eul_wid: byu-ab

Ἀποσπάσματα
On the Underworld and the Soul

Democritus of Abdera On the Underworld and the Soul PDF

tit,0a-4a ΔΗΜΟΚΡΙΤΟΥ ΗΘΙΚΑ
0a ΠΥΘΑΓΟΡΗΣ
0b ΠΕΡΙ ΤΗΣ ΤΟΥ ΣΟΦΟΥ ΔΙΑΘΕΣΕΩΣ
0c (tit) ΠΕΡΙ ΤΩΝ ΕΝ ΑΙΔΟΥ 〈 ΑΒ ..?〉. ATHEN. IV 168 B Δημόκριτον δ’ Ἀβδηρῖται δημοσίαι κρίνοντες ὡς κατεφθαρκότα τὰ πατρῶια, ἐπειδὴ ἀναγνοὺς αὐτοῖς τὸν Μέγαν διάκοσμον καὶ τὰ Περὶ τῶν ἐν Ἅιδου εἶπεν εἰς ταῦτα ἀνηλωκέναι, ἀφείθη.
1 PROCL. in remp. II 113, 6 Kroll τὴν μὲν περὶ τῶν ἀποθανεῖν δοξάντων ἔπειτα ἀναβιούντων ἱστορίαν ἄλλοι τε πολλοὶ τῶν παλαιῶν ἤθροισαν καὶ Δ. ὁ φυσικὸς ἐν τοῖς Περὶ τοῦ Ἅιδου γράμμασι ν. καὶ τὸν θαυμαστὸν ἐκεῖνον Κωλώτην, τὸν Πλάτωνος ἐχθρόν, Ἐπικούρειον ὄντα πάντως ἔδει 〈τὰ τοῦ〉 καθηγεμόνος τῶν Ἐπικούρου δ〈ογμάτων〉 μὴ ἀγνοῆσαι μηδὲ ἀγνοήσαντα ζητεῖν, πῶς τὸν ἀποθανόντα πάλιν ἀναβιῶναι δυνατόν. οὐδὲ γὰρ ὁ θάνατος ἦν ἀπόσβεσις, ὡς ἔοικεν, τῆς συμπάσης ζωῆς τοῦ σώματος, ἀλλ’ ὑπὸ μὲν πληγῆς τινος ἴσως καὶ τραύματος παρεῖτο, τῆς δὲ ψυχῆς οἱ περὶ τὸν μυελὸν ἔμενον ἔτι δεσμοὶ κατερριζωμένοι καὶ ἡ καρδία τὸ ἐμπύρευμα τῆς ζωῆς εἶχεν ἐγκείμενον τῶι βάθει· καὶ τούτων μενόντων αὖθις ἀνεκτήσατο τὴν ἀπεσβηκυῖαν ζωὴν ἐπιτήδειον πρὸς τὴν ψύχωσιν γενόμενον.
1a PHILOD. de morte 29, 27 Mekler τῆς δ’ αὖ σηπεδόνος ἔχεται κατὰ Δημόκριτον 〈καὶ〉 τὸ δυσωπεῖσθαι διὰ τὴν ὀσφ〈ρ〉αντ〈ικ〉ῶν τού〈των φαν〉τασ〈ίαν〉 καὶ δυσμορφίας· καταφέρονται γὰρ ἐπὶ τοιοῦτο πάθος σκιαὶ τῶν μετὰ τῆς εὐσαρκίας καὶ τοῦ κάλλους ἀποθνησκόντων ... 30, 1 καὶ παραπέμπουσιν, ὅτι πάντες ἅμα τοῖς ὡς Μίλων εὐσάρκοις ὀλίγου μὲν χρόνου σκελετοὶ γίνονται, τὸ δὲ πέρας εἰς τὰς πρώτας ἀναλύονται φύσεις· ὑπακουστέον δὲ δῆλον ὅτι τὰ τοῖς εἰρημένοις ἀνάλογα καὶ περὶ τῆς κακοχροίας καὶ συνόλως τῆς δυσμορφίας. κενότατον τοίνυν ἐστὶν τὸ λυπεῖσθαι προορωμένους τὴν οὐ πολυτελῆ ταφὴν καὶ περίβλεπτον, ἀλλὰ λιτὴν καὶ προστυχοῦσαν. 39, 9 εἶθ’ ὅταν ἐναργὴς αὐτοῦ [nämlich τοῦ θανάτου] γένηται θεωρία, παράδοξος αὐτοῖς ὑποπίπτει· παρ’ ἣν αἰτίαν οὐδὲ διαθήκας ὑπομένοντες γράφεσθαι περικατάληπτοι γίνονται καὶ δίσ ς ’ ἐμφορεῖν ἀναγκάζονται κατὰ Δημόκριτον.
1b ΤΡΙΤΟΓΕΝΕΙΑ
2 ETYM. ORION. p. 153, 5 Τριτογένεια ἡ Ἀθηνᾶ κατὰ Δημόκριτον φρόνησις νομίζεται. γίνεται δὲ ἐκ τοῦ φρονεῖν τρία ταῦτ α · βουλεύεσθαι καλῶς, λέγειν ἀναμαρτήτως καὶ πράττειν ἃ δεῖ. SCHOL. GENEV. I 111 Nic. Δ. δὲ ἐτυμολογῶν τὸ ὄνομά [sc. Τριτογένεια] φησιν, ὅτι ἀπὸ τῆς φρονήσεως τρία ταῦτα συμβαίνει· τὸ εὖ λογίζεσθα ι , τὸ εὖ λέγειν καὶ τὸ πράττειν ἃ δε ῖ .
2a ΠΕΡΙ ΑΝΔΡΑΓΑΘΙΑΣ ἢ ΠΕΡΙ ΑΡΕΤΗΣ.
2b ΑΜΑΛΘΕΙΗΣ ΚΕΡΑΣ.
2c ΠΕΡΙ ΕΥΘΥΜΙΗΣ ἢ ΕΥΕΣΤΩ.
3 PLUT. de tranqu. an. 2 p. 465c ὁ μὲν οὖν εἰπὼν ὅτι δεῖ τὸν εὐθυμεῖσθαι μέλλοντα μὴ .. . ξυνῆι πρῶτον μὲν ἡμῖν πολυτελῆ τὴν εὐθυμίαν καθίστησι, γινομένην ὤνιον ἀπραξίας ... STOB. IV 39, 25 H. τὸν εὐθυμεῖσθαι μέλλοντα χρὴ μὴ πολλὰ πρήσσει ν , μήτε ἰδίηι μήτε ξυνῆ ι , μηδὲ ἅσ ς ’ ἂν πράσση ι , ὑπέρ τε δύναμιν αἱρεῖσθαι τὴν ἑωυτοῦ καὶ φύσι ν · ἀλλὰ τοσαύτην ἔχειν φυλακή ν , ὥστε καὶ τῆς τύχης ἐπιβαλλούσης καὶ ἐς τὸ πλέον ὑπηγεομένης τῶι δοκεῖ ν , κατατίθεσθα ι , καὶ μὴ πλέω προσάπτεσθαι τῶν δυνατῶ ν . ἡ γὰρ εὐογκίη ἀσφαλέστερον τῆς μεγαλογκίη ς.
4 CLEM. Strom. II 130 [II 184, 10 St.] ἀλλὰ καὶ οἱ Ἀβδηρῖται τέλος ὑπάρχειν διδάσκουσιν· Δ. μὲν ἐν τῶι περὶ τέλους τὴν εὐθυμία ν, ἣν καὶ εὐεστὼ προσηγόρευσεν. καὶ πολλάκις ἐπιλέγει· ‘ τέρψις γὰρ καὶ ἀτερπίη οὖρος 〈τῶν συμφόρων καὶ τῶν ἀσυμφόρων ‘ [B 188] ὃ προκεῖσθαι τέλος τῶι βίωι τῶν ἀνθρώπων τῶν τε νέων καὶ〉 τῶν περιηκμακότων. Ἑκαταῖος δὲ αὐτάρκειαν [73 A 4] καὶ δὴ Ἀπολλόδοτος ὁ Κυζικηνὸς τὴν ψυχαγωγίαν [74, 1] καθάπερ Ναυσιφάνης τὴν ἀκαταπληξίαν [75 B 3]· ταύτην γὰρ ἔφη ὑπὸ Δημοκρίτου ἀθαμβίην λέγεσθαι.
4a ΥΠΟΜΝΗΜΑΤΩΝ ΗΘΙΚΩΝ 〈 ΑΒ ...?〉.
tit,4b-11a ΦΥΣΙΚΑ
4b (tit) ΜΕΓΑΣ ΔΙΑΚΟΣΜΟΣ 〈ΛΕΥΚΙΠΠΟΥ〉 VOL. HERC. Coll. alt. VIII 58—62 fr. 1 [Crönert Kolotes S. 147] γ〉ράφων 〈ὅτι ....... τὰ〉 αὐτὰ πρότε〈ρον εἴρηται ἐν〉 τῶι Με〈γ〉άλω〈ι διακόσμω〉ι, ὅν φασιν εἶνα〈ι Λευκίππου.〉 κἀπ〈ὶ〉 το〈σ〉οῦτο τὸ 〈τῶν ἄλλ〉ων 〈ἰ〉διοποιούμενος 〈ἐλέγχετ’ ο〉ὐ μόνον ἐν τῶ〈ι Μικρῶι δι〉ακόσμωι τιθεὶ〈ς ἃ κἀν τῶι〉 Με〈γάλωι κεῖται〉 ... fr. 2, 6 steht der Name Δημόκριτ〈ο〉ς.
4c ΜΙΚΡΟΣ ΔΙΑΚΟΣΜΟΣ.
5 DIOG. IX 41 [s. II 83, 9] γέγονε δὲ τοῖς χρόνοις, ὡς αὐτός φησιν ἐν τῶι Μικρῶι διακόσμω ι , νέος κατὰ πρεσβύτην Ἀναξαγόρα ν, ἔτεσιν αὐτοῦ νεώτερος τετταράκοντα. συντετάχθαι δέ φησι τὸν Μικρὸν διάκοσμον ἔτεσιν ὕστερον τῆς Ἰλίου ἁλώσεως τριάκοντα καὶ ἑπτακοσίοι ς. IX 34. 35 [II 81, 16] Φαβωρῖνος δέ φησιν ἐν Παντοδαπῆι ἱστορίαι [FHG III 582 fr. 33]‘ λέγειν Δημόκριτον περὶ Ἀναξαγόρου, ὡς οὐκ εἴησαν αὐτοῦ αἱ δόξαι αἵ τε περὶ ἡλίου καὶ σελήνη ς, ἀλλὰ ἀρχαῖαι, τὸν δὲ ὑφηιρῆσθαι· διασύρειν τε αὐτοῦ τὰ περὶ τῆς διακοσμήσεως καὶ τοῦ νο ῦ, ἐχθρῶς ἔχοντα πρὸς αὐτόν, ὅτι δὴ μὴ προσήκατο αὐτόν. 1. DIODOR. I 7, 1 κατὰ γὰρ τὴν ἐξ ἀρχῆς τῶν ὅλων σύστασιν μίαν ἔχειν ἰδέαν οὐρανόν τε καὶ γῆν, μεμειγμένης αὐτῶν τῆς φύσεως· μετὰ δὲ ταῦτα διαστάντων τῶν σωμάτων ἀπ’ ἀλλήλων τὸν μὲν κόσμον περιλαβεῖν ἅπασαν τὴν ὁρωμένην ἐν αὐτῶι σύνταξιν, τὸν δ’ ἀέρα κινήσεως τυχεῖν συνεχοῦς καὶ τὸ μὲν πυρῶδες αὐτοῦ πρὸς τοὺς μετεωροτάτους τόπους συνδραμεῖν, ἀνωφεροῦς οὔσης τῆς τοιαύτης φύσεως διὰ τὴν κουφότητα· ἀφ’ ἧς αἰτίας τὸν μὲν ἥλιον καὶ τὸ λοιπὸν πλῆθος τῶν ἄστρων ἐναποληφθῆναι τῆι πάσηι δίνηι· τὸ δὲ ἰλυῶδες καὶ θολερὸν μετὰ τῆς τῶν ὑγρῶν συγκρίσεως ἐπὶ ταὐτὸ καταστῆναι διὰ τὸ βάρος· (2) εἰλούμενον δ’ ἐν ἑαυτῶι συνεχῶς καὶ συστρεφόμενον ἐκ μὲν τῶν ὑγρῶν τὴν θάλασσαν, ἐκ δὲ τῶν στερεμνιωτέρων ποιῆσαι τὴν γῆν πηλώδη καὶ παντελῶς ἁπαλήν. (3) ταύτην δὲ τὸ μὲν πρῶτον τοῦ περὶ τὸν ἥλιον πυρὸς καταλάμψαντος πῆξιν λαβεῖν, ἔπειτα διὰ τὴν θερμασίαν ἀναζυμουμένης τῆς ἐπιφανείας συνοιδῆσαί τινα τῶν ὑγρῶν κατὰ πολλοὺς τόπους, καὶ γενέσθαι περὶ αὐτὰ σηπεδόνας ὑμέσι λεπτοῖς περιεχομένας· ὅπερ ἐν τοῖς ἕλεσι καὶ τοῖς λιμνάζουσι τῶν τόπων ἔτι καὶ νῦν ὁρᾶσθαι γινόμενον, ἐπειδὰν τῆς χώρας κατεψυγμένης ἄφνω διάπυρος ὁ ἀὴρ γένηται μὴ λαβὼν τὴν μεταβολὴν ἐκ τοῦ κατ’ ὀλίγον. (4) ζωογονουμένων δὲ τῶν ὑγρῶν διὰ τῆς θερμασίας τὸν εἰρημένον τρόπον τὰς μὲν νύκτας λαμβάνειν αὐτίκα τὴν τροφὴν ἐκ τῆς πιπτούσης ἀπὸ τοῦ περιέχοντος ὀμίχλης, τὰς δ’ ἡμέρας ὑπὸ τοῦ καύματος στερεοῦσθαι· τὸ δ’ ἔσχατον τῶν κυοφορουμένων τὴν τελείαν αὔξησιν λαμβανόντων καὶ τῶν ὑμένων διακαυθέντων τε καὶ περιρραγέντων ἀναφυῆναι παντοδαποὺς τύπους ζώιων· (5) τούτων δὲ τὰ μὲν πλείστης θερμασίας κεκοινωνηκότα πρὸς τοὺς μετεώρους τόπους ἀπελθεῖν γενόμενα πτηνά, τὰ δὲ γεώδους ἀντεχόμενα συγκρίσεως ἐν τῆι τῶν ἑρπετῶν καὶ τῶν ἄλλων τῶν ἐπιγείων τάξει καταριθμηθῆναι, τὰ δὲ φύσεως ὑγρᾶς μάλιστα μετειληφότα πρὸς τὸν ὁμογενῆ τόπον συνδραμεῖν, ὀνομασθέντα πλωτά. τὴν δὲ γῆν ἀεὶ μᾶλλον στερεουμένην ὑπό τε τοῦ περὶ τὸν ἥλιον πυρὸς καὶ τῶν πνευμάτων τὸ τελευταῖον μηκέτι δύνασθαι μηδὲν τῶν μειζόνων ζωογονεῖν, ἀλλ’ ἐκ τῆς πρὸς ἄλληλα μίξεως ἕκαστα γεννᾶσθαι τῶν ἐμψύχων. 8, 1 καὶ περὶ μὲν τῆς πρώτης τῶν ὅλων γενέσεως τοιαῦτα παρειλήφαμεν, τοὺς δὲ ἐξ ἀρχῆς γεννηθέντας τῶν ἀνθρώπων φασὶν ἐν ἀτάκτωι καὶ θηριώδει βίωι καθεστῶτας σποράδην ἐπὶ τὰς νομὰς ἐξιέναι καὶ προσφέρεσθαι τῆς τε βοτάνης τὴν προσηνεστάτην καὶ τοὺς αὐτομάτους ἀπὸ τῶν δένδρων καρπούς. (2) καὶ πολεμουμένους μὲν ὑπὸ τῶν θηρίων ἀλλήλοις βοηθεῖν ὑπὸ τοῦ συμφέροντος διδασκομένους, ἀθροιζομένους δὲ διὰ τὸν φόβον ἐπιγινώσκειν ἐκ τοῦ κατὰ μικρὸν τοὺς ἀλλήλων τύπους. (3) τῆς φωνῆς δ’ ἀσήμου καὶ συγκεχυμένης οὔσης ἐκ τοῦ κατ’ ὀλίγον διαρθροῦν τὰς λέξεις, καὶ πρὸς ἀλλήλους τιθέντας σύμβολα περὶ ἑκάστου τῶν ὑποκειμένων γνώριμον σφίσιν αὐτοῖς ποιῆσαι τὴν περὶ ἁπάντων ἑρμηνείαν. (4) τοιούτων δὲ συστημάτων γινομένων καθ’ ἅπασαν τὴν οἰκουμένην, οὐχ ὁμόφωνον πάντας ἔχειν τὴν διάλεκτον, ἑκάστων ὡς ἔτυχε συνταξάντων τὰς λέξεις·
5 (50) διὸ καὶ παντοίους τε ὑπάρξαι χαρακτῆρας διαλέκτων καὶ τὰ πρῶτα γενόμενα συστήματα τῶν ἁπάντων ἐθνῶν ἀρχέγονα γενέσθαι. (5) τοὺς οὖν πρώτους τῶν ἀνθρώπων μηδενὸς τῶν πρὸς βίον χρησίμων εὑρημένου ἐπιπόνως διάγειν, γυμνοὺς μὲν ἐσθῆτος ὄντας, οἰκήσεως τε καὶ πυρὸς ἀήθεις, τροφῆς δ’ ἡμέρου παντελῶς ἀνεννοήτους. (6) καὶ γὰρ τὴν συγκομιδὴν τῆς ἀγρίας τροφῆς ἀγνοοῦντας μηδεμίαν τῶν καρπῶν εἰς τὰς ἐνδείας ποιεῖσθαι παράθεσιν· διὸ καὶ πολλοὺς αὐτῶν ἀπόλλυσθαι κατὰ τοὺς χειμῶνας διά τε τὸ ψῦχος καὶ τὴν σπάνιν τῆς τροφῆς. (7) ἐκ δὲ τούτου κατ’ ὀλίγον ὑπὸ τῆς πείρας διδασκομένους εἴς τε τὰ σπήλαια καταφεύγειν ἐν τῶι χειμῶνι καὶ τῶν καρπῶν τοὺς φυλάττεσθαι δυναμένους ἀποτίθεσθαι. γνωσθέντος δὲ τοῦ πυρὸς καὶ τῶν ἄλλων τῶν χρησίμων κατὰ μικρὸν καὶ τὰς τέχνας εὑρεθῆναι καὶ τἆλλα τὰ δυνάμενα τὸν κοινὸν βίον ὠφελῆσαι. καθόλου γὰρ πάντων τὴν χρείαν αὐτὴν διδάσκαλον γενέσθαι τοῖς ἀνθρώποις, ὑφηγουμένην οἰκείως τὴν ἑκάστου μάθησιν εὐφυεῖ ζώιωι καὶ συνεργοὺς ἔχοντι πρὸς ἅπαντα χεῖρας καὶ λόγον καὶ ψυχῆς ἀγχίνοιαν. 2. HERMIPPUS de astrol. [IOANN. CATRARES] II 1, 4ff. p. 33, 15 Kroll—V. πρῶτον δὲ τάς τε ὑπερκοσμίους τε καὶ ἐγκοσμίους δυνάμεις συστησάμενος, εἶθ’ οὕτως οὐρανόν τε καὶ γῆν πλάνητάς τε καὶ τοὺς ἀπλανεῖς τῶν ἀστέρων δημιουργεῖ μήτε χρόνου μήθ’ ἑτέρωθεν ὕλης προσδεηθείς· καὶ τούτων ἑκάστωι τὸν οἰκεῖον τόπον, ὡς ἐξ ἀρχῆς ὑπεθέμεθα, ἀποδοὺς κινεῖ τὴν προσήκουσαν κίνησιν. οὕτω δὴ οὐρανός τε καὶ οἱ πλάνητες ἐναντίως τὴν ἄληκτον φορὰν ἤρξαντο φέρεσθαι. (5) γῆ δὲ (p. 34) τῶι ὕδατι συμμιγής, οὗ μὲν πλέον ὑπ’ αὐτοῦ ἐπιέζετο, βαθεῖά τε καὶ κοίλη ἐγένετο, οὗ δὲ οὐδὲν ἢ ὀλίγον ἐπῆν, τὰ ὄρη ἐλείπετο. (6) ἀλλ’ ἐπεὶ τὸ ὕδωρ ἐπὶ γῆς τὴν οἰκείαν χώραν ἐπέλαβεν, αὕτη δὲ διάβροχος οὖσα τὴν οἰκείαν μορφὴν ὑπὸ τοῦ ἡλίου προσβάλλοντος καὶ πρὸς τὸ ξηρότερον μεθιστάντος κατὰ μικρὸν ἀπελάμβανε, φύονται δὴ πρῶτον οὕτω δένδρα τε καὶ φυτὰ καί τινες ὑμένες ἐοικότες πομφόλυξι ν, αἳ δὴ μεθ’ ἡμέραν μὲν ὑπὸ τοῦ ἡλίου διαθερμαινόμεναι, νύκτωρ δὲ ὑπὸ τῆς σελήνης καὶ τῶν ἄλλων ἀστέρων περιθαλπόμενα χρόνωι διαρραγεῖσαι τὰ ζῶια ἀπέτεκον. (7) τούτων δὲ τὰ μὲν ἱκανὴν εἰληφότα πέψιν ἄρρενά τε καὶ θερμότερα γέγονε, τὰ δὲ τοὐναντίον ὑποστάντα ἐνδείαι θέρμης πρὸς τὸ θῆλυ μετεσκεύασται. (8) καὶ οὐδὲν θαυμαστὸν γῆν ὕδατι σύμμικτον συστήσασθαι τὴν ἀρχὴν ζῶιά τε καὶ φυτὰ κατὰ νοῦν τῶι δημιουργῶι· ἐν μὲν γὰρ τῶι ὕδατι συνέχεσθαι εἰκὸς πνεῦμα, ἐν δὲ τούτωι θερμότητα ψυχικήν, δηλοῦσι δὲ καὶ τὰ γινόμενα ζῶια ἐν τοῖς τῆς γῆς χηραμοῖς καὶ ἔτι τὰ ἀπὸ σήψεως· ἃ πάντα καίπερ οὕτω συστάντα θαυμασίαν ἐμφαίνει τὴν σφῶν αὐτῶν καθάπαξ διάπλασιν. (9) ἀλλ’ οὐδὲ μὴν οὐδὲ τοῦτ’ οἶμαι ἀπορήσαι τις ἄν, εἰ μὴ καὶ νῦν οὕτω συνίστασθαι δύναιτο· οὔτε γὰρ ἡ γῆ ἔτι ὁμοίως ἂν συνανακραθείη τῶι ὕδατι, οὔθ’ οἱ ἀστέρες ἐν τοῖς αὐτοῖς συνέλθοιεν σχήμασι. (10) τὸ γὰρ γίνεσθαί πη μέχρι τοῦ νῦν, ὡς λόγος αἱρεῖ, παραλείπω· πλὴν ὥσπερ τοὐνδόσιμον ἐξ ἐκείνου παραλαβοῦσα ζῶια μὲν μέγεθος ἔχοντα οὐκέτι φύειν οἵα τ’ ἐστί, βοτάνας δὲ καὶ δένδρα καὶ φυτὰ καὶ καρπούς, καὶ τὰ ζῶια σχεδὸν νεκρωθέντα καὶ παγέντα τῶι ψύχει θέρμης τε καὶ ῥώμης ἐμπίπλαται. (11) τῶν δὲ ζώιων, ὡς καὶ πρότερον εἴρηται, οὐχ ὁμοία τις ἡ κρᾶσις ἐγένετο· ἀλλ’ ὅσα μὲν πλείστου τοῦ γεώδους μετέσχε, φυτά τε καὶ δένδρα γέγονε πρὸς τῆι γῆι κάτω ἐρριζωμένην τὴν κεφαλὴν ἔχοντα, τοσοῦτον τῶν ἀναιμοτέρων καὶ ἀπόδων ζώιων διαφέροντα, παρ’ ὅσον ἐκεῖνα ἔξω γῆς ταύτην κινούμενα φέρουσιν· ὅσα δὲ τοῦ ὑγροῦ, τὴν καθ’ ὕδατος λῆξιν ἠσπάσαντο, ἐπίσης ἐκείνοις σχεδὸν διακείμενα. (12) οἷς δὲ τοῦ γεώδους καὶ θερμοῦ μᾶλλον μέτεστι, ταῦτα χερσαῖα ἂν εἴη· καὶ ὅσα δὲ τοῦ ἀερώδους καὶ θερμοῦ μετέσχε μᾶλλον, πτηνά, τὰ μὲν εὐθὺ τοῦ ὅλου σώματος, τὰ δ’ ὑπὲρ αὐτὸ τὴν κεφαλὴν ἴσχοντα, κατὰ λόγον τῆς αὐτῶν κράσεως. (13) καὶ τούτων μᾶλλον ὁ ἄνθρωπος μετασχὼν θερμοῦ φαίνεται καθαρωτέρας οὔσης τῆς ὕλης, ἀφ’ ἧς τὸ σῶμά οἱ συνέστη, καὶ δεκτικῆς
5 (100) 〈μᾶλλον〉 τοῦ θερμοῦ· ὥστε δι’ αὐτὸ τοῦτο καὶ μόνος τῶν ἄλλων ζώιων γίνεται τὸ σχῆμα ὀρθὸς καὶ πρὸς ὀλίγον γῆς ἅπτεται· ἐρρύη δέ τι καὶ θειότερον εἰς αὐτόν, καθ’ ὃ νοῦ καὶ λόγου καὶ διανοίας μετέσχε καὶ τὰ ὄντα ἀνηρευνήσατο. TZETZES Schol. z. Hesiod (Gaisford Poet. gr. min. III 58) φασὶν Ἕλληνες ὅσοι τὸν κόσμον γεννητὸν εἶναι λέγουσιν, ὅτι μετὰ τὸ διαρραγῆναι τὸ ἔρεβος καὶ τὸν ἀέρα συστῆναι καὶ ὑποστῆναι τὴν γῆν πηλώδη καὶ παντελῶς ἁπαλὴν σηπεδονώδεις καὶ πομφολυγώδεις ὑμένας ἐκ ταύτης ἀναδοθῆναι· ὧν ὑπὸ τοῦ ἡλίου θερμαινομένων ἡμέρας, νυκτὸς δὲ τρεφομένων ταῖς σεληναίαις ὑγρότησιν καὶ μετὰ τὴν αὔξησιν ἐκραγέντων ἀνθρώπους συνέβη γενέσθαι καὶ παντοίων ζώιων ἰδέας πρὸς τὴν στοιχειακὴν ἐπικράτειαν, τὴν ὑδατώδη φημὶ καὶ πυρώδη καὶ γεώδη καὶ ἀερώδη. κατεξικμασθείσης δὲ τῆς γῆς ὑφ’ ἡλίου καὶ μηκέτι γεννᾶν δυναμένης ἐξ ἀλληλογονίας φασὶ τὴν γέννησιν γενέσθαι. ὅτι δὲ ζῶια γεννᾶν οἶδεν ἡ γῆ, δεικνύουσι πολλαχόθεν καὶ ἐκ τῶν ἐν Θηβαΐδι τῆι Αἰγυπτίαι γεννωμένων μυῶν μετὰ τὴν τοῦ Νείλου τῆς ἀναβάσεως ὑποχώρησιν. οἱ τότε δὲ τῶν ἀνθρώπων ἁπλότητος ὄντες καὶ ἀπειρίας ἀνάμεστοι οὐδεμίαν οὔτε τέχνην οὔτε γεωργίαν ἐπίσταντο οὔτ’ ἄλλο οὐδέν, οὔτε ὅ τι ἐστὶ νόσος ἢ θάνατος ἐπεγίνωσκον, ἀλλ’ ὡς ἐπὶ κοῖτον ἐπὶ τὴν γῆν πίπτοντες ἀπέψυχον οὐκ εἰδότες ὃ πάσχουσι· φιλαλληλίαν δὲ μόνον ἀσκοῦντες ἀγελαῖον διέζων τὸν βίον δίκην ποιμνίων ἐπὶ νομὰς ἐξιόντες καὶ τοῖς ἀκροδρύοις κοινῶς καὶ τοῖς λαχάνοις τρεφόμενοι. καὶ ἀλλήλοις κατὰ θηρίων προσεβοήθουν καὶ συνεμάχοντο γυμνοὶ γυμναῖς ταῖς χερσί· γυμνοὶ δὲ οὕτω τυγχάνοντες καὶ σκέπης καὶ χρημάτων ὄντες ἐπιδεεῖς καὶ μηδὲ καρποὺς καὶ ἀκρόδρυα πρὸς ἀποθήκας συναγαγεῖν εἰδότες, ἀλλὰ μόνην ἐσθίοντες τροφὴν τὴν ἐφήμερον χειμῶνος γεγονότος πολλοὶ διεφθείροντο. λοιπὸν κατὰ μικρὸν τὴν ἀνάγκην σχόντες διδάσκαλον τὰ κοῖλα τῶν δένδρων καὶ τὰ δασέα καὶ τὰς σχισμὰς τῶν πετρῶν καὶ τὰ σπήλαια ὑπεδύοντο καὶ τοὺς καρπῶν δυναμένους φυλάττεσθαι μόλις γνωρίσαντες καὶ ἅπαξ αὐτοὺς συναγείραντες ἐν τοῖς σπηλαίοις ἐναπετίθεντο, καὶ τούτοις ἐτρέφοντο δι’ ὅλου ἐνιαυτοῦ. τοιαύτηι συζῶντες τῆι εἱμαρμένηι βίον ἁπλοῦν καὶ ἀπέριττον καὶ φιλάλληλον εἶχον δίχα πυρὸς ἐπιγνώσεως, οὐ βασιλεῖς, οὐκ ἄρχοντας, οὐ δεσπότας κεκτημένοι, οὐ στρατείας, οὐ βίας, οὐχ ἁρπαγὰς, ἀλλὰ φιλαλληλίαν μόνον καὶ τὸν ἐλεύθερον καὶ ἀπέριττον τοῦτον βίον ζῆν εἰδότες. ἐπεὶ δὲ προμηθέστεροι γεγονότες καὶ προβουλευτικώτεροι τὸ πῦρ ἐφεῦρον, καὶ θερμοτέρων, ἤγουν πανουργοτέρων, πραγμάτων ὠρέχθησαν καὶ τὴν τοῦ ἀπερίττου καὶ ἐλευθέρου βίου μετέστρεψαν διαγωγὴν καὶ εἱμαρμένην, δι’ ὧν ὁ κόσμος κοσμεῖται καὶ τὰ ἡδέα ἡμῖν καὶ τερπνὰ καὶ ἁβρότατα γίνεται δίκην γυναικὸς ἡμᾶς καταθέλγοντα καὶ τρυφερωτέρους ἀπεργαζόμενα, ὃ καλεῖ πλάσιν γυναικὸς ὁ ποιητής.
