eul_wid: ums-aa

Geographical Work Anonymous Parthian Stations in Greek

The Parthian Stations is a concise geographical itinerary, traditionally attributed to Isidore of Charax, composed in Koine Greek likely during the late 1st century BCE or early 1st century CE. It details the principal overland trade route from the eastern frontier of the Roman Empire, across the territory of the Parthian Empire, to the approaches of India. Functioning as a practical guide, it systematically lists the stopping points along the road, measures the intervening distances in the Persian unit known as the schoenus, and frequently notes the character of settlements, identifying them as Greek cities, villages, fortified posts, or royal residences. The surviving text is fragmentary, preserved not as an independent manuscript but through excerpts incorporated into the later Geographica of the 6th-century Byzantine scholar Stephanus of Byzantium. Its structure unfolds as a sequential series of passages corresponding to segments of the journey. The work includes a dedication to a "Caesar," whom modern scholars identify as either the emperor Augustus or a subsequent successor, indicating it was compiled for Roman administrative, military, or commercial purposes. It stands as a vital historical source, reflecting the significant trade and diplomatic activity along this crucial Silk Road corridor and providing invaluable evidence for the historical geography of the Parthian realm and ancient long-distance trade networks.

11 1. Διαβάντων τὸν Εὐφράτην κατὰ Ζεῦγμα, πόλις ἐστὶν Ἀπάμεια, εἶτα Δαίαρα κώμη. Ἀπέχει δὲ Ἀπαμείας καὶ τοῦ Εὐφράτου ποταμοῦ σχοίνους γ΄. Εἶτα Χάραξ Σίδου, ὑπὸ δὲ Ἑλλήνων Ἀνθεμουσιὰς πόλις, σχοῖνοι ε΄· μεθʼ ἣν Κοραία ἡ ἐν Βατάνῃ, ὀχύρωμα, σχοῖνοι γʼ. Ἐν δεξιοῖς ταύτης Μαννούορρα Λὐυρὴθ, ὀχύρωμα καὶ κρήνη, ἐξ ἧς ἄρδουσιν οἱ ἐγχώριοι, σχοῖνοι ε΄. Εἶτα Κομμισίμβηλα ὀχύρωμα· παραρρεῖ δὲ ποταμὸς Βίληχα, σχολνοι δ΄. Εἶτα Ἄλαγμα ὀχύρωμα, σταθμὸς βασιλικὸς, σχοῖνοι γ΄· μεθʼ ὃν Ἴχναι πόλις Ἑλληνὶς, Μακεδόνων κτίσμα· κεῖται δʼ ἐπὶ Βάλιχα ποταμοῦ, σχοῖνοι γ΄. Εἶτα Νικηφόριον παῤ Εὐφράτην πόλις Ἑλληνὶς, κτίσμα Ἀλεξάνδρου βασιλέως, σχοῖνοι ε΄. Ἔνθεν παραποταμία Γαλάβαθα, κώμη ἔρημος, σχοῖνοι δ΄, Εἶτα Χουμβανὴ κώμη, σχοῖνος α΄ ἔνθεν Θιλλάδα Μιρράδα, σταθμὸς βασιλικὸς, σχοῖνοι δ΄, βασίλεια, Ἀρτέμιδος ἱερὸν, Δαρείου κτίσμα, κωμόπολις· ἐνταῦθα Σεμιράμιδός ἐστι διῶρυξ, καὶ λίθοις πέφρακται ὁ Εὐφράτης, ἵνα στενοχωρούμενος ὑπερκλύζῃ τὰ πεδία· θέρους μέντοι ναυαγεῖ τὰ πλοῖα, Εἶτα Ἀλλὰν κωμόπολις, σχοῖνοι δ΄· ἔνθεν Βηονὰν, Ἀρτέμιδος ἱερὸν, σχοῖνοι δ΄. Εἶτα Φάλιγα κώμη πρὸς τῷ Εὐφράτῃ· λέγοιτο δʼ ἂν ἑλληνιστὶ μεσοπορικὸν, σχοῖνοι Ϛ΄. Ἀπὸ Ἀντιοχείας ἕως τούτου σχοῖνοι ρκ΄· ἐντεῦθεν δὲ ἐπὶ Σελεύκειαν τὴν πρὸς τῷ Τίγριδι σχοῖνοι ρ΄. Παράκειται δὲ τῆ Φάλιγα κωμόπολις Ναβαγὰθ, καὶ παραρρεῖ αὐτὴν ποταμὸς Ἀβούρας, ὃς ἐμβέλλει εἰς τὸν Εὐφράτην· ἐκεῖθεν