑτερογενῶν καὶ μὴ ὑπʼ ἄλληλα τεταγμένων» μηδʼ ἄμφω ὑπὸ ταὐτὸν ὄντων γένος «ἕτεραι τῷ εἴδει αἱ διαφοραί». Δῆλον δὲ ὅτι οὐκ ἀνάγκη τὴν διαφορὰν πᾶν τὸ οἰκεῖον ἐπιφέρειν γένος.
Τοῦτο ἐπιδιορθωτικόν ἐστι τοῦ τόπου τοῦ λέγοντος ὅτι πᾶσα διαφορὰ τὸ οἰκεῖον ἐπιφέρει γένος· οὐ γὰρ ἀνάγκη, φησί, συνεπιφέρειν τὸ οἰκεῖον γένος. ἐπεὶ γὰρ ἔν τισιν ἡ αὐτή ἐστι διαφορὰ δύο γενῶν μὴ ὑπʼ ἄλληλα τεταγμένων, οὐκ ἀνάγκη συνεπιφέρειν ἐν τῷ ὁρισμῷ καὶ ἄμφω τὰ γένη, ἀλλὰ τὸ ἕτερον μόνον καὶ τὰ ἐπάνω τούτου πάντα· τὸ γὰρ δίπουν ἐν τῷ τοῦ ἀνθρώπου ὁρισμῷ οὐκ ἐπιφέρει ἀμφότερα τὰ γένη, τὸ πεζὸν καὶ τὸ πτηνόν, ἀλλὰ τὸ πεζὸν μόνον καὶ τὸ ὑπὲρ τοῦτο, ἐν οἷς ἀμφοτέροις τὸ ζῷον. Οὐ δοκεῖ γὰρ διαφέρειν οὐσία οὐσίας τῷ ποὺ εἶναι.
Ἐπεὶ τὸ ποὺ εἶναι καὶ ἐν τόπῳ τινὶ οὐκ ἔστιν οὐσίας τινὸς τὸ τί ἦν εἶναι σημαῖνον, ὁ δὲ ὅρος τὸ τί ἦν εἶναι σημαίνει, φησὶ δεῖν ὁρᾶν εἴ τις ὁριζόμενος οὐσίαν τινὰ καὶ διαφορὰν ἐν τῷ ὁρισμῷ λαμβάνει τὸ ποὺ εἶναι σημαίνουσαν· τὸ γὰρ ἔν τινι πλεοναχῶς λεγόμενον νῦν ἐπὶ τοῦ ποὺ καὶ ἐν τόπῳ εἶναι λέγεται· ὁ γὰρ οὕτω λαμβάνων ἁμαρτάνει. καὶ ἐπεὶ χρώμενοί τινες τῷ τόπῳ ἀνασκευάζουσι δεικνύντες ὅτι τὸ ἔνυδρον καὶ τὸ χερσαῖον οὐκ εἰσὶ διαφοραὶ τοῦ ζῴου — τὸ γὰρ ἐν τόπῳ εἶναι σημαίνουσι —, δείκνυσιν ἁμαρτάνοντας· καὶ φησὶν ὅτι τὸ ἔνυδρον καὶ τὸ χερσαῖον οὐκ ἀπὸ τοῦ πού, ἤγουν ἐν τόπῳ εἶναι, οὕτω λέγονται, ἀλλʼ ἀπὸ τοῦ ἐν δυνάμει τινὶ καὶ διαθέσει τοιαύτῃ· ποιὸν γάρ τι σημαίνουσιν. εἰκότως δὲ καὶ τὸ οὐσίας προσέθηκεν· οὐσίας γὰρ διαφορὰ οὐ δύναται τὸ ποὺ εἶναι. τῶν μέντοι ποὺ ὄντων ἀναγκαῖον καὶ τὸν ὁρισμὸν ἔχειν τινὰ διαφορὰν τοῦ ποὺ δηλωτικήν, οἷον τὸ ἔνυδρον καὶ τὸ χερσαῖον, οὐχ ὡς νῦν μὲν ὄντων ἐν ᾧ εἰσι τόπῳ, νῦν δʼ οὐχ ὄντων, ἀλλʼ ἀεὶ ὄντων, ἐπειδὴ καὶ ὅτε συμβαίνει τοὺς τόπους αὐτὰ μεταβάλλειν, τὰς διαφορὰς οὐ μεταβάλλουσιν· ὁ γὰρ ἄνθρωπος νηχόμενος οὐ λέγεται ἔνυδρος ἀλλὰ χερσαῖος· ὡσαύτως καὶ ὅσα τῶν ἐνύδρων ἐν τῇ χέρσῳ ἐξέρχονται, οὐ χερσαῖα ἀλλʼ ἔνυδρα. Πάλιν εἰ τὸ πάθος.
Οἷον εἴ τις εἴποι «ἄνθρωπός ἐστι ζῷον θερμαινόμενον ἢ ψυχόμενον», φανερὸν ὅτι τὸ θερμαίνεσθαι καὶ τὸ ψύχεσθαι πάθη ὄντα διαφορὰν οὐσιώδη πεποίηκε. πάντα δὲ τὰ τοιαῦτα πάθη ἐπίτασιν λαμβάνοντα ἐξιστῶσι τὸ ζῷον τῆς οὐσίας· ὥστε καὶ τὸ θερμὸν καὶ τὸ ψυχρὸν ἐπίτασιν ἐν τῷ ζῴῳ δεξάμενα φθείρει τὸ ζῷον. ἡ δὲ οὐσιώδης διαφορὰ σωστικὴ μᾶλλον ὀφείλει εἶναι τῆς οὐσίας καὶ οὐ φθαρτική· καθόλου γὰρ ἀδύνατόν ἐστιν εἶναι τῶν ὄντων ἕκαστον ἄνευ τῆς οἰκείας διαφορᾶς, οἷον ἄνθρωπον μὲν ἄνευ τοῦ λογικοῦ, ἵππον δὲ ἄνευ τοῦ ἀλόγου. καὶ καθόλου εἰπεῖν, καθʼ ὅσα πάθη ἀλλοιοῦται τὸ εἶδος τὸ ἔχον ταῦτα, ἅ εἰσι τὸ θερμὸν καὶ τὸ ψυχρὸν ἢ τὸ λευκὸν καὶ τὸ μέλαν καὶ τὰ τοιαῦτα, οὐδὲν τούτων ἔσται διαφορά· τὸ γὰρ θερμὸν ἐπιταθὲν φθείρει τὴν ἁφὴν καὶ τὸ ζῷον· ἄνευ γὰρ ἁφῆς ἀδύνατον εἶναι ζῷον· καὶ τὸ λευκὸν καὶ ἄγαν λαμπρὸν ὑπερβαίνοντα τὴν ὁρατικὴν δύναμιν φθείρει τὴν ὄψιν· καὶ τὰ ἄλλα δʼ ὡσαύτως. Καὶ εἴ τινος τῶν πρός τι.
Ἔτι φησὶ τῶν πρός τι γενῶν καὶ τὰς διαφορὰς εἶναι πρός τι. ἐπεὶ γὰρ τῶν πρός τι τὰ μὲν πρὸς ἕν τι μόνον ἐστὶ καὶ οὐκ ἄν τις αὐτοῖς πρὸς ἄλλο χρήσαιτο ἢ πρὸς ὃ πέφυκεν, ὥσπερ τῇ ὄψει πρὸς μόνον τὸ ὁρᾶν, τοῖς δὲ καὶ πρὸς ἄλλο τι, πρὸς ὃ οὐ πέφυκε, χρήσαιτο ἄν τις — τῇ γοῦν στλεγγίδι, τουτέστι τῷ κτενίῳ, οὐ πρὸς τὸ περιξύεσθαι χρήσαιτο ἄν τις μόνον ἀλλὰ καὶ πρὸς τὸ ὕδωρ ἀρύσασθαι —, δεῖν φησὶν ἐν τῇ τῶν πρός τι ἀποδόσει μὴ μόνον παραφυλάττειν τὰς διαφοράς, εἰ πρός τι καὶ αὗται, ἀλλὰ καὶ εἰ πρὸς ὃ πέφυκεν ἀποδίδονται.
Ἔστι δὲ στλεγγίς, ὡς μέν τινες λέγουσι, τὸ κτένιον, ὡς δὲ ἕτεροι, ὄργανόν τι κοῖλον, διʼ οὗ τοὺς ἱδρῶτας ἀπέξεον· ὃ δοκεῖ βέλτιον ἐκ τοῦ διʼ αὐτοῦ κοίλου ὄντος καὶ ὕδωρ ἀρύεσθαι. τὸ δὲ τῆς στλεγγίδος ὄνομα ἐν τῷ Λυκόφρονι· φησὶ γὰρ ἐκεῖνος στλεγγίσματα τὰ ἀποξύσματα.
Ὥσπερ δὲ ἐπὶ τῶν ἄλλων τῇ τοῦ ἐπιστήμονος περὶ ἕκαστον γνώμῃ καὶ τῇ τοῦ σπουδαίου χρῆσθαι δεῖ, οὕτω καὶ ἐπὶ τῆς διακρίσεως τῶν προκειμένων φησί. διὸ ἀποδίδωσιν ὅρον τοῦ πρὸς ὃ πέφυκε λέγων ἐφʼ ὃ χρήσαιτʼ ἂν αὐτῷ ὁ φρόνιμος ᾗ φρόνιμος καὶ ἡ περὶ ἕκαστον οἰκεία ἐπιστήμη ᾗ ἐπιστήμη. οἷον εἰ ἰατρικόν ἐστιν, ὁρᾶν τοὺς φρονιμωτέρους τῶν ἰατρῶν καὶ ἐπιστήμονας, ἐφʼ ὃ τούτῳ ἐχρήσαντο· ὁμοίως καὶ εἰ γεωμετρικόν, πῶς τοῦτο ἐξελάβοντο. φρόνιμον δὲ εἶπεν, ὅτι μὴ πάντων ἡ χρῆσις ὑπό τινα τέχνην ἢ ἐπιστήμην. Ἢ εἰ μὴ τοῦ πρώτου ἀπέδωκεν.
Προστίθησι καὶ τοῦτο τοῖς ἄνω· ἐπεὶ γὰρ ἔνια τῶν πρὸς πλείω λεγομένων οὐ πρὸς πάντα λέγεται πρώτως, ἀλλὰ πρὸς μέν τι πρώτως πρὸς δέ τι δευτέρως, δεῖ, φησίν, ὁρᾶν εἰ μὴ πρὸς ὃ λέγεται πρώτως ἀπέδωκεν ὁ ὁριζόμενος. ἡ γὰρ φρόνησις πρώτως τοῦ λογιστικοῦ ἐστιν ἀρετή· τῆς δὲ ψυχῆς μέρος ἐστὶ τὸ λογιστικόν· τὸ δὲ ὑπάρχον τῷ μέρει ὑπάρχει καὶ τῷ ὅλῳ· κατὰ τοῦτο οὖν λέγεται καὶ ἡ ψυχὴ φρόνιμος, ἀλλὰ δευτέρως, καὶ ὁ ἄνθρωπος διὰ τὴν ψυχήν· ἐκ ψυχῆς γὰρ καὶ σώματος. καὶ εἰ τὴν σωφροσύνην τοῦ ἐπιθυμητικοῦ πρώτως οὖσαν ἀρετὴν καὶ τὴν ἀνδρίαν τοῦ θυμικοῦ τῆς ψυχῆς ἀποδοίη τις ἀρετάς. Ἔτι εἰ μὴ δεκτικόν ἐστι.
Ἔτι, φησίν, εἰ μὴ δεκτικόν ἐστι τὸ ὡρισμένον πάθος ἢ ἡ διάθεσις ἢ ἡ ἕξις ἢ ἄλλο ὁτιοῦν ἐκείνου οὗ ἀπέδωκεν, ὁ ὁριζόμενος οὕτως ἥμαρτε· πᾶν γὰρ πάθος καὶ πᾶσα διάθεσις ἐν ἐκείνῳ πέφυκε γίνεσθαι τῷ πράγματι, οὗ καὶ ἔστι διάθεσις ἢ πάθος. οἷον εἰ μέν τις ὁρίσαιτο τὴν ἐπιστήμην διάθεσιν τῆς ψυχῆς, καλῶς ἀπέδωκε τὸν ὁρισμὸν τῆς ἐπιστήμης· ἐν γὰρ τῇ ψυχῇ ἐστιν ἡ ἐπιστήμη διάθεσις. εἰ δὲ τὸ ἀποδοθὲν τῷ πάθει ἢ τῇ διαθέσει ἐν τῷ ὁρισμῷ οὐκ ἔστιν ἐκείνου, οὐ καλῶς ὡρίσατο. οἷον ὕπνος ἐστὶν ἀδυναμία αἰσθήσεως· καὶ γὰρ ὁ ὕπνος πάθος μέν ἐστιν, ἀλλὰ τοῦ ζῴου ἐν ᾧ ἡ αἴσθησις, οὐ μέντοι αὐτῆς τῆς αἰσθήσεως· οὗ γάρ ἐστιν ἀδυναμία, ἐκείνου καὶ πάθος ἂν εἴη ὁ ὕπνος· οὐκ ἔστι δὲ ὁ ὕπνος ἐν αἰσθήσει ἀλλʼ ἐν ζῴῳ. καὶ πάλιν ἀπορία ἐστὶν ἰσότης ἐναντίων λογισμῶν· καὶ γὰρ ἡ ἀπορία πάθος ἐστὶν ἀνθρώπου διʼ ἰσότητα ἐναντίων λογισμῶν. καὶ ἔτι ἀλγηδών ἐστιν διάστασις τῶν συμφύτων μερῶν μετὰ βίας· ἡ γὰρ ἀλγηδὼν πάθος ἐστὶ ζῴου διὰ τὴν μετὰ βίας τῶν συμφύτων μερῶν διάστασιν, ἀλλʼ οὐ διάστασις τῶν συμφύτων μερῶν· εἰ γὰρ ἦν οὕτως, ἔδει καὶ τὰ ἄψυχα τεμνόμενα καὶ τὴν τῶν μερῶν διάστασιν πάσχοντα ἀλγηδόνας ἔχειν. καὶ πάλιν ὑγεία ἐστὶ συμμετρία ψυχρῶν καὶ θερμῶν· εἰ γὰρ τοῦτο, ἀνάγκη καὶ τὰ ψυχρὰ καὶ τὰ θερμὰ ὑγιαίνειν, ἤγουν αὐτὰς τὰς ἀψύχους ποιότητας· ἔστι γὰρ καὶ ἐν ταύταις συμμετρία ψυχρῶν καὶ θερμῶν· ἀλλʼ ὑγεία ἐστὶ διάθεσις σώματος ζῴου ἐν συμμετρίᾳ θερμῶν καὶ ψυχρῶν καὶ ξηρῶν καὶ ὑγρῶν. ἐν πᾶσιν οὖν τοῖς εἰρημένοις ἡ ἁμαρτία παρὰ τὸ μὴ δεκτικὸν εἶναι τὸ ἀποδεδομένον ὑποκεῖσθαι τοῖς εἰρημένοις πάθος ἢ διάθεσιν. Ἔτι τὸ ποιούμενον εἰς τὸ ποιητικὸν ἢ ἀνάπαλιν.
Ἔτι, φησίν, οἱ οὕτως ὁριζόμενοι καὶ λαμβάνοντες ἐν τῷ ὁρισμῷ τὸ τοιοῦτον, ὃ οὐκ ἔστι δεκτικὸν τοῦ ὁριστοῦ, ἢ τὸ ποιούμενον τιθέασιν εἰς τὸ ποιητικὸν ἢ τὸ ποιητικὸν εἰς τὸ ποιούμενον. οὐ γὰρ ἡ ἀλγηδών ἐστι διάστασις τῶν συμφύτων μερῶν· συμβαίνοι γὰρ ἂν οὕτως τὸ ποιούμενον εἶναι ποιητικόν· τοῦτο δὲ ἄτοπον· ἡ γὰρ διάστασις τῶν συμφύτων μερῶν μᾶλλόν ἐστι ποιητικὸν τῆς ἀλγηδόνος. οὐδὲ ὁ ὕπνος ἀδυναμία αἰσθήσεως, ἀλλὰ ποιητικὸν θάτερον θατέρου· ἢ γὰρ ἡ ἀδυναμία ἐστὶ ποιητικὸν τοῦ ὕπνου· ἀδυνατήσαντος γὰρ τοῦ ὁρατικοῦ ὀργάνου ὑπνώττει τὸ ζῷον· ἢ ὕπνος ποιητικὸς τῆς ἀδυναμίας· ὑπνώττοντος γὰρ τοῦ ζῴου ἀδυναμία τῇ αἰσθήσει ἐπιγίνεται. ἀλλʼ οὐδὲ ἡ ἀπορία ποιητική ἐστι τῶν ἐναντίων λογισμῶν, ἀλλὰ τὸ ἀνάπαλιν· ἔστι γὰρ ἡ ἀπορία πάθος τῆς διανοίας διʼ ἐναντιότητα λογισμῶν ἐπιγινομένη. ὅταν γὰρ ἐπὶ δυσὶ λογισμοῖς ἐναντίοις σκοποῦσι καὶ ἐξετάζουσιν ἡμῖν, ποῖος μᾶλλον ἁρμόδιος φαίνεται, ἰσότης καὶ ὁμοιότης καὶ ἐπʼ ἀμφοτέροις καθʼ ἑκάτερον φαίνηται, τὸ τοιοῦτον πάθος γίνεται. οἷον προτεθέντος εἰ ἡ ψυχὴ ἀθάνατος ἢ θνητή, καὶ ληφθέντων καθʼ ἑκάτερον λόγων δεικνύντων καὶ ἄμφω τὰ ζητούμενα λόγοις καὶ ἀποδείξεσιν ἰσχυραῖς, τότε γίνεται ἀπορία, ποίῳ τῶν μερῶν δεῖ προστεθῆναι. ὅταν οὖν πάντα ἰσχυρὰ φαίνηται καὶ ὅμοια τοσοῦτον ὥστε καὶ ἀπορεῖν τίνος τῶν μερῶν ἔσται μᾶλλον λῆψις, ἀπορία ἐστίν. Ἔτι κατὰ τοὺς χρόνους πάντας ἐπισκοπεῖν.