5a ΚΟΣΜΟΓΡΑΦΙΗ.
5b ΠΕΡΙ ΤΩΝ ΠΛΑΝΗΤΩΝ.
5c ΠΕΡΙ ΦΥΣΕΩΣ Α 〈ἣ ΠΕΡΙ ΚΟΣΜΟΥ ΦΥΣΙΟΣ〉.
5d ΠΕΡΙ ΦΥΣΕΩΣ Β ἢ ΠΕΡΙ ΑΝΘΡΩΠΟΥ ΦΥΣΙΟΣ ἢ ΠΕΡΙ ΣΑΡΚΟΣ.
5e ΠΕΡΙ ΝΟΥ 〈ΛΕΥΚΙΠΠΟΥ.
5f ΠΕΡΙ ΑΙΣΘΗΣΙΩΝ.
5g ΠΕΡΙ ΧΥΜΩΝ.
5h ΠΕΡΙ ΧΡΟΩΝ.
5i ΠΕΡΙ ΤΩΝ ΔΙΑΦΕΡΟΝΤΩΝ ΡΥΣΜΩΝ 〈ἢ ΠΕΡΙ ΙΔΕΩΝ〉.
6 SEXT. VII 137 ἐν δὲ τῶι Περὶ ἰδεῶ ν · ‘ γιγνώσκειν τε χρ ή, φησίν, ἄνθρωπον τῶιδε τῶι κανόν ι , ὅτι ἐτεῆς ἀπήλλακται ‘.
7 καὶ πάλιν· ‘ δηλοῖ μὲν δὴ καὶ οὗτος ὁ λόγο ς , ὅτι ἐτεῆι οὐδὲν ἴσμεν περὶ οὐδενό ς , ἀλ λ ’ ἐπιρυσμίη ἑκάστοισιν ἡ δόξισ ‘.
8 καὶ ἔτι· ‘ καίτοι δῆλον ἔστα ι , ὅτι ἐτεῆι οἷον ἕκαστον γιγνώσκειν ἐν ἀπόρωι ἐστί ‘.
8a ΠΕΡΙ ΑΜΕΙΨΙΡΥΣΜΙΩΝ.
8b ΚΡΑΤΥΝΤΗΡΙΑ.
9 SEXT. adv. math. VII 135 Δ. δὲ ὁτὲ μὲν ἀναιρεῖ τὰ φαινόμενα ταῖς αἰσθήσεσι καὶ τούτων λέγει μηδὲν φαίνεσθαι κατ’ ἀλήθειαν, ἀλλὰ μόνον κατὰ δόξαν, ἀληθὲς δὲ ἐν τοῖς οὖσιν ὑπάρχειν τὸ ἀτόμους εἶναι καὶ κενόν· ‘ νόμωι ‘ γάρ φησι ‘γλυκύ, [καὶ] νόμωι πικρό ν, νόμωι θερμόν, νόμωι ψυχρόν, νόμωι χροι ή , ἐτεῆι δὲ ἄτομα καὶ κενόν ‘ [= B 125] (ὅπερ 〈ἔστι〉· νομίζεται μὲν εἶναι καὶ δοξάζεται τὰ αἰσθητά, οὐκ ἔστι δὲ κατ’ ἀλήθειαν ταῦτα, ἀλλὰ τὰ ἄτομα μόνον καὶ τὸ κενόν). (136) ἐν δὲ τοῖς Κρατυντηρίοι ς, καίπερ ὑπεσχημένος ταῖς αἰσθήσεσι τὸ κράτος τῆς πίστεως ἀναθεῖναι, οὐδὲν ἧττον εὑρίσκεται τούτων καταδικάζων. φησὶ γάρ· ‘ ἡμεῖς δὲ τῶι μὲν ἐόντι οὐδὲν ἀτρεκὲς συνίεμε ν , μεταπῖπτον δὲ κατά τε σώματος διαθήκην καὶ τῶν ἐπεισιόντων καὶ τῶν ἀντιστηριζόντων ‘.
10 καὶ πάλιν φησίν· ‘ ἐτεῆι μέν νυν ὅτι οἷον ἕκαστον ἔστιν 〈ἢ〉 οὐκ ἔστιν οὐ συνίεμε ν , πολλαχῆι δεδήλωται ‘.
10a ΠΕΡΙ ΕΙΔΩΛΩΝ ἢ ΠΕΡΙ ΠΡΟΝΟΙΑΣ [?].
10b (tit) ΠΕΡΙ ΛΟΓΙΚΩΝ ἢ ΚΑΝΩΝ ΑΒΓ . Vgl. Epikur Περὶ κριτηρίου ἢ Κανών Diog. X 27. SEXT. VIII 327 οἱ μὲν δογματικοὶ τῶν φιλοσόφων ... τιθέασιν αὐτήν [τὴν ἀπόδειξιν], οἱ δὲ Ἐμπειρικοὶ ἀναιροῦσιν, τάχα δὲ καὶ Δ.· ἰσχυρῶς γὰρ αὐτῆι διὰ τῶν Κανόνων ἀντείρηκεν.
11 SEXT. VII 138 ἐν δὲ τοῖς Κανόσι δύο φησὶν εἶναι γνώσεις· τὴν μὲν διὰ τῶν αἰσθήσεων τὴν δὲ διὰ τῆς διανοίας, ὧν τὴν μὲν διὰ τῆς διανοίας γνησίην καλεῖ προσμαρτυρῶν αὐτῆι τὸ πιστὸν εἰς ἀληθείας κρίσιν, τὴν δὲ διὰ τῶν αἰσθήσεων σκοτίην ὀνομάζει ἀφαιρούμενος αὐτῆς τὸ πρὸς διάγνωσιν τοῦ ἀληθοῦς ἀπλανές. (139) λέγει δὲ κατὰ λέξιν· ‘ γνώμης δὲ δύο εἰσὶν ἰδέα ι , ἡ μὲν γνησί η , ἡ δὲ σκοτί η · καὶ σκοτίης μὲν τάδε σύμπαντ α , ὄψι ς , ἀκο ή , ὀδμ ή , γεῦσι ς , ψαῦσι ς . ἡ δὲ γνησί η , ἀποκεκριμένη δὲ ταύτησ ‘ . εἶτα προκρίνων τῆς σκοτίης τὴν γνησίην ἐπιφέρει λέγων· ‘ ὅταν ἡ σκοτίη μηκέτι δύνηται μήτε ὁρῆν ἐ π ’ ἔλαττον μήτε ἀκούειν μήτε ὀδμᾶσθαι μήτε γεύεσθαι μήτε ἐν τῆι ψαύσει αἰσθάνεσθα ι , ἀλ λ ’ ἐπὶ λεπτότερον 〈δέηι ζητεῖ ν , τότε ἐπιγίνεται ἡ γνησίη ἅτε ὄργανον ἔχουσα τοῦ νῶσαι λεπτότερον 〉. Vgl. HIPP. de arte 11 ὅσα γὰρ τὴν τῶν ὀμμάτων ὄψιν ἐκφεύγει, ταῦτα τῆι τῆς γνώμης ὄψει κεκράτηται.
11a ΑΠΟΡΗΜΑΤΩΝ 〈 ΑΒ ...?〉.
tit,11b-11k ΑΣΥΝΤΑΚΤΑ
11b ΑΙΤΙΑΙ ΟΥΡΑΝΙΑΙ.
11c ΑΙΤΙΑΙ ΑΕΡΙΟΙ.
11d ΑΙΤΙΑΙ ΕΠΙΠΕΔΟΙ.
11e ΑΙΤΙΑΙ ΠΕΡΙ ΠΥΡΟΣ ΚΑΙ ΤΩΝ ΕΝ ΠΥΡΙ.
11f ΑΙΤΙΑΙ ΠΕΡΙ ΦΩΝΩΝ.
11g ΑΙΤΙΑΙ ΠΕΡΙ ΣΠΕΡΜΑΤΩΝ ΚΑΙ ΦΥΤΩΝ ΚΑΙ ΚΑΡΠΩΝ.
11h ΑΙΤΙΑΙ ΠΕΡΙ ΖΩΙΩΝ ΑΒΓ .
11i ΑΙΤΙΑΙ ΣΥΜΜΕΙΚΤΟΙ.
11k ΠΕΡΙ ΤΗΣ ΛΙΘΟΥ.
tit,11l-15b ΜΑΘΗΜΑΤΙΚΑ
11l ΠΕΡΙ ΔΙΑΦΟΡΗΣ ΓΝΩΜΗΣ ἢ ΠΕΡΙ ΨΑΥΣΙΟΣ ΚΥΚΛΟΥ ΚΑΙ ΣΦΑΙΡΗΣ.
11m ΠΕΡΙ ΓΕΩΜΕΤΡΙΗΣ.
11n ΓΕΩΜΕΤΡΙΚΩΝ 〈 ΑΒ ?〉.
11o ΑΡΙΘΜΟΙ.
11p ΠΕΡΙ ΑΛΟΓΩΝ ΓΡΑΜΜΩΝ ΚΑΙ ΝΑΣΤΩΝ ΑΒ .
11q ΕΚΠΕΤΑΣΜΑΤΑ.
11r ΜΕΓΑΣ ΕΝΙΑΥΤΟΣ ἢ ΑΣΤΡΟΝΟΜΙΗ. ΠΑΡΑΠΗΓΜΑ.
12 CENSOR. 18, 8 est et Philolai annus [ 44 A 22] ... et Democriti ex annis LXXXII cum intercalariis [mensibus] perinde viginti octo.
13 APOLLON. de pronom. p. 65, 15 Schneid. καὶ Φερεκύδης ἐν τῆι Θεολογίαι [7 B 10] καὶ ἔτι Δ, ἐν τοῖς Περὶ ἀστρονομίας καὶ ἐν τοῖς ὑπολειπομένοις συντάγμασι συνεχέστερον χρῶνται τῆι ἐμεῦ καὶ ἔτι τῆι ἐμέο.
14,1 VITRUV. IX 6, 3 de naturalibus autem rebus Thales Milesius, Anaxagoras Clazomenius, Pythagoras Samius, Xenophanes Colophonius, D. Abderites rationes, quibus eae res natura rerum gubernarentur quemadmodumcumque effectus habeant, excogitatas reliquerunt. quorum inventa secuti siderum 〈ortus〉 et occasus tempestatumque significatus Eudoxus, Euctemon, Callippus, Meto, Philippus, Hipparchus, Aratus ceterique ex astrologia parapegmatorum disciplinis invenerunt et eas posteris explicatas reliquerunt. IX 5, 4 quae figurata conformataque sunt siderum in mundo simulacra natura divinaque mente designata, ut Democrito physico placuit, exposui, sed tantum ea quorum ortus et occasus possumus animadvertere et oculis contueri.
14,2 EUDOX. Ars astron. coll. 22, 21 [p. 25 Blass] Εὐδόξωι Δημοκρίτωι χειμεριναὶ τροπαὶ ἀθὺρ ὁτὲ μὲν κ ὁτὲ δὲ ιθ . 23, 3 ἀπὸ ἰσημερίας μεθοπωρινῆς ἐπὶ χειμερινὰς τροπὰς Εὐδόξωι ἡμέραι ϙβ , Δημοκρίτωι ἡμέραι ϙα ..., ἀπὸ τροπῶν χειμερινῶν εἰς ἰσημερίαν ἐαρινὴν Εὐδόξωι καὶ Δ—ωι ἡμέραι ϙα , Εὐκτήμονι ϙβ .
14,3 [GEMIN.] Isag. p. 218, 14 Manit. ἐν δὲ τῆι δ ἡμέραι Δημοκρίτωι Πλειάδες δύνουσιν ἅμα ἠοῖ· ἄνεμοι χειμέριοι ὡς τὰ πολλὰ καὶ ψύχη ἤδη καὶ πάχνη ἐπιπνεῖν φιλε ῖ· φυλλορροεῖν ἄρχεται τὰ δένδρα μάλιστα. p. 220, 5 ἐν δὲ τῆι ιγ Δ—ωι Λύρα ἐπιτέλλει ἅμα ἡλίωι ἀνίσχοντι· καὶ ὁ ἀὴρ χειμέριος γίνεται ὡς ἐπὶ τὰ πολλά. p. 222, 9 ἐν δὲ τῆι ις Δ—ωι Ἀετὸς ἐπιτέλλει ἅμα ἡλίωι· καὶ ἐπισημαίνειν φιλεῖ βροντῆι καὶ ἀστραπῆι καὶ ὕδατι ἢ ἀνέμωι ἢ ἀμφότερα ὡς ἐπὶ τὰ πολλά. p. 224, 5 ἐν δὲ τῆι ιβ Δ—ωι νότος πνεῖ ὡς 〈ἐπὶ τὰ πολλά〉. p. 224, 22 ἐν δὲ τῆι γ Εὐκτήμονι ὑετία. Δ—ωι ἄλογχο ς, χειμών. p. 226, 4 ἐν δὲ τῆι ις Δ—ωι ζέφυρος πνεῖν ἄρχεται καὶ παραμένει. ἡμέραι γ καὶ μ ἀπὸ τροπῶν. p. 226, 15 ἐν δὲ τῆι δ Δ—ωι ποικίλαι ἡμέραι γίνονται ἁλκυονίδες καλούμεναι. p. 226, 23 ἐν δὲ τῆι ιδ Δ—ωι ἄνεμοι πνέουσι ψυχροί, οἱ ὀρνιθίαι καλούμενοι, ἡμέρας μάλιστα ἐννέα. p. 228, 23 Δ—ωι Πλειάδες κρύπτονται ἅμα ἡλίωι ἀνίσχοντι καὶ ἀφανεῖς γίνονται νύκτας μ . p. 232, 16 ἐν δὲ τῆι ι Δ—ωι ὕδωρ γίνεται. p. 232, 21 ἐν δὲ τῆι κθ Δ—ωι ἄρχεται Ὠρίων ἐπιτέλλειν καὶ φιλεῖ ἐπισημαίνειν ἐπ’ αὐτῶι.
14,4 PLIN. N. H. XVIII 231 D. talem futuram hiemem arbitratur qualis fuerit brumae dies et circa eum terni, item solstitio aestatem. (Vgl. THEOPHR. q. f. de sign. 57.) 312 dein consentiunt, quod est rarum, Philippus ... Democritu s, Eudoxus IIII Kal. Oct. [ 28. Sept.] Capellam matutino exoriri et III Kal. [ 29. Sept.] Haedos.
14,5 SCHOL. APOLL. RHOD. B 1098 [‘Ζεὺς δ’ ἀνέμου βορέαο μένος κίνησεν ἀῆναι, ὕδατι σημαίνων διερὴν ὁδὸν Ἀρκτούροιο‘] τοῦτο δὲ ἔφη, ἐπεὶ κατὰ τὴν ἐπιτολὴν τοῦ Ἀρκτούρου σφοδροὶ καταχέονται ὄμβροι, ὥς φησι Δ. ἐν τῶι Περὶ ἀστρονομίας καὶ Ἄρατος [Phaen. 745].
14,6 CLODII CALEND. in Lydus de ost. ed. Wachsm. 2 p. 157, 18 καὶ ταῦτα μὲν ὁ Κλώδιος ἐκ τῶν παρὰ Θούσκοις ἱερῶν πρὸς λέξιν· καὶ οὐκ αὐτὸς μόνος, ἀλλὰ μὴν καὶ Εὔδοξός τε ὁ πολύς, Δημόκριτος πρῶτος αὐτῶν, Βάρρων τε ὁ Ῥωμαῖος κτλ.
14,7 PTOLEM. Apparit. epileg. ebenda p. 275, 1 καὶ τούτων ἀνέγραψα τὰς ἐπισημασίας καὶ κατέταξα κατά τε Αἰγυπτίους καὶ Δοσίθεον ... Δημόκριτο ν. τούτων δὲ Αἰγύπτιοι ἐτήρησαν παρ’ ἡμῖν ... Δ. ἐν Μακεδονίαι καὶ Θράικηι. διὸ δὴ μάλιστα ἄν τις ἐφαρμόζοι τὰς μὲν τῶν Αἰγυπτίων ἐπισημασίας ταῖς περὶ τοῦτον τὸν παράλληλον χώραις, ... τὰς δὲ Δημοκρίτου ..., καθ’ ὃν ἡ μεγίστη τῶν ἡμερῶν ὡρῶν ἐστιν ἰσημερινῶν ιε . p. 213, 19 Thoth ιζ ... Δ—ωι Ἀβδηρίτηι 〈ἐπισημαίνει καὶ〉 χελιδὼν ἀφανίζεται. p. 215, 18. Thoth κθ Δ—ωι ὑετὸς καὶ ἀνέμων ἀταξία. p. 217, 12. Phaophi η Δ—ωι χειμάζει· σπόρου ὥρα. p. 220, 13. Athyr β Δ—ωι ψύχη ἢ πάχνη. p. 223, 14. Athyr ιζ Δ—ωι χειμὼν καὶ κατὰ γῆν καὶ κατὰ θάλασσαν. p. 227, 5. Choiak α Δ—ωι ὁ οὐρανὸς ταραχώδης καὶ ἡ θάλασσα ὡς τὰ πολλά. p. 229, 10. Choiak θ Δ—ωι χειμών. p. 230, 11. Choiak ιδ Δ—ωι βρονταί, ἀστραπαί, ὕδωρ, ἄνεμοι. p. 233, 8. Tybi α Δ—ωι μέγας χειμών. p. 233, 15. Tybi γ Δ—ωι ἐπισημαίνει. p. 234, 17. Tybi θ Δ—ωι νότος ὡς τὰ πολλά. p. 237, 17. Tybi κε Δ—ωι ἐφύει. p. 238, 6. Tybi κθ Δ—ωι μέγας χειμών. p. 240, 12. Mechir ιβ Δ—ωι ζέφυρος ἄρχεται πνεῖν. p. 241, 6. Mechir ιδ Δ—ωι ζέφυρος πνεῖ. p. 243, 5. Mechir λ Δ—ωι ποικίλαι ἡμέραι αἱ καλούμεναι ἁλ κυονίδε ς. p. 245, 1. Phamenoth ια Δ—ωι ἄνεμοι ψυχροί· ὀρνιθίαι ἐπὶ ἡμέρας θ . p. 246, 16. Phamenoth κβ Δ—ωι ἐπισημαίνει, ἄνεμος ψυχρός. p. 247, 18. Pharmuthi α Δ—ωι ἐπισημαίνει. p. 252, 2. Pharmuthi κθ Δ—ωι ἐπισημαίνει. p. 258, 10. Payni γ Δ—ωι ὑετία. p. 259, 9. Payni θ Δ—ωι ὕδωρ ἐπιγίνεται. p. 262, 19. Payni κη Δ—ωι ἐπισημαίνει. p. 263, 18. Epiphi δ Δ—ωι ζέφυρος καὶ ὕδωρ ἑῶιον, εἶτα βορέαι πρόδρομοι ἐπὶ ἡμέρας ζ . p. 267, 4. Epiphi κβ Δ—ωι ὕδωρ, καταιγίδες. p. 268, 21. Mesori β Δ—ωι, Ἱππάρχωι νότος καὶ καῦμα. p. 271, 22. Mesori κϛ Δ—ωι ἐπισημαίνει ὕδασι καὶ ἀνέμοις.
