Callimachus of Cyrene the Poet and Scholar To Zeus in Greek
"To Zeus" is a poetic hymn by the Hellenistic poet and scholar Callimachus of Cyrene, composed in the 3rd century BCE. As the first of his six surviving hymns, it is a sophisticated literary work written in the epic hexameter meter. The 96-line poem adheres to traditional hymnic structure, opening with an invocation that questions how best to praise the supreme god. It proceeds to narrate the mythological birth of Zeus on Crete, his concealed infancy in a cave to evade his father Cronus, and his eventual ascension as the sovereign king of gods and mortals. Callimachus engages with local Cretan traditions while simultaneously referencing and subtly critiquing earlier poetic accounts, notably employing the proverbial "Cretans are always liars" to question the location of the god's tomb.
Transmitted through medieval manuscripts, primarily an 11th-century codex, the hymn is a complete and well-preserved text. Modern scholarship interprets it not as a piece for religious ritual but as a polished composition intended for recitation within the learned court of Ptolemaic Alexandria. The work is understood to honor Zeus while also offering a nuanced compliment to Callimachus's royal patron, Ptolemy II Philadelphus, whose kingship was often symbolically linked to the god's universal rule. The poem exemplifies Callimachus's characteristically erudite and refined style, which exercised a profound influence on subsequent Roman poets, including Virgil and Ovid.
| 1 | ΕΙΣ ΔΙΑ Ζηνὸς ἔοι τί κεν ἄλλο παρὰ σπονδῇσιν ἀείδειν λώϊον ἢ θεὸν αὐτόν, ἀεὶ μέγαν, αἰὲν ἄνακτα, Πηλαγόνων ἐλατῆρα, δικασπόλον Οὐρανίδῃσι; πῶς καί νιν, Δικταῖον ἀείσομεν ἠὲ Λυκαῖον; ἐν δοιῇ μάλα θυμός, ἐπεὶ γένος ἀμφήριστον. Ζεῦ, σὲ μὲν Ἰδαίοισιν ἐν οὔρεσί φασι γενέσθαι, Ζεῦ, σὲ δ’ ἐν Ἀρκαδίῃ· πότεροι, πάτερ, ἐψεύσαντο; ‘Κρῆτες ἀεὶ ψεῦσται‘· καὶ γὰρ τάφον, ὦ ἄνα, σεῖο Κρῆτες ἐτεκτήναντο· σὺ δ’ οὐ θάνες, ἐσσὶ γὰρ αἰεί. |