Δεῖ, φησίν, ὁρᾶν εἰ διαφωνεῖ κατὰ χρόνον τοῦ ὁριστοῦ τὸ ἐν τῷ ὁρισμῷ ἀποδεδομένον. εἰ γὰρ τὸ ὁριστὸν ἔχει τὴν παράστασιν ἀΐδιον καὶ ἀθάνατον καὶ κατὰ τοὺς τρεῖς χρόνους διήκουσαν, ἔστι δὲ καὶ ὁ ὁρισμὸς τοιοῦτος, καλῶς ἀποδέδοται· εἰ δὲ διαφωνεῖ, οὐ καλῶς. οὕτως ἂν διαβάλλοιτο ὁ τὸ αἰώνιον λέγων ἀεὶ ἐσόμενον· ἐπεὶ γὰρ τὸ μὲν αἰώνιον ἀΐδιον καθʼ ὅλους τοὺς χρόνους, ὁ δὲ κατὰ τὸν μέλλοντα μόνον τὸ ἐσόμενον ἀπέδωκεν — ἄδηλον γὰρ εἰ τὸ μέλλον τι ἔσται —, οὐ καλῶς ἀπέδωκε· διεφώνησε γὰρ κατὰ τὸν χρόνον. ὁμοίως καὶ εἴ τις εἴποι «ἀθάνατόν ἐστι τὸ νῦν ἄφθαρτον»· τὸ γὰρ νῦν ἄφθαρτον νῦν ἀθάνατον δηλοῖ, καὶ διαφωνεῖ κατὰ τὸν μέλλοντα καὶ παρεληλυθότα· ἄδηλον γὰρ εἰ καὶ μετὰ ταῦτα οὐ φθαρήσεται, ἢ εἰ πρώην ἔφθαρται· τὸ γὰρ ἀθάνατον ἀϊδίως ἐστὶν ἀθάνατον. ἢ ἐπὶ μὲν τούτου τοῦ σημαινομένου τοῦ ἐπὶ τοῦ νῦν οὐ συμβαίνει ἀποδοθῆναι καλῶς τὸν ὁρισμόν· ἀμφίβολον γάρ ἐστι τὸ νῦν ἄφθαρτον. τρία γὰρ σημαίνει· ἢ γὰρ ὅτι οὐκ ἔφθαρται νῦν, ἤγουν μέχρι τοῦ νῦν, φθαρήσεται δέ· ἢ ὅτι οὐ δύναται νῦν φθαρῆναι, δύναται δὲ φθαρήσεσθαι· ἢ ὅτι νῦν τοιοῦτόν ἐστιν οἷον μηδέποτε φθαρῆναι. ὅταν οὖν, φησί, λέγωμεν ὅτι ἀθάνατόν ἐστι τὸ νῦν ἄφθαρτον ζῷον, οὐ κατὰ τοῦτο τὸ σημαινόμενον τοῦ νῦν ἀφθάρτου λέγομεν τὸ νῦν ἄφθαρτον, ὅτι νῦν ἐστιν ἄφθαρτον, πρώην δὲ ἔφθαρται, οὐδὲ κατὰ τὸ ἕτερον τὸ ἐπὶ τοῦ μέλλοντος, ἀλλὰ κατὰ τὸ τρίτον σημαινόμενον τοῦ νῦν ἀφθάρτου, ὃ ταὐτόν ἐστι τῷ ἀθανάτῳ, ὥστε οὐ συμβαίνει κατὰ τοῦτο τὸ σημαινόμενον τὸ νῦν ἄφθαρτον νῦν ἀθάνατον εἶναι. ὥστε, εἰ συμφωνεῖ μὲν τὸ ἀθάνατον τῷ νῦν ἀφθάρτῳ κατὰ τὸν λόγον, ἤγουν κατὰ τὸ ἀποδοθὲν τρίτον σημαινόμενον, κατὰ τοὔνομα δὲ διαφωνεῖ, ὅτι τὸ ἀθάνατον οὐ σημαίνει τὸ νῦν ἄφθαρτον, οὐκ ἔστι ταὐτὸν τῷ ἀθανάτῳ τὸ νῦν ἄφθαρτον, καὶ διὰ τοῦτο οὐδὲ ὁρισμὸς αὐτοῦ ἐστιν.
Ὁμοίως δὲ καὶ ὁ τὴν τοῦ κόσμου σύστασιν λέγων διὰ τὸ τὸν θεὸν ἀγαθὸν εἶναι ἁμαρτάνει· οὐ γὰρ ὑγιές, εἴ γε ὁ μὲν κόσμος ἤρξατο, ὁ δὲ θεὸς ἀγαθός ἐστιν ἀεί. εἶπε δὲ χρηστέον οὖν τῷ τόπῳ καθάπερ εἴρηται, τουτέστιν ἐπὶ τῶν διαφωνούντων κατὰ τὸν χρόνον. Σκεπτέον δὲ καὶ εἰ καθʼ ἕτερόν τι μᾶλλον.
Ἐπεὶ ὁ ἑκάστου ὁρισμὸς τῆς οὐσίας αὐτοῦ ἐστι δηλωτικός, δεῖ, φησίν, ἀποδοθέντος τινὸς ὁρισμοῦ ἐπισκοπεῖν εἰ κατά τινα λόγον ἄλλον μᾶλλον λέγεται τὸ προκείμενον ὁριστόν· εἰ γὰρ εἴη μᾶλλον ὑπʼ ἄλλου τινὸς δηλούμενον, οὐκ ἂν εἴη ὁ εἰρημένος λόγος ὁρισμὸς αὐτοῦ· ὁ γὰρ λόγος ὁ μάλιστα δηλῶν τὸ προκείμενον αὐτός ἐστιν αὐτοῦ ὁρισμός. εἴη δʼ ἂν ὁ τόπος οὗτος ἐκ παραβολῆς. ὅτι δʼ ἐν προαιρέσει μᾶλλον ἢ δυνάμει ἡ δικαιοσύνη, καὶ ἀπὸ τῶν ἄλλων ἀρετῶν δείκνυται· κυριωτέρα γὰρ ἡ προαίρεσις τῆς δυνάμεως· οὐ γὰρ ὁ δυνάμενος ἀλλʼ ὁ προαιρούμενος σπουδαῖος, κἂν μὴ δύνηται. τὸ δʼ αὐτὸ καὶ ἐπὶ τῆς κακίας. Εἰ τὸ μὲν πρᾶγμα δέχεται τὸ μᾶλλον.
Εἰ τὸ μὲν ὁριστόν, φησίν, ἐπίτασιν ἐπιδέχεται, τὸ δὲ κατὰ τὸν λόγον ἀποδοθὲν οὐκ ἐπιδέχεται, ἢ τὸ ἀνάπαλιν τὸ μὲν κατὰ τὸν λόγον ἐπιδέχεται, τὸ δὲ ὁριστὸν οὐκ ἐπιδέχεται, οὐ καλῶς ἀποδέδοται ὁ ὁρισμός. οἷον ἡ ἡδονή ἐστι διάθεσις ψυχῆς βελτίστη· ἰδοὺ γὰρ τὸ μὲν ὁριστὸν ἐπιδέχεται τὸ μᾶλλον· ἔστι γὰρ μᾶλλον καὶ ἧττον ἡδονή· ὁ δὲ ὁρισμός, τουτέστιν ἡ διάθεσις ψυχῆς ἡ βελτίστη, ἐπεὶ ἕξις ἐστίν, οὐκ ἐπιδέχεται τὸ μᾶλλον. ἢ τὸ ἀνάπαλιν, οἷον ὁ ἄνθρωπός ἐστι ζῷον λευκὸν γραμματικόν· ἰδοὺ γὰρ τὸ μὲν ὁριστόν, ὁ ἄνθρωπος, οὐκ ἐπιδέχεται τὸ μᾶλλον· οὐδὲ γὰρ ἔστι μᾶλλον ἄνθρωπος· τὸ δὲ λευκὸν καὶ τὸ γραμματικὸν τὸ ἐν τῷ ὁρισμῷ ἐπιδέχεται· ἔστι γὰρ ζῷον λευκὸν γραμματικὸν καὶ μᾶλλον καὶ ἧττον. δεῖ δὲ καὶ ἀμφότερα ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἧττον ἢ οὐδέτερον, εἴπερ ὁ ὁρισμὸς ὁ αὐτὸς ὀφείλει εἶναι τῷ ὁριστῷ. εἰ οὖν ὁ ὁρισμὸς ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον, τὸ δὲ ὁριστὸν οὐκ ἐπιδέχεται, ἢ τὸ ἀνάπαλιν, οὐκ ἔστι ταὐτὸν τῷ ὁριστῷ, καὶ δῆλον ὅτι οὐδὲ ὁρισμός ἐστιν. ἔτι δέ, φησίν, εἰ καὶ ἀμφότερα, τό τε ὁριστὸν καὶ ὁ ὁρισμός, ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον, οὐχ ἅμα δὲ ἀλλὰ ἀνὰ μέρος, οὐ καλῶς ἀποδέδοται ὁ ὁρισμός. οἷον ἔρως ἐστὶν ἐπιθυμία συνουσίας· ὅτε γὰρ ὁ ἔρως ἔχει τὸ μᾶλλον, ἡ ἐπιθυμία τῆς συνουσίας τὸ ἧττον ἔχει· ὁ γὰρ μᾶλλον ἐρῶν οὐ μᾶλλον ἐπιθυμεῖ συνουσίας· ἡ γὰρ συνουσία φθαρτική ἐστι τοῦ ἔρωτος· ὅτε δὲ ἡ ἐπιθυμία τῆς συνουσίας τὸ μᾶλλον ἔχει, ὁ ἔρως αὖθις τὸ ἧττον· ὁ γὰρ μᾶλλον ἐπιθυμῶν συνουσιάσαι ἧττον ἐρᾷ· ἔδει δὲ ἀμφότερα τό τε μᾶλλον καὶ τὸ ἧττον ἅμα ἐπιδέχεσθαι καὶ μὴ ἀνὰ μέρος, εἴπερ ὁ ὁρισμὸς ὁ αὐτὸς ὀφείλει εἶναι τῷ ὁριστῷ. Ἔτι εἰ δύο τινῶν προτεθέντων.
Ἔτι εἰ δύο τινῶν προτεθέντων εἰδῶν, οἷον φλογὸς καὶ φωτὸς πυρός, ἀποδοθείη τοῦ πυρὸς ὁρισμὸς σῶμα λεπτομερέστατον, ληπτέον μέρη τοῦ πυρὸς τὴν φλόγα καὶ τὸ φῶς, καὶ σκεπτέον καθʼ οὗ τὸ πρᾶγμα, ἤγουν τὸ πῦρ, μᾶλλον λέγεται, ὁ δὲ λόγος τοῦ πυρός, ἤγουν τὸ σῶμα λεπτομερέστατον, ἧττον. ἐν τούτοις οὖν ἡ μὲν φλὸξ μᾶλλον πῦρ λέγεται ἢ τὸ φῶς, τὸ δὲ φῶς σῶμα λεπτομερέστατον μᾶλλον ἢ ἡ φλόξ. ὥστε οὐκ ἔστιν ὁρισμὸς τὸ σῶμα τὸ λεπτομερέστατον· ἔδει γάρ, εἰ ἦν ὁρισμὸς τοῦτο τοῦ πυρός, καὶ κατʼ ἀμφοτέρων τῶν αὐτοῦ, τῆς τε φλογὸς καὶ τοῦ φωτός, καὶ τὸ ὄνομα ὁμοίως λέγεσθαι καὶ τὸν λόγον καὶ μὴ τοῦ μὲν ἧττον τοῦ δὲ μᾶλλον. Πάλιν εἰ τὸ μὲν ὁμοίως ἀμφοτέροις ὑπάρχει τοῖς προτεθεῖσι, τὸ δὲ ἕτερον μὴ ὁμοίως ἀμφοτέροις ἀλλὰ τῷ ἑτέρῳ μᾶλλον.
Κατὰ τοῦτο οὐκ ἂν εἴη ὁρισμὸς πυρὸς σῶμα καυστικόν· ὑπάρχει μὲν γὰρ ἀμφοτέροις, καὶ τῇ φλογὶ καὶ τῷ ἄνθρακι, ἀλλὰ τὸ μὲν πῦρ ὁμοίως, τὸ δὲ καυστικὸν οὐχ ὁμοίως· δοκεῖ γὰρ ὁ ἄνθραξ μᾶλλον καυστικὸς εἶναι διὰ τὴν πυκνότητα. Ἔτι ἐὰν πρὸς δύο.
Δεῖ, φησί, καὶ τοῦτο ἐν τῷ ἀποδεδομένῳ λόγῳ ζητεῖν, εἰ πρὸς δύο τὸν ὁρισμὸν ἀποδέδωκεν. ἐπεὶ δὲ τῶν πρὸς δύο ἀποδεδομένων τὸ μὲν οὕτως ἀποδεδόσθαι πρὸς αὐτὰ δύναται ὡς πρὸς ἄμφω ἅμα — ὁ γὰρ τὴν γραμματικὴν λέγων ἐπιστήμην τοῦ ἀναγινώσκειν τε καὶ γράφειν πρὸς ἄμφω ἅμα αὐτὴν ἀποδέδωκε —, τὸ δὲ πρὸς δύο μὲν ἀποδίδοται, οὐ μέντοι ὡς πρὸς ἄμφω ἅμα, ἀλλʼ ὡς ἐν τούτοις τοῦ πράγματος τοῦ ὁριστοῦ ὄντος, βουλόμενος δεῖξαι πῶς πρὸς δύο τὸν ἀποδεδομένον λόγον ποιεῖται ὁ ὁριζόμενος, προσέθηκε τὸ καθʼ ἑκάτερον, ὅ ἐστι δηλωτικὸν τοῦ μὴ πρὸς ἄμφω ἅμα· ὡς ποιεῖ ὁ τὸ καλὸν ὁριζόμενος τὸ διʼ ὄψεως ἢ διʼ ἀκοῆς ἡδύ. τοὺς δὴ οὕτως ὁριζομένους λέγει μὴ ἀποδιδόναι τὸν τοῦ πράγματος λόγον· ἅμα γὰρ διὰ τοῦ αὐτοῦ λόγου τὸ αὐτὸ καὶ τοῦτο καὶ οὐ τοῦτο λέγουσι καὶ καλὸν καὶ οὐ καλὸν καθʼ ἑκάτερον τῶν ἀποδοθέντων. εἰ γὰρ καλόν ἐστι τὸ διʼ ὄψεως ἡδύ, ἔστι δὲ καλὸν καὶ τὸ διʼ ἀκοῆς, ἔσται ἑκατέρῳ αὐτῶν ταὐτόν· ἀλλʼ εἰ τὸ καλὸν τοῦτο, ὅταν μὴ διʼ ὄψεως ᾖ ἡδύ, οὐκ ἔσται καλόν· τοῖς γὰρ αὐτοῖς καὶ τὰ ἀντικείμενα τὰ αὐτά· εἰ οὖν ταὐτὸν καλόν τε καὶ διʼ ὄψεως ἡδύ, ἀντίκειται δὲ τῷ μὲν καλῷ τὸ μὴ καλόν, τῷ δὲ διʼ ὄψεως ἡδεῖ τὸ μὴ ἡδὺ διʼ ὄψεως, ἔσται ταὐτὸν τὸ μὴ καλὸν τῷ μὴ διʼ ὄψεως ἡδεῖ· ἀλλὰ μὴν τὸ διʼ ἀκοῆς ἡδὺ οὐ διʼ ὄψεώς ἐστιν ἡδύ· τὸ ἄρα διʼ ἀκοῆς ἡδὺ οὐ καλόν· ἀλλʼ ὑπόκειται τὸ διʼ ἀκοῆς ἡδὺ καλόν· τὸ αὐτὸ ἄρα ἔσται καλὸν καὶ οὐ καλὸν τοῖς οὕτως ὁριζομένοις. ὁμοίως δὲ καὶ ὁ τοῦ ὄντος ἀποδιδόμενος λόγος ὁ λέγων εἶναι τὸ ὂν τὸ οἷόν τε ποιεῖν καὶ πάσχειν· τὸ αὐτὸ γὰρ ἔσται ὄν τε καὶ μὴ ὄν. εἰ γὰρ τὸ ὂν ταὐτὸν ἑκατέρῳ αὐτῶν, εἰ τὸ ὂν ταὐτὸν τῷ οἵῳ τε ποιεῖν, τὸ μὴ οἷόν τε ποιεῖν οὐκ ἔστιν ὄν· τὸ δὲ οἷόν τε πάσχειν μηκέτι δὲ ποιεῖν ἄλλο τοῦ οἵου τε ποιεῖν· ἔσται ἄρα τὸ οἷόν τε πάσχειν οὐκ ὄν, καὶ ἔσται τὸ οἷόν τε πάσχειν ταὐτὸν τῷ ὄντι καὶ μὴ ὄντι, τῷ μὲν ὄντι, ὅτι ἔκειτο τὸ ὂν καὶ ἐν τούτῳ, τῷ δὲ μὴ ὄντι, ὅτι τὸ ἀντικείμενον τῷ οἵῳ τε ποιεῖν, ὃ ταὐτὸν ἦν τῷ ὄντι, ταὐτὸν ἔσται τῷ μὴ ὄντι. ἀλλὰ καὶ αὐτὸ τὸ ποιοῦν καὶ πάσχον ἔσται ὂν καὶ οὐκ ὄν· καθόσον μὲν γὰρ οἷόν τε ποιεῖν, ὂν αὐτὸ ἐρεῖ, καθόσον δὲ οἷόν τε πάσχειν, οὐκ ὄν· ἢ ἔμπαλιν· οὐδὲν γὰρ διαφέρει. Ἔτι καὶ τῶν γενῶν καὶ τῶν διαφορῶν.
Ἔτι δεῖ, φησίν, ἀντὶ τῶν ὀνομάτων τῶν ἐν τοῖς ὅροις κειμένων, εἴτε γένη εἰσὶ ταῦτα εἴτε διαφοραί, λαμβάνειν τοὺς ὅρους αὐτῶν καὶ σκοπεῖν εἰ διαφωνοῦσιν. οἷον φυτόν ἐστι ζῷον ἐρριζωμένον ἐν τῇ γῇ· ἐπεὶ οὖν ληφθέντος τοῦ ὁρισμοῦ τοῦ ζῴου, ὃ ὡς γένος κεῖται ἐν τῷ ὅρῳ τοῦ φυτοῦ — ἔστι δʼ οὗτος τὸ οὐσία ἔμψυχος αἰσθητική —, διαφωνία ἔσται τούτου πρὸς τὸ φυτόν — οὐ γάρ ἐστιν αἰσθητικὸν τὸ φυτόν —, οὐκ εἴη ἂν καλῶς ἀποδεδομένος ὁ τοῦ φυτοῦ ὁρισμός, τὸ ζῷον ἐρριζωμένον ἐν γῇ. ὁμοίως καὶ ἐπὶ τῶν διαφορῶν. Ἐὰν δʼ ᾖ πρός τι.