14,8 IOANN. LYD. de mens. IV 16ff. p. 78, 15 Wünsch Δ—ος δὲ τὸν λίβα μετὰ ὄμβρου φησὶ γίνεσθαι. p. 79, 5 Δ—ος λέγει δύεσθαι τὸν Δελφῖνα καὶ τροπὴν ὡς ἐπὶ πολὺ γίνεσθαι. p. 79, 16 Δ—ος ἄνεμον λίβα πνεῦσαι λέγει. p. 109, 3 ἐν δὲ τῆι ἡμέραι τῶν Βακχαναλίων Δ—ος δύεσθαι τοὺς Ἰχθύας λέγει. p. 159, 16 ἐν ταύτηι τῆι ἡμέραι ὁ Δ. λέγει ἐναλλαγὴν ἀνέμων συμβαίνειν καὶ βροχῆς ἐπικράτειαν. p. 163, 10 ὁ Δ—ος τοὺς Ἐρίφους ἀνίσχειν καὶ βορρᾶν πνεῖν διισχυρίζεται. p. 169, 3 ὁ Δ—ος λέγει τὸν ἥλιον 〈ἐν〉 Τοξότηι γίνεσθαι.
14a ΑΜΙΛΛΑ ΚΛΕΨΥΔΡΑΙ [?].
14b ΟΥΡΑΝΟΓΡΑΦΙΗ.
14c ΓΕΩΓΡΑΦΙΗ.
15 AGATHEM. I 1. 2 εἶτα (1) Δαμάστης ὁ Σιγειεὺς [F Gr Hist. 5 T 4 I 153] τὰ πλεῖστα ἐκ τῶν Ἑκαταίου μεταγράψας Περίπλουν ἔγραψεν· ἑξῆς Δ. καὶ Εὔδοξος [fr. 1 Gisinger Στοιχεῖα VI, 10] καὶ ἄλλοι τινὲς γῆς περιόδους καὶ περίπλους ἐπραγματεύσαντο. (2) οἱ μὲν οὖν παλαιοὶ τὴν οἰκουμένην ἔγραφον στρογγύλην, μέσην δὲ κεῖσθαι τὴν Ἑλλάδα καὶ ταύτης Δελφούς· τὸν ὀμφαλὸν γὰρ ἔχειν τῆς γῆς. πρῶτος δὲ Δ. πολύπειρος ἀνὴρ συνεῖδεν, ὅτι προμήκης ἐστὶν ἡ γῆ ἡμιόλιον τὸ μῆκος τοῦ πλάτους ἔχουσα· συνήινεσε τούτωι καὶ Δικαίαρχος ὁ Περιπατητικός.
15a ΠΟΛΟΓΡΑΦΙΗ.
15b ΑΚΤΙΝΟΓΡΑΦΙΗ.
tit,15c-26a ΜΟΥΣΙΚΑ
15c ΠΕΡΙ ΡΥΘΜΩΝ ΚΑΙ ΑΡΜΟΝΙΗΣ.
16 MALLIUS THEODOR. de metr. VI 589, 20 Keil metrum dactylicum hexametrum inventum primitus ab Orpheo Critias [ 88 B 3] asserit, D. a Musaeo.
16a ΠΕΡΙ ΠΟΙΗΣΙΟΣ.
17 CIC. de orat. II 46, 194 saepe enim audivi poetam bonum neminem (id quod a Democrito et Platone in scriptis relictum esse dicunt) sine inflammatione animorum existere posse et sine quodam adflatu quasi furoris. de divin. I 38, 80 negat enim sine furore D. quemquam poetam magnum esse posse, quod idem dicit Plato. HORAT. d. art. poet. 295 ingenium misera quia fortunatius arte credit et excludit sanos Helicone poetas Democritus etc.
18 CLEM. Strom. VI 168 [II 518, 20 St.] καὶ ὁ Δ. ὁμοίως ‘ ποιητὴς δὲ ἅσσα μὲν ἂν γράφηι με τ ’ ἐνθουσιασμοῦ καὶ ἱεροῦ πνεύματο ς , καλὰ κάρτα ἐστίν .. .‘
18a ΠΕΡΙ ΚΑΛΛΟΣΥΝΗΣ ΕΠΕΩΝ.
18b ΠΕΡΙ ΕΥΦΩΝΩΝ ΚΑΙ ΔΥΣΦΩΝΩΝ ΓΡΑΜΜΑΤΩΝ
19 EUSTATH. ad. Γ 1 p. 370, 15 τὸ γάμμα στοιχεῖον γέμμα φασὶν Ἴωνες καὶ μάλιστα Δ., ὃς καὶ τὸ μῦ μῶ λέγει aus Photius, dessen Glosse μῶ: τὸ μῦ στοιχεῖον Δ. erhalten ist.
20 SCHOL. DIONYS. THRAC. p. 184, 3ff. Hilg. τὰ ὀνόματα τῶν στοιχείων ἄκλιτά εἰσιν ... παρὰ Δημοκρίτωι δὲ κλίνονται· λέγει γὰρ δέλτατος καὶ θήτατο ς.
20a ΠΕΡΙ ΟΜΗΡΟΥ ἢ ΟΡΘΟΕΠΕΙΗΣ ΚΑΙ ΓΛΩΣΣΕΩΝ.
21 DIO 36, 1 [II 109, 21 Arnim] ὁ μὲν Δ. περὶ Ὁμήρου φησὶν οὕτως· Ὅμηρος φύσεως λαχὼν θεαζούσης ἐπέων κόσμον ἐτεκτήνατο παντοίων ‘, ὡς οὐκ ἐνὸν ἄνευ θείας καὶ δαιμονίας φύσεως οὕτως καλὰ καὶ σοφὰ ἔπη ἐργάσασθαι.
22 PORPHYR. Quaest. hom. I 274, 9 Schrad. [zu Φ 252] οἱ δὲ κατεψεύσαντο τοῦ ποιητοῦ ὡς ‘ μελανόστου ‘ (statt μέλανος τοῦ) ὑφ’ ἓν ὡς Ὀρέστου εἰρηκότος διὰ τὸ καὶ Δημόκριτον ἱστορεῖν ἐπὶ τοῦ ἀετοῦ τὰ ὀστᾶ μέλανα εἶναι καταψευδόμενοι τῆς ἀληθείας.
23 SCHOL. HOM. Α Zu H 390 τὸ ‘ὡς πρὶν ὤφελλ’ ἀπολέσθαι‘ εἴτε καὶ τοῖς Ἕλλησιν εἰς ἐπήκοον λέγει ὁ κῆρυξ πρὸς τὸ συγγνωμονεῖν τοῖς ἄλλοις Τρωσὶν ὡς καὶ αὐτοῖς ὀργιζομένοις, εἴτε καθ’ ἑαυτὸν καὶ ἠρέμα, ὡς Δ. ἀξιοῖ ἀπρεπὲς ἡγησάμενος τὸ φανερῶς λέγεσθαι, ἀμφότερα προστικτέον.
24 EUSTATH. Zu ο 376 p. 1784 ἰστέον δὲ ὅτι ἐς τοσοῦτον ἠξιώθη λόγου τοῖς παλαιοῖς ὁ εὐνοϊκὸς οὗτος δοῦλος Εὔμαιο ς, ὥστε καὶ μητέρα αὐτοῦ ἐξευρίσκουσι. Δ. μὲν Πενίαν, Εὐφορίων δὲ Πάνθειαν, Φιλόξενος δὲ ὁ Σιδώνιος Δανάην.
25 —Zu μ 62 p. 1713 ἄλλοι δὲ Δία μὲν νοοῦσι τὸν ἥλιον ..., ἀμβροσίαν δὲ τὰς ἀτμίδας αἷς ὁ ἥλιος τρέφεται, καθὰ δοξάζει καὶ Δ.
26 PROCL. in Crat. 16 p. 5, 25 Pasqu. ὅτι τῆς Κρατύλου δόξης γέγονε Πυθαγόρας τε καὶ Ἐπίκουρος, Δ. δὲ καὶ Ἀριστοτέλης τῆς Ἑρμογένους ... p. 6, 10 διὰ δὲ τοῦ θεμένου τὰ ὀνόματα τὴν ψυχὴν ἠινίττετο, ἥτις ἀπὸ νοῦ μὲν ὑπέστη· καὶ αὐτὰ μὲν τὰ πράγματα οὐκ ἔστιν ὥσπερ ὁ νοῦς πρώτως, ἔχει δ’ αὐτῶν εἰκόνας καὶ λόγους οὐσιώδεις διεξοδικοὺς οἷον ἀγάλματα τῶν ὄντων ὥσπερ τὰ ὀνόματα ἀπομιμούμενα τὰ νοερὰ εἴδη, τοὺς ἀριθμούς· τὸ μὲν οὖν εἶναι πᾶσιν ἀπὸ νοῦ τοῦ ἑαυτὸν γινώσκοντος καὶ σοφοῦ, τὸ δ’ ὀνομάζεσθαι ἀπὸ ψυχῆς τῆς νοῦν μιμουμένης. οὐκ ἄρα, φησὶ Πυθαγόρας, τοῦ τυχόντος ἐστὶ τὸ ὀνοματουργεῖν, ἀλλὰ τοῦ τὸν νοῦν ὁρῶντος καὶ τὴν φύσιν τῶν ὄντων· φύσει ἄρα τὰ ὀνόματα. ὁ δὲ Δ. θέσει λέγων τὰ ὀνόματα διὰ τεσσάρων ἐπιχειρημάτων τοῦτο κατεσκεύαζεν· ἐκ τῆς ὁμωνυμίας· τὰ γὰρ διάφορα πράγματα τῶι αὐτῶι καλοῦνται ὀνόματι· οὐκ ἄρα φύσει τὸ ὄνομα· καὶ ἐκ τῆς πολυωνυμίας· εἰ γὰρ τὰ διάφορα ὀνόματα ἐπὶ τὸ αὐτὸ καὶ ἓν πρᾶγμα ἐφαρμόσουσιν, καὶ ἐπάλληλα, ὅπερ ἀδύνατον· τρίτον ἐκ τῆς τῶν ὀνομάτων μεταθέσεως. διὰ τί γὰρ τὸν Ἀριστοκλέα μὲν Πλάτωνα, τὸν δὲ Τύρταμον Θεόφραστον μετωνομάσαμεν, εἰ φύσει τὰ ὀνόματα; ἐκ δὲ τῆς τῶν ὁμοίων ἐλλείψεως· διὰ τί ἀπὸ μὲν τῆς φρονήσεως λέγομεν φρονεῖν, ἀπὸ δὲ τῆς δικαιοσύνης οὐκέτι παρονομάζομεν; τύχηι ἄρα καὶ οὐ φύσει τὰ ὀνόματα. καλεῖ δὲ ὁ αὐτὸς τὸ μὲν πρῶτον ἐπιχείρημα πολύσημο ν, τὸ δὲ δεύτερον ἰσόρροπο ν, 〈τὸ δὲ τρίτον μετώνυμον 〉, τὸ δὲ τέταρτον νώνυμο ν.
26a ΟΝΟΜΑΣΤΙΚΩΝ.
tit,26b-28c ΤΕΧΝΙΚΑ
26b ΠΡΟΓΝΩΣΙΣ
26c (tit) ΠΕΡΙ ΔΙΑΙΤΗΣ ἢ ΔΙΑΙΤΗΤΙΚΟΝ. Vgl. Hipp. Περὶ διαίτης Anf. [VI 466 L.] εἰ μέν μοί τις ἐδόκει τῶν πρότερον συγγραψάντων περὶ διαίτης ἀνθρωπίνης τῆς πρὸς ὑγίειαν ὀρθῶς ἐγνωκὼς συγγεγραφέναι πάντα διὰ παντὸς ... ἱκανῶς ἂν εἶχέ μοι ... τούτοισι χρέεσθαι ... νῦν δὲ πολλοὶ μὲν ἤδη συνέγραψαν κτλ.
26d ΙΗΤΡΙΚΗ ΓΝΩΜΗ.
26e ΑΙΤΙΑΙ ΠΕΡΙ ΑΚΑΙΡΙΩΝ ΚΑΙ ΕΠΙΚΑΙΡΙΩΝ.
26f ΠΕΡΙ ΓΕΩΡΓΙΗΣ ἢ ΓΕΩΡΓΙΚΟΝ (ΓΕΩΡΓΙΚΑ). VARRO de r. rust. I 1, 8 [47 B 8]. COLUMELLA de r. rust. I praef. 32 accedit huc quod illi, quem nos perfectum esse volumus agricolam, si quidem artis consummatae sit et in universa rerum natura sagacitatem Democriti vel Pythagorae fuerit consecutus ..., ... profecerit, si ...
27 COLUM. III 12, 5 status caeli, cuius regionem quam spectare debeant vineae vetus est dissensio ... Democrito et Magone laudantibus caeli plagam septentrionalem, quia existiment ei subiectas feracissimas fieri vineas, quae tamen bonitate vini superentur.
27a —IX 14, 6 progenerari posse apes iuvenco perempto Democritus et Mago nec minus Vergilius prodiderunt.
28 COLUM. XI 3, 2 Democritus in eo libro quem Georgicon appellavit parum prudenter censet eos facere, qui hortis exstruant munimenta, quod neque latere fabricata maceries perennare possit pluviis ac tempestatibus plerumque infestata, eque lapide supra rei dignitatem poscat inpensa;; si vero amplum modum sepire quis velit, patrimonio esse opus.
28a ΠΕΡΙ ΖΩΓΡΑΦΙΗΣ.
28b ΤΑΚΤΙΚΟΝ.
28c ΟΠΛΟΜΑΧΙΚΟΝ.
29 APOLLON. Cit. in Hipp. p. 6, 29 Schöne ταύτης δὲ τῆς ἐμβολῆς τὴν ἰσχυροτάτην ἀνάγκην περιεχούσης ὁ Βακχεῖος τὴν ἐπὶ τοῦ μοχλοειδοῦς ξύλου λεγομένην ἄμβην ἐν τοῖς Περὶ τῶν Ἱπποκρατείων λέξεων ἐξηγεῖται, ὅτι ‘ἐν ταῖς λέξεσιν ἀναγέγραπται, ὡς Ῥόδιοι ἄμβωνας καλοῦσι τοὺς τῶν ὀρῶν λόφους καὶ καθόλου τὰς προσαναβάσεισ‘. καὶ διὰ τούτων φησὶν πάλιν· ‘ἀναγέγραπται δὲ καὶ ὡς ὁ Δ. εἴη καλῶν τῆς ἴτυος τὴν τῶι κοίλωι περικειμένην ὀφρὺν ἄμβην‘.
29a APOLL. DYSC. de pron. p. 92, 20 Schn. αἱ πληθυντικαὶ καὶ κοινολεκτοῦνται κατ’ εὐθεῖαν πρός τε Ἰώνων καὶ Ἀττικῶν ἡμεῖ ς , ὑμεῖ ς , σφεῖ ς, ἔστιν 〈δὲ〉 πιστώσασθαι καὶ τὸ ἀδιαίρετον τῆς εὐθείας παρ’ Ἴωσιν ἐκ τῶν περὶ Δημόκριτον, Φερεκύδην [7 B 11], Ἑκαταῖον [FGrHist. 1 F 360 I 45].
30 CLEM. Protr. 68 (I 52, 16 St.). Strom. V 103 (II 394, 21). τῶν λογίων ἀνθρώπων ὀλίγοι ἀνατείναντες τὰς χεῖρας ἐνταῦθ α , ὃν νῦν ἠέρα καλέομεν οἱ Ἕλληνε ς · ‘ πάντ α , 〈εἶπαν 〉 , Ζεὺς μυθέεται (? ) καὶ πάν θ ’ οὗτος οἶδε καὶ διδοῖ καὶ ἀφαιρέεται καὶ βασιλεὺς οὗτος τῶν πάντων ‘ .
31 CLE M . Pae d . I 6 ( I 9 3 , 15 Stäh l. ) ἰατρικὴ μὲν γὰρ κατὰ Δημόκριτον σώματος νόσους ἀκέετα ι , σοφίη δὲ ψυχὴν παθῶν ἀφαιρεῖτα ι.
32 — —94 (I 214, 9 St.) Hipp. Ref. VIII 14 (p. 234, 5 W.). STOB. III 6, 28. ξυνουσίη ἀποπληξίη σμικρ ή · ἐξέσσυται γὰρ ἄνθρωπος ἐξ ἀνθρώπου καὶ ἀποσπᾶται πληγῆι τινι μεριζόμενο ς.
33 CLEM. Strom. IV 151 (II 314, 12 St.) STOB. II 31, 65 [II 213, 1 W.]. ἡ φύσις καὶ ἡ διδαχὴ παραπλήσιόν ἐστ ι . καὶ γὰρ ἡ διδαχὴ μεταρυσμοῖ τὸν ἄνθρωπο ν , μεταρυσμοῦσα δὲ φυσιοποιε ῖ.
34 DAVID Prol. 38, 14 Busse καὶ ὥσπερ ἐν τῶι παντὶ ὁρῶμεν τὰ μὲν μόνως ἄρχοντα οἷον τὰ θεῖα, τὰ δὲ καὶ ἄρχοντα καὶ ἀρχόμενα οἷον τὰ ἀνθρώπεια (ταῦτα γὰρ καὶ ἄρχονται ἐκ τῶν θείων καὶ ἄρχουσι τῶν ἀλόγων ζώιων), τὰ δὲ μόνως ἀρχόμενα ὡς τὰ ἄλογα ζῶια, τὸν αὐτὸν τρόπον καὶ ἐν τῶι ἀνθρώπωι μικρῶι κόσμωι ὄντι κατὰ τὸν Δημόκριτον ταῦτα θεωροῦνται. καὶ τὰ μὲν μόνως ἄρχουσιν, ὥσπερ ὁ λόγος, τὰ δὲ καὶ ἄρχονται καὶ ἄρχουσιν ὡς ὁ θυμός ... τὰ δὲ μόνως ἄρχονται ὥσπερ ἡ ἐπιθυμία. GAL. de usu partt. III 10 (III 241 K., I 177, 10 Helmr.) ἀλλὰ καὶ τὸ ζῶιον οἷον μικρόν τινα κόσμον εἶναί φασιν ἄνδρες παλαιοὶ περὶ φύσιν ἱκανοί.
tit,35-115 ΔΗΜΟΚΡΑΤΟΥΣ ΓΝΩΜΑΙ
35 DEMOKRATES 1. γνωμέων μευ τῶνδε εἴ τις ἐπαΐοι ξὺν νόω ι , πολλὰ μὲν ἕρξει πράγμα τ ’ ἀνδρὸς ἀγαθοῦ ἄξι α , πολλὰ δὲ φλαῦρα οὐχ ἕρξε ι.
36 DEMOKRATES 2. ψυχῆς .. . τίθησιν [STOB. III 1, 27; s. B 187].
37 —3. ὁ τὰ ψυχῆς ἀγαθὰ αἱρεόμενος τὰ θειότερα αἱρέετα ι · ὁ δὲ τὰ σκήνεος τὰ ἀνθρωπήϊ α .
38 — 4 . καλὸν μὲν τὸν ἀδικέοντα κωλύει ν · εἰ δὲ μ ή , μὴ ξυναδικέει ν.
39 —5. ἀγαθὸν ἢ εἶναι χρεὼν ἢ μιμεῖσθαι [Stob. III 37, 25].
40 —6. οὔτε σώμασιν οὔτε χρήμασιν εὐδαιμονοῦσιν ἄνθρωπο ι , ἀλ λ ’ ὀρθοσύνηι καὶ πολυφροσύνη ι.
41 —7. μὴ διὰ φόβο ν , ἀλλὰ διὰ τὸ δέον ἀπέχεσθαι ἁμαρτημάτων [Stob. III 1, 95]
42 —8. μέγα τὸ ἐν ξυμφορῆισι φρονεῖν ἃ δεῖ [Stob. IV 44, 68].
43 —9. μεταμέλεια ἐ π ’ αἰσχροῖσιν ἔργμασι βίου σωτηρί η.
44 —10. ἀληθόμυθον χρὴ εἶνα ι , οὐ πολύλογον [Stob. III 12, 13].
45 DEMOKRAT. 11. ὁ ἀδικῶν τοῦ ἀδικουμένου κακοδαιμονέστερο ς.
46 —12. μεγαλοψυχίη τὸ φέρειν πραέως πλημμέλειαν [Stob. IV 44, 69].
47 —13. νόμωι καὶ ἄρχοντι καὶ τῶι σοφωτέρωι εἴκειν κόσμιον [Stob. III 1, 45].
48 —14. μωμεομένων φλαύρων ὁ ἀγαθὸς οὐ ποιεῖται λόγον [Stob. III 38, 46].
49 —15. χαλεπὸν ἄρχεσθαι ὑπὸ χερείονος [Stob. IV 4, 27].
50 —16. ὁ χρημάτων παντελῶς ἥσσων οὐκ ἄν ποτε εἴη δίκαιο ς.
51 —17. ἰσχυρότερος ἐς πειθὼ λόγος πολλαχῆι γίνεται χρυσοῦ [Stob. II 4, 12].
52 —18. τὸν οἰόμενον νοῦν ἔχειν ὁ νουθετέων ματαιοπονεῖ [Stob. III 10, 42].
53 —19. πολλοὶ λόγον μὴ μαθόντες ζῶσι κατὰ λόγο ν.
53a —. πολλοὶ δρῶντες τὰ αἴσχιστα λόγους ἀρίστους ἀσκέουσιν [Stob. II 15, 33].
54 —20. οἱ ἀξύνετοι δυστυχέοντες σωφρονέουσ ι .
55 —21. ἔργα καὶ πρήξιας ἀρετῆ ς , οὐ λόγου ς , ζηλοῦν χρειών [Stob. II 15, 36].
56 —22. τὰ καλὰ γνωρίζουσι καὶ ζηλοῦσιν οἱ εὐφυέες πρὸς αὐτ ά.
57 —23. κτηνέων μὲν εὐγένεια ἡ τοῦ σκήνεος εὐσθένει α , ἀνθρώπων δὲ ἡ τοῦ ἤθεος εὐτροπίη [Stob. IV 29, 18].
58 —23a. ἐλπίδες αἱ τῶν ὀρθὰ φρονεόντων ἐφικτα ί , αἱ δὲ τῶν ἀξυνέτων ἀδύνατοι [Stob. IV 46, 18].
59 —24. οὔτε τέχνη οὔτε σοφίη ἐφικτό ν , ἢν μὴ μάθηι τις [Stob. II 31, 71].
60 DEMOKRAT. 25. κρέσσον τὰ οἰκήϊα ἐλέγχειν ἁμαρτήματα ἢ τὰ ὀθνεῖα [Stob. III 13, 46].
61 —26. οἷσιν ὁ τρόπος ἐστὶν εὔτακτο ς , τούτοισι καὶ ὁ βίος συντέτακται [Stob. III 37, 25].
62 —27. ἀγαθὸν οὐ τὸ μὴ ἀδικεῖ ν , ἀλλὰ τὸ μηδὲ ἐθέλειν [Stob. III 9, 29].
63 —28. εὐλογέειν ἐπὶ καλοῖς ἔργμασι καλό ν · τὸ γὰρ ἐπὶ φλαύροισι κιβδήλου καὶ ἀπατεῶνος ἔργον [Stob. III 14, 8].
64 —29. πολλοὶ πολυμαθέες νοῦν οὐκ ἔχουσιν [Stob. III 4, 81].
65 —30. πολυνοΐη ν , οὐ πολυμαθίην ἀσκέειν χρ ή. Vgl. Heraklit B 40.
66 —31. προβουλεύεσθαι κρεῖσσον πρὸ τῶν πράξεων ἢ μετανοεῖ ν.
67 —32. μὴ πᾶσι ν , ἀλλὰ τοῖς δοκίμοισι πιστεύει ν · τὸ μὲν γὰρ εὔηθε ς , τὸ δὲ σωφρονέοντο ς.
