ΛΙΒΥΚΑ.
Αἴλιος Ἡρωδιανός Π. μον. λέξ.: Ἀγροίτας αʹ Λιβυκῶν· «Ἀνδρωθέντα δὲ τὸν Ἀμφίθεμιν πλησιάσαι ταῖς Νύμφαις καὶ γεννῆσαι παῖδα μυρμαδάναρ· αὐδα κήνας· βυγάνμα· καλομάκαν ψῦλλον, ἀφʼ οὗ ψῦλλοι τὸ ἔθνος.»
Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια : Ἀγροίτας δὲ ἐν πρώτῳ Λιβυκῶν, ὑπὸ Ἀπόλλωνος εἰς Κρήτην αὐτὴν τὴν Κυρήνην κομισθῆναι, ἐκεῖθεν δὲ εἰς Λιβύην. Ἀδελφὴ δὲ Κυρήνης Λάρισσα· ἧς ὁμώνυμος πόλις ἐν Θεσσαλίᾳ. Τινὲς δέ φασι τὴν Κυρήνην Πηνειοῦ θυγατέρα γενέσθαι, κακῶς. Ἔνεμεν γὰρ παρʼ αὐτῷ θρέμματα, οὐκ ἔτι δὲ καὶ θυγάτηρ αὐτοῦ ἦν.
Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια : Τὸν δράκοντα Λάδωνα ἐκάλουν. Τοῦτον δὲ Πείσανδρος ὑπείληφεν ἀπὸ τῆς γῆς γεγενῆσθαι. Ἡσίοδος δὲ ἐκ Τυφῶνός φησιν. Ἀγροίτας δὲ ἐν γʹ Λιβυκῶν φησὶ, μὴ μῆλα εἶναι, ἀλλὰ πρόβατα κάλλιστα, ἃ χρυσᾶ ὠνομάσθη· ἔχειν δὲ ταῦτα ποιμένα ἄγριον, ὃν διὰ τὸ ἀνήμερον δράκοντα ὠνομάσθαι.
Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια : Τὸν δὲ Ἀκακαλλίδος υἱὸν Ἀμφίθεμιν καὶ Γαράμαντά φησι κληθῆναι. Οἱ μὲν οὖν ἀπʼ αὐτοῦ τὸ ἔθνος τοὺς Γαράμαντας καλεῖσθαί φασιν· οἰκοῦσι δὲ οὗτοι τὴν Λιβύην· οἱ δὲ ἀπὸ τοῦ ἔθνους αὐτόν. Εὐσεβεῖς δὲ οἱ Γαράμαντες, καὶ ναοὶ ἐν αὐτοῖς ἵδρυνται, ὡς ἄλλοι τε καὶ Ἀγροίτας ἱστορεῖ.
Στέφανος ὁ Βυζάντιος : Ἄμπελος πόλις τῆς Λιγυστικῆς ... Ἔστι καὶ ἄκρα Τορωναίων Ἄμπελος λεγομένη. Ἔστι καὶ ἑτέρα ἄκρα τῆς Σάμου, καὶ ἄλλη ἐν Κυρήνῃ· Ἀγροίτας δὲ δύο πόλεις εἶναί φησι, τὴν μὲν ἄνω, τὴν δὲ κάτω.
ΣΚΥΘΙΚΑ.
Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια : Ἀγροίτας δὲ ἐν τρισκαιδεκάτῃ τῶν Σκυθικῶν δαπανᾶσθαί φησι τὸ ἧπαρ Προμηθέως δόξαι ὑπὸ τοῦ ἀετοῦ, διὰ τὸ τὴν κρατίστην τοῦ Προμηθέως χώραν τὸν ποταμὸν τὸν καλούμενον Ἀετὸν φθείρειν. Ἧπαρ δὲ παρὰ πολλοῖς, ὥσπερ καὶ οὖθαρ, τὴν εὔκαρπον λέγεσθαι γῆν. Ἡρακλέους δὲ ἐξοχετεύσαντος διόρυξι τὸν ποταμὸν, τόν τε ἀετὸν δόξαι ὑπʼ αὐτοῦ κεχωρίσθαι, καὶ τὸν Προμηθέα λελύσθαι τῶν δεσμῶν.