Τῶν πρός τι τὰ μὲν καθʼ αὑτά ἐστιν, ὡς ἐπιστήμη, αἴσθησις, διπλάσιον· καθʼ αὑτὰ γὰρ ἀποδίδονται, ἐπιστήμη μὲν πρὸς ἐπιστητόν, αἴσθησις δὲ πρὸς αἰσθητόν, καὶ ὁμοίως διπλάσιον πρὸς ἥμισυ. τὰ δὲ καθʼ αὑτὰ μὲν οὐκ ἔστι πρός τι κατὰ δὲ τὸ γένος, ὡς γεωμετρία, γραμματική· ταῦτα γὰρ κατὰ τὸ γένος, τὴν ἐπιστήμην, πρός τί ἐστι, καθʼ αὑτὰ δὲ ποιότητες, ὡς ἐν Κατηγορίαις δέδεικται. ἂν δὴ ὁριζόμενός τίς τι τῶν πρός τι μὴ ἐν τῷ ὁρισμῷ ἀποδιδῷ πρὸς ὃ λέγεται ἢ αὐτὸ τοῦτο, εἰ εἴη καθʼ αὑτὸ τῶν πρός τι, ἢ κατὰ τὸ γένος, εἰ κατὰ τοῦτο εἴη τῶν πρός τι, οὐκ ἂν εἴη ὁρισμός· οὐ γὰρ τὴν οὐσίαν δηλοῖ τοῦ ὁριστοῦ. οἷον εἴ τις ἀποδοίη τῆς ἐπιστήμης ὁρισμὸν λέγων «ἐπιστήμη ἐστὶν ὑπόληψις ἀμετάπειστος», οὐ καλῶς ἀπέδωκε τὸν ὅρον· οὔτε γὰρ ὡς καθʼ αὑτὸ πρός τι ὡρίσατο τὴν ἐπιστήμην οὔτε κατὰ τὸ γένος, ἤγουν τὴν ὑπόληψιν, ὃ ἔλαβεν ἐν τῷ ὅρῳ· εἰ γὰρ ἀπεδίδοτο ἡ ὑπόληψις πρὸς ὑποληπτόν, εἶχεν ἂν ὁ ὅρος καλῶς. ὁμοίως καὶ εἴ τις εἴποι «βούλησίς ἐστιν ὄρεξις ἄλυπος», οὐκ ἀπέδωκε καλῶς τὸν ὁρισμόν· οὔτε γὰρ πρὸς ὃ λέγεται τὸ πρᾶγμα, ἤγουν ἡ βούλησις, οὔτε πρὸς ὃ λέγεται τὸ γένος, τὴν ἐν τῷ ὅρῳ ἀπόδοσιν ἐποιήσατο. εἰ δέ τις εἴποι «βούλησίς ἐστιν ὄρεξις βουλητοῦ ἢ ὄρεξις ὀρεκτοῦ», καλῶς ἔσται ἀποδεδωκὼς τὸν ὅρον τῆς βουλήσεως· ἡ γὰρ οὐσία τῶν πρός τι τοῦτό ἐστι τὸ πρὸς ἕτερον λέγεσθαι, ἐπεὶ τὸ εἶναι καὶ ἡ οὐσία τῶν πρός τί ἐστιν ἐν τῷ ἕκαστον πρός τί πως ἔχειν ἢ πρὸς ἕτερον λέγεσθαι. ἀντὶ δὲ τοῦ εἰπεῖν «ὄρεξις ὀρεκτοῦ» εἶπεν ὄρεξις ἀγαθοῦ, ἐπεὶ καθολικώτερόν ἐστι τὸ ὀρεκτὸν τοῦ ἀγαθοῦ· πᾶν γὰρ ἀγαθὸν ὀρεκτόν, οὐ πᾶν δὲ ὀρεκτὸν ἀγαθόν· τῷ γὰρ κλέπτῃ ὀρεκτὸν μέν ἐστι τὸ κλέπτειν, οὐκ ἀγαθὸν δέ. Ὁμοίως δὲ καὶ εἰ τὴν γραμματικὴν ὡρίσατο ἐπιστήμην γραμμάτων.
Ὁ οὕτως ὁριζόμενος οὐχ ὁρίζεται αὐτήν, ἐπειδὴ οὐκ ἀποδέδοται ἐν τῷ ὅρῳ πρὸς ὃ ἡ ἐπιστήμη τὸ εἶναι ἔχει· ἔστι δὲ τὸ ἐπιστητόν· οὐκ ἔστι δὲ ταὐτὸν τὸ γραμμάτων τῷ «ἐπιστητοῦ». διὸ ἔδει ἐν τῷ ὅρῳ κεῖσθαι «ἐπιστητοῦ»· αὐτὴ μὲν γὰρ ἡ γραμματικὴ οὐ λέγεται πρός τι, οὐδέ ἐστιν αὐτῆς τὸ εἶναι τὸ γραμμάτων εἶναι. διὸ τοῦτο μὲν οὐκ ἔδει ἐν τῷ λόγῳ εἰπεῖν· ἐπεὶ δὲ κατὰ γένος ἐστὶ πρός τι, πρὸς ὃ τὸ γένος αὐτῆς λέγεται, τοῦτο ἔδει ἀποδιδόναι. ἔδει γὰρ ἢ πρὸς ὃ αὐτὸ λέγεται ἢ πρὸς ὃ τὸ γένος· ἡ δὲ γραμματικὴ οὔτε πρός τί ἐστι καθʼ αὑτὴν οὔτε γραμμάτων ἐστὶν ἐπιστήμη, ἀλλὰ τοῦ ἀναγινώσκειν καὶ γράφειν. τὸ δʼ ἔδει γὰρ ἢ πρὸς ὃ αὐτὸ λέγεται ἢ πρὸς ὃ τὸ γένος ἐν τῷ ὁρισμῷ ἀποδίδοσθαι εἴη ἂν εἰρημένον, ὅτι τῶν πρός τι τὰ μὲν καθʼ αὑτά ἐστι πρός τι, πρὸς ἃ δεῖ ἀποδίδοσθαι· ὁ γὰρ λέγων τὴν ἐπιστήμην ὑπόληψιν ἐπιστητῶν οὐ πρὸς ὃ ἡ ὑπόληψις λέγεται, ὃ γένος ἔλαβε τῆς ἐπιστήμης, ἐν τῷ ὅρῳ τέθεικεν, ἀλλὰ πρὸς ὃ ἡ ἐπιστήμη· καθʼ αὑτὴν γὰρ ἡ ἐπιστήμη πρός τι. ὁ δὲ τὴν γραμματικὴν λέγων ἐπιστήμην ἐπιστητῶν τοιούτων, πρὸς ὃ τὸ γένος λέγεται τοῦ ὁριζομένου, τοῦτο ἔλαβεν, ἐπειδὴ καὶ τὸ ὁριστόν, ἡ γραμματική, κατὰ τὸ γένος πρός τι. Ἢ εἰ πρός τι εἰρημένον μὴ πρὸς τὸ τέλος.
Οὐδὲ τούτους φησὶν ὁρίζεσθαι, ὅσοι τοῦ ὁριστοῦ πρός τι ὄντος καὶ λεγομένου πρὸς δύο, ὧν τὸ ἕτερον ἐπὶ τὸ ἕτερον τὴν ἀναφορὰν ἔχει, καὶ ἔστι τὸ μὲν ὡς τέλος τὸ δὲ ὡς πρὸς τὸ τέλος, μὴ πρὸς τὸ τέλος ἀλλὰ πρός τι τῶν πρὸς τὸ τέλος ἀποδιδόασι· δεῖ γὰρ ἀεὶ πρὸς τὸ βέλτιστον τῶν πρὸς ἃ λέγεται ἀποδιδόναι — ἕκαστον γὰρ κατὰ τὸ βέλτιστον τῶν ἐν αὐτῷ μάλιστά ἐστιν — ἢ πρὸς τὸ ἔσχατον. οἷον εἴ τις εἴποι ὅτι ἐπιθυμία ἐστὶν ὄρεξις ἡδέος, οὐ καλῶς ὡρίσατο· οὐ γὰρ τὸ ἡδὺ τέλος τῆς ἐπιθυμίας ἀλλά τι τῶν πρὸς τὸ τέλος· τέλος γὰρ τῆς ἐπιθυμίας ἡ ἡδονή· διὰ γὰρ ταύτην καὶ τὸ ἡδὺ αἱρούμεθα. ἔδει οὖν εἰπεῖν ὅτι ἐπιθυμία ἐστὶν ὄρεξις ἡδονῆς· αὕτη γὰρ τέλος. Σκοπεῖν δὲ καὶ εἰ γένεσις.
Σκοπεῖν δὲ δεῖ, φησί, καὶ εἰ γένεσίς ἐστιν ἢ ἐνέργεια ἢ κίνησις πρὸς ὃ ἀπεδόθη ὁ ὁρισμός· οὔτε γὰρ ἡ γένεσις ἢ ἡ ἐνέργεια ἢ ἡ κίνησις τέλη εἰσί, διότι ἡ μὲν γίνεται, ἡ δὲ ἐνεργεῖται, ἡ δὲ κινεῖται, οὐδὲν δὲ τούτων τέλος ἐστίν. οἷον εἴ τις εἴποι ὅτι λευκόν ἐστι σῶμα πρὸς λεύκανσιν κινούμενον· ἐπειδὴ γὰρ κινεῖται καὶ οὔπω εἰς πέρας κατήντησε καὶ ἤδη λευκὸν γέγονεν, οὐ καλῶς ἀπεδόθη ὁ ὁρισμός, ἐπεὶ οὐ τὸ τέλος ἔλαβεν. ἢ πάλιν λευκόν ἐστι χρῶμα ἀπὸ μελανίας ἀφιστάμενον· καὶ οὗτος γὰρ ὁ ὁρισμὸς οὐκ ἔχει καλῶς· οὐ γὰρ ἡ ἀπὸ μελανίας ἀπόστασις τὸ πέρας ἐδήλωσεν. ὁμοίως οὖν καὶ ἐπὶ τῶν λοιπῶν, γενέσεως καὶ ἐνεργείας· τὸ γὰρ γεγενῆσθαι καὶ ἐνηργηκέναι τέλη μᾶλλόν εἰσιν ἢ τὸ γίνεσθαι καὶ ἐνεργεῖν. ἐπὶ τούτοις κομίζει ἔνστασιν πρὸς τὸν τόπον καὶ δείκνυσι μὴ ἀληθῆ ὄντα ἐπὶ πάντων· φησὶ γὰρ ἐπὶ τοῦ ἥδεσθαι τοὺς πλείστους τὸ ἐνεργεῖν μᾶλλον βούλεσθαι ἢ τὸ ἐνηργηκέναι, τουτέστι τὸ πεπαῦσθαι, ὥστε ἐπὶ τούτου τὸ ἐνεργεῖν μᾶλλον εἴη ἂν τέλος, οὐ τὸ ἐνηργηκέναι. Πάλιν ἐπʼ ἐνίων εἰ μὴ διώρικεν.
Ἐπεὶ γίνονταί τινες ἁμαρτίαι ἐν τοῖς ὁρισμοῖς καὶ παρʼ ἔλλειψιν, νῦν παραδίδωσι τόπον, πῶς φωρᾶν τοὺς οὕτως ἁμαρτάνοντας δυνησόμεθα. ἐπεὶ γὰρ ἔνια τῶν ὄντων τοιαῦτά ἐστιν οὐ τῷ ἁπλῶς ἔν τινι εἶναι ἀλλὰ τῷ ἐν ποσότητι ἢ ποιότητι ἢ τόπῳ ἤ τινι τοιαύτῃ διαφορᾷ, ὁ τῶν μετὰ τοιαύτης διαφορᾶς ὄντων τι χωρὶς τῆς διαφορᾶς ὁριζόμενος οὐχ ὁρίζεται. οἷον εἰ εἴποι τις «φιλότιμός ἐστιν ὁ τιμῆς ὀρεγόμενος», μὴ προσθεὶς ποίας, οἷον παρὰ βασιλέως ἢ παρὰ μεγιστάνων, μηδὲ πόσης, οἷον μείζονος ἢ τῆς τυχούσης, μηδὲ ποῦ, οἷον ἐν βουλευτηρίῳ ἢ ἐν ἀγορᾷ, μηδʼ ἄλλην τῶν τοιούτων διαφορῶν, οὐκ ἀποδίδωσι τὸν ὁρισμὸν ἐντελῆ. καὶ ἐπὶ τούτῳ τίθησι καὶ ἕτερα παραδείγματα, ἅπερ ὡς σαφῆ καταλείπομεν. πῶς δέ ἐστιν ὁ τῆς νυκτὸς ὁρισμός, ὁ λέγων ὅτι νύξ ἐστι σκιὰ γῆς, ἐλλιπής; ὅτι καὶ σκιᾶς γινομένης ὑπὸ δένδρου ἢ ὄρους μεγίστου νὺξ οὐκ ἔστιν, ὅτι μὴ ἡ τυχοῦσα καὶ ὡς ἔτυχε γινομένη σκιὰ γῆς νύξ ἐστιν ἀλλʼ ἡ γινομένη παρὰ τὴν τοῦ ἡλίου αἰτίαν, τῷ εἶναι αὐτὸν ἐν τῷ ὑπὸ γῆν, ὡς πρὸς τούτους παρʼ οἷς ἐστιν ἡ νύξ, ἡμισφαιρίῳ. ἔδει δὴ προσκεῖσθαι τῷ ὅρῳ «τοῦ ἡλίου διαμετροῦντος τῇ σκιᾷ». καὶ ὁ τοῦ σεισμοῦ δὲ ὅρος ὡσαύτως· ἔδει γὰρ προσκεῖσθαι τὸ «ἐκ πνεύματος βιαίου ἐνσχεθέντος τοῖς κοιλώμασι τῆς γῆς καὶ ζητοῦντος διέξοδον»· πολλάκις γάρ τινων ὀρυσσόντων γῆν καὶ τὴν δίκελλαν σφοδρότερον καθιέντων διὰ τὸ ἐντετυχηκέναι σκληροτέρᾳ γῇ ἢ λίθου βαρέος ἀπὸ ὕψους πεσόντος κλόνος τις βραχύτατος τῶν περὶ αὐτὰ γίνεται. τῷ δὲ τῆς νεφέλης ὁρισμῷ, ὅτι πύκνωσις ἀέρος, ἔδει προσκεῖσθαι τὸ τοιάδε, ἤγουν σφοδρά. τῷ δὲ ὁρισμῷ τοῦ πνεύματος, ὅτι κίνησις ἀέρος, τὸ ἐξ ἀναθυμιάσεως τῆς γῆς. καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. διὰ τοῦτο δεῖ, φησίν, ὁρᾶν τὸν ὁρισμόν, εἴ τι παραλέλειπται ἐν αὐτῷ, εἶτα ἐπιχειρεῖν ἀπὸ τοῦ ἐνδεοῦς. οὐδὲ γὰρ ὁπωσοῦν κινηθείσης τῆς γῆς οὐδὲ μικροῦ μορίου τῆς γῆς κινηθέντος σεισμὸς ἔσται· δεῖ οὖν προσθεῖναι τὸ πόσης, ἤγουν ὅλης ἢ ἀξιολογωτάτου μέρους τινός. ὁμοίως δὲ καὶ ἐπὶ τῶν λοιπῶν. Ἔτι ἐπὶ τῶν ὀρέξεων.
Ὁ τόπος κοινός ἐστι παντὸς οὗ ἐν τῷ ὁρισμῷ ὡς γένος ἡ ὄρεξις παραλαμβάνεται· γένος δὲ ἡ ὄρεξις καὶ βουλήσεως καὶ ἐπιθυμίας καὶ θυμοῦ. λέγει δὲ τοὺς ἐν τοῖς τούτων λόγοις τῇ ὀρέξει τοῦ τινὸς μὴ προστιθέντας τὸ φαινόμενον μὴ ὁρίζεσθαι. προσέθηκε δὲ τὸ καὶ ἐφʼ ὅσων ἄλλων ἁρμόττει, ἐπεὶ τὸ φαίνεσθαι καὶ ἄλλοις τισὶ προστίθεται, οὐ μόνον ταῖς ὀρέξεσι· τὸν γοῦν σοφιστικὸν συλλογισμὸν λέγομεν εἶναι τὸν ἐκ φαινομένων ἐνδόξων. εἰ οὖν τις εἴποι, φησίν, ὅτι βούλησίς ἐστιν ὄρεξις ἀγαθοῦ ἢ ἐπιθυμία ὄρεξις ἡδέος, μὴ προσθεὶς τὸ φαινομένου ἀγαθοῦ ἢ τὸ φαινομένου ἡδέος, οὐ καλῶς ὡρίσατο, διότι οὐ πᾶν ὀρεκτὸν ἀγαθὸν ἢ ἡδύ ἐστιν· ἐπεὶ τῷ κλέπτῃ ὀρεκτὸν μέν ἐστι τὸ κλέπτειν, οὐκ ἀγαθὸν δέ. πολλάκις γάρ, φησί, λανθάνει τοὺς ὀρεγομένους καὶ δοκεῖ αὐτοῖς ἀγαθὸν εἶναι ἐκεῖνο οὗ ὀρέγονται, οὐκ ἔστι δὲ ἀγαθόν· ὁμοίως οὐδὲ ἡδύ· ὥστε οὐκ ἐξ ἀνάγκης πᾶν τὸ ὀρεκτὸν ἀγαθὸν ἢ ἡδὺ ἁπλῶς λέγεται, ἀλλὰ φαινόμενον.
Εἰπὼν δὲ ταῦτα προσέθηκε τὸ δεῖν πάλιν τοὺς τῇ ὀρέξει προστιθέντας τὸ φαίνεσθαι ἐν τοῖς τῶν προειρημένων ὅροις ἐλέγχειν ὡς οὐ καλῶς ὁρισαμένους, ἄγοντας ἐπὶ τὰς ἰδέας καὶ μεταφέροντας ἐπʼ ἐκείνας τοὺς ἀποδιδομένους λόγους. ἡ γὰρ ἰδέα πρὸς ἰδέαν λέγεται· οὐχ οἷόν τε δὲ τὸ αὐτοαγαθὸν φαινόμενον εἶναι ἀγαθόν· οὐδὲν γὰρ ἐν τῇ ἰδέᾳ φαινόμενον. Ἔτι ἐὰν μὲν ᾖ τῆς ἕξεως ὁρισμός.
Ὁ τόπος ἀπὸ τῶν συστοίχων ἐστὶ καὶ ἀπὸ τῶν ἐναντίων. ἐπεὶ γὰρ τὰ μὲν σύστοιχα ἀλλήλοις ὄντα ὁμοίως ἔχει, τὰ δὲ ἐναντία ἐναντίως, δεῖν φησιν ἀποδοθέντος ὁρισμοῦ τινος μεταφέρειν τὸν ἀποδοθέντα ὁρισμὸν ἐπὶ τὰ σύστοιχα, δηλονότι ἁρμόζοντα κατὰ τὴν λέξιν ἑκάστῳ αὐτῶν οἰκείως τὸν ἀποδοθέντα ὁρισμόν, κἂν ἐπί τινος διαφωνῇ, ἀνασκευάζειν τὸν ὁρισμὸν ὡς μὴ ὄντα ἐκείνου οὗ ἀπεδόθη. ἐν γὰρ τοῖς τοιούτοις, φησίν, ὁρισμοῖς τρόπον τινὰ πλείω ἑνὸς συμβαίνει τὸν ὁριζόμενον ὁρίζεσθαι· καὶ γὰρ τὰ σύστοιχα καὶ τὰ ἐναντία καὶ τὰ τοῖς συστοίχοις ἐναντία καὶ τὰ τοῖς ἐναντίοις σύστοιχα· ὥστʼ, εἰ ἐφʼ ἑνὸς διαφωνεῖ, ἀνασκευάζοιτο ἂν ὁ ἀποδιδόμενος λόγος. διὸ σκοπεῖν φησι δεῖν ἐπὶ τούτων στοιχείοις καὶ τόποις χρώμενον πρὸς τὴν τῶν εἰρημένων δεῖξιν τοῖς ἐκ τῶν ἐναντίων καὶ τοῖς ἐκ τῶν συστοίχων, τοῖς μὲν ἐκ τῶν ἐναντίων, ὅτι, εἰ τῷ ἐναντίῳ τὸ ἐναντίον, καὶ τὸ ἐναντίον τῷ ἐναντίῳ, τοῖς δὲ ἐκ τῶν συστοίχων, ὅτι, ὡς ἂν ἐφʼ ἑνὸς ἔχῃ τῶν συστοίχων, οὕτως καὶ ἐπὶ τῶν λοιπῶν. Ἔτι ἐπὶ τῶν πρός τι.