68 —33. δόκιμος ἀνὴρ καὶ ἀδόκιμος οὐκ ἐξ ὧν πράσσει μόνο ν , ἀλλὰ καὶ ἐξ ὧν βούλετα ι.
69 —34. ἀνθρώποις πᾶσι τωὐτὸν ἀγαθὸν καὶ ἀληθέ ς · ἡδὺ δὲ ἄλλωι ἄλλ ο.
70 —35. παιδό ς , οὐκ ἀνδρὸς τὸ ἀμέτρως ἐπιθυμεῖ ν.
71 —36. ἡδοναὶ ἄκαιροι τίκτουσιν ἀηδία ς.
72 —37. αἱ περί τι σφοδραὶ ὀρέξεις τυφλοῦσιν εἰς τἆλλα τὴν ψυχή ν.
73 —38. δίκαιος ἔρως ἀνυβρίστως ἐφίεσθαι τῶν καλῶν [Stob. III 5, 23].
74 —39. ἡδὺ μηδὲν ἀποδέχεσθα ι , ἢν μὴ συμφέρη ι.
75 —40. κρέσσον ἄρχεσθαι τοῖς ἀνοήτοισιν ἢ ἄρχειν [Stob. IV 2, 13].
76 —41. νηπίοισιν οὐ λόγο ς , ἀλλὰ ξυμφορὴ γίνεται διδάσκαλο ς.
77 DEMOKRAT. 42. δόξα καὶ πλοῦτος ἄνευ ξυνέσιος οὐκ ἀσφαλέα κτήματα [Stob. III 4, 82].
78 —43. χρήματα πορίζειν μὲν οὐκ ἀχρεῖο ν , ἐξ ἀδικίης δὲ πάντων κάκιον [Stob. IV 31, 121].
79 —44. χαλεπὸν μιμεῖσθαι μὲν τοὺς κακού ς , μηδὲ ἐθέλειν δὲ τοὺς ἀγαθού ς.
80 —45. αἰσχρὸν τὰ ὀθνεῖα πολυπραγμονέοντα ἀγνοεῖν τὰ οἰκήϊ α.
81 —46. τὸ ἀεὶ μέλλειν ἀτελέας ποιεῖ τὰς πρήξιας [Stob. III 29, 67].
82 —47. κίβδηλοι καὶ ἀγαθοφανέες οἱ λόγωι μὲν ἅπαντ α , ἔργωι δὲ οὐδὲν ἔρδοντε ς. — * 48. μακάριος, ὃς οὐσίαν καὶ νοῦν ἔχει· χρῆται γὰρ εἰς ἃ δεῖ καλῶς.
83 —49. ἁμαρτίης αἰτίη ἡ ἀμαθίη τοῦ κρέσσονο ς.
84 —50. ἑωυτὸν πρῶτον αἰσχύνεσθαι χρεὼν τὸν αἰσχρὰ ἔρδοντ α.
85 —51. ὁ ἀντιλογεόμενος καὶ πολλὰ λεσχηνευόμενος ἀφυὴς ἐς μάθησιν ὧν χρή [Stob. II 31, 73].
86 —52. πλεονεξίη τὸ πάντα λέγει ν , μηδὲν δὲ ἐθέλειν ἀκούειν [Stob. III 36, 24].
87 —53. τὸν φαῦλον παραφυλάττειν δε ῖ , μὴ καιροῦ λάβητα ι .
88 —54. ὁ φθονέων ἑωυτὸν ὡς ἐχθρὸν λυπέει [Stob. III 38. 47].
89 —55. ἐχθρὸς οὐχ ὁ ἀδικέω ν , ἀλλὰ ὁ βουλόμενο ς.
90 —56. ἡ τῶν συγγενῶν ἔχθρη τῆς τῶν ὀθνείων χαλεπωτέρη μάλ α.
91 —57. μὴ ὕποπτος πρὸς ἅπαντα ς , ἀλ λ ’ εὐλαβὴς γίνου καὶ ἀσφαλή ς.
92 DEMOKRAT. 58. χάριτας δέχεσθαι χρεὼν προσκοπευόμενον κρέσσονας αὐτῶν ἀμοιβὰς ἀποδοῦνα ι.
93 —59. χαριζόμενος προσκέπτεο τὸν λαμβάνοντ α , μὴ κακὸν ἀν τ ’ ἀγαθοῦ κίβδηλος ἐὼν ἀποδῶ ι.
94 —60. μικραὶ χάριτες ἐν καιρῶι μέγισται τοῖς λαμβάνουσ ι.
95 —61. τιμαὶ παρὰ τοῖς εὖ φρονέουσι μέγα δύναντα ι , οἳ ξυνιᾶσι τιμώμενο ι.
96 —62. χαριστικὸς οὐχ ὁ βλέπων πρὸς τὴν ἀμοιβή ν , ἀλ λ ’ ὁ εὖ δρᾶν προηιρημένο ς.
97 —63. πολλοὶ δοκέοντες εἶναι φίλοι οὐκ εἰσ ί , καὶ οὐ δοκέοντες εἰσί ν.
98 —64. ἑνὸς φιλίη ξυνετοῦ κρέσσων ἀξυνέτων πάντω ν.
99 —65. ζῆν οὐκ ἄξιο ς , ὅτωι μηδὲ εἷς ἐστι χρηστὸς φίλο ς.
100 —66. ὅτεωι μὴ διαμένουσιν ἐπὶ πολλὸν οἱ πειραθέντες φίλο ι , δύστροπο ς.
101 —67. ἐκτρέπονται πολλοὶ τοὺς φίλου ς , ἐπὴν ἐξ εὐπορίης εἰς πενίην μεταπέσωσι ν.
102 —68. καλὸν ἐν παντὶ τὸ ἶσο ν · ὑπερβολὴ δὲ καὶ ἔλλειψις οὔ μοι δοκέε ι.
103 —69. οὐ δ ’ ὑ φ ’ ἑνὸς φιλέεσθαι δοκέει μοι ὁ φιλέων μηδέν α.
104 —70. γέρων εὔχαρις ὁ αἱμύλος καὶ σπουδαιόμυθο ς.
105 —71. σώματος κάλλος ζωιῶδε ς , ἢν μὴ νοῦς ὑπῆ ι.
106 —72. ἐν εὐτυχίηι φίλον εὑρεῖν εὔπορο ν , ἐν δὲ δυστυχίηι πάντων ἀπορώτατο ν.
107 DEMOKRATES 73. φίλοι οὐ πάντες οἱ ξυγγενέε ς , ἀλ λ ’ οἱ ξυμφωνέοντες περὶ τοῦ ξυμφέροντο ς.
107a —74. ἄξιον ἀνθρώπους ὄντας ἐ π ’ ἀνθρώπων συμφοραῖς μὴ γελᾶ ν , ἀλ λ ’ ὀλοφύρεσθα ι.
108 —75. διζημένοισι τἀγαθὰ μόλις παραγίνετα ι , τὰ δὲ κακὰ καὶ μὴ διζημένοισιν [Stob. IV 34, 58].
109 —76. οἱ φιλομεμφέες εἰς φιλίην οὐκ εὐφυέε ς.
110 —77. γυνὴ μὴ ἀσκείτω λόγο ν · δεινὸν γά ρ.
111 —78. ὑπὸ γυναικὸς ἄρχεσθαι ὕβρις εἴη ἂν ἀνδρὶ ἐσχάτη [Stob. IV 23, 39].
112 —79. θείου νοῦ τὸ ἀεί τι διαλογίζεσθαι καλό ν. — * 80. ἢν πιστεύηι τις θεοὺς ἐπισκοπεύειν πάντα, οὔτε λάθρη οὔτε φανερῶς ἁμαρτήσεται
113 —81. μεγάλα βλάπτουσι τοὺς ἀξυνέτους οἱ ἐπαινέοντε ς.
114 —82. βέλτερον ὑ φ ’ ἑτέρου ἢ ὑ φ ’ ἑαυτοῦ ἐπαινέεσθα ι.
115 —83. ἢν μὴ γνωρίζηις τοὺς ἐπαίνου ς , κολακεύεσθαι ἡγέ ο. — * 84. ὁ κόσμος σκηνή, ὁ βίος πάροδος· ἦλθες, εἶδες, ἀπῆλθες. — * 85. ὁ κόσμος ἀλλοίωσις, ὁ βίος ὑπόληψις — * 86. τίμιον ὀλίγη σοφία ὑπὲρ δόξαν ἀφροσύνης μεγάλης.
116 DIOG. IX 36 CIC. Tusc. v 36, 104 intellegendum est igitur nec gloriam popularem ipsam per sese expetendam nec ignobilitatem extimescendam. ‘veni Athenas‘ inquit D. ‘neque me quisquam ibi adgnovit‘. constantem hominem et gravem, qui glorietur a gloria se afuisse. ἦλθον γὰρ εἰς Ἀθήνας καὶ οὔ τίς με ἔγνωκε ν.
117 DIOG. IX 72 Δ. δὲ τὰς ποιότητας ἐκβάλλων, ἵνα φησί ‘ νόμωι θερμό ν , νόμωι ψυχρό ν , ἐτεῆι δὲ ἄτομα καὶ κενόν ‘ [B 125] καὶ πάλιν· ἐτεῆι δὲ οὐδὲν ἴδμε ν · ἐν βυθῶι γὰρ ἡ ἀλήθει α. Vgl. CIC. Ac. pr. II 10, 32 naturam accusa, quae in profundo veritatem, ut ait D., penitus abstruserit.
118 DIONYSIOS, bei Eus. P. E. XIV 27, 4 Δ. γοῦν αὐτός, ὥς φασιν, ἔλεγε βούλεσθαι μᾶλλον μίαν εὑρεῖν αἰτιολογίαν ἢ τὴν Περσῶν οἱ βασιλείαν γενέσθα ι· καὶ ταῦτα μάτην καὶ ἀναιτίως αἰτιολογῶν ὡς ἀπὸ κενῆς ἀρχῆς καὶ ὑποθέσεως πλανωμένης ὁρμώμενος καὶ τὴν ῥίζαν καὶ τὴν κοινὴν ἀνάγκην τῆς τῶν ὄντων φύσεως οὐχ ὁρῶν, σοφίαν δὲ μεγίστην ἡγούμενος τὴν τῶν ἀσόφως καὶ ἠλιθίως συμβαινόντων κατανόησιν, καὶ τὴν τύχην τῶν μὲν καθόλου καὶ τῶν θείων δέσποιναν ἐφιστὰς, καὶ βασιλίδα, καὶ πάντα γενέσθαι κατ’ αὐτὴν ἀποφαινόμενος, τοῦ δὲ τῶν ἀνθρώπων αὐτὴν ἀποκηρύττων βίου καὶ τοὺς πρεσβεύοντας αὐτὴν ἐλέγχων ἀγνώμονας.
119 — —(5) τῶν γοῦν ὑποθηκῶν ἀρχόμενος λέγει ‘ ἄνθρωποι .. . ἰδίης ἀνοίησ ‘. φύσει γὰρ γνώμηι τύχη μάχεται· καὶ τὴν ἐχθίστην τῆι φρονήσει ταύτην αὐτὴν ἔφασαν κρατεῖν· μᾶλλον δὲ καὶ ταύτην ἄρδην ἀναιροῦντες καὶ ἀφανίζοντες ἐκείνην ἀντικαθιστᾶσιν αὐτῆς· οὐ γὰρ εὐτυχῆ τὴν φρόνησιν, ἀλλ’ ἐμφρονεστάτην ὑμνοῦσι τὴν τύχην. STOB. II 8, 16 Δ—ου. ἄνθρωποι .. . κατιθύνε ι. EPICUR. Sent. 16 [p. 74, 17 Us.] βραχέα σοφῶι τύχη παρεμπίπτει, τὰ δὲ μέγιστα καὶ κυριώτατα ὁ λογισμὸς διώικηκε καὶ κατὰ τὸν συνεχῆ χρόνον τοῦ βίου διοικεῖ καὶ διοικήσει. ἄνθρωποι τύχης εἴδωλον ἐπλάσαντο πρόφασιν ἰδίης ἀβουλίη ς . βαιὰ γὰρ φρονήσει τύχη μάχετα ι , τὰ δὲ πλεῖστα ἐν βίωι εὐξύνετος ὀξυδερκείη κατιθύνε ι.
120 EROTIAN. p. 90, 18 N. φλέβας δὲ οὐ τὰς συνήθως λεγομένας, ἀλλὰ τὰς ἀρτηρίας ὠνόμασε. καὶ ὁ Δ. δὲ φλεβοπαλίην καλεῖ τὴν τῶν ἀρτηριῶν κίνησιν.
121 EUSTATH. zu β 190 p. 1441 Δ. δὲ ‘ ἐπιτηδειέστατον ‘ φησί.
122 ETYM. GEN. ἀλαπάξαι: ἐκπορθῆσαι παρὰ τὴν λάπαθον τὴν βοτάνην ἥ ἐστι κενωτικὴ γαστρός. καὶ Δ. τοὺς βόθρους τοὺς παρὰ τῶν κυνηγετῶν γινομένους λαπάθους καλεῖ διὰ τὸ κεκενῶσθαι. ANECD. BEKK. LEX. VI 374, 14 ἀμέλει Δ. τοὺς βόθρους τοὺς πρὸς τῶν κυνηγῶν σκαπτομένους οἷς ὑπεράνω κόνις λεπτὴ ἐπιχεῖται καὶ φρύγανα ἐπιβάλλεται, ἵνα οἱ λαγωοὶ ἐμπίπτωσιν εἰς αὐτούς, λαπάθους φησὶ καλεῖσθαι.
122a — γυν ή: ... ἤ, ὡς Δ., γονή τις οὖσα, ἡ γονῆς δεκτική.
123 — δείκελο ν: παρὰ δὲ Δημοκρίτωι κατ’ εἶδος ὁμοία τοῖς πράγμασιν ἀπόρροια.
124 [GALEN]. d. defin. med. 439 [XIX 449 K.] ἐκκρίνεται τὸ σπέρμα ὥσπερ Πλάτων (Tim. 91 A) φησὶ καὶ Διοκλῆς [fr. 170 S. 196 Wellm.] ἀπὸ ἐγκεφάλου καὶ νωτιαίου· Πραξαγόρας δὲ καὶ Δ. ἔτι τε Ἱπποκράτης ἐξ ὅλου τοῦ σώματος, ὁ μὲν Δ. λέγων ‘ ἄνθρωποι εἷς ἔσται καὶ ἄνθρωπος πάντεσ ‘ [?].
125 GALEN. de medic. empir. fr. ed. H. Schöne [ Berl. Sitz. Ber. 1901] 1259, 8 ὃς γὰρ οὐδ’ ἄρξασθαι δύναται τῆς ἐναργείας χωρίς, πῶς ἂν οὗτος πιστὸς εἴη, παρ’ ἧς ἔλαβε τὰς ἀρχάς, κατὰ ταύτης θρασυνόμενος; τοῦτο καὶ Δ. εἰδώς, ὁπότε τὰ φαινόμενα διέβαλε, ‘ νόμωι χροι ή , νόμωι γλυκ ύ , νόμωι πικρόν ‘, εἰπών, ‘ ἐτεῆι δ ’ ἄτομα καὶ κενόν ‘, ἐποίησε τὰς αἰσθήσεις λεγούσας πρὸς τὴν διάνοιαν οὕτως· ‘ τάλαινα φρή ν , πα ρ ’ ἡμέων λαβοῦσα τὰς πίστεις ἡμέας καταβάλλει ς ; πτῶμά τοι τὸ κατάβλημα ‘.
126 —de differ. puls. I 25 [VIII 551 K] κοινὸν μέν, ἀφ’ οὗ καὶ τοὔνομα ἑκατέροις, τῶι μὲν κυματώδει τὸ οἷον κύματα ἐπανίστασθαι κατὰ τὴν ἀρτηρίαν ἕτερον ἐφ’ ἑτέρωι, τῶι δὲ σκωληκίζοντι σκώληκος ἐοικέναι πορείαι καὶ αὐτοῦ τοῦ ζώιου κυματωδῶς κινουμένου, καθάπερ καὶ Δ. λέγει που περὶ τῶν τοιούτων διαλεγόμενος τῶν ‘ ὅσα κυματοειδῶς ἀνὰ τὴν πορείαν πλάζεται ‘. ARISTOT. Hist. anim. E 19. 551 b 6 γίνονται δὲ καὶ τὰ ὕπερα καὶ τὰ πηνία ἔκ τινων τοιούτων ἄλλων, αἳ κυμαίνουσι τῆι πορείαι καὶ προβᾶσαι τῶι ἑτέρωι κάμψασαι ἐπιβαίνουσιν.
127 HERODIAN. π. καθολ. προς. bei Eustath. zu ξ 428 p. 1766 [II 445, 9 L.] καὶ Δ. ‘ ξυόμενοι ἄνθρωποι ἥδονται καί σφιν γίνεται ἅπερ τοῖς ἀφροδισιάζουσιν ‘.
128 —π. καθολ. προς. bei Theogn. p. 79 [I 355, 19 L.] εἰς ων οὐδέτερον μονογενὲς ἢ εἰς ην ἢ εἰς αν ἢ εἰς εν ἢ εἰς ιν ἢ εἰς υν οὐκ ἔστιν εὑρεῖν. τὸ γὰρ ἰθύτρην παρὰ Δ—ωι βεβίασται.
129 —περὶ παθῶν in Et. gen. s. νένωται [II 253 L.] καὶ πάλιν ὡς χρυσόονται, χρυσοῦνται οὕτω καὶ νόονται, νοῦνται. Δ. φρενὶ θεῖα νοῦντα ι.
129a — —Epimer. Hom. 396, 11 [II 224 n. L.] καὶ παρὰ τὸ κλίνω κέκλιται παρὰ τῶι Δ—ωι χωρὶς τοῦ ν .
130 HESYCH. ἀμφιδήτιο ι· ὡς κρίκοι διάκενοι παρὰ Δ—ωι.
131 — ἀπάτητο ν: τὸ ἀνωμάλως συγκείμενον παρὰ Δ—ωι.
132 — ἀσκαληρέ ς: ἰσόπλευρον παρὰ Δ—ωι.
133 — βροχμώδη ς: ἡ νοτερὰ καὶ ἁπαλή. Δ—ος.
134 — βρόχο ς: ἀγκύλη Δ—ος, ἀγχόνη, δεσμός.
135 — δεξαμενα ί: ὑδάτων δοχεῖα, καὶ ἐν τῶι σώματι φλέβε ς. Δ—ου.
136 — δυοχο ῖ: πωματίζει παρὰ Δ—ωι. Vgl. δυοχῶσα ι: πωμάσαι.
137 — συγγον ή: σύστασις. Δ—ος.
138 — ἀμειψικοσμί η: μετακόσμησις.
139 — ἀμειψιρυσμεῖ ν: ἀλλάσσειν τὴν σύγκρισιν ἢ μεταμορφοῦσθαι.
139a ἀμειψίχρο〈ο〉 ν: μεταβάλλον τὰ 〈χρώματα〉.
140 HESYCH. εὐεστ ώ: ... εὐδαιμονία ἀπὸ τοῦ εὖ ἑστάναι τὸν οἶκον.
141 — ἰδέ α: ἡ ὁμοιότης, μορφή, εἶδος. καὶ τὸ ἐλάχιστον σῶμ α.
142 OLYMPIOD. in Plat. Phileb. 2 p. 242 Stallb. τί τὸ τοσοῦτον σέβας περὶ τὰ θεῶν ὀνόματα τοῦ Σωκράτους; ἢ ὅτι πάλαι καθιέρωται τοῖς οἰκείοις τὰ οἰκεῖα καὶ ἄτοπον κινεῖν τὰ ἀκίνητα ἢ ὅτι φύσει αὐτοῖς ὠικείωται κατὰ τὸν ἐν Κρατύλωι λόγον ἢ ὅτι ἀγάλματα φωνήεντα καὶ ταῦτά ἐστι τῶν θεῶν, ὡς Δ.; HIEROCL. in Pyth. c. aur. 25 τὸ τοῦ Διὸς ὄνομα σύμβολόν ἐστι καὶ εἰκὼν ἐν φωνῆι δημιουργικῆς οὐσίας τῶι τοὺς πρώτους θεμένους τοῖς πράγμασι τὰ ὀνόματα διὰ σοφίας ὑπερβολὴν ὥσπερ τινὰς ἀγαλματοποιοὺς ἀρίστους διὰ τῶν ὀνομάτων ὡς δι’ εἰκόνων ἐμφανίσαι αὐτῶν τὰς δυνάμεις.
143 PHILODEM. de ira 28, 17 G. κἀπαντῶσι δὲ πολλάκι πολλαὶ συμφοραὶ καὶ φίλοις καὶ προσήκουσιν ἄλλοις, ἔστι δ’ ὅτε καὶ πατρίσι καὶ βασιλείαις, οὐ πάλαι μόνον, ὅθ’ ἡ μῆνις ἐκείνη μυρί’ Ἀχαιοῖς ἄλγη ἔθηκεν, ἀλλ’ ὁσημέραι, καὶ μικροῦ δεῖν ‘ ὅσα τις ἂν νώσαιτο‘ κατὰ Δημόκριτον ‘κακά‘ πάντα παρακολουθεῖ διὰ τὰς ὑπερμέτρους ὀργάς.
144 —de music. Δ 31 p. 108, 29 Kemke Δ. μὲν τοίνυν, ἀνὴρ οὐ φυσιολογώτατος μόνον τῶν ἀρχαίων, ἀλλὰ καὶ τῶν ἱστορουμένων οὐδενὸς ἧττον πολυπράγμων, μουσικήν φησι νεωτέραν εἶναι καὶ τὴν αἰτίαν ἀποδίδωσι λέγων μὴ ἀποκρῖναι τἀναγκαῖο ν , ἀλλὰ ἐκ τοῦ περιεῦντος ἤδη γενέσθα ι.
144a PHOTIUS Lex. A S. 106, 23 Reitzenst. ἀναβήσομαι Δ.: ἐπανεξελεύσομαι 〈ἐπὶ τὰ〉 ἐξ ἀρχῆς.
145 PLUT. de puer. ed. 14 p. 9 F [vgl. A. 1 II 82, 14] λόγος γὰρ ἔργου σκι ή, κατὰ Δημόκριτον.
146 —de prof. in virt. 10 p. 81 A τὸν λόγον ἐντὸς ἤδη τρεφόμενον καὶ ῥιζούμενον ἐν ἑαυτῶι καὶ κατὰ Δημόκριτον αὐτὸν ἐξ ἑαυτοῦ τὰς τέρψιας ἐθιζόμενον λαμβάνει ν.
147 —de sanit. praec. 14 p. 129 A ἄτοπον γάρ ἐστι κοράκων μὲν λαρυγγισμοῖς καὶ κλωσμοῖς ἀλεκτορίδων καὶ συσὶν ἐπὶ φορυτῶι μαργαινούσαι ς, ὡς ἔφη Δ., ἐπιμελῶς προσέχειν σημεῖα ποιουμένους πνευμάτων καὶ ὄμβρων, τὰ δὲ τοῦ σώματος κινήματα καὶ σάλους καὶ προπαθείας μὴ προλαμβάνειν μηδὲ προφυλάττειν μηδὲ ἔχειν σημεῖα χειμῶνος ἐν ἑαυτῶι γενησομένου καὶ μέλλοντος. CLEM. Protr. 92, 4 (I 68, 7 St.) οἱ δὲ σκωλήκων δίκην περὶ τέλματα καὶ βορβόρους τὰ ἡδονῆς ῥεύματα καλινδούμενοι ἀνονήτους καὶ ἀνοήτους ἐκβόσκονται τρυφάς, ὑώδεις τινὲς ἄνθρωποι. ὕες γάρ, φησίν, ἥδονται βορβόρωι μᾶλλον ἢ καθαρῶι ὕδατι [vgl. 22 B 13. 37] καὶ ἐπὶ φορυτῶι μαργαίνουσιν κατὰ Δημόκριτον. Vgl. [THEOPHR.] de sign. 49 καὶ τὸ πανταχοῦ δὲ λεγόμενον σημεῖον δημόσιον χειμέριον, ὅταν σύες περὶ φορυτοῦ μάχωνται καὶ φύρωσιν. ARAT. 1123 σύες φορυτῶι ἔπι μαργαίνουσα ι. σύες ἐπὶ φορυτῶι μαργαίνουσιν.
148 —de amore prol. 3 p. 495 E ὅταν δὲ τὴν γονὴν ἀναλάβηι προσπεσοῦσαν ἡ ὑστέρα καὶ περιστείληι ῥιζώσεως γενομένης (‘ ὁ γὰρ ὀμφαλὸς πρῶτον ἐν μήτρηισι ν, ὥς φησι Δ., ἀγκυρηβόλιον σάλου καὶ πλάνης ἐμφύετα ι , πεῖσμα καὶ κλῆμα τῶι γεννωμένωι καρπῶι καὶ μέλλοντ ι) τοὺς μὲν ἐμμήνους καὶ καθαρσίους ἔκλεισεν ὀχετοὺς ἡ φύσις κτλ.
