ΥΠΟΘΕΣΙΣ ΙΠΠΟΛΥΤΟΥΘησεὺς υἱὸς μὲν ἦν Αἴθρας καὶ Ποσειδῶνος, βασιλεὺς δὲ Ἀθηναίων. γήμας δὲ μίαν τῶν Ἀμαζονίδων, Ἱππολύτην, Ἱππόλυτον ἐγέννησε, κάλλει τε καὶ σωφροσύνῃ διαφέροντα. ἐπεὶ δὲ ἡ συνοικοῦσα τὸν βίον μετήλλαξεν, ἐπεισηγάγετο Κρητικὴν γυναῖκα, τὴν Μίνω τοῦ Κρητῶν βασιλέως καὶ Πασιφάης θυγατέρα, Φαίδραν. ὁ δὲ Θησεὺς Πάλλαντα ἕνα τῶν συγγενῶν φονεύσας φεύγει εἰς Τροιζῆνα μετὰ τῆς γυναικὸς, οὗ συνέβαινε τὸν Ἱππόλυτον παρὰ Πιτθεῖ τρέφεσθαι. θεασαμένη δὲ τὸν νεανίσκον ἡ Φαίδρα εἰς ἐπιθυμίαν ὤλισθεν, οὐκ ἀκόλαστος οὖσα, πληροῦσα δὲ Ἀφροδίτης μῆνιν, ἣ τὸν Ἱππόλυτον διὰ σωφροσύνην ἀνελεῖν κρίνασα τὴν Φαίδραν εἰς ἔρωτα παρώρμησε, τέλος δὲ τοῖς προτεθεῖσιν ἐπέθηκε. στέγουσα γὰρ τὴν νόσον ἡ Φαίδρα χρόνῳ πρὸς τῆς τροφοῦ δηλῶσαι ἠναγκάσθη, ἥτις κατεπαγγειλαμένη αὐτῇ βοηθήσειν παρὰ τὴν προαίρεσιν λόγους προσήνεγκε τῷ νεανίσκῳ. τραχυνόμενον δὲ αὐτὸν ἡ Φαίδρα καταμαθοῦσα τῇ μὲν τροφῷ ἐπέπληξεν, ἑαυτὴν δὲ ἀνήρτησε. καθʼ ὃν καιρὸν φανεὶς Θησεὺς καὶ καθελεῖν σπεύδων τὴν ἀπηγχονισμένην, εὗρεν αὐτῇ προσηρτημένην δέλτον, διʼ ἧς Ἱππολύτου φθορὰν κατηγόρει κατʼ ἐπιβουλήν. πιστεύσας δὲ τοῖς γεγραμμένοις τὸν μὲν Ἱππόλυτον ἐπέταξε φεύγειν, αὐτὸς δὲ τῷ Ποσειδῶνι ἀρὰς ἔθετο, ὧν ἐπακούσας ὁ θεὸς τὸν Ἱππόλυτον διέφθειρεν. Ἄρτεμις δὲ τῶν γεγενημένων ἕκαστον διασαφήσασα Θησεῖ τὴν μὲν Φαίδραν οὐκ ἐμέμψατο, τοῦτον δὲ παρεμυθήσατο υἱοῦ καὶ γυναικὸς στερηθέντα, τῷ δὲ Ἱππολύτῳ τιμὰς ἔφη ἐπιχωρίους ἐγκαταστήσεσθαι: — ἡ σκηνὴ τοῦ δράματος ὑπόκειται … ἐν Ἀθήναις. ἐδιδάχθη ἐπὶ Ἐπαμείνονος ἄρχοντος ὀλυμπιάδι πζ ἔτει δ. πρῶτος Εὐριπίδης, δεύτερος Ἰοφῶν, τρίτος Ἴων. ἔστι δὲ οὗτος Ἱππόλυτος δεύτερος ὁ καὶ στεφανίας προσαγορευόμενος. ἐμφαίνεται δὲ ὕστερος γεγραμμένος· τὸ γὰρ ἀπρεπὲς καὶ κατηγορίας ἄξιον ἐν τούτῳ διώρθωται τῷ δράματι. τὸ δὲ δρᾶμα τῶν πρώτων: —
ΣΧΟΛΙΑ ΕΙΣ ΙΠΠΟΛΥΤΟΝ
Πολλὴ μέν: δυνατή, θαυμαστή, μεγίστη. Ὅμηρος· «πολλὸς γάρ τις ἔκειτο»: — ἡ διάνοια ἐμφαντικώτερόν τε καὶ ῥητορικώτερον πέφρασται ἐκ τοῦ ἐναντίου τὸ ἐναντίον παραλαμβάνουσα: — οὐκ ἀνώνυμος μέν τις ἀλλὰ πολλὴ οὖσα τὴν φήμην ἐν ἀνθρώποις θεὰ κέκλημαι Κύπρις καὶ παρὰ τοῖς ἐν τῷ οὐρανῷ καὶ παρὰ τοῖς ἐν τῷ πόντῳ ζῴοις θεὰ νενόμισμαι. τινὲς δὲ τὸ ἑξῆς οὕτω· πολλὴ μὲν ἐν βροτοῖσι θεὰ κέκλημαι· ποίοις βροτοῖς; ὅσοι Πόντου τʼ ἔσω ναίουσι τερμόνων τʼ Ἀτλαντικῶν: — ἄδοξος: —
ὅ ἐστι· καὶ παρὰ θεοῖς καὶ ἐντὸς οὐρανοῦ: —
ὅσοι τε πόντου: ἐπὶ τὸ μέγιστον ηὔξησεν τὸ κατηγόρημα τοῦ νεανίου· εἰ γὰρ ἐκεῖνοι θηριώδεις ὄντες τὴν φύσιν καὶ νόμων καὶ γραφῶν ἄπειροι, σέβουσιν ὅμως τὴν θεὸν, τὴν φύσιν δεξάμενοι διδάσκαλον, πόσῳ γε μᾶλλον ὁ ἐν μέσῃ τῇ Ἑλλάδι τραφεὶς καὶ μέγιστον ἐπὶ φιλοσοφίᾳ φρονήσας. εἰ δὲ καὶ διὰ τὸ σωφρονεῖν ἀπέχεσθαι γάμων ἤθελεν, οὐδὲν ἧσσον ἔδει πάλιν αὐτὸν σέβειν τὴν δαίμονα, προεστῶσαν τῶν ἀγαθῶν ἐπιθυμιῶν. πάντες γὰρ οἱ φιλόσοφοι τιμῶσι τὴν θεὸν πρὸς τὸ μὴ εἰς ταύτην ἁμαρτάνοντες τὰ ἐναντία τῆς γνώμης δυστυχεῖν· ἑκατέρωθεν δὲ αὐτῆς δύο Ἔρωτας ἱστῶσιν, τὸν μὲν πρὸς τιμωρίαν, τὸν δὲ πρὸς δωρεὰν εἶναι λέγοντες: — τερμόνων τʼ Ἀτλαντικῶν: τῶν πρὸς Γαδείροις τόπων· ἐκεῖ γὰρ ὄρος Ἄτλας· οὗτος δέ ἐστιν ὁ ἄξων τοῦ οὐρανοῦ. Ὅμηρος· «ἔχει δέ τε κίονας αὐτός»: — τερμόνων τʼ Ἀτλαντικῶν: παρὰ τὸ Ἀτλαντικὸν πέλαγος. ἔνιοι δὲ τὰ Γάδειρα, ἔνθα ἐστὶν ὄρος Ἄτλας, ὅπερ ἐστὶ δυτικόν. ὁ δὲ Πόντος ἀνατολικός: — ἄλλως: εἰς τὰ ἔσχατα. ἵνα καὶ τοῖς στοιχείοις Ἀφροδίτην γινώσκεσθαι λέγῃ διʼ ὧν φύεται, οἷον· καὶ τὰ ἔσω τοῦ πόντου φυόμενα Ἀφροδίτην οἶδεν τῇ φύσει. ἢ τοὺς ἐν τοῖς πέρασι οἰκοῦντας θηριώδεις ἀνθρώπους λέγει, ὃ καὶ βέλτιον: —
φῶς ὁρῶντες Ἡλίου: πάσαις ταῖς ἀπὸ Ἡλίου ἐγκότως διάκειται Ἀφροδίτη διὰ τὸν ἔλεγχον τῆς μοιχείας Ἄρεως: —
τοὺς μὲν σέβοντας: τὸ ἑξῆς τῆς διανοίας· προαποδειχθέντος τοῦ μεγάλην μέ τινα εἶναι καὶ ἐπίσημον παρὰ πᾶσι τοιαύτη τις εἰμὶ τὴν φύσιν ὡς τοὺς μὲν σέβοντάς με τιμᾶν, τοὺς δὲ ἀποσειομένους τὴν εἰς ἐμὲ εὐσέβειαν καταβάλλειν. ἀντὶ τοῦ· πολλή τις οὖσα, τοὺς μὲν τιμῶ, τοὺς δὲ σφάλλω. πρεσβεύω δὲ τὸ προτιμῶ. οὕτως Ἀττικοί· πρεσβεύειν τὸ προτιμᾶν: — τιμῶ σέβω: —
βλάπτω καταβάλλω: — ἀντὶ τοῦ· καθʼ ἡμῶν: —
ἔνεστι γὰρ δή: ἔνεστι καὶ ἐν τοῖς θεοῖς τὸ χαίρειν ταῖς τιμαῖς, ὡς ἐπὶ τῶν ἀνθρώπων. καὶ διὰ τοῦ κἀν ἔδειξεν ὅτι τοῦτο προσωμολόγηται παρὰ πᾶσιν: —
δείξω δὲ μύθων τῶνδʼ ἀλήθειαν τάχα: ἔξεστι μὲν τοῦτο καὶ καθόλου ἐπὶ τῶν προειρημένων νοημάτων λαβεῖν, ἐξαιρέτως δὲ ἐπὶ τοῦ τοὺς μὲν σέβοντας τιμῶ, τοὺς δὲ βλασφημοῦντας με σφάλλω: — τοῦτο δύναται καὶ ἐπὶ πάντων λαμβάνεσθαι τῶν προειρημένων, δύναται δὲ καὶ ἐπὶ τοῦ παρόντος: —
Ἀμαζόνος τόκος: ὅτε γὰρ μετὰ Ἡρακλέους ὁ Θησεὺς ταῖς Ἀμαζόσιν ἐπολέμησεν διὰ τὸν ζωστῆρα, Ἀντιόπην ἔλαβεν αἰχμάλωτον καὶ ἤγαγεν εἰς τὴν Ἑλλάδα καὶ συμμιγεὶς αὐτῇ ἐποίησεν υἱὸν, τὸν Ἱππόλυτον: — τῆς Ἀντιόπης: —
ἁγνοῦ Πιτθέως: ἁγνὸν τὸν Πιτθέα λέγει, ὡς καὶ ἐν Μηδείᾳ· «παῖς, ὡς λέγουσι, Πέλοπος εὐσεβέστατος». παρὰ Πιτθεῖ τῷ πατρὶ τῆς Αἴθρας τῆς μητρὸς Θησέως ἐπαιδεύετο ὁ Ἱππόλυτος. ἦν δὲ ὁ Πιτθεὺς σοφὸς καὶ χρησμολόγος καὶ ἱερὸς θεοῖς, ὃς καὶ ἔλυσε τὸν χρησμὸν τῷ Αἰγεῖ καὶ τὴν θυγατέρα ἔδωκεν, εἰδὼς τῇ σοφίᾳ οἷος ἔσται ὁ τεχθησόμενος. παρʼ αὐτῷ δὲ ὁ Θησεὺς ἐπαιδεύετο, ὡς Καλλίμαχος Ἀριστοτέλης ἱστορεῖ ὅτι ἐλθὼν Θησεὺς εἰς Σκῦρον ἐπὶ κατασκοπὴν εἰκότως διὰ τὴν Αἰγέως συγγένειαν, ἐτελεύτησεν ὠσθεὶς κατὰ πετρῶν φοβηθέντος τοῦ Λυκομήδους τοῦ βασιλεύοντος … Ἀθηναῖοι δὲ μετὰ τὰ Μηδικὰ κατὰ μαντείαν ἀνελόντες τὰ ὀστᾶ αὐτοῦ ἔθαψαν: —
ὑπάρχειν: —
ἀναίνεται δὲ λέκτρα: καὶ τί, φασὶν, ἐλύπει αὐτὴν τὸ τῆς φιλοσοφίας; καὶ λεκτέον ὅτι ὡς αὐτὴν ἀτιμάζων ἐδόκει αὐτῆς μὴ ποιεῖν τὰ τερπνὰ, ἀγνοῶν ὅτι καὶ σωφροσύνης ἔρωτας αὐτὴ ἀποστέλλει. ὡς ἐν διηγήσει λέγει ἢ ὡς πρὸς κνησμονὴν αὐτῆς ἐκείνου τοῦτο ποιοῦντος: —
μείζω βροτείας: εὐτυχήσας τῆς ἐπιμιξίας τῆς δαίμονος πλέον ἢ ὡς δεῖ ἀξιοῦσθαι ἄνθρωπον φιλίας θεοῦ. οἷον· μείζονι τῆς ἀνθρωπίνης ὁμιλίας ἐντυχὼν τῇ Ἀρτέμιδος: —
τὰ πολλὰ δὲ πάλαι προκόψασʼ: τοῦτο ἐσολοίκισεν· οὕτω γὰρ ἔδει εἰπεῖν· τὰ πολλὰ δὲ πάλαι προκόψασα οὐ πόνου πολλοῦ χρείαν ἔχω. συνεχῶς τούτῳ τῷ σχήματι χρῆται ὁ Εὐριπίδης. ἦν δὲ ὑγιέστερον οὕτως εἰπεῖν· τὰ πολλὰ δὲ προκεκοφυίας μου, ἔτι οὐ πολλοῦ με δεῖ πόνου, ἢ οὕτως· τὰ πολλὰ δὲ ἤδη προκόψασα οὐκέτι πολὺν ἔχω πόνον. προκόψασα δὲ προκατασκευάσασα, ἐπαυξήσασα τὴν ἐπίνοιαν· ὥσπερ ἂν εἴ τις εἴποι· προοικονομήσασα ὀλίγου χρείαν ἔχω πόνου. γέγονε δὲ ὁ σολοικισμὸς πρὸς τὸ ἀκατάλληλον τῆς πτώσεως. ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· προανυσάσῃ μοι τὰ πρὸς τὸν ἔρωτα τοιῷδε τρόπῳ, ὀλίγα λείπεται πρὸς τὴν τιμωρίαν: — προκόψασʼ: ἔδει εἶναι προκόψασαν ἢ προκοψάσῃ· συνεχῶς δὲ οὗτος κέχρηται τῷ τοιούτῳ σχηματισμῷ: —
ἐλθόντα γάρ νιν: ἐν τῇ Ἀττικῇ ἔτι οὖσα ἡ Φαίδρα ἰδοῦσα τὸν Ἱππόλυτον ἐλθόντα ἐπὶ μύησιν τῶν Ἐλευσινίων ἤρα πρὶν καὶ εἰς Τροιζῆνα ἐλθεῖν καὶ ἐκ τῆς συνεχοῦς θέας … ἔστι νοῆσαι τὸν ἔρωτα ὅτι πολὺς ἦν ὡς ἐξ αἰφνιδίου θέας τηλικοῦτον ἰσχῦσαι: —
σεμνῶν ἐς ὄψιν· μεγάλων σεπτῶν. ἔοικε δὲ λέγειν τῶν Ἐλευσινιακῶν. ὄψιν δὲ λέγει τὴν θέαν, τέλη δὲ τὴν τελετήν: —
εἰς τὴν Ἀττικήν: —
κατεσχέθη ὑπὸ τοῦ ἔρωτος: —
καὶ πρὶν μὲν ἐλθεῖν: τὸ ἐξαίρετον τοῦ ἔρωτος δηλοῖ, ὅτι καὶ πρὸ τοῦ ἐλθεῖν εἰς Τροιζῆνα οὕτως ἤρα, ὡς καὶ Ἀφροδίτης ἱερὸν ἱδρύσασθαι ἐν τῇ Ἀττικῇ ἐξιλεουμένη τὸν ἔρωτα: —
πέτραν παρʼ αὐτήν: ἐπὶ πέτρας τινὸς ἐν τῇ Ἀττικῇ, ἀφʼ ἧς ἦν ἀποβλέπεσθαι τὴν Τροιζῆνα, Ἀφροδίτης ναὸν ἱδρύσασθαι τὴν Φαίδραν φησίν, ἐκάλεσε δὲ Ἀφροδίτην ἐφʼ Ἱππολύτῳ, ὃ νῦν καὶ Ἱππολύτειον καλοῦσιν: — Παλλάδος κατόψιον: πέτραν Παλλάδος φησὶ τὸ Γλαυκώπιον ὄρος. κατόψιον δὲ ἀντὶ τοῦ· ἐπὶ ταύτης τῆς γῆς, τῆς Ἀττικῆς. ἢ τὸ κατόψιον ἀντὶ τοῦ· ἐξ ἐναντίας τῆς γῆς τῆσδε, ὅ ἐστι Τροιζῆνος: — κατόψιον: τὸ κατόψιον οἱ πιθανώτερον ἐξηγούμενοι ἤκουσαν τὸ ὄρος τὸ ἀντικείμενον τῷ Γλαυκωπίῳ. ἢ κατόψιον τὸ ὑψηλόν, παρόσον τὰ ὑψηλὰ κατοπτεύουσι πάντα τὰ ὑποκείμενα: —
ὅτι ἡ Τροιζὴν τὸ τέλος ἐστὶ τῆς Πελοποννήσου ἀντικειμένη τῇ Ἀττικῇ καὶ τῷ Γλαυκωπίῳ ὄρει τῆς Ἀττικῆς τὸ θύνιον. οἱ δὲ Ἀττικῶς λεγόμενον ἐπὶ Τροιζῆνος λαμβάνουσιν, ἐπειδὴ καὶ ἐν αὐτῇ ὑφέστηκε τὰ πράγματα. βέλτιον δὲ ἐπακολουθοῦντα τοῖς προτέροις Πανδίονος γῆν καὶ τἆλλα, ἐπὶ τῆς Ἀττικῆς ὡς προειρημένης αὐτὸ λαμβάνειν. κατόψιον οὖν ἀντὶ τοῦ· κατὰ τὸ ἀντικείμενον: —
ἐνιδρύσατο: —
μὴ παρόντος: — ἀποδήμου καὶ μὴ ἐπιδημοῦντος Ἱππολύτου ἤρα: — ἐρῶσʼ ἔρωτʼ: ἐν γὰρ τῇ ἀκροπόλει ἱδρύσατο Ἀφροδίτης ναὸν ἐπὶ αὐτῷ: —
εἰς τὰ μετὰ ταῦτα: — ἱδρῦσθαι θεάν: μὴ παρόντος ἐρῶσα τοῦ Ἱππολύτου ἐπʼ αὐτῷ ἱδρύσασθαι τὸ ἱερὸν ἔλεγε. πέτραν δὲ Παλλάδος φησὶ τὸ ἐν τῇ Ἀττικῇ Γλαυκώπιον, οὗ Καλλίμαχος ἐν Ἑκάλῃ μέμνηται. περὶ δὲ τοῦ τὸ ἱερὸν Γλαυκώπιον καλεῖσθαι ἀπὸ τοῦ ἐπωνύμου … —
μεθίσταται τῆς γῆς: —
μίασμα φεύγων αἵματος: τοὺς Παλλαντίδας ὑπὸ Θησέως ἀνῃρῆσθαι Φιλόχορος οὕτω φησί. «Πάλλαντος ἐπιθέσθαι ταῖς Ἀθήναις διανοουμένου καὶ τὴν Σφηττίαν ὁδὸν προφανῶς πορευομένου ἐπὶ τὸ ἄστυ μετὰ τῆς δυνάμεως αὐτοῦ, οἱ τούτου παῖδες κατὰ βούλησιν τοῦ πατρὸς Γαργηττοῖ ἐγκαθίζουσι μετὰ τῶν ἡλικιωτῶν, ἵνʼ, ὅταν ἐπεξελθοῦσι τοῖς Ἀθηναίοις ὁ Πάλλας συμβάλῃ, ἐξ ἐφόδου προσπεσόντες λάβωσι τὴν πόλιν. ἀνὴρ δέ τις, ὃς ἐκηρύκευε τῷ Πάλλαντι, ἀπαγγέλλει τῷ Θησεῖ τὸ γενόμενον. ὁ δὲ προσπεσὼν εὐθὺς μετὰ τῶν ἡλικιωτῶν αὐτοὺς ἀναιρεῖ». ἡ δὲ ἱστορία οὕτως ἔχει· Νῖσος καὶ Πάλλας καὶ Αἰγεὺς τρεῖς ἀδελφοὶ ἐκ Πανδίονος γεγόνασιν, καὶ ὁ μὲν Νῖσος τὰ Μέγαρα ᾤκει, Αἰγεὺς δὲ καὶ Πάλλας δήμων τινῶν ἦρχον, τῆς Ἀττικῆς οὔπω συνῳκισμένης εἰς ἕν. λόγος οὖν τὸν Θησέα, ἀνεψιὸν ὄντα τῶν Πάλλαντος παίδων, ἕνα αὐτῶν ἀντιποιούμενον τῆς βασιλείας ἀνελεῖν. ἐπειδὴ δὲ νόμος ἦν τοὺς ἐμφύλιον καὶ συγγενικὸν φόνον ποιήσαντας ἐνιαυσίᾳ φυγῇ ζημιοῦσθαι διὰ τὸ μίασμα, ἔξορον αὑτὸν ἐποίησεν καὶ τὴν γυναῖκα εἰς Τροιζῆνα πλησιάζουσαν ὡς τοὺς συγγενεῖς μετήνεγκεν ἑαυτὸν ἐκ ταύτης καὶ πάσης τῆς Πελοποννήσου ἀφορίσας. ἔθος γὰρ τοῖς ἐφʼ αἵματι φεύγουσιν ἐνιαυτὸν ποιεῖν ἔξωθεν τῆς πατρίδος: — Πάλλας πολύπαις ὢν ὡς ἄπαιδα τὸν Αἰγέα κατεπόνει ἕως ἡβήσας ὁ Θησεὺς ἠμύνατο τοὺς Παλλαντίδας. βαλὼν γὰρ ἐν κυνηγίῳ κατὰ συὸς τινὰ τῶν Πάλλαντος παίδων ἀνεῖλεν: —
καὶ τῇδε σὺν δάμαρτι: εἰς τὴν Ἀττικὴν ἦλθε πλεύσας διὰ τὸν φόνον: —
οἱ γὰρ ἐφʼ αἵματι φεύγοντες ἐνιαυτὸν ποιοῦσιν ἔξωθεν τῆς πατρίδος: —
ἄναξ Ποσειδῶν: Αἴθρᾳ γὰρ συνελθὼν Ποσειδῶν ἐποίησε τὸν Θησέα. τοὺς δὲ εἰς ἀπαλλαγὴν τῶν κακῶν γινομένους ἀνθρώπους θεῶν παῖδας ὠνόμαζον, ὧν καὶ ὁ Θησεὺς εἷς ἐστίν: — παρέσχεν. ἢ ἐδωρήσατο: —
μηδὲν μάταιον: μίαν μὲν ᾐτήσατο τὸ ἀνελθεῖν ἐξ Αἵδου, δευτέραν ἐκ λαβυρίνθου, τρίτην τὸ τῷ Ἱππολύτῳ θάνατον πεμφθῆναι: —
ἡ δʼ εὐκλεὴς μέν: Μίνωος γάρ ἐστι θυγάτηρ, Θησέως δὲ γυνή. ἢ ὅτι ἐρῶσα καρτερεῖ. διὰ τὸ Θησέως μὲν εἶναι γυνὴ, Μίνωος δὲ θυγάτηρ, εὐκλεής ἐστι. τὸ δὲ ἀπόλλυται ἀντὶ τοῦ· ἀπολεῖται καίπερ οὖσα εὐκλεής. τὸ δὲ αἴτιον ὅτι πάσαις ταῖς ἀφʼ Ἡλίου γενομέναις ἐμήνιεν Ἀφροδίτη, διὰ τὴν μηνυθεῖσαν ὑφʼ Ἡλίου μοιχείαν. τὴν γοῦν Πασιφάην οὐ μόνον τοῦ ταύρου, ἀλλὰ καὶ τοῦ … Μίνωος ἐρασθῆναί φασιν, ὡς ἱστορεῖ Σωσικράτης. εἰκότως δὲ ἡ Ἀφροδίτη τὴν παρʼ ἀμφοῖν εἰσπράττεται τιμωρίαν, παρὰ μὲν Φαίδρας, ὅτι ἀφʼ Ἡλίου· παρʼ Ἱππολύτου δὲ, ὅτι οὐκ εἶχε τὰ περὶ αὐτὴν ἐν τιμῇ, ἀπαξιῶν τὴν πρὸς τὰς γυναῖκας ὁμιλίαν: —
τὸ γὰρ τῆσδʼ οὐ προτιμήσω: οὐ τὸ ταύτης κακὸν ἔμπροσθεν θήσομαι τοῦ μὴ τιμωρήσασθαι τοὺς ἐχθροὺς, ἀντὶ τοῦ· οὐ φροντίσασα τῆς ἀπωλείας αὐτῆς τὸ μὴ οὐ παρασχεῖν τοὺς ἐμοὺς ἐχθροὺς ἐμοὶ δίκην ὕστερον θήσομαι: — ἄλλως: οὐκ ἂν προτιμήσαιμι τὴν ταύτης ἀπώλειαν καὶ τὸ μὴ τιμωρήσασθαι τοὺς ἐμοὺς ἐχθροὺς ἐν ὑστέρῳ θήσομαι: —
ἑπόμενος χορός: —
χορός. ἢ ὕμνος: — βοᾷ ὑμνεῖ: —
οὐ γὰρ οἶδʼ ἀνεῳγμένας πύλας: οὐκ ἐπίσταται, φησὶν, ὅτι ἕτοιμος αὐτῷ ἐστιν ὁ θάνατος: —
τελευταῖον: —
ἕπεσθʼ ᾄδοντες: τοῦτο ἔνιοι μὲν τὸν Ἱππόλυτον φασὶν ᾄδειν. ἄμεινον δὲ τοὺς ἑπομένους τῷ Ἱππολύτῳ ἀπὸ τῶν κυνηγεσίων ταῦτα λέγειν. ἕτεροί εἰσι τοῦ χοροῦ, καθάπερ ἐν τῷ Ἀλεξάνδρῳ οἱ ποιμένες. ἐνταῦθα μὲν οὖν δύναται προαποχρήσασθαι τοῖς ἀπὸ τοῦ χοροῦ, ἐκεῖ δὲ συνεστῶτος τοῦ χοροῦ ἐπεισάγει τοιοῦτο ἄθροισμα, ὡς καὶ ἐν τῇ Ἀντιόπῃ δύο χοροὺς εἰσάγει, τόν τε τῶν Θηβαίων γερόντων διόλου καὶ τὸν μετὰ Δίρκης. ὥστε βέλτιστον ἐπιγράφειν «χορὸς νεανιῶν τῶν κυνηγῶν Ἱππολύτου», οὐχ ᾗ λέγουσι τινὲς τὸν Ἱππόλυτον ταῦτα λέγειν, ὅπου γε καὶ αὐτὸς προστάττει αὐτοῖς ᾄδειν τὴν Ἄρτεμιν, λέγων ἕπεσθʼ ᾄδοντες: — ἢ ὁ Ἱππόλυτος ὑμνεῖν παρακελεύεται αὐτοῖς, ἢ ἀλλήλους προτρέπονται οἱ ἀπὸ τοῦ χοροῦ, ἤγουν οἱ συνεπόμενοι τῷ Ἱππολύτῳ κυνηγέται. ἄλλοι δέ τινές εἰσι παρὰ τὸν χορόν. ὁ γὰρ χορὸς, ὡς εἴρηται, ἐκ Τροιζηνίων γυναικῶν ἐστιν: —
ᾗ μέλομεν κυνηγετικὴν ἀσκοῦντες: —
καλλίστη οὖσα ὑπὲρ πάσας τὰς παρθένους: —
τὴν καλλίστην τοῦ πατρὸς Διὸς αὐλήν: —
σοὶ τόνδε πλεκτὸν στέφανον ἐξ ἀκηράτου: διαβεβόηται τοῦτο τὸ ζήτημα. καὶ οἱ μὲν ὑπέλαβον τὸν Ἱππόλυτον στέφειν τὴν Ἄρτεμιν ἀνθίνῳ στεφάνῳ, οἱ δὲ ἐφʼ ἑαυτοῦ τὸν Ἱππόλυτον ταῦτα λέγειν ὅτι ἐμαυτόν σοι ἀνατίθημι, ὦ θεὰ, στέφανον, τουτέστι κόσμον ἀνθηρότατον· κόσμον γὰρ εἶναι τῇ παρθένῳ τὸ μετὰ τοῦ σωφρονεστάτου τῶν νέων διημερεύειν. ἄλλοι δὲ μηδὲν αἰνίττεσθαι τὸν ποιητήν φασι μηδὲ ἀλληγορεῖν, ἀλλὰ κυρίως λέγειν, καὶ τῷ ὄντι στέφανον φέρειν τὸν Ἱππόλυτον, τοῦτον δὲ ἐκ τοιούτου λειμῶνος, καθʼ ὃν οὐκ ἔστιν ἡμῖν ὅσιον δρέπεσθαι τῶν ἀνθέων. τὸ γὰρ οὐδʼ ἦλθέ πω σίδηρος εἰς τοῦτο καταστρέφει, ὅτι οὐ δέδρεπται ὑπό τινος οὐδὲ εἴργασται. ἄλλοι δέ φασι τὸν Εὐριπίδην τροπικώτερον τὸν ἐπὶ τῇ Ἀρτέμιδι ὕμνον στέφανον λέγειν. καὶ γὰρ δὴ παράλογον εἶναι καὶ πολλὴν ἀτοπίαν ἔχον τὸ δοκεῖν ἄνθινον λειμῶνα εἶναι, ὅθεν ἐδρέφθη τὰ ἄνθη, καὶ τοιοῦτον, εἰς ὃν οἱ εἰσιόντες ἐξετάζονται πότερον διδακτὴν ἔχουσι τὴν σωφροσύνην ἢ ἐκ φύσεως, καὶ ὑπὸ τῆς αἰδοῦς κατάρδεσθαι αὐτόν. φιλοσόφως δέ φησι τῷ μὲν ξοάνῳ πλεκτὸν στέφανον προσφέρειν, τῇ δὲ θεῷ τὸν ὕμνον. ἐξ ἀκηράτου δὲ τῆς ἀδόλου καὶ ἀφθάρτου μου διανοίας: — ἄλλως: ἐπιεικῶς οἱ ποιηταὶ τὰς μὲν ἰδίας φύσεις λειμῶσιν ἢ ποταμοῖς ἢ μελίσσαις εἰκάζουσι, τὴν δὲ ποίησιν στεφάνοις, διὰ μὲν τῶν ἀνθέων τὸ ποικίλον καὶ τὸ κάλλος αὐτῆς παριστάντες, διὰ δὲ τῶν ποταμῶν τὴν πληθὺν καὶ τὴν εἰς τὸ ποιεῖν ὁρμήν, διὰ δὲ τῶν μελισσῶν τὸ μελιχρόν, διὰ δὲ τῶν στεφάνων τὸν κόσμον τῶν ὑμνουμένων. ταῦτα δὴ πάντα συνελὼν ὁ ποιητὴς ἐφαίδρυνε τῆς ἀλληγορίας τὸν τρόπον. τὸ δὲ ἐξ ἀκηράτου λειμῶνος, ἐπειδὴ δεῖ τὸν μετιόντα μουσικὴν καθαρὰν καὶ ἀκήρατον ἔχειν τὴν ψυχὴν παντός τε ἄχραντον κακοῦ καὶ μάλιστα τῆς αἰδοῦς μεμοιραμένην. διὰ γάρ τοι τὸ αἰδέσιμον καὶ παρθένους ὑποτίθενται τὰς Μούσας, γονιμωτάτας οὔσας: — ἄλλως: καθολικόν ἐστι, τῆς διανοίας καὶ στέφανον αὐτὸν προσφέροντα ἅτε δὴ σοφόν. τῷ μὲν γὰρ ξοάνῳ τὸν χειροποίητον στέφανον προσφέρει, τῇ δὲ θεῷ τὸν ὕμνον. πλεκτὸν τοίνυν στέφανον λέγει τὸν ὕμνον διὰ τὸ δίκην πλοκῆς συντεθέντας τοὺς λόγους ἀποτελεῖν τοὺς ὕμνους. ἀκήρατον δὲ λειμῶνα ἀλληγορεῖ, ἐξ οὗ τῶν ἀνθέων πεπλέχθαι τὸν στέφανον, τὴν παρθένιον καὶ ἄδολον ἔννοιαν ἐν ᾧ λειμῶνι οὐδὲ ποιμὴν ἄξιον νενόμικε τὰ ποίμνια ἄγειν· τὰ οὖν ἄνθη τούτου τοῦ λειμῶνος σοφίας εἶναι καὶ ἀρετῆς ἀποτελέσματα. ἀλλὰ μὴν οὐδὲ σίδηρος εἰς τμῆσιν ἦλθε τοῦ λειμῶνος καὶ αὐτοῦ τὰ ἄνθη περιέκειρεν· σίδηρον οὖν λέγει ἤτοι τὴν πανοῦργον φιλοπραγμονίαν καὶ κακουργίαν ἢ τὴν τῶν αἰσχρῶν ἡδονῶν φθορὰν, ἵνα αὐτοῦ τὸ παρθένιον καὶ ἄδολον δηλοῖ· μέλισσαν μέντοι ἀλληγορεῖ αὐτὴν τὴν ψυχήν. καθαρώτατον γάρ τι ζῷον ἡ μέλισσα, ἔνθεν τὰς ἱερείας μελίσσας καλοῦσιν οἱ ποιηταί. ἐαρινὸν δὲ αὐτὸν εἶπεν ἤτοι ὅτι ἡ μέλισσα ἥδεται τῷ ἔαρι διὰ τὰ ἄνθη ἢ ὅτι αἱ καθαραὶ ψυχαὶ ἀεὶ ἐν ἀνθήσει εἰσί. τὸ γὰρ ἔαρ ἀνθέων γεννητικόν: — καίρων τῷ μελιλώτῳ στέφεσθαι τὴν ἐν Ἄγραις Ἄρτεμιν, Ἀπολλόδωρος δὲ παρὰ Κρησὶν δίκταμνον ἢ σχῖνον εἶναί φησιν αὐτῆς τὰ στεφανώματα· φύεσθαι δὲ τὸ δίκταμνον ἐν Κρήτῃ μόνη· τοῦτο καὶ ὠκυτόκιον εἶναι, διὸ καὶ ταῖς δυστοκούσαις δίδοσθαι χάριν τοῦ ταχέως ἀποτίκτειν. Ἴστρος δέ φησιν ἐν τῷ γ τῶν Ἀτάκτων καταλέγεσθαι παῖδας ἀμφιθαλεῖς ἀνθοφόρους, ἐπὶ πᾶσι δὲ τοὺς παῖδας ἀνθοφορεῖν ἐκ τῶν τῆς θεοῦ κήπων εἰς τὸν στέφανον, τὴν δὲ ἱέρειαν πλέκειν καὶ στεφανοῦν πρῶτον μὲν τὸ ἕδος, μετὰ δὲ ταῦτα τὸ ἄγαλμα: — τὸ ἄγαλμα τῆς Ἀρτέμιδος οἱ μὲν δικτάμνῳ, οἱ δὲ σχίνῳ, οἱ δὲ λωτῷ στέφεσθαί φασιν: — ἐκ καθαρᾶς καρδίας: —
ἄμουσοι καὶ αἰσχροπρεπεῖς οἱ ποιμένες: — τρέφειν τὰ ποίμνια: —
παραμόνιμον: —
ψυχή: —
αἰδὼς δὲ ποταμίαισιν: ἡ αἰδὼς, φησὶ, τοῦτον τὸν λειμῶνα γεωργεῖ καὶ αὐτὸν τοῖς ὕδασι τοῖς ποταμίοις κηπεύει καὶ ποτίζει. τοῦτο δὲ λέγει, ἐπεὶ πλεῖστον μέρος τῆς σωφροσύνης ἡ αἰδὼς ἔλαχε καὶ τοῖς ἀγαθοῖς ἀνδράσι καὶ σοφοῖς ἔνεστι τὸ αἰδημονικόν. ὅσοις οὖν μηδὲν διδακτὸν καὶ ἐκ βίας φύσεως ἔγνωσται, ἀλλὰ φύσει τὴν σωφροσύνην ἐγνώκασι, τούτοις ἐκ τούτου τοῦ λειμῶνος μόνοις δρέπεσθαι καὶ καρποῦσθαι δέδοται … τοιαύτῃ ψυχῇ σοφίας ἀπολαύειν: — ἄλλως: ταῦτα οὐκ ἔστιν ἐπινοῆσαι, εἰ κυρίως τις βούλεται ἐπὶ τῶν κηπευμάτων ἐκδέχεσθαι τὸν λόγον. ἀλληγορεῖται οὖν τὰ προκείμενα. οἱ γὰρ ποιηταὶ ἐπιεικῶς τὰς ἰδίας φύσεις μελίσσαις καὶ ποταμοῖς καὶ λειμῶσι προσομοιοῦσιν, αὐτὴν δὲ τὴν ποίησιν στεφάνοις, διὰ μὲν τῶν ἀνθέων τὸ ποικίλον καὶ τὸ κάλλος αὐτῆς παριστάντες, διὰ δὲ τῶν ποταμῶν τὸ πλῆθος καὶ τὴν ἐπὶ τὸ ποιεῖν ὁρμὴν, διὰ δὲ τῶν μελισσῶν τὸ ἐπιμελὲς καὶ τὸ συντεταγμένον, ἅμα καὶ τὸ τῶν ποιημάτων μελιχρὸν, τοὺς στεφάνους ἕνεκα τοῦ λαμπρύνεσθαι διʼ αὐτῶν τοὺς ἐπαινουμένους. ταῦτα δὲ πάντα συλλαβὼν ὁ Εὐριπίδης ἐφαίδρυνε τὴν ἀλληγορίαν, διʼ ἧς τὸν εἰς τὴν Ἄρτεμιν ὕμνον ἠβουλήθη παραστῆσαι, τῶν ἄλλων ποιητῶν σποράδην τοῖς τρόποις χρησαμένων. τὸ δὲ ἐξ ἀκηράτων λειμώνων δρέπεσθαι διὰ τὸ δεῖν τὴν ποιητικὴν ψυχὴν καθαράν τε καὶ ἀκήρατον εἶναι καὶ παντὸς κακοῦ ἄχραντον. δεῖ γὰρ τοῖς ποιητικὴν μετιοῦσιν αἰδοῦς μεμοιρᾶσθαι πάντως· διὸ καὶ τὰς Μούσας παρθένους εἶπον ἔνιοι: — ἀνατρέφει: —
ὅσοις διδακτόν: διδακτόν ἐστιν τὸ μὴ ἐκ φύσεως πλεονέκτημα, ἀλλʼ ἐκ συνεχοῦς μελέτης ἀνυόμενον· καὶ οἱ φιλόσοφοι διδακτὰ μὲν τὰ πονηρὰ καλοῦσιν, φυσικὰ δὲ τὰ καλά. διδακτὸν οὖν τὸ ἐκ βίας φύσεως μάθημα ἢ συνεχεῖ ἐγνωσμένον μελέτῃ. τὰ γοῦν ἐξ ἐπινοίας καλὰ καὶ παλίμβολά εἰσιν: —
ἔλαχεν: —
καρποῦσθαι: —
χρυσέας κόμης: τοῦτο πάλιν πρὸς τὸν χειροποίητον στέφανον, ὃν ἔφερεν τῷ ξοάνῳ. τινὲς μέντοι καὶ τοῦτο ἐπὶ τῆς αὐτῆς ἀλληγορίας ἀκούουσι, λέγοντες τὸν ὕμνον κόσμον εἰρῆσθαι αὐτῷ. τοῦτον ἂν λέγοι τὸν ὕμνον δεικτικῶς πρὸς τὸ εἰρημένον πότνια: —
σοὶ δὲ ξύνειμι: τὸ ἑξῆς· σοὶ δὲ σύνειμι καὶ λόγοις ἀμείβομαι καὶ μόνῳ βροτῶν τοῦτό ἐστιν ἐμοὶ γέρας: —
τέλος δὲ κάμψαιμʼ: τὸ δὲ τέλος τοῦ βίου ἀνύσαιμι ὥσπερ καὶ ἠρξάμην, ἐν σωφροσύνῃ διατελέσας: —
ἄναξ· θεοὺς γάρ: ἄναξ κυρίως ὁ σωτήρ, διὸ καὶ τοὺς θεοὺς ἄνακτας καλοῦσιν. καταχρηστικῶς δὲ καὶ τοὺς δεσπότας ἄνακτας καλοῦσιν, ὡς δευτέρους σωτῆρας. καὶ Ὅμηρος· «Ἀστυάναξ· οἶος γὰρ ἐρύετο Ἴλιον Ἕκτωρ», οἷον ὁ τοῦ ἄστεος σωτήρ. ᾧ οὖν ἄναξ· θεοὺς γὰρ καὶ σωτῆρας καλεῖν τοὺς δεσπότας χρή. δύναται δὲ τὸ ἄναξ ἐπὶ τοῦ Ἱππολύτου, τὸ δὲ δεσπότας ἐπὶ τῶν θεῶν: — ἄλλως: ὡς τῆς ἄναξ προσηγορίας θεοῖς ἁρμοζούσης. δύναται δὲ καὶ οὕτως ἀκούεσθαι ὡς τοῦ πρεσβύτου τὸν μὲν Ἱππόλυτον ἄνακτα λέγοντος, τοὺς δὲ θεοὺς δεσπότας. καὶ γὰρ εἰκὸς μέλλοντα συμβουλεύειν αὐτῷ περὶ τοῦ μὴ ὑπερφρονεῖν τὴν Ἀφροδίτην, οὕτως καὶ ἄρξασθαι σεμνύνοντα τὸ θεῖον καὶ ὑπερτιθέντα τῆς ἀνθρωπίνης φύσεως: —
καὶ κάρτα γʼ: κατʼ ἐναλλαγήν ἐστιν ἀπὸ τοῦ κράτα, οἷον κραταιῶς, ὡς ἀπὸ τοῦ σάφα σαφῶς: —
μισεῖν τὸ σεμνόν: σεμνόν τὸ ὑπερήφανον. δηλοῖ δὲ ἡ λέξις καὶ τὸ τίμιον ὡς ὑποκατιών φησι· πῶς οὖν σὺ σεμνὴν δαίμονʼ οὐ προσεννέπεις, ἀντὶ τοῦ σεβαστήν. δηλοῖ δὲ καὶ τὴν πάνυ τιμίαν· σεμνή γε μέντοι. διὸ καὶ τὸ χ: — τὸ ὑπερήφανον. καὶ σφόδρα τίμιον: —
λυπηρός: —
τῆς προσηγορίας ὁ μόχθος βραχύς· διʼ αὐτῆς γὰρ πρᾶγμα εὑρίσκει: —
ἆρα οὖν κατὰ ταὐτὸ τοὺς θεοὺς ὑπονοεῖς χάριν ἔχειν τοῖς εὐπροσηγόροις: —
εἴπερ γε θνητοὶ θεῶν: τοῦτο εἶπεν, ἐπεὶ ἐξ ἀρχῆς Ῥαδάμανθυς καὶ Μίνως παρὰ τῶν θεῶν διδασκόμενοι τὰ νόμιμα, τοῖς ἀνθρώποις φανερὰ ταῦτα ἐποίησαν: — καὶ ἄλλως: ἐπεὶ παρὰ τῶν θεῶν ἔλεγον τοὺς νόμους ἀκηκοέναι οἱ νομοθέται, ὡς Λυκοῦργος μὲν ἀπὸ Ἀπόλλωνος, Μίνως δὲ ἀπὸ Διός. Ὅμηρος· «ἐννέωρος βασίλευε Διὸς μεγάλου ὀαριστής»: —
πῶς οὖν τὴν τιμίαν θεὸν οὐ προσαγορεύεις: —
τίνʼ· εὐλαβοῦ γάρ: ἀντὶ τοῦ· σιώπα μὴ κατά τι ἁμάρτῃς τοῖς σοῖς ῥήμασιν· ὑπενόησε γὰρ αὐτὸν τὴν Ἀφροδίτην λέγειν: — διὰ τῆς Ἀφροδίτης: —