Δεῖν φησιν ἐπὶ τῶν πρός τι σκοπεῖν, εἰ πρὸς ὃ γένος τὸ γένος ἀποδίδοται, καὶ τὸ εἶδος πρὸς τὸ εἶδος. οἷον ἐπεὶ γένος μὲν ἡ ὑπόληψις, εἶδος δὲ αὐτῆς ἡ τὶς ὑπόληψις, καὶ πάλιν γένος μὲν τὸ ὑποληπτόν, εἶδος δὲ τὸ τὶ ὑποληπτόν, φανερὸν ὅτι, εἰ τὸ γένος, ἡ ὑπόληψις, πρὸς εἶδος τὸ ὑποληπτὸν ἀποδίδοται, καὶ ἡ τὶς ὑπόληψις εἶδος οὖσα πρὸς εἶδος τὸ τὶ ὑποληπτὸν ἀποδοθήσεται· εἰ δὲ μὴ ἐκεῖνο πρὸς ἐκεῖνο, οὐδὲ τοῦτο πρὸς τοῦτο. ὁμοίως, φησί, καὶ εἰ τὸ πολλαπλάσιον πρὸς τὸ πολλοστημόριον, καὶ τὸ τὶ πολλαπλάσιον πρὸς τὸ τὶ πολλοστημόριον· γένη γὰρ τὸ πολλαπλάσιον καὶ τὸ πολλοστημόριον, καὶ εἴδη τὸ τὶ πολλαπλάσιον καὶ τὸ τὶ πολλοστημόριον. Ὁρᾶν δὲ καὶ εἰ τοῦ ἀντικειμένου.
Δεῖν φησιν εἰδέναι, ὅτι εἰ μὴ καταλλήλως τὰ τῶν πρός τι γένη καὶ εἴδη τις ὁρίσαιτο, ἡμάρτηκε. διὸ δεῖν φησιν ἐπισκοπεῖν εἰ ὁ ἀντικείμενος τῷ ἀποδεδομένῳ λόγος τοῦ ἀντικειμένου αὐτῷ ἐστιν ὁρισμός. ἀντικείμενα δὲ νῦν τὰ πρός τι καλεῖ. καὶ ἐπὶ τῶν ἐναντίων ὡσαύτως· εἴρηκε γὰρ ὅτι ὁ ἐναντίος τοῦ ἐναντίου λόγος ἔσται. Κατὰ μίαν τινὰ συμπλοκὴν τῶν ἐναντίων.
Ἐπεὶ κατὰ πολλοὺς τρόπους τὰ ἐναντία λαμβάνεται ἐν ταῖς συμπλοκαῖς, ἀξιοῖ ζητεῖν πάσας προχειριζόμενον, εἴ τις τῶν συμπλοκῶν τῶν ποιουσῶν τὴν ἐναντίωσιν ἁρμόζει τῷ ἐναντίῳ τούτου οὗ ὁ ὁρισμὸς ἀποδέδοται. ἡ δὲ συμπλοκὴ τῶν ἐναντίων ὅτι πλεοναχῶς λέγεται, ἐδείχθη ἐν τῷ δευτέρῳ βιβλίῳ τῆς παρούσης πραγματείας· «τῷ γὰρ τοὺς φίλους εὖ ποιεῖν ἐναντίον καὶ τὸ τοὺς φίλους κακῶς ποιεῖν καὶ τὸ τοὺς ἐχθροὺς εὖ». δεῖ οὖν, φησί, τὸν ἐναντίον λόγον τῷ ἀποδοθέντι ὁρισμῷ ἐφαρμόζειν τῷ ἐναντίῳ τοῦ ὁριστοῦ καθʼ ὁποιανοῦν συμπλοκήν. Οἷον εἰ ὠφέλιμον τὸ ποιητικὸν ἀγαθοῦ.
Ὅτι τῷ τοῦ ἀγαθοῦ ποιητικῷ ἐναντίον ἢ τὸ ποιητικὸν κακοῦ ἢ τὸ φθαρτικὸν ἀγαθοῦ. τοῦτο μὲν οὖν ὡς παράδειγμα κεῖται τοῦ μὴ μίαν εἶναι τὴν τῶν ἐναντίων συμπλοκήν. τοῦ δὲ τόπου παράδειγμα τίθησι τὸ διπλάσιον καὶ τὸ ἥμισυ, λέγων «εἰ τὸ διπλάσιον τῷ ἡμίσει ἀντίκειται, καὶ ὁ τοῦ διπλασίου λόγος τῷ τοῦ ἡμίσεος ἀντικείσεται λόγῳ». ἔστι δὲ διπλασίου μὲν λόγος τὸ ἐν ἴσῳ ὑπερέχειν, ἡμίσεος δὲ τὸ ἐν ἴσῳ ὑπερέχεσθαι· καὶ φανερὸν ὅτι καὶ οἱ λόγοι ἀντίκεινται. ὡσαύτως δέ, φησί, καὶ ἐπὶ τῶν ἐναντίων· εἰ μὲν γὰρ μηδὲν τῶν ὑστέρων ἐναντίων τῷ ἐξ ἀρχῆς ῥηθέντι ἐναντίον, οὐδʼ ὁ ἐξ ἀρχῆς ἀποδοθεὶς λόγος εἴη ἂν καλῶς ἀποδεδομένος. Ἐπεὶ δʼ ἔνια τῶν ἐναντίων στερήσει θατέρου λέγεται.
Ὅτι ἐπὶ τῶν κατὰ στέρησιν ἐναντίων τὸ μὲν κατὰ στέρησιν λεγόμενον ἀναγκαῖον ὁρίζεσθαι διὰ θατέρου, τὸ δὲ λοιπὸν οὐκέτι δεῖ διὰ τοῦ κατὰ στέρησιν λεγομένου ὁρίζεσθαι. ἀναγκαῖον γὰρ τὸν οὕτως ὁριζόμενον αὐτῷ τῷ ὁριζομένῳ χρῆσθαι ἐν τῷ ὁρισμῷ. δῆλον δὲ τοῦτο, ἂν μεταληφθῇ ἀντὶ τοῦ ὀνόματος λόγος· ἐπειδὴ γὰρ ἡ ἀνισότης στέρησις ἰσότητός ἐστιν, ἔσται ἰσότης τὸ ἐναντίον στερήσει ἰσότητος, ὥστε αὐτῷ ἂν εἴη κεχρημένος. ὅτι δὲ τοῦτο μοχθηρόν, πρόδηλον· ἔσται γὰρ αὐτὸ διʼ ἑαυτοῦ ὁριζόμενον· ἔτι τε ὅπερ ὡς ἄγνωστον ὁρίζεται, τούτῳ ἤδη γνωρίμῳ χρῆται.
Ἂν δὲ μηδέτερον τῶν ἐναντίων κατὰ στέρησιν λέγηται, δεῖ μηδέτερον αὐτῶν διὰ τοῦ ἑτέρου ὁρίζεσθαι. εἰ γὰρ τῶν οὕτω λεγομένων ἐναντίων τὸ ἕτερον διὰ τοῦ ἑτέρου ὁρίσαιτό τις, πάντως ὁμοίως καὶ τὸ ἕτερον διὰ τοῦ ἑτέρου ἀποδώσει· τί γὰρ μᾶλλον τὸ ἀγαθὸν διὰ τοῦ κακοῦ ἢ τὸ κακὸν διὰ τοῦ ἀγαθοῦ ἀποδώσει; οὐ γάρ ἐστι διαφορὰ ὥσπερ ἐπὶ τῶν κατὰ στέρησιν καὶ ἕξιν ἀντικειμένων, ἀλλʼ ἔστιν ὅμοιον τὸ ἀγαθὸν εἰπεῖν τὸ ἐναντίον κακῷ καὶ κακὸν τὸ ἐναντίον ἀγαθῷ· τῶν γὰρ οὕτως λεγομένων ἐναντίων καὶ μὴ ἐχόντων τὸ ἕτερον στερητικὸν ὁ λόγος ὁμοίως ἀποδίδοται. ἀλλὰ μὴν τούτου γινομένου συμβαίνει τὸ προειρημένον, τὸ χρῆσθαι αὐτῷ τῷ ὁριστῷ ἐν τῷ ὁρισμῷ αὐτοῦ· εἰ γάρ τις λέγοι ἀγαθὸν τὸ ἐναντίον κακῷ, ἐπεὶ ἐνυπάρχει τῷ τοῦ κακοῦ λόγῳ τὸ ἀγαθόν — ἔστι γὰρ κακὸν τὸ ἐναντίον ἀγαθῷ —, μεταληφθέντος τοῦ κακοῦ εἰς τὸν οἰκεῖον λόγον ἔσται ἀγαθὸν τὸ ἐναντίον τῷ τοῦ ἀγαθοῦ ἐναντίῳ. δῆλον οὖν ὅτι αὐτῷ κέχρηται. Ἔτι εἰ τὸ κατὰ στέρησιν.
Παραδοὺς ἀπὸ τῶν κατὰ πρός τι ἀντικειμένων τόπους καὶ ἀπὸ τῶν ἐναντίων, τῶν τε ἁπλῶς ἐναντίων καὶ ὡς κατὰ στέρησιν ἀντικειμένων, εἰπών τε ἐν τοῖς πρὸ τούτων, ὅτι τὰ κατὰ στέρησιν λεγόμενα ὁρίζεσθαι δεῖ διὰ τούτων ὧν ἐστερῆσθαι λέγεται, ἄν τε ὦσι στερήσεις ἄν τε ἐναντία στερητικῶς λεγόμενα, νῦν φησιν, ὅτι εἰ τὸ κατὰ στέρησιν λεγόμενον ὁριζόμενός τις μὴ παραλάβοι ἐν τῷ ὁρισμῷ τοῦτο οὗ ἐστιν ἐν στερήσει τὸ ὁριστόν, οὐχ ὁρίζεται ὀρθῶς. ἀλλὰ κἂν τοῦτο μὲν θῇ, μὴ προσθῇ δὲ τὸ ἐν ᾧ πέφυκε γίνεσθαι, ἢ ἁπλῶς ἢ ἐν ᾧ πρώτως, οὐδʼ οὕτως ὡρίσατο· ἡ γὰρ στέρησίς ἐστι τινός τε καὶ ἔν τινι, ἀλλὰ καὶ ποτέ — ὅτε γὰρ πέφυκεν —, εἰ τὴν κυρίως στέρησιν λαμβάνει. δεῖν γάρ φησι τὸν καλῶς ὁριζόμενον τὸ τί ἐστι καὶ τίνος ἐστὶν ἡ στέρησις ἀποδοῦναι καὶ ἐν τίνι γίνεται· τοῦτο γάρ ἐστι καὶ τί ἐστι τὸ ἐστερημένον· ἐπὶ μὲν γὰρ τῆς ἀγνοίας τὸ λογικὸν μέρος τῆς ψυχῆς ἐστι τὸ ἐστερημένον, ἐπὶ δὲ τῆς τυφλότητος ὁ ὀφθαλμός. Ὁρᾶν δὲ καὶ εἰ μὴ λεγομένου.
Ἔτι, φησίν, ἁμαρτάνει καὶ ὁ τὸ μὴ στερητικὸν ὡς στερητικὸν ὁριζόμενος. διὸ δόξει μὴ ὀρθῶς ὁ τῆς ἀγνοίας ἀποδίδοσθαι ὁρισμός, εἴ τις αὐτὴν στέρησιν λέγοι ἐπιστήμης· ὅσοι γὰρ τὴν ἄγνοιαν μὴ κατὰ ἀπόφασιν λέγουσιν μηδὲ λέγουσιν ἁπλῶς τὸ μὴ γινώσκειν ἀγνοεῖν — μήτε γὰρ τὸν τοῖχον ἀγνοεῖν μήτε τὰ παιδία, ἀλλὰ ταῦτα μὲν μὴ γινώσκειν, ἀγνοεῖν δὲ τοὺς διάθεσίν τινα ἠπατημένην καὶ μοχθηρὰν ἔχοντας —, τούτους φησὶ τὴν ἄγνοιαν ἕξιν τινὰ μοχθηρὰν καὶ ἠπατημένην λέγειν ἀλλʼ οὐ γνώσεως στέρησιν. ἁμαρτάνοι ἂν οὕτως καὶ ὁ τὴν ἀθανασίαν ὁριζόμενος στέρησιν θανάτου· οὐ γὰρ στέρησις θανάτου ἡ ἀθανασία, ἀλλʼ ἕξις καὶ διάθεσις. Ἔτι εἰ τῶν ὁμοίων τοῦ ὀνόματος πτώσεων.
Οὗτος ὁ τόπος σχεδὸν ὁ αὐτός ἐστι τῷ τεσσαροκοστῷ ἐννάτῳ· καὶ γὰρ ἀξιοῖ νῦν ὅτι ταῖς πτώσεσι τοῦ ὁριστοῦ τὰς πτώσεις τοῦ ὁρισμοῦ ἐφαρμόζειν δεῖ· εἰ γὰρ μὴ ἐφαρμόζουσιν, οὐκ ἂν εἴη καλῶς ἀποδεδομένος ὁ ὁρισμός. σαφὲς δὲ ποιεῖ τοῦτο διὰ τοῦ παραδείγματος. Σκοπεῖν δὲ καὶ ἐπὶ τὴν ἰδέαν.
Οὗτος ὁ τόπος πρὸς τοὺς ἰδέας τιθεμένους καὶ λέγοντας ἐκείνων εἶναι τοὺς ὁρισμούς· ἐὰν γὰρ ὁ ἀποδεδομένος λόγος τινὸς μὴ ἁρμόζῃ τῇ ἰδέᾳ τῇ κατʼ ἐκεῖνο, οὐκ ἂν εἴη καλῶς ἀποδεδομένος. οἷον ἐὰν λέγῃ τις τὸν ἄνθρωπον ζῷον λογικὸν θνητόν, οὐ καλῶς ὁρίζεται διὰ τὸ μὴ δύνασθαι τοῦ αὐτοανθρώπου, τῆς ἰδέας, τοῦτον εἶναι ὅρον· οὐ γὰρ ἐμπαθὲς οὐδὲ θνητὸν ἐκεῖνο. καὶ καθόλου ἐν οἷς λόγοις πρόσκειται ποιητικόν τι ἢ παθητικόν, οὗτοι οὐχ ἁρμόζουσιν ἐπὶ τῶν ἰδεῶν· ἀκίνητοι γὰρ αἱ ἰδέαι καὶ ἀΐδιοι οὐσίαι. τὸ δὲ πρὸς τούτοις δὲ καὶ οἱ τοιοῦτοι λόγοι χρήσιμοι λέγοιτʼ ἂν ἤτοι περὶ τῶν ἐφεξῆς λεγομένων τόπων ἢ περὶ τῶν πρὸς τὰς ἰδέας εἰρημένων, καὶ εἴη ἂν ἴσως ἡ γραφὴ ἀντὶ τοῦ «πρὸς τούτους οἱ λόγοι χρήσιμοι». τὸ δὲ λέγειν καὶ τὸν αὐτοάνθρωπον θνητὸν εἶναι, οὐ τῷ ἀποθνήσκειν ἀλλὰ τῷ λόγῳ εἶναι θνητόν, καθʼ ὃν τὰ θνητὰ τοιαῦτά ἐστιν, οὐκ οὐσίας ἐστὶ ποιούντων τὰς ἰδέας αὐτὰς καθʼ αὑτὰς πρώτας τε καὶ ἀϊδίους, ἀλλὰ τοὺς λόγους τε καὶ ὁρισμοὺς τῶν τῇδε ποιούντων ἰδέας. Ἔτι εἰ τῶν καθʼ ὁμωνυμίαν.
Ἄν τις, φησί, ὁμωνύμως τινῶν λεγομένων ἕνα κοινὸν λόγον ἀποδῷ, δῆλον ὡς ἁμαρτάνει· ποιεῖ γὰρ αὐτὰ ὡς συνώνυμα. οὐδενὸς γὰρ ἔσται τῶν ὑπὸ τὸ ὄνομα ὁ τοιοῦτος λόγος ὁρισμός, τῷ ἐκείνων μὲν διαφέροντας εἶναι τοὺς ὁρισμοὺς τοῦτον δὲ πᾶσιν αὐτοῖς δοκεῖν ὁμοίως ἐφαρμόζειν. ἐπιζητήσειε δʼ ἄν τις πῶς οἷόν τε ἐφαρμόζειν πᾶσι τοῖς ὁμωνύμοις ἕνα λόγον κοινόν· οὐκέτι γὰρ μενεῖ ὁμώνυμα, εἰ καὶ ὀνόματος καὶ κοινοῦ τινος κοινωνεῖ λόγου. ἢ εἰ μὲν οὐσίαν τινὰ μίαν καὶ φύσιν πράγματος δηλῶν ὁ λόγος οὗτος ἅπασιν ἐφαρμόζοι, οὐκέτʼ ἂν ὁμώνυμα εἴη· εἰ δὲ κοινά τινα συμβεβηκότα αὐτοῖς ἔχοι συγκείμενα, οὐκέτʼ ἂν οὗτος οὔτε ὁρισμὸς εἴη οὔτε ἀναιροίη τὴν ὁμωνυμίαν αὐτῶν. εἶπε δὲ ὅτι ἐνδέχεται μὲν οὖν καὶ κατὰ προαίρεσιν οὕτως ἀποδοῦναι, τουτέστιν ὅτι εἴτε κατὰ προαίρεσιν ὡς συνωνύμου τοῦ ὁμωνύμου ἕνα λόγον ἀποδοίη πᾶσιν ἐφαρμόζοντα, εἴτε συνορῶν τὴν ὁμωνυμίαν καὶ βουλόμενος ἑνός τινος τῶν ὑπὸ τὸ κοινὸν ὄνομα ὁρισμὸν ἀποδοῦναι λάθοι μὴ ἴδιον ἀλλὰ κοινὸν ἀποδιδοὺς ὡς πᾶσιν ὁμοίως ἐφαρμόζειν τοῖς ὑπὸ τὸ ὄνομα, ὁμοίως ἁμαρτάνει· ὁποτέρως γὰρ ἂν ᾖ γινόμενον τοῦτο, ἁμάρτημά ἐστιν. Ἐπεὶ δʼ ἔνια λανθάνει.
Ἐπεὶ δέ, φησί, τινὰ τῶν ὁμωνύμων οὐκ ἔστι γνώριμα, πότερόν ἐστιν ὁμώνυμα ἢ συνώνυμα, ἐρωτῶντας μέν, φησί, καὶ ἐλέγχειν βουλομένους δεῖ ὡς περὶ συνωνύμων αὐτῶν τὸν λόγον ποιεῖσθαι καὶ δεικνύναι ὅτι ὁ ἀποδιδόμενος λόγος οὐκ ἐφαρμόζει πᾶσιν αὐτοῖς ὡς οὖσι μιᾶς φύσεως καὶ ὁμοειδέσιν, εἰ δηλονότι τοιοῦτος εἴη ὁ ἀποδιδόμενος λόγος· ἀποκρινομένους δὲ διαιρεῖσθαι χρὴ καὶ δεικνύναι τὴν τῶν σημαινομένων κοινωνίαν οὖσαν μόνον κατὰ τοὔνομα, διὸ οὐδʼ ὁ ἀποδοθεὶς λόγος πάντων κοινὸς ἀπεδόθη. οἷον εἴ τις ὁρισμὸν κινήσεως εἴη ἀποδεδωκὼς ὅτι μεταβολή ἐστι κατὰ τόπον, ἐπεὶ κίνησίς ἐστι καὶ ἡ ἀλλοίωσις, δεικνύναι χρὴ ὅτι μὴ ἐφαρμόζει ταύτῃ ὁ ἀποδεδομένος λόγος τῆς κινήσεως ὡς οὔσης συνωνύμου· αὐτὸν δὲ ἀποκρινόμενον χρὴ δεικνύναι ὅτι καὶ ἡ κίνησις ὁμώνυμος καὶ αὐτὸς ὡρίσατο τὴν κατὰ τόπον κίνησιν, ἥτις ἐστὶ πρώτη τε καὶ κυριωτάτη κίνησις. χρὴ δὲ τοῖς τοιούτοις πρὸς τοὺς ἐριστικωτέρους χρῆσθαι· σοφιστικὸς γὰρ ὁ τόπος ὁ πρὸς τοὔνομα καὶ οὐ διαλεκτικός. Ἐπεὶ δʼ ἔνιοι τῶν ἀποκρινομένων.
