eul_wid: csa-aa
ἈποσπάσματαTheban Mythological Fragments
Timagoras of Athens Theban Mythological Fragments PDF
| t1-3 | ΘΗΒΑΙΚΑ. |
| 1 | Schol. Eur. Phoen. 670: Ἐκ τῶν ὀδόντων ἐξεκύησεν ἡ γῆ ὁπλοφόρους ἄνδρας. Εἰσὶ δὲ οὗτοι ἐξ αὐτῶν ὑπολειφθέντες, Πέλωρ, Ἐχίων, Οὐδαῖος, Χθόνιος, Ὑπερήνωρ, κατὰ δὲ Τιμαγόραν καὶ Κρέων. |
| 2 | Stephan. Byz.: Σπάρτη, Λακωνικὸν χωρίον, ἀπὸ τῶν μετὰ Κάδμου Σπαρτῶν, περὶ ὧν Τιμαγόρας φησὶν, ἐκπεσόντας (δὲ) αὐτοὺς εἰς τὴν Λακωνικὴν Σπάρτην ἀφ’ ἑαυτῶν ὀνομάσαι. |
| 3 | Schol. Eur. Phoen. 159: Περὶ δὲ τοῦ πλήθους τῶν Νιοβιδῶν αὐτὸς Εὐριπίδης ἐν Κρεσφόντῃ φησί· ... «Καὶ δὶς ἕπτ’ αὐτῆς τέκνα Νιόβης θανόντα Λοξίου τοξεύμασιν.» Ὅμως (l. ὁμοίως) καὶ Αἰσχύλος ἐν Νιόβῃ, καὶ Ἀριστοφάνης δὲ ἐν δράματι Νιόβης ὁμοίως ζʹ αὐτὰς λέγουσιν, εἶναι δὲ ἑπτὰ καὶ τοὺς ἄρρενας. Τιμαγόρας δὲ ἐν τοῖς Θηβαϊκοῖς φησὶν ὡς κακῶς πάσχοντες ὑπὸ τῶν περὶ Ἀμφίονα οἱ Σπαρτοὶ ἀνεῖλον αὐτοὺς λοχήσαντες ἀπιόντας εἰς Ἐλευθερὰς ἐπὶ πατρικὴν θυσίαν, τὴν δὲ Νιόβην εἴασαν ζῆν διὰ Πέλοπα· ἄλλοι δὲ ἄλλως ἱστο ροῦσι περὶ αὐτῆς. |