eul_wid: loa-aa

Diodorus the Periegete On Monuments and Tombs in Greek

_On Monuments and Tombs_, a prose geographical treatise attributed to Diodorus the Periegete, is a collection of forty-five discrete passages describing notable tombs, monuments, and occasional landmarks across the Greek world. Each entry typically notes the commemorated individual and the location of the site. The work survives only in fragments preserved through quotations in later lexicographical and geographical compilations, most significantly in the sixth-century CE _Ethnica_ of Stephanus of Byzantium and in the _Etymologicum Magnum_. Modern editions reconstruct the known passages from these citations. The concise entries focus primarily on the tombs of cultural figures, such as the poet Archilochus on Thasos or Alcman in Sparta, and on monuments and their geographical settings. Collectively, these fragments map the Greek cultural world through its significant burial sites and built heritage. They provide valuable evidence for localized traditions about tombs and monuments in later antiquity, served as an indirect source for Byzantine scholars, and offer modern historians and archaeologists clues to the reception of classical figures and the preservation of antiquarian knowledge.

t1-5 ΠΕΡΙ ΜΝΗΜΑΤΩΝ. Plutarch.
1 Themistocl. c. 32: Διόδωρος δ’ ὁ περιηγητὴς ἐν τοῖς Περὶ τῶν μνημάτων εἴρηκεν, ὡς ὑπονοῶν μᾶλλον ἢ γινώσκων, ὅτι περὶ τὸν λιμένα τοῦ Πειραιῶς ἀπὸ τοῦ κατὰ τὸν Ἄλκιμον ἀκρωτηρίου πρόκειταί τις οἷον ἀγκὼν, καὶ κάμψαντι τοῦτον ἐντὸς ᾗ τὸ ὑπεύδιον τῆς θαλάττης κρηπίς ἐστιν εὐμεγέθης καὶ τὸ περὶ αὐτὴν βωμοειδὲς τάφος τοῦ Θεμιστοκλέους. Οἴεται δὲ καὶ Πλάτωνα τὸν κωμικὸν αὑτῷ μαρτυρεῖν ἐν τούτοις· Ὁ σὸς δὲ τύμβος ἐν καλῷ κεχωσμένος τοῖς ἐμπόροις πρόσρησις ἔσται πανταχοῦ, τούς τ’ ἐκπλέοντας εἰσπλέοντάς τ’ ὄψεται χὠπόταν ἅμιλλα τῶν νεῶν θεάσεται. E LIBRO TERTIO.
2 (t) Plutarchus Vit. X Orat. 849c de Hyperidis vitae fine postquam Hermippi narrationem apposuerat, pergit: Οἱ δ’ ἐν Κλεωναῖς ἀποθανεῖν αὐτὸν λέγουσιν ἀπαχθέντα μετὰ τῶν ἄλλων, ὅπου γλωττοτομηθῆναι καὶ διαφθαρῆναι ὃν προείρηται τρόπον, τοὺς δ’ οἰκείους τὰ ὀστᾶ λαβόντας θάψαι γε ἅμα τοῖς γονεῦσι πρὸ τῶν Ἱππάδων πυλῶν, ὥς φησι Διόδωρος ἐν τῷ γʹ Περὶ μνημάτων. Νυνὶ δὲ κατερήρειπται τὸ μνῆμα καί ἐστιν ἄδηλον. Plutarch.
3 Thes. c. 36: Θυσίαν δὲ ποιοῦσιν αὐτῷ (τῷ Θησεῖ) τὴν μεγίστην ὀγδόῃ Πυανεψιῶνος, ἐν ᾗ μετὰ τῶν ἠιθέων ἐκ Κρήτης ἐπανῆλθεν. Οὐ μὴν ἀλλὰ καὶ ταῖς ἄλλαις ὀγδόαις τιμῶσιν αὐτὸν, ἢ διὰ τὸ πρῶτον ἐκ Τροιζῆνος ἀφικέσθαι τῇ ὀγδόῃ τοῦ Ἑκατομβαιῶνος, ὡς ἱστόρηκε Διόδωρος ὁ περιηγητής· ἢ νομίζοντες ἑτέρου μᾶλλον ἐκείνῳ προσήκειν τὸν ἀριθμὸν τοῦτον κτλ. Plutarch.