Ἐπεὶ δέ, φησί, τινὲς τῶν ἀποκρινομένων διʼ ἀνεπιστημοσύνην πολλάκις τὸ συνώνυμον ὁμώνυμον λέγουσιν, ὅταν μὴ ἐφαρμόττῃ ὁ ἀποδοθεὶς ὅρος πᾶσιν — οἷον ὅταν εἴπῃ τις ὅτι ζῷόν ἐστιν οὐσία ἔμψυχος ἄλογος, ἐπεὶ ὁ λόγος οὗτος, ὃν ἀπέδωκεν, οὐ προσαρμόζει πᾶσιν, ἀναγκαζόμενος φήσει ὅτι οὐ καινὸν εἰ οὐ προσαρμόζει πᾶσι· τὸ γὰρ ζῷον ὁμώνυμον, ἐπὶ δὲ τῶν ὁμωνύμων οὐ δύναται εἷς κοινὸς ὅρος ἀποδίδοσθαι —, ἢ πάλιν τὸ ὁμώνυμον συνώνυμον — οἷον εἰ ἀποδοίη ἕνα κοινὸν ὁρισμὸν ἐπʼ ἄμφω, ἤγουν ἐπὶ πάντων τῶν ὑπὸ τοῦ ὀνόματος δηλουμένων, οἷον ὅτι κίνησίς ἐστιν ἐντελέχεια τοῦ κινητοῦ ὅτε κινητόν, φήσει ὁ τοιοῦτος, ὅτι ἐπειδὴ ὁ ἀποδοθεὶς οὗτος ὁρισμὸς πάσῃ κινήσει ἐφαρμόζει, ἡ κίνησις λοιπὸν συνώνυμός ἐστιν· ἐπὶ γὰρ τῶν συνωνύμων εἷς κοινὸς ὅρος —, ἐπεὶ οὖν, ὡς εἴπομεν, τινὲς τῶν ἀποκρινομένων διʼ ἀμαθίαν λέγουσι τὰ ὁμώνυμα συνώνυμα καὶ τὰ συνώνυμα ὁμώνυμα, καὶ διὰ τοῦτο ἐλέγχονται ὑπὸ τοῦ ἐρωτῶντος ὡς μὴ καλῶς ἀποδιδόντες τὸν ὅρον, προδιομολογητέον ὑπὲρ τῶν τοιούτων, τουτέστι δεῖ τὸν ἐρωτῶντα καταναγκάσαι τὸν ἀποκρινόμενον ὁμολογῆσαι πότερον τὸ ὁριστὸν ὁμώνυμόν ἐστιν ἢ συνώνυμον. Μᾶλλον γὰρ συγχωροῦσιν οὐ προορῶντες τὸ συμβησόμενον.
Ῥᾷον γάρ, φησί, συγχωροῦσι τοῖς ἀληθέσι μὴ προορῶντες τὸν ἐσόμενον ἐκ τῆς τοιαύτης ὁμολογίας ἔλεγχον. εἰ γάρ τις εἴη ὁρισάμενος τὸ ἀγαθὸν φέρε εἰπεῖν οὕτως «τὸ ποιοῦν ἀγαθούς», δέον πρῶτον ὁμολογίαν ποιῆσαι τὸν ἐρωτῶντα, πότερον τὸ ἀγαθὸν ὁμώνυμον ἢ συνώνυμον· καὶ εἰ μὲν λέγει ὅτι συνώνυμον, δεικνύναι ὅτι μὴ πᾶσι τοῖς ἀγαθοῖς ὁ ἀποδεδομένος ἐφαρμόζει λόγος· εἰ δὲ ὁμώνυμον λέγει, εὐθυντέον ὡς πεπειραμένον τοῦ ὁμωνύμως λεγομένου πράγματος ἕνα ὁρισμὸν ἀποδιδόναι.
Τὸ δὲ ὁπότερον ἂν ᾖ ἀντὶ τοῦ «ἢ ἑτερώνυμον ἢ πολυώνυμον». Ἐὰν δὲ μὴ γενομένης ὁμολογίας φῇ τις τὸ συνώνυμον.
Ἐὰν μὴ γενομένης ὁμολογίας ὁ ἀποκρινόμενος φεύγων τὸν ἔλεγχον τὸν ἐκ τοῦ μὴ ἐφαρμόζειν τὸν ἀποδοθέντα λόγον πᾶσι τοῖς ὑπὸ τοὔνομα φῇ αὐτὸ μὴ συνώνυμον ἀλλʼ ὁμώνυμον εἶναι, δεῖ, φησί, χρῆσθαι τοιούτῳ τρόπῳ πρὸς ἔλεγχον τοῦ λεγομένου· ἐπισκοπεῖν εἰ ὁ λόγος καὶ ὁ ὅρος τούτου, ᾧ οὐκ ἐφαρμόζει ὁ ἀποδιδόμενος λόγος — δῆλον γὰρ ὅτι ἔστι τις λόγος αὐτοῦ —, ἐφαρμόζει καὶ τούτοις ὧν ἔλεγε τὸν ἀποδοθέντα λόγον ὁρισμόν. τούτου γὰρ δειχθέντος ἔσται συνώνυμον δεδειγμένον τοῦτό τε κἀκεῖνα, ἃ ἐλέγετο ὁμώνυμα εἶναι τούτου οὗ ὁρισμὸν ἀποδέδωκεν, εἴ γέ ἐστιν αὐτῶν εἷς λόγος· ὧν γὰρ εἷς λόγος, ταῦτα συνώνυμα. εἰ γὰρ μὴ εἴη συνώνυμα, συμβήσεται ὁμολογουμένως αὐτῶν πλείους εἶναι ὁρισμούς, τὸν αὐτόν τε ὃν αὐτὸς ἀποδέδωκε καὶ τὸν ὕστερον ἀποδεδομένον, ὃς κοινὸς εὕρηται ὢν αὐτοῖς πρὸς ἐκεῖνο τὸ δοκοῦν αὐτῶν ὁμώνυμον εἶναι. Πάλιν εἴ τις ὁρισάμενος τῶν πολλαχῶς τι λεγομένων.
Εἴ τις, φησίν, ὁρισάμενός τι τῶν πολλαχῶς λεγομένων, ἔπειτα ἐλεγχόμενος ὅτι μὴ πᾶσι τοῖς ὑπὸ τοὔνομα ἐφαρμόζει ὁ ἀποδεδομένος λόγος, μὴ λέγοι μὲν αὐτὰ ὁμωνύμως λέγεσθαι, λέγοι δὲ μηδὲ τὴν ἀρχὴν τὸ ὄνομα ἐφαρμόζειν τούτοις οἷς οὐδὲ ὁ ἀποδεδομένος ὑπʼ αὐτοῦ ὁρισμός, δεῖ, φησί, πρὸς τοῦτον οὕτως λέγειν, ὅτι τοῖς μὲν ὀνόμασι δεῖ χρῆσθαι ὡς οἱ πολλοὶ λέγουσι καὶ μὴ καινοτομεῖν, τοῖς δὲ πράγμασιν ἐφαρμόζειν τὰ ὀνόματα οὐχ ὡς οἱ πολλοὶ ἀλλʼ ὡς οἱ σοφοί· οὐ γὰρ χρὴ ὁμοίως τοῖς πολλοῖς οὔτε τὸν εὐτυχῆ εὐδαίμονα καλεῖν οὔτε οἰκονομικὸν τὸν ἀνελεύθερον οὔτε τὸν δεινὸν φρόνιμον οὔτε τὸν τολμηρὸν ἀνδρεῖον, ὡς εἰώθασιν οἱ πολλοί· διαφέρει δὲ ταῦτα οἷς κεῖται, ὅτι ἐκεῖνα μὲν οἱ σπουδαῖοι οὕτω καλοῦσι, ταῦτα δὲ οἱ ἰδιῶται ὀνομάζουσιν. Ἐὰν δὲ τῶν συμπεπλεγμένων.
Ὅτι ἐπὶ τῶν ὁρισμῶν τῶν συνθέτων, εἰ εἴη τὸ σύνθετον, οὗ ὁρισμὸς ἀποδέδοται, ἐκ δύο τινῶν συγκείμενον, δεῖ ἀφελόντα ἀπὸ τοῦ ὅλου λόγου τὸν τοῦ ἑτέρου τῶν ἐν τῷ ὁρισμῷ λόγον ἐπισκοπεῖν εἰ τὸ καταλειπόμενον μέρος τοῦ ἀποδεδομένου λόγου τοῦ καταλειπομένου ἐν τῷ ὁριστῷ τῷ συνθέτῳ ὁρισμός ἐστιν· εἰ γὰρ μή, οὐδʼ ὅλος ὁ λόγος εἴη ἂν ὁρισμὸς ὅλου τοῦ συνθέτου ὁριστοῦ.
Ἔτι εἰ συνθέτου ὄντος τοῦ ὁριζομένου ἰσόκωλος.
Τὸ μὲν ἰσόκωλον σημαίνει τὸ ἴσα μέρη ἔχον. ἔστι δὲ ὃ λέγει, ὅτι ἐὰν συνθέτου τινὸς λόγος ἀποδοθῇ τοσαῦτα μέρη ἔχων, ὅσα καὶ τὸ σύνθετον ἔχει οὗ ὅρος ἀποδέδοται, οὐκ ἔστιν οὗτος ὁ λόγος ὁρισμὸς ἐκείνου. ἐν γὰρ τοῖς οὕτως ἀποδεδομένοις λόγοις ἀναγκαῖον ὀνομάτων εἰς ὀνόματα τὴν μετάληψιν γεγονέναι, ἐπεὶ ἴσα ἐστὶ καὶ τὰ ἐν τῷ ὁριστῷ καὶ τὰ ἐν τῷ λόγῳ· ἡ δὲ τοῦ ὀνόματος εἰς ὄνομα μετάληψις οὐχ ὁρισμός· κεῖται γὰρ ὁ ὁρισμὸς λόγος εἶναι. ὥσπερ οὖν ὁ τὸ ἁπλοῦν εἰς ὄνομα μεταλαβὼν οὐχ ὥρισται, οὕτως οὐδʼ ὁ τοῦ ἐκ πλειόνων ὀνομάτων ἀποδιδοὺς λόγον τοιοῦτον ὡς ἕκαστον τῶν ἐν αὐτῷ ὀνομάτων εἰς ὄνομα μεταλαβεῖν ὥρισται.
Τὸ δὲ μάλιστα μὲν πάντων, εἰ δὲ μή, τῶν πλείστων εἶπεν ὡς μὴ πάντων ἐξ ἀνάγκης ὀφειλόντων τῶν ἐν τῇ συνθέσει ὀνομάτων ἐν τῷ ὁρισμῷ αὐτῶν μεταλαμβάνεσθαι εἰς λόγον· ἱκανὸν γὰρ ἔν τισι τὸ τὰ πλεῖστα μεταληφθῆναι· λέγομεν γὰρ συλλογισμοῦ ἀποδεικτικοῦ λόγον εἶναι τὸν λέγοντα συλλογισμὸν «ἐξ ἀληθῶν καὶ πρώτων καὶ ἀμέσων καὶ αἰτίων τοῦ συμπεράσματος», καίτοι τὸν συλλογισμὸν οὐχ ὁρισάμενοι. γίνεται δὲ τοῦτο ἐν οἷς ἐστι τὸ γένος τινὸς λεγόμενον γνώριμον· καὶ γὰρ ὁ προειρημένος λόγος ὁρισμός, ὅτι γένος ὁ συλλογισμὸς καὶ ὡς γένος εἴληπται ἐν τῷ λόγῳ.
Ἔστω δὲ σαφέστερον τὸ λεγόμενον διὰ παραδείγματος. οἷον ἄνθρωπος λευκός ἐστι μέροψ ἀργός· ἐνταῦθα ἰσόμετρος ὁ ὅρος τῷ ὁριστῷ· καὶ ἑκάτερον γὰρ ἐκ δύο ὀνομάτων σύγκειται, καὶ ἀμφότερα τὰ ὀνόματα τὰ ἐν τῷ ὁριστῷ εἰς ἴσα ὀνόματα μετείληπται ἐν τῷ ὁρισμῷ. ἢ τινῶν, ὡς ὅταν γένηται μεταλλαγὴ τοῦ ἑνός· οἷον ἄνθρωπος λευκός ἐστι μέροψ λευκός. δῆλον οὖν ὅτι ἐναλλαγῆς γενομένης ἐν τῷ ὅρῳ, ἐπεὶ οὐ πλείω ὀνόματα εἴρηται τῶν ἐν τῷ ὁριστῷ, οὐκ ἔστιν ὁρισμὸς ὁ ἀποδοθείς· δεῖ γὰρ τὸν ὁρισμὸν πλείονα τοῦ ὁριστοῦ ὀνόματα ἔχειν δηλοῦντα δὲ ἕν, ὡς ἔχει ἐπὶ τοῦ ἀνθρώπου· οἷον ἄνθρωπός ἐστι ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικόν.
Εἰ δὲ μὴ οὕτω γένοιτο μετάληψις τῶν ὀνομάτων εἰς λόγους, ἀλλʼ ὄνομα ἀντὶ ὀνόματος ἀποδούς τις ἀξιοίη ὅρον εἶναι, ἔσται καὶ πᾶν ὄνομα ἁπλοῦν εἰς ἁπλοῦν μεταλαβεῖν καὶ εἰπεῖν ὅρον εἶναι, οἷον ἱμάτιον ἀντὶ λωπίου.
Ἔτι δὲ μεῖζον ἁμάρτημα, εἰ καὶ διʼ ἀγνωστοτέρων ὀνομάτων τὴν μετάληψιν ποιήσαιτο, οἷον ὁ ἀντὶ τοῦ λευκοῦ ἀνθρώπου βροτὸν ἀργὸν ἀποδούς· πρὸς γὰρ τῷ μὴ ὡρίσθαι καὶ ἀσυνετώτερον τὸ λεγόμενον πεποίηκε. Σκοπεῖν δὲ καὶ ἐν τῇ μεταλλαγῇ τῶν ὀνομάτων.
Δεῖν φησιν ἐπισκοπεῖν καὶ τοῦτο, εἰ ἐν τῇ τῶν ὀνομάτων μεταλήψει ταὐτόν ἐστι τὸ σημαινόμενον· εἰ γὰρ μὴ ταὐτόν ἐστι, δῆλον ὡς καὶ κατὰ τοῦτο μοχθηρὰ ἡ ἀπόδοσις, οὐ μόνον καθὸ οὐχ ὁριστική. οἷον ἐπιστήμη θεωρητική ἐστιν ὑπόληψις θεωρητική· ἐνταῦθα ἡ ὑπόληψις οὐ ταὐτὸν σημαίνει τῇ ἐπιστήμῃ· ἡ μὲν γὰρ τῶν ἀεὶ ὡσαύτως ἐχόντων καὶ ἀϊδίων καὶ ἀπταίστων, ἡ δὲ ὑπόληψις τῶν πεπλανημένων καὶ μὴ ἀεὶ ὡσαύτως ἐχόντων. δεῖ δὲ ταὐτὸν σημαίνειν, εἴπερ μέλλει καὶ τὸ ὅλον, ἤγουν ὁ ὁρισμός, ταὐτὸν εἶναι τῷ ὁριστῷ. Ἔτι εἰ θατέρου τῶν ὀνομάτων μετάληψιν ποιούμενος.
Καὶ τοῦτό φησι δεῖν ἐν ταῖς τῶν ὀνομάτων εἰς ὀνόματα μεταλήψεσι σκοπεῖν, εἴ τις τοῦ ἑτέρου τῶν ὀνομάτων τὴν μετάληψιν ποιούμενος μὴ τοῦ ἀσαφοῦς ἀλλὰ τοῦ σαφοῦς εἴη πεποιημένος· δεῖ γὰρ τοῦ ἀγνωστοτέρου ποιεῖσθαι τὴν μετάληψιν, εἴτε ἡ διαφορὰ εἴη εἴτε τὸ γένος.
Καὶ μετὰ τὸ ἐκθεῖναι τὸ ἄνωθεν παράδειγμα, τὸ τῆς θεωρητικῆς ἐπιστήμης δηλονότι, φησίν· ἀλλʼ οὐκ ἔστιν ἀνάγκη τὴν διαφορὰν ἀεὶ τοῦ γένους ἀγνωστοτέραν εἶναι· διόπερ ἔν τισιν, εἰ συμβαίη τὴν διαφορὰν γνωριμωτέραν εἶναι τοῦ γένους, τὴν τοῦ γένους δεῖ εἰς ὄνομα ποιήσασθαι μετάληψιν.
Εἰ δὲ μὴ εἰς ὄνομα, φησί, τοῦ ἑτέρου τῶν κειμένων ἡ μετάληψις γίνοιτο, ὧν τὸ μὲν γένος ἐστὶ τὸ δὲ διαφορά, ἀλλʼ εἰς λόγον τε καὶ ὁρισμόν, δεῖν φησι τὴν διαφορὰν μᾶλλον μεταλαμβάνειν τοῦ γένους· οἰκειότερον γὰρ ἑκάστῳ τοῦ γένους ἡ διαφορά, τοῦ δʼ οἰκειοτέρου τῷ πράγματι ἀναγκαῖος ὁ ὅρος· τὸ γὰρ γένος οὐδὲν μᾶλλον τούτου ἢ ἄλλου τινὸς τῶν ὁμογενῶν, ὥστε διὰ μὲν τῆς διαφορᾶς τοῦτο, διὰ δὲ τοῦ γένους οὐδὲν μᾶλλον τοῦτο ἢ ἄλλο τι τῶν ὁμογενῶν αὐτῷ· τοῦ γὰρ γνωρίσαι χάριν ὁ ὁρισμὸς ἀποδίδοται. οἷον εἰ εἴη προκείμενον συλλογισμὸν ἀποδεικτικὸν ὁρίσασθαι, οὐ τὸν συλλογισμὸν ἀλλὰ τὸ ἀποδεικτικὸν ὁριστέον· τοῦτο γὰρ ζητοῦμεν ὡς ἴδιον καὶ τῶν ὑπὸ τὸν συλλογισμὸν μᾶλλον διαφέρον. τὸ δὲ ἧττον γὰρ ἡ διαφορὰ τοῦ γένους γνώριμον δοκεῖ μὴ ὁμόλογον εἶναι τῷ μικρῷ πρόσθεν εἰρημένῳ· ἔλεγε γὰρ δυνατὸν εἶναι τὴν μὲν διαφορὰν γνωρίμως ὠνομάσθαι, τὸ δὲ γένος μή· διὸ καὶ ἔφη δεῖν τὸ ἀσαφέστερον μεταλαμβάνειν. ἢ εἰ καὶ τὸ ὄνομά ποτε τὸ τῆς διαφορᾶς γνωριμώτερον εἴη τοῦ γένους, ἀλλʼ αὐτὸ τὸ πρᾶγμα τὸ ὑπὸ τῆς διαφορᾶς δηλούμενον ἧττον γνώριμον τοῦ ὑπὸ τοῦ γένους δηλουμένου· τὸν μὲν γὰρ τὴν διαφορὰν γνωρίζοντα δεῖ καὶ τὸ γένος γνωρίζειν, οὐ μὴν ἐν τῇ τοῦ γένους γνώσει καὶ ἡ τῆς διαφορᾶς γνῶσις περιέχεται. Εἰ δὲ τῆς διαφορᾶς.
