eul_wid: cto-akf
DOI 10.5281/zenodo.20335421

Scholia-Euripides: Medea by Scholia on Euripides

θ … ρουσα … συννοουμένη εἴρηται δὲ ἀπὸ τοῦ θροῦ· καὶ

ὅμηρος οὐ γὰρ πάντων ἦεν ὁμὼς θρόος

οὐδʼ ἴα γῆρυς·

διὰ τί μόνη σου καταλοίπεσθαι ἡ

μήδεια θέλει:

τοῖς χρηστοῖς δούλοις τὰ τῶν δεσποτῶν κακῶς πίπτοντα· ἀντὶ εἰς κακὸν ἀποβαίνοντα:

τοῦτο δὲ φησὶ πέπληγα τὴν ψυχὴν ὑπὸ τῶν κακῶν τῶν κατὰ μήδειαν ὡς ἀφίεναι λόγους εἴς τε τὴν γῆν καὶ τὸν ἀέρα ἀποδυρομένη τὰς ἐκείνης τύχας· οὐρανὸν γὰρ λέγει νῦν τὸν ἀέρα· οἱ δὲ στενοχωρούμενοι ὑπὸ ποτὲ κακῶν τῷ οὐρανῷ ἢ τῷ ἡλίῳ ἤ τινι ἄλλῳ θεῷ ὑφηγοῦνται τὰ καθʼ ἑαυτοὺς πράγματα:

τὸ σχῆμα σολοικοφανὲς — διὰ τὴν ἐναλλαγὴν τῆς πτώσεως· — μολούσῃ ἀντὶ μολοῦσα:

θαυμάζω σε φησὶ πῶς οὐκ ἔγνωκας· αὖθις γὰρ ἀρχὴν εἴληφε τὸ κακὸν καὶ οὐδὲ εἰς μεσότητα προῆλθε· τοσοῦτον ἀπέχει τοῦ πεπαῦσθαι τὸ κακὸν: ἐν ἤθει δὲ εἴρηται· μακάριος εἶ τοιαύτην διάνοιαν ἔχων· τὸ γὰρ κακὸν οὐ μόνον λήγει ἀλλʼ οὐ δὲ μεσάζει· τὸ δὲ μεσοῖ τρίτης συζυγίας:

ὁ πρέσβυς εἶδε ὅτι μεμελέτηστο τῷ

κρέοντι ἐκβαλεῖν τὴν μήδειαν· φησὶ

ὦ μῶρα κλαίουσα καὶ μὴ φροντίζουσα ἤτε μεριμνῶσα τί πότε ἄρα

ποιήσειε· μῶρος δὲ εἶπεν ἀρσενικὸν

ἀντὶ θηλυκοῦ ἀττικῶς:

ἤκουσα φησὶ τινὸς λέγοντος ὠτακουστῶν μὴ προσποιούμενος ἀκούειν:

ἀπὸ τῶν ἐν τόποις ὠνόμαζον τοὺς τόπους· πεσσούς γὰρ τοὺς τόπους τῶν κυβευτῶν ὡς ὄψον καὶ μύρα ἔνθα ταῦτα συνήθως ἐστίν: ὅπου φησὶν εἰθισμένοι εἰσὶ πεσσεύειν προσέλθων ἤκουσα·

λείπεται ἡττᾶται

ἀπὸ τῶν ἐν τοῖς πλοίοις ἀντλούντων ἡ

μεταφορὰ ἀντὶ πεπαῦσθαι: παλαιὸν διὰ τὸ ἐκβεβλῆσθαι τῆς θετταλίας

διὰ τὸν τοῦ πελίου θάνατον ὑπὸ ἀκάστου τοῦ παιδὸς πελίου· ἢ τὸ καταλειφθῆναι αὐτὴν

ὑπὸ ἰάσονος· νέον δὲ τὸ ἐκβληθῆναι τῆς κορινθίας:

εὑρίσκεται κακὸς ὢν πρὸς τοὺς φίλους· ἕως τούτου ἡ πρεσβῦτις· τὰ δὲ ἑξῆς ὁ πρεσβύτης: οὕτως ἀναγνωστέον τίς δʼ οὐχὶ θνητῶν καὶ στικτέον εἶτα ἀπὸ ἑτέρας ἀρχῆς ἄρτι γιγνώσκεις τόδε· διὸ καὶ μετὰ τοῦ σ γραπτέον· οἷον· τίς οὐκ ἔστι κακὸς εἰς φίλους εἶτα τὸ ἄρτι γιγνώσκεις· οἷον· ἄρτι ἔγνωκας ὅτι ἑαυτοὺς μᾶλλον φιλοῦσιν ἢ τοὺς πέλας· οἱ δὲ ὑποκριταὶ τοῦτο ἀγνοήσαντες τὸ τίς ἀντιδιαστέλλουσιν· τίς δʼ οὐχὶ θνητῶν τοῦτο γιγνώσκει σαφῶς· τῇ δὲ διανοίᾳ ταύτῃ καὶ ἐν κρεσφόντῃ κέχρηται οὕτως· ἐκεῖνο γὰρ πέπονθα ὃ πάντες βροτοί· φιλῶνον μάλιστʼ ἐμαυτὸν οὐ καταισχύνομαι:

ἴτε ἔσω τέκνα· τὸ δὲ εὖ γὰρ ἔσται εὐχομένη λέγει τουτέστιν· ἐπὶ καλῷ δὲ ἀποβαίη εἰσελθεῖν ὑμᾶς·

ἀντὶ τοῦ δράσουσαν· ἔστι δὲ ἀττικόν· καὶ σοφοκλῆς ἐν αἴαντι μαστιγοφόρῳ· ὦ δέσποτʼ αἴας τί ποτε δρασείειν δοκεῖς:

κατασκῆψαι βλάψαι

ποίῳ τρόπῳ ἐμαυτὴν ἀνέλω:

μήτηρ τοῦτο ἐκεῖνο ὃ ἔλεγον

τάχος … μ … ω

τὸ σύστημα τῆς οἰμωγῆς ἀνάγεσθαι καὶ αὔξεσθαι μέλλει:

κατὰ τὴν ὑπόθεσιν εἰ σῆλθον οἱ παῖδες· ἡ δὲ μήδεια οὖσα ἔσωθεν, ἐπιστενάζει:

ἐξ ὀλίγου καὶ βραχέος ἀρχόμενοι τοῦ θυμοῦ καὶ ἐπὶ πολὺ τοῦτον κρατοῦντες· τὸ γὰρ πολλά ἀντὶ τοῦ ἐπὶ πολύ· δύναται δὲ καὶ ὀλίγον ἀρχόμενοι· ἀντὶ τοῦ οὐδʼ ὃλως ἀρχόμενε ἀλλʼ ἐκ τοῦ ἐναντίου αὐτοὶ πολλῶν κρατοῦντες· πέφυκε δʼ ἡ ἐξουσία ἐπαίρειν ἀεὶ τῶν ἀνθρώπων τὸν λογισμόν: ἢ ἀντὶ μετρίως καὶ ἀσφαλῶς ὡς τῆς συμμετρίας τὸ ἀσφαλὲς τῆς παραμόνως ἐχούσης τῆς δὲ ὑπερβολὴν μεγάλας καὶ τὰς ἐκπτώσεις ἐχούσης ὡς ἐπάγει· ἀμφότερα δὲ λέγεται καὶ ὀχυρῶς καὶ ἰσχυρῶς· τὸ δὲ ζῆν ἐπʼ ἴσοις τουτέστι μετὰ ἰσότητος καὶ μὴ ἐν τυραννίδι κρεῖσσον· ἔδει φησὶ πάντας ἀνθρώπους μηδένα μηδενὸς ὑπερέχειν τῆς συμμετρίας εἰς μὴ πλειόνων ἐπιθυμεῖν· τοῦτο μέγιστον ἀνθρώποις καὶ λυσιτελέστατον:

τὸ χρῆσθαι οὖν τῇ συμμετρίᾳ εἰς

ὅλον τὸν χρόνον βέλτιον: ἐγὼ φησὶ τῆς μεγάλης εὐτυχίας

καὶ ὑπερβαλλούσης τὴν συμμετρίαν

προκρίνω: ἐν ταύτῃ γὰρ τὸ δὲ εἰ μὴ μεγάλως ἀντὶ ἡ μὴ μεγάλη

καὶ ὑπερβαλλούση εὐτυχία τὸ

ἀσφαλέστερον:

.. … ὁ γὰρ τὴν συμμετρίαν ἔχων εἰ καὶ πέσοι ταύτης τρόπον τινὰ οὐδεμίαν δοκεῖ πεπονθέναι πραγμάτων μεταβολὴν ἢ παραλλαγήν· ἔπειτα τῷ μὲν ὑπερβολὴν ἔχοντι φθόνος παρακολουθεῖ· τοῖς δʼ οὐχί· διὸ ἐπὶ πολὺ διαμένει ἡ συμμετρία:

ἀμφίπυλον λέγει τὸ ἔχον δύο πύλας καὶ εἰσόδους μίαν μὲν τὴν αὐθεντικὴν ἑτέραν ἣν ὅμηρος φησὶ ὀρσοθύρην· ἐγὼ οὖν φησὶν ἐπὶ τοῦ ἀμφιπύλου οὖσα τουτέστιν ἐπὶ τοῦ πυλῶνος, ἤκουσα φωνῆς ἔσω τοῦ μελάθρου:

τὸ οἴκημα λέγει τετέλεσται ἐμοὶ φίλον ὑπάρχει·

ἀντὶ ἀνατέτραπται ὁ οἶκος ἢ φάνισται· ἀπὸ δὲ ἀρσενικοῦ εἰς οὐδέτερον μετέστη· φροῦδα γὰρ τάδε τὰ οἰκήματα λέγει:

οἷον κεραυνοβολωθείην· φλόγα γὰρ οὐρανίαν τὸν κεραυνὸν λέγει:

τὸ μέγεθος θαυμάζει τοῦ ἔρωτος·

τίς ἆρα φησιν οὗτος ὁ ἔρως ὁ τῆς

ἀκορέστου ταύτης τῆς κοίτης ὃς σπεύσει θάνατον ἐπιπέμψαι·

ἄπληστον δὲ λέγει τὴν κοίτην

ἐπειδὴ δέον καταφρονητικῶς φέρειν καὶ μισεῖν τὸν ἰάσονα ἑτέρᾳ

συνελθόντα ἡ δὲ κνίζεται ὅτι μὴ

σύνεστιν αὐτῷ:

ἀ … θ …

τουτέστιν ἐκείνῳ τόδε τὸ ἁμάρ τημα μὴ λογίζου καὶ διʼ ἐλπίδος ἔχε τοὺς θεοὺς ἀπαιτήσειν αὐτὸν τιμωρίαν: σὺ φησὶ μὴ χαλέπαινε μηδὲ θυμοῦ· συνδικήσει δὲ ἀντὶ τοῦ σὺν τῷ δικαίῳ ἐπεξέρχεται:

ἐνδησαμένα εν …

καταφαλισμένη ἀρόσον οἱ ἐνδυό …

διακναιομένους ἀφανιζομένους

κεκαμμένους

ζ … οἵτ …

ἀπενάσθην ἀπεχορήθην

κάσιν ἀδελφόν

τιμαχίδας ἐπὶ τὰ πρό χειρα πᾶσιν ἐνεχθεὶς τὸν ἄψυρτον φησὶ λέγειν αὐτὴν τοῦ εὐριπίδου μήτε ἐνταῦθα μή τε ἐν τῷ αἰγεῖ δηλώσαντος ὀνομαστὶ τὸν ἄψυρτον· ὁ δὲ φερεκύδης διὰ τοῦ ξ ὀνομάζει αὐτόν· δικαιογένης δὲ ἐν τῇ μηδείᾳ μεταπόντιον αὐτὸν ὀνομάζει· ἀνῃρῆσθαι δὲ αὐτὸν οἱ μὲν ὑπὸ μηδείας οἱ δὲ ὑπὸ τῶν ἀργοναυτῶν .. …

.. … φαρμάκοις διαφθαρῆναι αὐτὸν φησὶ:

πῶς φησὶ συντυχοῦσα αὐτῇ διαλεχθείην

καὶ πῶς ἂν φησὶ τῶν παρʼ ἐμοῦ ῥηθησομένων λόγων

τὴν φωνὴν δέξαιτο· ὀμφήν γὰρ νῦν τὴν

φωνὴν λέγει ἢ τὴν ὁμιλίαν οὐ τὴν κληδόνα:

ὄμφαν φωνήν

φρενῶν τὸ ἔπαρμα καὶ

τὴν ὁρμὴν τῆς διανοίας:

.. … καλέσω αὐτὴν ὑπὲρ τοῦ μὴ μοχθεῖν καὶ ἀδημονεῖν σε ἑστῶσαν καὶ προσδεχομένην:

ἐπιδώσω ὑπὲρ τοῦ μοχθοῦ

καίτοι φησὶν ἡ δέσποινα δεινὸν ὁρᾷ τοῖς τολμῶσιν αὐτῇ πλησιάζειν ἔχουσα λεαίνης τετοκυίας τὸ βλέμμα … λε καὶ … εἰς σὴν χάριν εἰσελεύσομαι· τοῦ το γὰρ ἀπὸ κοινοῦ:

ταυρηδὸν σχηματίζεται τῷ προσώπῳ ὡς βλέμμα μὲν ἔχειν λεαίνης σχηματίζεσθαι δὲ τὸ πρόσωπον ὁμοίως ταύρῳ θυμουμένῳ:

ὁρμηθῇ … ίση

θαλίαις θυσίαις· διὸ καὶ σεσημείωται·

εἰλαπίναις εὐθαλίαις

.. … κέρδος ἀκεῖσθαι· τὴν λύπην θεραπεύειν διʼ ᾠδικῶν κέρδος ἐστί· .. … καίτοι τὸ ἀκεῖσθαι καὶ θεραπεύειν τὰς λύπας τῶν ἀνθρώπων κέρδος ἐστὶ .. … .. … ἔχει τέρψιν τοῖς ἀνθρώποις:

αὑτοῦ τῶν ἀπὸ θοίνης τερπόντων:

ὣς αὐτὴ ἰκανὴ καθʼ ἑαυτὴν

ἡ εὐωχία .. … ἐστὶν εἰς τὸ εὐφραίνειν τοὺς

ἀνθρώπους:

θεοκλυτεῖ τοὺς θεοὺς ἀ … αλεῖ … μ θ …

δύναται τῷ λέγειν ὁρκίαν ζηνὸς θέμιν

βοῆσαι τοῖς προκειμένοις ὅτι διὰ

τῆς θέμιδος τὸν δία ἐπεκαλεῖ το διὰ τὸ εἶναι διὸς τὴν θέμιν· λέγει οὖν

ὅτι τὴν πάρεδρον τῷ δικαιοσύνην· ἤγουν

τοῖς ταύτης ὅρκοις πιστεύουσα ἔπραξεν ἃ ἔπραξεν· ὁρκίαν δὲ αὐτὴν εἶπεν

ὡς τῶν ὅρκων ἔφορον καὶ συνθηκῶν

πρύτανιν· ἥτις θέμις αὐτὴν τὴν μήδειαν διαβῆναι πεποίηκεν εἰς τὴν ἑλλάδα διὰ τὸν ἀντίπορον τῆς σκυθίας· ἀντίπορον δὲ τὴν ἐναντίαν, κατὰ τὸν πόρον ἢ κατὰ τὸν τόπον·

ἡ μὲν γὰρ ἐν τοῖς δυτικοῖς κεῖται δηλονότι ἡ ἑλλὰς ἐν τοῖς ἀντολικοῖς ἡ σκυθία· πῶς δὲ ἡ θέμις ἐποίησε διαβῆναι τὴν μήδειαν· ὅτι τοῖς ὅρκοις πεισθεῖσα ἠκολούθησεν ἰάσονι· ἀντὶ τοῦ διʼ ἁλὸς ἁλμυρᾶς περιττευούσης τῆς ἐπί προθέσεως· ἢ τὸ ἁλμυρὰν πρὸς τὸ ἑξῆς συναπτέον τουτέστι· διεβίβασεν αὐτὴν εἰς τὴν ἑλλάδα διʼ ἁλὸς ἐπὶ τὴν ἁλμυρὰν τοῦ πόντου κληῖδα· λέγει δὲ τὸ στενὸν ὅθεν καὶ κλεῖδα τὸ στενὸν ἐκεῖνο ὠνόμασε· ἀπὸ γὰρ τοῦ στενοῦ ἐπὶ τὸν πόντον ἐξίασι· νύχιον δὲ αὐτὴν φησὶ διὰ νυκτὸς πεφευγέναι:

χρὴ νοεῖν ὅτι κατὰ τὸ σιωπώμενον εἰσελθοῦσα ἡ γραῦς παρεκάλεσε τὴν μήδειαν ἐξελθεῖν· αὕτη οὖν ἐξελθοῦσα φησὶν· ἐξῆλθον πρὸς ὑμᾶς ὦ γυναῖκες ἵνα μή μοι τι μέμψησθε ὡς διʼ ὑπερηφανίαν μὴ προελθούσῃ: ἄλλως· ὦ κορίνθιαι γυναῖκες ἐξῆλθον ἐκ τῶν δόμων ἵνα μὴ μεμψησθέ μοι καίτοι ἐπίσταμαι πολλοὺς τῶν ἀνθρώπων σεμνοὺς γεγῶτας τοὺς μὲν ὀμμάτων ἄπο τοὺς δʼ ἐν θυραίοις .. …

… ἐξ οὗ τὸ ἁπανταχόθεν ἐπίφθονον καὶ εὐδιάβολον τῶν ἀνθρώπων συνάγει ὅτι μηδὲν ἀρέσκονται·

εἶτα πάλιν κατὰ τούτων ἐπιφέρει ὅτι

καὶ οἱ ἀφʼ ἡσύχου ποδὸς καὶ ἐν ἐρημίᾳ τὰ ἑαυτῶν πράττοντες δύσκλειαν

κτῶνται καὶ ἀργίαν οἷον· καὶ οὗτοι

διαβάλλονται ὑπὲρ τούτου .. …

σεμνοὺς ὑ … η … ὀμμάτων μὴ ὁρωμένους

ῥᾳθυμίαν νωθρότητα

προσχωρεῖν πολίτην ἑαυτὸν

ῥυθμίζειν:

κακὸν μὲν τὸ χρημάτων ὑπερβολῇ πρίασθαι

ἀλγεινέστερον δὲ κακόν· τὸ καὶ

δεσπότην ἄντι κρυς λαμβάνειν· .. … ὅτι κἂν κακὸς ᾖ στέργειν

δεῖ· οὐ γὰρ εὐκλεὲς γυναικὶ καταλιπεῖν τὸν οἰκεῖον ἄνδρα ἀλλʼ ἀκλεές: τῶν προικιῶν …

τοῦτο δὲ ἀπὸ τῆς καθʼ ἡμέρας συνηθείας

λέγει· οἱ γὰρ ἥρωες οὐχ οὕτως ἐποίουν τοὺς γάμους καὶ ὅμηρος

περὶ τοῦ ἀχιλλέως φησί· τάων ἥνκε … λησι φίλον ἀναίδ … γευθ … ν·

τοῦτο πρῶτόν ἐστι τῇ τάξει τοῦ πράγματος τοῦ κατὰ τὸν νόμον τοῦ γάμου· πρότερον γάρ ἐστι τὸ τὴν παρθένον ἀπιέναι πρὸς τὸν νυμφίον εἶθʼ οὕτως πειρᾶσθαι τούτου εἴτε δεξιοῦ ἢ κακοῦ: καινὰ δʼ ἤθη λέγει καὶ νόμους τοὺς παρὰ τῷ ἀνδρί: .. …

μάλιστα τίνι τρόπῳ

μὴ βίαν ἡγούμενος μηδὲ ἀνάγκην τὴν συμβίωσιν: .. …

ἄσης ῥύπον

βλέπειν πρὸς τὴν τοῦ ἀνδρός:

συνουσία κοινωνία

ε … ν … σ … ι …

… φ … ψ … ν …

… στ … πα … ει … π … ξ … … ωππως ἡδη …

.. … εξ ἐπεινχλαιρεσενες … υχφα