οὕτως Ἀριστοφάνης· «μὰ τοὺς πρόσωθεν»: — ἁγνὸς ὢν μακρόθεν αὐτὴν ἀσπάζομαι: —
τιμία σεβασμία: — ἔνδοξος: —
ἄλλοισιν ἄλλος: ὃ λέγει, τοιοῦτόν ἐστιν· οὐ πάντες τοὺς αὐτοὺς θεοὺς σέβομεν οὐδὲ τοὺς αὐτοὺς ἀνθρώπους ἀγαπῶμεν, ἀλλʼ οἱ μὲν τόνδε, ἄλλοι δὲ τόνδε. ὁμοίως δὲ κἀγὼ τὴν Ἄρτεμιν σέβω, ἄλλος δὲ τὴν Ἀφροδίτην: — διαφόροις, φησὶν, ἀνθρώποις ἄλλος θεῶν καὶ ἄλλος ἀνθρώπων ἐν φροντίδι ἐστίν. καὶ Ὅμηρος· «ἄλλος δʼ ἄλλῳ ἔρεζε θεῶν αἰειγενετάων»: —
εὐδαιμονοίης: μήτε ὑπὲρ τὸ καθῆκον φρονῶν μήτε ὑπὲρ ἄνθρωπον, ὅ ἐστιν· εἴη σε τῆς ἀρετῆς ἔχειν τὸ ἄκρον μὴ ὑπὲρ ἄνθρωπον φρονοῦντα: — ἄλλως: εἴη σοι εὐδαιμονεῖν τὰ καθήκοντα φρονοῦντα. λυποῦμαι γὰρ νῦν ὁρῶν σε ἀφρονοῦντα: —
θεὸς, ὅς ἐστι θαυμαζόμενος ἐν νυκτί, ἐμοὶ οὐκ ἀρέσκει. διὰ τὸ νυκτὸς ἀφροδισιάζειν: —
τιμαῖσιν, ὦ παῖ: ταῖς νομίμοις τιμαῖς τῶν θεῶν προσήκει σοι χρῆσθαι. χρὴ γὰρ ταῖς τιμαῖς τῶν θεῶν χρῆσθαι, τουτέστι τιμᾶν τοὺς θεούς: —
ἀκόλουθοι: —
τερπνὸν ἐκ κυναγίας: τερπνὸν γάρ ἐστι τὸ ἐκ καμάτου τῆς κυνηγίας εὑρεῖν τράπεζαν γέμουσαν καὶ κορεσθῆναι: —
τράπεζα πλήρης: προτεθεῖσα δηλονότι. καθολικόν ἐστι, τοῦ καμάτου εὐεκτότερα ποιοῦντος τὰ σώματα τῇ κινήσει τοῦ θερμοῦ: — ψηκτρίζειν: —
γυμνάσω τὰ πρόσφορα: τὰ συνήθη καὶ ἕτοιμα. τὰ σύμφορα, τὰ ἐπιτήδεια, τὰ δέοντα: —
ἀντὶ τοῦ σῴζεσθαι: — ἡμεῖς δέ· τοὺς νέους: ἡμεῖς δὲ προσευχόμεθα τοῖς σοῖς ἀγάλμασιν. οἷον· ὡς πρέπει δούλοις, τὴν εὐχὴν ποιησόμεθα, οἷον· οὐ μετὰ πολυτελείας θυσιῶν, ἀλλὰ ψιλὴν τὴν προσφώνησιν ποιησόμεθα: —
χρὴ δὲ συγγνώμην ἔχειν: εἰς τὸ ἔχειν τελείαν στιγμήν, τὸ δὲ ἑξῆς ἀπὸ ἄλλης ἀρχῆς: —
εἴ τίς σʼ ὑφʼ ἥβης: ὑπὸ ἀκμῆς καὶ προπετείας νεότητος θρασὺ καὶ ἰταμὸν καὶ ἀναιδὲς ἔχων τὸ σπλάγχνον:—
μὴ δόκει τούτου κλύειν: νόμιζε μηδὲ ἀκούειν τοῦ τοιούτου λόγου: —
Ὠκεανοῦ τις ὕδωρ: ὁ χορὸς ἧκεν ἐκ Τροιζηνίων γυναικῶν συναχθεὶς εἰς ἐπίσκεψιν τῆς Φαίδρας. καὶ πρῶτα μὲν διηγεῖται πόθεν αὐτῇ ἡ φήμη τῆς βασιλίσσης ἦλθεν, ἔπειτα δὲ καὶ ζητεῖ, τίς ἂν εἴη ἡ πρόφασις αὐτῇ τῆς νόσου: — καὶ ἄλλως: ὁ νοῦς· πέτρα τίς ἐστιν ὕδωρ Ὠκεάνειον στάζουσα, οὐ διϊπετὲς οὐδʼ ὑέτιον, ἀλλʼ αὐτομάτως ἀναβλύζον. πᾶν δὲ ὕδωρ Ὠκεανὸς λέγεται: — στάζουσα πέτρα: πέτρα τις λέγεται τοσοῦτον ὕδωρ ἔχουσα πηγαῖον ὥστε βάπτειν ὑδρίαν. Ὠκεανοῦ δὲ καθὸ γλυκὺ καὶ πότιμον: —
βαπτὰν κάλπισι: οἷον· ὥστε βαπτίζειν ἐν τῇ εὐύδρῳ πηγῇ τὴν ὑδρίαν. ἢ ὅσον δύναταί τις χαλῶν τὴν ὑδρίαν γεμίζειν. ἢ τὴν περιρρεομένην ὑπὸ τοῦ ὕδατος πηγήν. ἢ τὴν δυναμένην βάψαι κάλπιν καὶ οὐ περαιτέρω: — καὶ ἄλλως: ὡς «κοτυλήρυτον αἷμα», τὸ κοτύλην βάψαν. ἢ ὅτι περὶ τὴν Τροιζηνίαν τοιαύτη τίς ἐστι πέτρα ἐξ ἧς τὸ καταφερόμενον ὕδωρ βάπτει τὰς ὑδρίας, ὡς Διονυσόδωρος ἱστορεῖ ἐν τῷ Περὶ ποταμῶν: —
πέμπουσα τὸ ὕδωρ διὰ τῶν κρημνῶν: —
ὅθι μοί τις ἦν φίλα: ὅπου μοί τις φίλη ἐνέτυχεν. ἀπιθάνως δὲ κεῖται τὸ ἦν. ἔδει γὰρ λέγειν· ἔνθα μοί τις συνέτυχε φίλη: — ἄλλως: ἐνταῦθά μοί τις γυνὴ, ἀνελθοῦσα πλῦναι τὰ ἱμάτια καὶ ταῦτα ἐπὶ τῆς εὐηλίου πέτρας ἐπὶ ξηρασίαν καταβαλοῦσα, ἀκούσασα τῆς βασιλίσσης τὴν νόσον πρῶτον ἤγγειλεν. φιλοῦσι γὰρ ἐν ταῖς τοιαύταις συνόδοις ὁμιλίαι περὶ βασιλέων παρεμπίπτειν πρὸς παραμυθίαν τῶν καμάτων, ὥστε οὐκ ἀπεικότως πρὸς πλυνούσης φίλης πυθέσθαι εἰπεῖν: —
τέγγουσα, θερμᾶς: βρέχουσα πλύνουσα. ἐπὶ τὰ νῶτα δὲ τῆς θερμαινομένης ἐκ τῆς τοῦ ἡλίου βολῆς πέτρας: — ἐπὶ τῆς εὐηλίου πέτρας: —
ὅθεν μοι πρώτα φάτις: ὅθεν, ἐκ τῆς φίλης δηλονότι. ὅπου πρῶτον ἔμαθον τὴν Φαίδραν κακουμένην ἔσω τῶν οἴκων ἐπὶ τῆς κλίνης εἶναι, τουτέστιν κλινήρη: —
δέμας ἐντὸς ἔχειν: ἐντός ἀντὶ τοῦ· ἐν τοῖς μυχοῖς τοῦ οἴκου. τοῦτο δέ, ἐπεὶ καὶ σωφροσύνης ἕνεκα πολλάκις ἀπροϊσία γίνεται: —
λεπτὰ δὲ φάρη: λεπτοῖς δὲ φάρεσι κατακαλύπτεσθαι τὴν κεφαλήν· οὐκ ἀνέχεται γὰρ βαρύτερα διὰ τὴν προσοῦσαν καῦσιν τῆς νόσου: —
τριτάταν δέ νιν κλύω: τὸ ἑξῆς· τριτάταν δέ νιν κλύω τάνδε ἡμέραν κατέχειν ἁγνὸν τὸ στόμα τῆς Δήμητρος ἀκτῆς. οἷον· λοιπὸν τρεῖς ἡμέρας ἔχω ἀκούουσα περὶ αὐτῆς ὅτι ἀσθενεῖ καὶ οὐ μεταλαμβάνει βρώσεως ἐν τῷ στόματι αὐτῆς. τὸ δὲ κρυπτῷ πένθει ἀντὶ τοῦ· ἐπὶ ἀδήλῳ συμφορᾷ καὶ μὴ ἐμφαινομένῃ πρὸς τὸ τέλος τοῦ θανάτου φέρεται. ἀντὶ τοῦ· ὑπὸ τῆς ἀλγηδόνος καὶ τῆς νόσου τῆς κρυπτῆς μέλλει ἀποθνῄσκειν. θαυμασίως δὲ ὁ Εὐριπίδης ἐπὶ Ὀρέστου νοσοῦντός φησιν οὔτε σῖτα διὰ δέρης ἐδέξατο ὡς βουλομένου μὲν φαγεῖν, καταπιεῖν δὲ μὴ δυναμένου ὑπὸ ἀσθενείας· περὶ δὲ Φαίδρας ἀσιτεῖν βουλομένης εἰς θάνατον τὸ σύνολον αὐτὴν μὴ δέχεσθαι εἰς τὸ στόμα τροφήν: —
τροφῆς τῆς γῆς: — ἄθικτον. «ἁγνὴ γάρ εἰμι» Μένανδρος
κέλσαι ποτὶ τέρμα: ἐπὶ ἀδήλῳ συμφορᾷ καὶ μὴ ἐμφαινομένῃ πρὸς τὸ τέρμα τοῦ θανάτου κέλσαι καὶ προσπελάσαι θέλει. οἷον· ἀκούω αὐτὴν ἀσιτεῖν ἀποθανεῖν σπουδάζουσαν διὰ μετάστασιν βίου: — προσπελάσαι: —
σὺ γὰρ ἔνθεος, ὦ κούρα: ἀπέτεινε λοιπὸν τὸν λόγον πρὸς τὴν Φαίδραν, τῆς νόσου αὐτῆς τὴν πρόφασιν ἐπιζητοῦσα καὶ τοῖς μανίας αἰτίοις προσθεμένη δαίμοσι. δοκεῖ γὰρ καὶ μαίνεσθαι ἐνίοτε τῇ ὑπερβολῇ τοῦ ἔρωτος, μὴ καθεστάναι δοκοῦντα ῥήματα φθεγγομένη, οἵανπερ αὐτὴν εἰσάγει καὶ κυνηγεσίων ἐρῶσαν καὶ διʼ αἰνιγμάτων τὰ τοῦ ἔρωτος φράζειν δοκοῦσαν: — ἄλλως: ἐμμανής, ἐν σεαυτῇ μανιῶδές τι ἔχουσα. τὸ δὲ ἑξῆς· ἔνθεος φοιτᾷς, ὥστε εἶναι τὸ ἑξῆς τῆς διανοίας οὕτως· σὺ γὰρ, ὦ κόρη Φαίδρα, ἔνθεος καὶ ἐμμανὴς φοιτᾷς καὶ ἐνθουσιᾷς, ἔκ τινος θεῶν τοῦτο παθοῦσα. καὶ ἀπορούσῃ εἰπέ μοι· ἐκ Πανὸς σὺ ἐμάνης εἴτε ἐκ τῆς Ἥρας ἢ Κορυβάντων τοῦτο νοσεῖς; λέγειν οὐκ ἔχω· καὶ εἴ τι τούτων ἁμαρτήσασα. τὴν ὀρείαν καὶ μανίας αἰτίαν: — γράφεται φοιτᾷς. ὦ νέα Φαίδρα. τὸ δὲ ἔνθεος ἐμμανής. σὺ γὰρ ἔνθεος φοιτᾷς· πόθεν δέ, λέγειν οὐκ ἂν δυναίμην. ὁ εἰ ἀντὶ τοῦ ἢ καὶ ὁ τε παρέλκει. τὸ δὲ φοιτᾷς ἀντὶ τοῦ μαίνῃ, ἐπιθειάζῃ, κατέχῃ. ἀντὶ γὰρ τοῦ ὦ κούρα τινὲς τὸ φοιτᾷς γράφουσιν: —
ἢ σεμνῶν Κορυβάντων: σεμνῶν ἀντὶ τοῦ τιμίων. Κορύβαντες μανίας αἴτιοι· ἔνθεν καὶ κορυβαντιᾶν: —
τῆς Ῥέας τῆς ἐν τοῖς ὄρεσι διατριβούσης: —
σὺ δʼ ἀμφὶ τὰν πολύθηρον: σὺ δὲ μὴ θύσασα τῇ Ἀρτέμιδι τρύχῃ. ἢ τῇ Ἑκάτῃ. σὺ μὲν δὴ, φησὶν, διὰ τοῦτο τρύχῃ ὅτι τῇ Ἑκάτῃ οὐκ ἐτέλεσας θυσίαν. τὸ δὲ ἑξῆς· σὺ δὲ ἀμπλακίαις τρύχῃ ἀμετάδοτος οὖσα ἀθύτων πελάνων περὶ τὴν Δίκτυνναν. λείπει γὰρ τὸ οὖσα. τουτέστιν· τῶν μὴ τεθυμένων πελάνων ἐκτὸς μείνασα καὶ ἀνίερος οὖσα εἰς αὐτὴν καταπονῇ: —
Δίκτυνναν ἀμπλακίαις: τὴν Δίκτυνναν νῦν διέκρινεν τῆς Ἑκάτης ἐνίων τὴν αὐτὴν εἶναι φασκόντων. τινὲς Δίκτυνναν τὴν Ἄρτεμιν, ἀπὸ τῆς κυνηγοῦ νύμφης Βριτομάρτιδος τῆς ἐμπεσούσης εἰς δίκτυα φευγούσης τὸν Μίνωα. παρὰ δὲ Καλλιμάχῳ ἐν ὕμνῳ ἡ ἱστορία. τινὲς δὲ τὴν αὐτὴν εἶναι τῇ Ἑκάτῃ, περὶ ἧς φησὶν Ἡσίοδος· «μοῖραν ἔχει γαίης τε καὶ ἀτρυγέτοιο θαλάσσης»: —
φοιτᾷ γάρ: φοιτῶσιν οἱ θεοὶ πανταχοῦ τοὺς ἀτιμάζοντας τιμωρούμενοι: —
ταῖς διύγροις: —
ἢ πόσιν τὸν Ἐρεχθειδᾶν: στοχαστικὸν τὸ ἦθος. ἢ, φησὶν, εἰς οὐδένα τῶν θεῶν ἥμαρτες, ἀλλὰ τάχα τὸ δεινὸν ἔρως ἐστὶ καὶ μοιχεία ἑτέρου, φόβῳ δὲ τοῦ ἀνδρὸς καὶ ἔρωτι τοῦ μοιχοῦ κατεχομένη ἀγωνιᾷς. δύναται καὶ ὡς τοῦ Θησέως ἔχοντος ἑτέραν γυναῖκα ὁ λόγος τάττεσθαι· ἤ τις γυνὴ ἀπατᾷ σοῦ τὸν ἄνδρα τῇ ἑαυτῆς λαθραίᾳ συνουσίᾳ, σὺ δὲ ἐκ τῆς ζηλοτυπίας εἰς νόσον καὶ μανίαν κατέστης. ἀγνοεῖ γὰρ ὁ χορὸς ἔκδημον ὄντα τὸν Θησέα, ὅπου γε καὶ ἐν τοῖς ἑξῆς φησιν ὃ δʼ εἰς πρόσωπον οὐ τεκμαίρεται βλέπων, εἶτα ἡ τροφός ἔκδημος ὢν γὰρ τῆσδε τυγχάνει χθονός. ἀγνοῶν οὖν αὐτὸν ἐνόμιζε παρόντα συνορᾶν τὰ γινόμενα: —
ἢ ναυβάτας: ἕτερος λογισμὸς νόσου. ἢ τάχα τις ναύτης ἐκ Κρήτης ὁρμήσας εἰς Τροιζῆνα φήμην πένθους τῶν οἰκείων ἀπήγγειλεν αὐτῇ: — ἄλλως: τάχα τις ἦλθεν ἐκ τῆς πατρίδος αὐτῆς λυπηρὰν φήμην κομίζων, ἐκ τούτων δὲ τῶν παθῶν τῶν ἠγγελμένων καὶ τῇ ὑπὲρ τῶν παθῶν εὐναίᾳ λύπῃ δέδεται τὴν ψυχήν: —
δʼ ὑπὲρ παθέων: ὅ ἐστι· διὰ τὰ πάθη συνδέδεται αὐτῆς ἡ ψυχὴ τῇ εὐναίᾳ λύπῃ, ἀντὶ τοῦ τῇ εἰς εὐνὴν αὐτὴν βαλλούσῃ. ἢ αὐτὴ ἡ Φαίδρα εὐναία δέδεται τὴν ψυχήν. τινὲς οὕτως· συνδέδεται ἡ ψυχὴ τῇ εὐναίᾳ λύπῃ ὑπερβαλλούσῃ πᾶν πάθος: —
φιλεῖ δὲ τᾷ δυστρόπῳ: ἀντὶ τοῦ κακοτρόπῳ. καθολικῶς δὲ τοῦτο λέγει, τῇ τῶν γυναικῶν ἁρμογῇ πρὸς ἄνδρα κάκωσιν συνοικεῖν. ὅταν γὰρ ἐγγὺς τῶν ὠδίνων γένωνται, δυσχερεῖ τροφῇ χρῆσθαι εἰώθασιν: — ἄλλως: οἷον· ἆρα μὴ ἐν γαστρὶ ἔχει ἡ Φαίδρα καὶ διὰ τοῦτο ἄσιτός ἐστι; φιλεῖ γὰρ τῶν γυναικῶν ἡ τοιαύτη κατάστασις, ἡ τοῦ ἐγκυμονεῖν, δυστροπίαν ἐργάζεσθαι καὶ ἀποστροφὴν τῶν σιτίων καὶ ἐκ τούτου συμβαίνειν κάκωσις. λοιπὸν δὲ πρὸς ἀνακεφαλαίωσιν τῶν εἰρημένων στοχασμῶν γνώμην ἐπιφέρει λέγων οὕτως· τὸ δυστυχὲς γὰρ τῶν γυναικῶν τῆς φύσεως εἴωθεν διαφόρους ἀμηχανιῶν ἐπάγειν αἰτίας, ποτὲ μὲν διʼ ὠδίνων πόνους, ποτὲ δὲ διὰ πορνείαν, ἤτοι αὐτῶν μοιχευομένων καὶ ἐπὶ τῇ ἁλώσει ἀπορουσῶν, ἢ τῶν ἀνδρῶν ἄλλας περιπτυσσομένων, καὶ ἐπὶ τούτῳ ἀπορουσῶν τῇ ζηλοτυπίᾳ: — τοῦτο ὡς πρὸς τὸ ἢ πόσιν τὸν Ἐρεχθειδᾶν ἀρχηγόν. εἶπε γὰρ ἐκεῖ ὅτι ἢ διὰ τοῦτο νοσεῖ ὡς μοιχευομένη καὶ τῷ φόβῳ στενοχωρουμένη μὴ φωραθῇ. ὡς οὖν πρὸς τοῦτο ἐπάγει ὅτι τῇ κακοτρόπῳ καὶ δολερᾷ τῶν γυναικῶν ἁρμογῇ κακῇ, ὅ ἐστι τῇ κρυφαίᾳ μίξει, εἴωθε συνεῖναι ἀμηχανία τις δυστυχεστάτη ἕνεκα τῶν ὠδίνων καὶ τῆς ἀφροσύνης. αἱ γὰρ κεκρυμμένως ἁρμοζόμεναι καὶ μοιχευόμεναι, ὅταν ἐγκυμονήσωσι, τὰς ὠδῖνας ἐννοήσασαι καὶ τὰς ἀφροσύνας αὐτῶν, ἀμηχανοῦσι καὶ οὐκ ἔχουσι τί δρᾶσαι. εἶτα, ἐπεὶ ὠδίνων ἐμνημόνευσε, πρὸς αὐτό φησιν ὅτι καὶ ἐγώ ποτε ὠδινήσασα κακῶς εἶχον καὶ παρεκάλουν τὴν Ἄρτεμιν: —
κάκωσις: — δυστυχής: —
ᾖξέ ποτε νηδύος: διʼ ἐμῆς γαστρὸς ὥρμησέ ποτε ἡ αὔρα αὕτη καὶ τὸ πνεῦμα τῶν ὠδίνων καὶ τὴν λοχείαν Ἄρτεμιν ἐκάλουν, ἣ δὴ ἀεί μοι ἐπὶ τῶν τόκων ζηλωτὸς σὺν τοῖς ἄλλοις θεοῖς ἐπέρχεται: — ᾖξέν ποτε νηδύος: τὸ πνεῦμα, φησὶ, τῶν ὠδίνων καὶ ἡ αὔρα αὕτη ὥρμησέν ποτε διὰ τῆς ἐμῆς γαστρός, τουτέστι· καὶ αὐτή ποτε ὠδίνων πεῖραν ἔσχον καὶ ἔπαθον τοῦτο. ἐγενόμην, φησὶ, κἀγώ ποτε ἐν ἀμηχανίᾳ: —
πολυθαύμαστος. ἢ πολύτιμος: —
σὺν ταῖς Εἰλειθυίαις: —
τήνδε κομίζουσʼ ἔξω: τοῦτο σεσημείωται τῷ Ἀριστοφάνει ὅτι καίτοι τῷ ἐκκυκλήματι χρώμενος τὸ ἐκκομίζουσα προσέθηκεν περισσῶς: — τήνδε κομίζουσʼ: τοῦτο σεσημείωκεν Ἀριστοφάνης, ὅτι κατὰ τὸ ἀκριβὲς τὸ ἐκκύκλημα τοιοῦτον ἐστὶ τῇ ὑποθέσει. ἐπὶ γὰρ τῆς σκηνῆς δείκνυται τὰ ἔνδον πραττόμενα, ὁ δὲ ἔξω προϊοῦσαν αὐτὴν ὑποτίθεται: — τὴν Φαίδραν ἐκβάλλουσα: —
τὸ συνηγμένον καὶ σκυθρωπόν: —
τί ποτʼ ἔστι μαθεῖν: τί ποτε ἐστὶ τὸ συμβάν, ἡ ψυχή μου μαθεῖν ἐρᾷ καὶ τί ἔβλαψε τὸ σῶμα τῆς βασιλείας τὸ ὑπὸ τῆς νόσου ἀλλόχροον γενόμενον: —
βέβλαπται: —
τί σʼ ἐγὼ δράσω: τὸ ἦθος ἀπειρηκυίας τοῖς κακοῖς τῆς θεραπείας ὥστε κοινῇ τὸν βίον βλασφημεῖν. διὸ καὶ τὸ γνωμικὸν ἐπάγεται, ὅπερ σύνηθές ἐστι τοῖς δυστυχοῦσιν: —
τόδε σοι φέγγος: δεικτικῶς ἅμα καὶ ἀναφορικῶς· ἰδοὺ γὰρ ὅρα, φησὶν, ἅπερ ἐκ πολλοῦ ἐπεθύμεις ἰδεῖν. ἤδη δέ σοι καὶ τὰ στρώματα τῆς κοίτης ἔξω τῶν οἴκων ἐστὶν καὶ, καθὼς ἐπεθύμεις, ἡ ἀνάκλισις ὕπαιθρός σοι κατεσκεύασται: —
δεῦρο γὰρ ἐλθεῖν πᾶν ἔπος ἦν σοι: καὶ γὰρ ἐνταῦθα ἐλθεῖν πᾶς λόγος ἦν σοι, καὶ οὐ διέλιπες λέγουσα προελθεῖν ἔξω τοῦ οἴκου. οἶδα μέντοι τοῦτο ὅτι ταχέως σπεύσεις πάλιν εἰς τοὺς οἴκους γενέσθαι, καὶ δίδωσί μοι τοῦτο ἔμπροσθεν στοχάζεσθαι τὸ παλίμβολόν σου καὶ δυσάρεστον τῆς νόσου: —
τάχα δʼ εἰς θαλάμους: ταχέως δὲ πάλιν εἰς τὸν θάλαμον ἐπανέλθῃς: —
τὸ μέν ἐστιν ἁπλοῦν: ἤγουν τὸ νοσεῖν. βέλτιον δὲ τὸ συντόμως κακοῦσθαι ἢ κακουμένου ἀνέχεσθαι. τὸ γὰρ νοσεῖν ἁπλοῦν ἐστιν, τὸ δὲ θεραπεύειν διπλοῦν. ἐν ταὐτῷ γάρ τις καὶ τῇ λύπῃ ἀνιᾶται διὰ τὸν κακούμενον καὶ κάμνει περὶ αὐτὸν ἐνεργῶν καὶ ἀτυχῶν ἐν τῷ ὑπηρετεῖν: —
ἀλλʼ ὅτι τοῦ ζῆν φίλτερον ἄλλο: ὁ νοῦς· ἐγὼ, φησὶ, προκρίνω μᾶλλον τὰ καθʼ Ἅιδου· καὶ πᾶς ἄνθρωπος ἔκρινεν ἂν οὕτως, εἰ κἀκεῖνα ὁρῶν συνέκρινε τοῖς ἐνθάδε. νυνὶ δὲ, ἐπεὶ τόδε μὲν τῷ ἰδίῳ φωτὶ θέλγει τὴν θέαν, ἐκεῖνο δὲ κεκαλυμμένον ταῖς μυθοποιΐαις φοβερὸν εἶναι μυθεύεται, τούτου χάριν δυσέρωτες ἐσμὲν αὐτοῦ καὶ σφοδρῶς ἐρῶντες τούτου, ὅπερ ἐστὶν ἄρα τοῦτο τὸ λαμπρόν. τοῦτο δέ φησι, παρόσον διάφορος δόξα κρατεῖ παρὰ φιλοσόφοις περὶ τῆς τοῦ ἡλίου δυνάμεως. οἱ μὲν γὰρ ἐδόξασαν σῶμα εἶναι τὴν φωτιστικὴν αὐτοῦ δύναμιν, ὧν ἐστι καὶ Ἀριστοτέλης, διὰ τὰς γινομένας ἀντανακλάσεις τῶν ἀκτίνων. τὰ γὰρ ἀσώματα ἀνεμποδίστως προϊόντα ἀνακλᾶσθαι οὐ πέφυκεν· ἔτι δὲ καὶ ἐν κατεσκεπασμένοις οἴκοις μὴ εἰσδῦνον τὸ φῶς δεικνύει ὅτι οὐκ ἔστιν ἀσώματον. οἱ δὲ ἀσώματον αὐτὸ φάσκοντες ἐκ τῶν χρονικῶν ἐλλάμψεων τῶν γινομένων ἐξ ἡλίου πιθανῶς κατασκευάζουσιν: — ἄλλως: ἐκ τοῦ ὀδυνηροῦ βίου στοχάζεται βελτίονα εἶναι τὰ ἐν Ἅιδου τῆς γῆς, ὡς καὶ αὐτὸς ἐν Πολυΐδῳ «τίς δʼ οἶδεν, εἰ τὸ ζῆν μέν ἐστι κατθανεῖν, τὸ κατθανεῖν δὲ ζῆν». τὸ ἑξῆς· ἀλλʼ ὅ,τι βέλτιον, κέκρυφεν ὁ σκότος ὑπὸ γῆν, κἂν δυσέρωτες φαινώμεθα καὶ σφόδρα φιλοῦντες τοῦτον τὸν βίον διὰ τὸ ἀπείρως ἔχειν τοῦ ἄλλου βίου καὶ μὴ εἰδέναι βελτίονα εἶναι τὰ ὑπὸ γῆν. μάτην δὲ τοῖς μύθοις πιστεύοντες φοβούμεθα τοῖς ποιοῦσιν αὐτὰ φοβερά: —
σκότος ἀμπίσχων: οὐκ ἔστι, φησὶ, τῷ βιοῦντι πόνων ἀπαλλαγή. καὶ ἔστι μὲν ἄλλη τις ζωὴ, φησὶ, κρείττων τῆς παρούσης καὶ ἀπονωτέρα, ἀλλὰ διότι ἀδηλία τις κατέχει ταύτην καὶ ἀγνοεῖται ὑφʼ ἡμῶν, διὰ τοῦτο μανικῶς διακείμεθα περὶ τὴν παροῦσαν ζωὴν καὶ πάνυ ἐρῶμεν ταύτης, ὅτι στίλβει καὶ φανερά ἐστιν. ἀπειρίαν γὰρ ἔχομεν ἄλλου βιότου καὶ οὐκ ἀπόδειξιν τῶν ὑπὸ γῆν, ἀλλὰ μύθοις μορμολυττόμεθα Πυριφλεγέθοντας καὶ Κωκυτοὺς ἀκούοντες ἐν Ἅιδου καὶ τοιαῦτά τινα· διὸ καὶ τῆς ὑπὸ γῆν ζωῆς καταφρονοῦντες πάνυ ταύτης τῆς ὑπὲρ γῆν ἐρῶμεν: — περιέχων: —
μύθοις δʼ ἄλλως φερόμεσθα: ὁ δέ ἀντὶ τοῦ γάρ. τοῖς γὰρ μύθοις ἀπατώμεθα, ταῖς τούτων σκηνοποιίαις φοβεριζόμενοι ἀναπλαττόντων Πυριφλεγέθοντα καὶ Κωκυτὸν καὶ Ἀχέροντα ποταμοὺς … —
αἴρετέ μου δέμας: ἐφύλαξε τὸ τῶν νοσούντων ἦθος πάντη πρὸς τὴν τοῦ σώματος κηδεμονίαν καταγινομένων. μονονουχὶ αὐτὴν ἡμῖν ὑπέστησε τὴν Φαίδραν προκομιζομένην καὶ τοῖς λόγοις καὶ τοῖς σχήμασιν. ὁ δὲ νοῦς· ἐπιθεῖσαι τοῖς ἑαυτῶν ὤμοις τοὺς ἐμοὺς βραχίονας καὶ ταῖς χερσὶν ἀντερειδόμεναί μου τοῦ αὐχένος, οὕτως με ἐπαίρετε. κομματικαὶ δὲ αἱ διάνοιαι καὶ τῇ τῶν πόνων ὀλιγωρίᾳ τὸ σπουδαζόμενον συντόμως ἐξαιτούμεναι: —
ἄρθρα νεῦρα: —
βαρύ μοι ἐστι τῆς κεφαλῆς τὸ κεφαλοδέσμιον: — βαρύ μοι κεφαλῆς ἐπίκρανον ἔχειν: τὴν ἐρωτικὴν ἄκρως ἐνέφηνε πύρωσιν οὐδὲ τοῦ συνήθους ἀνεχομένη στολίσματος. ἄφελε τοίνυν αὐτὸ καὶ γύμνωσόν μου τὸν πλόκαμον: —
ὤμοι: γράφεται φεῦ φεῦ: —
μὴ ἐπὶ χαλεπότητι καὶ κακώσει διάρριπτε τὸ σῶμά σου. ῥᾷον γὰρ οἴσεις τὴν νόσον γενναιάζουσα: — ἄλλως: μὴ ἐπὶ τὰ ἀσύμφορα διάρριπτέ σου τὸ σῶμα. μᾶλλον γὰρ εὖ οἴσεις τὴν νόσον μετὰ γενναιότητος: —
ῥᾳδίως γὰρ ἂν τὴν νόσον ὑπενέγκοις ἐὰν γενναίως ἐνέγκῃς: —
πῶς ἂν δροσερᾶς ἀπὸ κρηνῖδος: ὁ νοῦς· πῶς ἂν δροσερᾶς ἀπὸ κρηνῖδος πόμα καθαρῶν ὑδάτων ἀπαντλησαίμην. ἠβουλόμην, φησὶ, τυχεῖν ψυχρῶν ὑδάτων, ἵνα τὴν ἐν ἐμοὶ τοῦ ἔρωτος φλόγα σβέσω, ἀναπαῦσαί τε ἐμαυτὴν ὑπὸ αἰγείροις καὶ λειμῶνι κομῶντι τοῖς ἄνθεσιν ἀνακλιθεῖσα: —
οὐ μὴ παρʼ ὄχλῳ: οὐ μὴ φθέγξῃ ταῦτα μεταξὺ πλήθους μανιώδεις λόγους ῥίπτουσα. ἔδοξε γὰρ αὐτῇ τὰ ῥηθέντα ἀσχήμονα εἶναι καὶ οὐκ αὐτῆς ἄξια. τί γὰρ ἦν ὕδατος ψυχροῦ ἐρᾶν καὶ ἄνθη τοῦ λειμῶνος ποθεῖν τὴν βασιλείαν ἐχούσης: — τῷ ἐλθόντι εἰς ἐπίσκεψιν: — φθέγξῃ λαλήσεις: —
μανίας ἔποχον ῥίπτουσα λόγον: ὑπὸ μανίας ὀχούμενον, ἐμμανῆ, κατεχόμενον ὑπὸ μανίας. ἐδόκει γὰρ αὐτὴν ταῖς ἀληθείαις ἐρᾶν ὧν προεῖπεν. παρʼ ὄχλῳ δὲ ἀντὶ τοῦ· ἐπὶ τοῦ χοροῦ: —
πέμπετέ μʼ εἰς ὄρος: ἐπαναβέβηκεν ὁ λόγος ἐπὶ τὸ μανικώτερον ἅμα τῷ πάθει, ὡς λοιπὸν σαφέστερον δηλοῦσθαι τὸν ἔρωτα. εἰς ὄρος γὰρ βούλεται προπέμπεσθαι πρὸς θέαν τοῦ ἐρωμένου, κυνηγετεῖν δὲ ἐπιθυμεῖ πρὸς συνομιλίαν τοῦ ποθουμένου. ἐνταῦθα δὲ δεῖ τὸν ὑποκρινόμενον κινῆσαι ἑαυτὸν καὶ σχήματι καὶ φωνῇ καὶ ἐν τῷ εἶμι πρὸς ὕλην ἀναπηδᾶν, ὡς αὐτῆς πορευομένης. τὸ δὲ ἑξῆς· πέμπετέ μʼ εἰς ὄρος πρὸς θεῶν, μᾶλλον δὲ διʼ ἐμαυτῆς πορεύομαι· κυνηγεσίων γὰρ ἐπιθυμῶ ὥστε κυσὶ μὲν συρίσαι, ἐπὶ θῆρας δὲ ὁρμᾶν, τὸ δὲ ἀκόντιον ἀνατείνασαν ῥῖψαι: —
ἵνα θηροφόνοι: τρέχουσι περιπατοῦσιν ἀνιχνεύουσιν οἱ κύνες τὰ θηρία φονεύοντες: —
βαλιαῖς: ταῖς ποικίλαις τὴν δορὰν καὶ καταστίκτοις. ἢ ταχείαις, παρὰ τὸ βαίνειν ἅλις: — πλησιάζουσαι ἐπιπηδῶσαι, αἱ κύνες: —
ἔραμαι: ἀντὶ τοῦ ἐρῶ, παθητικὸν ἀντὶ ἐνεργητικοῦ. οἰκείως δὲ τῇ μεσότητι ἐχρήσατο: —
Θεσσαλὸν ὅρπακʼ: Θεσσαλῶν γὰρ εὕρεμα τὸ δόρυ. ἐπίλογχον δὲ βέλος αὐτὸ τὸ τιτρῶσκον σιδήριον, ὅπερ ὁ κρίκος ἐμβεβλημένος ἐν τῷ ξύλῳ συνέχει, διὰ τὸ ἐπὶ τῇ λόγχῃ κεῖσθαι, ὅ ἐστι τῷ ξύλῳ. οἱ γὰρ ἀκοντίζοντες τὸ σιδήριον τοῦ ἀκοντίου πρὸς τὸν κρίκον ἐν δυσὶ δακτύλοις κατέχοντες οὕτως ῥίπτουσιν: — ἐπίλογχον ἔχουσʼ: ἐπεὶ βέλος πᾶν τὸ βαλλόμενον, διέστειλεν εἰποῦσα ἐπίλογχον, ὅ ἐστι· βέλος ἔχουσα ἐν τῇ χειρὶ λόγχην ἔχον, ἵνα σημάνῃ τὸ ἀκόντιον: —
κηραίνεις: μεριμνᾷς φροντίζεις, ἐν τῷ κέαρι ἔχεις. ἢ ἐπὶ βλάβῃ ἔχεις. κήρ γὰρ ἡ θανατηφόρος μοῖρα: —
τί κυνηγεσίων: ἀντὶ τοῦ ἐπιμελείας. τουτέστιν· τί σοι περὶ κυνηγίας μέλει. τί, φησὶν, ὦ τέκνον, καὶ σοὶ, καθάπερ τοῖς ἀνδράσι, δεῖ μελετᾶσθαι τὰ κυνηγέσια· τί δὲ καὶ τὸ τυχεῖν κρηναίων ὑδάτων ἐν ἔρωτι μεγάλῳ τίθεσαι. εἰ μὲν γὰρ ἀληθῶς ἐπιθυμεῖς, πάρεστιν ἐπὶ τῶν οἴκων δροσώδης καὶ ψυχρὰ ἀνάκλισις πέτρας, ὅθεν σοὶ ποτὸν ἂν γένοιτο καὶ τὸν πόθον ἐκπληρώσαις. εἰ δʼ οὐ βούλει, τί καὶ τοῦτο ἐν ἔρωτος τάξει ἄγεις: —
ῥευμάτων: —
πύργοις συνεχής: ἄφθονος τοῖς ὕδασιν. ὁ δὲ νοῦς· εἴπερ ὅλως ὕδατος ἐπιθυμεῖς, πάρεστιν ἐπὶ τῶν οἴκων δροσώδης κλιτὺς, ὅ ἐστιν ἀνακεκλιμένη καὶ ψυχρὰ πέτρα, συνεχὲς ὕδωρ στάζουσα: — ἐγγύς: —
δέσποινα: Λίμνη γυμνάσιον ἐν Τροιζῆνι, ὡς καὶ ἑξῆς φησὶ τὸν ἀμφὶ Λίμνης τροχόν. ὁ δὲ νοῦς· ὦ δέσποινα τῆς ἰσοπέδου Λίμνης καὶ τῶν ἐν αὐτῇ γυμνασίων τῶν ἱπποκρότων. ἐπεύχεται δὲ λοιπὸν τῇ οἰκείᾳ θεῷ τῶν κυνηγεσίων, ὥστε τοῖς τοῦ ἐρωμένου ἐπιτηδεύμασι χρήσασθαι πρὸς τὸ αὐτῷ συναναστρέφεσθαι καὶ συνδιαιτᾶσθαι. τῆς δὲ θαλάττης φησὶν αὐτὴν δεσπόζειν, ὡς καὶ Ἡσίοδος· «μοῖραν ἔχει γαίης τε καὶ ἀτρυγέτοιο θαλάσσης». ἢ ἐπεὶ Λιμνᾶτις ἡ Ἄρτεμις τιμᾶται: —
ἱπποδρόμων: —
πώλους Ἐνέτας: ταῦτα ἀνακεχρόνισται. οὐδέπω γὰρ Ἕλληνες Ἐνέταις ἐχρῶντο ἵπποις. οἱ γὰρ Ἐνέται Παφλαγονίαν τὸ πρῶτον οἰκοῦντες εἰς τὸν Ἀδρίαν ὕστερον διέβησαν. πρῶτος δὲ Λέων Λακεδαιμόνιος πε ὀλυμπιάδι ἐνίκησεν Ἐνέταις ἵπποις, ὡς Πολέμων ἱστορεῖ, καὶ ἐπέγραψε τῇ εἰκόνι· Λέων Λακεδαιμόνιος ἵπποις νικῶν Ἐνέταις Ἀντικλεΐδα πατέρος: — δαμάζουσα ἡνιοχοῦσα: —
τί τοῦτο τὸ ῥῆμα μωραίνουσα πάλιν εἶπας: —
νῦν δὴ μὲν ὄρος: ἀρτίως μὲν εἶχες ἔρωτα εἰς ὄρος ἀπελθεῖν καὶ ἐπὶ θήρας πόθον ὥρμας καὶ κυνηγεσίων· πάλιν δὲ νῦν ἐν σταδίοις πώλων δρόμου ἐπιθυμεῖς καὶ τοῦ ἐπὶ ταύταις ὀχεῖσθαι γυμναστικῶς. τινὲς γράφουσι καὶ πόθον, δηλοῦντες ὅτι τὸν πόθον εἰς θήρας καὶ κυνηγέσια ἠφίεις: —
ἐπʼ ἀκυμάντοις πώλων: ταῖς μὴ θαλασσίαις, ἀλλʼ ἠπειρωτικαῖς, τουτέστιν τοῖς σταδίοις. ἢ τοῖς ἀνηνέμοις αἰγιαλοῖς, ἔνθα καὶ στάδια πολλάκις εἰσίν: —
ὅστις σε θεῶν: τοῦ καλῶς ἔχοντος ἀνθέλκει. ἀπὸ μεταφορᾶς τῶν ταῖς σειραῖς ἀνακρουομένων ἵππων καὶ τοῦ εὐθέος δρόμου παρεκβαλλομένων: — ἄλλως: ἀνασειράζει: ἀνορούειν ποιεῖ ἀνερεθίζει. μεταφέρει δὲ ἀπὸ τῶν ἵππων, οἳ, ὅταν ἐπισπάσωνται τὰς ἡνίας, ἀναπηδῶσι καὶ κωλύονται τοῦ κατʼ εὐθεῖαν δρόμου: —
καὶ παρακόπτει φρένας: ἀντὶ τοῦ ἐλαττοῖ. ἀπὸ μεταφορᾶς τῶν παρακοπτομένων τὰ πτερὰ ὀρνέων, ἅπερ ἅμα τῇ τῶν πτερῶν τμήσει τὴν ἰσχὺν ἀποβάλλει καὶ παντελῶς ἀσθενῆ γίνεται: —
ποῖ παρεπλάγχθην γνώμας: πάλιν καταστᾶσα ἐκ τῆς μανίας καὶ ἔμφρων γινομένη αἰσθάνεται ἑαυτὴν παραπαίσασαν καὶ μανιώδη φθεγγομένην. τὸ γὰρ τοῦ ἔρωτος ἐνδιδὸν τῇ ἡδονῇ τῶν λόγων καὶ ἐρεθιζόμενον ὥσπερ εἰς θέαν τῶν ἐπιθυμουμένων τῇ λεπτολογίᾳ εἰς τοῦτο μανίας ἐξήρχετο καὶ πάλιν εἰς ἔννοιαν καθισταμένη τῶν ῥηθέντων ἐσωφρόνει καὶ ἐπὶ τοῖς ῥηθεῖσιν ὠδυνᾶτο: —
σκέπασον: —
διὰ τὰ λελεγμένα πρώην ὑπʼ ἐμοῦ δάκρυα προσέρχεται τοῖς ὀφθαλμοῖς μου: —
τὸ γὰρ μετὰ τὴν μανίαν ὀρθοῦσθαι τὴν γνώμην ὀδυνᾷ λυπουμένην ἐπὶ τοῖς ἐν τῇ μανίᾳ ῥηθεῖσιν: — ἄλλως: τὸ γὰρ ὀρθοῦσθαι ἐκ τῆς μανίας ὀδυνᾷ μεταμελουμένην ἐπὶ τοῖς ἐν τῇ μανίᾳ ῥηθεῖσιν. ὡς ἐν τῷ καθεστηκότι δίκας πρὸ αἰσθήσεως διδόναι: — τὸ ἐπιλογιζόμενον λυπεῖ: —
τὸ δὲ μαινόμενον κακόν: αὐτὸ τὸ μανιῶδες κακὸν μὲν, ὅτι ἃ μὴ βούλεται φθέγγεται, κρατεῖ δὲ καὶ ὑπερέχει τὸ μὴ αἰσθανόμενον ἀλλʼ ἐν τῇ μανίᾳ ἀπολέσθαι. οὔτε γὰρ τῶν ἁμαρτημάτων ἐν τῇ μανίᾳ αἰσθάνεται οὔτε τοῦ θανάτου τὴν ἀλγηδόνα λογίζεται τῶν τοῦ βίου τερπνῶν ἀποστάς: — ἄλλως: ἀντὶ τοῦ· κακὸν μὲν τὸ μαίνεσθαι, ἀλλὰ κρατεῖ, τουτέστι κρεῖσσόν ἐστι καὶ ὑπερέχει, τοῦ μετὰ συνειδήσεως ἀποθανεῖν. ὡς εἴ τις λέγοι· λυσιτελές ἐστι μὴ γινώσκοντα ἀπολέσθαι, ὡς κρεῖσσον ὂν τοῦ τοιούτου βίου: —
