Historical Fragments Anonymous On Lesbos in Greek
_On Lesbos_ is a lost work of ancient Greek local history, or horography, concerning the island of Lesbos. It survives only in two brief fragments transmitted by later scholarly sources. The first fragment, cited by the grammarian Herodian in his work _On Peculiar Diction_, records that a harbor known as Euripos was historically named Maloeis. The second, preserved by Stephanus of Byzantium in his geographical lexicon _Ethnica_, identifies Pyrrha as a village on the island. These excerpts demonstrate the work's focus on archaic toponymy and local geographical detail. Known exclusively through these indirect citations from the second and sixth centuries CE, the text has no independent manuscript tradition. As a representative of local historiography, _On Lesbos_ served as a source of rare lexical and antiquarian data for later grammarians and geographers, contributing to the historical geographical knowledge of the late antique and Byzantine periods.
| 3b,479,F 1 | PARTHEN. Narr. am. 21: Περὶ Πεισιδίκης. λέγεται δὲ καὶ ὅτε Ἀχιλλεὺς πλέων τὰς προσεχεῖς τῆι ἠπείρωι νήσους ἐπόρθει, προσσχεῖν αὐτὸν Λέσβωι· ἔνθα δὴ καθ’ ἑκάστην τῶν πόλεων αὐτὸν ἐπιόντα κεραίζειν. (2) ὡς δὲ οἱ Μήθυμναν οἰκοῦντες μάλα κρατερῶς ἀντεῖχον, καὶ ἐν πολλῆι ἀμηχανίαι ἦν διὰ τὸ μὴ δύνασθαι ἑλεῖν τὴν πόλιν, Πεισιδίκην τινὰ Μηθυμναίαν, τοῦ βασιλέως θυγατέρα, θεασαμένην ἀπὸ τοῦ τείχους τὸν Ἀχιλλέα ἐρασθῆναι αὐτοῦ, καὶ οὕτως τὴν τροφὸν διαπεμψαμένην ὑπισχνεῖσθαι ἐγχειρίσειν αὐτῶι τὴν πόλιν, εἴγε μέλλοι αὐτὴν γυναῖκα ἕξειν. (3) ὁ δὲ τὸ μὲν παραυτίκα καθωμολογήσατο· ἐπεὶ μέντοι ἐγκρατὴς 〈τῆσ〉 πόλεως ἐγένετο, νεμεσήσας ἐπὶ τῶι δρασθέντι προυτρέψατο τοὺς στρατιώτας καταλεῦσαι τὴν κόρην. (4) μέμνηται τοῦ πάθους τοῦδε καὶ ὁ τὴν Λέσβου κτίσιν ποιήσας ἐν τοῖσδε· « ἔνθα δὲ Πηλείδης κατὰ μὲν κτάνε Λάμπετον Ἴρο υ , / ἐκ δ ’ Ἱκετάονα πέφνε ν , ἰθαιγενέος Λεπετύμνου / υἱέα Μηθύμνης τ ε , καὶ ἀλκηέστατον ἄλλων / αὐτοκασίγνητον Ἑλικάονος ἔνδοθι πάτρης / †τηλίκον Ὑψίπυλο ν · θαλερὴ δέ μιν ἄασε Κύπρι ς . / ἣ γὰρ ἐ π ’ Αἰακίδηι κούρηι φρένας ἐκπτοίησεν / Πεισιδίκη ι , ὅτε τόν γε μετὰ προμάχοισιν Ἀχαιῶν / χάρμηι ἀγαλλόμενον θηέσκετ ο , πολλὰ δ ’ ἐς ὑγρὴν / ἠέρα χεῖρας ἔτεινεν ἐελδομένη φιλότητο ς» . εἶτα μικρὸν ὑποβάς· « δέκτο μὲν αὐτίκα λαὸν Ἀχαιικὸν ἔνδοθι πάτρης / παρθενικὴ κληῖδας ὑποχλίσσασα πυλάω ν · / ἔτλη δ ’ οἷσιν ἰδέσθαι ἐν ὀφθαλμοῖσι τοκῆας / χαλκῶι ἐληλαμένους καὶ δούλια δεσμὰ γυναικῶν / ἑλκομένων ἐπὶ νῆας ὑποσχεσίηι ς ’ Ἀχιλῆο ς , / ὄφρα νυὸς γλαυκῆς Θέτιδος πέλο ι , ὄφρα οἱ εἶεν / πενθεροὶ Αἰακίδα ι , Φθίηι δ ’ ἐνὶ δώματα ναίοι / ἀνδρὸς ἀριστῆος πινυτὴ δάμαρ ( οὐ δ ’ ὅ γ ’ ἔμελλεν / τὰ ῥέξει ν) , ὀλοῶι δ ’ ἐπαγάσσετο πατρίδος οἴτω ι . / ἔν θ ’ ἥ γ ’ αἰνότατον γάμον εἴσιδε Πηλείδαο / Ἀργείων ὑπὸ χερσὶ δυσάμμορο ς , οἵ μιν ἔπεφνον / πανσυδίηι θαμινῆισιν ἀράσσοντες λιθάδεσσι ν» . |
| 3b,479,F 2 | PAUSAN. 10, 19, 3: τὸ ἀπὸ τούτου δὲ ἔρχομαι διηγησόμενος λόγον Λέσβιον. ἁλιεῦσιν ἐν Μηθύμνηι τὰ δίκτυα ἀνείλκυσεν ἐκ θαλάσσης πρόσωπον ἐλαίας ξύλου πεποιημένον· τοῦτο ἰδέαν παρείχετο φέρουσαν μὲν [τοι] ἐς τὸ θεῖον, ξένην δὲ καὶ ἐπὶ θεοῖς Ἑλληνικοῖς οὐ καθεστῶσαν. εἴροντο οὖν οἱ Μηθυμναῖοι τὴν Πυθίαν ὅτου θεῶν ἢ καὶ ἡρώων ἐστὶν ἡ εἰκών, ἡ δὲ αὐτοὺς σέβεσθαι Διονύσου κεφαλὴν Φαλλῆνος ἐκέλευσεν. ἐπὶ τούτωι οἱ Μηθυμναῖοι ξόανον μὲν τὸ ἐκ τῆς θαλάσσης παρὰ σφίσιν ἔχοντες καὶ θυσίαις καὶ εὐχαῖς τιμῶσι, χαλκοῦν δὲ ἀποπέμπουσιν ἐς Δελφούς. |