eul_wid: ccg-aa

Ion of Chios Testimonies 1 in Greek

The Testimonies is a lost prose work by the fifth-century BCE Greek poet and author Ion of Chios. Composed in Ionic Greek, it functioned as a collection of personal memoirs detailing the author's interactions with notable contemporaries. Surviving fragments indicate the work contained revealing anecdotes and firsthand accounts concerning major figures such as the philosopher Pythagoras, the tragedian Sophocles, and the statesman Pericles. The structure of its first book is recorded as comprising ten discrete passages, though the complete text does not survive. The work exists only in fragments preserved by later ancient writers, including Diogenes Laertius. Modern scholarship interprets the Testimonies as an early example of biographical and social history, offering a personal perspective on the intellectual and political elite of classical Greece. It appears to have been intended for an educated audience interested in the private characters of public figures. The work is regarded by some as a significant, if fragmentary, contribution to the early development of Greek prose historiography and philosophical biography.

3b,392,T 1 SUDA s.v. Ἴων Χῖος· τραγικὸς καὶ λυρικὸς καὶ φιλόσοφος, υἱὸς Ὀρθομένους, ἐπίκλησιν δὲ Ξούθου. ἤρξατο δὲ τὰς τραγωιδίας διδάσκειν ἐπὶ τῆς πβ ὀλυμπιάδος· δράματα δὲ αὐτοῦ ιβ , οἱ δὲ λ , ἄλλοι δὲ μ φασίν. ⟦ οὗτος ἔγραψε Περὶ μετεώρων (F 24/6) καὶ συνθέτους λόγους. ὃν παίζων Ἀριστοφάνης ὁ κωμικὸς (Pax 832 ff.) Ἀοῖόν φησιν. οὗτος τραγωιδίαν νικήσας Ἀθήνησιν ἑκάστωι τῶν Ἀθηναίων ἔδωκε Χίου κεράμιον ⟧ .
3b,392,T 2 SCHOL. RV ARISTOPH. Pax 835: Ἴων ὁ Χῖος· διθυράμβων καὶ τραγωιδίας καὶ μελῶν ποιητής. ἐποίησε δὲ ὠιδήν, ἧς ἡ ἀρχὴ (F 9 Diehl) «Ἀοῖον ἀεροφοίταν ἀστέρα μείνωμεν ἀελίου λευκῆι πτέρυγι πρόδρομον». φαίνεται δὲ τετελευκὼς ἐκ τούτων· παίζων οὖν ὁ Ἀριστοφάνης ἀοῖον αὐτόν φησι ἀστέρα κληθῆναι. περιβόητος δὲ ἐγένετο. ἔγραψε δὲ καὶ κωμωιδίας καὶ ἐπιγράμματα καὶ παιᾶνας καὶ ὕμνους καὶ σκολιὰ καὶ ἐγκώμια καὶ ἐλεγεῖα, καὶ καταλογάδην τὸν Πρεσβευτικὸν λεγόμενον, ὃν νόθον ἀξιοῦσιν εἶναί τινες καὶ οὐχὶ αὐτοῦ. φέρεται δὲ αὐτοῦ καὶ 〈Χίου〉 κτίσις (F 1/3) καὶ Κοσμολογικὸς (F 24/6) καὶ Ὑπομνήματα (F 4/7) καὶ ἄλλα τινά. καὶ πάνυ δόκιμος ἦν. φασὶ δὲ αὐτὸν ὁμοῦ διθύραμβον καὶ τραγωιδίαν ἀγωνισάμενον ἐν τῆι Ἀττικῆι νικῆσαι, καὶ εὐνοίας χάριν προῖκα Χῖον οἶνον πέμψαι Ἀθηναίοις. ⟦ Σωκράτους δὲ τοῦ φιλοσόφου ἔστιν εἰς αὐτὸν λόγος λεγόμενος «Ἴων» ⟧ . μέμνηται αὐτοῦ καὶ Καλλίμαχος ἐν τοῖς Χωλιάμβοις (Dieg. 9, 32 ff.; F 203 Pf), ὅτι πολλὰ ἔγραψεν.
3b,392,T 3 HARPOKR. s.v. Ἴων· Ἰσοκράτης ἐν τῶι Περὶ ἀντιδόσεως (§ 268). Ἴωνος τοῦ τῆς τραγωιδίας ποιητοῦ μνημονεύοι ἂν νῦν ὁ ῥήτωρ, ὃς ἦν Χῖος μὲν γένος, υἱὸς δὲ Ὀρθομένους, ἐπίκλησιν δὲ Ξούθου. ἔγραψε δὲ πολλά· μέλη καὶ τραγωιδίας καὶ φιλόσοφόν τι σύγγραμμα τὸν Τριαγμὸν ἐπιγραφόμενον, ὅπερ Καλλίμαχος ἀντιλέγεσθαί φησιν (F 100 d 15 Schn. = 449 Pf) ὡς Ἐπιγένους (?). ἐν ἐνίοις δὲ καὶ πληθυντικῶς ἐπιγράφεται «Τριαγμοί», καθὰ Δημήτριος ὁ Σκήψιος (F 69 Gaede) καὶ Ἀπολλωνίδης ὁ Νικαεὺς (IV) ἀναγράφουσιν.
3b,392,T 4 STRABON 14, 1, 35: ἄνδρες δὲ Χῖοι γεγόνασιν ἐλλόγιμοι Ἴων τε ὁ τραγικὸς καὶ Θεόπομπος ὁ συγγραφεὺς (115) καὶ Θεόκριτος ὁ σοφιστής (III C).
3b,392,T 5a PLUTARCH. Kim. 9, 1 (F 13): συνδειπνῆσαι δὲ τῶι Κίμωνί φησιν ὁ Ἴων, παντάπασι μειράκιον ἥκων εἰς Ἀθήνας ἐκ Χίου, παρὰ Λαομέδοντι (ca. 465).
3b,392,T 5b ATHEN. 13, 81 p. 603 E (F 6): Σοφοκλεῖ τῶι ποιητῆι ἐν Χίωι συνήντησα, ὅτε ἔπλει εἰς Λέσβον στρατηγός.
3b,392,T 5c ATHEN. 11, 8 p. 463 AB: καὶ Ἴων δὲ ὁ Χῖός φησιν (F 2 Diehl)· «Χαιρέτω ἡμέτερος βασιλεὺς σωτήρ τε πατήρ τε / .... σπένδοντες δ’ ἀγνῶς Ἡρακλέι τ’ Ἀλκμήνηι τε / Προκλέι Περσείδαις τ’ ἐκ Διὸς ἀρχόμενοι, / πίνωμεν, παίζωμεν κτλ.
3b,392,T 6 ARGUM. EURIP. Hippol. p. 2, 8 Schw: ἐδιδάχθη ἐπὶ Ἐπαμείνονος ἄρχοντος ὀλυμπιάδι πζ ἔτει δ · πρῶτος Εὐριπίδης, δεύτερος Ἰοφῶν, τρίτος Ἴων.
3b,392,T 7 THUKYD. 8, 38, 3 (a. 412): οἱ δὲ Χῖοι ἐν πολλαῖς ταῖς πρὶν μάχαις πεπληγμένοι, καὶ ἄλλως ἐν σφίσιν αὐτοῖς οὐ πάνυ εὖ διακείμενοι, ἀλλὰ καὶ τῶν μετὰ Τυδέως τοῦ Ἴωνος ἤδη ὑπὸ Πεδαρίτου ἐπ’ ἀττικισμῶι τεθνεώτων κτλ.
3b,392,T 8 ATHEN. 10, 48 p. 436 F: Βάτων δ’ ὁ Σινωπεὺς (268 F 6) ἐν τοῖς Περὶ Ἴωνος τοῦ ποιητοῦ φιλοπότην φησὶ γενέσθαι καὶ ἐρωτικώτατον τὸν Ἴωνα· καὶ αὐτὸς δὲ ἐν τοῖς Ἐλεγείοις (II 254, 7 Bgk 4 ) ἐρᾶν μὲν ὁμολογεῖ Χρυσίλλης τῆς Κορινθίας, Τελέου δὲ θυγατρός, ἧς καὶ Περικλέα τὸν Ὀλύμπιον ἐρᾶν φησι Τηλεκλείδης ἐν Ἡσιόδοις (I 214, 17 K).