4 Cimon. c. 16: Ἦν μὲν οὖν ἀπ’ ἀρχῆς φιλολάκων· καὶ τῶν γε παίδων τῶν διδύμων τὸν ἕτερον Λακεδαιμόνιον ὠνόμασε, τὸν δ’ ἕτερον Ἠλεῖον, ἐκ γυναικὸς αὐτῷ Κλειτορίας γενομένους, ὡς Στησίμβροτος ἱστορεῖ· διὸ πολλάκις τὸν Περικλέα τὸ μητρῷον αὐτοῖς γένος ὀνειδίζειν. Διόδωρος δ’ ὁ Περιηγητὴς καὶ τούτους φησὶ καὶ τὸν τρίτον τῶν Κίμωνος υἱῶν Θεσσαλὸν ἐξ Ἰσοδίκης γεγονέναι τῆς Εὐρυπτολέμου τοῦ Μεγακλέους. Athenaeus XIII: Ἀριστογείτων δ’ ἐν τῷ Κατὰ Φρύνης τὸ κύριον αὐτῆς φησιν εἶναι ὄνομα Μνησαρέτην.
5 Οὐκ ἀγνοῶ δὲ ὅτι τὸν ἐπιγραφόμενον κατ’ αὐτῆς Εὐθίου λόγον Διόδωρος ὁ περιηγητὴς Ἀναξιμένους φησὶν εἶναι. ΠΕΡΙ ΤΩΝ ΔΗΜΩΝ.
6a-6c αʹ. Ἐρεχθηίς. Harpocratio: Εὐωνυμεῖς .
6a .. δῆμός ἐστι τῆς Ἐρεχθηίδος, ὥς φησι Διόδωρος. Id.
6b : Θημακεύς ... δῆμός ἐστι φυλῆς τῆς Ἐρεχθηίδος Θήμακος, ὥς φησι Διόδωρος ὁ περιηγητὴς ἐν τῷ Περὶ τῶν δήμων. Id.
6c : Λαμπτραὶ δῆμος τῆς Ἐρεχηίδος, ὡς Δ. φησί. βʹ δ’ εἰσὶ Λαμπτραί, αἱ μὲν παράλιαι, αἱ δὲ καθύπερθεν. Βʹ.
t7a-7b ΑΙΓΗΙΣ. Id.
7a : Ἐρχείαθεν. Ἐρχεία δῆμός ἐστι τῆς Αἰγηίδος, ὥς φησι Διόδωρος. Id.
7b : Ἰκαριεύς, δῆμός ἐστι τῆς Αἰγηίδος, ὥς φησι Διόδωρος. γʹ.
t8a-8b ΠΑΝΔΙΟΝΙΣ. Id.
8a : Οἴηθεν ... Δῆμος τῆς Πανδιονίδος ἡ Οἴη, ὡς Διόδωρος. Οἴηθεν δὲ ἐκ τόπου ἐπίρρημα. Id.
8b : Παιανιεῖς καὶ Παιονίδαι ... Εἰσὶ δὲ διττοὶ δῆμοι Παιανιέων τῆς Πανδιονίδος φυλῆς, οὓς Διόδωρος καλεῖσθαί φησι Παιανιέαν καθύπερθεν καὶ Παιανιέαν ὑπένερθεν· ὁμοίως δ’ ἑκατέρου τῶν δήμων τὸν δημότην καλεῖσθαί φησι Παιανιέα. Διαφέρουσι δὲ οὗτοι τῶν Παιονιδῶν, ὡς Ἴστρος ἐν Ἀτάκτῳ ὑποσημαίνει. Μνημονεύουσι δὲ καὶ τούτων οἱ ῥήτορες, ὥσπερ καὶ Δείναρχος ἐν τῷ Κατὰ Στεφάνου περὶ τοῦ ὀχετοῦ. Δῆμος δέ ἐστι καὶ οὗτος τῆς Λεοντίδος, ὡς ὁ αὐτὸς Διόδωρος δηλοῖ. δʹ.
t9a-9d ΛΕΟΝΤΙΣ. Idem: Κηττοί .
