ΣΙΜΩΝΙΔΟΥ
Βοίδιον ηὑλητρὶς καὶ Πυθιάς, αἵ ποτʼ ἐρασταί,
σοί, Κύπρι, τὰς ζώνας τάς τε γραφὰς ἔθεσαν.
ἔμπορε καὶ φορτηγέ, τὸ σὸν βαλλάντιον οἶδεν,
καὶ πόθεν αἱ ζῶναι καὶ πόθεν οἱ πίνακες.
ΣΙΜΩΝΙΔΟΥ
Τόξα τάδε πτολέμοιο πεπαυμένα δακρυόεντος
νηῷ Ἀθηναίης κεῖται ὑπωρόφια,
πολλάκι δὴ στονόεντα κατὰ κλόνον ἐν δαῒ φωτῶν
Περσῶν ἱππομάχων αἵματι λουσάμενα.
ΣΙΜΩΝΙΔΟΥ
Τόνδε ποθʼ Ἕλληνες ῥώμῃ χερὸς ἔργῳ Ἄρηος,
εὐτόλμῳ ψυχῆς λήματι πειθόμενοι,
Πέρσας ἐξελάσαντες, ἐλεύθερον Ἑλλάδι κόσμον
ἱδρύσαντο Διὸς βωμὸν Ἐλευθερίου.
ΣΙΜΩΝΙΔΟΥ
Οὕτω τοι, μελία ταναά, ποτὶ κίονα μακρὸν
ἧσο, Πανομφαίῳ Ζηνὶ μένουσʼ ἱερά·
ἤδη γὰρ χαλκός τε γέρων αὐτά τε τέτρυσαι
πυκνὰ κραδαινομένα δαΐῳ ἐν πολέμῳ.
ΣΙΜΩΝΙΔΟΥ
Ἑλλάνων ἀρχαγὸς ἐπεὶ στρατὸν ὤλεσα Μήδων
Παυσανίας, Φοίβῳ μνᾶμʼ ἀνέθηκα τόδε.
ΣΙΜΩΝΙΔΟΥ
Εὔχεό τοι δώροισι, Κύτων, θεὸν ὧδε χαρῆναι
Λητοΐδην ἀγορῆς καλλιχόρου πρύτανιν,
ὥσπερ ὑπὸ ξείνων τε καὶ οἳ ναίουσι Κόρινθον
αἶνον ἔχεις χαρίτων, δέσποτα, τοῖς στεφάνοις.
ΤΟΥ ΑΥΤΟΥ
Ἓξ ἐπὶ πεντήκοντα, Σιμωνίδη, ἤραο ταύρους
καὶ τρίποδας, πρὶν τόνδʼ ἀνθέμεναι πίνακα.
τοσσάκι δʼ ἱμερόεντα διδαξάμενος χορὸν ἀνδρῶν
εὐδόξου Νίκας ἀγλαὸν ἅρμʼ ἐπέβης.
ΤΟΥ ΑΥΤΟΥ ΣΙΜΩΝΙΔΟΥ
Φημὶ Γέλωνʼ, Ἱέρωνα, Πολύζηλον, Θρασύβουλον,
παῖδας Δεινομένευς, τοὺς τρίποδας θέμεναι
ἐξ ἑκατὸν λιτρῶν καὶ πεντήκοντα ταλάντων
δαρεικοῦ χρυσοῦ, τᾶς δεκάτας δεκάταν.
ΤΟΥ ΑΥΤΟΥ
Ταῦτʼ ἀπὸ δυσμενέων Μήδων ναῦται Διοδώρου
ὅπλʼ ἀνέθεν Λατοῖ μνάματα ναυμαχίας.
ΤΟΥ ΑΥΤΟΥ
Σῶσος καὶ Σωσώ, σῶτερ, σοὶ τόνδʼ ἀνέθηκαν·
Σῶσος μὲν σωθείς, Σωσὼ δʼ, ὅτι Σῶσος ἐσώθη.
ΤΟΥ ΑΥΤΟΥ
Χειμερίην νιφετοῖο κατήλυσιν ἡνίκʼ ἀλύξας
Γάλλος ἐρημαίην ἤλυθʼ ὑπὸ σπιλάδα,
ὑετὸν ἄρτι κόμης ἀπομόρξατο, τοῦ δὲ κατʼ ἴχνος
βουφάγος εἰς κοίλην ἀτραπὸν ἷκτο λέων·
αὐτὰρ ὁ πεπταμένῃ μέγα τύμπανον, ὃ σχέθε, χειρὶ
ἤραξεν, καναχῇ δʼ ἴαχεν ἄντρον ἅπαν·
οὐδʼ ἔτλη Κυβέλης ἱερὸν βρόμον ὑλονόμος θὴρ
μεῖναι, ἀνʼ ὑλῆεν δʼ ὠκὺς ἔθυνεν ὄρος,
δείσας ἡμιγύναικα θεῆς λάτριν, ὃς τάδε Ῥείᾳ
ἐνδυτὰ καὶ ξανθοὺς ἐκρέμασε πλοκάμους.
ΣΙΜΩΝΙΔΟΥ
Ἐσβέσθης, γηραιὲ Σοφόκλεες, ἄνθος ἀοιδῶν,
οἰνωπὸν Βάκχου βότρυν ἐρεπτόμενος.
ΣΙΜΩΝΙΔΟΥ
Ἡμερὶ πανθέλκτειρα, μεθυτρόφε μῆτερ ὀπώρας,
οὔλης ἣ σκολιὸν πλέγμα φύεις ἕλικος,
Τηίου ἡβήσειας Ἀνακρείοντος ἐπʼ ἄκρῃ
στήλῃ καὶ λεπτῷ χώματι τοῦδε τάφου,
ὡς ὁ φιλάκρητός τε καὶ οἰνοβαρὴς φιλόκωμος
παννύχιος κρούων τὴν φιλόπαιδα χέλυν
κἠν χθονὶ πεπτηὼς κεφαλῆς ἐφύπερθε φέροιτο
ἀγλαὸν ὡραίων βότρυν ἀπʼ ἀκρεμόνων
καί μιν ἀεὶ τέγγοι νοτερὴ δρόσος, ἧς ὁ γεραιὸς
λαρότερον μαλακῶν ἔπνεεν ἐκ στομάτων.
ΤΟΥ ΑΥΤΟΥ
Οὗτος Ἀνακρείοντα, τὸν ἄφθιτον εἵνεκα Μουσέων
ὑμνοπόλον, πάτρης τύμβος ἔδεκτο Τέω,
ὃς Χαρίτων πνείοντα μέλη, πνείοντα δʼ Ἐρώτων
τὸν γλυκὺν ἐς παίδων ἵμερον ἡρμόσατο.
μοῦνον δʼ εἰν Ἀχέροντι βαρύνεται, οὐχ ὅτι λείπων
ἠέλιον Λήθης ἐνθάδʼ ἔκυρσε δόμων,
ἀλλʼ ὅτι τὸν χαρίεντα μετʼ ἠιθέοισι Μεγιστέα
καὶ τὸν Σμερδίεω Θρῇκα λέλοιπε πόθον.
μολπῆς δʼ οὐ λήγει μελιτερπέος, ἀλλʼ ἔτʼ ἐκεῖνον
βάρβιτον οὐδὲ θανὼν εὔνασεν εἰν Ἀίδῃ.
ΣΙΜΩΝΙΔΟΥ
Οὗτος ὁ τοῦ Κείοιο Σιμωνίδου ἐστὶ σαωτήρ,
ὃς καὶ τεθνηὼς ζῶντʼ ἀπέδωκε χάριν.
ΣΙΜΩΝΙΔΟΥ
Σᾶμα τόδε Σπίνθηρι πατὴρ ἐπέθηκε θανόντι.
ΣΙΜΩΝΙΔΟΥ
Μυριάσιν ποτὲ τῇδε τριηκοσίαις ἐμάχοντο
ἐκ Πελοποννάσου χιλιάδες τέτορες.
ΣΙΜΩΝΙΔΟΥ
Ὦ ξεῖνʼ, ἀγγέλλειν Λακεδαιμονίοις, ὅτι τῇδε
κείμεθα τοῖς κείνων ῥήμασι πειθόμενοι.
ΣΙΜΩΝΙΔΟΥ
Ἀκμᾶς ἑστακυῖαν ἐπὶ ξυροῦ Ἑλλάδα πᾶσαν
ταῖς αὑτῶν ψυχαῖς κείμεθα ῥυσάμενοι
δουλοσύνης· Πέρσαις δὲ περὶ φρεσὶ πήματα πάντα
ἥψαμεν ἀργαλέης μνήματα ναυμαχίης.
