eul_wid: kkk-ac

Teles of Megara On Pleasure Not Being the End in Greek

On Pleasure Not Being the End is a philosophical treatise by the 3rd-century BCE Cynic preacher Teles of Megara. Written in Koine Greek, the work employs a conversational and exhortative style of argument known as a diatribe to challenge the hedonistic doctrine that pleasure constitutes the ultimate goal of human life. Teles systematically argues that the pursuit of pleasure is a source of anxiety and profound dissatisfaction, advocating instead for the Cynic ideal of a virtuous and self-sufficient existence lived in accordance with nature. The complete text is lost, and modern knowledge of it derives entirely from three extended passages preserved centuries later by the anthologist Stobaeus. These excerpts contain the core of Teles's critique, which is generally thought to have been directed against the Cyrenaic school of philosophy and intended as practical moral instruction for a broad audience. In the surviving fragments, Teles supports his case with a vivid, step-by-step account of the pains and disciplines that dominate a conventional human life from infancy through early adulthood, contending that such hardships far outnumber moments of pleasure. Scholars regard Teles less as an original philosopher than as a significant popularizer of Cynic and Stoic ideas, and his surviving work provides a valuable window into the methods and ethical concerns of Hellenistic popular philosophy.

49 (1t) ΕΚ ΤΩΝ ΤΕΛΗΤΟΣ ΠΕΡΙ ΤΟΥ ΜΗ ΕΙΝΑΙ ΤΕΛΟΣ ΗΔΟΝΗΝ Εἰ δὲ δεῖ τὸν εὐδαίμονα βίον ἐκ τῶν πλεοναζουσῶν ἡδονῶν συγκρῖναι, οὐδείς, φησὶν ὁ Κράτης, εὐδαίμων γεγονὼς ἂν εἴη. ἀλλ’ εἰ θέλει τις ἐκλογίσασθαι ἐν ὅλῳ τῷ βίῳ πάσας τὰς ἡλικίας, εὑρήσει πολλῷ πλείους τὰς ἀλγηδόνας. πρῶτον μὲν γὰρ τοῦ παντὸς χρόνου ὁ ἥμισυς ἀδιάφορος, ἐν ᾧ καθεύδω. εἶθ’ ὁ πρῶτος ὁ κατὰ τὴν παιδοτροφίαν ἐπίπονος.
50 πεινᾷ τὸ παιδίον, ἡ δὲ τροφὸς κατακοιμίζει· διψᾷ, ἡ δὲ λούει· κοιμηθῆναι θέλει, ἡ δὲ κρόταλον ἔχουσα ψοφεῖ. εἰ δ’ ἐκπέφευγε τὴν τιτθήν, παρέλαβε πάλιν ὁ παιδαγωγός, παιδοτρίβης, γραμματοδιδάσκαλος, ἁρμονικός, ζωγράφος. προάγει ἡλικία· προσγίνεται ἀριθμητικός, γεωμέτρης, πωλοδάμνης, [ὑπὸ τούτων πάντων μαστιγοῦται]· ὄρθρου ἐγείρεται· σχολάσαι οὐκ ἔστιν. ἔφηβος γέγονεν· ἔμπαλιν τὸν κοσμητὴν φοβεῖται, τὸν παιδοτρίβην, τὸν ὁπλομάχον, τὸν γυμνασίαρχον. ὑπὸ πάντων τούτων μαστιγοῦται, παρατηρεῖται, τραχηλίζεται. ἐξ ἐφήβων ἐστὶ καὶ ἤδη εἴκοσι ἐτῶν· ἔτι φοβεῖται καὶ παρατηρεῖ καὶ γυμνασίαρχον καὶ στρατηγόν. παρακοιτεῖν εἴ που δεῖ, οὗτοι παρακοιτοῦσι· φυλάττειν καὶ ἀγρυπνεῖν, οὗτοι φυλάττουσιν· εἰς τὰ πλοῖα ἐμβαίνειν, οὗτοι ἐμβαίνουσιν. ἀνὴρ γέγονε καὶ ἀκμάζει· στρατεύεται καὶ πρεσβεύει ὑπὲρ τῆς πόλεως, πολιτεύεται, στρατηγεῖ, χορηγεῖ, ἀγωνοθετεῖ· μακαρίζει ἐκεῖνον τὸν βίον, ὃν παῖς ὢν ἐβίωσε. παρήκμασε καὶ ἔρχεται εἰς γῆρας· πάλιν παιδοτροφίαν ὑπομένει καὶ ἐπιποθεῖ τὴν νεότητα. καὶ ἡ νεότης μοι φίλον, τὸ δὲ γῆρας βαρύτερον Αἴτνης.
51 οὐχ ὁρῶ οὖν, πῶς εὐδαίμονά τις βίον ἔσται βεβιωκώς, εἴπερ δεῖ τῷ πλεονασμῷ τῶν ἡδονῶν ἐκμετρῆσαι.