ΓΕΝΕΑΛΟΓΙΑΙ.
Περὶ Μίνω.
Φλέγων ὁ Τραλλιανός Ἱππόστρατος δέ φησιν ἐν τῷ περὶ Μίνω, Αἴγυπτον ἐκ μιᾶς γυναικὸς Εὐρυόπης τῆς Νείλου πεντήκοντα υἱοὺς γεννῆσαι. Δαναός τε ὁμοίως ἐκ μιᾶς γυναικὸς τῆς Νείλου Εὐρυόπης πεντήκοντα θυγατέρας ἔσχε.
Τζέτζης Ἱππόστρατος τὸν Αἴγυπτον ἐξ Εὐρυρρόης Νείλου μόνης υἱοὺς πεντήκοντα λέγει γεγεννηκέναι· τὰς θυγατέρας πάσας δὲ τὸν Δαναὸν ὁμοίως ἐκ τῆς Εὐρώπης θυγατρὸς τοῦ εἰρημένου Νείλου.
Σχόλια εἰς Θεόκριτον Ἦσαν δὲ Τιμανδρέως θυγατέρες Κοττὼ καὶ Εὐρύθεμις, ἃς ἐτίμησαν Ἡρακλεῖδαι, διὰ τὸ συναγωνίσασθαι αὐτοῖς κατὰ τὴν εἰς Πελοπόννησον ἄφιξιν, ὡς οἱ περὶ Ἱππόστρατον ἀποφαίνουσιν.
Οὐαλέριος Ἁρποκρατίων Ἄβαρις, ὄνομα κύριον. Λοιμοῦ δέ φασι κατὰ πᾶσαν τὴν οἰκουμένην γεγονότος, ἀνεῖλεν ὁ Ἀπόλλων μαντευομένοις Ἕλλησι καὶ βαρβάροις τὸν Ἀθηναίων δῆμον ὑπὲρ πάντων εὐχὰς ποιεῖσθαι. Πρεσβευομένων δὲ πολλῶν ἐθνῶν πρὸς αὐτοὺς, καὶ Ἄβαριν ἐξ Ὑπερβορέων πρεσβευτὴν ἀφικέσθαι λέγουσιν. Ὁ δὲ χρόνος ἐν ᾧ παραγέγονε διαφωνεῖται· Ἱππόστρατος μὲν γὰρ κατὰ τὴν γʹ αὐτὸν Ὀλυμπιάδα λέγει παραγενέσθαι, ὁ δὲ Πίνδαρος κατὰ Κροῖσον τὸν Λυδῶν βασιλέα, ἄλλοι δὲ κατὰ τὴν καʹ Ὀλυμπιάδα.
Πινδαρικὴ ὑπόμνησις Ὁμηρίδας ἔλεγον τὸ μὲν ἀρχαῖον τοὺς ἀπὸ τοῦ Ὁμήρου γένους, οἳ καὶ τὴν ποίησιν αὐτοῦ ἐκ διαδοχῆς ᾖδον· μετὰ δὲ ταῦτα καὶ οἱ ῥαψῳδοὶ οὐκέτι τὸ γένος εἰς Ὅμηρον ἀνάγοντες· ἐπιφανεῖς δὲ ἐγένοντο οἱ περὶ Κύναιθον, οὕς φασι πολλὰ τῶν ἐπῶν ποιήσαντας ἐμβαλεῖν εἰς τὴν Ὁμήρου ποίησιν. Ἦν δὲ ὁ Κύναιθος Χῖος, ὃς καὶ τῶν ἐπιγραφομένων Ὁμήρου ποιημάτων τὸν εἰς Ἀπόλλωνα γεγραμμένον ὕμνον λέγεται πεποιηκέναι. Οὗτος οὖν ὁ Κύναιθος πρῶτος ἐν Συρακούσαις ἐρραψῴδησε τὰ Ὁμήρου ἔπη κατὰ τὴν ἑξηκοστὴν ἐννάτην Ὀλυμπιάδα, ὡς Ἱππόστρατός φησιν.
Πινδαρικὴ ὑπόμνησις Ἱππόστρατος δὲ ὁ τὰ περὶ Σικελίας γενεαλογῶν φησιν, ὅτι Ἐμμενίδης καὶ Ξενόδικος, Τηλεμάχου υἱοὶ, καὶ Ἐμμενίδου μὲν οἱ περὶ Θήρωνα καὶ Ξενοκράτην, Ξενοδίκου δὲ Ἱπποκράτης καὶ Κάπυς, οἳ φυγαδευθέντες ὑπὸ Θήρωνος ὕστερον Κάμικον κατέσχον Σικελιωτικὸν πόλισμα· καθʼ ἣν καὶ ὁ Μίνως ὑπὸ ταῖς Κωκάλου θυγατράσιν ἀπώλετο κατὰ ζήτησιν Δαιδάλου ἐλθών.
Πινδαρικὴ ὑπόμνησις Θήρων, υἱὸς ἦν Αἰνησιδάμου· εἶχε δὲ συγγενῆ Κάπυν καὶ Ἱπποκράτην, οἵτινες ἦσαν ἀδελφοί· περὶ ὧν Ἱππόστρατος ἐν τῷ ζʹ φησίν.
Πινδαρικὴ ὑπόμνησις Ἱππόστρατος ἱστορεῖ αὐτὸν πλούτῳ διενηνοχέναι.