eul_wid: mmg-af

Historical Fragments Anonymous On the History of the Successors in Greek

On the History of the Successors is a modern editorial title for a collection of four fragmentary passages attributed to a lost historical work concerning the wars of Alexander the Great's successors. These extremely brief passages, compiled under the designation FGrHist 155, offer anecdotal details rather than a continuous narrative. The sparse content suggests the original history covered events following Alexander's death in 323 BCE, touching upon court politics, dynastic struggles involving figures such as Cassander, and specific events related to the fate of Alexander's family. The work survives solely through these four fragments, which are quotations or paraphrases preserved within the texts of later ancient authors and are known exclusively from Felix Jacoby's scholarly compilation. While its direct influence is untraceable, the fragments represent one of the many lost sources that informed the later historiographical tradition on the Diadochi period. Their preservation indicates that some content was deemed noteworthy by later writers, though the work's overall impact was minimal compared to major surviving historical sources.

2b,155,F 1 ὅτι Ἀλεξάνδρου τελευτήσαντος ἐναπελείφθησαν αἱ γυναῖκες αὐτοῦ καὶ παῖς ἀτελής, ὃν ἐγέννησεν ἐκ τῆς Ῥωξάνης. στασιαζόντων δὲ τῶν περὶ αὐτὸν περὶ τῆς βασιλείας ἐτάχθη βασιλεύειν ὁ ὁμοπάτριος ἀδελφὸς Ἀλεξάνδρου ὁ Ἀρριδαῖος, ὁ καὶ Φίλιππος ὕστερον ὀνομασθείς, μέχρις οὗ φθάσηι εἰς ἀνήκουσαν ἡλικίαν ὁ Ἀλεξάνδρου παῖς. (2) ἐπεὶ δὲ ἦν νωθρὸς ὁ Ἀρριδαῖος, ἔτι δὲ καὶ ἐπιληπτικός, ἡιρέθη ἐπίτροπος καὶ ἐπιμελητὴς τῶν βασιλικῶν πραγμάτων ὁ Περδίκκας, ὧι δέδωκεν ὁ Ἀλέξανδρος τελευτῶν τὸν ἑαυτοῦ δακτύλιον ὡς πιστοτέρωι τῶν ἄλλων στρατηγῶν. ὃς συνδιασκεψάμενος δέδωκεν ἑκάστωι στρατηγῶι σατραπείαν διεξάγειν, μερίσας ἁπάσας οὔσας πλείους τῶν κδ . (3) ἀπελθόντες δὲ οὕτως εἰς τὰς ὁρισθείσας ἑκάστωι σατραπείας ἤρξαντο ὑπερβάθμιον τείνειν πόδα ὡς ἠδύνατο ἕκαστος. ὅθεν μεγάλας δυνάμεις λαβὼν ὁ Περδίκκας ἀπῆλθεν εἰς Αἴγυπτον πολεμήσων Πτολεμαίωι. ἔνθα καὶ ἐπιβουλευθεὶς ἐφονεύθη ὑπὸ τῶν ἑαυτοῦ οἰκείων. (4) εἶτα διεδέξατο τὴν ἐπιμέλειαν τῶν βασιλέων ὁ Ἀντίπατρος, ὃς καὶ αὐτὸς συνδιασκεψάμενος ἐνήλλαξε τὰς δοθείσας παρὰ τοῦ Περδίκκου σατραπείας ἄλλην