κρύπτω· τὸ δʼ ἐμὸν πότε: ἐγὼ μὲν, φησὶ, τὴν σὴν κεφαλὴν αἰδουμένη ἐπὶ τοῖς εἰρημένοις σκεπάζω, πότε δὲ καὶ τὸ ἐμὸν σῶμα ὀδυνηρῶς ἔχον πρὸς τὸν βίον ὁ θάνατος κρύψει: —
οὐ γὰρ μόνη ἡ σοφία διδάσκει, ἀλλὰ καὶ ἡ πολυπειρία τῶν πραγμάτων: — ὁ μακρὸς χρόνος καὶ τὸ γῆρας: —
ἔδει, φησὶν, τοὺς ἀνθρώπους μεμετρημένως φιλεῖν καὶ μὴ εἰς ἄκρον ἐξέρχεσθαι τοῦ στέργειν, ἀλλʼ ὥστε εὐκόλως ἐκβάλλειν τὸ τῆς ὀρέξεως φίλτρον καὶ πάλιν ἐπαυξῆσαι. ὥστε ποτὲ μὲν ἐλασσοῦν, ποτὲ δὲ αὔξειν τὰ φίλτρα τῆς ψυχῆς. οἱ γὰρ ἄγαν στέργοντες διπλασίως κάμνουσιν, ὑπέρ τε τῆς ἑαυτῶν σωτηρίας καὶ τῆς τῶν φίλων φροντίζοντες: —
ἀναμιγνύναι: —
καὶ μὴ πρὸς ἄκρον: τὸν ἐσώτατον τόπον. τροπικῶς δὲ εἶπεν ὡς ἐπὶ σώματος καὶ ὀστέου τὸ βάθος τῆς ψυχῆς. παραινεῖ δὲ μὴ πρὸς ἄκρον ποιεῖσθαι τὰς φιλίας, ἵνα καὶ πρὸς ἀπόστασιν εὐλύτως ἔχωμεν. στέργηθρα δὲ τὰς φιλίας, τὰς ἀγάπας: —
εὐκόλως λύεσθαι δυνάμενα: —
τὴν ἀπό πρόθεσιν πρὸς τὸ ὤσασθαι: — καὶ ἀπώσασθαι τὰς ἀγάπας καὶ φίλον εἶναι: —
τὸ δʼ ὑπὲρ δισσῶν: χαλεπόν ἐστι, φησὶ, τὸ μίαν ψυχὴν λυπεῖσθαι ὑπὲρ δύο: —
ὑπὲρ ταύτης λυποῦμαι: —
βιότου δʼ ἀτρεκεῖς: τὸ δὲ τῶν κατὰ τὸν βίον τι πραγμάτων ἀκριβῶς καὶ πρὸς ἀκρίβειαν ἐπιτηδεύειν οὐκ ἀσφαλές. ἀντὶ τοῦ· εἰ ἐπιτηδεύεται πρᾶγμα ὁτιοῦν ὑπεράγαν, πάντως ἐπιλήψιμόν τι ἐν αὐτῷ εὑρίσκεται. ἐπιτηδεύσεις δέ φησιν τὰς τῇ ὑπερβολῇ τῆς συνηθείας ἀνενδεεῖς. καθόλου δὲ τὰς ἀληθεῖς καὶ εἰς ἄκρον ἐκβαινούσας τῆς ἀληθείας μελέτας φασὶν οἱ σοφοὶ μὴ μόνον σφάλλειν, ἀλλὰ καὶ πρὸς ὑγίειαν ἐμποδίζειν: — ἀτρεκεῖς ἐπιτηδεύσεις: ἀντὶ τοῦ· λίαν βλαβερὰς εἶναι. ὡς εἴ τις ἐπιμελείᾳ καὶ διηνεκεῖ ἀσκήσει χρῷτο λόγων ὡς κατὰ μηδὲν ὑπείκειν, οὗτος εἰς ἄλογόν τι ἐκπίπτει ἐν τῷ λόγῳ καὶ εἴς τι μανιῶδες· ἀλλὰ καὶ τῷ σώματι εἰς νόσον κατακλίνεσθαι φέρει τὸ ἀεὶ τῆς ἀσκήσεως χάριν τὰ αὐτὰ ποιεῖν: — ἄλλως: φασὶ δὲ τὸ πᾶν ἐν τῷ βίῳ πρᾶγμα ἀληθῶς καὶ ἀκριβῶς ἐπιτηδεύειν βλάπτειν μᾶλλον ἢ ὠφελεῖν. δεῖ γάρ τι καὶ καθυποκρίνασθαι: — ἀτρεκεῖς: ἀνενδεεῖς τελείας. ἐχρῆν γὰρ, φησὶ, τοὺς ἀνθρώπους συμμέτρως ἀλλήλους φιλεῖν καὶ μὴ ἄγαν, ὥστε καὶ τὸ σῶμα κατατήκειν καὶ μὴ δύνασθαι διαλῦσαι τὴν φιλίαν: —
οὕτω τὸ λίαν ἧσσον: ἀντὶ τοῦ· οὐδὲ ὅλως οὕτω τὸ λίαν ἐπιτηδεύειν ἐπαινῶ, ὡς τὸ μηδὲν ἄγαν, τουτέστι μὴ λίαν, ἐπιτηδεύειν· καὶ συγκαταθήσονταί μοι πάντες οἱ σοφοί: — ἄλλως: οὕτω τὸ λίαν ἔλαττον ἐπαινῶ τοῦ μηδὲν ἄγαν καὶ μεμετρημένου, καὶ μάρτυρες ἔσονται οἱ σοφοί, εἴπερ ἑνὸς τῶν ἑπτὰ σοφῶν ἐστιν ἀπόφθεγμα τὸ μηδὲν ἄγαν, ὅπερ Χίλωνι ἀνατιθέασιν, ὡς Κριτίας. καὶ Πίνδαρος· «σοφοὶ δὲ καὶ τὸ μηδὲν ἄγαν ἔπος αἴνησαν περισσῶς»: — τὸ μηδὲν ἄγαν οἱ μὲν Χίλωνι τῷ Λακεδαιμονίῳ ἀνατιθέασιν, ὡς Κριτίας, οἱ δὲ Σωδάμῳ, ὡς τὸ ἐν Τεγέᾳ ἐπίγραμμα δηλοῖ· ταῦτα ἔλεγεν Σώδαμος Ἐπηράτου, ὅς μʼ ἀνέθηκεν· μηδὲν ἄγαν, καιρῷ πάντα πρόσεστι καλά. ὁ δὲ Θεόφραστος· «ὡς τὰ Σισύφου λεγόμενα καὶ Πιτθέως, οἷον μηδὲν ἄγαν, μηδὲ δίκαν δικάσῃς»: — ἄλλως: προτιμῶ τὸ μηδὲν ἄγαν. ἢ ἀντὶ τοῦ ἔλαττον, οἷον· πλεῖον ἐπαινῶ τὸ μηδὲν ἄγαν παρὰ τὸ ἄγαν: —
Χίλωνος γάρ ἐστι τὸ μηδὲν ἄγαν: — συμμαρτυρήσουσι: —
γύναι γεραιά: διὰ τούτου ἔδειξεν ὅτι ὤφειλε θαρρηθῆναι τὰ κατὰ τὴν Φαίδραν, γυναῖκα αὐτὴν ἀποκαλέσασα — γυναιξὶ γὰρ μᾶλλον αἱ γυναῖκες θαρροῦσιν τὰ καθʼ ἑαυτὰς — ἄλλως τε καὶ γηραιὰν καὶ πιστὴν τροφόν: — βασιλίσσης: —
ἄσημον, οἷον ἄγνωστον. οὕτω δʼ εἰώθασι χρῆσθαι Ἀττικοὶ πληθυντικοῖς· ὡς καὶ Θουκυδίδης «ἀδύνατα ἦν», ἀντὶ τοῦ ἀδύνατον: — ἀνεπίγνωστα ἀσαφῆ: —
οὐκ οἶδʼ ἐλέγχουσʼ: ὑπερβολὴν σπουδῆς ἐνέφηνε τὸ ἐλέγχουσα· τὴν γὰρ ἐπίμονον ἐρώτησιν ἔλεγχον ὠνόμασεν: — ἐρωτῶσα ἐρευνῶσα ἀνακρίνουσα, ὅπερ ἐστὶν ὑπερβολὴ ἐρωτήσεως: —
εἰς ταὐτὸν ἥκεις: εἰς ταὐτό μοι ἀγνοίας … ἥκει ὅτι οὐκ ἀποκρίνεται οὔτε πρὸς ἀρχὴν οὔτε πρὸς τέλος: — ἐὰν μὲν ἥκει, πρὸς τὴν ἀρχὴν ἐστὶν ὁ λόγος, ὅ ἐστιν· εἰς ταὐτὸν ἥκει ἡ ἀρχὴ τῷ τέλει. ὥσπερ γὰρ τὸ τέλος οὐχ ὁμολογεῖ, οὕτως οὐδὲ τὴν ἀρχήν. εἰ δὲ ἥκεις, πρὸς τὸν χορόν· ἐμοὶ εἰς ταὐτὸν τῆς ἀγνοίας ἥκεις: — πάντα γὰρ σιγᾷ: ἀντὶ τοῦ· οὐκ ἀποκρίνεται οὔτε πρὸς ἀρχὴν οὔτε πρὸς τέλος: —
ἀντὶ τοῦ· κατετάκη τὸ σῶμα. οὐκ ὀφείλει γὰρ κατατακῆναι; διὰ τοῦτο οὐκ ἐσθίει ἵνα ἀποθάνῃ: — λελέπτυνται: —
ἆρά γε ἰσχύουσα φαγεῖν οὐ τρώγει διὰ τὸ θέλειν ἀποθανεῖν, ἢ κἂν βούληται, οὐ δύναται ὑπὸ τῆς νόσου: — βλάβης παραφροσύνης. ἢ τῆς ὀδύνης τῆς κακώσεως: —
ἀντὶ τοῦ εὐδοκεῖ ἀρέσκει. ὁ δὲ λόγος· εἰ ταῦτα ἀρέσκει τῷ ἀνδρὶ αὐτῆς: —
εἰς Πυθίαν ἦν θεωρός: —
ἀντὶ τοῦ ἔκστασιν: —
πολλοὺς ἐμηχανησάμην τρόπους καὶ οὐκ ἠδυνήθην μαθεῖν: —
γράφεται τὴν ἐμὴν προθυμίαν: —
ἄγʼ, ὦ φίλη παῖ: ἀπέτεινε πάλιν τὸν λόγον πρὸς τὴν Φαίδραν, ἄλλο δῆθεν εἶδος μετιοῦσα νουθεσίας. τὸ γὰρ παραινέσει πείθειν βέλτιον ἢ ἐπαχθέσι ῥήμασιν … εἰπεῖν τὴν πρόφασιν: — ἄλλως: ἄγε οὖν, ὦ φίλη παῖ, ἀμφότεραι ὅπως ἐπιλαθώμεθα τῶν προειρημένων, καὶ σύ τε ἡδίων καὶ πρᾳοτέρα γενήσῃ καὶ δέξῃ τὴν παραίνεσιν ἐγώ τε, ὅπου ἔδοξα τὸ πρὶν ἐπαχθής τις εἶναι, τούτου τοῦ μέρους ἀποστᾶσα ἐπʼ ἄλλην πορεύσομαι κρείττω νουθεσίαν: —
τὴν συνηγμένην καὶ σκυθρωπάζουσαν: — τουτέστι· τὴν στυγνότητα τοῦ προσώπου ἄφελε καὶ τῆς χαλεπῆς γνώμης ἐκείνης παῦσαι: — τὴν στυγνὴν τῆς ἀφροσύνης: —
ἐγώ θʼ ὅπῃ: ὅπου οὐ καλῶς ἠκολούθουν σοι τῇ παραινέσει, ἀποστᾶσα ἀπὸ τούτου ἐπὶ νουθεσίαν πραεῖαν μετέρχομαι: — εἴ τι, φησὶ, τὸ πρότερον ἐλύπουν σε τῷ συνεχεῖ τῆς ἐρωτήσεως, τὰ νῦν ἐπὶ τὸ κολακεύειν σε τραπήσομαι: —
συνδιοικήσουσιν ἀποκαταστήσουσι θεραπεύσουσι τὴν μοιχείαν: — συμπράξουσι συνεργήσουσι. γυναῖκες γὰρ οὖσαι ἐν ταῖς τοιαύταις συμβάλλονται νόσοις, αἱ μὲν πειραθεῖσαι, αἱ δὲ προσδοκῶσαι πείσεσθαι. καὶ γὰρ εὐεπίβατον ἄγαν εἰς τὰ τοιαῦτα τὸ τῶν γυναικῶν γένος. ἔοικε δὲ λέγειν ἔρωτας ἢ τοιοῦτον ἀπόρρητον. ἢ οὕτως· μὴ ἐρᾷς τινος καὶ οὐ θέλεις εἰδέναι τινά: —
ἀντὶ τοῦ ἀνακοινωτέος. εἰ ἡ νόσος σώματος ἦν ᾗ ἐνόσεις: — εἰ δὲ δύνανται καὶ ἄρρενες ἀκοῦσαι τὴν συμφοράν: —
πείθεσθαι, συντρέχειν, εἰς τὸ αὐτὸ χωρεῖν, συνῳδὰ τοῖς λόγοις μου πράττειν: —
δεῦρʼ ἄθρησον: δεῦρο εἰς ἐμὲ βλέψον, ἵνα κἂν διὰ τῆς ὄψεως αἰδεσθῇς με· εἶτα ὡς ἐκείνης μὴ ἐνατενιζούσης μηδὲ πραϋνομένης τῇ παραινέσει φησὶ πρὸς τὸν χορόν· μάτην, ὦ γυναῖκες, μοχθοῦμεν πείθειν ταύτην πειρώμεναι: —
εἰς δὲ τὸ πείθειν ὁμοίως ἄπεσμεν τοῖς πρὶν ῥήμασιν. ὥσπερ γὰρ διʼ ἐκείνων οὐδὲν ἠνύσαμεν, οὕτως οὐδὲ διὰ τούτων: —
ἐχαυνοῦτο ἐμαλάσσετο. τὰ γὰρ βρεχόμενα μαλάσσεται. ἡ μεταφορὰ ἐκ τούτου. γράφεται δὲ τριχῶς· λόγοις ἐπείθετο, λόγοις ἐθέλγετο, λόγοις ἐτέγγετο: —
λοιπὸν ἀπεγνωκυῖα τὴν κολακείαν κνηστικοῖς αὐτὴν λόγοις ἐρεθίζει, φάσκουσα· ἴσθι ὅτι, ἐὰν θάνῃς μὴ ἀξιώσασα λόγου τὸν σὸν ἄνδρα, προδώσεις τοὺς σοὺς παῖδας. ἐκβληθήσονται γὰρ τῶν οἴκων. λοιπὸν πρὶν ἀποπληρῶσαι τὸν λόγον διὰ μέσου φησὶ πρὸς τάδʼ αὐθαδεστέρα γίγνου θαλάσσης: — ἀλλʼ ἴσθι μέντοι: γίνωσκε προδιδοῦσα τοὺς σοὺς παῖδας, εἰ θανῇ: —
εἰ ἀποθάνοις: —
μὴ μετέχοντας καὶ δεσπόζοντας τῶν οἴκων: —
ἔσθʼ ὅτε ἠθικῶς ὀμνύομεν κατὰ τῶν ἐχθρῶν, οὐ σεμνύναι αὐτοὺς βουλόμενοι, ἀλλʼ εἰρωνευόμενοι. ἢ πρὸς πλείονα ἐρεθισμὸν κατʼ ἐκείνης ὄμνυσιν, ἢ ἐπεὶ εἰώθασιν εἰρωνευόμενοι κατὰ τῶν ἐχθρῶν ὀμνύναι· ὡς καὶ Σοφοκλῆς ἐν Μυκηναίαις· «μὰ τὴν ἐκείνου δειλίαν, ᾗ βόσκεται, θῆλυς μὲν αὐτὸς, ἄρσενας δʼ ἐχθροὺς ἔχων»: — τὴν Ἀντιόπην λέγει: —
νόθον φρονοῦντα γνήσιʼ: καθὸ φιλοσοφίαν ἤσκει, ὅπερ ἐστὶν ἐλευθέρων. τὸ δὲ οἶσθά νιν καλῶς … προσέθηκε· πρὸς πλείονα γὰρ ὀδύνην αὐτὴν ἐκίνησεν, οὐκ ἀμφίβολον αὐτῇ τὴν γνῶσιν τούτου εἶναι λέγουσα: —
οἴμοι: ἀκούσασα ἡ Φαίδρα τοῦ ἐρωμένου τὸ ὄνομα θρηνητικὸν ἐπίφθεγμα εἶπεν: — θιγγάνει σέθεν τόδε: καθήψατό σου, φησὶ, τῆς ψυχῆς καὶ λόγῳ μόνον εἰρημένον τὸ περὶ ὀρφανίας τῶν παίδων: —
λίσσομαι σιγᾶν: τὸ ἑξῆς· καί σε πρὸς θεῶν λίσσομαι τὸ αὖθις, ὅ ἐστι τὸ μετὰ ταῦτα, περὶ τούτου τοῦ ἀνδρὸς μηδὲν φθέγγεσθαι: —
ὁρᾷς: διὰ τὸ μηδὲ λόγῳ ἀνέχεσθαι ἀκούειν ἀδικουμένους ὑπὸ τοῦ νόθου τοὺς παῖδας οὕτως ἤκουσεν ἡ τροφός: —
Ἀκάμας καὶ Δημοφῶν τέκνα Φαίδρας καὶ Θησέως: —
ἁγνὰς μέν, ὦ παῖ: οἶμαι ὅτι τοῦτον οὐκ ἐφόνευσας, διὰ τὸ εἰρηκέναι ἄλλῃ δʼ ἐν τύχῃ χειμάζομαι: —
διὰ φαρμακείας γεγενημένη. ἐπακτή γὰρ πημονή ἡ ἔξωθεν ἐπαγομένη γοητεία παρὰ τῶν ἐχθρῶν: — μή τίς σοι, φησὶ, τῶν ἐχθρῶν ἐπάγει τι λύπης ἄξιον. ἆρά τινος ἐχθρῶν ἐπαγωγὴν μηχανησαμένου σοι; εἰώθασι γὰρ οἱ ἐχθροὶ ἐπαγωγάς τινας δαιμονίων ποιεῖσθαι ἐπὶ τὰς οἰκίας. ἢ οὕτως· μή τίς σε οὖν τῶν ἐχθρῶν ἐφάρμαξε, διὰ τὸ εἰρηκέναι φρὴν δʼ ἔχει μίασμά τι: —
φίλος μʼ ἀπόλλυσʼ: τὸ μὲν φίλος πρὸς ἀντιδιαστολὴν ἐχθρῶν τινος, τὸ δὲ οὐχ ἑκών, ἐπεὶ οὐκ ἐκ προνοίας αὐτοῦ ὁ ἔρως: —
ἐπειδὴ εἶπεν φίλος, λέγει· μήτι ἄρα ὁ Θησεὺς εἰς σὲ ἥμαρτεν: —
μὴ δρῶσʼ ἔγωγʼ ἐκεῖνον: εἴθε, φησὶν, ἐγὼ μὴ ὀφθείην ἀδικοῦσα αὐτὸν, ὡς ἐκεῖνος ἐμὲ οὐδὲν ἀδικεῖ: —
οὐ δῆθʼ ἑκουσά γʼ, ἐν δὲ σοὶ λελείψομαι: ἀντὶ τοῦ· ἐνιζανοῦμαί σοι. ἢ οὕτως· ἐν σοὶ καταλειφθήσομαι: — ἐξαρτηθήσομαί σου τῇ ἱκεσίᾳ. ἢ ἐν σοὶ τὸν βίον λείψω. εἰ μὴ ἄρα, φησὶ, μετά τινος ἀνάγκης, οὐ συγχωρήσω οὐδὲ ἀπολύσω: —
κάκʼ ὦ τάλαινα: πρὸς ἀνατροπὴν τοῦ πυθέσθαι ἐπάγει δεύτερον τὸ κακά· κακόν ἐστί σοι, εἰ πεύσῃ τὰ σιωπώμενα κακά: —
ὀλῇ: ἀπολῇ ἀκούσασα τὸ πάθος. οὕτως γὰρ δεινόν ἐστιν ὡς καὶ τοὺς ἀκούοντας φίλους διαφθείρειν: — ὀλῇ· τὸ μέντοι: ἀπολῇ, φησὶν, εἰ ἀναγκάσεις με λέγειν. ἐμοὶ δὲ τοῦτο, τὸ σιωπᾶν, τιμὴν ἀπονέμει, καθὸ οὐκ ἔκφορος εἰς πολλοὺς ἡ νόσος, ἀλλὰ συγκαταθάψω ἐμαυτῇ τὸ τῆς σωφροσύνης ὄνομα μέλλουσα ἐν σωφροσύνῃ τελευτᾶν: —
κἄπειτα κρύπτεις· ἐὰν μὴ ᾖ στιγμὴ εἰς τὸ χρηστά, ἐστὶν ὁ λόγος· κρύπτεις τὰ καλὰ, ἐμοῦ παρακαλούσης σε λέγειν αὐτά, τουτέστιν· ἐμοὶ τὰ τιμῆς σοι αἴτια ἐσόμενα οὐκ ἀξιοῖς ἀνακοινώσασθαι. ἢ οὕτως· κρύπτεις με, ἐμοῦ χρηστὰ ἱκετευούσης καὶ χρησίμως ἀξιούσης ἀνακοινοῦσθαί μοι καὶ ἐπὶ χρηστῷ: —
ἐκ τῶν γὰρ ἐσθλῶν: ἐὰν εἴπω τὸ ἀγαθόν, εἰς αἰσχρόν μοι καθίσταται: — εἰκότως κρύπτω, ἃ ἀπαιτεῖς με λέγειν. μέλλω γὰρ ἐκ τούτων τῶν ἐσθλῶν, δηλαδὴ τῆς ἐγκρατείας, εἰς αἰσχρὰ μεταβαίνειν, ὅ ἐστι φονεύειν ἐμαυτήν. ἐὰν μέντοι ᾖ λέγουσα ἡ γραῦς· χρηστά μου ἀναγκαζούσης λέγειν κρύπτεις με, ἀναλόγως ἐπιφέρει ὅτι ἐκ γὰρ τῶν ἀγαθῶν τούτων ὧν λέγεις, ὅ ἐστι τοῦ φανερῶσαι τὸ πάθος, ἐγὼ εἰς αἰσχρὰν ἐμπεσοῦμαι φήμην ἢ καὶ πορνεύειν ἀναγκασθήσομαι: — ἄλλως: γράφεται ἐκ τῶν γὰρ αἰσχρῶν ἐσθλά, ὅ ἐστι· πειρῶμαι γὰρ ἀπὸ πορνείας ἐκφυγεῖν, εἰς σωφροσύνην δὲ πηδῆσαι, διὸ ἐν σιωπῇ βούλομαι ἀποθανεῖν. καὶ ἔστιν αὕτη ἡ γραφὴ ἁρμοζομένη τῷ ἑξῆς· εἰ γὰρ κρύφα, φησὶν, ἐξ αἰσχρῶν μηχανήσασθαι βουλεύῃ ἐσθλά, πόσῳ μᾶλλον θαυμασθήσῃ αὐτὴν τὴν βουλὴν σαφῶς διεξελθοῦσα. καθόλου γὰρ ἡ σαφὴς ἐπίδειξίς ἐστιν ἰσχυροτέρα. διὸ καὶ ἀπορήσασα ἀντειπεῖν φησιν ἄπελθε πρὸς θεῶν δεξιᾶς τʼ ἐμῆς μέθες. ὅμως γε μὴν ἡ προτέρα γραφὴ βελτίων: —
οὐκοῦν λέγουσα: σεβασμιωτέρα ἐμοὶ φανῇ τὰ ἀπόρρητα μοι θαρροῦσα. ἢ σοφωτέρα, ὡς φίλοις θαρροῦσα τὴν συμφορὰν καὶ μὴ κρυπτῷ πάθει πολιορκουμένη. κατὰ γὰρ Μένανδρον σοφῶν ἀνδρῶν ἐστι τὸ τοῖς φίλοις λέγειν τὰ ἀναγκαῖα, ἐν οἷς φησι «λανθάνει τὰ πράγματα τοὺς λέγειν ἡμῶν ὀκνοῦντας τὰς ἀληθείας ἀεὶ τοῖς ἀναγκαίοις» καὶ τὰ ἑξῆς: —
δῶρον οὐ δίδως ὃ χρῆν: ὃ ζητῶ, οὐ δίδως μοι. λέγει δὲ τοῦτο, ἐπεὶ οὐκ ἀνέχεται ὁμολογῆσαι αὐτῇ τί ἔχει: —
ὀκνῶ τὴν σὴν ἱκεσίαν καὶ τὴν ἐκ ταύτης ὀργήν: —
σιγῷμʼ ἂν ἤδη: τὸ τέλειον σιγῷμι· ἤδη σιγῶ, λοιπὸν ὀφείλεις σὺ λέγειν: —
ὦ τλῆμον: αἰνιγματικῶς θέλει φράσαι τὸν ἔρωτα. πιθανώτατα δὲ ἅμα τῷ αἰνιγμῷ καὶ τὴν συγγνώμην ᾐτήσατο ὡς προγονικὸν κεκτημένη τὸ πάθος καὶ οὐκ ἰδίας φύσεως ἁμάρτημα: —
ὃν ἔσχε ταύρου: ἀντὶ τοῦ· ὃν εἰς τὸν ταῦρον ἔσχεν: —
σύ τʼ ὦ τάλαινʼ: Θησέως γὰρ ἠράσθη ἡ Ἀριάδνη, ἡ ἀδελφὴ Φαίδρας: —
συγγόνους κακορροθεῖς: κακολογεῖς λοιδορεῖς. ἐνόμιζε γὰρ αὐτὴν ὀνειδίζειν αὐταῖς τὰς νόσους: —
ἐκεῖθεν ἡμεῖς: ἐκ τῆς καταγωγῆς τοῦ γένους δυστυχοῦμεν τὴν νόσον τοῦ ἔρωτος, ἀντὶ τοῦ· προγονικήν τινα δυστυχίαν δυστυχοῦντες τοῦτο πάσχομεν: — γράφεται καὶ νεωστί, ἵνʼ ᾖ· καὶ ἐκεῖθεν καὶ νεωστὶ δυστυχοῦμεν: —
οὐδέν τι μᾶλλον: οὐ μᾶλλον οἶδα. τὸ δὲ οὐδέν παρέλκει: — οὐδὲν πλέον, σου ἐπεξεργαζομένης, ἔχω γνῶναι, ὃ βούλομαι ἀκοῦσαι, τουτέστι τὴν πρόφασιν τῆς νόσου. οὐδὲν μᾶλλον οἶδα ὃ βούλομαι ἀκούειν: —
πῶς ἂν σύ μοι λέξειας: ἐπεὶ παχυτέρα τὸν νοῦν οὖσα ἡ γραῦς τοῖς τοσούτοις αἰνιγμοῖς οὐ συνῆκε τὸ λεγόμενον ὑπὸ τῆς Φαίδρας, ἀγανακτοῦσα ἡ Φαίδρα φησί· πῶς ἂν δυνηθείης εἰπεῖν μοι ταῦτα ἃ ἔδει ἐμὲ ἀποκρίνασθαι καὶ πῶς μοι λέξεις ἃ μέλλω λέγειν. ἐπεὶ γὰρ πολυμερῶς αἰνιξαμένης αὐτῆς τὸ παχύτερον τοῦ λογισμοῦ τῆς γραὸς οὐκ ἐδυνήθη συμβαλεῖν, ἐρυθριῶσα τὸ πάθος ἐξειπεῖν εἰς τοῦτο ἀπορίας ἦλθεν, ὥστε ἐρωτᾶν ἅπερ αὐτὴν ἔδει λέγειν. τοῦτο δὲ καὶ τὸ αἰσχυντικὸν τοῦ γυναίου ὑποδηλοῖ καὶ τὸ κομματικὸν τῶν νοσούντων: — κεκωμῴδηται ὁ στίχος ὑπὸ Ἀριστοφάνους καὶ εἰς παροιμίαν μετῆκται: —
τί τοῦθʼ ὃ δὴ λέγουσιν: ἀγνοούσης διʼ αἰνιγμῶν συμβάλλειν αὐτῆς λοιπὸν ἐρωτᾷ τὴν τοῦ ἔρωτος φύσιν, δηλοῦσα ὅτι ἔκ τινος θείας ὀργῆς τοῦτο νοσεῖ, οὔκουν ἐκ μελέτης καὶ κακῆς φύσεως, ὅπου γε καὶ τὴν ἰδέαν ἀγνοεῖ τοῦ πάθους: —
ἥδιστον, ὦ παῖ ............. ἄλλος: —
ἡμεῖς ἂν εἶμεν: τῷ ἑτέρῳ εἴδει τοῦ ἔρωτος, δηλαδὴ τῷ ἀλγεινῷ, ὡς δηλοῖ ἡ νόσος: —
ὅστις ποθʼ οὗτος: πιθανώτατα παρέδραμε τὸ ὄνομα, ἤτοι αἰδουμένη, ἢ διὰ τούτου σημᾶναι θέλουσα ὡς οὐκ ἐξ εἰδήσεως οὐδὲ ἀπὸ τρυφῆς καὶ συνεχοῦς θέας αὐτοῦ ἐρᾷ, ἀλλὰ χόλῳ τῆς Ἀφροδίτης, οὐ τῷ κάλλει τοῦ νέου: —
σοῦ τάδʼ, οὐκ ἐμοῦ: σεαυτῆς ταῦτα κλύεις, οὐκ ἐμοῦ, ἀντὶ τοῦ· σὺ εἶπας, οὐκ ἐγώ. ἄριστα δὲ καὶ ἡ ἄρνησις μετὰ τὴν ὁμολογίαν: —
οἴμοι τί λέξεις: σαφῶς ἀκούσασα τὸν ἔρωτα, λοιπὸν σχετλιάζει τὴν ὑπερβολὴν τοῦ πάθους. κομματικὴ δὲ ἡ διάνοια, ὡσὰν ἐκπεπληγμένης τῷ θαύματι: —
οἱ σώφρονες γάρ: οὐχὶ θέλοντες κακῶν ἐρῶσιν, ἀλλʼ ἀναγκαζόμενοι: —
Κύπρις οὐκ ἄρʼ ἦν θεός: θεὸν γὰρ κυρίως φασὶ τὸν μετὰ τοῦ δυνατοῦ καὶ τὸ προνοητικὸν ἔχοντα τῶν δυναστευομένων. μείζονα οὖν αὐτήν φησι θεοῦ, καθὸ μόνον τῷ ἐνδείξασθαι δύναμιν ἐγκαταγίνεται, οὐ τῷ προνοεῖσθαι: —
ἄιες ὦ: οἰκειότατα μέσον κατεπάγει ἐπίρρημα σχετλιαστικὸν, ὡς ἂν τῇ λύπῃ κωλυομένη ἀπαρτίσαι τὴν διάνοιαν. ἀνήκουστα δὲ τὰ μὴ ἀκοῆς ἄξια, τὰ ἀπόρρητα. ἐκπλαγεὶς δὲ ὁ χορὸς τὴν ὑπερβολὴν τοῦ πάθους σχετλιάζει οἰκτείρων ἅμα καὶ θρηνῶν τὸ συμβάν. καὶ τὸ σχετλιαστικὸν ὦ διὰ μέσου κείμενον οἰκείως λυπουμένοις οὐκ εὐαπάρτιστον ἀποτελεῖ τὸ σχῆμα τοῦ λόγου, διαφόροις τε ῥήμασιν αὐτὸ κατεπάγει τὸ τῶν λυπουμένων ἦθος μιμούμενος, οἳ τὰ αὐτὰ κατεπάγουσι πρὸς πλείονα ἐνθύμησιν τῶν ἑαυτῶν κακῶν. ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· ἤκουσας, φησὶ, τῆς τυράννου τὰ ἀνήκουστα καὶ δυστυχῆ πάθη θροούσης καὶ λεγούσης. πρὸς ἀλλήλας δέ φασιν, οὐχ ὡς ἀγνοοῦσαι τὰ λεχθέντα, ἀλλὰ πρὸς πλείονα σύστασιν καὶ ἐνθύμησιν τοῦ πάθους: —
ὀλοίμαν ἔγωγε: ἀπολοίμην πρίν σε ἀποθανοῦσαν ἰδεῖν καὶ πληρῶσαι τὴν σὴν φιλίαν. τὸ γὰρ κατανύσαι ἀντὶ τοῦ πληρῶσαι, παρὰ τὴν νύσσαν. οἱ δὲ, πρὶν λῆξιν λαβεῖν σου τὰς προσφιλεῖς φρένας: —
στερηθῆναι: — ἢ πρὶν σὲ τὴν φιλτάτην καταλῦσαι τὴν σωφροσύνην· ταύτην γὰρ φρένας ὠνόμασεν: —
πόνοι: ἐν οἷς τρέφονται οἱ βροτοί· ἐπεὶ ἐν πόνοις διατελοῦμεν: — οἱ συναυξανόμενοι: —
τίς ἄρα σε χρόνος καὶ ποῖος ἐκ πασῶν τῶν ἡμερῶν οὗτος ἐξεδέχετο ᾧ τὰ τοῦ ἔρωτος νοσήματα ἐξέφηνας. παναμέριος δὲ ὁ ἐκ πασῶν τῶν ἡμερῶν εἰς ταύτην συναφθείς. ἢ οὕτως· ἐκ τίνος ἄρα χρόνου καὶ ποίας αἰτίας αὕτη ἡ δυστυχὴς ἡμέρα ἐξεδέχετό σε: —
ἄδηλα καὶ ἄγνωστα: — ὅπου ἀποβήσεται, τέλος σχήσει: — ἄσημα δʼ οὐκέτʼ ἔστιν οἷ φθίνει τύχα: ὅπου μέλλει τελεῖσθαι ἡ τύχη τῆς Κύπριδος. τὸ γὰρ οἷ φθίνει ὅπου χωρεῖ καὶ τέλος ἴσχει, ἀποβαίνει: —
Τροιζήνιαι γυναῖκες: ἔσχατον γάρ ἐστι μέρος τῆς Πελοποννήσου ἡ Τροιζὴν παρὰ θάλασσαν κατʼ ἀντικρὺ τῆς Ἀττικῆς κειμένη. ἤδη δὲ λοιπὸν ἐγνωσμένου τοῦ πάθους, ἀφεμένη τῶν ὑπʼ αἰδοῦς αἰνιγματωδῶν διανοιῶν, ἀπολογεῖσθαι διαρρήδην ἄρχεται ὡς οὐ κατὰ φύσιν νοσήσασα τὸν ἔρωτα καὶ βουλομένη ἐγκρατῶς ἑαυτὴν ἀνελεῖν. οἰκείως δὲ τοῖς ἀπολογουμένοις πολλῷ τῷ γνωμικῷ χρῆται: —
πρόθυρον. κατὰ πρόσωπον γὰρ τῆς Πελοποννήσου ἐστὶν ἡ Τροιζὴν πρὸς ἀνατολάς: — τὸ κατὰ πρόσωπον κείμενον: —
ἤδη ποτʼ ἄλλως: πολλάκις, φησὶ, διαγρυπνήσασα ἐν νυκτὶ ἐσκόπησα πῶς διέφθαρται ὁ ἀνθρώπινος βίος, ἆρα ἐκ φύσεως ἐχόντων τῶν ἀνθρώπων τὸ ἁμαρτάνειν ἢ ἐκ ῥᾳθυμίας· καὶ κρίνασα ἔγνων ὅτι οὐκ ἐκ φύσεως πρόσεστιν ἡμῖν ἡ κακία. καὶ ἐκ τούτου δῆλον· τὰ φυσικὰ πάντα καθόλου πᾶσι παρέπεται, οἷον τὸ γελαστικὸν, τὸ πτύειν, τὸ διαχωρίζειν, καὶ οὐκ ἄν τινα εὕροις χωρὶς τούτων· εἰ δὲ εὑρίσκεις παρὰ πολλοῖς ἀνθρώποις τὸ εὖ φρονεῖν καὶ δικαιοπραγεῖν, δῆλον ὅτι οὐ φύσει πρόσεστιν ἡμῖν τὸ φαῦλον. οὐ γὰρ ἂν ηὑρίσκοντο πολλοὶ καὶ ἀγαθοί: — ἄλλως: ἤδη ποτʼ ἄλλως: χωρὶς νόσου τυγχάνουσα. πιθανῶς δὲ ἐν νυκτί φησιν ἐνθυμηθῆναι, ὁπότε πάσης τῆς τῶν αἰσθήσεων ἀπηλλαγμένη ὀχλήσεως ἡ ψυχὴ φιλοσοφωτέροις ἐγκαταγίνεται ζητήμασι. πιθανὸν δὲ καὶ τὸ ἠρέμα νοσηλευομένην αὐτὴν ἐνθυμεῖσθαι τοιαῦτα. παρὰ γὰρ τὰς συμφορὰς γνωμικώτεροι γινόμεθα, τῆς φύσεως ἡμᾶς διὰ τοῦ πάθους ἐκπαιδευούσης: — λίαν: —
ὄντως: — πῶς: —
οὐκ ἀγνοίᾳ μοι δοκοῦσιν οἱ ἄνθρωποι ἐκπίπτειν εἰς τὰ ἁμαρτήματα, ὅπου γε πολλοὶ καὶ εὖ φρονοῦντες καὶ αἰσθανόμενοι κακῶν τε καὶ ἀγαθῶν ἐκπίπτουσιν εἰς τὸ κακόν. ἐπειδὴ τοίνυν οὐκ ἀγνοίᾳ, ἀλλὰ γινώσκοντες ἁμαρτάνομεν, ταύτῃ σκοπητέον τοῦ βίου τὴν λύμην τίς ἐστιν: — οὐ κατὰ γνώμης: τῆς γνώσεως. οὐχ ἁμαρτίᾳ δὲ τῆς γνωστικῆς φύσεως ἁμαρτάνουσιν, ὅπου γε πολλοὶ αἰσθανόμενοι τὸ ἀγαθὸν προκρίνουσιν αὐτοῦ τὸ κακόν: — τὴν προαίρεσιν: —
πολλοῖς ὑπάρχει φρόνησις: —
οὕτως δή: —
τὰ χρήστʼ ἐπιστάμεσθα: δεῖξαι βούλεται τοῦτο ὅτι οὐκ ἀγνοίᾳ τοῦ καλοῦ τὸ κακὸν πράττομεν. ἅτινα μὲν οὖν χρηστὰ καὶ χρήσιμα τῷ βίῳ καθέστηκεν ἴσμεν, ἐκπονεῖν δὲ αὐτὰ οὐ θέλομεν διαφόροις ἡδοναῖς ἡττώμενοι. οἱ μὲν ἀπό τινος ἀργίας καὶ ὄκνου τοῦ ἐκπονεῖν τὰ καλὰ, τὰ κακὰ μετέρχονται. ὅσῳ γὰρ δυσάλωτός ἐστιν ἡ ἀρετὴ, τοσούτῳ ἡ κακία εὐάλωτος. καὶ Ἡσίοδος· «τὴν μέντοι κακότητα καὶ ἰλαδὸν ἐστὶν ἑλέσθαι, τῆς δʼ ἀρετῆς ἱδρῶτα θεοὶ προπάροιθεν ἔθηκαν»: —
οὐ τελειοῦμεν: — ὑπὸ τοῦ ἔρωτος: —
οἱ δʼ ἡδονὴν προθέντες: καλῶς τὰς αἰσχρὰς ἡδονὰς ἀπεσιώπησεν, ὡς ἤδη διὰ τούτων κἀκείνας σημάνασα. αὗται γὰρ ἐκείνων εἰσὶ τικτικαί. σχολὴ γὰρ καὶ ὁμιλία περισσὴ πεφύκασιν εἰς ἀπορρήτους ἡδονὰς προκαλεῖσθαι τὴν φύσιν. οὐ γὰρ δὴ μία, ἀλλὰ διάφοροι ἡδοναί εἰσιν. εἶτα μεταξὺ διηγεῖται τὰς ἀρχὰς τῶν κακῶν ἡδονῶν: — προτιμήσαντες: —
πολυλογίαι: — ὁμιλίαι φλυαρίαι: — ἡ σχολὴ ἡδεῖα μὲν τῇ ἀναπαύσει, ἐπιβλαβὴς δὲ τῷ ἐπιζημίῳ καὶ ἀργῷ τοῦ σώματος, διὸ καὶ τερπνὸν κακὸν εἶπεν: —
αἰδώς τε· δισσαί: ταῖς αἰσχραῖς ἡδοναῖς συγκατηρίθμησε τὴν αἰσχρὰν αἰδῶ. διαφθείρει γὰρ τοὺς κεκτημένους, ὥσπερ κἀκεῖναι τοὺς ἐμπιστεύσαντας αὐταῖς ἑαυτοὺς ἀπολλύουσιν: —
ἡ δʼ ἄχθος οἴκων: τί φὴς, Εὐριπίδη, κακὴ ἡ αἰδώς; ναί φησιν ἔσθʼ ὅτε κακή. δισσαὶ γάρ εἰσιν αἰδοῖ. εἰ δὲ ᾔδειμεν εὐκαίρως αἰδεῖσθαι, οὐκ ἂν δύο ἦσαν ἑνὶ ὀνόματι καλούμεναι. ἴσως δὲ τὸ Ὁμηρικὸν ἀνέγνω Εὐριπίδης· «ἥ τʼ ἄνδρας μέγα σίνεται, ἣ δʼ ὀνίνησιν»: — ἄλλως: εἰ δʼ ὁ καιρὸς ἦν σαφής: ἐπεί φησιν Ὅμηρος μίαν μὲν εἶναι τὴν αἰδῶ, δισσὴν δὲ δύναμιν ἔχειν «αἰδὼς, ἥ τʼ ἄνδρας μέγα σίνεται ἠδʼ ὀνίνησι», τὴν διαφωνίαν ἰώμενός φησιν ὅτι τῆς αἰδοῦς ἡ διπλῆ διάνοια παρὰ τὴν ἡμετέραν γίνεται ἄγνοιαν. ἡμεῖς γὰρ οὐ κατὰ καιρὸν αὐτῇ χρώμενοι διπλῆν ἡγούμεθα τὴν μίαν. ἔδει γὰρ τὴν εὐκαίρως γινομένην μόνην ὀνομάζειν αἰδῶ. τὸ δὲ ταὔτʼ ἔχοντε γράμματα, οἷον· ἑνὶ ὀνόματι τόνῳ καὶ φθόγγῳ προσαγορευομένα: — ἀκριβὴς φανερός: —
τὴν αὐτὴν ἐπωνυμίαν: —
ταῦτʼ οὖν ἐπειδὴ τυγχάνω: ἐπειδὴ τοίνυν τὴν φύσιν ἑκάστου πράγματος ἐτύγχανον γινώσκουσα καὶ πόθεν οἱ ἄνθρωποι τὸν βίον ἑαυτῶν διαφθείρουσιν, ἐνόμιζον τοῦτο ὅτι οὐκ ἔστιν μοι οὐδεμία πρόφασις οὕτως ἰσχυρὰ οὐδὲ δέλεαρ τοιοῦτον, ὅπερ ἐκ τῶν φρενῶν καὶ τῆς τοσαύτης σωφροσύνης μεταστήσει ἐμὲ εἰς πορνείαν. οὐκ ἀπεικότως δὲ τοῦτό φησιν, ἀλλὰ πρὸς πλείονα δεῖξιν τοῦ μὴ μόνον οὐ κατὰ φύσιν, ἀλλὰ καὶ παρʼ ἐλπίδα νοσεῖν ἔρωτα: — τὴν εὐσχημοσύνην φρονοῦσα: —
οὐκ ἔσθʼ ὁποίῳ φαρμάκῳ: οὐκ ἔστι, φάρμακον δηλονότι, ὁποίῳ φθαρῆναι ἐδόκουν. οὐκ ἦν ἰσχυρὸν δέλεαρ, ὅπερ ἔμελλε μεταβάλλειν τὴν σωφροσύνην: —
τὸ ἐναντίον: —
