eul_wid: kkk-ab

Teles of Megara On the Comparison of Poverty and Wealth in Greek

On the Comparison of Poverty and Wealth is a philosophical discourse by the Cynic teacher Teles of Megara, who lived in the 3rd century BCE. Written in the informal, exhortative style of the Hellenistic diatribe, the work argues forcefully for the moral and practical superiority of poverty over wealth. Teles contends that wealth is a source of anxiety, envy, and moral corruption, ensnaring its possessors in endless business and distracting them from philosophy. In contrast, he presents poverty as the condition most conducive to cultivating virtue, self-sufficiency, and intellectual freedom, as it removes material distractions and compels endurance. The argument is supported with illustrative anecdotes and quotations from earlier authorities, including the poets Homer and Theognis and philosophers such as Socrates. The original complete text is lost; it survives primarily through two extensive excerpts preserved in the 5th-century CE anthology compiled by John Stobaeus. These fragments represent the most substantial remains of Teles's writings. The work is a characteristic example of Cynic practical ethics, functioning as a protreptic, or exhortation, likely aimed at students or a general audience to reorient their desires and pursue a life of virtue independent of external circumstances. Its diatribal form is a significant early model of a style later adopted and refined by Roman Stoic philosophers like Epictetus.

45 (1t) ΕΚ ΤΩΝ ΤΕΛΗΤΟΣ ΕΠΙΤΟΜΗ Ἡ πενία κωλύει πρὸς τὸ φιλοσοφεῖν, ὁ δὲ πλοῦτος εἰς ταῦτα χρήσιμον.
48 Οὐκ εὖ. πόσους γὰρ οἴει δι’ εὐπορίαν ἢ δι’ ἔνδειαν κωλυθῆναι σχολάζειν; ἢ οὐχ ὁρᾷς ὅτι ὡς ἐπὶ τὸ πολὺ οἱ πτωχότατοι φιλοσοφοῦσιν, οἱ δὲ πλούσιοι διὰ ταῦτ’ αὐτὰ ἐν τῇ πάσῃ ἀσχολίᾳ εἰσίν; οὐ κακῶς δὲ καὶ Θέογνις λέγει πολλῷ τοι πλείους λιμοῦ κόρος ὤλεσεν ἄνδρας. ἐπεὶ ποῦ ἂν δείξειας δι’ ἔνδειαν κεκωλυμένους φιλοσοφεῖν, ὥσπερ διὰ πλοῦτον; ἢ οὐχ ὁρᾷς ὅτι διὰ μὲν ἔνδειαν καρτερεῖν βιάζονται, διὰ δὲ πλοῦτον τὰ ἐναντία; ὅταν γάρ, οἶμαι, τῷ ἀνθρώπῳ προσγένηται εὐχερῶς πορίζεσθαι ὧν ἂν ἐπιθυμῇ, οὐκέτι οὗτος πρὸς τὸ πονεῖν ἢ ζητεῖν