ἄλλωι δούς, πλὴν Πτολεμαίου καὶ Λυσιμάχου· τούτους γὰρ οὐκ ἠδυνήθη μεταστῆσαι. δέδωκε δὲ ἄλλοις μὲν ἄλλας, Ἀντιγόνωι δὲ τὴν Σουσιανὴν σατραπείαν, Σελεύκωι δὲ τὴν τῆς Βαβυλῶνος· τὸν δὲ ἑαυτοῦ υἱὸν Κάσανδρον ἀπέδειξε χιλίαρχον. (5) εἶτα μετὰ καιρὸν τελευτήσαντος καὶ τοῦ Ἀντιπάτρου διεδέξατο τὴν ἐπιτροπὴν καὶ ἐπιμέλειαν τῶν βασιλικῶν πραγμάτων ὁ Πολυσπέρχων, ἐφ’ οὗ ἡ Ὀλυμπιὰς ἐδολοφόνησε τὸν Ἀρριδαῖον καὶ τὴν γυναῖκα αὐτοῦ Εὐρυδίκην. (6) εἶτα ὁ Κάσανδρος μισθωσάμενός τινας τῶν βασιλικῶν διακόνων ἐδολοφόνησε τήν τε Ὀλυμπιάδα καὶ Ῥωξάνην καὶ τὸν υἱὸν αὐτῆς τὸν Ἀλέξανδρον τὸν υἱὸν Ἀλεξάνδρου, ὃς ἔμελλεν εἶναι διάδοχος τῆς ὅλης βασιλείας. ἐγένετο δὲ ταῦτα ἐν Μακεδονίαι ⟦ τῆς Ὀλυμπιάδος τῆς μητρὸς Ἀλεξάνδρου ⟧ . (7) ἐντεῦθεν σύγχυσις ἐγένετο τῶν σατραπειῶν, καὶ ἐπεβούλευον ἄλλοι ἄλλοις καὶ προσετίθουν ταῖς ἑαυτῶν καὶ μείζονας περιεβάλλοντο δυνάμεις οἱ πανουργότεροι καὶ ἐφόνευον τοὺς ἀσθενεστέρους. ἐμεγαλύνθη δὲ ὑπὲρ τοὺς πολλοὺς ὁ Ἀντίγονος μετὰ τοῦ αὐτοῦ υἱοῦ τοῦ Πολιορκητοῦ Δημητρίου. διὸ καὶ ὠνόμασεν ἑαυτὸν βασιλέα καὶ ἐφόρεσε διάδημα. ἰδόντες δὲ καὶ οἱ ἕτεροι, ὅσοι οὐκ ἠλαττοῦντο αὐτοῦ, ἐφόρεσαν κἀκεῖνοι διάδημα καὶ ὠνόμασαν ἑαυτοὺς βασιλεῖς, ὅ τε Πτολεμαῖος ἐν Αἰγύπτωι καὶ Συρίαι καὶ ὁ Λυσίμαχος ἐν Θράικηι καὶ ὁ Σέλευκος ἐν Βαβυλῶνι, ὃς ἀποθανόντος Ἀντιγόνου ἦρξε πάσης Ἀσίας· καὶ κατὰ διαδοχὴν οἱ αὐτοῦ υἱοί.
2b,155,F 2 ὅτι τὸ σῶμα τοῦ Ἀλεξάνδρου μετὰ θάνατον κατήγαγον οἱ Μακεδόνες εἰς Ἀλεξάνδρειαν ἐκ Βαβυλῶνος, κοσμήσαντες αὐτὸ πάνυ πολυτελῶς καὶ πλείστου χρυσοῦ καὶ ἀργύρου περιθέντες ἀναλώματα καὶ καλλωπισμόν· κατήγαγον δὲ μετὰ πολλῆς καὶ πεπληθυσμένης δοφυφορίας. (2) εἶτα ἐκεῖθεν διεβίβασαν εἰς Μακεδονίαν τὴν Ῥωξάνην μετὰ τοῦ σὺν Ἀλεξάνδρωι γενομένου αὐτῆι παιδὸς ὀνομαζομένου Ἀλεξάνδρου καὶ αὐτοῦ. διεβίβασαν δὲ καὶ Φίλιππον τὸν Ἀρριδαῖον, ὃς βασιλεύσας ὑπὸ ἐπιτρόποις ἔτη ϛ καὶ μῆνας δ ἐφονεύθη μετὰ τῆς γυναικὸς αὐτοῦ Εὐρυδίκης ἀπηνῶς παρὰ τῆς ⟦ Κλεοπάτρασ ⟧ μητρυιᾶς αὐτοῦ τῆς Ὀλυμπιάδος. (3) ὕστερον δὲ μετὰ καιρὸν ὀλίγον ἐφονεύθη καὶ αὐτὴ ἡ Ὀλυμπιὰς σὺν τῆι νύμφηι Ῥωξάνηι καὶ τῶι ἐγγόνωι Ἀλεξάνδρωι ἀπηνῶς παρὰ τοῦ υἱοῦ τοῦ Ἀντιπάτρου τοῦ Κασάνδρου. (4) ὃς Κάσανδρος μετὰ τοὺς τοιούτους φόνους ἔγημε τὴν Θεσσαλονίκην τὴν ὁμοπάτριον ἀδελφὴν τοῦ μεγάλου Ἀλεξάνδρου. ἥτις Θεσσαλονίκη ἔκτισεν ὕστερον τὴν Θεσσαλονίκην· ὁ δὲ ἀνὴρ αὐτῆς ὁ Κάσανδρος ἔκτισεν τὴν Κασάνδρειαν.