ὀστέα δʼ ἧμιν ἔχει Σαλαμίς· πατρὶς δὲ Κόρινθος
ἀντʼ εὐεργεσίης μνῆμʼ ἐπέθηκε τόδε.
ΣΙΜΩΝΙΔΟΥ
Ἄσβεστον κλέος οἵδε φίλῃ περὶ πατρίδι θέντες
κυάνεον θανάτου ἀμφεβάλοντο νέφος·
οὐδὲ τεθνᾶσι θανόντες, ἐπεί σφʼ ἀρετὴ καθύπερθε
κυδαίνουσʼ ἀνάγει δώματος ἐξ Ἀίδεω.
ΣΙΜΩΝΙΔΟΥ
Εἰ τὸ καλῶς θνῄσκειν ἀρετῆς μέρος ἐστὶ μέγιστον,
ἡμῖν ἐκ πάντων τοῦτʼ ἀπένειμε τύχη·
Ἑλλάδι γὰρ σπεύδοντες ἐλευθερίην περιθεῖναι
κείμεθʼ ἀγηράτῳ χρώμενοι εὐλογίῃ.
ΣΙΜΩΝΙΔΟΥ
Χαίρετʼ, ἀριστῆες πολέμου μέγα κῦδος ἔχοντες,
κοῦροι Ἀθηναίων ἔξοχοι ἱπποσύνᾳ,
οἵ ποτε καλλιχόρου περὶ πατρίδος ὠλέσαθʼ ἥβην
πλείστοις Ἑλλάνων ἀντία μαρνάμενοι.
ΣΙΜΩΝΙΔΟΥ
Κρὴς γενεὰν Βρόταχος Γορτύνιος ἐνθάδε κεῖμαι
οὐ κατὰ τοῦτʼ ἐλθών, ἀλλὰ κατʼ ἐμπορίαν.
ΣΙΜΩΝΙΔΟΥ
Οἵδε παρʼ Εὐρυμέδοντά ποτʼ ἀγλαὸν ὤλεσαν ἥβην
μαρνάμενοι Μήδων τοξοφόρων προμάχοις
αἰχμηταί, πεζοί τε καὶ ὠκυπόρων ἐπὶ νηῶν·
κάλλιστον δʼ ἀρετῆς μνῆμʼ ἔλιπον φθίμενοι.
ΣΙΜΩΝΙΔΟΥ
Τούσδε ποτʼ ἐκ Σπάρτας ἀκροθίνια Φοίβῳ ἄγοντας
ἓν πέλαγος, μία νύξ, ἓν σκάφος ἐκτέρισεν.
ΣΙΜΩΝΙΔΟΥ ΤΟΥ ΚΗΙΟΥ
Ἐξ οὗ γʼ Εὐρώπην Ἀσίας δίχα πόντος ἔνειμε
καὶ πόλεμον λαῶν θοῦρος Ἄρης ἐφέπει,
οὐδαμά πω κάλλιον ἐπιχθονίων γένετʼ ἀνδρῶν
ἔργον ἐν ἠπείρῳ καὶ κατὰ πόντον ἅμα.
οἵδε γὰρ ἐν Κύπρῳ Μήδων πολλοὺς ὀλέσαντες
Φοινίκων ἑκατὸν ναῦς ἕλον ἐν πελάγει
ἀνδρῶν πληθούσας· μέγα δʼ ἔστενεν Ἀσὶς ὑπʼ αὐτῶν
πληγεῖσʼ ἀμφοτέραις χερσὶ κράτει πολέμου.
ΣΙΜΩΝΙΔΟΥ
Ἐνθάδε Πυθώνακτα κασίγνητόν τε κέκευθε
γαῖʼ, ἐρατῆς ἥβης πρὶν τέλος ἄκρον ἰδεῖν.
μνῆμα δʼ ἀποφθιμένοισι πατὴρ Μεγάριστος ἔθηκεν
ἀθάνατον θνητοῖς παισὶ χαριζόμενος.
ΤΟΥ ΑΥΤΟΥ ΣΙΜΩΝΙΔΟΥ
Εὐκλέας αἶα κέκευθε, Λεωνίδα, οἳ μετὰ σεῖο
τῇδʼ ἔθανον, Σπάρτης εὐρυχόρου βασιλεῦ,
πλείστων δὴ τόξων τε καὶ ὠκυπόδων σθένος ἵππων
Μηδείων τʼ ἀνδρῶν δεξάμενοι πολέμῳ.
