eul_wid: ccg-ab

Ion of Chios Testimonies 2 in Greek

Testimonies 2 was a collection of personal memoirs by the fifth-century BCE Greek poet and writer Ion of Chios. The work, now lost, compiled Ion’s firsthand anecdotes and observations about prominent contemporaries he encountered, including the philosopher Socrates and the tragedians Sophocles and Aeschylus. Written in a mixture of prose and verse, it presented vivid, informal character sketches drawn largely from Ion’s experiences at symposia and other social gatherings within Athenian intellectual circles. Modern scholarship regards the Testimonies not as formal history but as intimate biographical portraiture, offering an early and personal perspective on major cultural figures. Ion, a well-connected poet from Chios, moved among the Athenian elite, and his work appears to have been intended for an educated audience curious about the private lives and personalities of public men. The text survives only in fragments, preserved through quotations by later authors such as Athenaeus and Diogenes Laertius, who valued these anecdotes for their own compilations.

1 HARPOCR. u. Ἴων. Ἰσοκράτης ἐν τῶι Περὶ τῆς ἀντιδόσεως [s. A 6]. Ἴωνος τοῦ τῆς τραγωιδίας ποιητοῦ μνημονεύοι ἂν νῦν ὁ ῥήτωρ, ὃς ἦν Χῖος μὲν γένος, υἱὸς δὲ Ὀρθομένους, ἐπίκλησιν δὲ Ξούθου. ἔγραψε δὲ καὶ μέλη πολλὰ καὶ τραγωιδίας καὶ φιλόσοφόν τι σύγγραμμα τὸν Τριαγμὸν ἐπιγραφόμενον, ὅπερ Καλλίμαχος ἀντιλέγεσθαί φησιν ὡς Ἐπιγένους. ἐν ἐνίοις δὲ καὶ πληθυντικῶς ἐπιγράφεται Τριαγμο ί, καθὰ Δημήτριος ὁ Σκήψιος καὶ Ἀπολλωνίδης ὁ Νικαεύς. ἀναγράφουσι κτλ. [s. B 1].
2 ARISTOPH. Pax [Frühj. 421] 832ff. οὐκ ἦν ἄρ’ οὐδ’ ἃ λέγουσι, κατὰ τὸν ἀέρα ὡς ἀστέρες γιγνόμεθ’, ὅταν τις ἀποθάνηι; —μάλιστα. —καὶ τίς ἐστιν ἀστὴρ νῦν ἐκεῖ Ἴων ὁ Χῖος; —ὅνπερ ἐποίησεν πάλαι ἐνθάδε, τὸν Ἀοῖόν ποθ’· ὡς δ’ ἦλθ’, εὐθέως Ἀοῖον αὐτὸν πάντες ἐκάλουν ἀστέρα. SCHOL. Ἴων ὁ Χῖος: διθυράμβων καὶ τραγωιδίας καὶ μελῶν ποιητής. ἐποίησε δὲ ὠιδήν, ἧς ἡ ἀρχή ‘ ἀοῖον ἀεροφοίταν ἀστέρα μείνωμεν ἀελίου λευκῆι πτέρυγι πρόδρομον ‘ [fr. 9 Diehl]. φαίνεται δὲ τετελευτηκὼς ἐκ τούτων. παίζων οὖν ὁ Ἀριστοφάνης Ἀοῖον αὐτόν φησιν ἀστέρα κληθῆναι. περιβόητος δὲ ἐγένετο. ἔγραψε δὲ καὶ κωμωιδίας καὶ ἐπιγράμματα καὶ παιᾶνας καὶ ὕμνους καὶ σκολιὰ καὶ ἐγκώμια καὶ ἐλεγεῖα, καὶ καταλογάδην τὸν Πρεσβευτικὸν λεγόμενον, ὃν νόθον ἀξιοῦσιν εἶναί τινες καὶ οὐχὶ αὐτοῦ. φέρεται δὲ αὐτοῦ καὶ Κτίσις [Χίου] καὶ Κοσμολογικὸς [d. i. Τριαγμό ς] καὶ Ὑπομνήματα [d. i. Ἐπιδημίαι] καὶ ἄλλα τινά. —καὶ πάνυ δόκιμος ἦν. φασὶ δὲ αὐτὸν ὁμοῦ διθύραμβον καὶ τραγωιδίαν ἀγωνισάμενον ἐν τῆι Ἀττικῆι νικῆσαι, καὶ εὐνοίας χάριν προῖκα Χῖον οἶνον πέμψαι Ἀθηναίοις (Σωκράτους δὲ τοῦ φιλοσόφου ἔστιν εἰς αὐτὸν λόγος λεγόμενος Ἴων). μέμνηται αὐτοῦ καὶ Καλλίμαχος ἐν τοῖς Χωλιάμβοις [fr. 83 b Schn.], ὅτι πολλὰ ἔγραψε.
3 SUID. Ἴων Χῖος. τραγικὸς καὶ λυρικὸς καὶ φιλόσοφος, υἱὸς Ὀρθομένους, ἐπίκλησιν δὲ Ξούθου. ἤρξατο δὲ τὰς τραγωιδίας διδάσκειν ἐπὶ τῆς πβ ὀλυμπιάδος [452—449]. δράματα δὲ αὐτοῦ ιβ , οἱ δὲ λ , ἄλλοι δὲ μ φασίν. (οὗτος ἔγραψε περὶ μετεώρων καὶ συνθέτους λόγους· ὃν παίζων Ἀριστοφάνης ὁ κωμικὸς Ἀοῖόν φησι. οὗτος τραγωιδίαν νικήσας Ἀθήνησιν ἑκάστωι τῶν Ἀθηναίων ἔδωκε Χῖον κεράμιον.)
4 [LONGIN.] de subl. 33, 5 τί δ’; ἐν μέλεσι μᾶλλον ἂν εἶναι Βακχυλίδης ἕλοιο ἢ Πίνδαρος, καὶ ἐν τραγωιδίαι Ἴων ὁ Χῖος ἢ νὴ Δία Σοφοκλῆς; ἐπειδὴ οἱ μὲν ἀδιάπτωτοι καὶ ἐν τῶι γλαφυρῶι πάντη κεκαλλιγραφημένοι, ὁ δὲ Πίνδαρος καὶ ὁ Σοφοκλῆς ὁτὲ μὲν οἷον πάντα ἐπιφλέγουσι τῆι φορᾶι, σβέννυνται δ’ ἀλόγως πολλάκις καὶ πίπτουσιν ἀτυχέστατα. ἦ οὐδεὶς ἂν εὖ φρονῶν ἑνὸς δράματος, τοῦ Οἰδίποδος, εἰς ταὐτὸ συνθεὶς τὰ Ἴωνος ἀντιτιμήσαιτο ἑξῆς.
5 C.I.G. I 395 = ed. min. 604 [Ἴ]ων ἀνέθηκεν ἄγ[αλμα — —τ]ῆι Ἀθηναίηι.
6 ISOCR. XV 268 τοὺς λόγους τοὺς τῶν παλαιῶν σοφιστῶν, ὧν ὁ μὲν ἄπειρον τὸ πλῆθος ἔφησεν εἶναι τῶν ὄντων, Ἐμπεδοκλῆς δὲ τέτταρα καὶ Νεῖκος καὶ Φιλίαν ἐν αὐτοῖς, Ἴων δ’ οὐ πλείω τριῶν. PHILOP. d. gen. et corr. p. 207, 18 Vit. πῦρ μὲν καὶ γῆν Παρμενίδης ὑπέθετο, ταὐτὰ δὲ μετὰ τοῦ ἀέρος Ἴων ὁ Χῖος ὁ τραγωιδοποιός, Ἐμπεδοκλῆς δὲ τὰ τέσσαρα ὑπέθετο.
7 AËT. II 25, 11 (D. 356) (περὶ σελήνης οὐσίας) Ἴων σῶμα τῆι μὲν ὑελοειδὲς διαυγές, τῆι δ’ ἀφεγγές.