| 2 | ἐν δέ σε Παρρασίῃ Ῥείη τέκεν, ἧχι μάλιστα ἔσκεν ὄρος θάμνοισι περισκεπές· ἔνθεν ὁ χῶρος ἱερός, οὐδέ τί μιν κεχρημένον Εἰλειθυίης ἑρπετὸν οὐδὲ γυνὴ ἐπιμίσγεται, ἀλλά ἑ Ῥείης ὠγύγιον καλέουσι λεχώιον Ἀπιδανῆες. |
| 3 | ἔνθα ς’ ἐπεὶ μήτηρ μεγάλων ἀπεθήκατο κόλπων, αὐτίκα δίζητο ῥόον ὕδατος, ᾧ κε τόκοιο λύματα χυτλώσαιτο, τεὸν δ’ ἐνὶ χρῶτα λοέσσαι. Λάδων ἀλλ’ οὔπω μέγας ἔρρεεν οὐδ’ Ἐρύμανθος, λευκότατος ποταμῶν, ἔτι δ’ ἄβροχος ἦεν ἅπασα Ἀζηνίς· μέλλεν δὲ μάλ’ εὔυδρος καλέεσθαι αὖτις· ἐπεὶ τημόσδε, Ῥέη ὅτε λύσατο μίτρην, ἦ πολλὰς ἐφύπερθε σαρωνίδας ὑγρὸς Ἰάων ἤειρεν, πολλὰς δὲ Μέλας ὤκχησεν ἁμάξας, πολλὰ δὲ Καρίωνος ἄνω διεροῦ περ ἐόντος ἰλυοὺς ἐβάλοντο κινώπετα, νίσσετο δ’ ἀνήρ πεζὸς ὑπὲρ Κρᾶθίν τε πολύστιόν τε Μετώπην διψαλέος· τὸ δὲ πολλὸν ὕδωρ ὑπὸ ποσσὶν ἔκειτο. καί ῥ’ ὑπ’ ἀμηχανίης σχομένη φάτο πότνια Ῥείη· ‘Γαῖα φίλη, τέκε καὶ σύ· τεαὶ δ’ ὠδῖνες ἐλαφραί.‘ εἶπε καὶ ἀντανύσασα θεὴ μέγαν ὑψόθι πῆχυν πλῆξεν ὄρος σκήπτρῳ· τὸ δέ οἱ δίχα πουλὺ διέστη, ἐκ δ’ ἔχεεν μέγα χεῦμα· τόθι χρόα φαιδρύνασα, ὦνα, τεὸν σπείρωσε, Νέδῃ δέ σε δῶκε κομίσσαι κευθμὸν ἔσω Κρηταῖον, ἵνα κρύφα παιδεύοιο, πρεσβυτάτῃ Νυμφέων, αἵ μιν τότε μαιώσαντο, πρωτίστη γενεὴ μετά γε Στύγα τε Φιλύρην τε. οὐδ’ ἁλίην ἀπέτεισε θεὴ χάριν, ἀλλὰ τὸ χεῦμα κεῖνο Νέδην ὀνόμηνε· τὸ μέν ποθι πολὺ κατ’ αὐτό Καυκώνων πτολίεθρον, ὃ Λέπρειον πεφάτισται, συμφέρεται Νηρῆι, παλαιότατον δέ μιν ὕδωρ υἱωνοὶ πίνουσι Λυκαονίης ἄρκτοιο. εὖτε Θενὰς ἀπέλειπεν ἐπὶ Κνωσοῖο φέρουσα, Ζεῦ πάτερ, ἡ Νύμφη σε (Θεναὶ δ’ ἔσαν ἐγγύθι Κνωσοῦ), τουτάκι τοι πέσε, δαῖμον, ἄπ’ ὀμφαλός· ἔνθεν ἐκεῖνο Ὀμφάλιον μετέπειτα πέδον καλέουσι Κύδωνες. Ζεῦ, σὲ δὲ Κυρβάντων ἑτάραι προσεπηχύναντο Δικταῖαι Μελίαι, σὲ δ’ ἐκοίμισεν Ἀδρήστεια λίκνῳ ἐνὶ χρυσέῳ, σὺ δ’ ἐθήσαο πίονα μαζόν αἰγὸς Ἀμαλθείης, ἐπὶ δὲ γλυκὺ κηρίον ἔβρως. |
| (50) | γέντο γὰρ ἐξαπιναῖα Πανακρίδος ἔργα μελίσσης Ἰδαίοις ἐν ὄρεσσι, τά τε κλείουσι Πάνακρα. οὖλα δὲ Κούρητές σε περὶ πρύλιν ὠρχήσαντο τεύχεα πεπλήγοντες, ἵνα Κρόνος οὔασιν ἠχήν ἀσπίδος εἰσαΐοι καὶ μή σεο κουρίζοντος. |
| (50) | καλὰ μὲν ἠέξευ, καλὰ δ’ ἔτραφες, οὐράνιε Ζεῦ, ὀξὺ δ’ ἀνήβησας, ταχινοὶ δέ τοι ἦλθον ἴουλοι. ἀλλ’ ἔτι παιδνὸς ἐὼν ἐφράσσαο πάντα τέλεια· τῷ τοι καὶ γνωτοὶ προτερηγενέες περ ἐόντες οὐρανὸν οὐκ ἐμέγηραν ἔχειν ἐπιδαίσιον οἶκον. |
| (50) | δηναιοὶ δ’ οὐ πάμπαν ἀληθέες ἦσαν ἀοιδοί· φάντο πάλον Κρονίδῃσι διάτριχα δώματα νεῖμαι· τίς δέ κ’ ἐπ’ Οὐλύμπῳ τε καὶ Ἄϊδι κλῆρον ἐρύσσαι, ὃς μάλα μὴ νενίηλος; ἐπ’ ἰσαίῃ γὰρ ἔοικε πήλασθαι· τὰ δὲ τόσσον ὅσον διὰ πλεῖστον ἔχουσι. |
| (50) | ψευδοίμην, ἀίοντος ἅ κεν πεπίθοιεν ἀκουήν. οὔ σε θεῶν ἑσσῆνα πάλοι θέσαν, ἔργα δὲ χειρῶν, σή τε βίη τό τε κάρτος, ὃ καὶ πέλας εἵσαο δίφρου. θήκαο δ’ οἰωνῶν μέγ’ ὑπείροχον ἀγγελιώτην σῶν τεράων· ἅ τ’ ἐμοῖσι φίλοις ἐνδέξια φαίνοις. |
| (50) | εἵλεο δ’ αἰζηῶν ὅ τι φέρτατον· οὐ σύ γε νηῶν ἐμπεράμους, οὐκ ἄνδρα σακέσπαλον, οὐ μὲν ἀοιδόν· ἀλλὰ τὰ μὲν μακάρεσσιν ὀλίζοσιν αὖθι παρῆκας ἄλλα μέλειν ἑτέροισι, σὺ δ’ ἐξέλεο πτολιάρχους αὐτούς, ὧν ὑπὸ χεῖρα γεωμόρος, ὧν ἴδρις αἰχμῆς, ὧν ἐρέτης, ὧν πάντα· τί δ’ οὐ κρατέοντος ὑπ’ ἰσχύν; αὐτίκα χαλκῆας μὲν ὑδείομεν Ἡφαίστοιο, τευχηστὰς δ’ Ἄρηος, ἐπακτῆρας δὲ Χιτώνης Ἀρτέμιδος, Φοίβου δὲ λύρης εὖ εἰδότας οἴμους· ‘ἐκ δὲ Διὸς βασιλῆεσ‘, ἐπεὶ Διὸς οὐδὲν ἀνάκτων θειότερον· τῷ καί σφε τεὴν ἐκρίναο λάξιν. δῶκας δὲ πτολίεθρα φυλασσέμεν, ἵζεο δ’ αὐτός ἄκρῃς’ ἐν πολίεσσιν, ἐπόψιος οἵ τε δίκῃσι λαὸν ὑπὸ σκολιῇς’ οἵ τ’ ἔμπαλιν ἰθύνουσιν· ἐν δὲ ῥυηφενίην ἔβαλές σφισιν, ἐν δ’ ἅλις ὄλβον· πᾶσι μέν, οὐ μάλα δ’ ἶσον. ἔοικε δὲ τεκμήρασθαι ἡμετέρῳ μεδέοντι· περιπρὸ γὰρ εὐρὺ βέβηκεν. ἑσπέριος κεῖνός γε τελεῖ τά κεν ἦρι νοήσῃ· ἑσπέριος τὰ μέγιστα, τὰ μείονα δ’, εὖτε νοήσῃ. οἱ δὲ τὰ μὲν πλειῶνι, τὰ δ’ οὐχ ἑνί, τῶν δ’ ἀπὸ πάμπαν αὐτὸς ἄνην ἐκόλουσας, ἐνέκλασσας δὲ μενοινήν. χαῖρε μέγα, Κρονίδη πανυπέρτατε, δῶτορ ἐάων, δῶτορ ἀπημονίης. τεὰ δ’ ἔργματα τίς κεν ἀείδοι; οὐ γένετ’, οὐκ ἔσται· τίς κεν Διὸς ἔργματ’ ἀείσει; χαῖρε, πάτερ, χαῖρ’ αὖθι· δίδου δ’ ἀρετήν τ’ ἄφενός τε. |
| (50) | οὔτ’ ἀρετῆς ἄτερ ὄλβος ἐπίσταται ἄνδρας ἀέξειν οὔτ’ ἀρετὴ ἀφένοιο· δίδου δ’ ἀρετήν τε καὶ ὄλβον. |