149 PLUT. Animine an corp. aff. 2 p. 500 D λέγωμεν οὖν ἐν ἡμῖν, ὅτι πολλὰ μέν, ὦ ἄνθρωπε, σοῦ καὶ τὸ σῶμα νοσήματα καὶ πάθη φύσει τε ἀνίησιν ἐξ ἑαυτοῦ καὶ προσπίπτοντα δέχεται θύραθεν· ἂν δὲ σαυτὸν ἀνοίξηις ἔνδοθεν, ποικίλον τι καὶ πολυπαθὲς κακῶν ταμιεῖον εὑρήσεις καὶ θησαύρισμ α, ὥς φησι Δ., οὐκ ἔξωθεν ἐπιρρεόντων, ἀλλ’ ὥσπερ ἐγγείους καὶ αὐτόχθονας πηγὰς ἐχόντων, ἃς ἀνίησιν ἡ κακία πολύχυτος καὶ δαψιλὴς οὖσα τοῖς πάθεσιν.
150 —Quaest. conv. I 1, 5 p. 614D E οὕτω τὰς ψυχὰς αἱ μὲν ἐλαφραὶ ζητήσεις ἐμμελῶς καὶ ὠφελίμως κινοῦσιν, ἐριδαντέων δὲ κατὰ Δημόκριτον καὶ ἱμαντελικτέων λόγους ἀφετέον.
151 — —II 10, 2 p. 643 F ἐν γὰρ ξυνῶι ἰχθύι ἄκανθαι οὐκ ἔνεισι ν, ὥς φησιν ὁ Δ.
152 — —IV 2, 4 p. 665 F τὸ κεραύνιον πῦρ ἀκριβείαι καὶ λεπτότητι θαυμαστόν ἐστιν, αὐτόθεν τε τὴν γένεσιν ἐκ καθαρᾶς καὶ ἁγνῆς ἔχον οὐσίας καὶ πᾶν εἴ τι συμμίγνυται νοτερὸν ἢ γεῶδες αὐτῶι τῆς περὶ τὴν κίνησιν ὀξύτητος ἀποσειομένης καὶ διακαθαιρούσης. ‘ διόβλητον μὲν οὐδέ ν, ὥς φησι Δ., 〈 οἷον μὴ τὸ〉 πα ρ ’ αἰθρίης στέγειν 〈εὐαγὲσ〉 σέλασ ‘.
153 —Reip. ger. praec. 28 p. 821 A τήν γ’ ἀληθινὴν τιμὴν καὶ χάριν ἱδρυμένην ἐν εὐνοίαι καὶ διαθέσει τῶν μεμνημένων οὐχ ὑπερόψεται πολιτικὸς ἀνήρ, οὐδέ γε δόξαν ἀτιμάσει φεύγων τὸ τοῖς πέλας ἁνδάνει ν, ὡς ἠξίου Δ. PHILOD. de adulat. pap. 1457 c. 10 [Crönert Kolot. S. 130] μᾶλλον δὲ καὶ τοῖς ἰδιώταις ἄνευ τῆς τοιαύτης ἀρεσκείας ὁρᾶται κατακτώμενα. Δημόκριτον μέντοι Νικασικράτης ἐπαινῶν κακίζοντα ἐπὶ 〈τῶι〉 τοῖς πέ [λ ]α [ς ] ἁνδάνειν ὡς ζη [ μιώδ η ] τὴν ἀρέσκειαν οὐκ οἶδ’ ὅπως ὁμολογεῖ τοῖς περὶ τὸν Ἐπίκουρον.
154 —de sollert. anim. 20 p. 974 A γελοῖοι δ’ ἴσως ἐσμὲν ἐπὶ τῶι μανθάνειν τὰ ζῶια σεμνύνοντες, ὧν ὁ Δ. ἀποφαίνει μαθητὰς ἐν τοῖς μεγίστοις γεγονότας ἡμᾶ ς · ἀράχνης ἐν ὑφαντικῆι καὶ ἀκεστικῆ ι , χελιδόνος ἐν οἰκοδομία ι , καὶ τῶν λιγυρῶ ν , κύκνου καὶ ἀηδόνο ς , ἐν ὠιδῆι κατὰ μίμησι ν.
155 —de commun. not. 39 p. 1079 E ἔτι τοίνυν ὅρα τίνα τρόπον ἀπήντησε [Chrysippos] Δημοκρίτωι διαποροῦντι φυσικῶς καὶ ἐπιτυχῶς· εἰ κῶνος τέμνοιτο παρὰ τὴν βάσιν ἐπιπέδω ι , τί χρὴ διανοεῖσθαι τὰς τῶν τμημάτων ἐπιφανεία ς , ἴσας ἢ ἀνίσους γιγνομένα ς ; ἄνισοι μὲν γὰρ οὖσαι τὸν κῶνον ἀνώμαλον παρέξουσι πολλὰς ἀποχαράξεις λαμβάνοντα βαθμοειδεῖς καὶ τραχύτητα ς , ἴσων δ ’ οὐσῶν ἴσα τμήματα ἔσται καὶ φανεῖται τὸ τοῦ κυλίνδρου πεπονθὼς ὁ κῶνο ς , ἐξ ἴσων συγκείμενος καὶ οὐκ ἀνίσων κύκλω ν , ὅπερ ἐστὶν ἀτοπώτατο ν.
155a ARISTOT. de caelo Γ 8. 307a 17 Δημοκρίτωι δὲ καὶ ἡ σφαῖρα ὡς γωνία τις οὖσα τέμνει. SIMPL. de caelo p. 662, 10 ἔστι δὲ ... τὸ σφαιρικὸν ὅλον γωνία (Aristot. 307a 2)· εἰ γὰρ τὸ συγκεκαμμένον ἐστὶ γωνία, ἡ δὲ σφαῖρα καθ’ ὅλην ἑαυτὴν συγκέκαμπται, εἰκότως ὅλη γωνία λέγεται.
156 PLUT. adv. Colot. 4 p. 1108F ἐγκαλεῖ δ’ αὐτῶι πρῶτον, ὅτι τῶν πραγμάτων ἕκαστον εἰπὼν οὐ μᾶλλον τοῖον ἢ τοῖον εἶναι συγκέχυκε τὸν βίον ἀλλὰ τοσοῦτόν γε Δ. ἀποδεῖ τοῦ νομίζειν μὴ μᾶλλον εἶναι τοῖον ἢ τοῖον τῶν πραγμάτων ἕκαστον, ὥστε Πρωταγόραι τῶι σοφιστῆι τοῦτο εἰπόντι μεμαχῆσθαι καὶ γεγραφέναι πολλὰ καὶ πιθανὰ πρὸς αὐτόν· οἷς οὐδ’ ὄναρ ἐντυχὼν ὁ Κωλώτης ἐσφάλη περὶ λέξιν τοῦ ἀνδρός, ἐν ἧι διορίζεται μὴ μᾶλλον τὸ δὲν ἢ τὸ μηδὲν εἶνα ι, δὲν μὲν ὀνομάζων τὸ σῶμα, μηδὲν δὲ τὸ κενόν, ὡς καὶ τούτου φύσιν τινὰ καὶ ὑπόστασιν ἰδίαν ἔχοντος.
157 — —32 p. 1126A ἐμοὶ δὲ περὶ τούτων οἱ οἰκονομικῶς καὶ πολιτικῶς βεβιωκότες ἐγκαλείτωσαν; εἰσὶ δ’ οὗτοι πάντες οἷς Κωλώτης λελοιδόρηκεν. ὧν Δ. μὲν παραινεῖ τήν τε πολιτικὴν τέχνην μεγίστην οὖσαν ἐκδιδάσκεσθαι καὶ τοὺς πόνους διώκει ν , ἀ φ ’ ὧν τὰ μεγάλα καὶ λαμπρὰ γίνονται τοῖς ἀνθρώποι ς. Vgl. 1100C ... ἀρχὰς ἢ πολιτείας καὶ φιλίας βασιλέων, ἀφ’ ὧν τὰ μεγάλα καὶ λαμπρὰ (?) εἰς τὸν βίον γίνεσθαι ἔφη Δ.
158 —de lat. viv. 5 p. 1129E ὁ ἥλιος ἀνασχών ... συνώρμησε τῶι φωτὶ τὰς πράξεις καὶ τὰς νοήσεις τὰς ἁπάντων, ὥς φησι Δ. νέα ἐ φ ’ ἡμέρηι φρονέοντες ἄνθρωποι τῆι πρὸς ἀλλήλους ὁρμῆι καθάπερ ἀρτήματι συντόνωι σπασθέντες ἄλλος ἀλλαχόθεν ἐπὶ τὰς πράξεις ἀνίστανται.
159 —fragm. de libid. et aegr. 2 ἔοικε παλαιά τις αὕτη τῶι σώματι διαδικασία πρὸς τὴν ψυχὴν περὶ τῶν παθῶν εἶναι. καὶ Δ. μὲν ἐπὶ τὴν ψυχὴν ἀναφέρων 〈τὴν αἰτίαν τῆσ〉 κακοδαιμον〈ίασ〉 φησίν· ‘ εἰ τοῦ σώματος αὐτῆι δίκην λαχόντο ς , παρὰ πάντα τὸν βίον ὧν ὠδύνηται 〈καὶ〉 κακῶς πέπονθε ν , αὐτὸς γένοιτο τοῦ ἐγκλήματος δι〈καστήσ 〉 , ἡδέως ἂν καταψηφίσασθαι τῆς ψυχῆ ς , ἐ φ ’ οἷς τὰ μὲν ἀπώλεσε τοῦ σώματος ταῖς ἀμελείαις καὶ ἐξέλυσε ταῖς μέθαι ς , τὰ δὲ κατέφθειρε καὶ διέσπασε ταῖς φιληδονίαι ς , ὥσπερ ὀργάνου τινὸς ἢ σκεύους κακῶς ἔχοντος τὸν χρώμενον ἀφειδῶς αἰτιασάμενοσ ‘. Vgl. de sanit. praec. 24 p. 135E ἐπηρεάζοντες ἑτέροις ἢ φθονοῦντες ἢ φιλονικοῦντες ἢ δόξας ἀκάρπους καὶ κενὰς διώκοντες. πρὸς τούτους γὰρ οἶμαι μάλιστα τὸν Δημόκριτον εἰπεῖν, ὡς εἰ τὸ σῶμα δικάσαιτο τῆι ψυχῆι κακώσεως, οὐκ ἂν αὐτὴν ἀποφυγεῖν.
160 PORPHYR. de abst. IV 21 τὸ γὰρ κακῶς ζῆν καὶ μὴ φρονίμως καὶ σωφρόνως καὶ ὁσίως Δ. ἔλεγεν οὐ κακῶς ζῆν εἶναι, ἀλλὰ πολὺν χρόνον ἀποθνήισκει ν.
161 SCHOL. in APOLL. RHOD. Γ 533 τὸ παλαιὸν ὤιοντο τὰς φαρμακίδας τὴν σελήνην καὶ τὸν ἥλιον καθαιρεῖν. διὸ καὶ μέχρι τῶν Δημοκρίτου χρόνων πολλοὶ τὰς ἐκλείψεις καθαιρέσεις ἐκάλουν.
162 —in HOM. AB zu N 137 Δ. δὲ τὸ κυλινδρικὸν σχῆμα ὀλοοίτροχον καλεῖ.
163 SEXT. adv. math. VII 53 Ξενιάδης δὲ ὁ Κορίνθιος, οὗ καὶ Δ. μέμνηται.
164 —VII 116 παλαιὰ ... δόξα περὶ τοῦ τὰ ὅμοια τῶν ὁμοίων εἶναι γνωριστικά ... (117) ἀλλ’ ὁ μὲν Δ. ἐπί τε τῶν ἐμψύχων καὶ ἀψύχων ἵστησι τὸν λόγον. ‘ καὶ γὰρ ζῶι α, φησίν, ὁμογενέσι ζώιοις συναγελάζεται ὡς περιστεραὶ περιστεραῖς καὶ γέρανοι γεράνοις καὶ ἐπὶ τῶν ἄλλων ἀλόγων ὡσαύτω ς . 〈ὣσ〉 δὲ καὶ ἐπὶ τῶν ἀψύχω ν , καθάπερ ὁρᾶν πάρεστιν ἐπί τε τῶν κοσκινευομένων σπερμάτων καὶ ἐπὶ τῶν παρὰ ταῖς κυματωγαῖς ψηφίδω ν · ὅπου μὲν γὰρ κατὰ τὸν τοῦ κοσκίνου δῖνον διακριτικῶς φακοὶ μετὰ φακῶν τάσσονται καὶ κριθαὶ μετὰ κριθῶν καὶ πυροὶ μετὰ πυρῶ ν , ὅπου δὲ κατὰ τὴν τοῦ κύματος κίνησιν αἱ μὲν ἐπιμήκεις ψηφῖδες εἰς τὸν αὐτὸν τόπον ταῖς ἐπιμήκεσιν ὠθοῦντα ι , αἱ δὲ περιφερεῖς ταῖς περιφερέσιν ὡς ἂν συναγωγόν τι ἐχούσης τῶν πραγμάτων τῆς ἐν τούτοις ὁμοιότητοσ ‘. ἀλλ’ ὁ μὲν Δημόκριτος οὕτως.
165 —VII 265 Δ. δὲ ὁ τῆι Διὸς φωνῆι παρεικαζόμενος καὶ λέγων τάδε περὶ τῶν ξυμπάντων ἐπεχείρησε μὲν τὴν ἐπίνοιαν ἐκθέσθαι, πλεῖον δὲ ἰδιωτικῆς ἀποφάσεως οὐδὲν ἴσχυσεν εἰπών· ‘ ἄνθρωπός ἐστιν ὃ πάντες ἴδμεν ‘. CIC. Ac. pr. II 23, 73 quid loquar de Democrito? quem cum eo conferre possumus non modo ingenii magnitudine, sed etiam animi? qui ita sit ausus ordiri ‘ haec loquor de universis ‘. nihil excipit de quo non profiteatur, quid enim esse potest extra universa? ... atque is non hoc dicit quod nos qui veri esse aliquid non negamus, percipi posse negamus: ille esse verum plane negat sensusque idem non obscuros dicit, sed tenebricoso s: sic enim appellat eos. Vgl. ARISTOT. de partt. anim. Α 1. 640b 29 εἰ μὲν οὖν τῶι σχήματι καὶ τῶι χρώματι ἕκαστον ἔστι τῶν τε ζώιων καὶ τῶν μορίων, ὀρθῶς ἂν Δ. λέγοι· φαίνεται γὰρ οὕτως ὑπολαβεῖν. φησὶ γοῦν παντὶ δῆλον εἶναι οἷόν τι τὴν μορφήν ἐστιν ὁ ἄνθρωπος, ὡς ὄντος αὐτοῦ τῶι τε σχήματι καὶ τῶι χρώματι γνωρίμου. καίτοι καὶ ὁ τεθνεὼς ἔχει τὴν αὐτὴν τοῦ σχήματος μορφήν, ἀλλ’ ὅμως οὐκ ἔστιν ἄνθρωπος. EPICUR. fr. 310 [Sext. VII 267] ἄνθρωπός ἐστι τοιουτονὶ μόρφωμα μετ’ ἐμψυχίας. λέγω τάδε περὶ τῶν ξυμπάντω ν . —ἄνθρωπός ἐστιν ὃ πάντες ἴδμεν ...
166 SEXT. adv. math. IX 19 Δ. δὲ εἴδωλά τινά φησιν ἐμπελάζειν τοῖς ἀνθρώποις καὶ τούτων τὰ μὲν εἶναι ἀγαθοποιὰ τὰ δὲ κακοποιά· ἔνθεν καὶ εὔχετο εὐλόγχων τυχεῖν εἰδώλω ν. εἶναι δὲ ταῦτα μεγάλα τε καὶ ὑπερφυῆ καὶ δύσφθαρτα μέν, οὐκ ἄφθαρτα δέ, προσημαίνειν τε τὰ μέλλοντα τοῖς ἀνθρώποις θεωρούμενα καὶ φωνὰς ἀφιέντα. ὅθεν τούτων αὐτῶν φαντασίαν λαβόντες οἱ παλαιοὶ ὑπενόησαν εἶναι θεόν, μηδενὸς ἄλλου παρὰ ταῦτα ὄντος θεοῦ [τοῦ] ἄφθαρτον φύσιν ἔχοντος.
167 SIMPL. Phys. 327, 24 δῖνον ἀπὸ τοῦ παντὸς ἀποκριθῆναι παντοίων ἰδεῶ ν.
168 — —1318, 34 ταῦτα γὰρ ἐκεῖνοι φύσιν ἐκάλουν ... περιπαλάσσεσθαι γὰρ ἔλεγον αὐτά.
169 STOBAEUS II (Ecl. eth.) 1, 12 Wachsm. Δ—ου. μὴ πάντα ἐπίστασθαι προθυμέ ο , μὴ πάντων ἀμαθὴς γένη ι.
170 —7, 3i εὐδαιμονίη ψυχῆς καὶ κακοδαιμονί η.
171 — — εὐδαιμονίη οὐκ ἐν βοσκήμασιν οἰκεῖ οὐδὲ ἐν χρυσῶ ι · ψυχὴ οἰκητήριον δαίμονο ς.
172 —9, 1 Δ—ου. ἀφ’ ὧν ἡμῖν τἀγαθὰ γίγνεται, ἀπὸ τῶν αὐτῶν τούτων καὶ τὰ κακὰ ἐπαυρισκοίμεθ’ ἄν, τῶν δὲ κακῶν ἐκτὸς εἴημεν. αὐτίκα ὕδωρ βαθὺ εἰς πολλὰ χρήσιμον καὶ δαὖτε κακόν· κίνδυνος γὰρ ἀποπνιγῆναι. μηχανὴ οὖν εὑρέθη, νήχεσθαι διδάσκειν.
173 — —2 τοῦ αὐτοῦ. ἀνθρώποισι κακὰ ἐξ ἀγαθῶν φύετα ι , ἐπήν τις τἀγαθὰ μὴ ’πιστῆται ποδηγετεῖν μηδὲ ὀχεῖν εὐπόρω ς . οὐ δίκαιον ἐν κακοῖσι τὰ τοιάδε κρίνει ν , ἀλ λ ’ ἐν ἀγαθοῖσιν ὦ ν · τοῖς τε ἀγαθοῖσιν οἷόν τε χρῆσθαι καὶ πρὸς τὰ κακ ά , εἴ τινι βουλομένω ι , ἀλκῆ ι.
174 — —3 ὁ μὲν εὔθυμος εἰς ἔργα ἐπιφερόμενος δίκαια καὶ νόμιμα καὶ ὕπαρ καὶ ὄναρ χαίρει τε καὶ ἔρρωται καὶ ἀνακηδής ἐστι ν · ὃς δ ’ ἂν καὶ δίκης ἀλογῆι καὶ τὰ χρὴ ἐόντα μὴ ἔρδη ι , τούτωι πάντα τὰ τοιαῦτα ἀτερπεί η , ὅταν τευ ἀναμνησθῆ ι , καὶ δέδοικε καὶ ἑωυτὸν κακίζε ι.
175 STOBAEUS II 9, 4 οἱ δὲ θεοὶ τοῖσι ἀνθρώποισι διδοῦσι τἀγαθὰ πάντα καὶ πάλαι καὶ νῦ ν . πλὴν ὁκόσα κακὰ καὶ βλαβερὰ καὶ ἀνωφελέ α , τάδε δ ’ οὔ〈τε〉 πάλαι οὔτε νῦν θεοὶ ἀνθρώποισι δωροῦντα ι , ἀλ λ ’ αὐτοὶ τοῖσδεσιν ἐμπελάζουσι διὰ νοῦ τυφλότητα καὶ ἀγνωμοσύνη ν.
176 — —5 τύχη μεγαλόδωρο ς , ἀλ λ ’ ἀβέβαιο ς , φύσις δὲ αὐτάρκη ς · διόπερ νικᾶι τῶι ἥσσονι καὶ βεβαίωι τὸ μεῖζον τῆς ἐλπίδο ς.
177 — —40 Δ—ου. οὔτε λόγος ἐσθλὸς φαύλην πρῆξιν ἀμαυρίσκει οὔτε πρῆξις ἀγαθὴ λόγου βλασφημίηι λυμαίνετα ι.
178 — —31, 56 Δ—ου. πάντων κάκιστον ἡ εὐπετείη παιδεῦσαι τὴν νεότητ α · αὕτη γάρ ἐστιν ἣ τίκτει τὰς ἡδονὰς ταύτα ς , ἐξ ὧν ἡ κακότης γίνετα ι.
179 — —57 τοῦ αὐτοῦ. † ἐξωτικῶς † μὴ πονεῖν παῖδες ἀνιέντες οὔτε γράμμα τ ’ ἂν μάθοιεν οὔτε μουσικὴν οὔτε ἀγωνίην οὐ δ ’ ὅπερ μάλιστα τὴν ἀρετὴν συνέχε ι , τὸ αἰδεῖσθα ι · μάλα γὰρ ἐκ τούτων φιλεῖ γίγνεσθαι ἡ αἰδώ ς.
180 — —58 τοῦ αὐτοῦ. ἡ παιδεία εὐτυχοῦσι μέν ἐστι κόσμο ς , ἀτυχοῦσι δὲ καταφύγιον
181 — —59 τοῦ αὐτοῦ. κρείσσων ἐ π ’ ἀρετὴν φανεῖται προτροπῆι χρώμενος καὶ λόγου πειθοῖ ἤπερ νόμωι καὶ ἀνάγκη ι . λάθρηι μὲν γὰρ ἁμαρτέειν εἰκὸς τὸν εἰργμένον ἀδικίης ὑπὸ νόμο υ , τὸν δὲ ἐς τὸ δέον ἠγμένον πειθοῖ οὐκ εἰκὸς οὔτε λάθρηι οὔτε φανερῶς ἔρδειν τι πλημμελέ ς . διόπερ συνέσει τε καὶ ἐπιστήμηι ὀρθοπραγέων τις ἀνδρεῖος ἅμα καὶ εὐθύγνωμος γίγνετα ι .
182 — —66 τοῦ αὐτοῦ. τὰ μὲν καλὰ χρήματα τοῖς πόνοις ἡ μάθησις ἐξεργάζετα ι , τὰ δ ’ αἰσχρὰ ἄνευ πόνων αὐτόματα καρποῦτα ι. καὶ γὰρ οὖν οὐκ ἐθέλοντα πολλάκις ἐξείργει τοιοῦτον εἶναι † οὕτω μεγάλης τε τῆς φυτικῆς ἐστι †.
183 — —72 τοῦ αὐτοῦ. ἔστι που νέων ξύνεσις καὶ γερόντων ἀξυνεσί η · χρόνος γὰρ οὐ διδάσκει φρονεῖ ν , ἀλ λ ’ ὡραίη τροφὴ καὶ φύσι ς.
184 — —90 Δ—ου. φαύλων ὁμιλίη συνεχὴς ἕξιν κακίης συναύξε ι.
185 — —94 Δ—ου. κρέσσονές εἰσιν αἱ τῶν πεπαιδευμένων ἐλπίδες ἢ ὁ τῶν ἀμαθῶν πλοῦτο ς.
186 —33, 9 Δ—ου. ὁμοφροσύνη φιλίην ποιε ῖ.
187 —(Flor.) III t. 1, 27 Hense Δημοκρίτου. ἀνθρώποις ἁρμόδιον ψυχῆς μᾶλλον ἢ σώματος λόγον ποιεῖσθα ι · ψυχῆς μὲν γὰρ τελεότης σκήνεος μοχθηρίην ὀρθο ῖ , σκήνεος δὲ ἰσχὺς ἄνευ λογισμοῦ ψυχὴν οὐδέν τι ἀμείνω τίθησι ν.
188 — —46 ὅρος συμφόρων καὶ ἀσυμφόρων τέρψις καὶ ἀτερπί η.
189 — —47 ἄριστον ἀνθρώπωι τὸν βίον διάγειν ὡς πλεῖστα εὐθυμηθέντι καὶ ἐλάχιστα ἀνιηθέντ ι . τοῦτο δ ’ ἂν εἴ η , εἴ τις μὴ ἐπὶ τοῖς θνητοῖσι τὰς ἡδονὰς ποιοῖτ ο.