ἐπεί μʼ ἔρως ἔτρωσεν: τὸ λοιπὸν καταστατικώτερον αὐτὴν τὴν διοίκησιν τῆς νόσου διηγεῖται. ἠρξάμην μὲν οὖν, φησὶν, ἐκ τοῦδε, σιγᾶν, ἵνα διὰ τῆς ἡσυχίας λήθη μοι γένηται: —
γλώσσῃ γὰρ οὐδὲν πιστόν: ἔοικε τὸ συμβαῖνον ἐκ τῆς γλώσσης διʼ ἄλλων τῇ γλώσσῃ προστεθεικέναι, καθὸ πολλάκις τῶν ἀκουόντων ἀπίστων γινομένων αὕτη τῆς προδοσίας αἰτία νομίζεται. ἄμεινον, φησὶν, ἡγησάμην τὸ σιωπᾶν, εὐλαβουμένη μὴ γλῶσσαν κτήσωμαι σύμβουλον, λόγῳ μὲν ἐπαινοῦσαν τὰς ἀρετὰς, ἔργῳ δὲ ἀκόλαστον. δάκνει γὰρ τὸ παραινούμενον, ὅταν τις «ἕτερον κεύθῃ ἐνὶ φρενὶ, ἄλλο δὲ εἴπῃ»
τὴν πορνείαν, ἐπεὶ καὶ τὸ ἐναντίον σωφροσύνη καλεῖται ἐν ᾗ σῴζομεν τὰς φρένας: — τὸν ἔρωτα: —
τρίτον δʼ ἐπειδή: ἐπειδὴ τοῖς δύο τρόποις οὐδὲν ἤνυον πρὸς ἐγκράτειαν τοῦ ἔρωτος οὔτε τῇ σιωπῇ οὔτε τῇ σωφροσύνῃ, ἔδοξέ μοι ἀποθανεῖν: —
κράτιστον, οὐδεὶς ἀντερεῖ: ὡς οὐ καλῶς βουλευθεῖσιν οἷς ἐσκεψάμην, σιωπᾶν καὶ σωφρονεῖν ἢ ἀποθανεῖν: — ἀντιλέξει: —
Καλλίμαχος· «ἄγνωτον μηδὲν ἔχοιμι καλόν»: —
τὸν ἔρωτα: —
γυνὴ δὲ πρὸς τοῖσδʼ οὖσα: τὸ ἑξῆς· πρὸς τοῖσδε δὲ οὖσα γυνὴ προσῄδειν τὴν νόσον ταύτην δυσκλεᾶ καὶ τὸ ἔργον τῆς πορνείας μίσημα ὂν παρὰ πᾶσι. τὸ δὲ γυνὴ οὖσα, ἐπειδὴ μάλιστα αἱ γυναῖκες μισεῖν ὀφείλουσι τὴν πορνείαν, αἱ μὲν διʼ αὐτὴν μεμισημέναι ἀνδράσι τε καὶ γυναιξὶν, αἱ δὲ φεύγουσαι τὴν ἐξ αὐτῆς αἰσχύνην: — ἐγίγνωσκον: καὶ τοῦτο οὐχ ἁπλῇ γνώσει ἔξωθεν ἠπιστάμην, ἀλλὰ καὶ γυνὴ πεφυκυῖα ἀκριβῶς εἶχον τοῦ μίσους τούτου τὴν γνῶσιν, ὥστε καὶ μέχρι τοῦ νῦν, καίτοι νοσοῦσα καὶ νικωμένη τῷ πάθει, ἡδέως ἂν καταρασαίμην τῇ πρώτῃ πορνευσάσῃ: —
μίσημα πᾶσιν: ἀκριβῶς ἔγνω ὁ Εὐριπίδης τὴν ῥίζαν τῆς πορνείας ἄνωθεν ἐξ εὐγενίδων συστᾶσαν τῷ ἐξαπλοῦσθαι εἰς πολλὰς τὸ κακόν. εἰ γὰρ ἐβεβλαστήκει ἐξ εὐτελῶν, ταχέως ἂν ἐξεκέκοπτο καὶ οὐκ ἐζηλοῦτο: —
ἥτις πρὸς ἄνδρας: Ἡρωδιανὸς ἐν τῷ μονοβίβλῳ τῷ Περὶ κυρίων καὶ ἐπιθέτων καὶ προσηγορικῶν λέγει εἶναι τὰς πρῶτον πορνευσάσας θυγατέρας τοῦ Εὐρυπύλου, οὐ τοῦ Κῴου, ἀλλὰ ἄλλου τινός. ἔστι δὲ τὰ ὀνόματα αὐτῶν Μορφὴ καὶ Κλυτή. ὡς φιλόσοφος δὲ συμβάλλει τοῦτο ὅτι εὐγενεῖς καὶ πλούσιαι κατήρξαντο τῆς πορνείας, οὐ μόνον ἐκ τοῦ ὑπερτρυφᾶν, ὅπερ τὸν ἔρωτα προκαλεῖται, ἀλλὰ καὶ ἐκ τοῦ ἐπιζηλωθῆναι τὸ ἁμάρτημα μὴ ἐξ εὐτελοῦς τινος γινόμενον: —
ὅταν γὰρ αἰσχρά: ἐστοχάσατο τὸ τοιοῦτον οὐ μόνον ἀπὸ τῆς κολακείας, ἀλλὰ καὶ ἐκ τῆς τῶν ἁμαρτανόντων ἀξιοπιστίας. ὅταν γὰρ, φησὶν, αἰσχρὰ ποιῶσιν αἱ βέλτισται, πάντως αἱ εὐτελεῖς μιμοῦνται καὶ ἀκολουθοῦσιν ἐκείναις. εἰ γὰρ τοῖς ἀγαθοῖς τὰ αἰσχρὰ νομίζεται καλά, πολλῷ μᾶλλον τοῖς κακοῖς: —
μισῶ δὲ καὶ τὰς σώφρονας: μισῶ δὲ καὶ τὰς λόγῳ μὲν τὴν σωφροσύνην μετιούσας, ἔργῳ δὲ τὰ κακὰ πραττούσας: —
αἳ πῶς ποτʼ, ὦ δέσποινα: αἵτινες ἆρα πῶς τολμῶσιν ὁρᾶν τοὺς ἄνδρας; μόνον οὐχὶ καὶ αὐτῶν τῶν ἀναισθήτων τὸν παρὰ φύσιν ἔλεγχον δεδοικυῖαι. τὴν νύκτα. θεὸς γὰρ οὖσα θεοῖς ἀνάκειται: — στενακτικὸν καὶ σχετλιαστικόν: —
πῶς οὐχὶ καὶ αὐτῶν τῶν ἀναισθήτων τὸν παρὰ φύσιν ἔλεγχον δεδοίκασιν: —
τὰ στέγη τῶν οἴκων: —
φωραθῶ: —
ἀπὸ κοινοῦ τὸ αἰσχύνασα: —
μόνον δὲ τοῦτό φασʼ: ὁ βίος ἥδεται τοῖς πονηροῖς· ὡς Μένανδρος «πράττει δʼ ὁ κόλαξ ἄριστα πάντων· δεύτερα ὁ συκοφάντης, ὁ κακοήθης τρίτα λέγει». παλαίει οὖν τῷ βίῳ καὶ ἁμιλλᾶται, ὃς ἂν βούληται δικαιοπραγεῖν, τῷ διαφωνεῖν πρὸς τὴν κοινὴν πολιτείαν. ἢ ἐπειδὴ οἱ φαῦλοι, ὅταν περὶ δικαιοπραγοῦς τινος ἀκούωσι, ζητοῦσιν αὐτὸν παντὶ τρόπῳ ὑποσκελίσαι. παλαίει οὖν τοῖς φαύλοις ὁ ἀγαθός: — ἄλλως: μόνον τοῦτο νικᾷ, φησὶ, τὸν βίον καὶ οὐκ ἀποκαλύπτεται ὑπʼ αὐτοῦ, ἀλλὰ καὶ μετὰ θάνατον λάμπει, τὸ τῆς σωφροσύνης. τοὺς γὰρ ἀκολάστους ἐλέγχει καὶ δειγματίζει ὁ χρόνος, ὡς καὶ παρθένον κάτοπτρον. ὥστε δεῖ με μὴ τοῦ παρόντος μόνον ἀντιποιήσασθαι. ἀλλὰ καὶ τοῦ μετὰ ταῦτα: — ἄλλως: μόνον δὲ τοῦτο: τὸ κεκτῆσθαι διάνοιαν ἀγαθὴν, ὡς εἰ ἔλεγεν ὅτι ἀθάνατόν τέ ἐστι καὶ εἰς ὅλον τὸν βίον μνημονεύεται. δεῖ με οὖν μὴ τοῦ παρόντος, ἀλλὰ καὶ τοῦ μέλλοντος προνοήσασθαι, εἰδυῖαν ὅτι, ὥσπερ τοὺς ἀγαθοὺς ἐπιβεβαιοῖ, τοσοῦτον τοὺς πονηροὺς ἐλέγχει ὁ χρόνος. κατόπτρῳ δὲ παρείκασεν τὰ ἐν τῷ προϊόντι χρόνῳ φαινόμενα τεκμήρια τῶν πρὶν ἁμαρτηθέντων, καθὸ παρελθόντων τῶν ἔργων αὐτῶν ὥσπερ ἐν κατόπτρῳ τεκμήρια καὶ σκιὰς τῶν παλαιῶν ὁρῶμεν ἁμαρτημάτων: — παλαίειν ἀνταγωνίζεσθαι: —
γνώμην δικαίαν: θαυμασίως ἄγαν ἀπολύτως ἐχρήσατο ὅτῳ παρῇ, τοῦ δικαίου οὐ διαστολὴν ἐπιδεχομένου πλουσίου καὶ πένητος ἢ εὐγενοῦς καὶ εὐτελοῦς, ἀλλὰ καθολικωτέρου ὑπάρχοντος ἐπὶ πάντων: —
κακοὺς δὲ θνητῶν: τινὲς οὕτως τὸ ἑξῆς· τοὺς κακοὺς τῶν θνητῶν ἐλέγχει ὁ χρόνος, ὅταν τύχῃ προθεὶς τὸ κάτοπτρον αὐτοῖς ὡς παρθένῳ νέᾳ, τουτέστιν ὅταν τύχῃ αὐτοὺς ἐλέγχων καὶ φανεροποιῶν: —
προθεὶς κάτοπτρον: κατόπτρῳ εἰκάζει τὰ ἐν τῷ χρόνῳ προϊόντι φαινόμενα τεκμήρια τῶν πρὶν ἁμαρτηθέντων. ὥσπερ ἐν κατόπτρῳ τεκμήρια ὁρῶμεν τῆς ἀληθείας: —
θαυμαστικὸν τὸ φεῦ: —
τιμὴν ἀγαθήν: —
δέσποινʼ, ἐμοί τοι συμφορά: ἐμοὶ, φησὶν, ἀρτίως ἡ σὴ συμφορὰ ἀγγελθεῖσα δεινὸν φόβον ἐνέβαλεν: — ἄλλως: καλῶς ἐμιμήσατο τὸ τῶν γραῶν παλίμβολον· ὑπερφοβοῦνται γὰρ καὶ θρασύνονται ταῖς συμφοραῖς: —
νῦν δʼ ἐννοοῦμαι φαῦλος: ἀντὶ τοῦ· μωρὰ οὖσα. νῦν δὲ δεύτερον, εἰ καὶ εὐτελής τίς εἰμι, ἐνεθυμήθην. καθόλου γὰρ ἀνθρώποις αἱ δεύτεραι βουλαὶ τῶν πρώτων εἰσὶ χρησιμώτεραι: — ἄλλως: εἰ καί τις εὐτελὴς τυγχάνω τὴν γνώμην καὶ οὐκ ἀπʼ ἐμαυτῆς ὀφείλουσα στοχάζεσθαι, ὅμως εὗρον ὅτι παρὰ πᾶσιν ἀνθρώποις ἀκριβέστεραί εἰσιν αἱ ἐπισκέψεις καὶ αἱ δεύτεραι γνῶμαι: — λογίζομαι: — ἀσύνετος: —
οὐ γὰρ περισσὸν οὐδέν: ἀντὶ τοῦ παράλογον παράδοξον: — οὐδὲν ἔπαθες περισσὸν ὧν πάσχομεν πάντες. τοῦτο πρὸς παραμυθίαν, ὡς μὴ νοσούσης αὐτῆς ἐξ ἰδίας φύσεως τὸν ἔρωτα. μὴ οὖν, φησὶ, διεργάσῃ σαυτὴν, ἀλλὰ συγγίνωσκε τῷ πάθει, βιαζομένη παρὰ τοῦ κρείσσονος, ἄλλως τε καὶ τῶν πολλῶν ἐκ φύσεως αὐτὸ νοσούντων: —
ἀγανακτήσεις: —
....... οὐ λυσιτελεῖ ..................... ἐρῶσι καὶ ὅσοι μέλλουσιν ἐρᾶν εἰ ὁ ἔρως αὐτοῖς θάνατον προξενεῖ: — τοῦτο ἐκ τοῦ καθολικωτέρου. ὄντως οὐ λυσιτελεῖ, οὐ συμφέρει, φησὶ, τοῖς τῶν πλησίον ἐρῶσι καὶ ὅσοι μέλλουσιν ἐρᾶν, εἰ χρεὼν αὐτοῖς ἐστι τοῦ θανεῖν: — οὐκ ἄρα γʼ οὐ δεῖ: λείπει τὸ ἐρᾶν. ὁ δὲ λόγος· οὔτε τοῖς νῦν ἐρῶσιν οὔτε τοῖς μέλλουσιν ἐρᾶν λυσιτελεῖ τὸ ἐρᾶν, εἴπερ ἀντὶ τῶν ἐρωμένων ἀπολαύσουσι θανάτου, οὐκ ἐπʼ ἀνύσει τοῦ ἔρωτος, ἀλλʼ ἐπὶ θανάτῳ ἐρῶντες. ἐκ τοῦ καθολικοῦ δὲ πάθους τὸ ἴδιον δυσχερὲς θεραπεύεται καὶ τῷ ἁπλουστέρῳ ὀνόματι τοῦ ἔρωτος καλύπτει τὸ αἰσχρόν: —
ἐὰν πρὸς θάνατον ἐρῶσιν: —
Κύπρις γὰρ οὐ φορητός: ἐπεξηγεῖται πῶς δεῖ φέρειν πολλὴν ῥεύσασαν τὴν θεὸν, ὑπείκοντα μᾶλλον οὐδὲ ἀνθοπλιζόμενον. οἶδε γὰρ ὑποχωροῦσιν ὑπείκειν ἡ θεός: — ἄλλως: οὐκ ἔστιν δυνατὸν βαστάσαι τὴν Κύπριν μεγάλως ἐπερχομένην, ὅτι χρὴ εἴκειν μᾶλλον τῇ Ἀφροδίτῃ ἢ ἀντιμάχεσθαι αὐτῇ: —
ὅσῳ γὰρ ἀρνεῖταί τις τῆς θεοῦ τὴν δυναστείαν, τοσούτῳ μᾶλλον εἰς αὐτὸν ἐπιδείκνυται τὴν ἀνδραγαθίαν. καὶ στοχάζου μοι τῆς τιμωρίας τὴν ὑπερβολήν. κρείσσων γάρ ἐστι λόγου διηγήσεως. τοῦτο γὰρ δηλοῖ τὸ πῶς δοκεῖς: — λίαν: —
φοιτᾷ δʼ ἀνʼ αἰθέρα: ἐντεῦθεν ἄρχεται τὸ τῆς Ἀφροδίτης αὐξάνειν μέγεθος. ἐν θαλάσσῃ δὲ αὐτήν φησιν ἤτοι ἐπεὶ ἀφρογενής ἐστιν ἢ ἐπεὶ καὶ τὰ ἐν θαλάσσῃ ἀφροδισιάζει, καὶ ἔοικεν ἐκ τοῦ παραδόξου σεσημειωκέναι τὸ ὁμολογούμενον, φημὶ δὴ τὸ ἐπὶ γῆς εἶναι τὴν θεόν: —
γεννήματα: —
ἀντὶ τοῦ μέμνηνται: — ἐν τοῖς λόγοις τῶν συγγραφέων: —
ἡ καλλιφεγγὴς Κέφαλον: Κέφαλος εἷς ἐστι τῶν ἐξ ἐνδυμίονος ἔγγονος, γαμεῖ δὲ Πρόκριν τὴν Ἀθηναίαν. ὅτι δὲ Κέφαλον ἡ Ἠὼς ἥρπασε διὰ κάλλος, καὶ Ὅμηρος εἴρηκεν: —
ἔρωτος οὕνεκʼ: ταῦτα δυσωπητικῶς λέγει. ἤδη μὲν γὰρ ἐκ τοῦ μείζονος προκατεσκεύασεν εἰποῦσα καὶ θεοὺς ἐρᾶν. λοιπὸν δὲ καὶ τὸ δύσφορον καὶ τὸ μωρὸν αὐτῆς ἐλέγχει: —
ναίουσι κοὐ φεύγουσιν: οὐκ ἀφίστανται καὶ πρὸς τοὺς οἰκείους παραγίνονται, ἀλλὰ σὺν τοῖς θεοῖς διατρίβουσιν. ἢ ἐπὶ τῶν ἐρώντων θεῶν· καὶ οὐ φεύγουσι τὴν δίαιταν τὴν μετὰ τῶν ἄλλων θεῶν αἰδούμενοι ὅτι ἐρῶσι. κοινὸν γὰρ κατὰ πάντων συμβαίνει τὸ τοῦ ἔρωτος πάθος: — πορρωτάτω: —
σὺ δʼ οὐκ ἀνέξῃ; χρῆν σʼ: ἐπὶ συνθήκαις. ἐχρῆν τὸν πατέρα σου γεννῆσαί σε ἐπὶ ὡρισμένοις, ἢ ἐπʼ ἄλλοις δεσπόταις θεοῖς: — ὁμολογίαις: —
εἰ μὴ τούσδε γε στέρξεις νόμους: εἰ μὴ ἔμελλες καὶ αὐτὴ κατὰ τοὺς λοιποὺς ἅπαντας ἀνθρώπους ὑποκεῖσθαι καὶ δουλεύειν τοῖς θεοῖς πᾶσιν ἐπίσης, ἐχρῆν τὸν γεννῶντά σε πατέρα ἐπὶ ὡρισμένοις τισί σε προαγαγεῖν καὶ μὴ κατὰ τὸ κοινὸν τῶν ἀνθρώπων, οἷον· οὕτω σε γεννῆσαι ὥστε ὡρίσθαι σε τοῖσδε μὲν ὑποκειμένην θεοῖς ἢ καὶ πάθεσιν ἀνθρωπίνοις, τοῖσδε δὲ μή: — ὑπομενεῖς: —
πόσους δοκεῖς: ἕως τοῦ εὖ φρονεῖν καὶ οὐχ ὑπʼ ἀγνοίας ἀνεξικακοῦντας, ἵνα μὴ τοῦτο ἀντιθῇς: —
νοσοῦνθʼ ὁρῶντας: μὴ δοκεῖν ὁρᾶν τὰ πταίσματα, τῇ κοινῇ δυναστείᾳ τοῦ ἔρωτος συγγινώσκοντας: —
πόσους δὲ παισὶ πατέρας: πόσους δὲ οἴει πατέρας τοῖς παισὶν ἡμαρτηκόσι διʼ ἔρωτα συμβαστάζειν τὴν παρὰ τῆς Ἀφροδίτης νόσον καὶ τοσοῦτον ἀπέχειν τοῦ μέμφεσθαι ὥστε καὶ συγκάμνειν εἰς τοὺς ἔρωτας αὐτοῖς. τὸ γὰρ ἐλέγχειν τὰ τοιαῦτα οὐδὲν ἕτερόν ἐστιν ἢ συμφορὰν ὀνειδίζειν: —
τὸ γνωμικὸν ἐπήνεγκεν πρὸς τὸ μὴ δοκεῖν ὁρᾶν: καὶ κατὰ τοῦτο πολλοὶ ὁρῶντες τὰ λέχη νοσοῦντα οὐκ ἐξελέγχουσι, νομίζοντες συμφορὰν ἂν ὀνειδίζειν. τὸ δὲ τῆς στιγμῆς ἀμφιβόλως ἔχει· ἤτοι γὰρ ἐπὶ τοῦ θνητῶν ὑποστικτέον, ἵνʼ ᾖ· ἓν γὰρ τῶν σοφῶν τοῦ ἀνθρώπου τοῦτό ἐστι, τὸ λανθάνειν ἑαυτὸν προσποιεῖσθαι τοῦ πλησίον τὰ μὴ καλά, τὰ ἁμαρτήματα· τὸ γὰρ ἐξελέγχειν τὰ τοιαῦτά ἐστιν ἄντικρυς ὀνειδίζειν συμφοράν. ἢ ἐπὶ τοῦ ἐστί ὑποστικτέον, ἵνʼ ᾖ ὁ νοῦς· ἐν γὰρ τοῖς σοφοῖς ἔνεστι τὸ λανθάνειν ἑαυτὸν προσποιεῖσθαι θνητῶν τὰ μὴ καλά. βελτίων δὲ ἡ προκειμένη ἐξήγησις: —
οὐδʼ ἐκπονεῖν τοι χρή: οὐδὲ καταπονεῖσθαι δεῖ πάνυ τοὺς ἀνθρώπους ἀντέχοντας πρὸς τὸν ἔρωτα: — ἄλλως: ἐνταῦθα τὸ ἐκπονεῖν λίαν τὸν βίον τοιοῦτόν ἐστιν ὡς οὐ χρὴ τὸν ἄνθρωπον βιάζειν ἑαυτὸν ὥστε ὑπερανέχειν τήν τε ἀναγκάζουσαν φύσιν καὶ τὰ συμπίπτοντα πάθη. τὸ γὰρ ἐκπονεῖν τοιαύτην ἔχει σημασίαν, τὸ λίαν πονοῦντα σπεύδειν κερδαίνειν. δεῖ γὰρ ποτὲ μὲν ἐκτείνειν πόνοις τὸ σῶμα, ποτὲ δὲ ἀνιέναι. τὸ δʼ ἐκπονεῖν ἤτοι ἀεὶ ἐθέλειν πονεῖν οὐ πρὸς καλοῦ τοῖς ἀνθρώποις: —
οὐδὲ στέγην γάρ: οὐδὲ στέγην γὰρ ὑφʼ ἧς οἱ δόμοι κατηρεφεῖς γίνονται, καλῶς ἀκριβώσειαν, ἀντὶ τοῦ· οὐδʼ ἂν τέκτονες τὸ μέτρον τοῦ διαστήματος τῶν δοκῶν φυλάξειαν ὡς μήτε ἐκείνην πολὺ ἀπέχειν μήτε τὴν ἄλλην πλησιάζειν. εἶτα πρὸς μὲν ξύλων συνθέσεις καὶ κανόνας εὐσυνθέτους οὐκ ἐφίκετο τῆς ἀκριβείας ἡ τέχνη· σὺ δὲ τηλικαύτην συμφορὰν ἀπταίστως βούλει παραδραμεῖν: —
εἰς δὲ τὴν τύχην: εἰς δὲ πέλαγος ἄδηλον τῆς τύχης εἰσπεσοῦσα πῶς δοκεῖς ἐκκολυμβῆσαι; οἰκειότατα δὲ τῇ λέξει κέχρηται ὡς ἐπὶ πελάγους καὶ χειμῶνος. ἀκολούθως δὲ καὶ τῷ πεσοῦσα πρὸς τὴν μεταφορὰν ἐχρήσατο: —
πολλήν: — ζῆσαι: —
ἀλλʼ εἰ τὰ πλείω: ἀλλʼ ἐὰν ἔχῃς περισσότερα καλὰ καὶ ὀλιγώτερα κακά, ἄνθρωπος οὖσα καλῶς πράξειας ἄν: —
ἀλλʼ ὦ φίλη παῖ: τῶν δυσφορουσῶν καὶ ὑπὲρ φύσιν φθεγγομένων καὶ ἐπʼ ἔρωτι θάνατον μηχανωμένων. τὸ γὰρ ἀρχόμενόν τινα δυσφορεῖν οὐδὲν ἕτερόν ἐστιν ἢ κρείσσονα ἑαυτὸν νοεῖν τοῦ κρατοῦντος καὶ τὴν δεσποτείαν ἄδικον εἶναι λέγειν: —
τάδʼ ἐστὶ, κρείσσω: ἢ καθὸ μὴ βούλεται ὑποκεῖσθαι τῇ Ἀφροδίτῃ, ἢ ἐπεὶ καὶ οἱ θεοὶ πολλάκις ἐρῶσιν, ὡς καὶ ἡ γραῦς ἔφη. διὰ τούτου δὲ θεραπεύει τὴν ὑποψίαν τῆς αἰσχρότητος, εἰς θειοτέραν ἀνάγκην τὸ ἀκούσιον τῆς γνώμης ἀναφέρουσα: —
ὑπόμενε: —
νοσοῦσα δʼ εὖ πως: καλῶς σαυτὴν διάθες καὶ γενναίως φέρε αὐτήν. οἷον· μὴ ἡττῶ τῇ νόσῳ, ἀλλὰ γενναίαζε: — ἄλλως: καλῶς πως σαυτὴν διάθες. ἢ καλῶς διατίθει τὴν νόσον καὶ ὑπόταττε σαυτήν. οἷον· μὴ ἡττῶ τῆς νόσου, ἀλλὰ γενναίως φέρε καὶ ἐπὶ πέρας ἄγε αὐτήν: —
ἐπᾴσματα: —
ἦ τἄρʼ ἂν ὀψέ γʼ ἄνδρες: βραδέως ἂν οἱ ἄνδρες διανοηθεῖεν περί τινος, εἰ μὴ ἡμεῖς αἱ γυναῖκες μηχανὰς εὑρήσομεν. εἰ γὰρ αἱ γυναῖκες ἀπορήσομεν πανουργιῶν, πόσῳ μᾶλλον οὐκ εἰς ἔσχατον ἀμηχανίας περιπεσοῦνται οἱ ἄνδρες; ὥσπερ γὰρ τὸ νοῦν ἔχειν δέδοται τοῖς ἀνδράσιν, οὕτως τὸ πανουργεῖν καὶ μηχανὰς ἐξευρίσκειν ταῖς γυναιξί: — ὄντως γάρ. οὐδόλως οὐδέποτε: —
Φαίδρα, λέγει μέν: πρὸς μὲν τὴν παροῦσαν, φησὶ, συμφορὰν τοῦ ἔρωτος χρησιμώτερά σου λέγει ἡ τροφὸς, ᾗ σὺ μὲν ἐκβάλλεις σαυτὴν ζωῆς, ἡ δὲ τὸ ζῆν σοι προξενεῖ. σὲ δὲ, φησὶν, ὅμως ἐπαινῶ τῆς σωφροσύνης. συγκριτικῶς δὲ εἶπε τὸ δυστυχέστερος, ὡς ἂν ἀμφοτέρων τῶν λόγων τὸ δυστυχὲς κεκτημένων, τοῦ μὲν διὰ τὴν αἰσχύνην, τοῦ δὲ διὰ τὸν θάνατον. ἐμφαντικώτερον δὲ καὶ ἀλγίονα εἶπεν τὸν ἔπαινον τὸν οὐχ ἡδονὴν κατὰ τοὺς ἄλλους ἐπαίνους, ἀλλὰ θάνατον προξενοῦντα τοῖς ἀκούουσιν: — τὴν μὲν αἰνεῖ τὴν δὲ θαυμάζει ...... ἕνεκεν τῆς σωφροσύνης ὁ ................ σωφροσύνης: — Φαίδρα: τὴν μὲν αἰνεῖ διὰ τὸ χρήσιμον καὶ πιθανὸν τῆς γνώμης, τὴν δὲ θαυμάζει διὰ τὸ βέβαιον τῆς σωφροσύνης: —
ὁ δʼ αἶνος οὗτος: ἴσθι μέντοι τοῦτο ὅτι ὁ ἔπαινος τῆς σωφροσύνης ὁ παρʼ ἐμοῦ λεγόμενος, εἰ καὶ καλλίων ἐστὶ τῶν ταύτης λόγων, ἀλλʼ οὖν γε δυστυχέστερος αὐτῶν, καθὸ θάνατόν σοι προξενεῖ. διὰ τοῦτο εἰκότως ἂν εἴη σοι λυπηρὸς ἀκούειν, εἰς ἀπώλειάν σε προτρεπόμενος. ἀλγίονα δὲ ἔφη τὸν ἔπαινον ὡς ἂν μηδὲ ἐπαίνου φύσιν εἰληχότα. οἱ γὰρ ἔπαινοι ἥδουσι τοὺς ἐπαινουμένους: —
τοῦτʼ ἔσθʼ ὃ θνητῶν: μάλιστα τὰς πολιτείας τοῦτο ἀπόλλυσι, τὸ τὰ κεχαρισμένα τῷ δήμῳ λέγειν πρὸς τὴν ἰδίαν σύστασιν. ὅταν γὰρ ἁμαρτάνοντί τινι μὴ πρὸς σωτηρίαν, ἀλλὰ πρὸς αὔξησιν τῆς ἁμαρτίας συμβουλεύῃ τις, οὗτος διὰ τῶν ἡδέων λόγων ἀπόλλυσι τὸν ἁμαρτάνοντα. οἱ ἡδεῖς γὰρ λόγοι καὶ πλανητικοὶ ἀπολλύουσι τὰς καλῶς οἰκουμένας πόλεις καὶ τοὺς οἴκους: —
διαβάλλει τὴν φύσιν τῶν ἡδέων ὡς ἄχρι τῆς ἀκοῆς τὸ χρήσιμον ἐχόντων. οὐ γὰρ τὰ πρὸς ἡδονὴν δεῖ λέγειν, ἀλλὰ τὰ πρὸς δόξαν: —
ἀλαζονεύεις: — οὐ χρεία ἐστὶν εὐσχημοσύνης, ἀλλʼ ἀνδρός: —
ὡς τάχος διϊστέον: διαγνωστέον πειρατέον. ὁ δὲ νοῦς· ἀλλὰ πειρατέον τῆς γνώμης τοῦ Ἱππολύτου, ποῖος ἔσται πρὸς τὰ λεγόμενα: —
τὸν εὐθὺν ἐξειπόντας: ἐκ γὰρ τῆς συντόμου ὁμιλίας ἐλεήσειεν ἂν τὸ τῆς φύσεως αἰφνίδιον νόσημα καὶ οὐκ ἂν ἐκ τοῦ ποικίλου τῆς ἀπαγγελίας ὡς ἐθάδα σε τῆς νόσου μισήσειεν: — τὸν ἁπλοῦν καὶ σύντομον καὶ ἀληθινόν: —
πρὸς τὴν εὐνήν: —
οὐκ ἐπίφθονον: σῶσαι βίον: — οὐκ ἐπίφθονον τόδε: ἀντὶ τοῦ· οὐ νεμεσητὸν οὐδὲ μεμπτὸν τὸ σῶσαι τὸν βίον διὰ τῆς ἐκπληρώσεως τοῦ ἔρωτος, εἴγε δεύτερα πάντα τῆς σωτηρίας ἡγούμεθα: —
καὶ μὴ μεθήσεις: ἀπειρηκυῖα τοῖς σοφίσμασι τῆς γραὸς παρακαλεῖ μηκέτι περὶ τοιούτων γυμνάζειν μηδὲ λέγειν ὅτι καλῶς καὶ μετρίως ὑπείργασται αὐτὴν ὁ ἔρως … οὐ παράλογος οὐδὲ ἄξιος θανάτου: —
αἰσχρὰ μὲν τὰ λεχθέντα: — αἴσχρʼ ἀλλʼ ἀμείνω: παρὰ μὲν ἑτέρῳ τινὶ μὴ ἐρῶντι αἰσχρὰ ἂν νομισθείη, παρὰ σοὶ δὲ βελτίω εἰσὶ τῶν παρὰ σοῦ καλῶς λεγομένων, καθὸ τὰ μὲν θάνατον, τὰ δὲ σωτηρίαν σοι περιποιεῖ. πρὸς πλείονα δὲ πειθὼ τὸ μὲν ἔργον, τὸ δὲ ὄνομα ἐκάλεσεν, ὡς τοῦ μὲν τῇ ἀληθείᾳ σωτηρίαν ἔχοντος, τοῦ δὲ τὸ ἐπάγγελμα ἐν φήμῃ καὶ ἀμφιβολίᾳ τοῖς ἔξωθεν: — ἄλλως: τὰ δοκοῦντά σοι αἰσχρὰ εἶναι τῶν καλῶν λόγων κρείσσονά εἰσιν. ἢ αἰσχρὰ μὲν τὰ λεχθέντα τῷ προστυχόντι, σοὶ μέντοι νοσούσῃ τὸν ἔρωτα βελτίονα: —
τὸ αἰσχρὸν ἔργον: —
ἀλαζονευομένη: —
εὖ λέγεις γάρ: καλῶς μὲν λέγεις καὶ πιθανῶς, αἰσχρὰ δέ ἐστι τῇ φύσει τὰ λεγόμενα καὶ μή γε πρὸς θεῶν πέρα προβῇς τι τῶν λόγων τούτων μηδὲ σοφιζομένη λέγε, ὅτι καλῶς ὑπείργασμαι καὶ ὑποθάλπομαι τὴν ψυχὴν, καὶ καρτερῶ τῷ ἔρωτι, καὶ οὐδὲν ἡμᾶς ἔβλαψεν ἄξιον θανάτου: — διὰ μέσου: —
τὰ αἰσχρὰ δʼ ἢν λέγῃς: ὅταν δὲ τὰ αἰσχρὰ πιθανῶς λέγῃς, τῇ δεινότητι διαφθαρήσομαι ἐγὼ καὶ ἐμπέσω εἰς ὃ φεύγω, τουτέστι τὴν ὁμιλίαν καὶ συνουσίαν τοῦ ἐρωμένου: —
πεσοῦμαι ἡττηθήσομαι: —
εἰ δοκεῖ σοι σωφρονεῖν, ὤφειλες μηδὲ τὴν ἀρχὴν ἁμαρτάνειν ἐρασθεῖσα· ὅμως κἂν ταύτην ἥσσονά μοι χάριν δός. τινὲς δὲ οὕτως· εἰ δοκεῖ σοι μὴ πείθεσθαι εἰς τοῦτο, ἐχρῆν μὲν οὖν σε μὴ σφάλλεσθαι ἀπειθοῦσαν· εἰ δὲ δέδοκταί σοι τὸ μὴ πεισθῆναι, κἂν δευτέραν καὶ ἥσσονά μοι χάριν δός: — μὴ δυνηθεῖσα τοῖς σοφισμοῖς περιγενέσθαι, δευτέραν εἰσηγεῖται γνώμην ἡ γραῦς καὶ ὑπισχνεῖται ἀντιτρώσειν κἀκεῖνον φαρμάκοις τισὶν, ὅπως ἂν θαρσαλεώτεραι αὐτῷ τὸν ἔρωτα μηνύσωσιν ὡς πάντως πείσουσαι. εἰ τοίνυν, φησὶ, δοκεῖ σοι τὸ μὴ συνελθεῖν τῷ ἐρωμένῳ, ἔδει σε μηδὲ τὴν ἀρχὴν ἁμαρτάνειν ἐρασθεῖσαν. καὶ εἰ τὸ σωφρονεῖν σοι δέδοκται, ἔδει μηδʼ ὅλως ἁλῶναι τῷ ἔρωτι. κἂν δευτέραν χάριν μοι δὸς, δευτέρω τρόπῳ πεισθεῖσα, τῷ τῶν φαρμάκων. ἔστι δέ μοι, φησὶν, ἐν τῇ οἰκίᾳ φάρμακα ἐρωτικὰ, ἃ δύναται παῦσαί σε τῆς νόσου καὶ τελέσαι τὸν ἔρωτα, ἀντιτρώσαντα τὸν ἐρώμενον. εἰ δὲ πάλιν σὺ ἀπειθήσασα οὐκ ἐάσεις με τοῦτο ποιῆσαι, βλάβη σοι γενήσεται: — ἄλλως: τινὲς οὕτως· εἰ δοκεῖ σοι σωφρονεῖν, ὤφειλες μηδέν μοι λέγειν· εἰ δὲ δέδοκταί σοι τὸ μὴ πεισθῆναι, κἂν δευτέραν καὶ ἥσσονά μοι χάριν δός: — ἔπρεπεν οὖν σε μηδαμῶς ἁμαρτάνειν: —
πάντως γὰρ κἀκείνου ἐρῶντος οὐκ ἂν ἀποτυχοῦσα τῆς κοινωνίας ᾐσχυνθείης: — τῶν ἐννοιῶν: —
παύσει νόσου τῆσδʼ: τὸν ἔρωτα ὑποληπτέον. ἅτινα φίλτρα οὔτε δύσκλειαν πορνείας σοι προσθέντα οὔτε ἀπατήσαντά σε σοφισμοῖς παύσει: —
τοῦ Ἱππολύτου δηλονότι: —
σημεῖον ἢ λόγον: δεῖ, φησὶν, ἐν τῇ φαρμάξει ἐκ τοῦ Ἱππολύτου σημεῖόν τι λαβεῖν, ἢ λόγου μνημόνευμα ἢ κρασπέδου ἀπόσπασμα· καὶ τὸν μὲν λόγον αὐτοῦ τῷ λόγῳ τῆς Φαίδρας συνάψαντας ἐπᾴδειν, τὸ δὲ ἀπόσπασμα τῆς ἐσθῆτος πάλιν ἐπαοιδῇ ἀποσπάσματι τῆς ἐσθῆτος Φαίδρας συνάπτειν, ἵνʼ, ἐὰν τοῦ διὰ λόγου ἀποτύχωμεν, τῷ διʼ ἐσθῆτος χρησώμεθα. συνάψαντες γὰρ ἄμφω τοὺς λόγους ἢ τὰ ἀποσπάσματα τῶν ἱματίων, οὕτως ἐπᾴδουσιν, οἷον· Ἱππόλυτος ὁ τόδε εἰπὼν ἐρασθείη Φαίδρας τῆς τόδε εἰπούσης. μερικῶς δὲ καὶ τὸ φυσιολογικὸν μᾶλλον διήγημα εἶπε συνάψαι τʼ ἐκ δυοῖν μίαν χάριν. διὰ γὰρ φυσιολογιῶν τινῶν ἄμφω τὰς φύσεις εἰς ἕνα συνάγουσιν ἔρωτα. ἄριστα δὲ καὶ ἐνταῦθα ἡ διοίκησις· τὴν μὲν ὅλην φάρμαξιν οὐκ ἐπὶ σκηνῆς, ἀλλʼ ἔνδον ποιῆσαι μέλλουσα, πιθανῶς ἤδη τὸ κεφάλαιον ὑπέθετο τῆς φαρμάξεως. ἔδοξε γὰρ ἂν ἐνοχλεῖν διηγουμένη φανερῶς: —
ἆρα χριόμενον ἢ πινόμενον τὸ φάρμακον: —
διδάσκει πῶς δεῖ τοῖς ἀναγκαίοις χρῆσθαι, εἰς τὴν παραυτίκα μόνον ἀπαλλαγὴν τῶν κακῶν καὶ ἀπόλαυσιν· οὐ γὰρ εἰς τὴν διηνεκῆ γνῶσιν. τὸ γὰρ τοιοῦτον πονηρίας ἐστὶν ἐπιθυμία καὶ διηνεκὴς τῆς κακουργίας ἀπόλαυσις. δεῖ οὖν πρὸς τὸ λυσιτελοῦν ἀπολαύοντας τῶν τοιούτων καταρρᾳθυμεῖν τῶν διηνεκῶν εἰδήσεων. ὠφεληθῆναι, φησὶ, βούλου μόνον, ἀλλὰ μὴ μαθεῖν τῆς ὠφελείας τὴν φύσιν: —
δέδοιχʼ ὅπως: ἐπειδὴ μεσότης ἐστὶ καὶ ὑπερβολὴ καὶ ἔλλειψις καὶ ἡ μὲν μεσότης ἐστὶ φρόνησις ἡ δὲ ἔλλειψις ἀφροσύνη ἡ δὲ ὑπερβολὴ πονηρία, διὰ τοῦτο εἶπε δέδοικα μὴ λίαν φανῇς σοφή, ἤτοι πονηρά. τὸ λίαν γὰρ ἐπαυξητικόν ἐστι τοῦ μέσου, καὶ λοιπὸν ἐκ τῆς πονηρίας βλάψεις μᾶλλον ἢ ὠφελήσεις. τῆς γὰρ φρονήσεως, ἤτοι τῆς μεσότητος, λειπούσης ἐξ ἀνάγκης ἄμφω αἱ κακίαι, ἤτοι ἡ πονηρία καὶ ἡ ἀφροσύνη, βλάπτουσι: — δέδοικα, φησὶ, μὴ λόγῳ μετιοῦσα τὴν φάρμαξιν ἔργῳ δηλώσῃς τὴν νόσον: —
εἰ τὸ μηδὲν ἄξιον φόβου φοβῇ, πάντα ἂν φοβηθεῖσαν γνῶθι σαυτήν: —
φοβοῦμαι μὴ ἐπʼ ἐμοὶ σφόδρα τις πανοῦργος ἀποδειχθῇς μηνύουσα τῷ Ἱππολύτῳ τὸν πρὸς αὐτὸν ἀπʼ ἐμοῦ ἔρωτα: —
οἰκονομικώτατα οὐδὲν πρὸς τὴν ἐρώτησιν ἀντέθηκεν καίτοι αὐτὴ ἐρωτήσασα τὴν Φαίδραν διὰ τί φοβοῖτο, ἀλλὰ μόνον φησὶν «ἐγὼ ταῦτα θήσω καλῶς», οὐ βουλομένη κατήγορος ὕστερον ἑαυτῆς φωρᾶσθαι. τὴν Ἀφροδίτην δὲ ἐπικαλεῖται ὡς παραστατοῦσαν ταῖς τοιαύταις περιεργίαις: —
τοῖς ἔνδον ἡμῖν: φίλον ὀνομάζει τὸν Ἱππόλυτον καθʼ ἡδονὴν ἡ γραῦς, προλαμβάνουσα ταῖς ἐλπίσι: — ἄλλως: τὰ δὲ ἄλλα, ἃ φρονῶ, ἀρκέσει τοῖς ἔνδον διηγήσασθαι φίλοις, ὁποῖά ἐστι, καὶ μὴ ἐπὶ πάντων καὶ ἐπὶ τοῦ θεάτρου ταῦτα ἐκφέρειν: — ἄλλως: οὐ βούλομαι παρρησιάζεσθαι τὰ τῆς γοητείας, ἀρκεσθήσομαι γὰρ τοῖς ἔνδον εἰπεῖν: — συμβουλεύσασθαι: —
λοιπὸν ὁ χορὸς ἐκτείνεται πρὸς τὸν Ἔρωτα λέγων· ὦ Ἔρως, ὅστις διὰ τῶν ὀμμάτων τῶν ἀνθρώπων στάζεις τὸν πόθον, διὰ τούτου εἰσάγων ταῖς ψυχαῖς τὴν γλυκεῖαν ἡδονὴν, καθʼ ὧν ἂν ἐπιστρατεύσῃ τῷ ἐρωτικῷ τόξῳ καὶ ἐρᾶν ποιήσῃς. τὸ δὲ ἑξῆς οὕτως· ὦ Ἔρως, ὃς κατὰ τῶν ὀμμάτων τῶν ἐρωμένων ἡδονὴν καὶ ἐπιθυμίαν ἐπιχέεις, διὰ τούτου ταῖς ψυχαῖς ἐκείνων εἰσάγων γλυκεῖάν τινα ἡδονὴν, καθʼ ὧν ἂν ἐπιστρατεύσῃ τοῖς ἐρωτικοῖς βέλεσιν. ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· ὅτε ἐπαναγκάσεις τινὰ ἐρᾶν. τῷ ἐρωμένῳ γλυκεῖαν ἐπιτίθης ταῖς ὄψεσιν ἡδονὴν, ὅπως τοὺς ἐρῶντας αὐτοπροαιρέτῳ καθυποτάξῃς ἀνάγκῃ διὰ τῆς ἡδονῆς. τὸ δὲ ἑξῆς· ὦ Ἔρως Ἔρως, ὃς κατʼ ὀμμάτων στάζεις πόθον, μή μοι ποτὲ σὺν κακῷ φανείης: — ὃ ἀντὶ τοῦ ὅς: —
