eul_wid: mmg-ae

Historical Fragments Anonymous History of Heracles, Alban Tablet in Greek

The History of Heracles, also referenced as the Alban Tablet, is an anonymous historical or mythographical compilation. Its title indicates an epitomized account of the stories surrounding the hero Heracles, likely derived from earlier traditions that treated mythological narratives as a form of pseudo-history. The significance of the designation "Alban Tablet" remains unclear, though it may obliquely refer to a legendary record from Alba Longa in Latium, a connection otherwise unattested in surviving sources concerning Heracles. The work's specific content is not preserved in any known manuscript tradition or major collection of Greek fragments, rendering its precise nature and transmission history uncertain. It may represent a completely lost work or a modern scholarly grouping of disparate excerpts. Based on its title, it would have encompassed core themes of the Heracles cycle, including his labors and ancillary deeds, his apotheosis and establishment of cult, his role as a civilizing hero, and foundation myths, potentially with an Italian focus. While this particular compilation itself lacks a demonstrable historical influence, it exemplifies the enduring antiquarian practice of systematizing heroic myth, reflecting the figure of Heracles as a pan-Mediterranean cultural icon whose legends were extensively adopted and adapted, particularly within Roman historiography and foundation narratives.

1a,40,F 1a I G XIV 1293: Ἡρακλέους πράξεις. / Ἡρακλῆς . νν . α γενόμενος / Μ̣ι̣ν̣υ̣ᾶ̣ν̣ (?) Ὀ̣ρ̣χομενὸν εἷλε τὰν / πόλιν Ἐργῖνον φονεύσας τὸν / βασιλέα κ̣α̣ὶ̣ τ̣ὰ̣ν̣ λ̣ί̣μ̣ναν ἐπὶ / τοῦ πεδίου ........ αὐτοῖς ἀπο/φράξας [ποτα]μόν. καὶ εἰς Λυ/δίαν ἐστρατεύσατο ποτ’ Ὀμ/φ̣ά̣λ̣α̣ν̣ τ̣ὰ̣ν̣ Ἰ̣α̣ρ̣δ̣ά̣ν̣ο̣υ̣ κ̣α̣ὶ̣ Μ̣α̣ί̣/ο̣ν̣α̣ς̣ α[ὐτᾶι] ὑ̣π̣α̣κ̣ό̣ο̣υ̣ς̣ ἐποίη/σε Κ[ίον τ]ε̣ ἔ̣κ̣τ̣ι̣σ̣ε̣ (?) πόλιν Πολ̣ύ̣/φαμο[ν βασιλέ]α̣ [ἐ]πιστάσα/ς. Λ̣α̣ο̣μ̣έ̣δ̣ο̣ν̣τ̣ι̣ [δὲ] ἐβ̣ο̣ά̣θ̣/ησε Τ[ρωάδος β]α̣σ̣ι̣λ̣ε̣ῖ̣ πολι[ορκουμένωι ὑπὸ] κήτεος· καὶ / ἀτε[ιμασθεὶς] Ἡρακλῆς ὑπὸ Λα/ομέδοντος εἰς Ἄργος ἀπελύ/[θη. ἱδρυ]σάμενος δ’ ἐν Τίρυνθι