190 STOB. III 1, 91 Δ—ου. φαύλων ἔργων καὶ τοὺς λόγους παραιτητέο ν.
191 — —210 Δ—ου. ἀνθρώποισι γὰρ εὐθυμίη γίνεται μετριότητι τέρψιος καὶ βίου συμμετρίη ι · τὰ δ ’ ἐλλείποντα καὶ ὑπερβάλλοντα μεταπίπτειν τε φιλεῖ καὶ μεγάλας κινήσιας ἐμποιεῖν τῆι ψυχῆ ι . αἱ δ ’ ἐκ μεγάλων διαστημάτων κινούμεναι τῶν ψυχέων οὔτε εὐσταθέες εἰσὶν οὔτε εὔθυμο ι . ἐπὶ τοῖς δυνατοῖς οὖν δεῖ ἔχειν τὴν γνώμην καὶ τοῖς παρεοῦσιν ἀρκέεσθαι τῶν μὲν ζηλουμένων καὶ θαυμαζομένων ὀλίγην μνήμην ἔχοντα καὶ τῆι διανοίαι μὴ προσεδρεύοντ α , τῶν δὲ ταλαιπωρεόντων τοὺς βίους θεωρέει ν , ἐννοούμενον ἃ πάσχουσι κάρτα (?) , ὅκως ἂν τὰ παρεόντα σοι καὶ ὑπάρχοντα μεγάλα καὶ ζηλωτὰ φαίνητα ι , καὶ μηκέτι πλειόνων ἐπιθυμέοντι συμβαίνηι κακοπαθεῖν τῆι ψυχῆ ι . ὁ γὰρ θαυμάζων τοὺς ἔχοντας καὶ μακαριζομένους ὑπὸ τῶν ἄλλων ἀνθρώπων καὶ τῆι μνήμηι πᾶσαν ὥραν προσεδρεύων ἀεὶ ἐπικαινουργεῖν ἀναγκάζεται καὶ ἐπιβάλλεσθαι δ ι ’ ἐπιθυμίην τοῦ τι πρήσσειν ἀνήκεστον ὧν νόμοι κωλύουσι ν . διόπερ τὰ μὲν μὴ δίζεσθαι χρεώ ν , ἐπὶ δὲ τοῖς εὐθυμέεσθαι χρεώ ν , παραβάλλοντα τὸν ἑαυτοῦ βίον πρὸς τὸν τῶν φαυλότερον πρησσόντων καὶ μακαρίζειν ἑωυτὸν ἐνθυμεύμενον ἃ πάσχουσι ν , ὁκόσωι αὐτέων βέλτιον πρήσσει τε καὶ διάγε ι . ταύτης γὰρ ἐχόμενος τῆς γνώμης εὐθυμότερόν τε διάξεις καὶ οὐκ ὀλίγας κῆρας ἐν τῶι βίωι διώσεα ι , φθόνον καὶ ζῆλον καὶ δυσμενίη ν.
192 —2, 36 Δ—ου. ἔστι ῥάιδιον μὲν ἐπαινεῖν ἃ μὴ χρὴ καὶ ψέγει ν , ἑκάτερον δὲ πονηροῦ τινος ἤθου ς.
193 —3, 43 Δ—ου. φρονήσιος ἔργον μέλλουσαν ἀδικίην φυλάξασθα ι , ἀναλγησίης δὲ [ τ ὸ ] γενομένην μὴ ἀμύνασθα ι.
194 — —46 Δ—ου. αἱ μεγάλαι τέρψεις ἀπὸ τοῦ θεᾶσθαι τὰ καλὰ τῶν ἔργων γίνοντα ι.
195 —4, 69 Δ—ου ... εἴδωλα ἐσθῆτι καὶ κόσμωι διαπρεπέα πρὸς θεωρίη ν , ἀλλὰ καρδίης κενε ά.
196 STOB. III 4, 70 λήθη τῶν ἰδίων κακῶν θρασύτητα γεννᾶ ι.
197 — —71 ἀνοήμονες ῥυσμοῦνται τοῖς τῆς τύχης κέρδεσι ν , οἱ δὲ τῶν τοιῶνδε δαήμονες τοῖς τῆς σοφίη ς.
198 — —72 τὸ χρῆιζον οἶδε ν , ὁκόσον χρήιζε ι , ὁ δὲ χρήιζων οὐ γινώσκε ι.
199 — —73 ἀνοήμονες τὸ ζῆν ὡς (? ) στυγέοντες ζῆν ἐθέλουσι δείματι ἀίδε ω.
200 — —74 ἀνοήμονες βιοῦσιν οὐ τερπόμενοι βιοτῆ ι.
201 — —75 ἀνοήμονες δηναιότητος ὀρέγονται οὐ τερπόμενοι δηναιότητ ι.
202 — —76 ἀνοήμονες τῶν ἀπεόντων ὀρέγοντα ι , τὰ δὲ παρεόντα καὶ παρωιχημένων κερδαλεώτερα ἐόντα ἀμαλδύνουσι ν.
203 — —77 ἄνθρωποι τὸν θάνατον φεύγοντες διώκουσι ν.
204 — —78 ἀνοήμονες οὐδέ ν ’ ἁνδάνουσιν (? ) ἐν ὅληι τῆι βιοτῆ ι.
205 — —79 ἀνοήμονες ζωῆς ὀρέγονται [ γήραο ς ] θάνατον δεδοικότε ς.
206 — —80 ἀνοήμονες θάνατον δεδοικότες γηράσκειν ἐθέλουσι ν.
207 —5, 22 Δ—ου. ἡδονὴν οὐ πᾶσα ν , ἀλλὰ τὴν ἐπὶ τῶι καλῶι αἱρεῖσθαι χρεώ ν.
208 — —24 πατρὸς σωφροσύνη μέγιστον τέκνοις παράγγελμ α.
209 STOB. III 5, 25 Δ—ου. αὐταρκείηι τροφῆς σμικρὴ νὺξ [? ] οὐδέποτε γίνετα ι.
210 — —26 Δ—ου. τράπεζαν πολυτελέα μὲν τύχη παρατίθησι ν , αὐταρκέα δὲ σωφροσύν η.
211 — —27 Δ—ου. σωφροσύνη τὰ τερπνὰ ἀέξει καὶ ἡδονὴν ἐπιμείζονα ποιε ῖ.
212 — —6, 27 Δ—ου. ἡμερήσιοι ὕπνοι σώματος ὄχλησιν ἢ ψυχῆς ἀδημοσύνην ἢ ἀργίην ἢ ἀπαιδευσίην σημαίνουσ ι.
213 —7, 21 Δ—ου. ἀνδρείη τὰς ἄτας μικρὰς ἔρδε ι.
214 — —25 Δ—ου. ἀνδρεῖος οὐχ ὁ τῶν πολεμίων μόνο ν , ἀλλὰ καὶ ὁ τῶν ἡδονῶν κρέσσω ν . ἔνιοι δὲ πολίων μὲν δεσπόζουσ ι , γυναιξὶ δὲ δουλεύουσι ν.
215 — —31 Δ—ου. δίκης κῦδος γνώμης θάρσος καὶ ἀθαμβί η , ἀδικίης δὲ δεῖμα ξυμφορῆς τέρμ α.
216 — —74 Δ—ου. σοφίη ἄθαμβος ἀξίη πάντων [ τιμιωτάτη οὖσ α].
217 — —30 Δ—ου. μοῦνοι θεοφιλέε ς , ὅσοις ἐχθρὸν τὸ ἀδικέει ν.
218 —10, 36 Δ—ου. πλοῦτος ἀπὸ κακῆς ἐργασίης περιγινόμενος ἐπιφανέστερον τὸ ὄνειδος κέκτητα ι.
219 — —43 τοῦ αὐτοῦ. χρημάτων ὄρεξι ς , ἢν μὴ ὁρίζηται κόρω ι , πενίης ἐσχάτης πολλὸν χαλεπωτέρ η · μέζονες γὰρ ὀρέξεις μέζονας ἐνδείας ποιεῦσι ν.
220 — —44 Δ—ου. κακὰ κέρδεα ζημίαν ἀρετῆς φέρε ι .
221 — —58 Δ—ου. ἐλπὶς κακοῦ κέρδεος ἀρχὴ ζημίη ς.
222 STOB. III 10, 64 Δ—ου. ἡ τέκνοις ἄγαν χρημάτων συναγωγὴ πρόφασίς ἐστι φιλαργυρίης τρόπον ἴδιον ἐλέγχουσ α.
223 — —65 τοῦ αὐτοῦ. ὧν τὸ σκῆνος χρήιζε ι , πᾶσι πάρεστιν εὐμαρέως ἄτερ μόχθου καὶ ταλαιπωρίη ς · ὁκόσα δὲ μόχθου καὶ ταλαιπωρίης χρήιζει καὶ βίον ἀλγύνε ι , τούτων οὐκ ἱμείρεται τὸ σκῆνο ς , ἀλ λ ’ ἡ τῆς γνώμης κακοθιγίη (?).
224 — —68 Δ—ου. ἡ τοῦ πλέονος ἐπιθυμίη τὸ παρεὸν ἀπόλλυσι τῆι Αἰσωπείηι κυνὶ [233 H.] ἰκέλη γινομέν η.
225 —12, 13 Δ—ου. ἀληθομυθέειν χρεώ ν , οὐ πολυλογέει ν. = B 44.
226 — —47 Δ—ου. οἰκήιον ἐλευθερίης παρρησί η , κίνδυνος δὲ ἡ τοῦ καιροῦ διάγνωσι ς.
227 —16, 17 Δ—ου. οἱ φειδωλοὶ τὸν τῆς μελίσσης οἶτον ἔχουσιν ἐργαζόμενοι ὡς ἀεὶ βιωσόμενο ι.
228 — —18 τοῦ αὐτοῦ. οἱ τῶν φειδωλῶν παῖδες ἀμαθέες γινόμενο ι , ὥσπερ οἱ ὀρχησταὶ οἱ ἐς τὰς μαχαίρας ὀρούοντε ς , ἢν ἑνὸς μούνου 〈μὴ〉 τύχωσι καταφερόμενο ι , ἔνθα δεῖ τοὺς πόδας ἐρεῖσα ι , ἀπόλλυνται ( χαλεπὸν δὲ τυχεῖν ἑνό ς · τὸ γὰρ ἴχνιον μοῦνον λέλειπται τῶν ποδῶ ν ) οὕτω δὲ καὶ οὗτο ι , ἢν ἁμάρτωσι τοῦ πατρικοῦ τύπου τοῦ ἐπιμελέος καὶ φειδωλο ῦ , φιλέουσι διαφθείρεσθα ι.
229 — —19 τοῦ αὐτοῦ. φειδώ τοι καὶ λιμὸς χρηστ ή · ἐν καιρῶι δὲ καὶ δαπάν η · γινώσκειν δὲ ἀγαθο ῦ.
230 — —22 Δ—ου. βίος ἀνεόρταστος μακρὴ ὁδὸς ἀπανδόκευτο ς.
231 —17, 25 Δ—ου. εὐγνώμων ὁ μὴ λυπεόμενος ἐ φ ’ οἷσιν οὐκ ἔχε ι , ἀλλὰ χαίρων ἐ φ ’ οἷσιν ἔχε ι.
232 — —37 Δ—ου. τῶν ἡδέων τὰ σπανιώτατα γινόμενα μάλιστα τέρπε ι.
233 STOB. III 17, 38 τοῦ αὐτοῦ. εἴ τις ὑπερβάλλοι τὸ μέτριο ν , τὰ ἐπιτερπέστατα ἀτερπέστατα ἂν γίγνοιτ ο.
234 —18, 30 Δ—ου. ὑγιείην εὐχῆισι παρὰ θεῶν αἰτέονται ἄνθρωπο ι , τὴν δὲ ταύτης δύναμιν ἐν ἑαυτοῖς ἔχοντες οὐκ ἴσασι ν · ἀκρασίηι δὲ τἀναντία πρήσσοντες αὐτοὶ προδόται τῆς ὑγείης τῆισιν ἐπιθυμίηισιν γίνοντα ι.
235 — —35 Δ—ου. ὅσοι ἀπὸ γαστρὸς τὰς ἡδονὰς ποιέονται ὑπερβεβληκότες τὸν καιρὸν ἐπὶ βρώσεσιν ἢ πόσεσιν ἢ ἀφροδισίοισι ν , τοῖσι πᾶσιν αἱ μὲν ἡδοναὶ βραχεῖαί τε καὶ δ ι ’ ὀλίγου γίνοντα ι , ὁκόσον ἂν χρόνον ἐσθίωσιν ἢ πίνωσι ν , αἱ δὲ λῦπαι πολλα ί . τοῦτο μὲν γὰρ τὸ ἐπιθυμεῖν ἀεὶ τῶν αὐτῶν πάρεστι καὶ ὁκόταν γένηται ὁκοίων ἐπιθυμέουσ ι , διὰ ταχέος τε ἡ ἡδονὴ παροίχετα ι , καὶ οὐδὲν ἐν αὐτοῖσι χρηστόν ἐστιν ἄλ λ ’ ἢ τέρψις βραχεῖ α , καὶ αὖθις τῶν αὐτῶν δε ῖ.
236 — —20, 56 Δ—ου. θυμῶι μάχεσθαι μὲν χαλεπό ν · ἀνδρὸς δὲ τὸ κρατέειν εὐλογίστο υ.
237 — —62 Δ—ου. φιλονικίη πᾶσα ἀνόητο ς · τὸ γὰρ κατὰ τοῦ δυσμενέος βλαβερὸν θεωρεῦσα τὸ ἴδιον συμφέρον οὐ βλέπε ι.
238 —22, 42 Δ—ου. τελευτᾶι γὰρ ἐς κακοδοξίην [ κακὴ ν ] ὁ παρεκτεινόμενος τῶι κρέσσον ι.
239 —28, 13 Δ—ου. ὅρκους οὓς ποιέονται ἐν ἀνάγκηισιν ἐόντες οὐ τηρέουσιν οἱ φλαῦρο ι , ἐπὴν διαφύγωσι ν.
240 —29, 63. 83a (III p. LXXIX H.) Δ—ου. οἱ ἑκούσιοι πόνοι τὴν τῶν ἀκουσίων ὑπομονὴν ἐλαφροτέρην παρασκευάζουσ ι.
241 — —64 τοῦ αὐτοῦ. πόνος συνεχὴς ἐλαφρότερος ἑαυτοῦ συνηθείηι γίνετα ι.
242 — —66 Δ—ου. πλέονες ἐξ ἀσκήσιος ἀγαθοὶ γίνονται ἢ ἀπὸ φύσιο ς.
243 — —88 Δ—ου. τῆς ἡσυχίης πάντες οἱ πόνοι ἡδίονε ς , ὅταν ὧν εἵνεκεν πονέουσι τυγχάνωσιν ἢ εἰδέωσι κύρσοντε ς . ἐν δὲ ἑκάστηι ἀποτυχίηι τὸ πονεῖν (? ) ὁμοίως ἀνιηρὸν καὶ ταλαίπωρο ν.
244 STOB. III 31, 7 Δ—ου. φαῦλο ν , κἂν μόνος ἦι ς , μήτε λέξηις μή τ ’ ἐργάση ι · μάθε δὲ πολὺ μᾶλλον τῶν ἄλλων σεαυτὸν αἰσχύνεσθα ι.
245 — —53 Δ—ου. οὐκ ἂν ἐκώλυον οἱ νόμοι ζῆν ἕκαστον κα τ ’ ἰδίην ἐξουσίη ν , εἰ μὴ ἕτερος ἕτερον ἐλυμαίνετ ο · φθόνος γὰρ στάσιος ἀρχὴν ἀπεργάζετα ι.
246 —40, 6 Δ—ου. ξενιτείη βίου αὐτάρκειαν διδάσκε ι · μᾶζα γὰρ καὶ στιβὰς λιμοῦ καὶ κόπου γλυκύτατα ἰάματ α.
247 — —7 τοῦ αὐτοῦ. ἀνδρὶ σοφῶι πᾶσα γῆ βατ ή · ψυχῆς γὰρ ἀγαθῆς πατρὶς ὁ ξύμπας κόσμο ς.
248 —(Flor.) IV 1, 33 Hense Δ—ου. ὁ νόμος βούλεται μὲν εὐεργετεῖν βίον ἀνθρώπω ν · δύναται δ έ , ὅταν αὐτοὶ βούλωνται πάσχειν ε ὖ · τοῖσι γὰρ πειθομένοισι τὴν ἰδίην ἀρετὴν ἐνδείκνυτα ι.
249 — —34 τοῦ αὐτοῦ. στάσις ἐμφύλιος ἐς ἑκάτερα κακό ν · καὶ γὰρ νικέουσι καὶ ἡσσωμένοι ς . ὁμοίη φθορ ή.
250 — —40 Δ—ου. ἀπὸ ὁμονοίης τὰ μεγάλα ἔργα καὶ ταῖς πόλεσι τοὺς πολέμους δυνατὸν κατεργάζεσθα ι , ἄλλως δ ’ ο ὔ.
251 — —42 Δ—ου. ἡ ἐν δημοκρατίηι πενίη τῆς παρὰ τοῖς δυνάστηισι καλεομένης εὐδαιμονίης τοσοῦτόν ἐστι αἱρετωτέρ η , ὁκόσον ἐλευθερίη δουλείη ς.
252 — —43 τὰ κατὰ τὴν πόλιν χρεὼν τῶν λοιπῶν μέγιστα ἡγεῖσθα ι , ὅκως ἄξεται ε ὖ , μήτε φιλονικέοντα παρὰ τὸ ἐπιεικὲς μήτε ἰσχὺν ἑαυτῶι περιτιθέμενον παρὰ τὸ χρηστὸν τὸ τοῦ ξυνο ῦ . πόλις γὰρ εὖ ἀγομένη μεγίστη ὄρθωσίς ἐστ ι , καὶ ἐν τούτωι πάντα ἔν ι , καὶ τούτου σωιζομένου πάντα σώιζεται καὶ τούτου διαφθειρομένου τὰ πάντα διαφθείρετα ι.
253 STOB. IV 1, 44 τοῖς χρηστοῖσιν οὐ συμφέρον ἀμελέοντας τῶν ἑωυτῶν ἄλλα πρήσσει ν · τὰ γὰρ ἴδια κακῶς ἔσχε ν . εἰ δὲ ἀμελέοι τις τῶν δημοσίω ν , κακῶς ἀκούειν γίγνετα ι , καὶ ἢν μηδὲν μήτε κλέπτηι μήτε ἀδικῆ ι . ἐπεὶ καὶ 〈μὴ〉 ἀμελέοντι ἢ ἀδικέοντι κίνδυνος κακῶς ἀκούειν καὶ δὴ καὶ παθεῖν τ ι · ἀνάγκη δὲ ἁμαρτάνει ν , συγγινώσκεσθαι δὲ τοὺς ἀνθρώπους οὐκ εὐπετέ ς.
254 — —45 οἱ κακοὶ ἰόντες ἐς τὰς τιμὰς ὁκόσωι ἂν μᾶλλον ἀνάξιοι ἐόντες ἴωσ ι , τοσούτωι μᾶλλον ἀνακηδέες γίγνονται καὶ ἀφροσύνης καὶ θράσεος πίμπλαντα ι.
255 — —46 ὅταν οἱ δυνάμενοι τοῖς μὴ ἔχουσι καὶ προτελεῖν τολμέωσι καὶ ὑπουργεῖν καὶ χαρίζεσθα ι , ἐν τούτωι ἤδη καὶ τὸ οἰκτίρειν ἔνεστι καὶ μὴ ἐρήμους εἶναι καὶ τὸ ἑταίρους γίγνεσθα ι , καὶ τὸ ἀμύνειν ἀλλήλοισι καὶ τοὺς πολιήτας ὁμονόους εἶναι καὶ ἄλλα ἀγαθ ά , ἅσσα οὐδεὶς ἂν δύναιτο καταλέξα ι.
256 — —14 δίκη μέν ἐστιν ἔρδειν τὰ χρὴ ἐόντ α , ἀδικίη δὲ μὴ ἔρδειν τὰ χρὴ ἐόντ α , ἀλλὰ παρατρέπεσθα ι.
257 — —15 τοῦ αὐτο ῦ . κατὰ δὲ ζώιων ἔστιν ὧν φόνου καὶ μὴ φόνου ὧδε ἔχε ι · τὰ ἀδικέοντα καὶ θέλοντα ἀδικεῖν ἀθῶιος ὁ κτείνω ν , καὶ πρὸς εὐεστοῦν τοῦτο ἔρδειν μᾶλλον ἢ μ ή.
258 — —16 κτείνειν χρὴ τὰ πημαίνοντα παρὰ δίκην πάντα περὶ παντὸ ς · καὶ ταῦτα ὁ ποιῶν εὐθυμίης (? ) καὶ δίκης καὶ θάρσεος καὶ κτήσεως (? ) ἐν παντὶ κόσμωι μέζω μοῖραν μεθέξε ι.
259 — —17 ὅκωσπερ περὶ κιναδέων τε καὶ ἑρπετέων γεγράφαται τῶν πολεμίω ν , οὕτω καὶ κατὰ ἀνθρώπων δοκεῖ μοι χρεὼν εἶναι ποιεῖ ν · κατὰ νόμους τοὺς πατρίους κτείνειν πολέμιον ἐν παντὶ κόσμω ι , ἐν ὧι μὴ νόμος ἀπείργε ι · ἀπείργει δὲ ἱερὰ ἑκάστοισι ἐπιχώρια καὶ σπονδαὶ καὶ ὅρκο ι.
260 STOB. IV 4, 18 κιξάλλην καὶ ληιστὴν πάντα κτείνων τις ἀθῶιος ἂν εἴη καὶ αὐτοχειρίηι καὶ κελεύων καὶ ψήφω ι.
261 —5, 43 Δ—ου. ἀδικουμένοισι τιμωρεῖν κατὰ δύναμιν χρὴ καὶ μὴ παρἱένα ι · τὸ μὲν γὰρ τοιοῦτον δίκαιον καὶ ἀγαθό ν , τὸ δὲ μὴ τοιοῦτον ἄδικον καὶ κακό ν.
262 — —44 Δ—ου. καὶ οἳ φυγῆς ἄξια ἔρδουσιν ἢ δεσμῶ ν , ἢ θωιῆς ἄξιο ι , καταψηφιστέον καὶ μὴ ἀπολύει ν · ὃς δ ’ ἂν παρὰ νόμον ἀπολύηι κέρδει ὁρίζων ἢ ἡδονῆ ι , ἀδικε ῖ , καί οἱ τοῦτο ἐγκάρδιον ἀνάγκη εἶνα ι.
263 — —45 τοῦ αὐτοῦ. δίκης καὶ ἀρετῆς μεγίστην μετέχει μοῖραν ὁ [τιμὰς] ἀξίας τὰς μεγίστας τάμνων 〈τοῖς ἀξιωτάτοισ〉 (?).
264 — —46 τοῦ αὐτοῦ. μηδέν τι μᾶλλον τοὺς ἀνθρώπους αἰδεῖσθαι ἑωυτοῦ μηδέ τι μᾶλλον ἐξεργάζεσθαι κακό ν , εἰ μέλλει μηδεὶς εἰδήσειν ἢ οἱ πάντες ἄνθρωπο ι · ἀλ λ ’ ἑωυτὸν μάλιστα αἰδεῖσθα ι , καὶ τοῦτον νόμον τῆι ψυχῆι καθεστάνα ι , ὥστε μηδὲν ποιεῖν ἀνεπιτήδειο ν.
265 — —47 τοῦ αὐτοῦ. τῶν ἡμαρτημένων ἄνθρωποι μεμνέαται μᾶλλον ἢ τῶν εὖ πεποιημένω ν . καὶ γὰρ δίκαιον οὕτω ς · ὥσπερ 〈γὰρ τὸν〉 τὰς παρακαταθήκας ἀποδιδόντα οὐ χρὴ ἐπαινεῖσθα ι , τὸν δὲ μὴ ἀποδιδόντα κακῶς ἀκούειν καὶ πάσχει ν , οὕτω καὶ τὸν ἄρχοντ α . οὐ γὰρ ἐπὶ τούτωι ἡιρέθη ὡς κακῶς ποιήσω ν , ἀλ λ ’ ὡς εὖ
266 STOB. IV 5, 48 τοῦ αὐτοῦ. οὐδεμία μηχανὴ τῶι νῦν καθεστῶτι ῥυθμῶι μὴ οὐκ ἀδικεῖν τοὺς ἄρχοντα ς , ἢν καὶ πάνυ ἀγαθοὶ ἔωσι ν . οὐδενὶ γὰρ ἄλλωι ἔοικεν ἢ ἑωυτῶι τὸν 〈 *** 〉 αὐτὸν ἐ φ ’ ἑτέροισι γίγνεσθα ι · δεῖ δέ κως οὕτω καὶ ταῦτα κοσμηθῆνα ι , ὅκως ὁ μηδὲν ἀδικέω ν , ἢν καὶ πάνυ ἐτάζηι τοὺς ἀδικέοντα ς , μὴ ὑ π ’ ἐκείνους γενήσετα ι , ἀλλά τις ἢ θεσμὸς ἤ τι ἄλλο ἀμυνεῖ τῶι τὰ δίκαια ποιεῦντ ι.