ψυχᾷ χάριν: ἀπὸ ἑνικοῦ εἰς πληθυντικὸν μετέβη. ἔδει γάρ, εἰσάγων ψυχῇ χάριν ᾗ ἐπιστρατεύσῃ, ἀλλὰ τὸ μὲν ἑνικὸν παρέλαβε πρὸς τὸ ὁμοιοπαθὲς τῆς ἀνθρωπίνης φύσεως, εἰς δὲ τὸ πληθυντικὸν ἐξέπεσε πρὸς ἐξήγησιν τοῦ κατὰ τὸν ἑνικὸν ἀριθμὸν δεδηλωμένου πληθυντικοῦ. εἰσὶ δὲ τὰ ὀνόματα οἰκεῖα ἔρωτι: —
οὐ πάντη ἀπεύχεται τὸν ἔρωτα, ἀλλὰ τὸν ἐθελόκακον, ἐπεὶ καὶ ἀρετῶν εἰσὶν ἔρωτες: —
μηδʼ ἄρρυθμος ἔλθοις: μηδὲ ἄμετρός τις καὶ ἄτακτος ἔλθοις. ῥυθμὸς γάρ ἐστιν ἡ μουσικὴ τάξις. πᾶς δέ τις ἔρως μεμετρημένος ἔχει μετὰ τῆς τάξεως τὸ χάριεν ἅμα καὶ ἀβλαβές: —
οὔτε γὰρ πυρός: οὔτε γὰρ τὸ βέλος τοῦ πυρὸς οὔτε τὸ ὑψηλότατον βέλος τῶν ἄστρων τοιοῦτόν ἐστιν οἷον ἵησιν ἐκ χειρῶν ὁ Ἔρως ὁ Διὸς παῖς. εἶτα, ἵνα μὴ δόξῃ τὸ κοινὸν βέλος λέγειν, φησὶ τὸ τῆς Ἀφροδίτης, ἀπὸ κοινοῦ δὲ τὸ βέλος τοῦ πυρὸς καὶ τὸ βέλος τῶν ἄστρων: — ἄλλως: ἡ μὲν τοῦ πυρὸς βολὴ πρὸς τὸ δυνατὸν, ἡ δὲ τῶν ἄστρων πρὸς τὸ ἐπιτευκτικόν. τὸ μὲν γὰρ ἀναλωτικὸν τῶν ἐμπιπτόντων, τὸ δὲ ὀξείας καὶ ἐξόχους ἔχον τὰς ἁφὰς, ὥστε τὸ μὲν πρὸς τὴν ἰσχὺν, τὸ δὲ πρὸς τὴν εὐστοχίαν. οὔτε γὰρ τοῦ πυρὸς οὔτε τῶν ἄστρων τῶν τὰς χειμασίας ἐμποιούντων τὸ βέλος κρεῖσσόν ἐστι τοῦ σοῦ βέλους: —
παρά τʼ Ἀλφεῷ: τουτέστιν· ἐν Ὀλυμπίᾳ ἡ Ἑλλὰς αὔξει θυσίας μὴ τιμῶσα τὸν Ἔρωτα: — μάτην θύομεν Διῒ Ὀλυμπίῳ καὶ Ἀπόλλωνι Πυθίῳ, μὴ τιμῶντες τὸν Ἔρωτα, τὸν ὄντα τύραννον μὲν ἀνθρώπων, φύλακα δὲ τῶν ἀφροδισίων θαλάμων, τὸν πορθοῦντα καὶ ὀλοθρεύοντα τὸν τῶν ἀνθρώπων βίον καὶ διὰ πάσης συμφορᾶς πόνους καὶ λύπας παρέχοντα καὶ παντὸς κακοῦ πειραθῆναι ποιοῦντα, ὅταν πρὸς αὐτοὺς ἔλθῃ: —
ἐν τοῖς οἰκήμασι τοῖς Πυθικοῖς τοῦ Ἀπόλλωνος: —
τὴν διὰ βοῶν θυσίαν: — αὐξήσει: —
τύραννον ἀνδρῶν: καλῶς οὐ βασιλέα, ἀλλὰ τύραννον αὐτόν φησιν, ἐπειδὴ μὴ προνοεῖται τῆς τῶν ἀρχομένων ὠφελείας, μόνον δὲ τὰ λυσιτελοῦντα τῇ ἑαυτοῦ προαιρέσει κατεργάζεται ἐπίδειξιν τῆς δυναστείας ποιούμενος: —
κλῃδοῦχον οὐ σεβίζομεν: τὸν φύλακα τῶν οἴκων τῆς Ἀφροδίτης οὐ τιμῶμεν. φύλακα δὲ τῶν ἀφροδισίων αὐτὸν ἔφη θαλάμων· διʼ ἔρωτος γὰρ ἀφροδισιάζομεν καὶ τότε κατʼ αὐτῶν ὁρμῶμεν, ὁπόταν ἐκεῖνος τὴν ἐπιθυμίαν εἰς ἡμᾶς ἐπιπέμψῃ: —
πορθοῦντα ἡμᾶς τοῖς ἔρωσι καὶ παντὸς κακοῦ ποιοῦντα πειραθῆναι τοὺς ἀνθρώπους ὅταν πρὸς αὐτοὺς ἔλθῃ: —
περὶ τῆς Ἰόλης ὁ λόγος ὅτι ὁ ταύτης ἔρως τὴν Οἰχαλίαν ἐπόρθησεν. ἔνιοι μὲν οὖν φασιν ἀτιμασθέντα Ἡρακλέα ὑπὸ Εὐρύτου καὶ τῶν ἀδελφῶν αὐτῆς — οὐ γὰρ δεδωκέναι αὐτῷ τὴν κόρην — πορθῆσαι τὴν Οἰχαλίαν. Ἡρόδωρος δέ φησιν ὅτι τοῦ τῆς Ἰόλης γάμου προκειμένου τοξείας ἐπάθλου Ἡρακλέα νικήσαντα ἀπαξιοῦσθαι τοῦ γάμου. διὸ καὶ κατὰ κράτος ἑλεῖν τὴν Οἰχαλίαν καὶ τοὺς ἀδελφοὺς αὐτῆς ἀνελεῖν, Εὔρυτον δὲ φυγεῖν εἰς Εὔβοιαν. Λυσίμαχος δέ φησιν ἐν τοῖς Θηβαϊκοῖς παραδόξοις τριάκοντα ἀργυρίου τάλαντα ἀπαιτούντων ποινὴν ἐπὶ Ἰφίτῳ, οὕτως ἐπʼ αὐτοὺς Ἡρακλέα στρατεῦσαι: — τὴν Ἰόλην λέγει τὴν Εὐρύτου θυγατέρα, ἣν ἆθλον ἐπὶ τοξείᾳ θεὶς ὁ Εὔρυτος νικηθεὶς ὑφʼ Ἡρακλέους καὶ μὴ ἀποδιδοὺς παρεσκεύασεν Ἡρακλέα καὶ τὴν πόλιν πορθῆσαι καὶ ταύτην λαβεῖν: — τὴν μὲν νεάνιδα: —
πῶλον ἄζυγα: ἄπειρον γάμου, καθαράν. πῶλον δὲ παρθένον. πώλῳ διὰ τὸ ἀκμαῖον αὐτῆς εἴκασεν. λέγει δὲ τὴν Ἰόλην τὴν παῖδα τοῦ Εὐρύτου, ἣν ἔλεγε διδόναι τῷ νικῶντι αὐτὸν κατὰ τὴν τοξικήν. ἐλθὼν δὲ ὁ Ἡρακλῆς ἐνίκησε τοῦτον. ὁ δὲ Εὔρυτος παρῃτήσατο δοῦναι αὐτὴν, καὶ ἕνεκεν τῆς παραβασίας ὁ Ἡρακλῆς ἐπόρθησε τὴν Οἰχαλίαν καὶ αὐτὴν ἔλαβε πρὸς γάμον: — ἄζευκτον καὶ ἄπειρον λέκτρων: —
ζεύξασʼ ἀπειρεσίαν: ἀποζεύξασα ἀποχωρίσασα τῶν οἴκων. ὁ δὲ νοῦς· τὴν μὲν δὴ ἐν Οἰχαλίᾳ παρθένον ἄνανδρον ἄνυμφον οὖσαν τὸ πρότερον τῶν νυμφικῶν οἴκων ἀποχωρίσασα ἡ Ἀφροδίτη τῷ Ἡρακλεῖ ἐπὶ φόνοις καὶ πορθήσει τῆς πατρίδος ἐπέδωκεν: — ἄπειρον οὖσαν: —
ἀντὶ τοῦ νύμφην. δηλοῖ ἐξ ἐπιθέτου τὸ προσηγορικόν: — γράφεται μαινάδα: —
παρόσον σὺν αἵματι καὶ καύσει τῆς πατρίδος γέγονεν. παρόσον ὁ γάμος αὐτῆς πρόξενος τούτων ὅλων ἐγένετο· ὡς Σοφοκλῆς ἐν Τραχινίαις «ὡς τῆς κόρης ταύτης ἕκατι κεῖνος Εὔρυτόν θʼ ἕλοι»: —
φονικοῖς γάμοις: —
Ἀλκμήνας τόκῳ: τὸ ἑξῆς· ναΐδα ὅπως τε βάκχαν Ἀλκμήνης τόκῳ Κύπρις ἔδωκεν: —
ἀθλία: — τῶν γάμων ἕνεκα τῶν σῶν: —
ὦ Θήβας: διὰ μέσου τοῦτο ἐσχετλίασται· εἶτα τὸ τῆς ἑτέρας ἱστορίας ἐπισυνῆπται: — δεύτερον διήγημα τῆς δυνάμεως τῆς Ἀφροδίτης, δηλαδὴ τὸ κατὰ τὴν Σεμέλην καὶ τὴν ταύτης κύησιν: —
συνείπαιτʼ: συμμαρτυρήσαιτʼ ἂν οἷον ἐπέρχεται σοβαρῶς ἡ θεός: —
βροντᾷ γάρ: τῇ Ἀφροδίτῃ ἀνατίθησι τὴν Σεμέλης κεραύνωσιν, ἤτοι καθὸ ὁ Ζεὺς ἀπρονόητος γενόμενος τῷ ἔρωτι ἐπείσθη τῇ Σεμέλῃ τὸ τῶν ἐραστῶν ἀναδεξάμενος πάθος, ἢ καθὸ ἐν τῇ μίξει καὶ τῷ ἀφροδισιασμῷ ἀπώλετο. διαπέπλασται δὲ τὰ τοῦ μύθου, καθὸ ῥιζοβολεῖν ἀρχόμεναι πολλάκις αἱ ἄμπελοι τῇ καύσει τῶν νότων ἐκκόπτονται: — ἀμφιπύρῳ: τῇ πεπυρωμένῃ, ὡς εἰ ἔλεγε τῇ μετὰ ἀστραπῆς βροντῇ. τὴν γὰρ μητέρα τοῦ Βάκχου Σεμέλην, συγκοιμηθεῖσαν οὐ τῷ Διῒ, ἀλλὰ βροντῇ ἀμφιπύρῳ, πότμῳ φονίῳ κατεύνασεν, ὅ ἐστι κατεκοίμισεν, εὐφήμως ἀντὶ τοῦ ἀνεῖλεν, ἡ Ἀφροδίτη δηλονότι: — τοῦ Βάκχου γεννήτριαν: —
γράφεται καὶ διγόνοιο καθὸ καὶ διθύραμβος λέγεται τῷ δισσῶς τεχθῆναι: —
συγκεκοιμημένην: —
δεινὰ γὰρ πάντᾳ: ἀπὸ θαυμαστικοῦ ἀρξάμενος καὶ εἰς θαυμαστικὸν κατέκλεισεν, ὥστε θαυμάζων ἄρχεται καὶ θαυμάζων παύεται. δεινὴ γὰρ ἡ Ἀφροδίτη καὶ πανταχόθεν δίκην μελίσσης προσίπταται, τὰ κάλλιστα τῶν σωμάτων μαραίνουσα: — οἵα τις: λείπει ἡ πρός καὶ συνακουστέον τὸ κεντοῦσα: —
σιγήσατʼ ὦ γυναῖκες: ἔξεισιν ἡ Φαίδρα ταραχώδης, τὴν ἀπάτην τῆς γραὸς αἰσθηθεῖσα. σιγὴν δὲ αἰτεῖ, πρὸς ἀκρίβειαν πυθέσθαι βουλομένη καὶ αὐτὰς ἀκοῦσαι προτρεπομένη τὰ λεγόμενα πρὸς Ἱππολύτου: — ἀνῃρήμεθα πεφονεύμεθα: —
τί δʼ ἔστι, Φαίδρα: περὶ τὴν τῆς Φαίδρας ἀγωνίαν καταγινόμενος ὁ χορὸς οὐκ ἐπαισθάνεται τῶν τοῦ Ἱππολύτου λόγων, καὶ τοῦτο εἰκότως φυλάξαντος τοῦ τραγικοῦ· περιπαθέστερον γάρ ἐστι ὑπὸ Φαίδρας λεγόμενον: —
πρὸς τὰς τοῦ χοροῦ, ἵνα μὴ ἀκούσῃ ὁ Ἱππόλυτος ἔσωθεν: —
τὸ προοίμιόν σου τῶν λόγων κακῶν ἐμφαντικόν ἐστιν: —
ἰώ μοι, αἰαῖ: πρὸς ὀλίγον ἐν τῇ σκηνῇ σιωπῆς γενομένης, ἀκούσασα τὰ λεγόμενα ἡ Φαίδρα καὶ μὴ ἐνεγκοῦσα τὸ πάθος ἀνέκραγεν. οἰκονομικῶς γὰρ οὐκ ἐξέβαλεν Ἱππόλυτον, ἀλλὰ προτετραγῴδηκε τῆς Φαίδρας τὴν ἀγωνίαν: — φεῦ ἐμοί: —
ἔννεπε τίς φοβεῖ: εἰπὲ, ὦ γύναι, ποῖος οὗτος λόγος εἰσελθὼν εἰς τὰ ὦτά σου ἐπτόησέν σε. ἢ οὕτως· εἰπέ μοι ποία φήμη καὶ βοὴ ἐφορμήσασα ἐκφοβεῖ σου τὰς φρένας. στικτέον δὲ ἢ εἰς τὸ φρένας ἢ συναπτέον αὐτῷ τὸ ἐπίσσυτος. ἑκατέρως γὰρ δύναται ὑποστίζεσθαι: —
ἐφορμῶσα: —
ἐπέρχεται: —
σὺ παρὰ κλῇθρα: παραιτεῖται τὴν ἀκοὴν πολλάκις, ἐπεὶ ἔμελλε διαδιδόναι αὐτῇ ἃ ἤκουσεν καὶ ἐκ τούτου πρόξενος αὐτῇ τῆς λύπης γίνεσθαι. ὁ δὲ νοῦς· σὺ παρὰ κλῆθρα ἵστασο· σοὶ γὰρ μέλει ἡ ἐκ τῶν οἴκων πεμπομένη βοή: — ἐπειδὴ γὰρ καὶ σόν ἐστι τὸ πάθος, σοὶ ἐν φροντίδι ἔστω ἡ πεμπομένη φήμη ἐκ τῶν οἴκων: —
ὁ τῆς φιλίππου παῖς: ὁ Ἱππόλυτος ὁ τῆς Ἀμαζόνος παῖς τῆς φιλούσης τοὺς ἵππους βοᾷ ὑβρίζων τὴν δούλην, ἤτοι τὴν τροφόν: —
ἰαχὰν μὲν κλύω: φωνὴν μὲν ἀκούω, αὐτὰ δὲ τὰ λεγόμενα οὐκ ἔχω σαφῶς εἰπεῖν. τὸ δὲ ὅπᾳ ἀντὶ τοῦ· ὁπόθεν καὶ ἐκ τίνος εἴη. διὰ τὸ μὴ ἀκούειν τὸν λόγον, οὐδὲ εἰπεῖν δύναται τίς ἐστιν ἡ αἰτία. παραιτεῖται πάλιν τὴν ἀκοὴν οὐ θέλουσα μαρτυρεῖν τῇ δυστυχίᾳ διὰ τῆς αἰσθήσεως τῶν λεγομένων. γράφεται ἰωάν, ἀντὶ τοῦ φωνήν, παρὰ τὸ ἰέναι καὶ ἀναπέμπεσθαι: —
γεγωνεῖν ὅπᾳ: γράφεται ὅπα χωρὶς τοῦ ι καί φασι συναίρεσιν εἶναι τοῦ ὁποία: —
ἑρμηνεύτριαν: —
τί σοι μήσομαι: βουλεύσομαι μηχανήσομαι: — κομματικὴ ἡ διάνοια ὡς ἐν σχετλιάζοντι προσώπῳ λεγομένη: —
τὸ ἑξῆς· διὰ δʼ ὄλλυσαι πρόδοτος ἐκ φίλων: —
προδοθεῖσα παρὰ τῶν φίλων: —
φίλως μὲν, καλῶς δʼ οὔ: προσφιλῶς μὲν ἐμοὶ πρᾶξαι βουλομένη καὶ παντὶ τρόπῳ τοῦτο σκοποῦσα, οὐ μέντοι καλῶς, ἐπεὶ οὐκ ἐστοχάσατο τοῦ μέλλοντος. μετʼ εὐνοίας μέν, φησὶ, καὶ οὐκ ἐξ ἐπιβουλῆς, ἀσκόπως δὲ καὶ ἀτυχῶς. καὶ ἔστιν ὅμοιον τῇ παροιμίᾳ «εὔνοια ἄκαιρος οὐδὲν διαλλάσσει ἔχθρας»: —
τὰ χαλεπά: —
οὐκ οἶδα πλὴν ἕν: τὸ ἑξῆς· οὐκ οἶδα τῶν νῦν παρόντων πημάτων ἄκος, πλὴν ἓν μόνον, τὸ κατθανεῖν ὅσον τάχος: —
ὦ γαῖα μῆτερ: ὡς φιλόσοφος τὴν γῆν καὶ τὸν ἥλιον ἐπικαλεῖται προσμαρτυροῦντας χάριν τῶν εἰρημένων. ἤδη δὲ προτραγῳδήσας ἱκανῶς, τὴν ὀργὴν Ἱππολύτου καὶ τὴν ἱκεσίαν τῆς γραὸς ἐπεξέρχεται, πρότερον ἀρξάμενος ἀπὸ τοῦ τραγικοῦ, δηλαδὴ τῆς ὀργῆς Ἱππολύτου, τὴν δὲ ἐξ ἀρχῆς ἀδολεσχίαν τῆς γραὸς καὶ τὸν ὅρκον ἀποκρυψάμενος. ὡς φιλόσοφος γῆν καὶ ἥλιον ἐπιβοᾷ, ἐπεὶ ἀρχὴ πάντων εἰσὶ, γῆ μὲν πάντων μήτηρ κατὰ Ἡσίοδον, ἥλιος δʼ, ἐπεὶ «πάντʼ ἐφορᾷ καὶ παντʼ ἐπακούει». — ἡλίου τʼ ἀναπτυχαί: ὦ ἀκτῖνες, καθὸ τὸ σκότος ἀναπτύσσουσι καὶ ἡμῖν δηλοῦσι τὰ πάντα διὰ τοῦ φωτός: —
οἵων λόγων ἄρρητον: οὐκ ἀξίαν τοῦ ῥηθῆναι καὶ ὀνομασθῆναι, ἣν οὐδὲ λόγῳ διεξιέναι καλόν: —
ναὶ πρὸς σέ: ναὶ σίγησον, λίσσομαί σε πρὸς τῆς σῆς δεξιᾶς τῆς καλὸν βραχίονα ἐχούσης: —
οὐ μὴ προσοίσεις χεῖρα: ὡς μυσαττόμενος καὶ τὴν δεξιὰν αὐτῆς τοῦτό φησιν ἢ μᾶλλον φοβούμενος ἁλῶναι ταῖς ἱκεσίαις: —
φονεύσῃς: —
τί δʼ, εἴπερ ὡς φής: τί δὲ σιωπῆσαί με θέλεις, εἴπερ ἐκ τῆς σῆς διανοίας οὐδὲν εἴρηκας κακόν: — ἄλλως: ὁρᾷς, φησὶν, ὅτι σκέπεις τῶν εἰρημένων τὴν κακίαν τῇ σιωπῇ, ἐπεὶ εἰ καλόν ἐστι, τί με κωλύεις βοῶντα; ἔστι δὲ ὁ λόγος ἐν ἤθει ἐκ τοῦ ἀντικειμένου· εἰ δὴ μηδὲν εἴρηκας κακὸν, οὐδὲ σὲ ποιῶ κακὸν, ἂν εἴπω: — διὰ τί: —
ὁ μῦθος ὦ παῖ: παραλογίζεται τὸν νέον τῇ μεταθέσει τῶν ὀνομάτων κλέπτουσα τὴν ἀκρόασιν. δέον γὰρ εἰπεῖν οὐ κακὸς, φησὶν οὐ κοινὸς, οὐ πᾶσιν ὀφείλων ἀνακοινωθῆναι. εἶναι γὰρ μέχρι τινὸς καὶ καλὰ σιωπώμενα: — ὁ μῦθος ὦ παῖ: ὁ περὶ γάμων μῦθος οὐκ ὀφείλει λεχθῆναι πᾶσιν: — καθολικός: —
τά τοι κάλʼ ἐν πολλοῖσι: δεινότερον αὐτῆς ἀνεῖλε τὴν ἐκ τῶν ὀνομάτων ἀπάτην. εἰ γὰρ οὐ κοινά, δῆλον ὡς οὐδὲ καλά. τῷ γὰρ δημοτελεῖ τῆς ἐπιδείξεως πλέον δοξάζεται τὸ χρηστόν: —
ἡ γλῶσσʼ ὀμώμοχʼ: οἷον· οὐκ εἰδὼς ὤμοσα. οὐ γὰρ γνοὺς περὶ τίνος ὀμνύω, ὤμοσα, τὰ δὲ κατὰ ἄγνοιαν τῶν ὅρκων γινόμενα συγγνώμης τυγχάνει παρὰ τῶν θεῶν. οὐ καθολικῶς δὲ τὸ τοιοῦτον, ἀλλὰ νῦν, ἐπείπερ ἡ γραῦς, πρὶν εἰπεῖν τὸ πάθος αὐτῷ καὶ πρὶν εἰς ἔννοιαν ἐλθεῖν αὐτὸν τοῦ ῥηθησομένου, ὅρκον ᾔτησεν τῆς σιωπῆς καὶ τῆς διανοίας μὴ προειδυίας ἐφʼ ᾧ ὤμοσεν, ὤμοσε, φησὶν, ἡ γλῶσσα προπετέστερον καὶ παρὰ γνώμην τῆς φρενός. Ἀριστοφάνης καθολικώτερον νοήσας φησὶ τὸν Εὐριπίδην ὑβρίζειν διὰ τῆς γλώσσης τὴν διάνοιαν, ὡς ἂν μὴ τὰ δόξαντα τῇ διανοίᾳ φθεγγομένης. ἄλλως τε φαίνεται διὰ τῶν ἑξῆς τὸ εὐσεβὲς αὐτοῦ φυλάττων φησὶ γὰρ εἰ μὴ γὰρ ὅρκοις θεῶν ἄφρακτος ηὑρέθην, ὥστε μηδὲ δόκησιν αὐτῷ ἐπιορκίας προσάπτειν: —
σύγγνωθι, φησὶν, ἐπὶ τῇ ἀνομίᾳ τοῦ λόγου. εἰκὸς γὰρ ἀνθρώπους ὄντας ἁμαρτάνειν, καὶ πέφυκε τὸ τῆς θνητῆς φύσεως ἁλίσκεσθαι τοῖς ἁμαρτήμασιν: — ἄλλως: διὰ τῆς κοινῆς προπετείας ἀπολύεται τῶν ἰδίων πλημμελημάτων τὴν ἀκολασίαν: —
ὦ Ζεῦ: λοιπὸν καταστατικώτερον τὴν γυναικείαν διαβάλλει φύσιν, ἀναφέρων τὸ προοίμιον ἐπὶ τὴν τοῦ κρείσσονος νόσον. φιλοσοφώτερον δὲ τὴν ἀντίθεσιν λύει, τὴν ἀρχὴν ἀξιῶν μὴ ὑπὸ ἀφροδισιασμῶν παῖδας γίνεσθαι. ὁ δὲ νοῦς· διὰ τὶ, φησὶν, εἰς τὸ φῶς τοῦ ἡλίου τὰς γυναῖκας ἀδόκιμον κακὸν τοῖς ἀνθρώποις κατῴκισας. κίβδηλον τὸ μηδὲ δοκιμασίας δεόμενον, ἀλλὰ προφανῶς δεινόν: — τὸ ἄχρηστον καὶ κακόν: —
εἰ γὰρ βρότειον: εἰ γὰρ ἤθελες εἶναι γένος τοῖς ἀνθρώποις, ὤφειλες ποιῆσαι μὴ ἀπὸ γυναικῶν αὐτὸ εἶναι, ἀλλʼ ἕκαστον διδόναι ἢ χρυσὸν ἢ χαλκὸν ἐν τοῖς ναοῖς καὶ οὕτως ἀγοράζειν: —
ἀλλʼ ἀντιθέντας: ἤτοι ἀνατιθέντας, εἰς σημεῖον τοῦ γενέσθαι τὴν αἴτησιν. ἀτόπως δὲ ταῦτα. οἱ γὰρ πένητες οὐκ ἂν ἐκτήσαντο παῖδας: —
τῆς, ἀξίας ἕκαστον: ἄμεινον τὴν ἀξίαν ἐπὶ τῆς φύσεως ἀκούειν, ὅπως χρηστός τις ὢν χρηστοῦ τύχῃ καὶ πάλιν τοὐναντίον, ἵνα τὸ μὲν ἀνάθημα τῆς αἰτήσεως ἕνεκα διδῷτο, τὸ δὲ βρέφος πρὸς τὴν φύσιν τοῦ αἰτοῦντος. τινὲς δὲ ἐπὶ τῆς ἀξίας τοῦ ἀναθήματος καὶ τιμήματος. βέλτιον δὲ τὸ πρῶτον, οἷον· ἐάν τις ᾖ ἀγαθὸς τοῖς τρόποις καὶ τοῖς ἐπιτηδεύμασιν, ἵνα καὶ τοῦ υἱοῦ ἀξίου τῶν ἔργων καὶ ὁμοίου μεταλάβοι, καὶ πάλιν τοὐναντίον, ἐὰν ὑπάρχῃ χείρων, ἀξίου καὶ τοῦ παιδὸς τύχοι: — οἰκειοτάτη τῷ προσώπῳ ἡ γυμνασία, πῶς ἂν ἀφροδισιασμῶν χωρὶς ἡ φύσις συνίσταιτο: —
ναίειν ἐλευθέροισιν: χαριέστατα τὸν εὐτυχοῦντα τῆς ἀπουσίας τῶν γυναικῶν οἶκον ἐλεύθερον εἶπεν: —
νῦν δʼ ἐς δόμους μέν: ἕδνα παρέχοντες δαπάνην ἀγοράζομεν. ἕδνα ὑπὲρ τῆς μνηστείας καὶ πρὸ τῆς πείρας τοῦ κακοῦ κατατιθέμεθα ὥσπερ αὐθαίρετον τὸ κακὸν ἐπισπώμενοι. δύναται δὲ τὸ πρῶτον καὶ ὡς ἐν τάξει διηγήσεως λαμβάνεσθαι· πρῶτον μὲν τὴν οὐσίαν ὑπὲρ κακοῦ δίδομεν. προκατασκευάσας δὲ λογισμὸν οἰκειότατον τῷ προσώπῳ, λοιπὸν κατατρέχει καὶ τῆς γυναικείας φύσεως. ἔδει γὰρ πρῶτον λογισμῷ τινι ἀναιρῆσαι τὸ εἶναι αὐτὰς, εἶθʼ οὕτως ἄρξασθαι τῶν διαβολῶν. τὸ δὲ ἑξῆς ἄριστα ὡς ἐκ συγκρίσεως ἐπιφέρεται: —
ἀποδίδομεν παρέχομεν: —
τούτῳ δὲ δῆλον ὡς γυνὴ κακὸν μέγα: δηλονότι ἐν τῷ τὸν πατέρα φερνὰς διδόναι πρὸς τὸ ἀπατῆσαί τινα. ἀτηρόν δὲ ἐπιζήμιον, ἐπιβλαβὲς, ἀπάτης τοῖς ἀνθρώποις παραίτιον: —
προσθεὶς γὰρ ὁ σπείρας: ὁ δὲ τεκὼν αὐτὴν καὶ ἀναθρέψας προσδίδωσι προῖκα ὥστε ἀπαλλαγῆναι αὐτὸν τοῦ κακοῦ καὶ οὐδὲ τὴν φύσιν τῆς παιδοποιΐας εἰς αὐτὴν σῴζει ὁ πατὴρ τὴν ἀπαλλαγὴν ἀντὶ τῆς φιλοστοργίας τῆς παιδὸς ἀντικαταλλασσόμενος: —
προῖκα: —
γράφεται ἀτηρὸν ἐν δόμοις κακόν: — ἐπιζήμιον ἐπιβλαβές. ἄτης, ἢ βλάβης, παρεκτικόν: —
ὡς ἀνδριάντι ἀναυδήτῳ κόσμον περιβαλών: — προστιθεὶς ἀγάλματι: πᾶν ἐφʼ ᾧ τις ἀγάλλεται. ἀγάλλεται δὲ καὶ ὁ ἀνὴρ ἐπὶ τῷ γάμῳ. ὡς ἀνδριάντι ἀναισθήτῳ τιμὰς περιάπτων. λείπει δὲ τὸ ὡς, ὡς ἀγάλματι: —
καλὸν κακίστῳ: τουτέστι τὸν χρυσὸν τῷ κακίστῳ γυναικείῳ φυτῷ προστιθεὶς ὡς ἀγάλματι χαίρει: —
ἔχει δʼ ἀνάγκην: ταῦτα διεξέρχεται πάντη τὸ περὶ τὴν γυναῖκα μοχθηρὸν ἀποδεικνὺς, ὡς μὴ μόνον τὸ πρὸς ταύτην σκοπεῖν, ἀλλὰ καὶ τοὺς γαμβροὺς εἰ καλῶς σχοίη. διπλῆ δέ ἐστι πρὸς τὴν στιγμὴν ἡ ἀνάγνωσις. τινὲς γὰρ οὕτως· εἰ δὲ κακὸν λάβοι τὸ λέχος, γαμβροὺς δὲ χρηστούς, ἀναγκάζεται στέργειν αὐτὴν, ἐκείνοις τὰ κεχαρισμένα πράττειν θέλων. τινὲς δὲ στίζουσιν εἰς τὸ ἔχει δʼ ἀνάγκην, ἵνʼ ᾖ οὕτως· πάντῃ τε καὶ πάντως ὁ γαμήσας ἐλεύθερος εἶναι οὐ δύναται, ἀλλὰ τὸ ἀναγκάζον καὶ καταδουλοῦν αὐτὸν ἔχει. ἐὰν μὲν γὰρ κακῆς τύχῃ γυναικός, ἀναγκάζεται στέργειν αὐτὴν τῶν γαμβρῶν ἕνεκα καλῶν ὄντων· ἢ διʼ ἐκείνην ἀναγκάζεται ἀπολαύειν γαμβρῶν ἀχρήστων: —
σῴζεται πικρὸν λέχος: ἀντὶ τοῦ σῴζει. γαμβροῖς δὲ τοῖς πενθεροῖς λέγει, συγχέων τῆς ὀνομασίας τὸ ἀκριβές. ἐν μέντοι τῷ πενθεροὺς δʼ ἀνωφελεῖς ὑγιῶς κέχρηται: — κομίζεται λαμβάνει: —
μᾶλλον δὲ μήτε πενθεροὶ χρηστοὶ μήτε γυνὴ χρηστὴ ἀλλʼ εὐήθης ὑπάρχοι γυνή. τοῦτο γὰρ συμφέρει: — ῥᾷστον: βέλτιον δὲ μήτε πενθερὸν χρηστὸν μήτε γυναῖκα χρηστὴν ἔχειν: — ἄλλως: ὠφελιμώτερόν ἐστι, φησὶν, ᾧτινι τὸ μηδὲν οὖσα πρὸς σύνεσιν γυνὴ ἀλλʼ ἀνωφελὴς τῇ εὐηθείᾳ ἵδρυται. ὡς ἐπὶ ἀνδριάντος δὲ τὸ ἵδρυται, οὐκ ἔργοις, ἀλλὰ θέᾳ τέρποντος τὸν κεκτημένον: — συμφέρον: —
τὸ γὰρ πανοῦργον καὶ φιλάργυρον πρὸς πορνείαν ἐν ταῖς σοφαῖς γυναιξὶ πλεῖον ἡ Κύπρις ἐμφύει. αἱ γὰρ μεγαλόφρονες πολύτολμοι γενόμεναι, εὐέμπτωτοί εἰσιν εἰς τὸ ἁμαρτάνειν, ἡ δὲ ἀποροῦσα καὶ ἀνόητος διὰ τὸ βραχὺ τῆς γνώμης καὶ ἄδολον τὴν πορνείαν ἀφῄρηται, τουτέστιν οὐχ ἁμαρτάνει: —
μωρίαν ἀφῃρέθη: τῆς πορνείας ἀπεστερήθη. μωρίαν. γὰρ τὴν πορνείαν φησίν, ὅθεν καὶ σινάμωρος ὁ πόρνος. αὕτη γὰρ σκέπειν οὐκ ἔχουσα τὸ πλημμέλημα προφάσει κερδαίνει τὴν σωφροσύνην: —
χρῆν δʼ εἰς γυναῖκας: ἤδη διεξελθὼν ὡς εἰσὶν αἱ γυναῖκες πάντων πρόξενοι τῶν κακῶν, λοιπὸν ἐπὶ τὴν διοίκησιν καὶ χρῆσιν αὐτῶν μεταβαίνει καὶ τὸ πῶς ἔδει τὴν κακουργίαν αὐτῶν νικᾶν τοὺς ἄνδρας. ἔδει, φησὶ, τοὺς ἄνδρας ἀντὶ διακόνων θηρία αὐταῖς συνοικίζειν, ἵνα κἂν τῇ ἀπορίᾳ τῆς διακονίας νικῶσι τὴν κακίαν τῆς φύσεως. τοῦτο δὲ μάλιστα πρὸς τὸ παράφορον εἴρηκεν. δάκη δὲ ἢ περιφραστικῶς τὰ θηρία ἢ τὰ ἔκγονα τῶν θηρίων: —
νῦν δʼ αἱ μὲν ἔνδον: αἱ μὲν δέσποιναι αὐτῶν ἔνδον μηχανῶνται τὰ κακὰ, αἱ δὲ δοῦλαι σημαίνουσι τοῖς φίλοις αὐτῶν: —
ὡς καὶ σύ γʼ ἡμῖν: ἀντὶ τοῦ ἐπεί. τὸ ἑξῆς· ὁπότε καὶ σὺ, κάρα κακὸν, τῶν ἀθίκτων λέκτρων τοῦ πατρὸς εἰς συναλλαγὰς ἡμῖν ἦλθες: — γράφεται εἰ καὶ σύ γʼ, ἀντὶ τοῦ ἐπεί: —
ἀθίκτων: ὧν οὐδένα θιγεῖν ἄξιον, μήτι γε ἡμᾶς τοὺς παῖδας: —
ἁγὼ ῥυτοῖς: ἅπερ, ἤτοι τὰ εἰρημένα, ἐγὼ ἀποκαθαρθήσομαι ῥευστικοῖς ὕδασι. ταῦτα γὰρ μάλιστα, ὅτι τῶν ἱσταμένων διαυγέστερα τυγχάνουσιν: —
εἰς ὦτα κλύζων: ἐκκλυζόμενος τὰ ὦτα, διʼ ὧν μετέλαβον τῆς ἀνομίας. πῶς οὖν μέλλω ἐξαμαρτεῖν πεισθείς σοι: —
εὖ δʼ ἴσθι: οὐκ ἔστι φορτικὸς ὁ λόγος, ἀλλὰ μᾶλλον τῆς ὑποψίας τοῦ ἁμαρτήματος θεραπευτικός. ἢ τάχα προτραγῳδεῖ τὸ πάθος, τὸν τοιοῦτον μικρὸν ὕστερον ἐπὶ καταγνώσει μοιχείας ποιῶν κατηγορούμενον: — Ἀριστοτέλης φησὶν δίκαιον καὶ ὅσιον διαφέρειν, δίκαιον λέγων τὸ εἰς ἀνθρώπους, ὅσιον δὲ τὸ εἰς θεούς. Τζέτζης δέ φησιν διαφέρειν ὅσιον δίκαιον εὐσεβές, δίκαιον εἰς ζῶντας ἀνθρώπους, εὐσεβὲς εἰς θεούς, ὅσιον εἰς νεκρούς· ὅθεν καὶ ὁσία ἡ ταφή: —
εἰ μὴ γὰρ ὅρκοις θεῶν: ἀντὶ τοῦ· εἰ ἐλήφθην ἀπεριφύλακτος εἰς τὴν κατὰ σοῦ κόλασιν. τὸ δὲ μή καὶ οὐ μίαν κατάθεσιν ποιοῦσιν ὥστε τὸ ἓν ἐξήρκει εἰπεῖν, ἵνʼ ᾖ· οὐκ ἄν ποτε ἀπεσχόμην τοῦ εἰπεῖν: — περιπεφραγμένος συνδεδεμένος: —
γράφεται καὶ πατρί: —
νῦν δʼ ἐκ δόμων: ἤτοι διὰ τὸ μὴ μετασχεῖν τοῦ μύσους αὐταῖς, ἢ διὰ τὸ δεδοικέναι τινὰ ἐξ αὐτῶν ἐπιβουλήν. ἄλλως τε καὶ ὁ ποιητὴς οἰκονομικώτατα ἐξεργάζεται, διὰ τῆς τοῦ Ἱππολύτου ἀπουσίας ἐξουσίαν διδοὺς τῇ Φαίδρᾳ ἐργάσασθαι τὴν ἀγχόνην καὶ τὴν διαβολὴν αὐτοῦ τὴν διὰ τῶν γραμμάτων, ἵνα ἡ δέλτος καὶ ἡ τοῦ Ἱππολύτου ἐρημία πιστώσηται τὴν κατηγορίαν τῆς μοιχείας: — ἕως οὖν ἐστιν ὁ ἐμὸς πατὴρ ἔκδημος, κἀγὼ ἄπειμι, ὅ ἐστιν ὑποχωρήσω: —
σιγᾷ δʼ ἕξομαι στόμα: τῇ σιγῇ τὸ στόμα καθέξομαι: —
θεάσομαι δέ: συνεπιστὰς δὲ τῷ πατρὶ θεάσομαι ποίοις ὄμμασιν αὐτὸν προσβλέψετε ὑπὸ τῆς συνειδήσεως μὴ καταπληττόμεναι: —
τῆς σῆς δὲ τόλμης: καὶ πάντως τότε τὸ ἀναιδές σου καὶ τολμηρὸν διαγνώσομαι, πεπειραμένος αὐτῆς ἤδη καὶ διὰ τῶν παρόντων: — πεῖραν λαβὼν γινώσκω σε: —
μισῶν δʼ οὔποτʼ ἐμπλησθήσομαι: οὐδαμῶς χορτασθήσομαι κακῶς λέγων τὰς γυναῖκας: —
οὐδʼ ἄν μοι εἴπῃ τις «τοῦτʼ ἐστὶν ὀνειδίσαι» διὰ τὸ ἀεὶ αὐτὰς λέγειν κακῶς: — οὐδʼ εἰ φησί τίς μʼ: οὐδʼ εἰ λέγοι μέ τις εἶναι κατὰ φύσιν φιλαπεχθήμονα πρὸς αὐτάς. οὐ γὰρ ἐκ παρέργου, φησὶ, τὰς κατηγορίας ποιοῦμαι, τῷ συνεχεῖ δὲ τῶν πλημμελημάτων ὑπόθεσις γίνονται τοῖς κατηγόροις: —
τάλανες ὦ κακοτυχεῖς: ἀπὸ κοινοῦ πάλιν ἀτυχήματος πειρᾶται παραμυθεῖσθαι τὸ πταῖσμα. ὁ δὲ λόγος· τίνα νῦν ἢ τέχνην ἢ λόγον ἔχομεν πορίσασθαι, διʼ οὗ δυνησόμεθα σφαλεῖσαι τῆς ἐλπίδος τὸν δεσμὸν τῶν ἐγκλημάτων ἀπολύσασθαι τὸν δεθησόμενον καθʼ ἡμῶν ὑπὸ τοῦ Ἱππολύτου, ὅταν ἔλθῃ ὁ Θησεύς: —
τίνα νῦν τέχναν: τουτέστι· πῶς καθʼ ἕκαστον δεσμὸν κατηγορίας ἀπολυσόμεθα τὰ ἐγκλήματα τοῦ Ἱππολύτου, σφαλεῖσαι τῆς ἐλπίδος διʼ ἧς προσεδοκῶμεν πεῖσαι αὐτὸν ἐπὶ τὴν ἁμαρτίαν: —
καθάμμα λύσειν: παρὰ τὴν παροιμίαν ἥτις ἐστίν· οὐχ ἅμμα λύεις. εἴρηται δὲ ἀπὸ τοιαύτης αἰτίας. τοῖς Φρυξὶ λόγιον ἐδόθη ἐκεῖνον βασιλεύσειν τῆς Ἀσίας, ὃς ἂν τῆς ἀπήνης λύσῃ τὸν δεσμὸν τῆς κομισάσης Μίδαν εἰς Φρυγίαν. λέγεται δὲ Ἀλέξανδρον διαλῦσαι, ἐξελόντα τὸν ἔμβολον ᾧ κατείχετο ὁ ῥυμὸς, ἢ τῷ ἐγχειριδίῳ ἀποτεμόντα, μετὰ τὴν ἐπὶ Γρανίκῳ μάχην. παροιμιῶδες οὖν ἐστιν ἐπὶ τῶν δύσλυτόν τι ἐπιχειρούντων λῦσαι. … Μαρσύας δὲ ὁ νεώτερος ἐν τῇ πρώτῃ τῶν Μακεδονικῶν ἱστοριῶν φησιν οὕτως· «τῆς δὲ ἁμάξης λέγεται τὸν ζυγὸν τῷ ῥυμῷ προσδεδέσθαι κλήματι ἀμπελίνῳ». ἔστι δὲ λόγιον· ὃς ἂν τὸν δεσμὸν τοῦτον λύσῃ, βασιλεύσει τῆς Ἀσίας. Ἀλέξανδρον δέ φασι τὸν Μακεδόνων βασιλέα λῦσαι αὐτόν. ὃς διαβὰς εἰς τὴν Ἀσίαν τὴν ἐπὶ Γρανίκῳ μάχην ἐνίκησε καὶ παρεγένετο ἐπὶ τὸν τόπον. ὡς δὲ οὐκ ἠδύνατο εὑρεῖν τὴν ἀρχὴν τοῦ δεσμοῦ ποῦ κατέκειτο, οἱ μὲν λέγουσι τῷ ἐγχειριδίῳ διακόψαι αὐτὸν τὸν δεσμὸν καὶ ταύτην εἰπεῖν εἶναι τὴν λύσιν· οἱ δὲ ὡς τὸν ἔμβολον ἐξέλοι ᾧ συνείχετο ὁ ζυγὸς πρὸς τῷ ῥυμῷ, περιειλημμένον δὲ εἶναι καὶ τοῦτον κλήματι· τούτου δὲ ἐξαιρεθέντος καὶ τοῦ δεσμοῦ χαλάσαντος, οὕτως λυθῆναι καὶ τὸν δεσμὸν τοῦ ῥυμοῦ: —
ἐτύχομεν δίκας· ὦ γᾶ: ἀντὶ τοῦ· τιμωρίαν παρὰ θεοῦ ἐλάβομεν. τὸ δὲ κομματικὸν τῆς διανοίας ἐκτόπως ὑπέγραψε τὴν ἀπορίαν τῆς συμφορᾶς: — ἐτύχομεν δίκας: μετάγεται πάλιν ἡ σκηνὴ εἰς θάτερον μέρος, τουτέστιν ἐπὶ τὴν τῆς Φαίδρας ἀγωνίαν καὶ τοῦ χοροῦ συμπάθειαν, τραγικώτατα εἰς ἄλλον οἶκτον μετιόντος πάλιν τοῦ ποιητοῦ. ἄριστα δὲ τὴν ὑπερβολὴν τῆς συμφορᾶς μιμεῖται αὐτὸ τὸ πάθος διεξιὼν, ὅπερ εἰώθασι πολλάκις ποιεῖν ἀξίων ἀποροῦντες θρήνων. δικαίως, φησὶν, ἐτιμωρήθημεν καὶ τῆς ἀξίας δίκης ἐτύχομεν. πάλιν δὲ τὴν γῆν καὶ τὸ φῶς ἐπικαλεῖται, ὡς ἂν ἀρχικώτατα στοιχεῖα· καθὼς καὶ ἄνω φησὶν ὦ γαῖα μῆτερ ἡλίου τʼ ἀναπτυχαί: —