Πάλιν δεῖν φησιν, ὅταν μεταληφθῇ ἡ διαφορὰ εἰς λόγον, σκοπεῖν εἰ ὁ ἀποδεδομένος λόγος τῆς διαφορᾶς καὶ ἄλλῳ τινὶ ἐφαρμόζει· ἂν γὰρ ᾖ καὶ ἄλλῳ τινὶ ἐφαρμόζων, οὐκ ἔσται ὁρισμὸς τῆς μετειλημμένης διαφορᾶς· δεῖ γὰρ τὸν ὅρον ἴδιον εἶναι τούτου οὗ ἐστι καὶ πρὸς μηδὲν ἄλλο κοινόν. οὐ μόνον δὲ ἁμαρτάνει ὁ ἀποδιδοὺς τοῦ ὡς διαφορᾶς κειμένου λόγον τὸν καὶ ἄλλοις ἐφαρμόζοντα, ἀλλὰ κἂν μὴ παντὶ ἐφαρμόζῃ τῷ οὗ ἀποδέδοται, καὶ οὕτως ἡμάρτηται. ὁ γὰρ γραμμῆς εὐθείας λέγων ὅρον γραμμήν, ἧς «τὸ μέσον ἐπιπροσθεῖ τοῖς πέρασιν», ἁμαρτάνει, ὅτι οὐκ ἐφαρμόζει ὁ λόγος οὗτος καὶ τῇ ἀπείρῳ γραμμῇ εὐθείᾳ· οὔτε γὰρ μέσον αὕτη οὔτε πέρας ἔχει. Εἰ δὲ πολλαχῶς λέγεται τὸ μέσον ἔχον, διοριστέον.
Εἰ δὲ λέγεται πολλαχῶς τὸ μέσον, διοριστέον τὸ πῶς ἔχον λέγεται, καὶ ὁμοίως ἐπί τε μεγεθῶν καὶ ἀριθμῶν λέγεσθαι, καὶ οὕτως ἐπιτιμητέον ὡς χωρὶς διορισμοῦ εἰρηκότι τὸ διορισμοῦ δεόμενον· δεῖ γὰρ ἐπὶ τῆς τῶν πολλαχῶς λεγομένων ἀποδόσεως διορίζεσθαι, κατὰ τί τῶν σημαινομένων τὴν ἀπόδοσιν ποιεῖταί τις. ἢ οὖν συλλογιστέον καὶ δεικτέον ὅτι οὐχ ὡρίσατο ὁ οὕτως ἀποδιδοὺς τῷ καὶ ἄλλοις ἐφαρμόζειν τὸν ἀποδοθέντα λόγον, ἢ ἐπιτιμητέον ὅτι μὴ καλῶς ἔλαβεν ἀδιορίστως· οὐ γὰρ περιττόν ἐστι τὸ ἔχον μέσον ἁπλῶς, ἀλλὰ τὸ μονάδα μέσην ἔχον, ὡς ὁ πέντε· μεταξὺ γὰρ τῶν δύο καὶ δύο ἐστὶ μονάς. Πάλιν εἰ οὗ μὲν τὸν λόγον.
Ἐπεὶ ὁ ὅρος τὸ τί ἦν εἶναι σημαίνει ἑκάστου, δεῖ, φησίν, ἐπιβλέπειν, εἰ τὸ μὲν ὁριστὸν τῶν ὄντων ἐστί, τὸ δὲ ὑπὸ τοῦ ὁρισμοῦ σημαινόμενον μὴ τῶν ὄντων. εἰ γὰρ τοῦτο, δῆλον ὡς οὐκ ἂν εἴη ὁρισμὸς τοῦ προκειμένου ὁ ἀποδεδομένος λόγος· οὐ γὰρ οἷόν τέ τινος τῶν ὄντων τὸ τί ἦν εἶναι, οὗ ἐστιν ὁ ὅρος δηλωτικός, μὴ ὂν εἶναι.
Τὸ δʼ ἐκκείμενον παράδειγμα σαφὲς ὂν δείκνυσι τὴν τοῦ τόπου δύναμιν. Ἔτι ὅσοι μὴ διαιροῦσιν ἐν τοῖς πρός τι.
Ἁμαρτάνουσι δὲ καὶ οἱ ἐν τῷ ὁρίζεσθαί τι τῶν πρός τι μὴ διαιροῦντες μηδὲ διορίζοντες πρὸς ὃ λέγεται τῶν ὑπὸ τὸ κοινὸν τοῦτο ὃ ὁρίζονται· ἐπεὶ γὰρ πᾶν πρός τι τὸ εἶναι ἔχει ἐν τῇ πρὸς ἄλλο σχέσει καὶ ἔστι τοῦτο, πρὸς ὃ ἕκαστον τῶν πρός τι τὸ εἶναι ἔχει, ὡρισμένον, ὥσπερ καὶ αὐτὸ τὸ πρὸς ἐκεῖνο τὸ εἶναι ἔχον, εἰ ἀποδιδούς τις ὅρον τῶν πρός τι πρὸς ἄλλο ἀποδοίη, ὃ κοινὸν ὂν περιέχει καὶ τὸ πρὸς ὃ ὡρισμένως λέγεται τοῦτο, οὗ τὸν ὁρισμὸν ἀποδίδωσιν, ἢ ἄλλο ἐστὶν αὐτοῦ, παντάπασιν ἁμαρτάνει. καὶ ψεύδεται ἢ ἐπί τι ἢ ἁπλῶς· ἐπί τι μέν, ἂν ᾖ τὸ πρὸς ὃ ἀποδέδωκεν αὐτὸ κοινόν τε καὶ ἐν αὑτῷ περιέχον πρὸς ὃ ἰδίως τοῦτο λέγεται· ἁπλῶς δέ, ἂν παντάπασιν ἄλλο. ὁ μὲν γὰρ ἰατρικὴν ὁρισάμενος ἐπιστήμην ὄντος ἐπί τι ἁμαρτάνει τῷ ὑπὸ τὸ ὂν εἶναι καὶ ταῦτα ὧν ἐστιν ἡ ἰατρικὴ ἐπιστήμη· οὐ γὰρ πάντα τὰ ὄντα ἀλλὰ τινὰ ἐπίσταται ἡ ἰατρική· τὸ γὰρ ὂν ἀληθὲς καὶ κατὰ τῶν ὑγιεινῶν καὶ νοσωδῶν, ὧν ἐστιν ἡ ἰατρικὴ ἐπιστήμη. ἢ δύναται τὸ κοινὸν καὶ μὴ ὁμώνυμον εἶναι ὡς τὸ ὄν, ἀλλὰ συνώνυμον τοῦ πρὸς ὃ τὸ προκείμενον λέγεται· οἷον ἐὰν γεωμετρίαν τις ὁριζόμενος εἴπῃ ἐπιστήμην ἐπιστητοῦ ἢ ὑποληπτοῦ· ἐπιστητὰ γὰρ καὶ ὑποληπτὰ καὶ τὰ ὧν ἐστιν ἡ γεωμετρία ἐπιστήμη. ἁπλῶς δὲ ἁμαρτάνει ὁ τὴν ἰατρικὴν λέγων ἐπιστήμην ἀρτίου καὶ περιττοῦ· παντάπασι γὰρ ταῦτα ἕτερα τῶν ἰατρικῶν. παραδείγματος δὲ χάριν, ὑπὲρ τοῦ δεῖξαι τίς μέν ἐστιν ὁ ἐπί τι ψευδόμενος, τίς δὲ ὁ ἁπλῶς ἐπὶ τῆς ἰατρικῆς, εἶπε τὸ εἰ μὲν γὰρ μηδενὸς τῶν ὄντων ἡ ἰατρικὴ ἐπιστήμη, ἴσον λέγων τῷ «εἰ μὲν γὰρ μὴ εἴη ὑπὸ τὸ ἀποδεδομένον ταῦτα ὧν ἐστιν ἐπιστήμη ἡ ἰατρική, ἁπλῶς ἔψευσται, εἰ δὲ εἴη, ἐπί τι, ἐπεὶ πᾶσα ἐπιστήμη ὄντος ἐστίν». Δεῖ γὰρ παντός, εἴπερ καθʼ αὑτὸ καὶ μὴ κατὰ συμβεβηκός.
Δεῖ γὰρ παντὸς ὄντος τὴν ἰατρικὴν ἐπιστήμην εἶναι, εἰ εἴη ὀρθῶς ἀποδεδομένος ὁ ὅρος καὶ μὴ κατὰ συμβεβηκός· κατὰ συμβεβηκὸς γὰρ ὄντος, ἐπεὶ συμβέβηκε τοῖς ὑγιεινοῖς οὖσιν εἶναι, οὐχ ἁπλῶς οὐδὲ καθʼ αὑτό. δεῖ δὲ ἕκαστον τῶν πρός τι πρὸς ὃ λέγεται καθʼ αὑτὸ ἀποδιδόναι· πάντα γὰρ τὰ πρός τι πρὸς ἀντιστρέφοντα λέγεται· ὡς γὰρ ἡ ἐπιστήμη πρὸς ἐπιστητόν, οὕτω καὶ τὸ ἐπιστητὸν πρὸς ἐπιστήμην· τὰ δὲ μὴ καθʼ αὑτὰ ἀποδεδομένα ἀλλὰ πρὸς κοινότερον καὶ κατὰ συμβεβηκὸς οὐκ ἀντιστρέφει.
Ὅτι δὲ οὐ δεῖ κατὰ συμβεβηκὸς τὴν ἀπόδοσιν τῶν πρός τι ποιεῖσθαι δεικνὺς προσέθηκε πρῶτον μέν, ὅτι εἰ οὕτως ἀποδοίη τις, συμβήσεται ἕκαστον τῶν πρός τι μὴ πρὸς ἓν λέγεσθαι ἀλλὰ πρὸς πλείονα κατὰ τοῦτον τὸν λόγον. ὥσπερ γὰρ τῷ ὕπνῳ συμβέβηκεν ὄντι εἶναι, οὕτως οὐδὲν κωλύει αὐτῷ συμβεβηκέναι καὶ τὸ ἀγαθὸν καὶ τὸ μέγα καὶ τὸ λευκὸν καὶ ἄλλα μυρία· καὶ ὁ πρὸς ἕκαστον δὴ τούτων ἀποδιδοὺς τὴν ἐπιστήμην ἢ τὴν ἰατρικὴν ἔσται καλῶς ἀποδεδωκώς, εἴ γε δεῖ κατὰ συμβεβηκὸς ποιεῖσθαι τὴν ἀπόδοσιν τῶν πρός τι. τοῦτο οὖν ἄτοπον, καὶ ἔτι τὸ μὴ γίνεσθαι ἐν τῇ τοιαύτῃ ἀποδόσει τὸν ἀποδιδόμενον ὅρον ἴδιον τοῦ οὗ ἀποδίδοται· καίτοι δεῖ ἴδιον τοῦτο τὸν ὁρισμὸν ἔχειν· ἴδιόν τε γὰρ δεῖ αὐτὸν εἶναι καὶ δηλοῦν τὸ τί ἦν εἶναι οὗ ἐστιν. οὐ γὰρ μόνον κατὰ τῆς ἰατρικῆς ἀληθὲς τὸ ἐπιστήμην αὐτὴν εἶναι ὄντος, ἀλλὰ καὶ κατὰ πάσης ἄλλης ἐπιστήμης ἐστὶ κυρίως λεγόμενον, εἴ γε πᾶσα ἐπιστήμη ὄντος τινός ἐστιν· εἰ δὲ πάσῃ ἁρμόζει, οὐδεμιᾶς ἂν εἴη ἴδιον. Οὐ γὰρ μόνον ἡ ἰατρικὴ ἀλλὰ καὶ τῶν ἄλλων ἐπιστημῶν αἱ πολλαί.
Τοῦτο ἢ ἁπλούστερον εἴρηκεν, ἢ ὅτι δοκεῖ καὶ ἡ σοφιστικὴ ἐπιστήμη τις οὖσα περὶ τὸ μὴ ὂν εἶναι, ὡς ἐν τῷ Σοφιστῇ τοῦ Πλάτωνος δέδεικται. Ἐνίοτε δὲ ὁρίζονται.
Οἱ ὁριζόμενοί τε καὶ τὸν λόγον ἀποδιδόντες οὐχ ἁπλῶς τοῦ πράγματος ἀλλὰ τοῦ εὖ ἔχοντος ἢ τετελεσμένου οὐδʼ αὐτοὶ ἂν εἶεν ὁριζόμενοι καλῶς· οὐ γὰρ ἐπὶ πάντων τῶν πραγμάτων ἡ οὐσία ἐν τῷ εὖ κεῖται. ἐφʼ ὧν οὖν μὴ σύμφυτον τὸ εὖ ἀλλʼ ἔξωθεν παραγίνεται ὡς καὶ πρὸ τοῦ εὖ δύνασθαι τὸ πρᾶγμα εἶναι, ἐπὶ τούτων οὐκ ὀρθῶς τὸ εὖ εἰς τὸν ὁρισμὸν παραλαμβάνουσι· μέρος γὰρ αὐτοῦ ἀλλʼ οὐ τὸ ὅλον ὁρίζονται. οὐ γὰρ μόνος ἄνθρωπος ὁ σπουδαῖος, οὐδʼ οἰκία μόνη ἡ σπουδαία, ἀλλʼ οὐδὲ πόλις μόνη ἡ εὐνομουμένη· ἀλλʼ οὐδὲ ἡ πρᾶξις οὐδὲ ἡ διάθεσις ἢ ὑπόληψις μετὰ τοῦ εἶναι τὸ εὖ ἔχουσι. διὸ ἐπὶ πάντων τούτων ἕτερος ὁ τοῦ πράγματος ὅρος καὶ ἄλλος ὁ τοῦ εὖ ἔχοντος. ῥήτωρ γὰρ οὐχὶ ὁ τὸ ἐν ἑκάστῳ πιθανὸν θεωρῶν καὶ μηδὲν παραλείπων, ἀλλὰ κἂν παραλείπῃ τινὰ τῶν ἐνδεχομένων πρὸς τὸ προκείμενον πιθανῶν, βούληται δὲ πᾶν τὸ πιθανὸν εὑρίσκειν τε καὶ παρέχεσθαι· εἰσὶ γάρ τινες καὶ ἐν ταῖς ἐπιστήμαις καὶ ταῖς τέχναις ἀτελέστεροι. ἀλλὰ καὶ τῶν ἀρετῶν καὶ τῶν κακιῶν ὁ μὲν ἐφʼ ἑκάστου προστιθεὶς τῇ βουλήσει τὴν ἐνέργειαν τὸν τέλειον ὁρίζεται, ὁ δὲ τῇ προαιρέσει ἀρκούμενος τὸν τὴν ἕξιν ἔχοντα· ἄδικος γὰρ οὐχ ὁ προαιρούμενός τε καὶ πράττων τὰ ἄδικα, ἀλλʼ ὁ τέλειος ἐν ἀδικίᾳ· ἄδικος δὲ καὶ ὁ μόνον προαιρούμενος. Πάλιν εἰ τὸ διʼ αὑτὸ αἱρετόν.
Ἐπεὶ ὁ ὅρος τὴν οὐσίαν ἑκάστου καὶ ἐν ᾧ τὸ εἶναι αὐτῷ ἐστι σημαίνει, ὁ τὸ διʼ αὑτὸ αἱρετὸν ὁριζόμενος ὡς ποιητικὸν ἢ πρακτικὸν ἄλλου καὶ διὰ τοῦτο αἱρετὸν ἢ ὅλως διʼ ἄλλο αἱρετὸν δῆλον ὡς οὐχ ὁρίζεται· οὐ γὰρ τὴν οὐσίαν τοῦ πράγματος δηλοῖ διὰ τοῦ λόγου. εἰ δὲ καὶ ἔστι τινὰ διʼ αὑτὰ αἱρετὰ καὶ διʼ ἄλλα, οὐδὲν ἧττον, φησίν, ἁμαρτάνει ὁ τὰ τοιαῦτα ἀπὸ τοῦ χείρονος ὁριζόμενος· ἕκαστον γὰρ κατὰ τὸ βέλτιον τῶν ἐν αὐτῷ· ὁ δὲ ὁρισμὸς τοῦ τί ἦν εἶναι ἑκάστου ἐστὶ δηλωτικός. οὐ χρὴ δὲ ὑπολαμβάνειν μαχόμενα λέγειν αὐτόν, πρὸ ὀλίγου μὲν εἰπόντα μὴ δεῖν τὸν ὁριζόμενον ἀπὸ τοῦ εὖ ἔχοντος τῶν ἐν αὐτῷ ὁρίσασθαι, νῦν δὲ λέγοντα ἑκάστου τὴν οὐσίαν κατὰ τὸ βέλτιστον εἶναι τῶν ἐν αὐτῷ. ἐν οἷς μὲν γὰρ πᾶσιν ἄμφω ἐστί, καὶ τὸ βέλτιστον καὶ τὸ ἧττον τοιοῦτον, ὥσπερ ἐν τοῖς προειρημένοις καθʼ αὑτά, ὧν χάριν ἐστὶ καὶ τοῖς ἄλλοις, τούτων τὸ εἶναι ἐν τῷ βελτίονι τῶν ἐν αὐτοῖς· ὧν δὲ τὸ βέλτιον μή ἐστιν ἐν τῇ φύσει, ἀλλʼ ἔξωθεν αὐτῶν τοῦτο προσγίνεται ἔκ τινος ἐπιμελείας, τούτων οὐκέτι τὸ εἶναι ἐν τῷ βελτίονι, ὅτι τὴν ἀρχὴν μηδὲ πᾶσίν ἐστιν. ἔτι καὶ ἡ ἐπιχείρησις κατὰ τὸ ἔνδοξον γίνεται. Σκοπεῖν δὲ καὶ εἴ τινος ὁρισμὸν ἀποδιδούς.