9a .. δῆμός ἐστι τῆς Λεοντίδος, ὡς Δ. ὁ περιηγητής φησιν. Idem: Λευκόνοιον δῆμος τῆς Λεοντίδος, ὡς Διόδωρός φησιν.
9c Idem: Οἶον ... δῆμοί εἰσιν ἐν τῇ Ἀττικῇ διττοὶ οὐδετέρως λεγόμενοι, καλοῦνται δὲ Οἶον. Κεκλῆσθαί φησιν οὕτω Φιλόχορος ἐν τῇ ιγʹ διὰ τὸ κ. τ. λ. Ἔστι δὲ τὸ μὲν Κεραμεικὸν Οἶον τῆς Λεοντίδος φυλῆς, τὸ δὲ Δεκελεικὸν τῆς Ἱπποθοωντίδος, ὡς Διόδωρος. Οἱ δὲ δημόται ἑκατέρωθεν ἐλέγοντο ἐξ Οἴου. Ἄλλοι δὲ ἦσαν οἱ λεγόμενοι Οἴηθεν, ὡς προείρηται. Idem: Πήληξ .
9d .. Δῆμός ἐστι τῆς Λεοντίδος Πήληκες, ὥς φησι Διόδωρος ὁ περιηγητής. εʹ.
t10a-10f ἈΚΑΜΑΝΤΙΣ. Idem: Ἕρμος, δῆμος ἐστὶ τῆς Ἀττικῆς, φυλῆς Ἀκαμαντίδος, ὥς φησι Διόδωρος ἐν τῷ Περὶ δήμων.
10a Διονύσιος ὁ τοῦ Τρύφωνος ἐν τῷ Περὶ ὀνομάτων φησὶν ὡς ἔοικεν οὐδέτερον εἶναι τὸ τοῦ δήμου ὄνομα, τὸ Ἕρμος ὡς τὸ ἕρκος. Ζώπυρος δὲ ἐν τοῖς Περὶ ποταμῶν καὶ ποταμὸν Ἕρμον φησὶν εἶναι ἐν τῇ Ἀττικῇ καὶ δῆμον ὁμώνυμον αὐτῷ. Idem: Ἰτεαῖος .
10b .. Δῆμός ἐστι τῆς Ἀκαμαντίδος Ἰτέα, ἀφ’ ἧς ὁ δημότης Ἰτεαῖος, ὥς φησι Διόδωρος. Idem: Κεραμεῖς .
10c .. Δῆμός ἐστι φυλῆς τῆς Ἀκαμαντίδος Κεραμεῖς, ὥς φησι Δ. Idem: Θόρικος, .
10d .. δῆμός ἐστι τῆς Ἀκαμαντίδος, ὡς ὁ αὐτὸς Δ. φησιν ἐν τῷ Περὶ τῶν δήμων. Idem: Κεφαλῆθεν .
10e .. Κεφαλὴ, δῆμος τῆς Ἀκαμαντίδος, ἀφ’ ἧς ὁ δημότης λέγεται Κεφαλῆθεν, καθά φησι Δ. Stephan.
10f Byz.: Χόλαργος. Οὕτω Δίδυμος καὶ Διόδωρος. Διονύσιος δὲ Χόλαργοι καὶ πληθυντικῶς μαρτυρεῖ. Ἔστι δὲ δῆμος τῆς Ἀκαμαντίδος φυλῆς. Ὁ δημότης Χολαργεύς. ςʹ.
t11a-11b ΟΙΝΗΙΣ. Harpocrat.
11a : Λουσιεύς ... Δῆμός ἐστι τῆς Οἰνηίδος Λουσία, ἀφ’ οὗ ὁ δημότης Λουσιεύς, ὡς Δ. φησίν. Idem: Τυρμεῖδαι .
11b .. Δῆμος τῆς Οἰνηίδος οἱ Τυρμεῖδαι, ὥς φησι Διόδωρος. ζʹ.
t12a-12b ΚΕΚΡΟΠΙΣ. Idem: Ξυπεταίονες .