πῶς ποτε ἐκφύγω τὰς παρούσας τύχας: —
ἀρωγός: φανείη δηλονότι· τοῦτο γὰρ ἀπὸ κοινοῦ: —
παρὸν δυσεκπέρατον: ἢ ἐν ὑπερβατῷ, ἵνʼ ᾖ οὕτως· τὸ γὰρ παρόν μοι δυστύχημα τοῦ βίου δυσεκπέρατόν ἐστιν. ἢ οὕτως· τὸ γὰρ νῦν παρὸν πάθος παντὸς τοῦ βίου καὶ τῶν ἐν αὐτῷ συμφορῶν δυσεκφευκτότατον καθέστηκεν. ἢ οὕτως· τὸ γὰρ παρὸν πάθος δυσκόλως ἄν μοι περάσαι τὸν βίον καὶ δυσχερῶς ἂν αὐτὸ φύγοιμι: —
φεῦ φεῦ: προϊούσης τῆς τροφοῦ κατηφοῦς ὁ χορός φησι, πάλιν δὲ κομματικός ἐστιν ὁ λόγος. καὶ ἐπὶ τοῦ πέπρακται δεῖ στίζειν· οὕτω γὰρ ἁρμόσει τοῖς ἑξῆς. τὸ δὲ κοὐ κατώρθωνται τέχναι ἀντὶ τοῦ· οὐδὲν τοῦ πράγματος κατώρθωσαν αἱ τέχναι τῆς δούλης, ἀλλὰ καὶ κατέστρεψαν: —
Ζεύς σʼ ὁ γεννήτωρ: Εὐρώπης γὰρ καὶ Διὸς ὁ Μίνως. ὁ Ζεύς σε, φησὶν, ἐκριζώσειε καὶ παντελῶς ἀπολέσειεν: —
οὐτάσας πυρί: ἀντὶ τοῦ βαλὼν τῷ κεραυνῷ. οἱ δὲ νεώτεροι οὐκ ἴσασι τὴν διαφορὰν τοῦ οὐτάσαι καὶ βαλεῖν. Ὅμηρος δὲ οὐτάσαι μὲν τὸ ἐκ χειρὸς καὶ ἐκ τοῦ σύνεγγυς τρῶσαι, βαλεῖν δὲ τὸ πόρρωθεν: —
σιγᾶν ἐφʼ οἷσι νῦν: ἐλεγκτικὸν τὸ ἦθος. τὸ δὲ ἑξῆς οὕτως· οὐκ εἶπον σιγᾶν ἐφʼ οἷς κακῶς διάγω καὶ νοσηλεύομαι, τουτέστι τὸν ἔρωτα; ὁ δὲ νοῦς· οὐχὶ τὸ προπετὲς τῆς διανοίας προνοουμένη ἐκέλευον σιωπᾶν καὶ μὴ ἐκφαίνειν τὴν ἐμὴν ἐρωτικὴν κάκωσιν: —
διὰ τοῦτο γὰρ οὐκ εὔδοξοι γεγόναμεν· ἐπειδὴ οὐκ ἤκουσάς μου: —
ἐπινοιῶν καὶ μηχανημάτων χρεία ἐστίν: —
ἠκονημένος ὑπὸ τῆς ὀργῆς: — ἀντὶ τοῦ ὀργισθείς: —
ὄλοιο καὶ σὺ χὥστις: γνωμικώτερόν πως ἐπάγει τὴν κατάραν. ἀπόλοιο, φησὶ, παρὰ γνώμην μου εὐεργετῆσαί με θελήσασα, καὶ πᾶς ἄλλος ταὐτά σοι δρῶν καὶ προθυμούμενος ἄκοντας τοὺς φίλους μὴ καλῶς εὐεργετεῖν. ἄντικρυς δὲ ἐλέγχων τὸ ψευδώνυμον τῆς τοιαύτης εὐεργεσίας τὸ μὴ καλῶς προσέθηκεν. οὐ γὰρ οἶδε φύσις κἂν ἐξ εὐεργετήματος ἀνάγκην ἐπιδέχεσθαι, εἴγε τὰς χρείας καταθυμίους δεῖ ποιεῖσθαι: —
δέσποινʼ, ἔχεις μέν: καταδέχεται τὴν ἐξ αὐτῆς μέμψιν, ἵνα οὕτως καὶ αὕτη τὴν τοῦ σφάλματος ἀπολογίαν καταδέξηται. ἑξῆς δὲ πάλιν εἰς εὔνοιαν αὐτὴν προάγειν βούλεται, τὸν σκοπὸν τῆς μηνύσεως καθʼ ὃν γεγένηται λέγουσα. τὸ δὲ ἑξῆς οὕτως· ἔχεις μὲν δικαίως τὰ ἐμὰ πταίσματα μέμψασθαι. παραιρεῖται γάρ σου τὸ λογιστικὸν ἡ λύπη καὶ τὴν αἰτίαν τοῦ πταίσματος γινώσκειν οὐ συγχωρεῖ σοι. ἀναιτία γὰρ ἐγώ εἰμι τῆς συμφορᾶς. ὁ δὲ νοῦς· ἔχεις μὲν μέμψασθαι τὰ ἐμὰ κακὰ, δέσποινα· τὸ γὰρ λυποῦν σε κρατεῖ, ὅθεν μέμφῃ μοι. εἰ γὰρ μὴ ἐγένετο, οὐκ ἂν ἐμέμφου, ἀλλʼ ἐπῄνεις. ὅθεν ἐπιφέρει πρὸς τὰς τύχας γὰρ τὰς φρένας κεκτήμεθα. ἡ μὲν κατασκευὴ τοῦ λογισμοῦ τῆς εὐνοίας ἀπόδειξις, ἡ δὲ τῆς ἀποτυχίας δυσχέρεια τῆς τύχης κατηγόρημα: —
τὸ δάκνον σου τὴν φρένα νικᾷ: — ἡ γὰρ λύπη τὸ διαλογιστικόν σου νικᾷ: —
εἰ δʼ εὖ γʼ ἔπραξα: εἰ καλῶς, φησὶν, ἔπραξα καὶ μὴ ἐσφάλην τῆς ἐλπίδος, ἐθαυμάζετʼ ἂν μου τὸ βούλευμα. οὐκ ἄρα ἡ ἐμή σε βουλὴ ἠδίκησεν, ἀλλʼ ἡ τύχη. εἰ γὰρ καλῶς ἀπέβη τὸ πρᾶγμα, ἔλεγες ἂν ὅτι οὐκ ἔστιν ἄλλη κρείττων τῆς τροφοῦ: —
πρὸς τὰς ἀποβάσεις τῆς τύχης ἔχομεν τὰς φρένας. ἐν ὀργῇ ταῦτα λέγει. ἀρνεῖται ............: —
ἦ γὰρ δίκαια ταῦτα: ὀργίζεται καλῶς ἐπὶ τῷ καὶ ἀπολογίαν ἐθέλειν σοφίσασθαι. ἆρα οὖν, φησὶ, δίκαιόν ἐστι τοῦτο καὶ οὐχὶ φανερῶς ἄτοπον, τὸ καὶ ἐθέλειν σε ἰσολογεῖν μοι καὶ ἐκ τῶν ἴσων ἀμφισβητεῖν, τρώσασάν με. ἐξαρκοῦντα δέ μοί ἐστιν ἤγουν ἱκανὰ πρὸς θεραπείαν τῆς βλάβης: —
εἰς ταὐτὸ συνιέναι καὶ ἐκ τοῦ ἴσου ἁμιλλᾶσθαι: —
μακρηγοροῦμεν: μάτην φλυαροῦμεν καὶ ἐπεκτείνομεν τὸν λόγον ἐπὶ τοῖς ἤδη πραχθεῖσιν: — οὐκ ἐσωφρόνουν ἐγώ: ὁμολογεῖ τὸ ἁμάρτημα, ἐπεὶ εἶδεν αὐτὴν πρὸς τὴν ἀπολογίαν δυσχεραίνουσαν. ὁμολογῶ, φησὶ, τὸ πρότερον πταῖσμα οὐκ ἐκ τύχης, ἀλλʼ ἐξ ἐμῆς ἀνοίας γεγενημένον: —
ὑμεῖς δὲ παῖδες: μεταστρέφει τὸν λόγον πρὸς τὰς γυναῖκας τοῦ χοροῦ: —
ὄμνυμι σεμνήν: οἰκονομικῶς ὁ χορὸς σιωπὴν ἐπαγγέλλεται. λύοιτο γὰρ ἂν τὰ τῆς ὑποθέσεως: —
ἓν δὲ προτρέπουσʼ ἐγώ: ζητοῦσα. μετατρέπουσα καὶ πολλὰ δοκιμάζουσα καὶ εἰς πολλὰ μεταφέρουσά μου τὴν γνώμην, ἓν μόνον ἴαμα τῆς συμφορᾶς εὗρον: — ἐρευνῶσα πολυπραγμονοῦσα βουλευομένη: —
περιποιήσασθαι τοῖς ἐμοῖς τέκνοις δόξαν: —
οὐ γάρ ποτʼ αἰσχυνῶ γε: ὅτι Μίνως βασιλεὺς τῶν Κρητῶν ἐγένετο πατὴρ αὐτῆς. καὶ διὰ τοῦτο Κρησίους δόμους λέγει: —
αἰσχροῖς ἐπʼ ἔργοις: ἀντιδιασταλτικῶς τὸ μιᾶς εἶπεν· ἐγὼ γὰρ τῆς μιᾶς μου ψυχῆς καταφρονήσασα πολλὰς ἑτέρας διασώσω, τὰς τῶν οἰκείων δηλονότι, ῥυσαμένη τῆς αἰσχύνης. οὐχ ὑπερτιμήσω οὖν τὴν μίαν ψυχὴν τῆς αἰσχύνης τῶν πολλῶν: —
καὶ σύ γʼ εὖ με νουθέτει: ἀπειλητικώτερον εἴρηται ὁ λόγος, ὡς εἰ ἔλεγε· μὴ καὶ σὺ ζήλου τῆς τροφοῦ τὴν παραίνεσιν μηδὲ τὰ αὐτὰ ἐκείνῃ νουθετήσῃς με, ἅ ἐστιν ἐπιζήμια καὶ φαῦλα, ἀλλὰ πρὸς τὸ συμφέρον με νουθέτει: —
ἀτὰρ κακόν γε χἀτέρῳ: καὶ δὴ ἀποθανοῦσα κακὸν γενήσομαι καὶ ἄλλῳ, ἀντὶ τοῦ τῷ Ἱππολύτῳ, ἵνʼ εἰδῇ, κοινῇ ταύτης μοι μετασχὼν τῆς νόσου, μετριάζειν καὶ μὴ ὑψηλοφρονεῖν ἐπὶ ταῖς ἑτέρων δυστυχίαις: —
ἠλιβάτοις: ἀντὶ τοῦ βαθυτάτοις. ἠλίβατον γὰρ οὐ μόνον τὸ ὑψηλόν, ἀλλὰ καὶ τὸ βαθὺ, οὗ ἐστιν ἀλιτεῖν τῆς βάσεως. κευθμῶσι δὲ ἐρήμοις τόποις, κεκρυμμένοις, πάσης ξυντυχίας ἀνθρώπων χωρίς. ἀφανισμὸν δὲ καὶ μεταβολὴν τῆς φύσεως ἐπεύχεται ἑαυτῷ ὁ χορὸς ἤτοι πρὸς τὸ ἄπειρος γενέσθαι τῶν ἐπικαταληψομένων συμφορῶν ἢ πρὸς τὸ μὴ καταναγκασθῆναι ψευδομαρτυρεῖν κατὰ Ἱππολύτου. ἢ, ὅπερ ἄμεινον, καταγνοῦσα τῆς ἀνθρωπίνης φύσεως καὶ ταῦτα διὰ τῶν παρόντων κακῶν ἄριστα παιδευθεῖσα, ὄρνις εὔχεται εἶναι πρὸς τὸ μηδὲ συντυχίας ἢ θέας ἀπολαύειν ἀνθρώπων. τοῦτο γὰρ τὸ ζῷον καθαρώτατόν ἐστι παρὰ πάντα· διὸ καὶ ἕκαστον αὐτῶν θεοῖς ἀνάκειται. καὶ τῇ πτήσει μᾶλλον τῶν ἄλλων ζῴων ἐκτοπίζεσθαι τῶν ἀνθρώπων δύναται ὡς καὶ ἐν ἐρημίᾳ ἀνθρώπου ἐπιστάντος ἀνίπτασθαι καὶ νικᾶν τῇ πτήσει τὴν τούτου θέαν: —
γενοίμην, φησὶν, ὄρνις, ᾗ εἴη δυνατὸν καὶ πελάγη διίπτασθαι, καὶ ἀρθείην καὶ μετεωρισθείην ἐπὶ τὸ θαλάττιον κῦμα τὸ τῆς Ἀδρίου ἀκτῆς καὶ ἐπὶ τὸ τοῦ Ἠριδανοῦ ὕδωρ: — ἵνα με πτεροῦσσαν ὄρνιν: πτεροῦσσάν με ὄρνιν θείη θεὸς, ἵνα γενοίμην ἐν ἠλιβάτοις κευθμῶσι καὶ πλεῖστον ἄποπτος εἴην ἀνθρωπίνου γένους. ὁ χορὸς ἐπὶ τῇ συμβεβηκυίᾳ τύχῃ ἀφανισμὸν καὶ μεταβολὴν τῆς φύσεως ἑαυτοῦ κατεύχεται, ἵνα ἄπειρος τῶν ἐφεξῆς μείνῃ συμφορῶν. ἢ ἐπειδὴ μέλλει συνίστωρ γενέσθαι τῇ Φαίδρᾳ τῆς κατὰ Ἱππολύτου διαβολῆς καὶ τηλικαύτην ἁμαρτίαν εἰς ἑαυτὸν ἐπισπᾶσθαι· πρὶν οὖν ἐκεῖνον ἐπιστῆναι αὐτῷ τὸν καιρόν, ἀπαλλαγῆναι τῆς φύσεως ἐπεύχεται. πρὸς τὸν Ἀδρίαν δὲ καὶ τὴν Κελτικὴν ἀρθῆναι εὔχεται οἰκείως τοῖς πεπραγμένοις καὶ ὡς μάλιστα τῶν τόπων τούτων λύπας ἀναδεξαμένων. ἐν γὰρ τῷ Ἀδρίᾳ ἡ Ἰὼ εἰς βοῦν μεταβληθεῖσα κατὰ βούλησιν Ἥρας διεπέρασε τὸ ἀπʼ αὐτῆς Ἰόνιον πέλαγος κληθέν, ἐν δὲ τῷ Ἠριδανῷ αἱ Ἡλιάδες κόραι τὸν Φαέθοντα δακρύουσι μεταβληθεῖσαι εἰς δένδρα: —
κῦμα τᾶς Ἀδριηνᾶς: τὸ πόντιον κῦμα ἀντιδιασταλτικόν ἐστι τοῦ ῥεύματος τοῦ Ἠριδανοῦ. ὁ δὲ Ἀδρίας πέλαγός ἐστι μέγιστον πρὸς τῇ Ἰταλίᾳ, ὁ δὲ Ἠριδανὸς ποταμὸς Κελτικῆς. ἐν τούτοις δὲ ἄρα εὔχεται μάλιστα τοῖς τόποις εἶναι ὡς πειραθεῖσι συμφορῶν — ὁ μὲν γὰρ Ἀδρίας συνέπαθε τῇ βοΐ, ὁ δὲ Ἠριδανὸς τῷ Φαέθοντι —, ὅπως ἂν πρόφασιν ἔχουσα τὸν τόπον ἀκαταπαύστως θρηνοίη τοὺς ἀνθρώπους. ἢ, ὅπερ ἄμεινον, εὔχεται μεταβολὴν τῆς φύσεως εἰς τοὺς τόπους ἐκείνους γενέσθαι οἵτινες μάλιστα πεῖραν μετεμψυχώσεως ἐδέξαντο. ἐν μὲν γὰρ τῷ Ἀδρίᾳ ἡ Ἰὼ ἐπλανήθη εἰς βοῦν μεταμορφωθεῖσα, ἐν δὲ τῷ Ἠριδανῷ αἱ Ἡλιάδες εἰς αἰγείρους μετεβλήθησαν: —
ἔνθα πορφύρεον: εἰς πορφύρεον οἶδμα τοῦ Ἠριδανοῦ αἱ τοῦ πατρὸς Ἡλίου ἄθλιαι κόραι Ἡλιάδες τῷ οἴκτῳ καὶ θρήνῳ τοῦ Φαέθοντος εἰς δένδρα μεταβληθεῖσαι δακρύουσι τοῦτο τὸ δάκρυον, ὅπερ πηγνύμενον ἐν τῇ ψυχρότητι τοῦ ὕδατος ἀποτελεῖ τὸν ἤλεκτρον: —
εἰς οἶδμα πατρός: πατέρα αὐτῶν τὸν Ἠριδανόν φησι, παρόσον τρέφονται αὐτοῦ τῷ ὕδατι, αἴγειροι οὖσαι: —
κόραι Φαέθοντος: ἐκ γὰρ Ἡλίου βούλεται ὁ μῦθος αὐτὰς εἶναι. διὸ καὶ τὸ δάκρυον αὐτῶν φωτεινοειδὲς λέγεται εἶναι, ἤλεκτρον ὀνομαζόμενον, ἐπεὶ καὶ Ἠλέκτωρ ὁ Ἥλιος καλεῖται: —
Ἑσπερίδων: ἔνθα τὰ χρύσεα μῆλα ἐσπάρησαν. Φερεκύδης δὲ Διὸς καὶ Θέμιδος εἶναί φησιν αὐτάς, ἔνιοι δὲ τὰς αὐτὰς ταῖς Ἀτλαντίσιν. Ἑσπερίδες δὲ ὀνομάζονται διὰ τὸ ἐν τῇ ἑσπέρᾳ, τουτέστιν ἐν τῇ δύσει, κεῖσθαι. ὁ δὲ νοῦς· ἀνύσαιμι καὶ ἔλθοιμι ἐπὶ τὴν ἀκτὴν τῶν Ἑσπερίδων νυμφῶν τῶν ἀοιδῶν, ἔνθα εἰσὶ χρυσᾶ μῆλα σπαρέντα. πάλιν δὲ ἀκολούθως τοῖς προειρημένοις καὶ ἐνταῦθα εὔχεται γενέσθαι, ἐπειδὴ καὶ αὗται νῦν ἐν θρήνοις εἰσὶν θρηνοῦσαι τὸν δράκοντα τὸν μηλοφύλακα τὸν νεωστὶ ὑφʼ Ἡρακλέους φονευθέντα. διὰ τοῦτο γὰρ καὶ ἀοιδοὺς αὐτὰς λέγει, διὰ τὸ ἐπὶ θρήνοις εἶναι: —
παραγενοίμην εἰσέλθοιμι: —
ἵνʼ ὁ ποντομέδων: ὅπου ὁ Ποσειδῶν οὐκέτι δίδωσι τοῖς ναύταις διέξοδον εἰς τὸν ὠκεανόν. τέρμονα γὰρ οὐρανοῦ τὸν ὠκεανόν φησιν, εἰς ὃν δοκεῖ τῇ θέᾳ τῇ ἀνθρωπίνῃ ἀποτερματίζεσθαι καὶ καταπίπτειν ὁ οὐρανός. πάλιν δὲ πρὸς τὴν διήγησιν ἐτράπη τῶν τόπων, ἔνθα ὁ Ποσειδῶν τὸν πλοῦν τῆς θαλάσσης τοῖς ναύταις οὐκέτι δίδωσι, καθάπερ καὶ Πίνδαρος «Γαδείρων τὸ πρὸς ζόφον οὐ περατόν»: —
πρὸς τὸν ζόφον. ἐκεῖ γάρ φασι τὸν Δία μιχθῆναι τῇ Ἥρᾳ: — οὐκέθʼ ὁδόν: μερίζει. διέξοδον δίδωσι. διὰ τὸ τέλος εἶναι ἐκεῖ τοῦ ὠκεανοῦ καὶ τοῦ οὐρανοῦ: —
γράφεται κυρῶν: —
τὸν Ἄτλας ἔχει: τὸν Ἄτλαντα οἱ μὲν ὄρος εἰρήκασι, μυθευόμενοι τὸν οὐρανὸν βαστάζειν, ἐπειδὴ πάνυ ὑψηλὸν ὑπάρχει καὶ δοκεῖ ἐπικεῖσθαι αὐτῷ ὁ οὐρανός. ὅθεν καὶ Ἄτλας εἴρηται, διὰ τὸ ἄτλητον ποιῆσαι τὴν εἰς αὐτὸν ἀνάβασιν. τινὲς δὲ Ἄτλαντα εἰρήκασιν αὐτὸν τὸν ἄξονα τοῦ οὐρανοῦ, διʼ οὗ ἡ τοῦ παντὸς κίνησις γίνεται. δῆλον δʼ ἐκ τοῦ Ὁμήρου λέγοντος «ἔχει δέ τε κίονας αὐτὸς μακρὰς, αἳ γαῖάν τε καὶ οὐρανὸν ἀμφὶς ἔχουσιν». εἰρῆσθαι δὲ Ἄτλαντα, οἱονεὶ πολύτλαν, διὰ τὸ αὐτὸν πάντα βαστάζειν: —
κρῆναί τʼ ἀμβρόσιαι: αἱ τοῦ νέκταρος κρῆναι, καθὸ ἡ ἀμβροσία καὶ τὸ νέκταρ ἐκεῖσε φύονται: — ἄλλως: ὑποτίθενται τὴν τῶν Φαιάκων γῆν εἶναι. ἐκ γὰρ τῆς πολλῆς θερμότητος καὶ ἐκ τοῦ ἐπικειμένου πυρὸς τρὶς τοῦ ἐνιαυτοῦ τὸν σῖτον καὶ τὰ ἄλλα κάρπιμα φέρειν λέγεται. τὸ δὲ ἑξῆς· καὶ ἔλθοιμι ἐν ἐκείνῳ τῷ τόπῳ, ὅθεν ἐκ τῶν κοιτῶν, τῶν οἴκων, τοῦ Διὸς χέονται αἱ πηγαὶ αἱ τὸ ζῆν τοῖς θεοῖς δωρούμεναι: —
ἵνʼ ὀλβιόδωρος: πρὸς τῷ πυρίνῳ κύκλῳ καὶ τῇ ζώνῃ τοῦ πυρὸς ἑτέραν ἐμύθευσαν εἶναι γῆν ἐν ᾗ πλεῖστα καὶ θαυμαστὰ φύονται. ἐν ταύτῃ γὰρ καὶ τὸ Ἠλύσιον πεδίον καὶ τὴν τῶν Φαιάκων γῆν ἐμύθευσαν εἶναι. ἐκ γὰρ τῆς πολλῆς θερμασίας τοῦ ἐπικειμένου πυρὸς τρὶς τοῦ ἐνιαυτοῦ συμβαίνει τὰ κάρπιμα φύεσθαι … καὶ τὸ νέκταρ· φησὶ γοῦν κρήνας μὲν ἀμβροσίας τὰς τοῦ νέκταρος, εὐδαιμονίαν δὲ τὴν ἀμβροσίαν: — ἀντὶ τοῦ φύει βλαστάνει: — ἡ τὸν βίον διὰ τῆς τροφῆς παρέχουσα: —
τὴν εὐδαιμονίαν τῶν θεῶν. τουτέστιν τῶν μακάρων αἱ νῆσοι: —
ὦ λευκόπτερε Κρησία πορθμίς: λευκὰ πτερά, ὅ ἐστιν ἄρμενα, ἔχουσα Κρητικὴ ναῦ, ἥτις κατὰ τὸ κῦμα τῆς θαλάσσης τὴν δέσποινάν μου Φαίδραν ἐκόμισας νυμφευθεῖσαν Θησεῖ: —
κῦμʼ ἁλίκτυπον: ἑτέρα μοῖρα χορικὴ ἤδη καὶ τὰ παρόντα θρηνεῖ ἄνωθεν ἐκ τῆς ἐπιδημίας ὀλοφυρομένη τὴν Φαίδραν. σύ μοι, φησὶ, προοίμιον τῶν θρήνων, ὦ πορθμὶς, ἐπεὶ καὶ τῶν συμφορῶν ὑπόθεσις γεγένησαι: — τὸ ἐν τῇ ἁλὶ κτυποῦν: — τὸ ἐν τῇ θαλάσσῃ ἠχοῦν: — τῆς θαλάσσης: —
κακονυμφοτάταν: νυμφευσαμένην τῷ Θησεῖ νύμφευσιν ἀνόνητον, τουτέστιν εἰς κακὴν ὠφέλειαν τοῦ γάμου, εἰς ἀπόλαυσιν κακῶν: —
ἦ γὰρ ἀπʼ ἀμφοτέρων: ὄντως γὰρ ἀπὸ τῶν δύο, ἀπό τε τῆς Κρήτης καὶ τῆς Ἀττικῆς, κακὰ σημεῖα ἐφάνησαν αὐτῇ. τὸ δὲ ἀμφοτέρων ἀκούουσιν ἔκ τε τοῦ πατρὸς καὶ τῆς μητρός, ἵνʼ ᾗ οὕτως· ἐπὶ κακοῖς γὰρ σημείοις ἐκδοθεῖσα ὑπὸ τῶν γονέων ἦλθες εἰς Ἀττικὴν ἀπὸ τῆς Κρήτης. ἐπεὶ δὲ καὶ δύσορνιν αὐτὴν ἔφη, εἶπεν τὸ ἔπτατο, ἀντὶ τοῦ ἦλθεν. Μουνύχιος δὲ λιμὴν Ἀττικῆς. ὁπηνίκα δὲ ἐν τῷ Μουνυχίῳ λιμένι παρέβαλον τὰς ἀρχὰς τῶν σχοινίων καὶ ἔδησαν ἐν αὐτῷ καὶ ἐξέβησαν ἐν τῇ γῇ, τὸ τηνικαῦτα ἡ Ἀφροδίτη κακὸν ἔρωτα ἔπεμψε τῇ ἐμῇ δεσποίνῃ: — τὸ ἤ τὸ δεύτερον ἀντὶ τοῦ καί: —
ἡ κακοτυχίαν ἡμῖν φέρουσα ναῦς: —
ἀνθʼ ὧν: ἀντὶ τοῦ ἀφʼ ὧν. ὁ δὲ νοῦς· ἀφʼ ὧν, τῶν κακοσήμων οἰωνῶν, ὑπὸ ἀδίκων ἐρώτων Ἀφροδίτης δεινῇ νόσῳ φρένας κατεκλάσθη: —
χαλεπᾷ δʼ ὑπέραντλος: ἐκ μεταφορᾶς τῶν ἐν τῇ νηῒ μηκέτι τῆς ἀντλίας ὑπερέχειν δυναμένων. ἀδυνατοῦσα, φησὶ, πρὸς τὴν συμφορὰν καὶ ὑπερβαρῆ νοσήσασα νόσον τὴν ἀγχόνην ἐβουλεύσατο: — ὑπερπεπλησμένη: —
ἀπὸ νυμφιδίων: ἀπὸ τῶν νυμφικῶν στεγῶν σχοινίον ἔδησε μέλλουσα ἀπάγχεσθαι: —
ἅψεται ἀμφὶ βρόχον: ἡ ἀμφὶ πρὸς τὸ ἅψεται, ἀντὶ τοῦ περιάψεται: —
δαίμονα στυγνόν: δαίμονα τὴν πορνείαν φησίν: —
ἀνθαιρουμένα: ἀντὶ τοῦ μεταλαμβομένη: —
ἰοὺ ἰού: τινὲς βούλονται τὴν τροφὸν ἔσωθεν ταῦτα λέγειν. ἔνιοι δὲ ἐξάγγελόν φασι. ἐξάγγελος δὲ ὁ τὰ πεπραγμένα ἔνδον τῆς σκηνῆς τῷ χορῷ ἀγγέλλων: — βοηδρομεῖτε: βοηδρομεῖν ἐστι τὸ μετὰ βοῆς τρέχειν, ἵνα διὰ τῆς βοῆς καὶ ἄλλους πρὸς ἐπικουρίαν κινήσωσιν: — γράφεται δρόμῳ: —
πεφόνευται: — ἀντὶ τοῦ· οὐκέτι ζῇ: —
ἀμφιδέξιον: δίστομον, ᾧ ἄν τις πρὸς ἀμφότερα τὰ μέρη δεξιῶς χρήσαιτο. ἐδόκουν γὰρ μετέχειν τοῦ μιάσματος ὅσοι μὴ ἔκοπτον τὰς ἀγχόνας τῶν ἠγχονισμένων: —
ἐξ ἐπισπαστῶν: ἐκ τῶν δεδεμένων: —
τὸ πολλὰ πράττειν: οὐκ ἔστιν ἀσφαλὴς ὁ βίος τῶν ἐμβαλλόντων ἑαυτοὺς εἰς πολλὰ πράγματα: —
ὀρθώσατʼ ἐκτείνοντες: ἀνορθώσατε, φησὶν, αὐτῆς τὰ μέλη καὶ κατʼ ὀρθὸν σχηματίσατε: —
οἰκούρημα: τὸν νεκρὸν, τὸ πικρὸν οἰκούρημα τῶν ἐμῶν δεσποτῶν, ὅ ἐστι· τὸν ἀτυχῆ οἰκουρόν: — οἰκουρὸς λέγεται ἡ γυνή: —
γυναῖκες: τὸ ἑξῆς· γυναῖκες, ἠχὼ βαρεῖα προσπόλων ἀφίκετο· ἴστε τίς ποτʼ ἐν δόμοις βοή. ἴστε, φησὶ, τίς ἡ βοὴ ἡ ἐν τοῖς οἴκοις, ὦ γυναῖκες; ἠχὼ γὰρ βαρεῖα πρός με ἀφίκετο: —
οὐ γάρ τί μʼ ὡς θεωρόν: ἀντὶ τοῦ ἀπὸ μαντείας. ἔθος γὰρ εἶχον οἱ ἀρχαῖοι τοῦτο· ὅτε ἤρχοντο ἀπὸ μαντείας, ἐστεφανωμένοι ἤρχοντο, καὶ πάντες τοῦ οἴκου προσεκύνουν αὐτούς. τὸ δὲ ἑξῆς· οὐκέτι μοι ὡς θεωρῷ προσφθέγγεται ὁ οἶκός μου ἀγαθὰ, ἀλλὰ φαῦλα· οὐ γὰρ ὡς θεωρόν με ἀξιοῖ προσκυνεῖν, ἀλλʼ ἔχω ἀφελέσθαι τὸν στέφανον διὰ τὴν βοήν. θεωροὶ δὲ καλοῦνται πάντες οἱ εἰς θεοὺς στελλόμενοι, καὶ ὕστερον ὑποστρέφοντες: —
ἀντὶ τοῦ ἀπέθανεν: —
πρόσω μὲν ἤδη βίοτος: πόρρω, μακρός. ἀντὶ τοῦ· προβέβηκε τῇ ἡλικίᾳ. ἀντὶ τοῦ· γέρων μὲν ἤδη ἦν, ἀλλʼ ὅμως λυπηρὸς ἔσται ἀποθανών: —
τέκνων μοι μήτι: μὴ ἄρα τῶν τέκνων μου ἡ ζωὴ κλέπτεται, ἀντὶ τοῦ ἀπέθανον: —
ἀντὶ τοῦ· ὅσον ἄλγιστον: —
ἀγχόνης: ὥστε ἀπάγξασθαι: —
τῇ λύπῃ κακωθεῖσα. ἡ γὰρ πάχνη πᾶν βλάστημα διαφθείρει: — λύπῃ παχνωθεῖσα: ἀντὶ τοῦ κακωθεῖσα. ἁπάντων γὰρ τῶν φυτῶν φθαρτική ἐστιν ἡ πάχνη: — ἤ τινα συμφορὰν ἔπαθεν ἐμοῦ ὄντος μακράν: —
οἰκονομικῶς ψεύδεται τὰ λοιπὰ μὴ εἰδέναι ὁ χορός: —
ἀνέστεμμαι κάρα: ἔθος γὰρ ἦν τοὺς ἐξ ἱεροῦ στελλομένους στέφεσθαι. πλεκτοῖς δὲ φύλλοις ἀντὶ τοῦ πλεκτοῖς στεφάνοις: —
χαλᾶτε κλῇθρα: ἀνοίγετε τὰς θύρας. ἁρμούς δὲ ἀντὶ τοῦ δεσμούς: —
τὴν τύχην: —
ἔπαθες εἰργάσω: πέπονθας τὸ τῆς ἀγχόνης κακόν, εἰργάσω εἰς ἑαυτὴν τὸν διʼ ἀγχόνης θάνατον. τὸ δὲ αἰαῖ τόλμας διὰ μέσου ἀναπεφώνηται, καὶ οὕτως τὸ ἑξῆς ἵσταται: — συνταράξαι: —
ἀπὸ χειρὸς σαυτῆς: —
λείπει ἡ κατά: — πάλαισμα μελέας: τὸ κατάπτωμα τῆς ἀγχόνης, ἀπὸ μεταφορᾶς τῶν παλαιόντων, οἳ οἱονεὶ πνίγουσιν ἑαυτοὺς ἐν τῷ τραχήλῳ πιέζοντες: — ἄλλως: ὦ πάλαισμα καὶ κατάπτωμα τῆς σῆς ἀθλίας χειρός: —
τίς ἄρα: λείπει τὸ δαιμόνων: —
τὰ μάκιστα: ἅπερ μήκιστα καὶ μέγιστα ἦν μοι τῶν κακῶν, ἔπαθον: —
κηλὶς ἄφραστος: κακὸν ἀπροσδόκητον: — ῥυπαρία μολύνουσα, αἰσχύνη. ἄφραστος δὲ ἀντὶ τοῦ ἀπροόρατος, ἀπροσδόκητος. σπίλος καὶ αἰσχύνη: —
κατακονά: ἀντὶ τοῦ καταφθορά. λείπει δὲ τὸ κατέλαβέ με. ὁ δὲ νοῦς· καταφθορὰ μὲν ζωῆς ἀβιωτοποιὸς κατέλαβέ με, κακῶν δὲ ὁ τάλας πέλαγος εἰσορῶ. γράφεται δὲ καὶ τὸ κατακονᾷ ῥῆμα, ἵνʼ ᾖ οὕτως· μαραίνει με καὶ καταναλίσκει ἡ δυστυχία τοῦ βίου: —
μηδʼ ἐκπερᾶσαι: ἐκκολυμβῆσαι παρέρπειν, ἐπεὶ καὶ πέλαγος προείρηται. ἐνέμεινε δὲ τῇ μεταφορᾷ: —
τίνα τύχαν σέθεν: ἡ πρός πρὸς τὸ σέθεν, ἀντὶ τοῦ παρὰ σοῦ: —
ὄρνις γὰρ ὥς τις: ὥσπερ ὄρνις κρατουμένη ὑπό τινος ἀφανὴς γίνεται, οὕτω καὶ σύ: —
πήδημʼ ἐς Ἅιδου: ἀντὶ τοῦ· ταχέως πηδήσασα ἐν τῷ Ἅιδῃ: —
τὴν πόρρωθέν μου καὶ ἀπροσδόκητον: — πρόσωθεν δέ ποθεν: πόθεν συνέβη μοι αὕτη ἡ συμφορά; μὴ ἄρα ἕνεκεν τῶν πρότερον ἡμαρτημένων μοι ἢ ἀπό τινος παλαιᾶς ὀργῆς τῶν δαιμόνων; πολλάκις γὰρ πατέρων ἀνομίαι τέκνοις ἀποδίδονται: —
ἀμπλακίαισι: ὅ ἐστιν· οὐ διʼ ἐμὸν ἁμάρτημα τιμωροῦμαι, ἀλλὰ διὰ προγονικόν: — ἀμπλακίαισι: ταῖς ἁμαρτίαις τῶν προγόνων: — ἄλλως: μὴ διὰ τὰς ἁμαρτίας τῶν ἀρχαίων μου προγόνων ἐγὼ ἀνακομίζομαι, ἀναλαμβάνω, τοιαύτην δυστυχίαν: —
οὐ σοὶ τάδʼ ὦναξ: καὶ ἐν τῇ Ἀλκήστιδι «οὐ γάρ τι πρῶτος οὐδὲ λοίσθιος βροτῶν γυναικὸς ἐσθλῆς ἤμπλακες»: —
τὸ κατὰ γᾶς θέλω: οἷον· θέλω τὸ λοιπὸν ἀποθανεῖν: —
ἀπώλεσας: μᾶλλον ἐμὲ ἀπώλεσας ἢ σεαυτήν: —
τίνος κλύω: λείπει ἡ παρά, παρὰ τίνος ἀκούσω: — τίνος κλύω: ἀπὸ τίνος ἀκούσω καὶ μαθήσομαι τὸ συμβάν σοι αἴτιον ὅθεν ἀπώλου: —
ἦ, ὄντως, τὸ δῶμα μάτην ἔχει θεραπόντων τὸν ὄχλον: — στέγει: ἀντὶ τοῦ ἔχει: —
οὐ τλητόν: ὃ οὔτε σιωπᾶν δύναμαι· μέγα γάρ ἐστιν· οὔτε λέγειν· αἰσχύνην γάρ μοι φέρει τὸ παράδοξον τοῦ θανάτου: — ἀπωλόμην: ὁ ἀλλά ἀντὶ τοῦ γάρ: —
νυκτὸς ἀστερωπός: καὶ ἡ διὰ νυκτὸς λαμπρὰ σελήνη. ἡ μετὰ ἀστέρων φαινομένη σελήνη, ὡς πρὸς ἀντιδιαστολὴν τοῦ ἡλίου· ἐκεῖνος γὰρ κρύπτει πάντων τῶν ἀστέρων τὸ φῶς: — ἄλλως: ἡ μετὰ ἀστέρων φαινομένη, πρὸς ἀντιδιαστολὴν τοῦ ἡλίου· ὁ γὰρ ἥλιος ἅπαντας ἀμαυροῖ τοὺς ἀστέρας ταῖς ἀκτῖσιν αὐτοῦ, οὐχ οὕτω δὲ καὶ ἡ σελήνη, ἀλλὰ μόνους τοὺς πλησιάζοντας: —
γράφεται ἰὼ τάλας: — ἰὼ τάλας: ἀντὶ τοῦ τάλαινα. καὶ γὰρ ταῦτα αἱ τοῦ χοροῦ φασιν: —
τὸ δʼ ἐπὶ τῷδε: ἐπὶ πολὺ φρίσσω. διὰ τί γὰρ κακῶς ἀπήγξω; περὶ οὗ φοβοῦμαι μὴ ἕτερόν τι πάθω κακόν: —
ἔγραψεν ἡ δύστηνος: ἢ μᾶλλον ἔγραψε παρακλήσεις, ἵνα μὴ ἄλλην γαμήσω, ἢ διὰ τὰ τέκνα: —
θάρσει: γελοῖον πρὸς νεκρὸν τὸ θάρσει. συγγνωστέον δὲ διὰ τὴν περικειμένην συμφοράν: — λέκτρα γὰρ τὰ Θησέως: ἀντὶ τοῦ· οὐδὲ εἰς τὰ ἐμὰ λέκτρα οὐδὲ εἰς τὰ δώματα: —
οὐκ ἔστι δώμαθʼ: οὐκ ἔστιν ἥτις γυνὴ εἰς τοὺς δόμους εἰσέλθῃ διὰ τὰ λέκτρα τοῦ Θησέως: —
καὶ μὴν τύποι γε: σφενδόνην λέγει τὴν δέσιν, τὸν δεσμόν. τύπον δὲ τὴν ἐπικειμένην σφραγῖδα τῷ δεσμῷ: — σφενδόνης: τῆς σφραγῖδος: —
προσσαίνουσί με: ἡδύνουσί με, προτρέπονται, κολακεύουσιν: —
λύσας τοὺς δεσμούς. τὰς περιπλοκὰς ἀναλύσας: — φέρʼ ἐξελίξας: φέρε ἀποκόψας τὸν δεσμὸν τῆς σφραγῖδος: —
ἴδω τί λέξαι: ἵνʼ ἴδω τί θέλει σημᾶναι ἡ δέλτος αὕτη: —
ἐκδοχαῖς: κατὰ διαδοχὴν νέα κακὰ ὁ θεὸς ἐπιφέρει τούτοις τοῖς οἴκοις: —
ἀβίωτος βίου τύχα: θάνατος. τύχη ἀβιωτοποιὸς τῆς ζωῆς, ἀντὶ τοῦ· ἡ τύχη τοῦ βίου πρὸς τὸ συμβὰν ἀβίωτός ἐστι: — ἀβίωτος: ἀντίπτωσις· ἐμοὶ μὲν οὖν εἴη τυχεῖν, ὦ τύχη, βίου ἀβιώτου πρὸς τὸ κρανθέν, ἤτοι· ἐγὼ μὴ ἐπιζήσαιμι πρὸς τὸ μέλλον γενέσθαι: —
πρὸς τὸ συμβάν: — ἀντὶ τοῦ ἀπολοίμην: —
ἐμῶν τυράννων δόμους: τὸ ἑξῆς· ὀλομένους δόμους τῶν ἐμῶν δεσποτῶν οὐκέτʼ ὄντας λέγω. τὸ δὲ φεῦ φεῦ διὰ μέσου: —
ἔν τισιν οὐ φέρονται οὗτοι: —
πρὸς γάρ τινος: ἡ πρός ἀντὶ τῆς ἀπό, ἀπό τινος τύχης: — πρὸς γάρ τινος: εἰσορῶ γὰρ τὸ δεινὸν τὸ μέλλον ὡς ὁ μάντις παρά τινος τῶν οἰωνῶν καὶ ὀρνέων εἰσορᾷ καὶ μαντεύεται: —
ὦ τάλας: λείπει τὸ εὗρον: —
εἴ τι μοι λόγου μέτα: εἰ μέτεστί μοι τοῦ λόγου, εἰ μεταδώσεις μοι τοῦ λόγου: —
αἰαῖ κακῶν ἀρχηγόν: ἀντὶ τοῦ· κακοῦ λόγου ἀρχὴν λέγεις: —
τόδε μὲν οὐκέτι: τὸ ἑξῆς· τόδε μὲν δυσεκπέρατον ὀλοὸν κακὸν οὐκέτι σιωπήσω. στόματος δὲ πύλαις περιφραστικῶς ἐν τῷ στόματι: — ἄλλως: πύλαι στόματος τὰ χείλη. οὐκέτι οὖν, φησὶ, καθέξω τὸν λόγον ἐντὸς τοῦ στόματός μου, τουτέστιν οὐκέτι σιγήσω: — στόματος ἐν πύλαις: ὁμοίως τῷ Ὁμηρικῷ· «ἕρκος ὀδόντων»: —
ἀντὶ τοῦ· τὸν πατρῷον Δία ὑβρίσας: —