2b,155,F 3 ὅτι ὁ Εὐμένης σοφὸς ὢν ἐκ τῶν στρατηγῶν καὶ διαδόχων Ἀλεξάνδρου ἐτήρησε στοργὴν ἀδολωτάτην πρὸς τὸν Ἀλέξανδρον καὶ τεθνεῶτα, καὶ ἐπολέμησεν πολλάκις πρὸς τοὺς ἐπεμβαίνοντας τοῖς βασιλικοῖς πράγμασι, καὶ ἐνίκησε μεγάλους πολέμους καὶ στρατηγοὺς μεγάλους ἐκ τῶν Μακεδόνων. (2) εἶτα ἐπεὶ ὁ Ἀντίγονος πλεονεκτῶν καὶ αὐξανόμενος ἐβούλετο νοσφίζεσθαι καὶ τὸ τῆς βασιλείας ὄνομα, ἐδεήθησαν οἱ βασιλεῖς τοῦ Εὐμένους εἰς βοήθειαν ἥ τε Ὀλυμπιὰς καὶ ὁ Ἀρριδαῖος ὁ Φίλιππος καὶ ἡ Ῥωξάνη διὰ γραμμάτων βασιλικῶν. ὃς καὶ ἐπικαμφθεὶς ταῖς ἐκείνων δεήσεσιν ἀνῆλθεν εἰς τὰς ἐπέκεινα τῆς Βαβυλωνίας σατραπείας, καὶ συναγαγὼν μεγάλας ἐκεῖθεν δυνάμεις ἐπολέμησε τῶι Ἀντιγόνωι. καὶ δὶς καὶ τρὶς καὶ νενίκηκε, τάχα δ’ ἂν καὶ ἐς τὸ παντελὲς ἠφάνιζεν, εἰ μή τινες τῶν περὶ αὐτὸν φίλων ἐπιβουλεύσαντες συνέλαβον καὶ δεδώκασι τῶι Ἀντιγόνωι. τούτου δὲ γενομένου ηὐξήθη ἐς μέγιστον ὁ Ἀντίγονος καὶ ἦν τοῖς ὅλοις ἀπρόσμαχος.
2b,155,F 4 ὅτι νικήσας, ὡς εἴρηται, ὁ Πτολεμαῖος ἐν Αἰγύπτωι τὸν Περδίκκαν ἔλαβε τὰ αὐτοῦ στρατεύματα ὅσα ἤθελεν, ἔλαβε δὲ καὶ τὴν αὐτοῦ γυναῖκα Κλεοπάτραν τὴν ὁμοπάτριον ἀδελφὴν τοῦ μεγάλου Ἀλεξάνδρου καὶ εἶχεν αὐτὴν εἰς γάμου κοινωνίαν σὺν ταῖς ἄλλαις αὐτοῦ γυναιξίν. ἦν δὲ ἡ Κλεοπάτρα αὕτη θυγάτηρ μὲν τοῦ Φιλίππου, ἀλλ’ ἐξ ἄλλης γυναικός, Κλεοπάτρας κἀκείνης λεγομένης.