267 —6, 19 Δ—ου. φύσει τὸ ἄρχειν οἰκήιον τῶι κρέσσον ι.
268 —7, 13 Δ—ου. φόβος κολακείην μὲν ἐργάζετα ι , εὔνοιαν δὲ οὐκ ἔχε ι.
269 —10, 28 Δ—ου. τόλμα πρήξιος ἀρχ ή , τύχη δὲ τέλεος κυρί η.
270 —19, 45 Δ—ου. οἰκέταισιν ὡς μέρεσι τοῦ σκήνεος χρῶ ἄλλωι πρὸς ἄλλ ο.
271 —20, 33 Δ—ου. ἐρωτικὴν μέμψιν ἡ ἀγαπωμένη [? ] λύε ι.
272 —22, 108 Δ—ου. Δ. ἔφη, ὡς γαμβροῦ ὁ μὲν ἐπιτυχὼν εὗρεν υἱό ν , ὁ δὲ ἀποτυχὼν ἀπώλεσε καὶ θυγατέρ α.
273 — —199 Δ—ου. γυνὴ πολλὰ ἀνδρὸς ὀξυτέρη πρὸς κακοφραδμοσύνη ν.
274 — —23, 38 Δ—ου. κόσμος ὀλιγομυθίη γυναικ ί · καλὸν δὲ καὶ κόσμου λιτότη ς.
275 —24, 29 Δ—ου. τεκνοτροφίη σφαλερό ν · τὴν μὲν γὰρ ἐπιτυχίην ἀγῶνος μεστὴν καὶ φροντίδος κέκτητα ι , τὴν δὲ ἀποτυχίην ἀνυπέρθετον ἑτέρηι ὀδύνη ι.
276 STOB. IV 24, 31 Δ—ου. οὐ δοκεῖ μοι χρῆναι παῖδας κτᾶσθα ι · ἐνορῶ γὰρ ἐν παίδων κτήσει πολλοὺς μὲν καὶ μεγάλους κινδύνου ς , πολλὰς δὲ λύπα ς , ὀλίγα δὲ τὰ εὐθηλέοντα καὶ ταῦτα λεπτά τε καὶ ἀσθενέ α.
277 — —32 τοῦ αὐτοῦ. ὅτεωι χρήμη τεά ἐστι παῖδα ποιήσασθα ι , ἐκ τῶν φίλων τεύ μοι δοκεῖ ἄμεινον εἶνα ι . καὶ τῶι μὲν παῖς ἔσται τοιοῦτο ς , οἷον ἂν βούλητα ι · ἔστι γὰρ ἐκλέξασθαι οἷον ἐθέλε ι · καὶ ὃς ἂν δοκῆι ἐπιτήδειος εἶνα ι , κἂν μάλιστα κατὰ φύσιν ἕποιτ ο . καὶ τοῦτο τοσοῦτον διαφέρε ι , ὅσον ἐνταῦθα μὲν ἔστι τὸν παῖδα λαβεῖν καταθύμιον ἐκ πολλῶ ν , οἷον ἂν δέη ι . ἢν δέ τις ποιῆται ἀπὸ ἑωυτο ῦ , πολλοὶ ἔνεισι κίνδυνο ι · ἀνάγκη γά ρ , ὃς ἂν γένητα ι , τούτωι χρῆσθα ι.
278 — —33 τοῦ αὐτοῦ. ἀνθρώποισι τῶν ἀναγκαίων δοκεῖ εἶναι παῖδας κτήσασθαι ἀπὸ φύσιος καὶ καταστάσιός τινος ἀρχαίη ς . δῆλον δὲ καὶ τοῖς ἄλλοις ζώιοισ ι · πάντα γὰρ ἔκγονα κτᾶται κατὰ φύσιν ἐπωφελείης γε οὐδεμιᾶς εἵνεκ α · ἀλ λ ’ ὅταν γένητα ι , ταλαιπωρεῖ καὶ τρέφει ἕκαστον ὡς δύναται καὶ ὑπερδέδοικ ε , μέχρι σμικρὰ ἦ ι , καὶ ἤν τι πάθη ι , ἀνιᾶτα ι . ἡ μὲν φύσις τοιαύτη πάντων ἐστὶν ὅσσα ψυχὴν ἔχε ι · τῶι δὲ δὴ ἀνθρώπωι νομίζον ἤδη πεποίητα ι , ὥστε καὶ ἐπαύρεσίν τινα γίγνεσθαι ἀπὸ τοῦ ἐκγόνο υ.
279 — —26, 25 Δ—ου. τοῖς παισὶ μάλιστα χρὴ τῶν ἀνυστῶν δατεῖσθαι τὰ χρήματ α , καὶ ἅμα ἐπιμέλεσθαι αὐτῶ ν , μή τι ἀτηρὸν ποιέωσι διὰ χειρὸς ἔχοντε ς · ἅμα μὲν γὰρ πολλὸν φειδότεροι γίγνονται ἐς τὰ χρήματα καὶ προθυμότεροι κτᾶσθα ι , καὶ ἀγωνίζονται ἀλλήλοισι ν . ἐν γὰρ τῶι ξυνῶι τὰ τελεύμενα οὐκ ἀνιᾶι ὥσπερ ἰδίηι οὐ δ ’ εὐθυμεῖ τὰ ἐπικτώμεν α , ἀλλὰ πολλῶι ἧσσο ν.
280 — —26, 26 τοῦ αὐτοῦ. ἔξεστιν οὐ πολλὰ τῶν σφετέρων ἀναλώσαντας παιδεῦσαί τε τοὺς παῖδας καὶ τεῖχός τε καὶ σωτηρίην περιβαλέσθαι τοῖς τε χρήμασι καὶ τοῖς σώμασιν αὐτῶ ν.
281 —31, 49 Δ—ου. ὥσπερ ἐν [ μὲ ν ] τοῖς ἕλκεσι φαγέδαινα κάκιστον νόσημ α , οὕτως ἐν τοῖς χρήμασι τὸ ... [μὴ προσαρμόσαν καὶ τὸ συνεχές].
282 — —120 Δ—ου. χρημάτων χρῆσις ξὺν νόωι μὲν χρήσιμον εἰς τὸ ἐλευθέριον εἶναι καὶ δημωφελέ α , ξὺν ἀνοίηι δὲ χορηγίη ξυνή (?).
283 —33, 23 Δ—ου. πενίη πλοῦτος ὀνόματα ἐνδείης καὶ κόρο υ · οὔτε οὖν πλούσιος 〈ὁ〉 ἐνδέων οὔτε πένης ὁ μὴ ἐνδέω ν.
284 — —24. 25 τοῦ αὐτοῦ. ἢν μὴ πολλῶν ἐπιθυμέηι ς , τὰ ὀλίγα τοι πολλὰ δόξε ι · σμικρὰ γὰρ ὄρεξις πενίην ἰσοσθενέα πλούτωι ποιέε ι.
285 — —65 Δ—ου. γινώσκειν χρεὼν ἀνθρωπίνην βιοτὴν ἀφαυρήν τε ἐοῦσαν καὶ ὀλιγοχρόνιον πολλῆισίν τε κηρσὶ συμπεφυρμένην καὶ ἀμηχανίηισι ν , ὅκως ἄν τις μετρίης τε κτήσιος ἐπιμέληται καὶ μετρῆται ἐπὶ τοῖς ἀναγκαίοις ἡ ταλαιπωρί η.
286 —39, 17 Δ—ου. εὐτυχὴς ὁ ἐπὶ μετρίοισι χρήμασιν εὐθυμεόμενο ς , δυστυχὴς δὲ ὁ ἐπὶ πολλοῖσι δυσθυμεόμενο ς.
287 —40, 20 Δ—ου. ἀπορίη ξυνὴ τῆς ἑκάστου χαλεπωτέρ η · οὐ γὰρ ὑπολείπεται ἐλπὶς ἐπικουρίη ς.
288 — —21 νόσος οἴκου καὶ βίου γίνεται ὅκωσπερ καὶ σκήνεο ς. * —41, 59 Δ—ου. οὐκ ἔστιν οὕτως ἀσφαλὴς πλούτου πυλεών, ὃν οὐκ ἀνοίγει τύχης καιρός.
289 —44, 64 Δ—ου. ἀλογιστίη μὴ ξυγχωρέειν ταῖσι κατὰ τὸν βίον ἀνάγκαι ς.
290 — —67 Δ—ου. λύπην ἀδέσποτον ψυχῆς ναρκώσης λογισμῶι ἔκκρου ε.
291 — —70 τοῦ αὐτοῦ. πενίην ἐπιεικέως φέρειν σωφρονέοντο ς.
292 — —19 Δ—ου. ἄλογοι τῶν ἀξυνέτων αἱ ἐλπίδε ς.
293 —48, 10 Δ—ου. οἷσιν ἡδονὴν ἔχουσιν αἱ τῶν πέλας ξυμφορα ί , οὐ ξυνιᾶσι μὲν ὡς τὰ τῆς τύχης κοινὰ πᾶσι ν , ἀπορέουσι δὲ οἰκηίης χαρᾶ ς.
294 —50, 20 Δ—ου. ἰσχὺς καὶ εὐμορφίη νεότητος ἀγαθ ά , γήραος δὲ σωφροσύνη ἄνθο ς.
295 — —22 Δ—ου. ὁ γέρων νέος ἐγένετ ο , ὁ δὲ νέος ἄδηλον εἰ ἐς γῆρας ἀφίξετα ι · τὸ τέλειον οὖν ἀγαθὸν τοῦ μέλλοντος ἔτι καὶ ἀδήλου κρέσσο ν.
296 —76 Δ—ου. γῆρας ὁλόκληρός ἐστι πήρωσι ς · πάν τ ’ ἔχει καὶ πᾶσιν ἐνδε ῖ.
297 —52, 40 [IV 34, 62] Δ—ου. ἔνιοι θνητῆς φύσεως διάλυσιν οὐκ εἰδότες ἄνθρωπο ι , συνειδήσει δὲ τῆς ἐν τῶι βίωι κακοπραγμοσύνη ς , τὸν τῆς βιοτῆς χρόνον ἐν ταραχαῖς καὶ φόβοις ταλαιπωρέουσ ι , ψεύδεα περὶ τοῦ μετὰ τὴν τελευτὴν μυθοπλαστέοντες χρόνο υ.
298 [SUID.] S. V. α. βραχέως δὲ καὶ δασέως (also ἅ) τὸ ἅτινα ὡς παρ’ Ἱπποκράτει, παρὰ δὲ Δημοκρίτωι ἴδια, παρ’ Ὁμήρωι τὰ ἑαυτοῦ.
298a DEMETR. de poem. B 20 [Voll. herc. 2 V 16 fr. 28, 4; Crönert Kolot. S. 107. 130.] ‘ἐρώ〈ει〉, φη〈σί〉, σαφῶς τὸν ἐν τῶι θώρηκί σου συνιστάμενον θυμὸν καὶ ταράσ〈σειν〉 τὴν ψυχὴν φυλάσ〈σου〉 μηδὲ πάντα ἐπίτρεπε τῆι γλώσσηι 〈πρή〉γματ’ αἰεί.‘ φυλάσσειν 〈ο〉ὖ̣〈ν τοῦ〉το δεῖν 〈ἡ〉μ〈ᾶσ〉 τὸ 〈μέροσ〉 ἐν ὧ〈ι κεῖται τὸ θυμικόν〉.
298b ΠΕΡΙ ΤΩΝ ΕΝ ΒΑΒΥΛΩΝΙ ΙΕΡΩΝ ΓΡΑΜΜΑΤΩΝ.
299 CLEM. Strom. I 15, 69 [II 43, 13 St.]: Δ. γὰρ τοὺς Βαβυλωνίους λόγους ἠθικοὺς [?] πεποίηται· λέγεται γὰρ τὴν Ἀκικάρου στήλην ἑρμηνευθεῖσαν τοῖς ἰδίοις συντάξαι συγγράμμασι. κἄστιν ἐπισημήνασθαι παρ’ αὐτοῦ ‘ τάδε λέγει Δημόκριτοσ ‘ γράφοντος. ναὶ μὴν καὶ περὶ αὑτοῦ [γράφει], ἧι σεμνυνόμενός φησί που ἐπὶ πολυμαθίαι. ‘ ἐγὼ δὲ τῶν κα τ ’ ἐμαυτὸν ἀνθρώπων γῆν πλείστην ἐπεπλανησάμην ἱστορέων τὰ μήκιστα καὶ ἀέρας τε καὶ γέας πλείστας εἶδον καὶ λογίων ἀνδρῶν πλείστων ἐπήκουσα καὶ γραμμέων συνθέσιος μετὰ ἀποδείξεως οὐδείς κώ με παρήλλαξεν οὐ δ ’ οἱ Αἰγυπτίων καλεόμενοι Ἀρπεδονάπτα ι · σὺν τοῖς δ ’ ἐπὶ πᾶσιν ἐ π ’ ἔτεα † ὀγδώκοντα ἐπὶ ξείνης ἐγενήθην ‘. ἐπῆλθε γὰρ Βαβυλῶνά τε καὶ Περσίδα καὶ Αἴγυπτον τοῖς τε μάγοις καὶ τοῖς ἱερεῦσι μαθητεύων.
299a ΠΕΡΙ ΤΩΝ ΕΝ ΜΕΡΟΗΙ.
299b ΩΚΕΑΝΟΥ ΠΕΡΙΠΛΟΥΣ.
299c ΠΕΡΙ ΙΣΤΟΡΙΗΣ.
299d ΧΑΛΔΑΙΚΟΣ ΛΟΓΟΣ.
299e ΦΡΥΓΙΟΣ ΛΟΓΟΣ.
299f ΠΕΡΙ ΠΥΡΕΤΟΥ ΚΑΙ ΤΩΝ ΑΠΟ ΝΟΣΟΥ ΒΗΣΣΟΝΤΩΝ.
299g ΝΟΜΙΚΑ ΑΙΤΙΑ.
299h ΧΕΡΝΙΚΑ [oder ΧΕΡΝΙΒΑ] Η ΠΡΟΒΛΗΜΑΤΑ.
300 (tit1) ΒΩΛΟΥ ΧΕΙΡΟΚΜΗΤΑ und ΦΥΣΙΚΑ ΔΥΝΑΜΕΡΑ (ΠΕΡΙ ΣΥΜΠΑΘΕΙΩΝ ΚΑΙ ΑΝΤΙΠΑΘΕΙΩΝ)
300,1 SUID. Βῶλος Μενδήσιος Πυθαγόρειος. Περὶ τῶν ἐκ τῆς ἀναγνώσεως τῶν ἱστοριῶν εἰς ἐπίστασιν ἡμᾶς ἀγόντων, Περὶ θαυμασίων, Φυσικὰ δυναμερ ά· ἔχει δὲ Περὶ συμπαθειῶν καὶ ἀντιπαθειῶν ... λίθων κατὰ στοιχεῖον, Περὶ σημείων τῶν ἐξ ἡλίου καὶ σελήνης καὶ ἄρκτου καὶ λύχνου καὶ ἴριδος. Aus anderer Quelle Βῶλος Δημόκριτος φιλόσοφος. Ἱστορίαν καὶ Τέχνην ἰατρικήν (ἔχει δὲ ἰάσεις φυσικὰς ἀπό τινων βοηθημάτων τῆς φύσεως).
300,2 VITRUV. IX 1, 14 admiror etiam Democriti De rerum natura volumina et eius commentarium quod inscribitur Χειροκμήτω ν, in quo etiam utebatur anulo, 〈ut〉 signaret cera molli quae esset expertus. PLIN. N. H. XXIV 160 Democriticerte Chirocmeta esse constat; at in his ille post Pythagoram magorum studiosissimus quanto portentosiora tradit! ut aglaophotim herbam quae admiratione hominum propter eximium colorem acceperit nomen, in marmoribus Arabiae nascentem Persico latere, qua de causa et marmaritim vocari. hac magos uti, cum velint deos evocare. (167) adiecit his Apollodorus adsectator eius [ vgl. unten c. 74] herbam aeschynomenen.
300,3 COLUM. VII 5, 17 sed Aegyptiae gentis auctor memorabilis Bolus Mendesius, cuius commenta quae appellantur graece Χειρόκμητα sub nomine Democriti falso produntur, censet propter hanc [ pusula] saepius ac diligenter ovium terga perspicere, ut si forte sit in aliqua tale vitium deprehensum confestim scrobem defodiamus in limine stabuli et vivam pecudem quae fuerit pusulosa resupinam obruamus patiamurque super obrutam meare totum gregem, quod eo facto morbus propulsetur. XI 3, 53 nos autem leviore opera istud fieri apud Aegyptiae gentis Bolum Mendesium legimus, qui praecipit aprico et stercoroso loco alternis ordinibus ferulas alternis rubos in hortis consitas habere. deinde eas confecto aequinoctio paululum infra terram secare etc. (61) veteres quidam auctores ut Democritus praecipiunt semina omnia suco herbae quae sedum appellatur medicare eodemque remedio adversus bestiolas uti. (64) sed D. in eo libro qui graece inscribitur Περὶ ἀντιπαθῶν affirmat has ipsas bestiolas enecari, si mulier quae in menstruis est solutis crinibus et nudo pede unamquamque aream ter circumeat: post hoc enim decidere omnes vermiculos et ita emori.
300,4 SCHOL. NICANDR. Ther. 764 Βῶλος δὲ ὁ Δημοκρίτειος ἐν τῶι Περὶ συμπαθῶν καὶ ἀντιπαθῶν Πέρσας φησὶν ἔχοντας παρ’ ἑαυτοῖς θανάσιμον φυτὸν φυτεῦσαι ἐν Αἰγύπτωι ὡς πολλῶν μελλόντων ἀναιρεθήσεσθαι, τὴν δὲ ἀγαθὴν οὖσαν εἰς τοὐναντίον μεταβαλεῖν ποιῆσαί τε τὸ φυτὸν καρπὸν γλυκύτατον.
300,4a CRATEUAS ed. M. Wellmann 18, 14 [Abh. d. G. G. d. W. N. F. II 1] Ἀναγαλλίδες ... χρῶνται δ’ αὐτῆι καὶ εἰς τὰς Δημοκρίτου δυνάμεις.
300,5 PLUT. Quaest. conv. II 7, 1 p. 641 B ἦσαν δὲ καὶ οἱ τὰς ἀντιπαθείας θρυλοῦντες καὶ ἄλλα πολλὰ παθόντων (?) ἦν ἀκούειν· ὅτι μαινόμενον ἐλέφαντα καταπαύει κριὸς ὀφθείς κτλ.
300,6 PLIN. N. H. XXV 23 composuit et Democritus, ambo peragratis Persidis, Arabiae, Aethiopiae, Aegypti magis; adeoque ad haec attonita antiquitas fuit, ut adfirmaverit etiam incredibilia dictu. PETRON. 88, 2 priscis enim temporibus, cum adhuc nuda virtus placeret, vigebant artes ingenuae summumque certamen inter homines erat, ne quid profuturum saeculis diu lateret. itaque herbarum omnium sucos Democritus expressit, et ne lapidum virgultorumque vis lateret, aetatem inter experimenta consumpsit.
300,7 GAL. de simpl. medic. X, 1 (XII 250 K.) παραπλήσια δὲ τῶι Ξενοκράτει καὶ ἄλλοι τινὲς ἔγραψαν περὶ ζώιων, ἐξ ὧν καὶ αὐτὸς ὁ Ξενοκράτης ἐξεγράψατο τὰ πλεῖστα. πόθεν γὰρ ἂν ηὐπόρησε τοσούτων τε καὶ τοιούτων πραγμάτων αὐτὸς πειραθῆναι; ὁ γοῦν ἡμέτερος γενόμενός ποτε βασιλεὺς Ἄτταλος ἐλάττονα φαίνεται γράφων καίτοι φιλοτιμότατα σχὼν περὶ τὴν τῶν τοιούτων πεῖραν. ἐπαινῶν δέ τις τῶν ἑταίρων 〈Ἑρμοῦ〉 τὴν αὐτὴν πραγματείαν ἔδωκέ μοι καὶ αὐτὴν διελθεῖν, ὥς γε ἐμοὶ δοκεῖ χωρὶς αὐτοψίας ἰδίας τοῦ γράψαντος αὐτὴν γεγονυῖαν. ἐγὼ τοίνυν οὔτε βασιλίσκων οὔτε ἐλεφάντων οὔθ’ ἵππων Νειλώων οὔτ’ ἄλλου τινὸς ... μνημονεύσω. Gegen PLIN. N. H. XXVIII 112 chamaeleonem peculiari volumine (!) dignum existimatum Democrito usw. wendet sich GELL. X 12, 1; vgl. 6 his portentis atque praestigiis a Plinio Secundo scriptis non dignum esse cognomen Democriti puto, vel illud quale est quod idem Plinius in decimo libro [§ 137] scripsisse adseverat aves quasdam etc. ... (8) multa autem videntur ab hominibus istis male sollertibus huiuscemodi commenta in Democriti nomen data nobilitatis auctoritatisque eius perfugio utentibus. (Doch zitiert er selbst IV 13, 2 viperarum morsibus tibicinium scite modulateque adhibitum mederi refert etiam Democriti liber qui inscribitur *** in quo docet plurimis hominum morbidis medicinae fuisse incentiones tibiarum.)
300,7a ANON. ROHDEI (Kl. Schr. I 397) Δ. δὲ ἱστορεῖ ὡς καὶ αὐτόπτης τοῦ ζώιου γεγονὼς ταῦτα· ‘ὁ βασιλίσκος ὁ κινάδης (οὕτω γὰρ αὐτὸν καλεῖ) ἔστι μὲν κατὰ τὸ σῶμα ὀλίγος, νωθὴς δὲ κατὰ τὴν κίνησιν, ὀξυκέφαλος, ἀστεροειδὲς βασίλειον ἔχων ἐπὶ τῆς κεφαλῆς, ξανθὸς τὴν χροιάν, ἀσύγκριτος τὴν ἰσχὺν καὶ ἀνυπέρβλητος. εὑρίσκεται δὲ ἐν τοῖς ἐπέκεινα τόποις τῆς Λιβύης τῆς κατὰ Κυρήνην, ὅπου καὶ τὸ τῶν ἀνθρώπων τῶν καλουμένων Ψύλλων γένος. τὰ γὰρ ἀπὸ τοῦ κινάδου δήγματα ὑπὸ τῶν Ψύλλων θεραπεύεται. ἀντιπαθὴς δὲ τῶι κινάδηι ἐστὶν ἡ κατοικίδιος γαλέα· ταύτης γὰρ οὔτε τὴν ὀσμὴν οὔτε τὸ εἶδος φέρει, ἀλλ’ εὐθὺς ἀπόλλυται. εἰ δὲ καὶ πρὸς τῶι φωλεῶι εὕροι, διασπαράσσει τοῦτον ἡ γαλέα‘. αὕτη τῆς ἀντιπαθείας ἡ ἐνέργεια.
300,10 (2) CELSUS I prooem. p. 2, 11 Dar. (CML I 18) ideoque multos ex sapientiae professoribus peritos eius [ nämlich medicinae] fuisse accepimus: clarissimos vero ex is Pythagoran et Enpedoclen et Democritum. TATIAN. 16. 17 p. 18, 6 Schw. εἰσὶν μὲν οὖν καὶ νόσοι καὶ στάσεις τῆς ἐν ἡμῖν ὕλης· δαίμονες δὲ αἴτιοι τούτων, 〈οἷσ〉 τὰς αἰτίας, ἐπειδὰν συμβαίνωσιν ἑαυτοῖς, προσγράφουσιν, ἐπιόντες ὁπόταν καταλαμβάνηι κάματος (ἔστι δὲ ὅτε καὶ αὐτοὶ χειμῶνι τῆς σφῶν ἀβελτερίας κραδαίνουσιν τὴν ἕξιν τοῦ σώματος)· οἳ λόγωι θεοῦ δυνάμεως πληττόμενοι δεδιότες ἀπίασιν, καὶ ὁ κάμνων θεραπεύεται. (17) περὶ γὰρ τῶν κατὰ τὸν Δημόκριτον ξυμπαθειῶν τε καὶ ἀντιπαθειῶν τί καὶ λέγειν ἔχομεν ἢ τοῦθ’ ὅτι κατὰ τὸν κοινὸν λόγον ἀβδηρολόγος ἐστὶν ὁ ἀπὸ τῶν Ἀβδήρων ἄνθρωπος; CAEL. AUREL. Morb. ac. III 14—16 Hydrophobie; chron. IV 1 (Elephantiasis) veterum autem medicorum nullus istius passionis curationem ordinavit excepto Themisone atque ex philosophis Democrito, si vere eius de elephantiacis conscriptus dicitur liber. ANECD. PARIS. [ed. Fuchs Rhein. Mus. 49, 1894, 557] τῆς δὲ ἐλεφαντιάσεως τῶν μὲν παλαιῶν οὐδεὶς ἐμνήσθη ἰατρῶν, φιλοσόφων δὲ Δ. ἐν τῶι Περὶ ἐλεφαντιάσεως αὑτοῦ βιβλίωι. ORIBAS. XLV 28, 1 CMG VI 2, 1 III 184 τὸ γὰρ εἰς Δημόκριτον ἀναφερόμενον βιβλίον περὶ τοῦ νοσήματος [Elephantiasis] φανερῶς κατέψευσται.