Σκοπεῖν δὲ δεῖ, φησί, καὶ εἴ τινος ὁριστοῦ, οἷον οἰκίας, ἀποδοὺς ὁρισμὸν ὡρίσατο ὅτι οἰκία ἐστὶ τάδε, ἤγουν λίθοι καὶ ξύλα, ἢ ἐκ τούτων, ἤγουν ὅτι δικαιοσύνη ἐστὶν ἐξ ἀνδρίας καὶ σωφροσύνης ἢ οἰκία ἐκ λίθων καὶ ξύλων, ἢ τόδε μετὰ τοῦδε, ὅτι δικαιοσύνη ἐστὶν σωφροσύνη μετὰ ἀνδρίας ἢ οἰκία σκέπη μετὰ λίθων καὶ ξύλων. εἰ μὲν γὰρ τάδε, συμβήσεται, ὅτι εἰ δύο τινὲς τύχοιεν καὶ ὁ μὲν σώφρων ἐστὶν ὁ δὲ ἀνδρεῖος, καὶ τοῖς δυσὶ τὴν δικαιοσύνην ὑπάρχειν καὶ μηδενὶ αὐτῶν ἀνὰ μέρος· ὁ γὰρ εἷς ὁ καὶ σώφρων οὐκ ἂν ῥηθείη δίκαιος· δύο γὰρ ἦν ἡ δικαιοσύνη, σωφροσύνη καὶ ἀνδρία. δύο γὰρ ὄντων ἀνθρώπων ὁ μὲν ἔχει τὴν σωφροσύνην, ὁ δὲ τὴν ἀνδρίαν· καὶ διὰ τοῦτο καὶ ἀμφότεροι δίκαιοι ἔσονται καὶ οὐδέτερος, καὶ οὐχ ὁ εἷς μόνον ὁ ἔχων τὴν ἀνδρίαν δίκαιος κληθήσεταί ποτε, ἐπεὶ ἀμφότεροι οἱ δύο ἔχουσι τὴν δικαιοσύνην, ἕκαστος δὲ ἀνὰ μέρος τὴν δικαιοσύνην οὐκ ἔχει. ἀλλʼ εἰ καὶ μηδὲν ἄτοπον συμβαίνει, φησίν, ἀπὸ τοῦ ἰδίᾳ μὲν ἕνα τούτων μὴ ἔχειν τὴν δικαιοσύνην μήτε καλεῖσθαι δίκαιον, ἀλλʼ ὁμοῦ τοὺς δύο ἔχειν αὐτὴν καὶ ὁρίζεσθαι δικαίους, διὰ τὸ ἐπʼ ἄλλων συμβαίνειν τὸ τοιοῦτον — τριῶν γάρ τινων ὁμοῦ ἐχόντων νόμισμα ἓν τοῖς μὲν τρισὶν ὑπάρξει ὁμοῦ τὸ νόμισμα ἕν, ἰδίᾳ δὲ ἀνὰ μέρος ἑνὶ ἑκάστῳ οὐχ ὑπάρξει —, ἀλλʼ οὖν τοῦτο, τὸ ὑπάρχειν τοῖς δυσὶν ἐναντίως τό τε δίκαιον καὶ ἄδικον, δόξειεν ἂν παντάπασιν ἄτοπον εἶναι. ἀντίκειται γὰρ τῇ δικαιοσύνῃ ἡ ἀδικία, τῇ δὲ σωφροσύνῃ ἡ ἀκολασία, τῇ δὲ δειλίᾳ ἡ ἀνδρία· εἰ οὖν ἡ δικαιοσύνη ἐστὶν ἀνδρία καὶ σωφροσύνη, εἴη ἂν ἡ ἀδικία δειλία καὶ ἀκολασία· διὸ καὶ συμβαίνει τὰ ἐναντία ὑπάρχειν αὐτοῖς, εἰ ὁ μὲν αὐτῶν σώφρων ἐστὶ καὶ δειλός — οὐκ ἔστι γὰρ ἀνδρεῖος —, ὁ δὲ ἀνδρεῖος καὶ ἀκόλαστος· οὐ γὰρ σώφρων. καὶ διὰ τοῦτο καὶ ἀμφότεροι ἕξουσι δικαιοσύνην καὶ ἀδικίαν, εἴπερ δικαιοσύνη ἐστὶ σωφροσύνη μετὰ ἀνδρίας καὶ διὰ τοῦτο ἀδικία ἀκολασία μετὰ δειλίας. καθόλου οὖν, φησίν, ὅσα ἔστιν ἐπιχειροῦντα δεικνύειν μὴ ταὐτὸν εἶναι τὸ ὅλον καὶ τὰ μέρη, πάντα χρήσιμά εἰσι πρὸς τὸ νῦν εἰρημένον· οἷον ὅτι δικαιοσύνη ἐστὶ τάδε, ἤγουν σωφροσύνη καὶ ἀνδρία· ὁ γὰρ οὕτως ὁριζόμενος φάσκει τὰ μέρη ταὐτὰ εἶναι τῷ ὅλῳ· μέρη γὰρ τῆς δικαιοσύνης ἡ ἀνδρία καὶ ἡ σωφροσύνη. μάλιστα δὲ οἱ λόγοι οἱ δεικνύντες μὴ ταὐτὸν εἶναι τὰ μέρη καὶ τὸ ὅλον οἰκεῖοι, ἤγουν ἁρμόδιοι, εἰσὶν ἐφʼ ὅσων κατάδηλός ἐστιν ἡ σύνθεσις τῶν μερῶν· δῆλον γὰρ ἐκ τῶνδε, ὅτι εἰ λίθοι καὶ ξύλα εἶεν, οὐκ ἀνάγκη καὶ οἰκίαν εἶναι· ὥστε, εἰ τῶν μερῶν ὄντων ἐνδέχεται τὸ ὅλον μὴ εἶναι, οὐ ταὐτὸν ἂν εἴη τῷ ὅλῳ τὰ μέρη. οὗτος δὲ ὁ τόπος χρήσιμος ἐπὶ μόνων τῶν ἀνομοιομερῶν. Εἰ δὲ μὴ ταῦτα ἀλλὰ τὸ ἐκ τῶν μερῶν ἔφησεν εἶναι τὸ ὁριζόμενον.
Εἰ δέ τις, φησίν, ὁριζόμενος μὴ τὰ μέρη εἶπε τὸ ὅλον εἶναι ἀλλὰ τὸ ἐκ τῶν μερῶν γινόμενον, οἷον τὴν οἰκίαν οὐ λίθους καὶ πλίνθους ἀλλʼ ἐκ λίθων καὶ πλίνθων, πρῶτον μὲν ἀξιοῖ δεῖν ἐπισκοπεῖν, εἰ ἐκ τοιούτων ὡρίσατό τις εἶναι ἐξ ὧν οὐχ οἷόν τε συντιθεμένων ἕν τι γίνεσθαι, ἑνὸς ὄντος τοῦ ὁριστοῦ. ἔνια γὰρ τοιαῦτά ἐστιν ὡς μὴ δύνασθαι ἐξ αὐτῶν γενέσθαι τι ἕν, οἷον γραμμὴ καὶ ἀριθμὸς καὶ ὅλως τὰ συμβεβηκότα. ὁ γὰρ ἐκ τοιούτων τινὸς τὸ εἶναι λέγων καὶ ὁριζόμενος δῆλον ὡς οὐχ ὁρίζεται· διὸ ὁ λέγων τὴν λευκότητα ἐκ πυρὸς καὶ χρώματος οὐχ ὁρίζεται. Ἔτι εἰ τὸ μὲν ὡρισμένον.
Ἔτι, φησί, δεῖ καὶ τοῦτο σκοπεῖν, εἰ τὸ μὲν ὁριστόν, οὗ τὸν ὁρισμὸν ἀποδίδωσιν, ἐν ἑνί τινί ἐστιν ἐν ᾧ πρώτῳ πέφυκε γίνεσθαι, τὰ δὲ ἐξ ὧν αὐτὸς ὡρίσατο εἶναι, μὴ ἐν τῷ αὐτῷ πρώτῳ ἀλλʼ ἐν ἄλλῳ καὶ ἄλλῳ. δῆλον γὰρ ὅτι οὐχ ὁρίζεται ὁ οὕτως ἀποδιδούς· ἐν ᾧ γὰρ τὸ ἔκ τινων συγκείμενόν ἐστιν, δῆλον ὅτι ἐν τούτῳ δεῖ εἶναι καὶ τὰ ἐξ ὧν τοῦτο σύγκειται. οἷον φρόνησίς ἐστιν ἐξ ἀνδρίας καὶ σωφροσύνης. ἀλλʼ ἡ μὲν φρόνησις ἐν πρώτῳ ἐστὶ τῷ λογιστικῷ, ἀνδρία δὲ καὶ σωφροσύνη ἡ μὲν ἐν τῷ θυμικῷ ἡ δὲ ἐν τῷ ἐπιθυμητικῷ· δῆλον οὖν ὅτι οὐκ ἂν εἴη ἐκ τούτων ἡ φρόνησις· ἐν οἷς γὰρ ἐμφαίνονται τὰ μέρη, ἐν ἐκείνοις καὶ τὸ ὅλον ἐμφαίνεσθαι δεῖ. ὥστε οὐκ ἐν ἑνὶ πρώτῳ τῷ λογιστικῷ συμβαίνει τὴν φρόνησιν ἐμφαίνεσθαι, ἀλλʼ ἐν ἄλλοις πλείοσι, τῷ τε θυμικῷ καὶ τῷ ἐπιθυμητικῷ.
Ὃ δὲ προστίθησιν, ἐστίν· ἀλλʼ εἰ ἑκάτερον, ἐξ ὧν ἀποδέδωκεν εἶναι τὸ προκείμενον, ἐν ἑνὶ πρώτῳ τῷ αὐτῷ ἐστιν, ἐκεῖνά τε καὶ τὸ ὅλον τὸ ἐκ τούτων, ὅπερ ἐστὶ τὸ προκείμενον, οὗ τὸν ὁρισμὸν ἀποδίδωσι, μὴ μέντοι ἐν τῷ αὐτῷ μέρει ἀλλὰ τὸ μὲν ἐν ἄλλῳ τὸ δὲ ἐν ἄλλῳ, οὐδʼ οὕτως ἂν εἴη ὡρισμένος· ἐν ᾧ γὰρ τὸ ὅλον, ἐν ἐκείνῳ καὶ τὰ μέρη δοκεῖ εἶναι. οἷον εἴ τις ὁρίσαιτο τὴν ἀρετὴν ἐξ ἀνδρίας, σωφροσύνης καὶ φρονήσεως· ἔνθα μὲν γὰρ τὸ ὅλον ἐμφαίνεται, ἤγουν ἡ ἀρετή — ἐμφαίνεται δὲ ἐν τῇ ψυχῇ —, ἐν ταύτῃ καὶ τὰ μέρη ἐμφαίνονται· ἀλλʼ ἕκαστον τῶν τοιούτων μερῶν τῆς ἀρετῆς ἐν ἄλλῳ καὶ ἄλλῳ μέρει τῆς ψυχῆς ἐμφαίνονται, καὶ οὐκ ἐν τῷ ὅλῳ ἕκαστον· μέρη γὰρ τῆς ψυχῆς τὸ λογιστικόν, τὸ θυμικὸν καὶ τὸ ἐπιθυμητικόν. Πάλιν εἰ τῷ ὅλῳ συμφθείρεται τὰ μέρη.
Ἐπεὶ τῶν μερῶν φθειρομένων ἀνάγκη συμφθείρεσθαι τὸ ὅλον, τοῦ δὲ ὅλου φθαρέντος οὐκ ἀνάγκη καὶ τὰ μέρη φθείρεσθαι, εἴ τις ἔκ τινών τι ὁρίσαιτο ὡς φθειρομένου τοῦ ὅλου συμφθείρεσθαι τὰ μέρη ἐξ ὧν ὥρισται τὸ ὅλον, δῆλον ὅτι οὐ καλῶς ὡρίσατο. οὕτως ἂν ἁμαρτάνοι ὁ τὸ μὲν σῶμα ὁρισάμενος τὸ ἐξ ἐπιπέδων συνεστὼς ἢ τὸ ἐπίπεδον τὸ ἐκ γραμμῶν ἢ τὴν γραμμὴν τὸ ἐκ στιγμῶν· οὔτε γὰρ τὸ σῶμα ἐξ ἐπιπέδων, διότι συμφθείρεται τῷ σώματι τὸ ἐπίπεδον, οὔτε τὸ ἐπίπεδον ἐκ γραμμῶν, οὔτε ἡ γραμμὴ ἐκ στιγμῶν. διὰ τοῦτο οὐδʼ ἐκ τῶν εἰδῶν οἷόν τε λέγειν τὸ γένος εἶναι, εἰ συναναιρεῖται αὐτῷ, οὐδʼ ἐκ περιττῶν καὶ ἀρτίων τὸν ἀριθμόν.
Ἢ εἰ τὸ μὲν ὅλον ἀγαθὸν ἢ κακόν ἐστιν, τὰ δὲ μέρη οὔτε ἀγαθὸν οὔτε κακόν· ἔδει γὰρ καὶ ταῦτα ἢ ἀγαθὰ ἢ κακὰ εἶναι, εἴπερ μέρη τοῦ ὅλου ἐτύγχανον· ἀδύνατον γὰρ τῶν μερῶν μὴ ὄντων ἢ ἀγαθῶν· ἢ κακῶν τι ἐκ τούτων συγκείμενον ἀγαθὸν ἢ κακὸν εἶναι. ἢ πάλιν εἰ τὰ μέρη ἀγαθὰ ἢ κακά, τὸ δὲ ὅλον οὔτε ἀγαθὸν οὔτε κακόν· δῆλον γὰρ ὅτι οὐκ ἐκ τοιούτων μερῶν τὸ τοιοῦτον σύγκειται· ἦ γὰρ ἂν καὶ αὐτὸ τὸ ὅλον ἀγαθὸν ἢ κακὸν ἦν, εἴ γε ἐκ τῶν τοιούτων μερῶν ἦν. Ἢ εἰ μᾶλλον μὲν θάτερον ἀγαθὸν ἢ θάτερον κακόν.
Ἐπεὶ δοκεῖ τὸ συγκείμενον ἔκ τινων, ὧν τὸ μὲν μᾶλλόν ἐστι τὸ δὲ ἧττον, τῷ μᾶλλον τοιούτῳ ἀκολουθεῖν, ἂν ὁριζόμενός τις ἀποδῷ τι συγκείμενον ἐξ ἀγαθοῦ καὶ κακοῦ, ὧν τὸ ἀγαθὸν μᾶλλόν ἐστιν ἀγαθὸν ἢ τὸ κακὸν κακόν, ὃ μή ἐστι μᾶλλον ἀγαθόν, οὗτος οὐχ ὁρίζεται. εἰπὼν δὲ ταῦτα ἔνστασιν πρὸς τὰ εἰρημένα φέρει, λέγων ὅτι μὴ ἀνάγκη τὸ ἐξ ἀγαθῶν συγκείμενον πάντως ἀγαθὸν εἶναι μήτε τὸ ἐκ κακῶν κακόν, ὃ ἠξίου ὁ πρὸ τούτου τόπος. ἀλλʼ οὐδὲ τὸ ἐκ τοῦ μᾶλλον ἀγαθοῦ μᾶλλον ἀγαθὸν ἀνάγκη ἢ τὸ ἐκ τοῦ μᾶλλον κακοῦ μᾶλλον κακόν. ἐπὶ μὲν γὰρ τῶν καθʼ αὑτὰ καὶ ἁπλῶς ὄντων ἀκολουθοίη ἂν τὰ εἰρημένα· εἰ δέ τινα ὡς ποιητικὰ ἀγαθοῦ λαμβάνοιτο, οὐκέτι ἀκολουθεῖν ἀνάγκη τὰ εἰρημένα· πολλὰ γὰρ καθʼ αὑτὰ μὴ ὄντα ποιητικὰ ἀγαθοῦ ἐν τῇ πρὸς ἄλληλα μίξει τοῦτο ποιεῖ. ἡ μέντοι ἀρετὴ καθʼ αὑτὴν οὖσα ἀγαθὴ τοιαύτη μένει καὶ ἐν τῇ μετʼ ἄλλου συνθέσει· τοῦ μὲν γὰρ καθʼ αὑτὸ ὄντος ἀγαθοῦ ἀνάγκη καὶ τὰ μέρη ἀγαθὰ εἶναι. ὁμοίως καὶ ἐπὶ τοῦ κακοῦ. ὁμοίως καὶ τὰ ποιητικά τινων ἢ κακά ἐστιν ἢ ἀγαθὰ ἢ οὐδέτερα, δεῖ καὶ τὰ ἐξ αὐτῶν γινόμενα τοιαῦτα εἶναι. καὶ δείκνυσι τοῦτο οὕτως ἔχον ἐπὶ τῶν φαρμάκων τῶν τε ὑγείας ποιητικῶν καὶ τῶν δηλητηρίων. καὶ γὰρ οὐκ ὄντα καθʼ αὑτά τινα ὑγιεινὰ ἀλλὰ καὶ τοὐναντίον δηλητήρια, μιχθέντα ἀλλήλοις ὑγείας ποιητικὸν τὸ ἐξ αὐτῶν ποιεῖ· καὶ πάλιν οὐκ ὄντα τινὰ δηλητήρια κατʼ ἰδίαν ἀλλὰ καὶ ὠφέλιμα, μιχθέντα ἀλλήλοις ποιεῖ τὸ ἐξ αὐτῶν δηλητήριον. Πάλιν εἰ ἐκ βελτίονος καὶ χείρονος ὄν.
Ἐάν τι λεγόμενον ἐκ βελτίονος καὶ χείρονος μὴ ᾖ τοῦ μὲν βελτίονος χεῖρον τοῦ δὲ χείρονος βέλτιον, οὐκ ἂν δεόντως ἐκ τούτων εἶναι λέγοιτο· τὸ γὰρ ἐκ τοιούτων συγκείμενον μέσον γίνεται ἑκατέρου αὐτῶν ἀκράτου λαμβανομένου, διὰ τὴν μῖξιν τοῦ ἐναντίου ἑκατέρου αὐτῶν φέρον τὰ δεύτερα. διὰ τοῦτο οὖν ἡ ἐγκράτεια συγκειμένη ἔκ τε ὀρθοῦ λογισμοῦ καὶ φαύλης ἐπιθυμίας τῆς μὲν φαύλης ἐπιθυμίας ἐστὶ βελτίων, χείρων δὲ τοῦ ὀρθοῦ λογισμοῦ. καὶ πρὸς τοῦτο δὲ τὴν αὐτὴν ἔνστασιν φέρει ἣν καὶ πρὸς τὰ πρότερα. ἐπὶ γὰρ τῶν καθʼ αὑτὰ ἀγαθῶν καὶ κακῶν ἀληθῆ εἶναι τὸν λόγον ἁπλῶς· εἰ γάρ τι εἴη συγκείμενον ἐξ ἁπλῶς ἀγαθοῦ καὶ ἁπλῶς κακοῦ, μεταξὺ τὸ συγκείμενον ἔσται, εἰ ἑκάτερον ἐκείνων ἐν τῇ συνθέσει σώζοιτο. ἐπὶ δὲ τῶν ὡς ποιητικῶν ἀγαθῶν οὐκέτι τοῦτο ἀνάγκη· ταῦτα γὰρ ἐν τῇ πρὸς ἄλληλα συνθέσει ἀλλάσσεται, ὡς ἐπὶ τῶν ἰατρικῶν φαρμάκων προεῖπεν, ὡς μηδὲν κωλύειν τὸ ἐξ ἀμφοῖν καὶ βέλτιον ἑκατέρου καὶ χεῖρον γίνεσθαι. Ἔτι εἰ συνώνυμον τὸ ὅλον θατέρῳ.
Οὐδὲ τοῦτόν φησιν ὁρίζεσθαι τὸν λέγοντά τι ἔκ τινων εἶναι, ὧν ἕν τι τῷ ὅλῳ τῷ ἐκ πάντων ἐστὶ συνώνυμον. οἷον ἀρετή ἐστιν ἀνδρία, δικαιοσύνη καὶ φρόνησις· ἕκαστον γὰρ τούτων ἀρετὴ λέγεται συνωνύμως τῷ ὅλῳ. οὐ δεῖ οὖν τὸ ὅλον συνώνυμον εἶναι τοῖς μέρεσι, καθάπερ οὐδὲ ἐπὶ τῶν συλλαβῶν· ἑκάστη γὰρ τῶν συλλαβῶν οὐκ ἔστι συνώνυμος τοῖς συντιθεῖσιν αὐτὴν στοιχείοις. Ἔτι εἰ μὴ εἴρηκε τὸν τρόπον τῆς συνθέσεως.