τι ἐστίν, ἀλλ’ ἔχων συνεργὸν τὸν πλοῦτον τῇ αὑτοῦ κακίᾳ, οὐδεμιᾶς ἡδονῆς ἀπέχεται. ἢ πάλιν οὐχ ὁρᾷς διότι οἱ μὲν πλούσιοι πλείω πράττοντες κωλύονται τοῦ σχολάζειν, ὁ δὲ πένης οὐκ ἔχων τί πράττῃ, πρὸς τὸ φιλοσοφεῖν γίνεται; Ζήνων ἔφη Κράτητα ἀναγινώσκειν ἐν σκυτείῳ καθήμενον τὸν Ἀριστοτέλους Προτρεπτικόν, ὃν ἔγραψε πρὸς Θεμίσωνα τὸν Κυπρίων βασιλέα λέγων ὅτι οὐδενὶ πλείω ἀγαθὰ ὑπάρχει πρὸς τὸ φιλοσοφῆσαι· πλοῦτόν τε γὰρ πλεῖστον αὐτὸν ἔχειν ὥστε δαπανᾶν εἰς ταῦτα, ἔτι δὲ δόξαν ὑπάρχειν αὐτῷ. ἀναγινώσκοντος δὲ αὐτοῦ τὸν σκυτέα ἔφη προσέχειν ἅμα ῥάπτοντα, καὶ τὸν Κράτητα εἰπεῖν ‘ἐγώ μοι δοκῶ, ὦ Φιλίσκε, γράφειν πρὸς σὲ προτρεπτικόν· πλείω γὰρ ὁρῶ σοι ὑπάρχοντα πρὸς τὸ φιλοσοφῆσαι 〈ἢ〉 ᾧ ἔγραψεν Ἀριστοτέλης.‘ ἢ πάλιν οἰκέται μὲν οἱ τυχόντες αὑτοὺς τρέφουσι καὶ μισθὸν τελοῦσι τοῖς κυρίοις, ἐλεύθερος δὲ ἀνὴρ αὑτὸν τρέφειν οὐ δυνήσεται; ἐπεὶ καὶ τῶν τοιούτων φροντίδων μοι δοκεῖ ὁ ἄβιος λελυμένος πολὺ εὐσχολώτερος εἶναι τῷ μηδὲν ὑπάρχειν. οἷον δήπου ἐν τῷ νῦν πολέμῳ περὶ οὐδενὸς φροντίζει ἢ περὶ αὑτοῦ, ὁ δὲ πλούσιος καὶ περὶ ἑτέρων. οὐ κακῶς οὖν οὐδὲ Σοφοκλῆς πεποίηκε λέγοντα τὸν Οἰδίπουν τὸ μὲν γὰρ ὑμῶν ἄλγος εἰς ἕν’ ἔρχεται, ἐγὼ δ’ ἐμαυτὸν καὶ πόλιν καὶ σὲ στένω. ἀλλ’ ὅμως ταῦθ’ ὁρῶντες γινόμενα οὐδὲν ἧττον κακοδαιμονεῖν οἴονται, κἂν πένητες ὦσι. φασὶ δὲ καὶ ἐν ταῖς πόλεσιν ἐντιμοτέρους εἶναι μᾶλλον τοὺς πλουσίους τῶν πενήτων. οἱ τοιοῦτοι δέ μοι δοκοῦσιν οὐκ ἀκούειν διότι Ἀριστείδης πτωχότατος ὢν πάντων Ἀθηναίων ἐντιμότατος ἦν, καὶ ὅτε τοὺς φόρους ταῖς πόλεσιν ἤθελον τάξαι Ἀθηναῖοι, ἐκεῖνον κατέστησαν, οὐδένα οἰόμενοι δικαιότερ’ ἂν τάξαι· καὶ ὅτι Καλλίας πλουσιώτατος ὢν Ἀθηναίων μᾶλλον προσεποιεῖτο Ἀριστείδου οἰκεῖος εἶναι ἢ Ἀριστείδης Καλλίου, καὶ πολὺ μᾶλλον ᾐσχύνετο Ἀριστείδης ἐπὶ τῷ πλούτῳ 〈τῷ〉 Καλλίου, ἢ Καλλίας ἐπὶ τῇ πενίᾳ τῇ Ἀριστείδου. ἢ πάλιν Λυσάνδρου τοῦ Σπαρτιάτου τίς ἐντιμότερος γέγονεν ἢ τιμῶν πλειόνων ἠξιώθη; καὶ οὗτος τὰς θυγατέρας οὐκ ἐδύνατο ἐκδόσθαι προῖκα δούς. 〈καὶ〉 ἄλλους δὲ ὁπόσους θέλεις ἄν τις εἴποι, οἳ πένητες ὄντες ἐν μείζονι τιμῇ ἐγένοντο τῶν πλουσίων. οὐκ ἀπὸ τρόπου δέ μοι δοκεῖ οὐδ’ ὁ Εὐριπίδης ἐγκωμιάζων λέγειν τὸν Ἐτεοκλέα διότι νεανίας μὲν ἐνδεὴς ἦν, πλείστας δὲ τιμὰς ἔσχ’ ἐν Ἀργείων πόλει.