ἀλλʼ ὦ πάτερ Πόσειδον: ἱστορία. Μίνως ὁ βασιλεὺς τῶν Κρητῶν ἔσχε γυναῖκα τὴν Πασιφάην, ἥτις ἠράσθη ταύρου καὶ μὴ δυναμένη τὸν τοιοῦτον ἐκπληρῶσαι ἔρωτα προσῆλθε Δαιδάλῳ τῷ ἀγαλματουργῷ καὶ ἀπήγγειλε αὐτῷ τὸν ἐπὶ τῷ ταύρῳ ἔρωτα. ὃς δὴ Δαίδαλος θέλων ἐκπληρῶσαι τὴν ταύτης ἔφεσιν κατεσκεύασε ξύλινον ταῦρον συνάψας αὐτῷ καὶ αἰδοῖον καὶ ἐνέδυσεν αὐτὸν δέρμα ταύρου … ἐν μιᾷ γοῦν τῶν ἡμερῶν κατερχόμενος ὁ ταῦρος ἀπὸ τῆς θήρας πρὸς τὸ οἰκεῖον σπήλαιον ἐφεῦρε τὸν τοιοῦτον τεχνητὸν ταῦρον καὶ εἰς μῖξιν ἄθεσμον ἐκινήθη. ἐξ ἧς δὴ μίξεως συνέλαβεν ἡ Πασιφάη τὸν λεγόμενον Μινώταυρον. φοβηθεὶς δὲ ὁ Δαίδαλος μὴ τὸ πραχθὲν παρʼ αὐτοῦ ἐνωτίσηται ὁ Μίνως καὶ εἰς ὀργὴν αὐτῷ κινηθῇ, περιῆψεν ἑαυτῷ ἀλλὰ δὴ καὶ τῷ υἱῷ αὑτοῦ Ἰκάρῳ πτερὰ κήρινα, καὶ ἀπήρχοντο. ὁ δὲ υἱὸς αὐτοῦ Ἴκαρος, οἷα νέος νεωτερικόν τι φρονήσας, πρὸς τὰ μετεωρότερα τοῦ ἀέρος ἐφέρετο, τῶν δὲ κηρίνων πτερῶν διαλυθέντων ταῖς ἡλιακαῖς ἀκτῖσι πρὸς τὸ παρʼ Ἀσίαν πέλαγος ἐξωλίσθησεν, ὃ δὴ καὶ μέχρι τοῦ νῦν τὴν ἐπωνυμίαν αὐτοῦ κέκληται. ὁ δὲ Δαίδαλος οἷά τις ἐπιτήδειος πρὸς τὰ χθαμαλώτερα μέρη φερόμενος εἰς Ἀθήνας κατήντησεν. ὃ δὴ μαθὼν ὁ Μίνως εἰς Ἀθήνας πρέσβεις ἔστειλε τὸν τοιοῦτον ἀποκομίσοντας πρὸς αὐτόν. τῶν Ἀθηναίων δὲ μὴ πειθομένων πάλιν ὁ τοιοῦτος Μίνως διὰ γραφῆς αὐτοῖς κατήγγειλεν αὐτῷ τὸ κατʼ ἔτος διδόναι αὐτῶν ἕνα ἄνθρωπον ὥστε τρώγειν αὐτὸν τὸν Μινώταυρον. ὃ δὴ καὶ οἱ Ἀθηναῖοι ἠθέλησαν. διαφόρων γοῦν ἀπελθόντων ἐκεῖσε ἐζήτησε καὶ ὁ Θησεὺς ἀπελθὼν … ἐκεῖσε ἠράσθη παρὰ τῆς θυγατρὸς τῆς Πασιφάης. ἦν γοῦν ὁ τοιοῦτος Μινώταυρος ἀποκεκλεισμένος ἐν πολυθύρῳ καὶ πολυπλόκῳ οἰκήματι, ὃ δὴ καὶ Λαβύρινθος ἐκαλεῖτο … Θησεὺς υἱὸς μὲν Αἴθρας καὶ λόγῳ μὲν Αἰγέως, ἔργῳ δὲ Ποσειδῶνος: — ἀλλʼ, ὦ πάτερ: μιᾷ τούτων τῶν καταρῶν κατέργασαι τὸν ἐμὸν παῖδα. ποίων δέ; ἃς ἀρὰς ἐμοὶ ὑπέσχου· τὸ ἀνελθεῖν ἐξ Ἅιδου, τὸ ὑποστρέψαι ἀπὸ τοῦ λαβυρίνθου, τὸ πεμφθῆναι τῷ υἱῷ αὐτοῦ θάνατον: —
γνώσῃ γὰρ αὖθις ἀμπλακών: ἔχεις γὰρ γνῶναι ὅτι ἥμαρτες. καὶ ἐν Ἀλκήστιδι «οὐ γάρ τι πρῶτος οὐδὲ λοίσθιος βροτῶν γυναικὸς ἐσθλῆς ἤμπλακες»: —
καὶ πρός γʼ ἐξελῶ: πρὸς τὸ αὖθις ἀμπλακών, ἀντὶ τοῦ· οὐδαμῶς, ἀλλὰ πρὸς τούτοις ἐκβαλῶ αὐτὸν ἐκ ταύτης τῆς γῆς: —
δυοῖν δὲ μοίραιν: μιᾷ τῶν δύο μοιρῶν πληγήσεται: —
ἀλώμενος: πλανώμενος: —
ἀντλήσει: διάξει: —
μεγίστου θαύματος: τοῦτο τὸ πρᾶγμα μεγίστου θαύματός ἐστιν ἄξιον: —
οὔπω χρόνον: οὐκ ἐκ πολλοῦ χρόνου, ἀλλʼ ἔναγχος: — οὔπω χρόνον: ἀντὶ τοῦ· ἣν ἀρτίως κατέλιπον τὸ φῶς ὁρῶσαν, ἄρτι ἀπέθανεν: —
σιωπῆς δʼ οὐδὲν ἔργον: ἤγουν ὄφελος. βέλτιον δὲ ἀντὶ τοῦ· ἐν τοῖς κακοῖς οὐδεὶς ὀφείλει σιγᾶν. οὐδὲν κέρδος ἐν τοῖς κακοῖς ἡ σιωπή: —
ἡ γὰρ ποθοῦσα: ἡ γὰρ καρδία ἐπιζητοῦσα πάντα ἀκούειν δαπανᾶται: —
ἐπιθυμητικὴ περίεργος ἐφευρίσκεται: —
κρύπτειν δίκαιον: οὐ γὰρ ὀφείλεις κρύπτειν τὰς σὰς δυστυχίας τοὺς φίλους σου ἢ τοὺς ὑπὲρ τοὺς φίλους σου, τουτέστι τὰ τέκνα σου: —
ὦ πόλλʼ ἁμαρτάνοντες: ὦ ἄνθρωποι πολλὰ ἐπιστάμενοι καὶ διδάσκοντες τοὺς ἀνθρώπους πλὴν τούτου, τοῦ διδάσκειν εἶναι συνετοὺς τοὺς ἀσυνέτους: —
φρονεῖν διδάσκειν: περιτταὶ οὖν, φασὶν, αἱ παραινέσεις καὶ συμβουλίαι τῶν ποιητῶν, οὐχὶ τὰ δέοντα φρονεῖν διδάσκουσαι τοὺς ἀνθρώπους. λέγομεν δὲ ὅτι τῇ προσθήκῃ τὴν ἀπορίαν ἔλυσεν, εἰπὼν οἷσιν οὐκ ἔνεστι νοῦς· εἰς γὰρ νοῦν ἔχοντα ἄνδρα καταβαλλομένη παραίνεσις καρπὸν φέρει· εἰς δὲ ἄνουν, μάτην ἐκρίπτεται: —
δεινὸν σοφιστήν: λογιστὴν ἐξεταστὴν διδάσκαλον. ὁ νοῦς τοιοῦτος· ἀληθῶς καλὸν διδάσκαλον εἶπας τὸν δυνάμενον διδάξαι φρονεῖν τοὺς μὴ φρονοῦντας: —
ἱκανός: —
δέδοικα μή σου γλῶσσα: φοβοῦμαι μὴ ἐν τοῖς κακοῖς ὑπερβάλλουσά σου ἡ γλῶσσα τὸ εὖ ἔξηχον καὶ παράφρονά σε ποιήσῃ: — ἄλλως: ἢ ὅτι ἄτοπόν τι φθέγγεται. ὑπὲρ τὸ εὖ: —
ὅστις τʼ ἀληθής ἐστιν: ἐπὶ μὲν τῶν ἄλλων πραγμάτων εὑρίσκομεν διάκρισιν εἴτε καλά ἐστιν εἴτε κακά, ὡς ἐπὶ τοῦ χρυσίου· δοκιμαζομένου γὰρ φαίνεται εἰ καλόν ἐστιν εἴτε κακόν· ἐπὶ δὲ τοῦ ἀνθρώπου οὐχ εὑρίσκομεν. ἐχρῆν οὖν καὶ τοὺς ἀνθρώπους δύο φωνὰς ἔχειν, δικαίαν τε καὶ ἄδικον, ἵνα, εἴπερ ἡ ἄδικος φωνὴ θελήσειε ψεύσασθαι, ἠλέγχετο ὑπὸ τῆς δικαίας, ἵνα μηδεὶς ἀπατηθῇ: —
ἀλλʼ ἦ τις εἰς σόν: μὴ ἄρα τίς με διέβαλεν εἰς τὸ σὸν ὠτίον ἀπὸ τῶν φίλων: — Ἀττικὸν, ἀντὶ τοῦ διέβαλεν· ὡς καὶ Ἡσίοδος «κρύψαντες γὰρ ἔχουσι θεοὶ βίον ἀνθρώποισιν», ἀντὶ τοῦ κεκρύφασι: —
ἐκ τοι πέπληγμαι: ξένους λόγους ἀκούων παρὰ σοῦ ἐκπλήσσομαι: —
λόγοι παραλλάσσοντες: παρηλλαγμένοι τοῦ καθήκοντος. οἱ γὰρ σοὶ λόγοι οἱ ἐξεδροποιοὶ τῶν φρενῶν παρεξηλλαγμένοι τοῦ καθήκοντος παραπλῆγά με κατεργάζονται: — ἄλλως: ἢ παραλλάσσοντες τοῦ πρέποντος ἤτοι ἔξω τοῦ εἰκότος φερόμενοι καὶ ἐκτὸς ὄντες λογισμοῦ: — ἔξεδροι: οἱ ἐξεδροποιοὶ τῶν φρενῶν μου ἤτοι μαινόμενοι, ἐξεστηκότες, ἄδικοι, παραλογιστικοὶ, μὴ καλῶς λεγόμενοι, ἀλλʼ ἔξω τῆς διανοίας ὄντες: —
τί τέρμα τόλμης: τί ἔσται τὸ τέλος τοῦ θράσους· τὸ θράσος δηλονότι: —
εἰ γὰρ κατʼ ἀνδρός: εἰ γὰρ ἐπαρθήσεται ἑνὸς ἑκάστου ἀνδρὸς ὁ βίος καὶ ὁ ἐπιγινόμενος χείρων ἔσται τοῦ πρὸ αὐτοῦ, ὀφείλομεν δεήσεις τοῖς θεοῖς ἀνενεγκεῖν, ἵνα ἄλλην γῆν τινα ἀπομερίσωσιν, ἥτις τοὺς κακοὺς χωρήσει. ἐκ τούτου διαβάλλει τὸν τρόπον τοῦ Ἱππολύτου: — ἄλλως: εἰ γὰρ κατὰ ζωὴν ἑκάστου ἀνδρὸς ἡ κακουργία αὐξάνεται καὶ ὁ μεταγενέστερος τοῦ προβεβηκότος πανουργότερός ἐστιν, ἐχρῆν τοὺς θεοὺς ἄλλην πόλιν κτίσαι εἰς τὸ χωρῆσαι τοὺς πανούργους: —
θεοῖσι προσβαλεῖν χθονί: εἰσὶ φύσεις ζῴων πρὸς ἑτέρας φύσεις ζῴων ἐναντίως ἔχουσαι, οἷον ἡ τῶν λεόντων πρὸς τὴν τῶν ἀνθρώπων, ἡ τῶν λύκων πρὸς τὴν τῶν προβάτων. καὶ Ὅμηρος «ὡς οὐκ ἔστι λέουσι καὶ ἀνδράσιν ὅρκια πιστά». καὶ τοῖς μὲν θηρίοις δέδοται πρὸς οἴκησιν ἡ ἐρημία, τοῖς δὲ ἀνθρώποις αἱ ἡμερώτεραι τῶν χωρῶν. ὅταν, φησὶν, πρὸς ἄκρον κακίας προκόψῃ τῶν ἀνθρώπων ἡ φύσις, ἀπορήσουσιν οἱ θεοὶ ποῖ τοὺς πονηροὺς κατοικίσουσιν. εἰς τὰς ἐρήμους; ἀλλʼ ἐκεῖ θῆρες. εἰς τὰ ἥμερα χωρία; ἀλλʼ ἐκεῖ δίκαιοι ἄνθρωποι. λοιπὸν ἀνάγκη ἑτέρας δεῖσθαι γῆς ἥτις χωρήσει τοὺς κακούς: —
σκέψασθε δʼ εἰς τόνδʼ: ἀποβλέπετε εἰς τὸν ἐμὸν υἱὸν, ὅστις ἠθέλησε μιᾶναι τὴν ἐμὴν κοίτην καὶ ἐλέγχεται ὑπὸ τῆς ἀποθανούσης: —
δεῖξον δʼ ἐπειδή γʼ εἰς μίασμʼ ἐλήλυθας: ἐπειδὴ εἰς μίασμα ἐλήλυθας, δεῦρό μοι ἐναντίον στῆθι, ἤγουν ἐπεὶ ὅλως εἰς τὸ μιᾶναί με ἦλθες, δεῖξόν μοι τὸ σὸν πρόσωπον. ἢ ἐπεὶ ὅλως ἐτόλμησας ἐλθεῖν εἰς τὸν τῆς Φαίδρας ἔρωτα, ὅπερ μίασμα καλεῖ: —
σὺ δὴ θεοῖσιν: σὺ δὲ εἶ ὁ ὑπὲρ πάντας σοφὸς ὢν καὶ σώφρων καὶ ἀκούων ἀμίαντος τῶν κακῶν; οὐδαμῶς ἐγὼ πείθομαι τοῖς σοῖς ψεύσμασι: —
καθαρὸς ἄχραντος: —
καὶ διʼ ἀψύχου βορᾶς: τῆς διʼ ὀρνέων τροφῆς: —
σίτοις καπήλευʼ: ἀντὶ τοῦ· χλεύαζε, ἀποπλάνα τοὺς ἀνθρώπους, ὥστε πορίζειν τροφάς. ἢ ἐν λόγοις ἐμπορεύου, καθάπερ οἱ λογέμποροι λεγόμενοι καὶ μὴ κατὰ φύσιν φιλοσοφοῦντες, ἀλλὰ τοὺς λόγους καπηλεύοντες, καὶ τοῖς σιτίοις τοῖς διʼ ἀψύχου βορᾶς ἀπάτα. ἀντὶ τοῦ· ἅγνευε, ὡς οἱ φιλόσοφοι μηδὲν ἀπὸ τῶν ὀρνέων ἐσθίοντες ἢ ἑτέρων ζῴων, ἀλλὰ σῖτον μόνον καὶ ἔχοντες τὸν Ὀρφέα βασιλέα, ὡς σώφρονα. ἐπεὶ ἔνδοξος ἦν ὁ Πυθαγόρας, ἤδη καὶ πολλοὶ ἐμψύχων ἀπείχοντο. ἀνάγει δὲ τοὺς χρόνους. περὶ ἑαυτοῦ γὰρ αἰνίξασθαι βούλεται ὁ Εὐριπίδης. τοιοῦτος δέ ἐστιν ἀεὶ, τὰ ἡρωϊκὰ πρόσωπα εἰσάγων φιλοσοφοῦντα: — τὸν ἡγεμόνα τῆς σοφίας: —
βάκχευε: μεγαλαύχει τὰς μωρίας πολλῶν γραμμάτων ἐπιστάμενος. τὸ γὰρ ληφθῆναί σε σκαιὰν ἐποίησέ σου τὴν ἄσκησιν: — τιμῶν καπνούς: προσποιοῦ ἔνθεος εἶναι: —
τέθνηκεν ἥδε: εἰ δὲ νομίζεις τοῦτό σε ἐξελεῖν καὶ λυτρώσασθαι, τὸ ταύτην ἀποθανεῖν, ἀλλʼ οὖν ἔχεις ἔλεγχον, τὰ γράμματα: — τέθνηκεν ἥδε: εἰ δὲ νομίζεις ἐκφυγεῖν ταύτης ἀποθανούσης, οὐδαμῶς ἔσται τοῦτο· ἐπεὶ ἔχεις ἔλεγχον, τὰ γράμματα ταῦτα: —
μισεῖν σε φήσεις: ἀλλʼ ἔχεις εἰπεῖν ὅτι ἐμίσει σε ὡς νόθον ὄντα· ἐπειδὴ οἱ γνήσιοι πολέμιοι εἰσὶ τοῖς νόθοις: —
κακὴν ἄρʼ αὐτὴν ἔμπορον: οἱ ἔμποροι τὰ μὲν παρέχουσι, τὰ δὲ λαμβάνουσι, καὶ τοῦτο ἐπʼ ὠφελείᾳ ποιοῦσιν. εἰ οὖν αὕτη τὴν ψυχὴν ἑαυτῆς δέδωκεν, ἵνα σε μισητὸν τῷ πατρὶ καταστήσῃ, ἄφρων ἄρα καθέστηκε τοιαῦτα ἐμπορευομένη. οἱ γὰρ ἔμποροι ἐπὶ κέρδει πραγματεύονται. ἔχεις, φησὶν, εἰπεῖν ὅτι ἐπραγματεύσατο, θέλουσά σε φονεῦσαι διὰ τὸ τὰ τέκνα αὐτῆς κρατῆσαι τῆς πόλεως: —
ἑαυτήν: —
ἀνδράσιν μὲν οὐκ ἔνι: τὸ ἀκόλαστον ἤτοι πορνικόν: —
οἶδʼ ἐγὼ νέους: οἶδα ἐγὼ νεωτέρους οἵτινες, ὁπηνίκα αὐτοὺς ἡ Κύπρις ταράξει, μωρότεροι γίνονται τῶν γυναικῶν: —
τὸ δʼ ἄρσεν αὐτούς: συγγνώμην αὐτοῖς παρέχει τὸ εἶναι ἀνδράσιν ἐν ταῖς ἁμαρτίαις, ταῖς γυναιξὶ δὲ οὔ. ἢ τὸ καλεῖσθαι ἄρσενας, ἐπεὶ οὐκ αἰσχύνονται ἐρῶντες, ἢ τὸ θρασὺ καὶ ἀναιδές: —
νῦν οὖν τί ταῦτα: τί, φησὶν, ἐναντιούμενος οὖν ἐγὼ νῦν τοῖς σοῖς λόγοις ταῦτα λέγω, ἔχων καὶ σαφῆ μάρτυρα, τὴν νεκρόν: —
ἔξερρε: φθείρου ἐκ ταύτης τῆς γῆς φυγὰς γεγονὼς καὶ μήτε εἰς τὴν πόλιν ταύτην εἰσέλθῃς. τὴν ἐπὶ Ἀθηνᾷ ᾠκοδομημένην. θεοδμήτους γὰρ τὰς θείως ᾠκοδομημένας· οὐ γὰρ ὑπὸ θεῶν ἐτειχίσθησαν: —
θεοδμήτους μόλῃς: θεοδμήτους οὐ λέγει τὰς Ἀθήνας ὡς ὑπὸ θεῶν τειχισθείσας, ἀλλʼ ὡς ἐπὶ τῇ Ἀθηνᾷ ἀνατεθείσας. αἱ γὰρ Ἀθῆναι πρῶτα κατὰ τὸν μῦθον ἀναφανεῖσαι πολλοὺς τῶν θεῶν εἵλκυσαν εἰς ἔρωτα ἑαυτῶν, ἐξαιρέτως δὲ παρὰ τοὺς λοιποὺς θεοὺς Ἄρης καὶ Ἀθηνᾶ τῆς πόλεως ἤρων καὶ ἀντεποιεῖτο ἑκάτερος. καθιστῶσιν οὖν αὐτοὺς τοὺς πολίτας τοὺς Ἀθηναίους δικαστὰς τίνι ἂν ἡ πόλις προσήκοι μᾶλλον. Ἀθηναῖοι δὲ λέγουσιν τῷ δεδειχότι σημεῖόν τι ἐν πόλει ἐκείνῳ ἀνατεθῆναι ταύτην. Ἀθηνᾶ οὖν ἐλαίαν ἐν τῇ ἀκροπόλει ἐξέφυσε καὶ οὕτως νικήσασα τὴν πόλιν ἔλαβεν ἑαυτῇ. καὶ διὰ τοῦτο τοῖς νικῶσι θαλλὸς ἐλαίας ἔκτοτε διδόμενος ἦν. ὥστε θεοδμήτους λέγει τὰς Ἀθήνας ὡς ἐπὶ τούτῳ οἰκοδομηθείσας ὥστε ἀνακεῖσθαι τῇ θεᾷ Ἀθηνᾷ: —
εἰ γὰρ παθών γε: εἰ γὰρ μὴ τιμωρήσομαί σε, οὐδὲ ἃ πρὶν κατώρθωσα, ἔτι ἐμὰ νομισθήσεται, ἀλλὰ μάτην ἂν ἐπαινοίμην ἐπʼ αὐτοῖς: —
οὐ μαρτυρήσει μʼ Ἴσθμιος Σίνις: Ἰσθμοῖ Σίνις ἐγένετο, ὅστις εἶχε κράββατον ἀνὰ μέσον τῆς ὁδοῦ καὶ τοὺς παριόντας κρατῶν προσεμέτρει τῷ κραββάτῳ, καὶ εἰ μὲν ἦν μακρὸς, ἀπέκοπτεν ἐκ τῶν ποδῶν αὐτοῦ διὰ τὸ ἰσῶσαι αὐτὸν τῷ κραββάτῳ· εἰ δὲ μικρὸς ἦν, μετὰ σφύρας κατέτυπτε τοὺς πόδας αὐτοῦ ἵνα ἐξισωθῇ τῷ κραββάτῳ. τοῦτον ἐφόνευσεν ὁ Θησεὺς μόνος. λέγει οὖν ὅτι, ἐὰν ὑπὸ σοῦ ἡττηθήσομαι, οὐ μὴ πιστώσῃ ἐκεῖνος ὁ Ἴσθμιος Σίνις ὅτι ἐγὼ αὐτὸν ἐφόνευσα: — Σίνις υἱὸς Πολυπήμονος περὶ τὸν Ἰσθμὸν ξενοκτονῶν, ὃς Πιτυοκάμπτης ἐλέγετο: —
ἑαυτόν: δύο ἀντωνυμίαι ἐπάλληλοι, κτείνειν ἓ αὐτόν. ἢ σύνθετον ἀντὶ ἁπλοῦ, τῆς αὐτός: —
οὐδʼ αἱ θαλάσσης: ὁ Σκείρων ἦν ἐν Μεγάροις τύραννος ἄξενος, ὃν τῇ χελώνῃ ἔρριψεν ὁ Θησεύς. Σκειρωνίδες δὲ πέτραι καλοῦνται ἀπὸ Σκείρωνος τοῦ τὴν χελώνην τρέφοντος, οὗ μέμνηται Καλλίμαχος ἄλλως: ὁ Σκείρων οὗτος ἠνάγκαζε τοὺς παριόντας νίπτειν τοὺς πόδας αὐτῷ καὶ λακτίζων αὐτοὺς βρῶμα ἐποίει γίνεσθαι χελώνης. Θησεὺς δὲ τοῦτον ὑπεράνω τῆς κεφαλῆς ῥίψας εἰς θάλασσαν, ἐποίησε βρωθῆναι ὑπὸ τῆς χελώνης: —
τὰ εὐτυχήματα τοῦ Θησέως: —
πάτερ, μένος: ὦ πάτερ, ἡ μὲν δύναμίς σου μεγάλη ἐστὶ καὶ ἡ διάνοια τῶν σῶν φρενῶν. ἀλλʼ ὅμως, ἐάν τις ἐρευνήσῃ τὸ πρᾶγμα τοῦτο, οὐ καλόν ἐστι. λέγει δὲ ταῦτα διὰ τὸ ἀγνοῆσαι ἐκεῖνον ὅτι ἡ Φαίδρα αὐτοῦ ἠράσθη, καὶ οὐκ αὐτὸς ἐκείνης: — ξύστασις: πύκνωσις λύπη. οἱ γὰρ χαίροντες ἐκ τοῦ ἐναντίου διαχέονται: —
τὸ μέντοι πρᾶγμα: τὸ πρᾶγμα, ἐν ὅσῳ μέν σοι ἄδηλόν ἐστιν, ὦ πάτερ, δοκεῖ δικαίους ἔχειν κατʼ ἐμοῦ τοὺς λόγους· εἰ δέ τις αὐτὸ ἐξετάσει, οὐ σχήσει κατʼ ἐμοῦ δικαίαν τὴν μέμψιν: —
δοκιμάσειεν ἐρευνήσειεν φανερὸν ποιήσειεν κρίνειεν: —
ἄκομψος: ἀπίθανος ἀνίκανος: — ἐγὼ δʼ ἄκομψος: ἐγὼ δὲ ἐν τοῖς μωροῖς ἀνεπιτήδειός εἰμι διὰ τὸ μὴ εἰδέναι αὐτοὺς τί ἀκούουσιν· ἐν δὲ τοῖς σοφοῖς λέξω καὶ νικήσω: —
ἔχει δὲ μοῖραν καὶ τόδʼ: ἔχει δὲ καὶ τοῦτο λόγον, ὅ ἐστιν· οὐκ ἀλόγως τοῦτο εἶπον ὅτι ἄκομψος μὲν εἰς ὄχλον εἰμὶ, εἰς ἥλικας δὲ σοφώτερος: — οἱ γὰρ ἐν σοφοῖς φαῦλοι: καὶ τοὐναντίον οἱ παρʼ ὄχλῳ φαῦλοι ἐν σοφοῖς μουσικώτεροι λέγειν: —
ὅθεν μʼ ὑπῆλθες: ὅθεν με κατέβαλες πρῶτον ὡς διαφθερῶν ἀπολογίαν οὐκ ἔχοντα. ὅθεν με, φησὶ, διαφθεῖραι ἔδοξας ὡς ἀπολογίαν μὴ ἔχοντα πρὸς τὰ ἐγκληθέντα: — ἄλλως: θεωρεῖς με ὅτι οὐκ ἀναβλέπω πρὸς σὲ καὶ οὐκ ἀντιλέγω τοῖς λεγομένοις ὑπὸ σοῦ, καὶ θέλεις εἰπεῖν ὅτι ἐγὼ αὐτὴν διέφθειρα: —
περισσὸς ὁ καί: —
ἐπίσταμαι γάρ: ἀντὶ τοῦ· φίλος εἰμὶ τῶν δικαίων ἀνθρώπων. μήτε ἀνταποδιδόναι κακὰ τοῖς χρωμένοις κακῶς, ὅ ἐστι τοῖς μὴ ἀμυνομένοις τοὺς προαδικοῦντας: — ἄλλως: ἐπίσταμαι δὲ κτᾶσθαι φίλους τοιούτους, τοὺς μὴ ἐπιχειροῦντας μηδὲ θέλοντας ἀδικεῖν: —
ἀλλʼ οἷσιν αἰδώς: ἀλλʼ οἷς πρόσεστιν ἡ αἰσχύνη καὶ μὴ ὁμιλοῦσι κακὰ μηδὲ ἀντὶ κακοῦ ἀποδιδοῦσι. μηδὲ συμπράττειν τοῖς αἰσχροῖς καὶ τοῖς ταῦτα βουλομένοις: — ὡς μήτε συμβουλεύειν καὶ ὑποτιθέναι τὰ χείριστα μήτε συνεργεῖν τοῖς τὰ αἰσχρὰ πράττουσιν: —
οὐκ ἐγγελαστής: οἷον· οὐχ ἕνεκα τοῦ ἐπεγγελᾶν φίλος εἰμὶ, ἀλλʼ ἀρετῆς χάριν: — ἄλλως: οὐδὲ προσγελῶν τοῖς φίλοις μου, ἀλλὰ καὶ τοῖς περὶ ἐμὲ οὖσι καὶ τοῖς ἄποθέν μου οὖσιν ὁ αὐτός εἰμι καὶ τὴν αὐτὴν διάθεσιν ἔχω πρὸς ἀμφοτέρους: — ἄλλως: οὔκ εἰμι ἐγὼ ἐγγελαστὴς, οἷον· οὐκ ἐγγελῶ τοῖς περὶ τὰ τοιαῦτα ἔχουσιν, ἀλλὰ μόνον οὐ σύνειμι αὐτοῖς: —
ἀλλʼ αὐτὸς οὐ παροῦσι: ἀλλʼ ὁμοίως καὶ μὴ παροῦσιν αὐτοῖς φίλοις ἐχρώμην καὶ ἐγγὺς ὤν: — ὁ ὅμοιος: — γράφεται καὶ φίλοις: —
ἑνὸς δʼ ἄθικτος: ἑνὸς δὲ πράγματός εἰμι ἀμίαντος, ἐν ᾧ καὶ νομίζεις με ληφθῆναι. μέχρι γὰρ ταύτης τῆς ἡμέρας ἀμίαντον σῶμα ἔχω καὶ τοῦ λέχους οὐκ οἶδα πρᾶξιν: —
γραφῇ τε λεύσσων: καὶ ἐν τοῖς ἀναγνώσμασιν ὁρῶν· καὶ ὅμως οὐδὲ ἐκεῖνα κατασκοπῶ καλῶς, οὕτως ὢν ἀμίαντος: —
παρθένον: καθαρὰν ἁγνήν: —
ἔγκληρον εὐνήν: πρὸς τοῖς οἴκοις λαβὼν καὶ τὴν εὔπορόν σου κοίτην: — ἄλλως: μονοκληρονόμον εἰ προσεδόκησα πατρὸς γυναῖκα λαμβάνειν, μάταιος ἄρα ἤμην. οὐδαμοῦ, φησὶ, συνέσεως ἦν ἐγὼ τοιαῦτα ἐννοούμενος: —
ἀλλʼ ὡς τυραννεῖν ἡδύ: οὐδαμῶς ὁ σώφρων ἐπιθυμεῖ βασιλεύειν, εἰ μὴ ἐκσταίη τῶν φρενῶν. τὸ δὲ ἑξῆς· εἰ μὴ τὰς φρένας διέφθορε τῶν θνητῶν ἡ μοναρχία, οἷς ἁνδάνει ἡ μοναρχία. ἀπὸ κοινοῦ δὲ ληπτέον τὸ μοναρχία: —
ἐγὼ δʼ ἀγῶνας: ἐγὼ πρῶτος θέλω εἶναι ἐν τῇ κυνηγεσίᾳ καὶ ἐν τῇ φιλοσοφίᾳ, ἐν δὲ τῇ πόλει δεύτερος: —
πράσσειν γὰρ εὖ: ὁ γὰρ ἐν ἀγῶσι τοιοῦτος ὢν καλῶς πράττει καὶ ἀκίνδυνός ἐστιν· ὁ δὲ πόλεως πρῶτος ὢν κίνδυνον ἔχει. οἱ γὰρ βασιλεύοντες ἐν κινδύνοις διάγουσιν: —
εἰ μὲν γὰρ ἦν μοι μάρτυς: εἰ γὰρ, φησὶ, καὶ ἕτερος ἦν καὶ τὰ αὐτά μοι ἔλεγε καὶ ἐμαρτύρει — τοῦτο γὰρ δηλοῖ τὸ οἷός εἰμι ἐγώ — καὶ ἦν ὁ ἀγὼν ζώσης αὐτῆς: — ἄλλως: εἰ παρῆν μοι μάρτυς δίκαιος, οἷός εἰμι ἐγώ, ὅ ἐστιν· εἰ εὐπόρησα μάρτυρος ἀληθοῦς, ὁμοίου τοῖς ἡμετέροις τρόποις: —
μηδʼ ἂν θελῆσαι: μηδὲ εἰς ἔννοιαν ἐλθεῖν μέ ποτε τοῦ μιᾶναι τὴν σὴν κοίτην, οὐχ ὅτι λέγεις με καὶ φθεῖραι αὐτήν: —
ἦ τἄρʼ ὀλοίμην: διαζευκτικὸς ὁ ἤ· ἢ ὀλοίμην, εἰ κακὸς φανήσομαι: —
εἰ δʼ ἥδε δειμαίνουσʼ: εἰ δὲ ἑαυτὴν φοβουμένη ἐφόνευσεν ἵνα μὴ κακὴν δόξαν λάβῃ διὰ τὸ ἐρασθῆναι τοῦ υἱοῦ τοῦ ἀνδρὸς αὐτῆς, οὐκ οἶδα: —
ἐσωφρόνησεν οὐκ ἔχουσα: δύναται ἐν ἐρωτήσει, ἵνʼ ᾖ οὕτως· ἡ Φαίδρα, ὡς σὺ φὴς, ἐσωφρόνησεν, καίτοι μὴ φύσει ὑπάρχουσα τοιαύτη· ἐγὼ δὲ ὁ ἔχων τὸ σωφρονεῖν οὐκ ἐσωφρόνησα, ἀλλʼ ἐβουλήθην αὐτῇ μιγῆναι, αὐτῆς μὴ βουλομένης: — ἄλλως: τινὲς δὲ κατʼ ἐρώτησιν οὕτως· ἆρα ἡ Φαίδρα μὴ οὐκ ἔχουσα σωφρονεῖν ἐσωφρόνησεν, ἐγὼ δὲ ὁ δυνάμενος σωφρονεῖν οὐκ ἐσωφρόνουν: — ἄλλως: ἐσωφρόνησεν ἡ Φαίδρα εἰποῦσα τὸν ἔρωτα, καίτοι οὐκ εἶχε σωφρονεῖν τοῦ ἔρωτος νικωμένη· ἐγὼ δὲ ἔχων τὴν σωφροσύνην οὐ καλῶς ἐχρησάμην αὐτῇ διὰ τὸ μὴ αὐτίκα μηνῦσαί σοι τὰ κατʼ αὐτὴν καὶ δηλῶσαί σοι: — γράφεται οὐχ ἑκοῦσα: — ἀποθανοῦσα, φησὶ, μὴ δυναμένη βαστάζειν τὸν ἔρωτα: —
ἡμεῖς δʼ ἔχοντες: ἡμεῖς δὲ σιωπήσαντες οὐ καλῶς ἐποιήσαμεν. τὸ δὲ ἔχοντες ἀντὶ τοῦ σιωπήσαντες, ἢ τὴν σωφροσύνην φυλάξαντες: —
ἀρκοῦσαν εἶπας: ἀπολογίαν ἀρκοῦσαν εἶπας τοῦ μὴ φονεῦσαι σε τὴν Φαίδραν: —
γόης: ἀπατεών, φαρμάκων ἔμπειρος: —
εὐοργησίᾳ: πρᾳότητι, ἀνεξικακίᾳ, βαθύτητι. οὕτως Ἀττικῶς. τινὲς δὲ εὐηθείᾳ: —
καὶ σοῦ γε κάρτα: θαυμάζω σε, ὦ πάτερ, εἰ ταῦτα καρτερεῖς. εἰ γὰρ ἐγὼ πατήρ σου ἤμην, οὐδαμῶς ἂν ἐφυγάδευόν σε, ἀλλʼ ἐφόνευον, εἰ ὑπελάμβανον διαφθείραντά μου τὴν γυναῖκα: —
ταχὺς γὰρ Ἅιδης ῥᾷστος: ἀντὶ τοῦ ἥδιστος. ταχύς δὲ, ἀντὶ τοῦ ὀξύς. οἱ γὰρ ἄδικοι ταχὺ τὸν θάνατον λαμβάνοντες χαίρουσι διὰ τὸ μὴ κρίνεσθαι αὐτοὺς πολλάκις: —
μισθὸς γάρ: ἐν πολλοῖς οὐ φέρεται οὗτος ὁ ἴαμβος: —
οὐδὲ μηνυτὴν χρόνον: οὐδὲ περιμενεῖς ὀλίγον χρόνον, ἵνα μάθῃς τὸ ἀσφαλές, ἀλλʼ οὕτως με διώκεις: —
ἡ δέλτος ἥδε: αὕτη ἡ δέλτος οὐκ ἔστιν ἀπὸ μαντείας κατεσκευασμένη, ἀλλὰ κατηγορεῖ σου· ἥνπερ ἐγὼ δέχομαι, τοὺς δὲ μάντεις πολλάκις ἐγὼ χαίρειν λέγω, ἀντὶ τοῦ οἰμῴζειν. οὐ παρὰ μάντεων, φησὶ, μαθοῦσα, ἀλλʼ αὐτὴ παθοῦσα καὶ πλέον ἄλλων εἰδυῖα. κλῆρος δέ ἐστι τὸ σημεῖον τὸ διδόμενον τοῖς μαντευομένοις, ἀφʼ ὧν οἱ μάντεις ὁρμώμενοι προφητεύουσι περὶ τῶν μελλόντων. τινὲς δὲ τῶν μάντεων ὄρνισι προσέχουσιν, οἱ δὲ κλήροις. κλῆρον τὴν μαντείαν. εἰσὶ γάρ τινες κλήρῳ μαντευόμενοι, ὅ ἐστι λαχμοῖς: — κλῆροι λέγονται τὰ σημεῖα τῆς πτήσεως τῶν οἰωνῶν, ἐξ ὧν οἱ μάντεις προλέγουσιν: —
οὐ δῆτα πάντως: ὑφʼ ἓν ἀναγνωστέον καὶ περιττεύει ἡ μία ἄρνησις: — οὐ δῆτα: ἀντὶ τοῦ· οὐδαμῶς ἐγχωρεῖ μοι πεῖσαί σε καὶ μάτην λύσω τὸν ὅρκον, ὃν ὤμοσα τῇ τροφῷ μηδενὶ εἰπεῖν: — ἄλλως: ἐπεὶ ὅλως, φησὶν, ἂν εἴπω, οὐ πείθω, διὰ τί καὶ τοὺς ὅρκους παραβαίνω: — ἄλλως: οὐ μή ποτε πείσω τοὺς περὶ Θησέα οὕς με δεῖ πεῖσαι, κἂν ἀποκαλύψω τὸν ἔρωτα τῆς Φαίδρας, ὥστε μάτην ἂν συγχέαιμι τοὺς ὅρκους οὓς πρὸς τὴν τροφὸν τῆς Φαίδρας ἐποιησάμην: —
οὐκ εἶ πατρῴας ἐκτός: τὸ εἶμι τὸ πορεύομαι, καὶ τὸ εἰμί τὸ ὑπάρχω, ἐν τῇ συνηθείᾳ κατὰ τὸ δεύτερον πρόσωπον ἀποβολὴν πάσχουσι τοῦ σ παραλόγως. φασὶ γὰρ ποῖ ἄπει καὶ ποῦ εἶ: —
τίνος ξένων: τίνος τῶν ξένων εἰς τοὺς οἴκους πορεύσομαι· διὰ τοιαύτην αἰτίαν φυγόντα τίς με ἐν οἴκῳ εἰσδέξεται: —
ὅστις γυναικῶν: ὅστις ἥδεται κομίζων ὡς ξένους λυμεῶνας τῶν γυναικῶν καὶ συνεργάτας τῶν κακῶν: —
ὦ δώματʼ εἴθε: ὦ οἰκήματα, εἴθε φωνὴν ἀφείητε καὶ μαρτυρήσαιτέ μοι, εἰ τοιοῦτος ἀνὴρ γέγονα: —
εἰς τοὺς ἀφώνους: γράφεται σοφῶς, ἵνʼ ᾖ σοφιστικῶς καὶ τεχνικῶς. εἰς τὸ φεύγεις ὑποστικτέον, τὸ δὲ λοιπὸν κατὰ ἀπόφασιν· εἰς τοὺς ἀφώνους μάρτυρας φεύγεις, ὅ ἐστιν ἀφώνους μάρτυρας ἐπικαλῇ, τὸ δὲ κατὰ Φαίδραν πρᾶγμα μὴ φθεγγόμενον σαφῶς μηνύει σε κακόν: —
εἴθʼ ἦν ἐμαυτόν: εἴθε δυνατὸν ἦν ἐμαυτὸν ἄλλον γενόμενον προσβλέψαι δακρύοντα καὶ κατιδεῖν ἐν ὁποίοις κακοῖς εἰμι. τοῦτο δὲ λέγει διὰ τὸ μὴ τὸν Θησέα προσβλέποντα αὐτὸν οἰκτείρειν: —
πολλῷ γε μᾶλλον: σαυτὸν ἐμελέτησας μᾶλλον σέβειν ὑπὲρ τοὺς τεκόντας. ὢν δίκαιος, ὡς αὐτὸς λέγεις. μᾶλλον σεαυτὸν ἤσκησας σέβειν: —
Ἀντιόπη: —
οὐχ ἕλξετʼ αὐτὸν δμῶες: οὐ διώκετε αὐτὸν ἐκ ταύτης τῆς γῆς· οὐκ ἐκ πολλοῦ χρόνου εἶπον ὑμῖν: —
πάλαι ξενοῦσθαι: ἐπὶ ξένης γῆς διατρίβειν, ξένος ἀντὶ πολίτου γίνεσθαι. οὕτως Ἀττικῶς: —
κλαίων τις αὐτῶν: οὐχ ὡς ἀντιτείνων λέγει, ἀλλʼ ὡς ἐξ ἐλευθέρας χειρὸς ὠθεῖσθαι βουλόμενος. ὄντως, ἐάν μέ τις διώξῃ ἐκ τῶν δούλων, κλαίων ἀναχωρήσει· ἐὰν δὲ θέλῃς, σὺ δίωξόν με ἐκ τῆς γῆς σαυτοῦ: —
ἄραρεν: ἀντὶ τοῦ· ἔδοξε κέκριται: — ὦ τάλας ἐγώ: ἐγίνωσκον γὰρ τὰ περὶ ἐμοῦ καὶ Φαίδρας ἐπεγίνωσκον ὥστε μὴ δυνατὸν εἶναι ταῦτα φράζειν. «ὅρκοις πεδηθεὶς τῆς τροφοῦ παρʼ ἀξίαν»: — ἄλλως: γινώσκω ταῦτα, γινώσκω δὲ οὐχ οὕτως ὥστε εἰπεῖν, ἀλλὰ κρύψαι: —
φευξούμεσθα: Ἀττικήν φησι φεύγειν, ὅτι ὑπὸ μίαν βασιλείαν ἦσαν Ἀττική τε καὶ Τροιζήν. καὶ ἑτέραν λέγων, ἑκατέραν ὠνόμασεν: —
καὶ γαῖʼ Ἐρεχθέως: τὸ αὐτὸ λέγει. Ἐρεχθεὺς γὰρ ἐβασίλευσεν εἰς τὰς Ἀθήνας: —
ὡς ἐγκαθηβᾶν: ἐννεάσαι. ἡβητὰς τρέφεις διὰ τὸ ἔχειν τόπους εἰς τὸ ἡβᾶν ἐπιτηδείους. ὅθεν καὶ ἡβητήρια τὰ γυμνάσια: —
ἦ μέγα μοι τὰ θεῶν: γυναῖκες μέν εἰσιν αἱ τοῦ χοροῦ. μεταφέρει δὲ τὸ πρόσωπον ἐφʼ ἑαυτοῦ ὁ ποιητὴς καταλιπὼν τὰ χορικὰ πρόσωπα· μετοχαῖς γὰρ ἀρσενικαῖς κέχρηται. τὸ δὲ μοί ἀντὶ τοῦ μοῦ, ὡς τὸ «μητέρι μοι μνηστῆρες». τὸ δὲ ἑξῆς· ὄντως μου τὰς λύπας μεγάλως ἀφανεῖς καθίστησι τὰ περὶ θεῶν μελεδήματα, ὅταν εἰς φρένας ἔλθῃ. ὁρῶν δὲ ὁ χορὸς εὐσεβῆ μὲν ὄντα τὸν Ἱππόλυτον, κακῶς δὲ πράττοντα παρὰ τὸ δίκαιον, θαυμάζει τοῦ βίου τὸ ἀνώμαλον καὶ ταράττεσθαί φησι τὴν διάνοιαν, ὑπονοῶν μὲν τὸ θεῖον προνοεῖσθαι τῶν ἀνθρωπίνων, ὁρῶν δὲ θείας προνοίας μὴ μετέχοντα τῶν ἀνθρώπων τὰ πράγματα ἐκ τοῦ τοὺς μὲν ἀδίκους εὖ πράττειν, τοὺς δὲ δικαίους παρὰ τὴν ἀξίαν πράττειν κακῶς. ὁ δὲ νοῦς· ὅταν, φησὶ, θεοὺς λογίσωμαι, πάσης λύπης ἀπαλλάσσομαι, ἐνθυμούμενος ὅτι ἀδεκάστως τὰ πράγματα κρίνουσι, τὰ πρὸς ἀξίαν ἑκάστῳ παρέχοντες. καὶ δοκῶν κατὰ τοῦτο συνετὸς εἶναι ἄφρων ἐλέγχομαι, ὁρῶν τοῦ βίου τὴν σύγχυσιν. σύνεσιν γάρ τινα ἐν ταῖς ἐλπίσιν ἔχων, ἐλαττοῦμαι καὶ ἀπολείπομαι βλέπων ἔν τε ταῖς τύχαις τῶν ἀνθρώπων καὶ ἐν τοῖς ἔργοις, τουτέστιν· ὁπηνίκα ἂν τὰ ἀνθρώπινα ἐννοήσω, ἐλαττοῦμαι καὶ οὐ μέγα φρονῶ: — ἄλλως: ὁπηνίκα μοι τὰ τῶν θεῶν προνοήματα καὶ αἱ διοικήσεις καθʼ ἃς τῶν ἀνθρωπίνων ἐπιστατοῦσι πραγμάτων, περὶ τὴν ἐμὴν διάνοιαν γένωνται καὶ ἀνασκοπήσω αὐτά, μέγα μέρος τῆς λύπης ἀφαιροῦμαι, πρόνοιαν νομίζων εἶναι τὴν δικαίως τὰ ἀνθρώπων οἰκονομοῦσαν. βλέπων δὲ πάλιν εἰς τὰς τῶν ἀνθρώπων τύχας καὶ εἰς τὰς πράξεις αὐτῶν καὶ ὁρῶν τοὺς μὲν κακοὺς εὐτυχοῦντας τοὺς δὲ ἀγαθοὺς ἀτυχοῦντας, λείπομαι κατὰ πολὺ καὶ ἄφρων ἐλέγχομαι καὶ ἀμαθής, κἂν νομίζω καὶ ἐλπίζω ὅτι σύνεσίν τινα καὶ νόησιν τῶν ἀνθρωπίνων ἔχω πραγμάτων: — ἄλλως: ὁπηνίκα, φησὶν, ἐνθυμηθῶ ὅτι οἱ θεοὶ προνοοῦνται τῶν ἀνθρώπων, μεγάλως τῆς λύπης ἀναχαιτίζομαι: —