ΣΙΜΩΝΙΔΟΥ
Τῶν αὐτοῦ τις ἕκαστος ἀπολλυμένων ἀνιᾶται·
Νικόδικον δὲ φίλοι καὶ πόλις ἥδε ποθεῖ.
ΣΙΜΩΝΙΔΟΥ
Θηρῶν μὲν κάρτιστος ἐγώ, θνατῶν δʼ ὃν ἐγὼ νῦν
φρουρῶ τῷδε τάφῳ λαΐνῳ ἐμβεβαώς.
ΣΙΜΩΝΙΔΟΥ ΤΟΥ ΚΗΙΟΥ
Πολλὰ πιὼν καὶ πολλὰ φαγὼν καὶ πολλὰ κάκʼ εἰπὼν
ἀνθρώπους κεῖμαι Τιμοκρέων Ῥόδιος.
ΣΙΜΩΝΙΔΟΥ
Βαιὰ φαγὼν καὶ βαιὰ πιὼν καὶ πολλὰ νοσήσας
ὀψὲ μέν, ἀλλʼ ἔθανον. ἔρρετε πάντες ὁμοῦ.
ΑΔΗΛΟΝ οἱ δὲ ΣΙΜΩΝΙΔΟΥ
Οἵδε τριηκόσιοι, Σπάρτα πατρί, τοῖς συναρίθμοις
Ἰναχίδαις Θυρέαν ἀμφὶ μαχεσσάμενοι,
αὐχένας οὐ στρέψαντες, ὅπᾳ ποδὸς ἴχνια πρᾶτον
ἁρμόσαμεν, ταύτᾳ καὶ λίπομεν βιοτάν.
ἄρσενι δʼ Ὀθρυάδαο φόνῳ κεκαλυμμένον ὅπλον
καρύσσει· «Θυρέα, Ζεῦ, Λακεδαιμονίων.»
αἰ δέ τις Ἀργείων ἔφυγεν μόρον, ἦς ἀπʼ Ἀδράστου·
Σπάρτᾳ δʼ οὐ τὸ θανεῖν, ἀλλὰ φυγεῖν θάνατος.
ΣΙΜΩΝΙΔΟΥ
Εὐθυμάχων ἀνδρῶν μνησώμεθα, τῶν ὅδε τύμβος,
οἳ θάνον εὔμηλον ῥυόμενοι Τεγέαν
αἰχμηταὶ πρὸ πόληος, ἵνα σφίσι μὴ καθέληται
Ἑλλὰς ἀποφθιμένου κρατὸς ἐλευθερίαν.
ΣΙΜΩΝΙΔΟΥ
Τῶνδέ ποτʼ ἐν στέρνοισι τανυγλώχινας ὀιστοὺς
λοῦσεν φοινίσσᾳ θοῦρος Ἄρης ψακάδι.
ἀντὶ δʼ ἀκοντοδόκων ἀνδρῶν μνημεῖα θανόντων
ἄψυχʼ ἐμψύχων ἅδε κέκευθε κόνις.
ΣΙΜΩΝΙΔΟΥ
Ἠερίη Γεράνεια, κακὸν λέπας, ὤφελεν Ἴστρον
τῆλε καὶ ἐκ Σκυθέων μακρὸν ὁρᾶν Τάναϊν
μηδὲ πέλας ναίειν Σκειρωνικὸν οἶδμα θαλάσσης
ἄγκεα νειφομένης ἀμφὶ Μεθουριάδος.
νῦν δʼ ὁ μὲν ἐν πόντῳ κρυερὸς νέκυς, οἱ δὲ βαρεῖαν
ναυτιλίην κενεοὶ τῇδε βοῶσι τάφοι.
ΣΙΜΩΝΙΔΟΥ
Ἄνθρωπʼ, οὐ Κροίσου λεύσσεις τάφον, ἀλλὰ γὰρ ἀνδρὸς
χερνήτεω· μικρὸς τύμβος, ἐμοὶ δʼ ἱκανός.
ΣΙΜΩΝΙΔΟΥ
Παυσανίαν ἰητρὸν ἐπώνυμον, Ἀγχίτεω υἱόν,
τόνδʼ Ἀσκληπιάδην πατρὶς ἔθαψε Γέλα,
ὃς πλείστους κρυεραῖσι μαραινομένους ὑπὸ νούσοις
φῶτας ἀπέστρεψεν Φερσεφόνης θαλάμων.