300,11 Excerpte im VATIC. gr. 299f. 304ff. [Rohde Kl. Schr. I 383, ediert von M. Wellmann Berl. Sitz. Ber. 1908, 625ff.] Δημοκράτους [so] κεφαλαλγία, Δημοκρίτου περὶ ὀφθαλμῶν, Δημοκρίτου Ἀβδηρίτου περὶ ὀφθαλμῶν φλεγμονῆς, Δ—ου πρὸς ῥεῦμα ὀφθαλμοῦ, Δ—ου περὶ τριχιάσεως ὀφθαλμῶν, Δ. πρὸς ὑποσφάγματα ὀφθαλμῶν, Δ. περὶ χημώσεως, περὶ νεφελίων Δ., πρὸς ὑπώπια καὶ πελιώματα, Δ. περὶ φλεγμονῆς γαργαρεῶνος, πρὸς ἔμετον στομάχου Δ., σταλτικὸν ἐμέτου Ἀβδηρίτου. AEL. PROMOT. c. 26 [nach Marc. 295] πρὸς τὰ λοιμικὰ πάθη καὶ μολυβδώδη ἔχοντας τὴν χρόαν ... ἄλλο ἔστι δὴ τῶν Δημοκρίτου πρὸς τοὺς ὑπὸ ἀέρος ἑλώδους βεβλαμμένους.
300,12 (3) TATIAN. 17 p. 18, 15 ὥσπερ δὲ ὁ τῆι πόλει τῆς προσηγορίας αἴτιος [Abderos, Gründer der Stadt] φίλος ὤν, ὥς φασιν, Ἡρακλέους ὑπὸ τῶν Διομήδους ἵππων κατεβρώθη, τρόπωι τῶι αὐτῶι καὶ ὁ τὸν μάγον Ὀστάνην καυχώμενος ἐν ἡμέραι συντελείας πυρὸς αἰωνίου βορᾶι παραδοθήσεται ... πάθος οὐκ ἔστι δι’ ἀντιπαθείας ἀπολλύμενον οὐδὲ ὁ μεμηνὼς σκυτίδων ἐξαρτήμασι θεραπεύεται. APUL. Apol. 27 eos vero vulgo magos nominent, quasi facere etiam sciant quae sciant fieri, ut olim fuere Epimenides [ 3 A 6a] et Orpheus et Pythagoras et Ostanes.
300,13 PLIN. N. H. XXX 8ff. primus quod extet, ut equidem invenio, commentatus est de ea [magia] Osthanes Xerxen regem Persarum bello quod is Graeciae intulit comitatus ac velut semina artis portentosae sparsit obiter infecto quacumque commeaverat mundo. diligentiores paulo ante hunc ponunt Zoroastren, alium Proconnensium [ d. i. Aristeas]. quod certum est, hic maxime Osthanes ad rabiem, non aviditatem modo, scientiae eius Graecorum populos egit. quamquam animadverto summam litterarum claritatem gloriamque ex ea scientia antiquitus et paene semper petitam. (9) certe Pythagoras, Empedocles, Democritus, Plato ad hanc discendam navigavere exsiliis verius quam peregrinationibus susceptis, hanc reversi praedicavere, hanc in arcanis habuere. D. Apollobechen Coptiten et Dardanum et Phoenicem inlustravit, voluminibus Dardani in sepulchrum eius petitis, suis vero ex disciplina eorum editis, quae recepta ab ullis hominum atque transiisse per memoriam aeque ac nihil in vita mirandum est; (10) in tantum fides istis fasque omne deest adeo, ut qui cetera in viro probant haec opera eius esse infitientur. sed frustra. hunc enim maxime adfixisse animis eam dulcedinem constat. plenumque miraculi et hoc, pariter utrasque artis effloruisse, medicinam dico magicenque, eadem aetate illam Hippocrate hanc Democrito inlustrantibus circa Peloponnesiacum Graeciae bellum, quod gestum est a ·CCC· urbis nostrae anno ... (11) non levem et Alexandri Magni temporibus auctoritatem addidit professioni secundus Osthanes comitatu eius exornatus planeque, quod nemo dubitet, orbem terrarum peragravit.
300,13a GAL. de simpl. med. X 1 [XII 248 K.] ἔνια μὲν γὰρ αὐτῶν [Arzneimittel] ἀσελγῆ τέ ἐστι καὶ βδελυρά, τινὰ δὲ καὶ πρὸς τῶν νόμων ἀπηγορευμένα, περὶ ὧν οὐκ οἶδα, πῶς ἔγραψεν ὁ Ξενοκράτης, ἄνθρωπος οὐ πάλαι γεγονώς, ἀλλὰ κατὰ τοὺς πάππους ἡμῶν, τῆς Ῥωμαϊκῆς βασιλείας ἀπηγορευκυίας ἀνθρώπους ἐσθίειν, ἀλλ’ ἐκεῖνός γε ὡς αὐτὸς πεπειραμένος ἀξιοπίστως πάνυ γράφει, τίνα πάθη θεραπεύειν πέφυκεν ἐγκέφαλος ἐσθιόμενος ἢ σάρκες ἢ ἧπαρ ἀνθρώπου, τίνα δὲ τὰ τῆς κεφαλῆς ἢ κνήμης ἢ δακτύλων ὀστᾶ τὰ μὲν καυθέντα τὰ δ’ ἄκαυστα πινόμενα, τίνα δ’ αὐτὸ τὸ αἷμα. PLIN. N. H. XXVIII 5ff. nec pauci apud Graecos singulorum viscerum membrorumque etiam sapores dixere omnia persecuti ad resegmina unguium, quasi vero sanitas videri possit feram ex homine fieri morboque dignum in ipsa medicina, egregia, hercules, frustratione, si non prosit. adspici humana exta nefas habetur, quid mandi? quis ista invenit, Osthane? (6) tecum enim res erit eversor iuris humani monstrorumque artifex qui primus ea condidisti credo, ne vita oblivisceretur 〈tui〉. qui invenit singula membra humana mandere? qua coniectura inductus? quam potest medicina ista originem habuisse? quis veneficia innocentiora fecit quam remedia? esto, barbari externique ritus invenerant, etiamne Graeci suas fecere has artis? (7) extant commentationes Democriti ad aliud noxii homini ex capite ossa plus prodesse, ad alia amici et hospitis. PHILO BYBL. b. Eus. P. E. I 10, 53 (nach Ζωροάστρης δὲ ὁ μάγος ἐν τῆι ἱερᾶι συναγωγῆι τῶν Περσικῶν über den θεὸς κεφαλὴν ἔχων ἱέρακος) τὰ δ’ αὐτὰ καὶ Ὀστάνης φησὶ περὶ αὐτοῦ ἐν τῆι ἐπιγραφομένηι Ὀκτατεύχω ι.
300,14 SENEC. Ep. 90, 32 ‘Democritus‘ inquit [Poseidonius] ‘invenisse dicitur fornicem, ut lapidum curvatura paulatim inclinatorum medio saxo alligaretur‘. hoc dicam falsum esse; necesse est enim ante Democritum et pontes et portas fuisse, quarum fere summa curvantur. excidit porro vobis eundem Democritum invenisse, quemadmodum ebur molliretur, quemadmodum decoctus calculus in smaragdum converteretur, qua hodieque coctura inventi lapides 〈in〉 hoc utiles colorantur.
300,16 SYNCELL. I 471 Dind. Δ. Ἀβδηρίτης φυσικὸς φιλόσοφος ἤκμαζεν. ἐν Αἰγύπτωι μυηθεὶς ὑπὸ Ὀστάνου τοῦ Μήδου σταλέντος ἐν Αἰγύπτωι παρὰ τῶν τηνικαῦτα βασιλέων Περσῶν ἄρχειν τῶν ἐν Αἰγύπτωι ἱερῶν ἐν τῶι ἱερῶι τῆς Μέμφεως σὺν ἄλλοις ἱερεῦσι καὶ φιλοσόφοις, ἐν οἷς ἦν καὶ Μαρία τις Ἑβραία σοφὴ καὶ Παμμένης, συνέγραψε περὶ χρυσοῦ καὶ ἀργύρου καὶ λίθων καὶ πορφύρας λοξῶς, ὁμοίως δὲ καὶ Μαρία. ἀλλ’ οὗτοι μὲν Δ. καὶ Μαρία ἐπηινέθησαν παρὰ Ὀστάνου ὡς πολλοῖς καὶ σοφοῖς αἰνίγμασι κρύψαντες τὴν τέχνην, Παμμένους δὲ κατέγνωσαν ἀφθόνως γράψαντος.
300,17 [SYNES.] ad Dioscorum comment in Democr. [Berthelot Coll. d. Alchim. I 56, 7] Δ. ἐλθὼν ἀπὸ Ἀβδήρων φυσικὸς ὢν καὶ πάντα τὰ φυσικὰ ἐρευνήσας καὶ συγγραψάμενος τὰ ὄντα κατὰ φύσιν. Ἄβδηρα δέ ἐστι πόλις Θράικης· ἐγένετο δὲ ἀνὴρ λογιώτατος, ὃς ἐλθὼν ἐν Αἰγύπτωι ἐμυσταγωγήθη παρὰ τοῦ μεγάλου Ὀστάνου ἐν τῶι ἱερῶι τῆς Μέμφεως σὺν καὶ πᾶσι τοῖς ἱερεῦσιν Αἰγύπτου. ἐκ τούτου λαβὼν ἀφορμὰς συνεγράψατο βίβλους τέσσαρας βαφικά ς, περὶ χρυσοῦ καὶ ἀργύρου καὶ λίθων καὶ πορφύρα ς. λέγω δή, τὰς ἀφορμὰς λαβὼν συνεγράψατο παρὰ τοῦ μεγάλου Ὀστάνου. ἐκεῖνος γὰρ ἦν πρῶτος ὁ γράψας ὅτι ‘ ἡ φύσις τῆι φύσει τέρπεται καὶ ἡ φύσις τὴν φύσιν κρατεῖ καὶ ἡ φύσις τὴν φύσιν νικᾶι ‘ κτλ.
300,18 Δημοκρίτου Φυσικὰ καὶ μυστικά in Berthelots Coll. d. Alchim. I p. 41 ff. Probe: p. 43, 14 ὡς οὖν ἦμεν ἐν τῶι ναῶι ἐξ αὐτομάτου στήλη τις [ἢ κιόνιον] διαρρήγνυται, ἣν ἡμεῖς ἑωρῶμεν ἔνδον οὐδὲν ἔχουσαν. ὁ δὲ Ὀστάνης ἔφασκεν ἐν αὐτῆι τὰς πατρώιας τεθησαυρίσθαι βίβλους καὶ προκομίσας εἰς μέσον ἤγαγεν· ἐγκύψαντες δὲ ἐθαυμάζομεν, ὅτι μηδὲν ἦμεν παραλείψαντες, πλὴν τοῦτον τὸν λόγον εὕρομεν ἐκεῖ πάνυ χρήσιμον· ‘ἡ φύσις τὴν φύσιν‘ κτλ. p. 53, 16 ἰδοὺ μὲν ὃ ἦν, ὦ Λεύκιππε, περὶ τουτέων τῶν τεχνῶν τῶν Αἰγυπτίων 〈ἐν ταῖς τῶν〉 προφητέων Περσικαῖς βίβλοις, ἔγραψα τῆι κοινῆι διαλέκτωι, πρὸς ἣν δὴ μάλιστα ἁρμόζονται· ἡ δὲ βίβλος οὐκ ἔστι κοινή. αἰνίγματα γὰρ ἔχει μυστικὰ παλαιά τε καὶ ὠγύγια (?) ἅπερ οἱ πρόγονοι καὶ θεῖοι Αἰγύπτου βασιλεῖς τοῖς Φοίνιξι ἀνέθεντο. ἐγὼ δὲ ὁ φίλος σου ὠγυγίοις (?) αἰνίγμασιν χρήσομαι ἃ δὴ γεγράφαταί μοι τοῖς Αἰγυπτίων παισίν. ἀλλὰ σοί, ἰατρέ, καὶ δι’ ἑρμηνέως πάντα οὐ παύσομαι ἀναφανδὸν ἐνεξηγούμενος. περιέχει δὲ ἡ συγγραφὴ λεύκωσίν τε καὶ ξάνθωσιν ἢ χαλκολίθου τε μαλάξιας καὶ ἑψήσιας καὶ ἕως βαφικῆς, ὕστερον δὲ ὅσα πάλιν παράδοξα γίγνεται ἐξ αὐτοῦ τοῦ χαλκοῦ καὶ κινναβάρεως, ἔχε ποιῆσαι χρυσὸν 〈ἐκ τῆσ〉 καδμίας τε καὶ ἄλλων εἰδῶν, καὶ καύσεων πάλιν 〈καὶ〉 ἐπιπλοκῶν ὅσα παράδοξα γίγνεται. Zosimos a. O. II 122 aus Demokrit: ‘δέξαι λίθον τὸν οὐ λίθον, τὸν ἄτιμον καὶ πολύτιμον, τὸν πολύμορφον καὶ ἄμορφον, τὸν ἄγνωστον καὶ πᾶσι γνωστόν, τὸν πολυώνυμον καὶ ἀνώνυμον, τὸν ἀφροσέληνον λέγω‘. p. 159, 3 καὶ ταῦτα μὲν οὕτως πρὸς τοὺς Αἰγυπτίους προφήτας ὁ Δ. γράφει ‘ἐγὼ δὲ πρὸς σέ, ὦ Φιλάρετε, πρὸς ὃν ἡ δύναμις, τὴν κατὰ πλάτος σοι γράφω τέχνην‘. III 448, 19 ὁ Δ. φησὶ πρὸς τὸν βασιλέα ‘εἰ μὴ τὰς οὐσίας καταμάθηις καὶ τὰς οὐσίας κεράσηις καὶ τὰ εἴδη νοήσηις καὶ τὰ γένη συνάψηις τοῖς γένεσιν, εἰς μάτην τῶι κόπωι ἐπεχείρησας, ὦ βασιλεῦ‘.
300,19 PAPYR. LONDIN. 121 c. 5b v. 168 [Kenyon Greek Pap. in the Br. Mus. (I 1893) S. 89. Pap. Graec. mag. ed. Preisendanz II 7]. Δημοκρίτου παίγνια α . τὰ χαλκᾶ χρυσᾶ ποιῆσαι φαίνεσθαι: θεῖον ἄπυρον μετὰ τῆς κρητηρίας μείξας ἔκμασσε. β . ὠιὸν ὅμοιον μήλωι γενέσθαι: ζέσας τὸ ὠιὸν χρῖε κρόκωι μείξας μετ’ οἴνου. γ . μάγειρον μὴ δύνασθαι τὴν πυρὰν ἀνάψαι: βοτάνην ἀείζωον θὲς αὐτοῦ εἰς τὴν ἑστίαν. δ . φαγόντα σκόρδα μὴ ὄζειν: ῥίζας σεύτλου ὀπτήσας φάγε. ε . γραῦν μήτε πολλὰ λαλεῖν μήτε πολλὰ πίνειν: πίτυν κόψας βάλε αὐτῆς εἰς τὸ κρᾶμα. ϛ . μονομάχας [so] ἐζωγραφημένους μάχεσθαι: ὑποκάτω αὐτῶν κάπνισον λαγοῦ κεφαλήν. ζ . ψυχρὰ τρώγοντα κατακαίεσθαι: σκίλλαν εἰς ὕδωρ χλιαρὸν βρέξας δὸς αὐτῶι νίψασθαι· λύσις ἐλαίωι. θ . πολλὰ πίνοντα [καὶ] μὴ μεθύειν: χοιραῖον πνεύμονα ὀπτήσας φάγε. ι . ὁδοιποροῦντα μὴ διψᾶν: ὠιὸν 〈ὠμὸν〉 〈εἰσ〉 οἶνον ἀνακόψας ῥόφα. ια . πολλὰ βινεῖν δύνασθαι: στροβίλια πεντήκοντα μετὰ δύο κυάθων γλυκέος καὶ 〈 κ 〉 κόκκους πεπέρεως τρίψας πίε. ιβ . στύειν, ὅτε θέλεις: πέπερι μετὰ μέλιτος τρίψας χρῖέ σου τὸ π[έλ]μα.
300,20 PAPYR. MAGIC. LUGD. 384 [Dieterich Jahrb. f. kl. Ph. Suppl. XVI 813. Preisendanz a. O. S. 81] Δημοκρίτου Σφαῖρ α. Προγνωστικὸν ζωῆς καὶ θανάτου. γνῶθι πρὸς τίνα σελήνην ἀνέπεσε νοσῶν καὶ τὸ ὄνομα τὸ ἐκ γενετῆς συνψήφισον τῆι σελήνηι καὶ βλέπε, πόσαι τριακάδες γίνονται, καὶ τὰ περιλειπόμενα τοῦ ἀριθμοῦ κατανόησον εἰς τὴν ‘σφαῖραν‘ καὶ ἂν ἧι ἄνω ἡ ψῆφος, ζήσει, ἐὰν δὲ κάτω, τελευτήσει.
302 CORPUS PARISINUM PROFANUM [Cod. Paris. gr. 1168 nach Elter]: 166 ταῖς τῶν καιρῶν μεταβολαῖς καὶ οἱ σφόδρα δυνατοὶ τῶν ἀσθενεστέρων ἐνδεεῖς γίνονται. 168 νεκρὸν ἰατρεύειν καὶ γέροντα νουθετεῖν ταὐτόν ἐστι [vgl. Gnomica homoeom. ed. Elter I p. 41. 68] 169 τὸν σπουδαῖον φίλον πρὸς μὲν τὰς εὐφροσύνας κληθέντα δεῖ παρεῖναι, πρὸς δὲ τὰς περιστάσεις αὐτόκλητον δεῖ συμπαρεῖναι 170 τὸ μὴ δύνασθαι βοηθεῖν τοῖς φίλοις ἀπορίας, τὸ δὲ μὴ βούλεσθαι κακίας τεκμήριον. 171 οἱ ἀληθινοὶ φίλοι καὶ τὰς φιλίας ἡδείας καὶ τὰς συμφορὰς ἐλαφροτέρας ποιοῦσιν ὧν μὲν συναπολαύοντες ὧν δὲ μεταλαμβάνοντες. 174 ποθητὸς εἶναι μᾶλλον ἢ φοβερὸς κατὰ τὸν βίον προαιροῦ· ὃν γὰρ πάντες φοβοῦνται, πάντας φοβεῖται. 175 τὰς μὲν γραμμὰς ἀσφαλεστέρας, τὰς δὲ πράξεις λαμπροτέρας ἔχειν δεῖ [= Elter Homoeom. n. 142]. 177 τὸν ἄρχοντα δεῖ ἔχειν πρὸς μὲν τοὺς καιροὺς λογισμόν, πρὸς δὲ τοὺς ἐναντίους τόλμαν, πρὸς δὲ τοὺς ὑποτεταγμένους εὔνοιαν. 178 δεῖ δὲ τὸν ἑτέρων μέλλοντα ἄρξειν αὐτὸν ἑαυτοῦ πρῶτον ἄρχειν. 181 ἐν μὲν τοῖς ἐσόπτροις ὁ τῆς ὄψεως, ἐν δὲ ταῖς ὁμιλίαις ὁ τῆς ψυχῆς χαρακτὴρ βλέπεται = Homoeom. n. 19a 184 διηνεκὴς ἐπὶ πᾶσιν ἀνθρώποις ἡ τοῦ πλούτου ἐπιθυμία. μὴ κτηθεῖσα μὲν γὰρ τρύχει, κτηθεῖσα δὲ βασανίζει ταῖς φροντίσιν, ἀποκτηθεῖσα δὲ ταῖς λύπαις. 185 θεοῦ ἄξιόν σε ποιήσει τὸ μηδὲν ἀνάξιον πράττειν. 186 θεῶι ὅμοιον ἔχει ὁ ἄνθρωπος τὸ εὖ ποιεῖν, ὅταν τὸ εὖ ποιεῖν μὴ καπηλεύηται, καὶ τὸ εὐεργετεῖν καὶ ἀληθεύειν 187 καὶ κυβερνήτης ἀγαθὸς ἐνίοτε ναυαγεῖ καὶ ἀνὴρ σπουδαῖος ἀτυχεῖ = Homoeom. n. 124 189 ἡ μὲν μάχαιρα τέμνει, ἡ δὲ διαβολὴ χωρίζει φίλους = Gnom. hom. I p. 41 191 ἡ τῶν ἀγαθῶν ἔρις ὠφελεῖ τὸν ζηλοῦντα μὴ βλάπτουσα τὸν ζηλούμενον. 192 μικρὰ διδόναι βούλου μᾶλλον ἢ μεγάλα ἐγγυᾶν· ὅ τε γὰρ κίνδυνος ἄπεστι καὶ ὁ λαβὼν ἔργου, οὐ λόγου χρείαν ἔχει. 193 ἐπιτηδειότατος πρὸς φιλίαν ὁ πλεῖστα ἀδικεῖσθαι δυνάμενος καὶ φέρειν. 196 τάχος καὶ ἔπειξις ἀπέστω τοῦ ἐσθίειν· κυνῶδες γὰρ τοῦτο καὶ θηρίωι μᾶλλον ἢ ἀνθρώπωι πρέπον. 197 ὥσπερ οὖν ἄλειμμα οὐδὲ τὸ ἡδὺ καλὸν οὐδὲ τὸ μακρόν, ἀλλὰ τὸ ὑγιαῖνον, οὕτω καὶ τροφὴ οὐχ ἡ ἡδεῖα καλὴ οὐδ’ ἡ πολλή, ἀλλ’ ἡ ὑγιεινή. 198 ὁ ἀρετὴν τιμῶν πρώτην ἀλήθειαν τιμᾶι καὶ μάλιστα ὡς ἀγαθοῦ παντὸς ἡγεμόνα οὖσαν. 875 Δ. τὸν φθόνον εἶπεν ἕλκος εἶναι ἀληθείας. 745 μηδέποτε μακαρίσηις ἄνθρωπον ἐπὶ πλούτωι καὶ δόξηι· πάντα γὰρ τὰ τοιαῦτα τῶν ἀγαθῶν ἐλάττονι πίστει τῶν ἀνέμων δέδεται.
302a SENEC. Epist. 7, 10 D. ait: unus mihi pro populo est et populus pro uno.
304 Vgl. Gnom. Vatic. 743 [ Wien. Stud. 10, 1888, 232] n. 56 ὁ αὐτὸς [ Demokritos] εἶπεν· ‘ἓν μόνον οἶδα, ὅτι οὐκ οἶδα.‘
306 MASALA [Maschallah al—Misri im Vatic. gr. 1056, S. Catal. codd. astrol. gr. I (Brux. 1898) p. 82,] ὁ Δ. βιβλία ιδ , ἤγουν Περὶ γενεθλίων ϛ , Περὶ ἐρωτήσεων δ , Περὶ τῶν συνόδων δύο, Περὶ λογισμοῦ α καὶ Περὶ τῶν κλιμάτων α .
307 PSEUDORIBASIUS in Aphorism. Hippocr. ed. Io. Guinterius Andernacus Paris. 1533f. 5 v deinde dicimus quod nemo tale opus potuit facere quale Hippocras, quem philosophi amicum naturae dixerunt. tentavit quidem D. tale facere, non tamen ut Hippocras perfecit.
308 COD. PARIS. 1630 Δημοκρίτου φιλοσόφου τοὐναντίον. Παντοίην βιότοιο κτλ. = Anth. Pal. IX 360 Μητροδώρου.
309 ALBERTUS MAGNUS Ethica I 1, 3 (Vol. IV ed. Jammy p. 4) hoc est etiam quod dicit D., quod homo sapiens est mensura omnium quae sunt (vgl. 80 B 1). per sensum enim est mensura sensibilium et per intellectum est mensura intelligibilium; mensuratur enim unumquodque sui generis primo et simplicissimo; primum autem et simplicissimum uniuscuiusque generis virtus est. virtus ipsius igitur est principium cognoscendi unamquamque rem; cognitio igitur omnis rei perficitur in cognitione virtutis eius.