τέ/μενος Ἐνυαλίου μετὰ / Τελαμῶνος τε καὶ Πη/λέως [καὶ] Ὀικλέος ἐπὶ / Τροίαν στρατευσάμε/νος εἷλεν τὰν πόλιν, / Λαομέδοντα καὶ τοὺς υἱ/οὺς ἀ̣π̣ο̣κ̣τ̣ε̣ί̣ν̣α̣ς̣ π̣λὰν Π̣ρ̣ι̣ά̣μ̣ο̣υ̣· [Τελαμ]ών τε Ἡ̣σ̣ι̣ό̣ν̣α̣ν̣ ἔ̣λ̣α̣β̣εν τὰν / Π̣ρ̣ι̣ά̣μ̣ο̣υ̣ ἀδελφάν, ἐξ̣ / ἇς Τ[εῦκρον υἱὸν ἔ]θετο. / ἐπ ** ο̣πλο̣ / ω̣ν̣α̣ . α̣ .... ἔ̣λ̣αβ̣ε / [Κῶ τὴν Μερο]πίδα φ̣ο/ν̣ε̣ύσα̣ς̣ [Εὐρύπυλο]ν, καὶ / [Χαλκιόπαι μιγεὶς ἐξ] αὐτᾶς [υἱὸν ἔθετο] Θεσσαλόν. / ** Ἴ̣φ̣ι̣τ̣ο̣ς̣ / ** εἰς] Τ̣ί̣ρ̣υνθ̣α̣ / πόλιν ..... ι̣ους ολε/θ̣ρ̣ι̣α̣ς̣ ...... ος . ορ / ε̣ι̣ς̣ ** α̣τ̣ι̣ο̣τ̣ο̣κ̣ / ν̣ς̣ ** λ̣ο̣ν̣ο̣ψ̣ο̣ι̣ μ̣ε̣τ̣ὰ̣ δ̣ὲ̣ / * λ̣α̣ο̣ν̣ Ἡ̣ρ̣α̣κ̣λ̣ῆ̣ς̣. ἐ̣π̣ὶ̣ / τ̣ὸ̣ν̣ * ε̣ύσα̣ς ὕδωρ / π̣ρ̣ο̣ ** ε̣ἰ̣ς̣ Α̣ἰ̣τ̣ω̣λ̣ί̣α̣ν̣ ἐ̣λ̣θ̣ὼν / ... ε ... ε̣σ̣ε̣ν̣ τ̣ο̣ὺ̣ς̣ π̣[α]ῖ̣δ̣[ας] / ** τ̣ι̣ω̣ν̣ μ̣ά̣[χ]α̣ι̣ / ** κ̣α̣ι̣ροις οἵτινες / ** τ̣ο̣ κ̣α̣τ̣ὰ̣ κ̣ρ̣ά̣/τ̣[ος * Αὐγέ]α̣ν̣ ἀ[πέ]κ̣τ̣[ει]/[νε καὶ τοὺς] υ̣ἱο̣ὺ̣ς̣ π̣λ̣ὰμ Φυ̣λέ̣/ω̣ς̣. [ἑλὼν δὲ] κ̣α̣ὶ̣ Π̣ύ̣λ̣ο̣ν̣ Ἡ̣ρ̣α̣κ̣[λῆς] / [κατὰ κράτος] κ̣α̣ὶ̣ Μ̣ε̣σσά̣ν̣α̣ν̣ / [Νηλέα] κ̣α̣ὶ̣ τ̣ο̣ὺς υἱοὺς ἀπές/φαξε πλὰν Νέστορος· Σπά/ρταν τε λαβὼν δορυάλωτ/ον, Ἱπποκόωντα καὶ τοὺς / παῖδας φονεύσας, Τυν[δάρεων σὺν] / Κάστορι καὶ Πολυδεύκαι / φεύγοντα κατάγαγε καὶ / ἔδωκε Λακεδαίμονα. / τουτῶ δὲ πάλιν εἰς Πί/σαν ἐλθὼν Διὸς Ὀλυμ/πίου ἀγωνίσσατο ⟦ καὶ ⟧ ἀγῶνα τὰ Ὀλύμπια πρῶτος ἀγωνιστάς· Δρύοπάς τε ἀπος/τάντας ἔλαβε καὶ / Φύλαντα τὸν / βασιλέα ἀπ/οσφάξας ἐκ / τᾶς θυγατέρος / αὐτοῦ / Μήδας υἱὸν ἔθετο Κτήσιπ/πον. Ἡρακλῆς μὲν οὖν Τραχ/εῖνα ὠικοδόμησε πόλιν καὶ Τι/ρυνθίους ἐν αὐτᾶι κατώικισε. το/υτῶ δ’ ἐπὶ Θράικαν στρατευσάμ/ενος Διομήδη ἐφόνευσε καὶ / Θράικας ἐκυρίευσε Αἶνόν τε λα/βὼν Σαρ̣πα̣δόνα τὸν ἄρχοντα ἀ/πέσφαξε· καὶ Θάσον ἑλὼν * / ωι καὶ Ἀλκαίωι παρέδωκε· Τορών/αν τε εἷλε, Πολύγονον καὶ Τηλέ/γονον ἀπέκτεινε· πόλιν τε / Ἄβδηρα ἐ̣π̣ὶ̣ Θ̣ρ̣ά̣ι̣κας Ἡρακλῆς ὤι/κισε τοῦ Θρονικοῦ υἱοῦ ἐπώνυ/μον Ἀβδήρου. καὶ Ζάταν καὶ / Κάλαιν υ̣ἱ̣ὼ̣ Β̣ο̣ρέα τοῦ Θ̣ραικὸς / Δικαιο[πολίτ]ας ἐπιβ̣ουλεύσαν[τας] / αὐτῶι παραδιώκων (?) κατάντεις (?) / αὐτοὺς εἰς θάλασσαν ἔρρειψεν. του/τῶ δὲ ἐπὶ Σκυθίαν διαβὰς Ἀρά[ξ]ην / μάχαι ἐνίκασε, τᾶι δὲ θυγατρὶ αὐτοῦ / συνγενόμενος Ἐχίδναι υἱοὺς Ἀ/γάθυρσον ἔθετο καὶ Σκύθαν. του/τῶ δ’ ἐπ’ Ἀμαζόνας ἦλθε καὶ ἐ/πὶ τὸν Θερμώδοντα ποταμόν, / ἐνίκασε μάχαι φονεύσας ⟦ α μά/χαι φονεύσας α ⟧ Ἱππολύταν· [Σιν]/ώπαν τε πόλιν Ἡρακλῆς ἑλὼν Ἀμ/αζόνας ἐξέβαλε καὶ Ἕλλανας / ἐν αὐτᾶι κατώικισε. ⟦ τουτῶ δ’ ἐπὶ / Θράικαν στρατευσάμενος Δι/ομήδην ἐφόνευσε ⟧ . Κάστωρ δὲ / καὶ Πολυδεύκα/[ς] Ἡ̣ρ̣α̣κ̣λ̣ * / * Ἄ̣μ̣υ̣κ̣ο̣ν̣ ἐ̣ν̣ί̣κ̣α̣σ̣α̣/ν μά̣χαι τ̣ὸ̣ν Βε̣β̣ρ̣ύκω̣ν βασιλ̣έ̣α̣. / Ἡρακλῆς δ’ ἐπὶ τὸν Ἰνδὸν ἦλθε / ποταμὸν καὶ πόλιν Ἡράκλειαν / τὰν ἐν Σίβαις οἰκίζει. Ἀμαζό/νες δ̣’ ἐ̣ς̣ τὰν Ἀττικὰν εἰ̣σ[έβα]/λον· Θησεὺς δὲ καὶ Πι̣ρ̣[ίθο]/ος αὐτὰς ἐνίκασαν [μάχαι]· / καὶ ἔλαβεν Θησεὺς αἰ[χμάλωτον] / τὰν Ἱππολύταν (?), ἐξ ἇ[ς υἱὸν] / Ἱππόλυτον ποιεῖται. Ἡρακλῆς δὲ ἐπὶ τὸ Κάλ[πεον] / ὄρος ἦλθε καὶ ⟦ ἐ̣πὶ τ̣ὸ̣ .... / ε̣ον ὄρος ἦλθε καὶ ⟧ * / νοει πολέμου λα̣β̣ * / οα̣ρπειωνιαιτου̣ * / ωσλιετιουεπισκο * / τουτῶ δὲ εἰς Αἰθιο[πίαν] / ἦλθε καὶ Ἠμαθίων[α ἐφό]/νευσε τὸν † Λαομέ[δον]/τος υἱὸν Τιθωνο[ῦ, καὶ] / Ἠμαθίωνος ἀπέ[δωκε] / τὰν βασιλή̣α̣ν [Μέμν]/ονι τῶ̣ι Τι̣[θωνοῦ * ]. / εἰς δὲ Α̣ἴγ̣[υπτον ἦλθε καὶ] / ἀπέκ̣τ̣ε̣[ινε Βούσειριν· ἐλ]/θὼν ὁ ****
1a,40,F 1b ‘Ἀμφιτρύων ὑπὲρ / Ἀλκαίου τρίπο/δ’ Ἀπόλλωνι.‘ / τοῦτον ὑπὲρ Ἡρακλέους / φασὶν δαφνηφορή/σαντος ἀνατεθῆναι· / τὸ γὰρ ἐξ ἀρχῆς οὐχ Ἡ/ρακλῆ ἀλλ’ Ἀλκαῖον / αὐτὸν καλεῖσθαι.
1a,40,F 1c οὕς ποθ’ ὑπ’ Εὐρυσθεῖος ἀναγκασθεὶς [τέλες’ ἄθλους]· / πρῶτα μὲν ἐν Νεμέαι βριερὸν κατέπεφνε λέοντα· / δεύτερον ὕδραν Λερναίαν ἔκτεινε· τρίτον δὲ / κάπρον ἐν Ἀρκαδίαι· στικτὴν ἔλαφον δὲ τέταρτον· / πέμπτον δὲ στρουθοὺς Στυμφαλίδος ἤλασε λίμνης· / ἕκτον θ’ Αὐγείαο ἐφόρει κόπρον· ἕβδομον ἐλθὼν / ἐκ Κρήτης ταῦρον μέγαν ἤγαγεν· ὄγδοον ἵππους / Θρήικης ἐξέλασεν Διομήδεος, Ἱππολύτης τε / ζωστῆρα ἐξεκόμισσεν Ἀμαζονίδος· δέκατον δὲ / [Γηρυό]νην ἔκτεινε [καὶ ἤ]γαγε βοῦς ἀγελαίας· / ἑνδέκατον δ’ ἐξ Ἅιδου ἀνήγαγε [Κέρβερον αἰνόν·] / Ἑσπερίδων δ’ ἤνεγκε μολὼν [ἐπὶ τέρματα γαίης] / χρύσεα μῆλα, δράκοντα λαθ[ὼν * ] / δώδεκα μὲν τούσδ’ ἐξε[τέλεσσε τότ’, αὐτὰρ ἔπειτα] / Βούσειριν μὲν ἐν Αἰγύπτ[ωι κτάνεν, ἐν Λιβύηι δὲ] / Ἀνταῖον· Φολόην Κεντ[αύρων ἐξεκάθηρεν]· / Κύκνον ἰδ’ ἀε/τόν, ὃς τὸ [Προμηθέος ἤσθιεν ἧπαρ·] / ἐν Λυδοῖς πύματον **
1a,40,F 1d Ἥρας Ἀργείας ἱέρεια / Ἀδμάτα Εὐρυσθέως / καὶ Ἀδμάτας τᾶς Ἀμφι/δάμαντος ἔτη νη .