ΤΟΥ ΑΥΤΟΥ
Σῆμα Θεόγνιδός εἰμι Σινωπέος, ᾧ μʼ ἐπέθηκεν
Γλαῦκος ἑταιρείης ἀντὶ πολυχρονίου.
ΤΟΥ ΑΥΤΟΥ
Σῶμα μὲν ἀλλοδαπὴ κεύθει κόνις, ἐν δέ σε πόντῳ,
Κλείσθενες, Εὐξείνῳ μοῖρʼ ἔκιχεν θανάτου
πλαζόμενον· γλυκεροῦ δὲ μελίφρονος οἴκαδε νόστου
ἤμπλακες οὐδʼ ἵκευ Χῖον ἐπʼ ἀμφιρύτην.
ΤΟΥ ΑΥΤΟΥ
Σῆμα καταφθιμένοιο Μεγακλέος εὖτʼ ἂν ἴδωμαι,
οἰκτείρω σε, τάλαν Καλλία, οἷʼ ἔπαθες.
ΤΟΥ ΑΥΤΟΥ
Τῶνδε διʼ ἀνθρώπων ἀρετὰν οὐχ ἵκετο καπνὸς
αἰθέρα δαιομένας εὐρυχόρου Τεγέας,
οἳ βούλοντο πόλιν μὲν ἐλευθερίᾳ τεθαλυῖαν
παισὶ λιπεῖν, αὐτοὶ δʼ ἐν προμάχοισι θανεῖν.
ΤΟΥ ΑΥΤΟΥ
Φῆ ποτε Πρωτόμαχος, πατρὸς περὶ χεῖρας ἔχοντος,
ἡνίκʼ ἀφʼ ἱμερτὴν ἔπνεεν ἡλικίην·
«Ὦ Τιμηνορίδη, παιδὸς φίλου οὔποτε λήσῃ
οὔτʼ ἀρετὴν ποθέων οὔτε σαοφροσύνην.»
ΣΙΜΩΝΙΔΟΥ
Αἰδὼς καὶ Κλεόδημον ἐπὶ προχοῇσι Θεαίρου
ἀενάου στονόεντʼ ἤγαγεν εἰς θάνατον
Θρηικίῳ κύρσαντα λόχῳ· πατρὸς δὲ κλεεννὸν
Διφίλου αἰχμητὴς υἱὸς ἔθηκʼ ὄνομα.
ΣΙΜΩΝΙΔΟΥ
Αἰαῖ, νοῦσε βαρεῖα, τί δὴ ψυχαῖσι μεγαίρεις
ἀνθρώπων ἐρατῇ πὰρ νεότητι μένειν;
ἣ καὶ Τίμαρχον γλυκερῆς αἰῶνος ἄμερσας
ἠίθεον, πρὶν ἰδεῖν κουριδίην ἄλοχον.
ΤΟΥ ΑΥΤΟΥ
Οἱ μὲν ἐμὲ κτείναντες ὁμοίων ἀντιτύχοιεν,
Ζεῦ Ξένιʼ· οἱ δʼ ὑπὸ γᾶν θέντες ὄναιντο βίου.
ΣΙΜΩΝΙΔΟΥ, οἱ δὲ ΣΙΜΙΟΥ
Ὕστατα δὴ τάδʼ ἔειπε φίλαν ποτὶ ματέρα Γοργὼ
δακρυόεσσα δέρας χερσὶν ἐφαπτομένα·
«Αὖθι μένοις παρὰ πατρί, τέκοις δʼ ἐπὶ λῴονι μοίρᾳ
ἄλλαν σῷ πολιῷ γήραϊ καδεμόνα.»
ΣΙΜΩΝΙΔΟΥ
Τούσδʼ ἀπὸ Τυρρηνῶν ἀκροθίνια Φοίβῳ ἄγοντας
ἓν πέλαγος, μία ναῦς, εἷς τάφος ἐκτέρισεν.
ΣΙΜΩΝΙΔΟΥ
Μνῆμα τόδε κλεινοῖο Μεγιστία, ὅν ποτε Μῆδοι
Σπερχειὸν ποταμὸν κτεῖναν ἀμειψάμενοι,
μάντιος, ὃς τότε κῆρας ἐπερχομένας σάφα εἰδὼς
οὐκ ἔτλη Σπάρτης ἡγεμόνας προλιπεῖν.