12a .. Δῆμος τῆς Κεκροπίδος Ξυπέτη, ἀφ’ ἧς ὁ δημότης Ξυπεταίων, ὡς Δ. Stephan.
12b Byz.: Τρινεμεῖς, δῆμος τῆς Κεκροπίδος φυλῆς. Διόδωρος καὶ Δίδυμος Τρινεμεῖς ἀναγράφουσι τὸν δῆμον, Καλλίμαχος Ἑκάλῃ Τρινέμειαν. Ὁ δημότης Τρινεμεύς. Τὸ τοπικὸν Τρινεμέαθεν, εἰς τόπον Τρινεμήνδε, ἐν τόπῳ Τρινεμεάσι. ηʹ.
t13a-13d ΙΠΠΟΘΟΩΝΤΙΣ. Stephan.
13a Byz.: Ἐλαιεύς, δῆμος τῆς Ἱπποθοωντίδος φυλῆς, ὡς Διονύσιος. Διόδωρος δ’ Ἐλαιοῦς, ἀφ’ οὗ ὁ δημότης Ἐλαιούσιος. Τὰ τοπικὰ Ἐλαιουντόθεν καὶ Ἐλαιουντάδε καὶ Ἐλαιοῦσι. Λέγεται καὶ ἐξ Ἐλαιέως. Harpocratio: Ἐροιάδαι.
13b Οἱ Ἐροιάδαι δῆμός ἐστι τῆς Ἱπποθοωντίδος, ὥς φησι Διόδωρος. Idem: Θυμαιτάδαι .
13c .. δῆμος τῆς Ἱπποθοωντίδος, ἀπὸ Θυμαίτου ἥρωος ὀνομασθείς, ὡς Δ. Idem: Κειριάδης .
13d .. Ὅτι Κειριάδαι δῆμός ἐστι τῆς Ἱπποθοωντίδος, εἴρηκε Δ. ἐν τῷ Περὶ τῶν δήμων. θʹ.
t14a-14b ΑΙΑΝΤΙΣ. Stephan.
14a Byz: Τρικόρυνθον οὐδετέρως Δίδυμος καὶ Διόδωρος, Διονύσιος ἀρσενικῶς, Εὐφορίων θηλυκῶς· ἔστι δὲ δῆμος τῆς Αἰαντίδος φυλῆς. Ὁ δημότης Τρικορύσιος, καὶ θηλυκὸν Τρικορυσία. Ἀριστοφάνης Λυσιστράτῃ· Οὐχ ὁρᾷς, οὐκ ἐμπίς ἐστιν ἥδε Τρικορυσία ; καὶ Τρικορυνθόθεν καὶ Τρικορυνθόνδε καὶ Τρικορυνθοῖ. Harpocrat.
14b : Φηγαιεῦσι ... Φηγαιῆς δῆμος τῆς Αἰαντίδος, ὥς φησι Διόδωρος. ιʹ.
t15a-15d ΑΝΤΙΟΧΙΣ. Idem: Θόραι, δῆμος τῆς Ἀντιοχίδος, ὥς φησι Δ.
15b Idem: Κριωεύς ... Δῆμός ἐστι τῆς Ἀντιοχίδος Κριώα, ὥς φησι Διόδωρος ἐν τῷ Περὶ τῶν δήμων. Idem.
15c v. Κολαναίτας: Περὶ τῶν Κολωνῶν Διόδωρός τε ὁ περιηγητὴς καὶ Φιλόχορος ἐν γʹ Ἀτθίδος διεξῆλθεν. Steph.
15d Byz.: Ἀτήν η, δῆμος τῆς Ἀντιοχίδος φυλῆς. Φρύνιχος δὲ τῆς Ἀτταλίδος φησίν. Ὁ δημότης Ἀτηνεύς. «Πατροκλῆς Ἀτηνεὺς ἐχορήγει, [Ἀντιοχὶς] ἐνίκα, Παντακλῆς [ἐδίδασκεν].» Διονύσιος Ἀτηνίαν τὸν δῆμον (sc. καλεῖ). Ἀλλ’ οὐκ ἐᾷ τὸ Ἀτηνεύ ς· ὀφεῖλον Ἀτηνιεύς.