διαβαίνει τὰ στρατόπεδα εἰς τὴν κατὰ Ῥωμαίους πέραν. Εἶτα Ἄσιχα κώμη, σχοῖνοι δʼ· ἔνθεν Δοῦρα Νικάνορος πόλις, κτίσμα Μακεδόνων, ὑπὸ δὲ Ἑλλήνων Εὔρωπος καλεῖται, σχοῖνοι Ϛ΄. Εἶτα Μέραν ὀχύρωμα, κωμόπολις, σχοῖνοι ε΄. Εἶτα Γιδδὰν πόλις, σχοῖνοι ε΄. Εἶτα Βηλεσὶ Βιβλάδα, σχοῖνοι ζ΄. Ἔνθεν νῆσος κατὰ τὸν Εὐφράτην, σχοῖνοι Ϛ΄· ἐνταῦθα γάζα ἦν Φραάτου τοῦ ἀποσφάξαντος τὰς παλλακίδας, ὅτε Τηριδάτης φυγὰς ὢν εἰσέβαλεν. Εἶτα Ἀναθὼ νῆσος κατὰ τὸν Εὐφράτην σταδίων δ΄, ἐν ᾗ πόλις, σχοῖνοι δ΄· μεθʼ ἣν Θιλαβοὺς νῆσος κατὰ τὸν Εὐφράτην, ἔνθα γάζα Πάρθων, σχοῖνοι β΄. Εἶτα Ἴζαν νησόπολις, σχοῖνοι ιβ΄. Εἶτα Ἀείπολις, ἔνθα ἀσφαλτίτιδες πηγαὶ, σχοῖνοι ιϚ΄. Ἔνθεν Βεσήχανα πόλις, ἐν ᾗ ἱερὸν Ἀτάργατι, σχοῖνοι ιβ΄. Εἶτα Νεάπολις παρὰ τὸν Εὐφράτην, σχοῖνοι κβ΄. Ἔνθεν διαβάντων τὸν Εὐφράτην καὶ Ναρμάλχαν ἐπὶ Σελεύκειαν τὴν πρὸς τῷ Τίγριδι, σχοῖνοι θ΄. Ἄχρι τούτου Μεσοποταμία καὶ Βαβυλωνία· καὶ εἰσὶν ἀπὸ Ζεύγματος ἄχρι Σελευκείας σχοῖνοι ροα΄.
12 20. Athenæus III, p. 93, DἸσίδωρος δʼ ὁ Χαρακηνὸς ἐν τῷ τῆς Παρθίας Περιηγητικῷ κατὰ τὸ Περσικὸν πέλαγος νῆσόν φησιν εἶναί τινα, ἔνθα πλείστην μαργαρἶτιν εὑρίσκεσθαι. Διόπερ σχεδίας καλαμίνας πέριξ εἶναι τῆς νήσου, ἐξ ὧν καθαλλομένους εἰς τὴν θάλασσαν ἐπʼ ὀργυιὰς εἴκοσιν ἀναφέρειν διπλοῦς κόγχους. Φασὶ δ᾿ , ὅταν βρονταὶ συνεχεῖς ὦσι καὶ ὄμβρων ἐκχύσεις, τότε μᾶλλον τὴν πίνναν κύειν, καὶ πλείστην γίγνεσθαι μαργαρῖτιν καὶ εὐμεγέθη. Τοῦ δὲ χειμῶνος εἰς τὰς ἐμβυθίους θαλάμας δύνειν εἰώθασιν αἱ πίνναι· θέρους δὲ τὰς μὲν νύκτας κεχήνασι διανηχόμεναι, ἡμέρας δὲ μύουσιν. Ὅσαι δʼ ἂν πέτραις ἢ σπιλέσι πρεσφυῶσι, ῥιζοβολοῦσι, κἀνταῦθα ἐνὸῦσαι τὴν μαργαρῖτιν γεννῶσι. Ζωογονοῦνται δὲ καὶ τρέφονται διὰ τοῦ προσπεφυκότος τῆ σαρκὶ μέρους. Τοῦτο δὲ συμπέφυκε τῷ τοῦ κόγχου στόματι, χηλὰς ἔχον καὶ νομὴν εἰσφέρον. Ὃ δή ἐστιν ἐοικὸς καρκίνῳ μικρῷ, καλούμενον πιννοφύλαξ. Διήκει δʼ ἐκ τούτου ἡ σὰρξ μέχρι μέσου τοῦ κόγχου, οἱονεὶ ῥίζα, παῤ ἣν ἡ μαργαρῖτις γεννωμένη, αὔξεται διὰ τοῦ στερεοῦ τῆς κόγχης, καὶ τρέφεται, ὅσον ἂν ᾖ προσπεφυκυῖα χρόνον. Ἐπειδὰν δὲ παρὰ τὴν ἔκφυσιν ὑποδυομένη ἡ σὰρξ καὶ μαλακῶς ἐντέμνουσα χωρίσῃ τὴν μαργαρῖτιν ἀπὸ τοῦ κόγχου, ἀμπέχουσα μὲν οὐκέτι τρέφει, λειοτέραν δʼ αὐτὴν καὶ διαυγεστέραν ποιεῖ καὶ καθαρωτέραν. Ἡ μὲν οὖν ἐμβύθιος πίννα διαυγεστάτην ποιεῖ καὶ καθαρωτάτην καὶ μεγάλην γεννᾷ μαργαρῖτιν, ἡ δὲ ἐπιπολάζουσα καὶ ἀνωφερής διὰ τὸ ὑπὸ τοῦ ἡλίου ἀκτινοβολεῖσθαι, δύσχρους καὶ ἥσσων. Κινδυνεύουσι δʼ οἱ θηρῶντες τοὺς μαργαρίτας, ὅταν εἰς κεχηνότα κόγχον κατʼ εὐθὺ ἐκτείνωσι τὴν χεῖρα· μύει γὰρ τότε, καὶ πολλάκις οἱ δάκτυλοι αὐτῶν ἀποπρίονται· ἔνιοι δὲ καὶ παραχρῆμα ἀποθνήσκουσιν. Ὁσοι δʼ ἂν ἐκ πλαγίου ὑποθέντες τὴν χεῖρα τύχωσι, ῥᾳδίως τοὺς κόγχους ἀπὸ τοῦ λίθου ἀπο· πῶσιν.
13 34. Lucianus Macrob. c. 15 Ἀρταξέρξης ἕτερος Περσῶν βασιλεὺς, ὅν φησιν ἐπὶ τῶν πατέρων ἑαυτοῦ Ἰσίδωρος ὁ Χαρακηνὸς συγγραφτὺς βασιλεύειν, ἔτη ερία καὶ ἐνενήκοντα βιοὺς ἐπιβουλῇ τἀδελφοῦ Γωσίθρου ἐδολοφονήθη.