ΣΙΜΩΝΙΔΟΥ
Γράψε Πολύγνωτος Θάσιος γένος, Ἀγλαοφῶντος
υἱός, περθομένην Ἰλίου ἀκρόπολιν.
ΣΙΜΩΝΙΔΟΥ
Ἰφίων τόδʼ ἔγραψε Κορίνθιος· οὐκ ἔνι μῶμος
χερσίν, ἐπεὶ δόξας ἔργα πολὺ προφέρει.
ΤΟΥ ΑΥΤΟΥ
Κίμων ἔγραψε τὴν θύραν τὴν δεξιάν,
τὴν δʼ ἐξιόντων δεξιὰν Διονύσιος.
ΣΙΜΩΝΙΔΟΥ
Χαίρει τις, Θεόδωρος ἐπεὶ θάνον· ἄλλος ἐπʼ αὐτῷ
χαιρήσει. θανάτῳ πάντες ὀφειλόμεθα.
ΣΙΜΩΝΙΔΟΥ
Τίς εἰκόνα τάνδʼ ἀνέθηκεν; —«Δωριεὺς ὁ Θούριος.» —
Οὐ Ῥόδιος γένος ἦν; —«Ναί, πρὶν φυγεῖν γε πατρίδα,
δεινᾷ γε χειρὶ πόλλʼ ἔρξας ἔργα καὶ βίαια.»
ΣΙΜΩΝΙΔΟΥ
Ἀργεῖος Δάνδης σταδιοδρόμος ἐνθάδε κεῖται
νίκαις ἱππόβοτον πατρίδʼ ἐπευκλεΐσας
Ὀλυμπίᾳ δίς, ἐν δὲ Πυθῶνι τρία,
δύω δʼ ἐν Ἰσθμῷ, πεντεκαίδεκʼ ἐν Νεμέᾳ·
τὰς δʼ ἄλλας νίκας οὐκ εὐμαρές ἐστʼ ἀριθμῆσαι.
ΣΙΜΩΝΙΔΟΥ
Ἄνθηκεν τόδʼ ἄγαλμα Κορίνθιος ὅσπερ ἐνίκα
ἐν Δελφοῖς ποτε Νικολᾴδας
καὶ Παναθηναίοις στεφάνους λάβε πέντʼ ἐπʼ ἀέθλοις
ἑξῆς ἀμφιφορεῖς ἐλαίου·
Ἰσθμῷ δʼ ἐν ζαθέᾳ τρὶς ἐπισχερὼ—οἶδεν ἑλόντα
ἀκτὰ Ποντομέδοντος ἆθλα—
καὶ Νεμέᾳ τρὶς ἐνίκησεν καὶ τετράκις ἄλλα
Πελλάνᾳ, δύο δʼ ἐν Λυκαίῳ
καὶ Τεγέᾳ καὶ ἐν Αἰγίνᾳ, κρατερᾷ τʼ Ἐπιδαύρῳ
καὶ Θήβᾳ Μεγάρων τε δάμῳ,
ἐν δὲ Φλειοῦντι σταδίῳ τά τε πέντε κρατήσας
ηὔφρανεν μεγάλαν Κόρινθον.
ΣΙΜΩΝΙΔΟΥ
Πατρίδα κυδαίνων ἱερὴν πόλιν Ὦπις Ἀθήνης,
τέκνον μελαίνης γῆς, χαρίεντας αὐλοὺς
τούσδε σὺν Ἡφαίστῳ τελέσας ἀνέθηκʼ Ἀφροδίτῃ
καλοῦ δαμασθεὶς ἱμέρῳ Βρύσωνος.
ΣΙΜΩΝΙΔΟΥ
Μνήσομαι, οὐ γὰρ ἔοικεν ἀνώνυμον ἐνθάδʼ Ἀρχεναύτεω
κεῖσθαι θανοῦσαν ἀγλαὰν ἄκοιτιν
Ξανθίππην, Περιάνδρου ἀπέκγονον, ὅς ποθʼ ὑψιπύργου
σήμαινε λαοῖς τέρμʼ ἔχων Κορίνθου.