Οὐδʼ ἐκεῖνόν φησιν ὁρίζεσθαι τὸν λέγοντα μόνον ἔκ τινων συγκεῖσθαι ὃ ὁρίζεται, μηκέτι δὲ καὶ τὸν τρόπον τῆς συνθέσεως προστιθέντα· οὐ γὰρ αὔταρκες πρὸς δήλωσιν τῆς οὐσίας τῆς ἔκ τινων συγκειμένης ἡ τῶν ἐξ ὧν σύγκειται ἀπόδοσις, ἂν μὴ καὶ ὁ τρόπος τῆς συνθέσεως αὐτῶν ᾖ ἐν τῷ λόγῳ προσκείμενος· τὸ γὰρ οὕτως ἐκ τούτων συγκείμενον ἑκάστου τῶν συνθέτων οὐσία. δῆλον δὲ τὸ εἰρημένον ἐπὶ οἰκίας καὶ συλλαβῆς· οὔτε γὰρ ἡ οἰκία ἁπλῶς λίθοι καὶ πλίνθοι καὶ ξύλα, ἀλλʼ ἡ τούτων ποιὰ τάξις, οὔτε ἡ συλλαβὴ στοιχεῖα, ἀλλʼ ἡ τούτων ποιὰ σύνθεσις. Εἰ δὲ τόδε μετὰ τοῦδε ἀποδέδωκεν.
Εἴ τις ὁρισμόν τινος εἴη ἀποδεδωκὼς τόδε μετὰ τοῦδε, οὐδέν φησι τοῦτον διαφέρειν τοῦ λέγοντος τάδε τινὰ εἶναι ἢ τὸ ἐκ τούτων. ὁ γὰρ λέγων τὸ οἰνόμελι οἶνον μετὰ μέλιτος ὅμοιον λέγει τῷ λέγοντι τὸ οἰνόμελι εἶναι οἶνον καὶ μέλι ἢ τὸ ἐξ οἴνου καὶ μέλιτος. ὁποτέρῳ δʼ ἂν τούτων ᾖ ταὐτὸν τὸ λεγόμενον, τοῖς αὐτοῖς τόποις πρὸς τὴν ἀνασκευὴν χρηστέον, οἷς καὶ πρὸς τοὺς ἐκεῖ ὁριζομένους παραδέδωκε πρότερον. παραδίδωσι δὲ καὶ ἰδίους τινὰς τόπους πρὸς τὴν τοιαύτην τῶν ὅρων ἀπόδοσιν. Ἔτι διελόμενον ὁσαχῶς λέγεται ἕτερον μεθʼ ἑτέρου.
Πρῶτον ἀξιοῖ διελόμενον ὁσαχῶς λέγεται τόδε μετὰ τοῦδε, σκοπεῖν εἰ κατὰ μηδὲν τῶν σημαινομένων ὑπʼ αὐτοῦ τὸ ἀποδοθὲν τόδε μετὰ τοῦδέ ἐστιν· οὐ γὰρ ἂν εἴη ὡρισμένος ὁ οὕτως ἀποδεδωκώς. σημαίνει δὲ τὸ τόδε μετὰ τοῦδε ἢ τὸ ἐν τῷ αὐτῷ ὑποκειμένῳ ἢ τὸ ἐν τῷ αὐτῷ τόπῳ ἢ τὸ ἐν τῷ αὐτῷ χρόνῳ εἶναι. προστίθησι δέ, ὅτι κἂν τὰ ἀποδεδομένα δύνηται ἐν τῷ αὐτῷ χρόνῳ εἶναι, μὴ πρὸς τὸ αὐτὸ δὲ ἑκάτερον λέγηται, ἢ εἰ καὶ πρὸς τὸ αὐτὸ μὲν ἄμφω λέγεται, οὐ μέντοι πρὸς τὸ τοῦ προκειμένου ὁριστοῦ τέλος, οὐδὲ οὕτως ὑγιῶς ὥρισται· οὔτε γὰρ πρὸς ἕτερον δεῖ λέγεσθαι οὔτε πρὸς ταὐτὸν τὸ τυχόν, ἀλλὰ πρὸς τὸ τέλος τοῦ ὁριστοῦ.
Ὑποδείγματα δὲ τοῦ μὲν ἐν τῷ αὐτῷ δεκτικῷ εἶναι ὡς ἡ ἀρετὴ δικαιοσύνη μετὰ ἀνδρίας· ἐν γὰρ τῷ αὐτῷ δεκτικῷ, τῇ ψυχῇ, καὶ ἀμφότερά εἰσιν, ἥ τε δικαιοσύνη καὶ ἡ ἀνδρία. ἐν τῷ αὐτῷ δὲ τόπῳ ὡς σῶμα τὸ τριχῇ διαστατὸν μετὰ ἐπιφανείας· ἐν ᾧ γὰρ τόπῳ ἐστὶ τὸ σῶμα, ἐν τούτῳ καὶ ἡ ἐπιφάνεια. ἐν τῷ αὐτῷ δὲ χρόνῳ ὡς ἀνδρία ἐστὶ τόλμα μετὰ ὀρθῆς διανοίας· ἐν ᾧ γὰρ χρόνῳ ἐστὶν ἡ τόλμα, ἐν τῷ αὐτῷ καὶ ἡ ὀρθὴ διάνοια. εἰ δὲ καὶ πρὸς ταὐτὸ τέλος, φησίν, ἥ τε τόλμα καὶ ἡ ὀρθὴ διάνοια λέγεται, οἷον πρὸς τὰ ἰατρικὰ τυχόν — εἰκὸς γὰρ ἐν οἷς ἐπάγει τομὴν ὁ ἰατρὸς τῷ τραύματι, τόλμαν ἅμα καὶ ὀρθὴν διάνοιαν ἔχειν καὶ πρὸς ἓν τέλος ἀφορᾶν, τὸ ὑγιάσαι τὸν κάμνοντα —, ἀλλʼ ὅμως οὐδὲ οὕτως λεχθήσεται ἀνδρεῖος ὁ ἰατρός. οὔτε γὰρ ἑκάτερον τῶν μερῶν πρὸς ἄλλο καὶ ἄλλο τέλος δεῖ λέγεσθαι, καθάπερ ἐπὶ τῆς φαύλης ἐπιθυμίας καὶ τοῦ ὀρθοῦ λόγου, οὔτε πρὸς ταὐτὸ μὲν καὶ ἓν τέλος τὸ τυχὸν δέ, ὥσπερ νῦν εἴπομεν ταὐτὸν τέλος ἔχειν καὶ ἀμφότερα, τὸ ὑγιάσαι, ἀλλὰ πρὸς ὃ λέγεται τὸ ὁριστόν· οἷον ἐπεὶ ἡ ἀνδρία πρὸς τὸ κατορθῶσαι τὰ ἐν πολέμῳ λέγεται, πρὸς τὸ αὐτὸ τέλος δεῖ καὶ τὰ μέρη αὐτῆς ἀφορᾶν, τήν τε τόλμαν καὶ τὴν ὀρθὴν διάνοιαν. Ἔνια δὲ τῶν οὕτως ἀποδεδομένων οὐδαμῶς ὑπὸ τὴν εἰρημένην διαίρεσιν.
Δείκνυσι καὶ ἄλλην δυναμένην ἁμαρτίαν εὑρίσκεσθαι ἐν τῇ τοιαύτῃ ἀποδόσει· ἔνια γὰρ οὕτως ἀποδιδόμενα κατὰ τὴν λέξιν, ὅτι τόδε μετὰ τοῦδε, ἄλλο τι σημαίνει καὶ οὐδὲν τῶν τοῦδε μετὰ τοῦδε σημαινομένων οὐδὲ τῶν ὑπὸ τὴν εἰρημένην διαίρεσιν· οὔτε γὰρ σημαίνει τάδε οὔτε τὸ ἐκ τούτων οὔτε τόδε μετὰ τοῦδε, ἀλλὰ τόδε διὰ τόδε. ὁ γὰρ λέγων ὅτι ὀργή ἐστι λύπη μεθʼ ὑπολήψεως τοῦ ὀλιγωρεῖσθαι ἐκείνων μὲν σημαίνει οὐδέν, σημαίνειν δὲ βούλεται ὅτι διὰ τὴν τοιαύτην ὑπόληψιν γινομένη ἡ λύπη ὀργή ἐστιν· εἰ δὲ βούλεται τὸ διὰ τόδε λέγεσθαι μετὰ τοῦδε, δῆλον ὡς ἁμαρτάνοι ἂν καὶ οὐ καλῶς ἀποδιδοίη τὸν ὅρον. Πάλιν εἰ τὴν τούτων σύνθεσιν.
Ἔτι ὁ τὸ ὅλον ὁριζόμενος τὴν τῶνδε, τουτέστι τῶν μερῶν, σύνθεσιν ἁμαρτάνει· οὐ γὰρ ἡ τυχοῦσα σύνθεσις τὸ ὅλον ἐστίν, οὐδὲ ἀπόχρη τὸ σύνθεσιν εἰπεῖν τὸ ὅλον, ἀλλὰ καὶ ποία τις προσδιοριστέον. οἷον ὁ εἰπὼν «ζῷόν ἐστι σύνθεσις ψυχῆς καὶ σώματος·» τὸ γὰρ ζῷον ὡς ὅλον τί ἐστι, μέρη δὲ αὐτοῦ ἡ ψυχὴ καὶ τὸ σῶμα· δεῖ δὴ προσδιορίσασθαι καὶ ὅτι τοιάδε.
Ἔτι οὐδὲ συνθέσει ταὐτὸν οὐδέτερον τῶν εἰρημένων. ὅτι μή ἐστι τὸ ἔκ τινων συγκείμενον ἐκείνων σύνθεσις, δείκνυσιν οὕτω· πάσῃ μὲν γὰρ συνθέσει διάλυσίς τίς ἐστιν ἐναντία, τῷ δὲ ὅλῳ οὐδέν ἐστιν ἐναντίον. Ἔτι εἰ ὁμοίως πιθανὸν πᾶν τὸ σύνθετον.
Προστίθησι τοῖς εἰρημένοις καὶ τοῦτο· εἰ ὁμοίως εὔλογον καὶ πιθανὸν ἢ πᾶν τὸ σύνθετον σύνθεσιν εἶναι ἢ μηδέν, ἐὰν ἕν τι δειχθῇ τῶν ἔκ τινων συγκειμένων μὴ ὂν ἐκείνων σύνθεσις, οὐκ ἂν ἄλλο τι τῶν συγκειμένων ἔκ τινων σύνθεσις ἐκείνων εἴη· ἀλλὰ μὴν τὸ ζῷον συγκείμενον ὂν ἔκ τινων οὐκ ἔστιν σύνθεσις· οὐσία γὰρ ἔμψυχος αἰσθητικὴ τὸ ζῷον, ἀλλʼ οὐ σύνθεσις ψυχῆς καὶ σώματος, ἐξ ὧν σύγκειται· οὐδʼ ἄλλο τι ἄρα τῶν ἔκ τινων συγκειμένων ἐστὶ σύνθεσις. εἴη δʼ ἂν ἡ τοιαύτη δεῖξις διʼ ὁμολογίας ἀπὸ τῶν ὁμοίων. εἰ δὲ μὴ σύνθεσις ὅλως, οὐδʼ ὁποιαοῦν σύνθεσις εἴη ἄν. Πάλιν εἰ ὁμοίως ἔν τινι πέφυκεν ὑπάρχειν τἀναντία.
Ἐάν τι ᾖ τῶν ἀλλήλοις ἐναντίων ὁμοίως δεκτικόν, ὁ τοῦτο ὁριζόμενος διὰ τοῦ ἑτέρου τῶν ἐναντίων οὐκ ἀποδίδωσι τὸν ὁρισμὸν αὐτοῦ· συμβήσεται γὰρ οὕτω τοῦ αὐτοῦ πλείους ὁρισμοὺς εἶναι· ἔσται γὰρ ὁρισμὸς τοῦ προκειμένου καὶ ὁ διὰ τοῦ ἑτέρου τῶν ἐναντίων ἀποδοθεὶς λόγος, εἴ γε ὁμοίως αὐτῶν τὸ ὁριστόν ἐστι δεκτικόν. Δεῖ δὲ καὶ ἐὰν μὴ πρὸς ὅλον ἔχῃ τις.
Δεῖ, φησί, τοὺς ἀσαφεῖς τῶν ὅρων αὐτὸν μεταλαμβάνειν, διορθοῦντα καὶ σχηματίζοντα αὐτούς, ὥστε δηλοῦν τι σαφὲς πρὸς ὃ ἐπιχειρεῖν δυνησόμεθα. ἢ γὰρ οὕτως ἔχειν συγχωρήσουσι τὸν λόγον οἱ ἐκεῖνον ὁριζόμενοι, ἢ εἰ μὴ συγχωρήσουσιν, αὐτοὶ σαφέστερον ὁριοῦνται, δεικνύντες κατὰ τῶν ὑφʼ ἡμῶν λεγομένων ὅτι μετάληψιν οὐ προσίεται. ὁπότερον δʼ ἂν γένηται, εὐεπιχείρητος ἡμῖν ὁ λόγος ἔσται.
Οἷον εἰ ἀποδοίη τις ὁρισμὸν τῆς ψυχῆς ὅτι ἀριθμός ἐστιν αὐτὸς ἑαυτὸν κινῶν, δεῖ σε μεταλαμβάνειν αὐτὸν διὰ τὸ ἀσαφὲς εἰς σαφῆ καὶ τοιοῦτον, ἀφʼ οὗ ἂν ἔχοις ἐπιχείρημα, ἤγουν τόπον, ἀνασκευάσαι αὐτόν. ἢ γὰρ ἀποκρινόμενος πρὸς σὲ δέξεται τὴν τοῦ ὅρου μετάληψιν, ὡς μετελήφθη ὑπὸ σοῦ, καὶ οὕτω ποιήσεις τὴν ἀνασκευὴν αὐτοῦ, ἢ εἰ μὴ δέχεται τὴν μετάληψιν, ἀνάγκην ἕξει ὑπὸ σοῦ διασαφῆσαι τὸν ἀποδοθέντα ὅρον. ἡ δὲ μετάληψις τοῦ ὅρου γίνεται οὕτως, ὡς ἐπὶ τοῦ τῆς ψυχῆς, ὃς εἴρηται ἀνωτέρω· ἔστι δὲ Ξενοκράτους. εἰπὲ οὖν, εἰ ὁ ἀριθμός, ὦ Ξενόκρατες, ἢ περιττός ἐστιν ἢ ἄρτιος, ἡ ψυχὴ ἢ ἄρτιός ἐστιν ἢ περιττός; καὶ εἰ ἄρτιος, ἢ δʹ ἐστὶν ἢ ϛʹ; εἰ δὲ περιττός, ἢ εʹ ἢ ζʹ; ἡ οὖν ψυχὴ τί ἐστι, δʹ ἢ εʹ; καὶ ἐπεὶ ἐκ παντὸς ἀριθμοῦ ἐκβαλλομένης μονάδος ἕτερος ἀριθμὸς καταλείπεται, οἷον ἀπὸ τοῦ ϛʹ ὁ εʹ καὶ ἀπὸ τοῦ ζʹ πάλιν ὁ ϛʹ, τίνα ἀριθμὸν ἀπὸ τῆς ψυχῆς ἐκβληθῆναι δεῖ ὡς ποιῆσαι ἕτερον; καὶ οὕτως ἀνασκευάσεις καίτοι τοῦ ὁριζομένου τὴν ψυχὴν οὕτω κατὰ τοὺς Πυθαγορείους ὁριζομένου. οὗτοι γὰρ εἴδη ἐκάλουν τοὺς ἀριθμοὺς καὶ ἔλεγον ὅτι ὥσπερ ὁ ἀριθμός, φέρε εἰπεῖν ὁ δέκα, ῥηθεὶς περιορίζει τὴν διάνοιαν καὶ οὐκ ἐᾷ πλανᾶσθαι ταύτην περὶ τὸ ποσόν, οὕτω καὶ ἡ ψυχὴ τὸ σῶμα περιορίζει, καὶ αὐτή ἐστιν ἡ διδοῦσα τῷ ζῴῳ τὰς ἀφορμὰς τῆς κινήσεως, καθʼ ὃν τρόπον κινεῖται. τούτου χάριν γὰρ εἶπε «κινῶν αὐτὸς ἑαυτόν»· αἱ γὰρ κινήσεις, καθʼ ἃς κινεῖται τὸ ζῷον, ἢ ψυχικαί εἰσιν ἢ φυσικαί, καὶ φυσικαὶ μὲν αἱ εἰς τὸ ἄνω καὶ τὸ κάτω κινήσεις, ὡς ἡ τοῦ πυρὸς ἢ τοῦ λίθου, ψυχικαὶ δὲ αἱ ἀπὸ τόπου εἰς τόπον προαιρετικῶς. Ἔτι καθάπερ ἐν ταῖς ἐκκλησίαις.
Καθάπερ ἐν τοῖς συνεδρίοις, φησίν, ἐὰν ἐπεισαχθῇ νόμος τις παρά τινος, δόξῃ δὲ βελτίων τοῦ κειμένου ἐκ παλαιοῦ, ἀναιρεῖται οὗτος δὴ ὁ κείμενος, τὸν αὐτὸν τρόπον γινέσθω καὶ ἐπὶ τῶν ὁρισμῶν· ὁρισμοῦ γάρ τινος ἀποδοθέντος παρὰ τοῦ ἀποκρινομένου, εἰσαχθήτω παρὰ σοῦ ἕτερος βελτίων, ὅστις μᾶλλον δηλώσει τὴν οὐσίαν τοῦ ὁριστοῦ. ὃ δὴ καὶ Ἀριστοτέλης ἐποίησε· κειμένου γὰρ ὁρισμοῦ ὅτι ψυχή ἐστι κίνησις αὐτοκίνητος, ἐπεισήγαγεν ἕτερον, ὅτι «ἐντελέχεια σώματος φυσικοῦ ὀργανικοῦ δυνάμει ζωὴν ἔχοντος»· τούτου γὰρ δόξαντος βελτίονος ἠκυρώθη ὁ κείμενος, ὅτι οὐ δύνανται τοῦ αὐτοῦ δύο εἶναι ὁρισμοί. Πρὸς ἅπαντας δὲ τοὺς ὁρισμοὺς οὐκ ἐλάχιστον στοιχεῖον τὸ πρὸς ἑαυτὸν εὐστόχως ὁρίσασθαι.
Οὐ μικρὰν ἔφοδον καὶ ἀφορμὴν πρὸς ἐπιχείρησιν τὴν πρὸς τοὺς ὁρισμοὺς εἶναί φησι τὸ γεγυμνάσθαι πρὸς τὸ δύνασθαι πᾶν τὸ προτιθέμενον εὐκόλως ὁρίζεσθαι ἢ καὶ τοὺς καλῶς ἀποδεδομένους ἀνειληφέναι. ὥσπερ γὰρ κανόνα ἔχοντες τὸν καλῶς ἀποδεδομένον ὅρον καὶ τούτῳ παραδείγματι χρώμενοι συνορᾶν δυνησόμεθα ῥᾷον τοῦ ἀποδοθέντος ὅρου τὰ ἁμαρτήματα, εἰ ἐλλιπῶς ἀποδέδοται ἢ περιττὸν ἔχει τι προσκείμενον. οὕτω δὲ καὶ ἐπιχειρημάτων μᾶλλον ἂν εὐπορήσαιμεν. οἷον εἰ ἀποδοθείη «ἄνθρωπός ἐστι ζῷον θνητὸν ἄλογον», παραχθείη δὲ καὶ ἕτερος βελτίων, τό τε ἐλλεῖπον δεῖ προστεθῆναι, τὸ λογικὸν καὶ τὸ νοῦ καὶ ἐπιστήμης δεκτικόν, καὶ τὸ ματαίως προσκείμενον, ἤγουν τὸ ἄλογον, ἐκβληθῆναι· ὥστε τούτου γινομένου εὐπορία ἔσται ἐπιχειρημάτων πρὸς τὸ ἀνασκευάσαι αὐτόν.