ξύνεσιν δέ τινʼ: σοφίαν δέ τινα ἐν τῇ διανοίᾳ ἔχων καθὸ πρόνοιαν θεῶν λογιζόμενος, ἐκπίπτω ταύτης, ἔν τε ταῖς τύχαις τῶν θνητῶν καὶ ἐν τοῖς ἔργμασι βλέπων: — ἄλλως: νόησιν δέ τινα τῶν ἀνθρωπίνων πραγμάτων ἐλπίζων ἔχειν ἐν τῇ διανοίᾳ, ἐλέγχομαι κατὰ πολὺ τῆς ἀληθείας λειπόμενος: — ἐν ἐλπίδι δὲ, φησὶ, τιθέμενος τὰ πράγματα, ἀπολείπομαι τῆς ἐλπίδος· οὐ γὰρ ἀποβαίνει καθὼς ἐλπίζω: —
ἔν τε τύχαις: ἐν ταῖς τύχαις τῶν ἀνθρώπων καὶ ἐν τοῖς ἔργοις βλέπων: —
ἄλλα γὰρ ἄλλοθεν πράγματα ἐναλλάσσεται, οἷον· πολλὴ ἡ μεταβολὴ τῶν ἀνθρωπίνων πραγμάτων: —
μεταβαίνει εἰς πολλά, μεταβάλλεται: — μετὰ δʼ ἵσταται: μεταβαίνει εἰς πολλὰ πλανώμενος τοῖς ἀνθρώποις ὁ βίος, οἷον· οὐ μένει βέβαιος ὁ αἰὼν, ἀλλὰ μεταβάλλεται: —
πολυπλάνητος: οἷον· τὸ ζῆν ἀεὶ μεταβάλλεται πολυπλάνητον ὂν τοῖς ἀνθρώποις: —
ἄλγεσι θυμόν: καὶ ἐν κακοῖς ἄφθαρτον, ἀβλαβῆ τὴν ψυχὴν παράσχοι: —
δόξα δὲ μήτʼ ἀτρεκής: ἀντὶ τοῦ· μὴ σχῶ μεγάλην δόξαν μήτε μικράν, ἀλλὰ μέσην καὶ καλήν: — μήτʼ αὖ παράσημος: ἀντὶ τοῦ ἀδόκιμος, ἀπὸ μεταφορᾶς τῶν κιβδήλων νομισμάτων: — ἄλλως: εἰς ἄκρον τελεία ἐν εὐτυχίᾳ. ἤτοι παρὰ τὸ σημεῖον τοῦ ἀτρεκοῦς. τοῦτο δὲ λέγει ὅτι εἴθε μοι ἐδόθη βίος εὐτυχὴς καὶ ἄλυπος καὶ μήτε βασιλείᾳ ἐτιμήθην· αὕτη γάρ ἐστιν ἡ ἀτρεκὴς καὶ ὑπερφέρουσα δόξα· μήτε κατὰ τὸν βίον πενία ἐσχάτη καὶ ἀτυχία καὶ ἀδοξία καὶ θλῖψις. διὰ τοῦτο γὰρ τῇ παράσημος λέξει ἐχρήσατο κατʼ ἐναντίωσιν τοῦ ἀτρεκής, ἤτοι παρὰ τὸ σημεῖον καὶ τὸ σύμβολον τῆς ἀτρεκότητος καὶ τῆς ὑπερφερούσης δόξης: —
ῥᾴδια δʼ ἤθεα: ἀντὶ τοῦ εὐχερῆ καὶ ἄλυπα ἤθη ἔχουσα, προβαίνουσα εὐτυχοίην ἀεί: — ἄλλως: εὐχερῶς δὲ τὰ ἤθη μεταβάλλουσα τὸν ὀλίγον χρόνον, εὐτυχοίην τὸν βίον. τὸ δὲ ἑξῆς· εὔκολον δὲ ζωὴν εἰς τὸν καθʼ ἡμέραν χρόνον ἀεὶ διαδεχομένη σὺν ἄλλοις τὸν βίον εὐτυχοίην. δύναται καὶ ἀντὶ ἐνεργητικοῦ κεῖσθαι, μεταβαλλομένη, ἀντὶ τοῦ μεταβάλλουσα· δύναται πάλιν εἶναι· κατὰ τὰ ἤθη μεταβαλλομένη: —
μεταβαλλομένα: διαδεχομένη, ἡ μοῖρα δηλονότι: —
βίον συνευτυχοίην: καλῶς ἡ σύν ἔγκειται πρόθεσις, δηλοῦσα ὡς οὐκ ἄκραν εὔχεται εὐδαιμονίαν οὐδὲ πλεονεκτεῖν τῶν ἄλλων, ἀλλὰ σὺν ἄλλοις εὐπραγεῖν κατὰ τὸν βίον: —
οὐκέτι γὰρ καθαράν: ἀντὶ τοῦ οὐκ ἀτάραχον, οὐκ ἄφοβον· διὸ καὶ μετὰ φυλακῆς ηὐξάμην: — ἄλλως: ἄδολον, εἰς θεοὺς δηλονότι. τοῦτο δὲ τοῖς ἄνω συναπτέον, ἵνʼ ᾖ οὕτως· ἐκπίπτω τοῦ ἀνάγειν εἰς θεοὺς πρόνοιαν τῶν ἀνθρωπίνων πραγμάτων· οὐκέτι γὰρ καθαρὰν φρένα ἔχω, τουτέστιν· οὐκ ἔχω ἀτάραχον φρένα ἐπὶ τῷ παρόντι, ὅτι ἀδίκως ἀπόλλυται ὁ Ἱππόλυτος: —
ἐπεὶ τὸν Ἑλλανίας: ἐπειδὴ τὸν τῆς Ἑλληνικῆς γῆς φανερώτατον ἀστέρα, καὶ τὰ ἑξῆς. ἀστέρα λέγει τὸν Ἱππόλυτον, διὰ τὸ ἐπιφανὲς τῆς παρθενίας αὐτοῦ: —
φανερώτατον ἀστέρα: τὸν ἐπιφανέστατον τῆς Ἀττικῆς ἀστέρα. καὶ Ὅμηρος «εὐρυάγυιαν Ἀθήνην»: —
ὦ ψάμαθοι: ὦ αἰγιαλοὶ τῆς θαλάσσης τῆς λευκῆς, ἔνθα ἐγυμνάζετο: —
ὦ δρυμὸς ὄρειος: ὑπερβατόν· ὅθι μετὰ κυνῶν ἐπέβης ὠκυπόδων, θεᾶς θῆρας ἐναίρων, ὅ ἐστι· τοὺς ὑποτεταγμένους τῇ Ἀρτέμιδι: —
θεᾶς μέτα: οἱ μὲν ὑπερβατόν, μετὰ κυνῶν· οἱ δὲ μετὰ τῆς θεᾶς. Ἀρτέμιδος τοὺς θῆρας φονεύων· ἱεροὶ γὰρ αὐτῆς οὗτοι: —
Δίκτυνναν ἀμφὶ σεμνάν: Δίκτυννα ἐκλήθη ἡ Ἄρτεμις διὰ τοιαύτην αἰτίαν. Βριτόμαρτις νύμφη ἐγένετο συγκυνηγέτις τῇ Ἀρτέμιδι. ταύτης ἠράσθη Μίνως καὶ κατεδίωξεν αὐτὴν μῆνας ἐννέα· καὶ μὴ ὑποφέρουσα ἔτι, ἔρριψεν ἑαυτὴν ἀπὸ τοῦ ὄρους εἰς θάλασσαν καὶ ἐσώθη ἐν τοῖς δικτύοις, καὶ τούτου χάριν ἐκλήθη ἡ Ἄρτεμις Δίκτυννα: — ἄλλως: οἱ μὲν Δίκτυνναν αὐτήν φασι τὴν Ἄρτεμιν, οἱ δὲ Ἑκάτην, οἱ δέ τινα ἑτέραν, Δίκτυνναν … παρεπομένην τῇ Ἀρτέμιδι. Ἄρτεμις Δίκτυννα τούτῳ τῷ ὀνόματι καλεῖται παρόσον διὰ μεθόδων δικτυηρῶν … οἱ ἐπακτῆρες καὶ κυνηγοὶ τοὺς θῆρας αἱροῦσι, δίκτυον δὲ οἱ ἁλιεῖς οὕτως ἐκάλεσαν τὸ ἀμφίβληστρον διὰ τὸ ὑπὲρ τῆς … μολιβδαίνης τοὺς ἰχθῦς μὴ ἐᾶν ἀναπλέειν, ἀλλὰ παρακατέχειν καὶ ἐναποκλείειν ἔνδον. ἰστέον δὲ ὅτι τὸ ὄνομα τῆς Δικτύννης μᾶλλον τῇ Ἑκάτῃ προσάπτεσθαι δεῖ ὡς πᾶσι μὲν παρεπομένῃ θεοῖς, μάλιστα δὲ τῇ Ἀρτέμιδι· δῆλον δὲ ἐκ τοῦ καὶ αὐτὴν Ἑκάτην ὀνομάζεσθαι: —
Ἐνέτη πόλις Ἠπείρου ἔνθα γίνονται καλοὶ ἡμίονοι καὶ πῶλοι: — πώλων Ἐνετᾶν: Παφλαγονικῶν. Ἐνετοὶ γὰρ ἔθνος Παφλαγονίας. εἰ δέ τις εἴποι, ἐκ ποίας πόλεως ὠνομασμένοι, ἴστω ὅτι πολλοὶ βάρβαροι οὐκ ἐκ πόλεως οὐδὲ ἐκ χώρας, ἀλλʼ ἐξ ἔθνους ὀνομάζονται, ὡς Νομάδες, Βλέμυες. ἡ δὲ ἐπί ἀντὶ τοῦ εἰς, οὐκέτι εἰς συζυγίαν Ἐνετῶν πώλων βήσῃ, ὡς τό «ἐς δʼ ὄχεα φλόγεα ποσὶ βήσετο»: —
τὸν ἀμφὶ Λίμνας: Λίμνη τόπος Τροιζῆνος, ἔνθα Λιμνᾶτις Ἄρτεμις καλεῖται. περὶ τὸ πεδίον τῆς Λίμνης τὸ τρεχόμενον οὐκέτι τοὺς γυμναστικοὺς ἵππους κατέχων τῷ ποδὶ καὶ γυμνάζων: —
ποδὶ γυμνάδας ἵππους: τοὺς γυμναστικοὺς ἵππους οἱ ἱππαζόμενοι ἀντιβαίνοντες τῷ ποδὶ ἀνακρούουσι τοῖς χαλινοῖς: —
μοῦσα δʼ ἄυπνος: ἡ δὲ ἄυπνος καὶ διηνεκὴς ᾠδὴ τῶν ὑπὸ τῇ ἄντυγι χορδῶν λήξει. τὸν ζυγὸν δὲ τῆς κιθάρας ἄντυγα καλεῖ. ἢ τὸν πῆχυν ὡς κιθαρίζοντος αὐτοῦ: —
κόρας: πρὸς τὸ Λατοῦς: — ἀστέφανοι δὲ κόρας: αἱ δὲ ἀναπαῦλαι τῆς θυγατρὸς Λητοῦς, ὅ ἐστι τῆς Ἀρτέμιδος, αἱ κατὰ τὴν βαθεῖαν ὕλην ἀστεφάνωτοι ἔσονται: — ἄλλως: αἱ δὲ ἀναπαύσεις τῶν κορῶν τῶν συγχορευουσῶν περὶ τὸ τῆς Λητοῦς ἱερὸν ἀστέφανοι ἔσονται, τουτέστι λυπηθήσονται ἐπὶ σοὶ αἱ παρθένοι: —
φυγᾷ σᾷ: διὰ τὴν σὴν φυγὴν οὐκέτι ἁμιλληθήσονται αἱ παρθένοι ὑπὲρ τοῦ γάμου, τίς σοι δοθήσεται γυνή: — ἄλλως: φυγάδος σοῦ ὄντος ἡ φιλονικία τῶν παρθένων τῶν ἐπιδοξαζομένων τῷ σῷ γάμῳ ἀπώλετο: —
ἅμιλλα κόραις: φιλονικία ἐναντίωσις ἕνεκεν τῶν λέκτρων: —
διοίσω: ἐν τοῖς δακρύοις διάξω καὶ ζήσω: —
πότμον ἄποτμον: θάνατον κακοθάνατον: —
ἔτεκες ἀνόνητα: ἐπειδὴ οὐκ ἀπέλαυσεν αὐτοῦ: —
μηνίω: ὀργίζομαι σχετλιάζω: —
ἰὼ ἰὼ συζύγιαι Χάριτες: αἱ συνεζευγμέναι Χάριτες τῷ Ἱππολύτῳ. αἱ συζευγνῦσαι, ὅ ἐστι γαμήλιοι. ἀντὶ τοῦ· ὦ Χάριτες ἔφοροι τῆς συζυγίας: —
οὐδὲν ἄτης: οὐδεμιᾶς βλάβης: —
Θησεῦ, μερίμνης ἄξιον φέρω: οἱ ἀρχαῖοι καὶ ἐξ ὀνόματος τοὺς δεσπότας ἐκάλουν: — σοὶ καὶ πολίταις: πολίτας φησὶ τοῦ Θησέως Ἀθηναίους καὶ Τροιζηνίους. τούτων γὰρ ἀμφοτέρων πολίτης ἐστὶν, ἐκ μὲν πατρὸς Ἀθηναίων, ἐκ δὲ μητρὸς Τροιζηνίων: —
ναίουσι καὶ γῆς τέρμονας: περὶ τὰ τέλη τῆς Τροιζῆνος. τέρμονας Τροιζῆνος τοὺς ὅρους φησίν: —
δισσὰς κατείληφε: τὰς δύο πόλεις, Τροιζῆνα καὶ Ἀθήνας: —
ὡς εἰπεῖν ἔπος: ὡς ἐν συντόμῳ εἰπεῖν: —
δέδορκε: ἀντὶ τοῦ· μέλλει ἀποθνῄσκειν: —
πρὸς τοῦ: μή τις ἐχθρὸς ἦν αὐτῷ; μὴ ἆρα γυναῖκά τινος ἔφθειρεν ὡς καὶ τὴν ἐμήν, κἀκεῖνος φονεύει αὐτόν: —
παιδὸς ἠράσω πέρι: ἡ περί ἀντὶ τῆς κατά, κατὰ τοῦ σοῦ παιδός: —
ὡς ἄρʼ ἦσθʼ ἐμός: ὦ Πόσειδον, ὄντως ἔμαθον ὅτι ἐμὸς εἶ πατήρ: —
ἔπαισεν αὐτὸν ῥόπτρον: ἡ ῥομφαία, ὅ ἐστιν εἶδος ξίφους, καὶ ἡ πάγη καὶ τὸ ἐπίσπαστρον: — ἄλλως: πλῆγμα. κυρίως δὲ ῥόπαλον: — ῥόπτρον: ἡ πάγη. ἀπὸ τοῦ ῥαπίζειν: —
ἡμεῖς μὲν ἀκτῆς: ἡμεῖς μὲν ἐν τῷ αἰγιαλῷ τῷ δεχομένῳ τὰ κύματα ἐφιλοκαλοῦμεν τοὺς ἵππους, κλαίοντες ἐπὶ τῇ φήμῃ τῆς ἐξορίας τοῦ Ἱππολύτου: —
ψήκτραισιν ἵππων: ἀπὸ τοῦ καταψήχειν ὠνομάσθη ψήκτρα: —
ὡς οὐκέτʼ ἐν γῇ: ὅτι ὁ Ἱππόλυτος φεύγει τὴν ἰδίαν γῆν καὶ πόλιν: —
δακρύων ἔχων μέλος: στεναγμόν. τουτέστι στενάζων. ἀντὶ τοῦ θρηνῶν. οὐ περὶ ἄλλων δακρύων, ἀλλὰ περὶ ὧν καὶ ἡμεῖς: — ἀντὶ τοῦ· τὸν αὐτὸν στενάζων στεναγμόν: —
μυρία δʼ ὀπισθόπους: ἀντὶ τοῦ· πολλὴ προπομπὴ, πολλὴ ἄθροισις ὄπισθεν ἀκολουθοῦσα τοῦ Ἱππολύτου: —
τί ταῦτʼ ἀλύω: δυσφορῶ. λείπει ἡ διά, διά τί ἀδημονῶ καὶ θρηνῶ· οὐκ ἐγχωρεῖ μὴ πεισθῆναί με τοῖς λόγοις τοῦ πατρός μου καὶ ἀναχωρῆσαι ἐκ ταύτης τῆς γῆς: —
ἐξηρτυμένας: ἡτοιμασμένας. ἀντὶ τοῦ· ταχέως, ἅμα τοῖς λόγοις καὶ πρὸ τοῦ πληρῶσαι αὐτὸν τὸν λόγον, παρεστήσαμεν αὐτῷ τὸ ἅρμα: —
μάρπτει δὲ χερσίν: εἰώθασιν οἱ ἁρματηλάται περιάπτειν τὰ λῶρα τῇ ἄντυγι, ὅπως δοκοῖεν οἱ ἵπποι ὑπό τινος ἄγχεσθαι· ὡς ὁ ποιητής «ἐξ ἄντυγος ἡνία τείνας»: — ἄλλως: λαμβάνει τοὺς χαλινοὺς ἐν ταῖς χερσὶ καὶ κρατεῖ ἐκ τοῦ ἅρματος: —
αὐταῖσιν ἀρβύλαισιν: ταῖς τοῦ ἅρματος περὶ τὴν ἄντυγα, ἔνθα τὴν στάσιν ἔχει ὁ ἡνίοχος: —
καὶ πρῶτα μὲν θεοῖς: ἀντὶ τοῦ· ηὔξατο τοῖς θεοῖς τὰς χεῖρας ἀνατείνας: —
αἴσθοιτο δʼ ἡμᾶς: καὶ μάθοι ὁ πατὴρ ὅτι ἀτιμάζει με. ἑνικῷ πληθυντικὸν ἐπήγαγεν, διὸ τὸ χ: —
ἐπῆγε κέντρον: ἀντὶ τοῦ· τὴν μάστιγα ἐπὶ τοὺς ἵππους μετήνεγκεν: —
ἐφʼ ἅρματος: ἀντὶ τοῦ· παρὰ τῷ ἅρματι, ὡς τὸ «Ἀθηναίης ἐπὶ γούνασιν»: —
κἀπιδαυρίας ὁδόν: ἔνθα ἐτιμᾶτο ὁ Ἀσκληπιός. σεσημείωται δὲ ὅτι οὐ λέγουσι τὴν ἐπʼ εὐθείας τοπικῶς: —
ἤδη κειμένη: τὸ ἤδη πρὸς τὸ ἔρημον: — Σαρωνικόν: Σαρωνικὸς κόλπος ἐστὶ πρὸς τῇ Κορίνθῳ ἱερὸς Ἀρτέμιδος, ἐν ᾧ φασὶ τὴν Σκύλλαν ὑπὸ Μίνωος ἑλκυσθῆναι. ὄνομα οὖν ἐστι πελάγους, ὀνομασθὲν ἀπό τινος Σάρωνος κυνηγοῦ· οὗτος διώκων ἔλαφον εἰς τὸ πέλαγος κατέπεσεν καὶ ἐκεῖ ἐπνίγη. ἄλλοι δέ φασιν ὅτι ἐκ τῆς Σκύλλης τῆς θυγατρὸς τοῦ Νίσου τοῦ ἀδελφοῦ τοῦ Αἰγέως καὶ Πάλλαντος. οὗτος γὰρ ᾤκησεν εἰς Μέγαρα, ἐάσας τοὺς ἀδελφοὺς μαχομένους περὶ τῆς βασιλείας. καὶ ἦν εἱμαρτὸν μὴ παραληφθῆναι τὸν τόπον ἐν ᾧ ἦν ὁ Νῖσος, ἕως εἶχε τὸν χρυσοῦν πλόκαμον ἐν τῇ κεφαλῇ αὐτοῦ. ὁ οὖν Μίνως στρατοπεδεύσας κατʼ αὐτοῦ οὐκ ἠδυνήθη παραλαβεῖν. ἡ δὲ θυγάτηρ αὐτοῦ Σκύλλα θεωρήσασα τὸν Μίνωα ἐφίλησεν αὐτὸν καὶ συνετάξατο αὐτῷ προδοῦναι τὴν πόλιν, εἰ λάβοι αὐτὴν γυναῖκα. ὁ δὲ συνέθετο· καὶ παραγενομένη τέμνει τοῦ τεκόντος τὸν πλόκαμον καὶ τὴν πόλιν προὔδωκε. καὶ μετὰ τὸ παραλαβεῖν τὴν πόλιν ἔλαβεν αὐτὴν ἐπάνω τοῦ πλοίου καὶ ἔδησεν αὐτὴν εἰς τὸ πηδάλιον καὶ ἐν τῇ θαλάσσῃ καθῆκεν καὶ ἔμεινε συρομένη ἐν αὐτῇ καὶ διὰ τοῦτο ἐκλήθη Σαρωνικὸν τὸ πέλαγος. ἐκπεσοῦσα δὲ ἐν τῇ θαλάσσῃ καὶ θηρίον γενομένη τὴν οἰκείαν φύσιν μετέβαλεν οὐδαμῶς: —
ἀκτὰς ἀποβλέψαντες: εἰς δὲ τὰς πέτρας τὰς ὑπὸ τῶν κυμάτων κλυζομένας ἀποβλέψαντες ἐθεωρήσαμεν τὸ κῦμα μέχρι τοῦ οὐρανοῦ ἀνερχόμενον, καὶ τοσοῦτον ὑψηλὸν ἦν τὸ κῦμα ὥστε μηκέτι καθορᾶν ἡμᾶς τὸ ὄρος τοῦ Σκείρωνος. ἐκ τοῦ ὕψους τοῦ κύματος οὐκέτι ἑωρῶμεν τὴν Σκειρωνίδα ἀκτήν: — ἱερόν: ἀντὶ τοῦ μέγα: —
γειτνιάζον ἐγγίζον: —
κἄπειτʼ ἀνοιδῆσάν τε: τὸ κῦμα εἰς ὕψος ἠρμένον. ἰσθμὸν δὲ τὴν στενὴν γῆν τὴν κυκλουμένην ὑπὸ τῶν ὑδάτων: — διαφέρει δὲ ἰσθμὸς πορθμοῦ. ἰσθμὸς μὲν γάρ ἐστιν ὁ μεταξὺ δύο θαλασσῶν πορεύσιμος τόπος, πορθμὸς δὲ τὸ ἀνάπαλιν: — καὶ πέριξ ἀφρόν: ἀναφυσηθέν: —
οὗ τέθριππος ἦν ὄχος: ὅπου τὸ ὄχημα τὸ ἐκ τεσσάρων ἵππων ἐζευγμένον, τὸ τοῦ Ἱππολύτου: —
οὗ πᾶσα μὲν χθών: οὗτινος ταύρου βοῶντος πᾶσα ἡ γῆ φωνῆς ἐπληρώθη: —
φρικῶδες: ἰσχυρόν: —
κρεῖσσον θέαμα: οἷον· ὑπὲρ θέαν ἦν τὸ ἐκτεθὲν ὡς μηδὲ φέρειν τὴν φωνὴν τὰς ἀκοὰς μηδὲ τὴν θέαν τὰ ὄμματα: — δεργμάτων: ἀποσκοπῆς τῶν ὀφθαλμῶν: —
καὶ δεσπότης μὲν ἱππικοῖς ἐν ἤθεσι: μελέταις. συνήθειαν πολλὴν ἔχων ἐν τῷ ἱππεύειν: — ἄλλως: ὁ μὲν Ἱππόλυτος διὰ τὸ μὴ θροηθῆναι τοὺς ἵππους αὐτοῦ ἐπέπεσεν αὐτοῖς καὶ ἔσφιγξε τοὺς χαλινούς: —
ἥρπασʼ ἡνίας χεροῖν: ἐκράτησεν ἀνέτεινεν: —
ἕλκει δὲ κώπην: τὸ ἑξῆς· ἕλκει δὲ ἱμᾶσιν εἰς τοὔπισθεν ἀρτήσας δέμας ὡς ναύτης κώπην: — ἄλλως: ὥσπερ δὲ ναύτης ζάλης οὔσης κρατεῖ τὸ πηδάλιον καὶ σῴζει τὴν ναῦν, οὕτω καὶ ὁ Ἱππόλυτος τὰ λῶρα ἐκράτει: —
ἀρτήσας: ἐκκρεμάσας τὸ σῶμα: —
αἱ δʼ ἐνδακοῦσαι: αἱ δὲ πῶλοι ἐνδακοῦσαι καὶ κρατήσασαι τοὺς χαλκοῦς χαλινοὺς τοὺς ἐκ πυρὸς γενομένους ἐν ταῖς σιαγόσιν: —
οὐδʼ ἱπποδέσμων: καὶ μήτε τοῦ ἡνιόχου φροντίδα ποιούμεναι μήτε τῶν χαλινῶν: — οὐ φροντίζουσαι τοῦ εὐκατασκευάστου ἅρματος: — κεἰ μὲν εἰς τὰ μαλθακά: καὶ εἰ μὲν εἰς τὰ ἁπαλὰ καὶ ἰσόπεδα τὸν δρόμον ἐποίει, ἐφαίνετο ὁ ταῦρος ἔμπροσθεν τῶν ἵππων καὶ ἐθρόει αὐτούς· εἰ δὲ εἰς τὰ ὄρη ἀπέφερον αὐτὸν οἱ ἵπποι, ὄπισθεν περιεπάτει ὁ ταῦρος: —
σιγῇ πελάζων: προσπελάζων ὁ ταῦρος τῇ περιφερείᾳ συνηκολούθει: —
εἰς τοῦθʼ: ἕως, μέχρι τούτου: — κἀνεχαίτισεν: ἕως οὗ ἔρριψεν αὐτόν: —
ἁψῖδα τὸν τροχὸν ἐκάλεσεν: —
σύριγγες: αἱ χοινικίδες, αἱ πλῆμναι: —
ἐνήλατα: τὰ ἐμβαλλόμενα ταῖς χοινικίσιν: — ἐνήλατα: οἱ πασσαλίσκοι οἱ πρὸς τῷ ἄξονι, τὰ καλούμενα ἁμαξηδόνια. αἱ χνόαι ἢ τὰ ἐμβαλλόμενα τῷ ἄξονι, ὥστε μὴ ἐξιέναι τὸν τροχόν: — ἄλλως: τὰ μικρὰ ξύλα τὰ ὡσανεὶ ἧλοι πεπηγμένα ἐν τῷ ἄξονι: —
θραύων δὲ σάρκας: ἀντὶ τοῦ θραυόμενος. συντριβόμενος τὴν κεφαλὴν ἐν ταῖς πέτραις: —
στῆτʼ ὦ φάτναισι: ἀπὸ τοῦ διηγηματικοῦ ἐπὶ τὸ μιμητικὸν μετέβη: —
σῷσαι: σῴζειν βοηθεῖν: —
ἵπποι δʼ ἔκρυφθεν: οἷον· οἱ δὲ ἵπποι καὶ τὸ σημεῖον τοῦ ταύρου οὐδαμοῦ ἐφάνησαν: —
λεπαίας οὐ κάτοιδʼ ὅπου χθονός: κατὰ τὸ ἐξέχον καὶ ὑψηλὸν μέρος τῆς ὀρείας γῆς. τῆς ὀρεινῆς, παρὰ τὸ λελεπίσθαι: —
οὐ δυνήσομαί ποτε: οὐδαμῶς ἔχω πιστεῦσαι ὅτι κακὸς ἐφάνη ὁ ἐμὸς δεσπότης: —
οὐδʼ εἰ γυναικῶν: οὐδὲ ἐὰν καὶ τὸ γένος τῶν γυναικῶν ὅλον ἀποθάνῃ: —
καὶ τὴν ἐν Ἴδῃ: ἄδηλον, ποίαν Ἴδην. ἀντὶ τοῦ· οὐδὲ ἐὰν πληρώσῃς γραμμάτων πάντα τὰ ξύλα τῆς Ἴδης. Ἴδη δὲ ὄρος σύνδενδρον ἐν Τροίᾳ: —
οὐδʼ ἔστι μοίρας: τοῦ δέοντος καὶ μεμοιραμένου καὶ ἀναγκαίου οὐκ ἔστιν ἀπαλλαγή. τὸ δὲ χρεών μετοχή ἐστιν, ἐπιρρηματικὴν σύνταξιν ἔχουσα: —
μίσει μὲν ἀνδρός: τραγῳδεῖ Θησεύς· ἐπειδὴ, φησὶ, μισῶ αὐτὸν, ἐχάρην· ἀλλὰ πάλιν τοὺς θεοὺς αἰσχυνόμενος λυποῦμαι: —
ἐπάχθομαι: λυποῦμαι: —
πῶς οὖν· κομίζειν ἢ τί χρή: ἀπὸ κοινοῦ τὸ χρή. ὁ δὲ νοῦς· πῶς οὖν κομίζειν χρὴ τὸν ἄθλιον ἢ τί χρὴ δράσαντας ἡμᾶς σῇ χαρίζεσθαι φρενί: —
σκόπει: — ἐμοῖς δέ: χρώμενος δὲ τοῖς ἐμοῖς βουλεύμασιν οὐδέποτε σκληρὸς γενήσῃ εἰς τὸν σὸν υἱόν: —
σὺ τὰν θεῶν ἄκαμπτον: τὴν ἀμετάβλητον ἀκαταγώνιστον μὴ καμπτομένην περιάγεις: — ἄλλως: σὺ, φησὶ, τὴν ἀνυπότακτον τῶν θεῶν καὶ ἀνθρώπων φρένα περιάγεις καὶ ὑποτάσσεις, ὦ Ἀφροδίτη, σὺν τῷ Ἔρωτι: —
ἀμφιβαλών: περισκεπάσας. σκέπει γὰρ τῶν ἐρώντων τὴν θέαν, ἵνα καὶ τὰ ἄμορφα ἐράσμια ὁρῶμεν: —
εὐάχητον: ἀποτελοῦντα μέγαν ἦχον: —
ᾧ μαινομένᾳ: ᾧτινι σὺν τῇ μαινομένῃ καρδίᾳ ἐφορμήσει πτηνὸς ὤν, θέλγει τοῦτον καὶ ἀπατᾷ: —
χρυσοφαής: ὁ Ἔρως ὁ χρυσοφαής, τουτέστιν· ὁ λαμπρὸς ὤν: — ἄλλως: οὐ προσηνὴς ὡς χρυσός, ἀλλὰ τὸ εἶδος χρυσοφαής: —
φύσιν ὀρεσκόων: φύσιν ἔχων θηρός, ἀντὶ τοῦ ἄγριος ὢν τοῖς ποθοῦσιν. καὶ τῶν ἐν θαλάσσῃ θηρίων φύσιν ἔχων καὶ τῶν ἐν τῇ γῇ. ὁ δὲ νοῦς τοιοῦτος· ᾧ ἂν ἐφορμήσῃ ἢ τῶν ὀρείων ἢ τῶν πελαγίων ἢ τῶν ἐν γῇ, ἣν ὁ ἥλιος καταλάμπει: —
τὰν ἅλιος: ταῖς αὐγαῖς ὁ ἥλιος θεωρεῖ: —
ἄνδρας τε: ἀντὶ τοῦ ἀνθρώπους κατʼ ἐξοχὴν εἶπεν: —
ψευδέσι μύθοις: εἰργάσω ἀφανῶς καὶ ἀνεξελέγκτως πεισθεὶς τοῖς ψευδέσι λόγοις τῆς σῆς γυναικὸς καὶ τοῦτο ποιήσας φανερὰν ἔσχες βλάβην: —
πῶς οὐχ ὑπὸ γῆς: τὸ πῶς οὐκ ἀπὸ κοινοῦ, ἵνʼ ᾖ οὕτως· πῶς οὐ πτηνὸς ἄνω μετελθὼν τὸν βίον πήματος ἔξω πόδα τόνδʼ ἀνέχεις: —
μεταβὰς βίοτον: μεταβιβάσας, μεταβαλὼν, μεταλλάξας τὴν ζωὴν καὶ ἀλλοιωθεὶς εἰς ὄρνεον: —
ἀνέχεις: ἀναφέρεις: —
ὡς ἐν ἀγαθοῖς: τοῦτό φησιν· εἰς ἀγαθοὺς ἄνδρας οὐκέτι μετρηθήσεταί σου ὁ βίος: —
ἀλλʼ εἰς τόδʼ ἦλθον: ὁ ἀλλά ἀντὶ τοῦ γάρ. ἀντὶ τοῦ· φανερώσω τὴν σωφροσύνην τοῦ σοῦ παιδός: —
καὶ σῆς γυναικὸς οἶστρον: ἢ τάχα οὐκ οἶστρον, ἀλλὰ τρόπον τινὰ τὴν ἐγκράτειαν καὶ σωφροσύνην: — γράφεται ψεῦστιν, ἤγουν τὴν ψευδολόγον: —
γενναιότητα: γενναιότητα λέγει τὸ σπουδάσαι κρύψαι τὸν ἔρωτα: —
δηχθεῖσα κέντροις: συσχεθεῖσα τοῖς πόνοις τῆς Ἀφροδίτης, τῆς ἐχθίστης ἡμῖν τῶν θεῶν, ὁπόσαι εἰσὶν ἐν τῇ παρθενίᾳ, ἠράσθη τοῦ σοῦ υἱοῦ: —
γνώμῃ δὲ νικᾶν: τῷ λογισμῷ τοῦ μὴ θέλειν συγκαθεύδειν τῷ Ἱππολύτῳ διὰ τὸ μὴ προδοῦναι τὴν εὐνὴν τοῦ ἀνδρός: —
ἣ σῷ διʼ ὅρκων: ἥτις τροφὸς τῷ σῷ υἱῷ τὸν ἔρωτα ἐσήμανεν: —
ἀλλʼ ἔχʼ ἥσυχος: ἀλλʼ ἡσύχαζε, ὡς ἂν οἰμῴζῃς πλέον τὸ μετὰ ταῦτα ἀκούσας: —
ὧν τὴν μίαν παρεῖλες: παρέπεμψας, ἀπώλεσας, ἀφεῖλες. ὧν ἐξεῖλες τὴν μίαν εὐχὴν, ἀπὸ τῶν τριῶν ὧν ἔλαβες ἀπὸ τοῦ πατρὸς, καὶ ἀπώλεσας τὸν υἱόν: —
οὐδεὶς ἀπαντᾶν: ἀντὶ τοῦ ἐμποδίζειν καὶ κωλύειν. οὐδεὶς, φησὶ, βούλεται τῇ προθυμίᾳ τοῦ θέλοντος θεοῦ παρεμποδίζειν: —
ἐπεὶ σάφʼ ἴσθι: ἐπεὶ προεῖπεν παρὰ θεοῖς εἶναι νόμον τὸ μὴ ἀντιπράττειν ἀλλήλοις, φησὶν ὅτι, εἰ μὴ νόμος ἐκώλυεν, ἔσωσα ἂν αὐτὸν εὐσεβῆ τυγχάνοντα, μὴ εὐλαβουμένη τὸν Δία. ἐν τίνι γὰρ ἤμελλον αὐτὸν εὐλαβεῖσθαι μηδὲ νόμον λύουσα, ἀλλὰ καὶ εὐσεβῆ ἄνδρα σῴζουσα; ὁ γὰρ ἀγαθὰ καὶ ἔννομα διαπραττόμενος ἐξουσίαν οὐ δέδοικε. καὶ γὰρ, εἰ μὴ νόμος με εἶργε, μὴ κωλυομένη ὑπὸ Διὸς λοιπὸν ἀδεῶς ἐβοήθουν ἂν αὐτῷ: —
τάδʼ ἔρρωγεν κακά: συνερράγησαν συνέπεσον. συμβέβηκεν: —
θεόθεν καταληπτόν: κατέλαβε τὸν οἶκον: —
δύστηνος ἐγώ: ἐπειδὴ χρησμὸν ἔλαβε παρὰ τοῦ Ἀπόλλωνος ὁ Θησεὺς ὅτι εἰς ὃ ἂν εὔξηται τῷ Ποσειδῶνι, τρὶς τελειοῦται αὐτῷ. χρησμοῖς δὲ τοῖς αἰτήμασι, ταῖς κατάραις. εἰσὶ δὲ αἱ εὐχαὶ Θησέως πρὸς Ποσειδῶνα τρεῖς· πρῶτον ἀνελθεῖν ἐξ Ἅιδου, δεύτερον ἐκ Λαβυρίνθου, τρίτον Ἱππολύτου θάνατον: —
σφάκελος: ὁ μετὰ ὀδύνης σπασμός, κατὰ συγγένειαν τοῦ π εἰς φ: —
σχές, ἀπειρηκός: ἐπίσχες, ὡς ἄν μου τὸ σῶμα πεπονηκὸς καὶ ἤδη τῷ σπαραγμῷ ἀπεγνωσμένον διαναπαύσω. ἐβαστάζετο γὰρ ὑπὸ τῶν θεραπόντων: —
στυγνὸν ὄχημα: μεμισημένον. ἀντὶ τοῦ· ὦ ἵπποι μεμισημένοι, ὑπὸ τῆς ἐμῆς ἀνατραφέντες χειρός: — ὦ στυγνὸν ὄχημα: ἀντὶ τοῦ· ὦ τοῦ μισητοῦ ἱππασμοῦ: —
τίς ἐφέστηκεν: γράφεται ἐνδέξια χωρὶς τοῦ ι, ὡς τὸ «ἐνδέξια φῶτα ἕκαστον»: —
σύντονα δʼ ἕλκετε: ἀντὶ τοῦ συντόνως, ἤγουν ἁρμοδίως καὶ προσεχόντως καὶ συμφώνως, μὴ ὁ μὲν ἄνω, ὁ δὲ κάτω, ἀλλʼ ἐξ ἴσου βαστάζετε. ἡ δὲ μεταφορὰ ἀπὸ τῶν μουσικῶν τόνων: —
κατάρατον: ἀραῖς ἀπολλύμενον: —
γράφεται κατὰ γᾶς: —
Παιάν: σωτὴρ καὶ ἰατρὸς προσέλθοι ὁ θάνατος: —
τῆς ἀμφοτέρωθεν κοπτούσης. γράφεται καὶ διστόμου: — λόγχας ἔραμαι: ἀντὶ τοῦ ἐπιθυμῶ. λείπει τὸ ὥστε, ὥστε διαμοιρᾶσαι, διατεμεῖν: —
ὦ πατρός: τινὲς τὸ ὦ σχετλιαστικὸν προφέρονται στίζοντες εἰς αὐτὸ, ἵνʼ ᾖ ἡ δύστηνος ἀρὰ τοῦ ἐμοῦ πατρὸς ἐπʼ εὐθείας ὡς συναπτόμενον τοῖς ἑξῆς. τινὲς δὲ εἰς τὸ ἀρά τελείαν παρέχουσιν, ἵνʼ ᾖ καθʼ ἑαυτὸ τὸ κῶλον καὶ ὁ τὲ σύνδεσμος ὁ ἑξῆς περιττός: —
προγεννητόρων: τὸ τῶν προγόνων κακὸν εἰς ἐμὲ ὁρίζεται καὶ φέρεται καὶ ἐπέρχεται εἰς τιμωρίαν: — ἄλλως: ἀπὸ τοῦ ὅρου ἐκείνων εἰς ἐμὲ ἔρχεται τὸ τῶν προγόνων μύσος, ἀναφέρει δὲ καὶ ἐπὶ τὸν τῶν Παλλαντιδῶν φόνον: —
μέλλει: βραδύνει: —
τί ποτε τὸν οὐδέν: λείπει ἡ διά, ἵνʼ ᾖ· διὰ τί. τὸ δὲ ποτὲ παρέλκει: — τὸν οὐδέν: ἀπὸ κοινοῦ τὸ ἐπʼ ἐμέ: —
τὸ δʼ εὐγενές σε: ὅτι μὴ ἠθέλησας χρᾶναι τοῦ πατρὸς τὴν εὐνήν: —
ὦ θεῖον εὐωδίας πνεῦμα: —
οἱ Ἀττικοὶ κυναγὸν τὸν κυνηγὸν λέγουσι: —
ἐννοῶ τὴν θεὰν, τίς μʼ ἀπώλεσεν: —
τιμῆς ἐμέμφθης: ὅτι ἐμὲ ἐτίμας, ἐμέμφθης παρʼ αὐτῆς. ἢ ὅτι οὐδὲ ὅλως ἐτίμας αὐτήν: — ἢ οὕτως· ἐμίσησέ σε σωφρονοῦντα διότι ἐμέμφθη ὑπὸ σοῦ καὶ οὐκ ἠξιώθη τιμῆς: — ἄλλως: ἐμέμφθης, φησὶ, τιμῆς χάριν τῆς ἐμῆς, ἀπεχθὴς δέ σοι ἡ Ἀφροδίτη ἐγένετο: —
τί δʼ· ἔκτανες: τί μέμφῃ τὰς κατάρας; ἐφόνευσας γὰρ ἄν με καὶ χωρὶς αὐτῶν, οὕτως ἦσθα ὠργισμένος: — ἄλλως: καὶ ἄνευ τῆς κατάρας ἀπώλεσας ἄν με ἐκ τῆς ὀργῆς. τοῦ λογισμοῦ: —
δόξης γάρ: τῆς ὀρθῆς δοκήσεως τοῦ δικαίου, τῆς ἀληθείας ἠπατημένοι: —
εἴθʼ ἦν ἀραῖον: εἴθε ἦν καταρᾶσθαι ἄνθρωπον θεῶν, ἵνα ἀμύνηται τὸν Ποσειδῶνα. ὑπὸ καταρῶν τοῖς θεοῖς: —
ὃς ἂν μάλιστα: ἐγὼ γὰρ ἐκ τῆς ἐμῆς χειρὸς σὺν τοῖς ἀφύκτοις βέλεσι τιμωρήσομαι ἄλλον, ὅστις ἂν τύχῃ φίλτατος αὐτῆς, τῆς Ἀφροδίτης, ἀπὸ τῶν ἀνθρώπων. εἰς τὸν Ἄδωνιν δὲ αἰνίττεται, ὥς τινες, λῆρος δὲ τὸ τοιοῦτον. οὐ γὰρ τόξοις Ἀρτέμιδος ἀπώλετο Ἄδωνις, ἀλλʼ ὑπʼ Ἄρεως. ἄδηλον οὖν τίνα φησί: —
ἐν πόλει Τροιζηνίᾳ: ἐν Τροιζῆνι γὰρ ἠρίον Ἱππολύτου ἐν ᾧ ἀποκείρονται αἱ μελλόνυμφοι: —
διὰ τοῦ μέλλοντος χρόνου ἀπολαύουσαι πένθη: —
ἐμοὶ γὰρ οὐ θέμις: καὶ ἐν τῇ Ἀλκήστιδι ὁ Ἀπόλλων «ἐγὼ δὲ, μὴ μίασμά μʼ ἐν δόμοις κίχῃ, λείπω μελάθρων τῶνδε φιλτάτην στέγην»: —
μακράν: τὴν πολυχρόνιον καὶ παλαιάν: —
χρῃζούσης: βουλομένης σου καὶ κελευούσης: —
κατόρθωσον: ὀρθὸν κατάκλινον, ὅπερ εἰώθασι ποιεῖν ἐπὶ τῶν ἀποθνῃσκόντων: —
γράφεται φρένα: —
κοινὸν τόδʼ ἄχος: κοινὸν τοῦτο τὸ πάθος πᾶσι τοῖς πολίταις κατέλαβεν ἀπροσδοκήτως. τοῦτο δὲ ὁ χορὸς ἐπιλέγει Ἱππολύτου ἀποθανόντος: —
πίτυλος: ὁρμὴ φορὰ πλῆθος πλημμύρα. οἱ γὰρ ἀναξίως πάσχοντες θρῆνον ἐμποιοῦσιν: —
τῶν γὰρ μεγάλων: αἱ γὰρ ἀξιοπενθεῖς φῆμαι τῶν λαμπρῶν μᾶλλον ἐπικρατοῦσι: —
μᾶλλον κατέχουσιν: ἀντὶ τοῦ μάλιστα, συγκριτικὸν ἀντὶ τοῦ ὑπερθετικοῦ: — τινὲς καὶ τούτους τῷ τέλει προσάπτουσι· ὦ μέγα σεμνὴ Νίκη, τὸν ἐμὸν βίοτον κατέχοις καὶ μὴ λήγοις στεφανοῦσα: —