ΒΑΚΧΥΛΙΔΟΥ ἢ ΣΙΜΩΝΙΔΟΥ
Πολλάκι δὴ φυλῆς Ἀκαμαντίδος ἐν χοροῖσιν Ὧραι
ἀνωλόλυξαν κισσοφόροις ἐπὶ διθυράμβοις
αἱ Διονυσιάδες, μίτραισι δὲ καὶ ῥόδων ἀώτοις
σοφῶν ἀοιδῶν ἐσκίασαν λιπαρὰν ἔθειραν,
οἳ τόνδε τρίποδά σφισι μάρτυρα Βακχίων ἀέθλων
ἔθηκαν· εὖ τούσδʼ Ἀντιγένης ἐδίδασκεν ἄνδρας,
εὖ δʼ ἐτιθηνεῖτο γλυκερὰν ὄπα Δωρίοις Ἀρίστων
Ἀγρεῖος ἡδὺ πνεῦμα χέων καθαροῖς ἐν αὐλοῖς,
τῶν ἐχορήγησεν κύκλον μελίγηρυν Ἱππόνικος,
Στρούθωνος υἱός, ἅρμασιν ἐν Χαρίτων φορηθείς,
αἵ οἱ ἐπʼ ἀνθρώπους ὄνομα κλυτὸν ἀγλαάν τε νίκαν
θεοῦ θʼ ἕκατι θῆκαν ἰοστεφάνων τε Μοισᾶν.
ΣΙΜΩΝΙΔΟΥ
Μοῦσά μοι Ἀλκμήνης καλλισφύρου υἱὸν ἄειδε.
υἱὸν Ἀλκμήνης ἄειδε Μοῦσά μοι καλλισφύρου.
ΣΙΜΩΝΙΔΟΥ
Γνῶθι Θεόγνητον προσιδὼν τὸν Ὀλυμπιονίκαν
παῖδα, παλαισμοσύνης δεξιὸν ἡνίοχον,
κάλλιστον μὲν ἰδεῖν, ἀθλεῖν δʼ οὐ χείρονα μορφῆς,
ὃς πατέρων ἀγαθῶν ἐστεφάνωσε πόλιν.
ΤΟΥ ΑΥΤΟΥ
Ἴσθμια καὶ Πυθοῖ Διοφῶν ὁ Φίλωνος ἐνίκα
ἅλμα, ποδωκείην, δίσκον, ἄκοντα, πάλην.
ΣΙΜΩΝΙΔΟΥ
Εἶπον, τίς, τίνος ἐσσί, τίνος πατρίδος, τί δʼ ἐνίκης; —
«Κασμύλος, Εὐαγόρου, Πύθια πύξ, Ῥόδιος.»
ΤΟΥ ΑΥΤΟΥ
Μίλωνος τόδʼ ἄγαλμα καλοῦ καλόν, ὅς ποτε Πίσῃ
ἑπτάκι νικήσας ἐς γόνατʼ οὐκ ἔπεσεν.
ΣΙΜΩΝΙΔΟΥ
Δίρφυος ἐδμήθημεν ὑπὸ πτυχί· σῆμα δʼ ἐφʼ ἡμῖν
ἐγγύθεν Εὐρίπου δημοσίᾳ κέχυται,
οὐκ ἀδίκως· ἐρατὴν γὰρ ἀπωλέσαμεν νεότητα
τρηχεῖαν πολέμου δεξάμενοι νεφέλην.
ΣΙΜΩΝΙΔΟΥ
Τίς ἅδε; —«Βάκχα.» —Τίς δέ νιν ξέσε; —«Σκόπας.» —
Τίς δʼ ἐξέμηνε, Βάκχος ἢ Σκόπας; —«Σκόπας.»
ΣΙΜΩΝΙΔΟΥ
Τὸν ἐν Ῥόδῳ κολοσσὸν ὀκτάκις δέκα
Χάρης ἐποίει πήχεων ὁ Λίνδιος.
ΣΙΜΩΝΙΔΟΥ
Πραξιτέλης, ὃν ἔπασχε, διηκρίβωσεν Ἔρωτα
ἐξ ἰδίης ἕλκων ἀρχέτυπον κραδίης,
Φρύνῃ μισθὸν ἐμεῖο διδοὺς ἐμέ. φίλτρα δὲ τίκτω
οὐκέτι τοξεύων, ἀλλʼ ἀτενιζόμενος.
ΣΙΜΩΝΙΔΟΥ
Τὸν τραγόπουν ἐμὲ Πᾶνα τὸν Ἀρκάδα, τὸν κατὰ Μήδων,
τὸν μετʼ Ἀθηναίων στήσατο Μιλτιάδης.