eul_wid: pxc-aa

Γνῶμαι Σέξτου
Sentences of Sextus

Sententiae Sexti Sentences of Sextus PDF

t ΣΕΞΤΟΥ ΓΝΩΜΑΙ Πιστὸς ἄνθρωπος ἐκλεκτός ἐστιν ἄνθρωπος.
2 ἐκλεκτὸς ἄνθρωπος ἄνθρωπός ἐστι θεοῦ. θεοῦ ἄνθρωπος ὁ ἄξιος θεοῦ.
4 θεοῦ ἄξιος ὁ μηδὲν ἀνάξιον θεοῦ πράττων. ἐπιτηδεύων οὖν πιστὸς εἶναι μηδὲν ἀνάξιον θεοῦ πράξῃς.
6 ὀλιγόπιστος ἐν πίστει ἄπιστος. πιστὸς ἐν δοκιμῇ πίστεως θεὸς ἐν ἀνθρώπου σώματι [ζῶντι].
7b ἄπιστος ἐν πίστει νεκρὸς ἄνθρωπος ἐν σώματι ζῶντι. πιστὸς ἀληθείᾳ ὁ ἀναμάρτητος.
9 μέχρι καὶ τῶν ἐλαχίστων ἀκριβῶς βίου. οὐ γὰρ μικρὸν ἐν βίῳ τὸ παρὰ μικρόν.
11 πᾶν ἁμάρτημα ἀσέβημα ἡγοῦ. οὐκ ὀφθαλμὸς οὐδὲ χεὶρ ἁμαρτάνει οὐδέ τι τῶν ὁμοίων, ἀλλ’ ὁ κακῶς χρώμενος χειρὶ καὶ ὀφθαλμῷ.
13 πᾶν μέλος τοῦ σώματος ἀναπεῖθόν σε μὴ σωφρονεῖν ῥῖψον· ἄμεινον γὰρ χωρὶς τοῦ μέλους ζῆν σωφρόνως ἢ μετὰ τοῦ μέλους ὀλεθρίως. ἀθανάτους σοι νόμιζε παρὰ τῇ κρίσει καὶ τὰς τιμὰς ἔσεσθαι καὶ τὰς τιμωρίας.
15 ὁπόσα τοῦ κόσμου ἔχεις, κἂν ἀφέληταί σού τις, μὴ ἀγανάκτει. σεαυτὸν ἐπιλήψιμον μὴ πάρεχε τῷ κόσμῳ.
17 χωρὶς τῆς ἐλευθερίας πάντα ἀφαιρουμένῳ σε τῷ πέλας ὕπεικε. σοφὸς ἀκτήμων ὅμοιος θεῷ.
19 τοῖς κοσμικοῖς πράγμασιν εἰς αὐτὰ τὰ ἀναγκαῖα χρῶ. τὰ μὲν τοῦ κόσμου τῷ κόσμῳ, τὰ δὲ τοῦ θεοῦ τῷ θεῷ ἀκριβῶς ἀποδίδου.
21 τὴν ψυχήν σου νόμιζε παραθήκην ἔχειν παρὰ θεοῦ. ὅτε λέγεις περὶ θεοῦ, κρίνῃ ὑπὸ θεοῦ.
23 ἄριστον ἡγοῦ καθαρμὸν τὸ μηδένα ἀδικεῖν. ψυχὴ καθαίρεται λόγῳ θεοῦ ὑπὸ σοφοῦ.
25 ἀναίσθητον οὐσίαν μὴ πεισθῇς εἶναί ποτε θεοῦ. ὁ θεὸς καθὸ νοῦς ἐστιν αὐτοκίνητος, κατ’ αὐτὸ τοῦτο καὶ ὑφέστηκεν.
27 θεοῦ μέγεθος οὐκ ἂν ἐξεύροις πτεροῖς πετόμενος. θεοῦ ὄνομα μὴ ζήτει, οὐ γὰρ εὑρήσεις· πᾶν τὸ ὀνομαζόμενον ὀνομάζεται ὑπὸ τοῦ κρείττονος, ἵνα τὸ μὲν καλῇ, τὸ δὲ ὑπακούῃ· τίς οὖν ὁ ὀνομάσας θεόν; θεὸς οὐκ ὄνομα θεοῦ, ἀλλὰ δόξα περὶ θεοῦ.
29 μηθὲν οὖν ἐν θεῷ ὃ μὴ ἔστι ζήτει. θεὸς αὐγὴ σοφὴ τοῦ ἐναντίου ἀνεπίδεκτος.
31 ὁ θεὸς ὅσα ἐποίησεν, ὑπὲρ ἀνθρώπων αὐτὰ ἐποίησεν. ἄγγελος ὑπηρέτης θεοῦ πρὸς ἄνθρωπον, οὐ γὰρ δὴ πρὸς οὐδένα ἄλλον· τιμιώτερον οὖν ἄνθρωπος ἀγγέλου παρὰ θεῷ.
33 τὸ μὲν πρῶτον εὐεργετοῦν ὁ θεός, τὸ δὲ δεύτερον εὐεργετούμενον ἄνθρωπος. βίου τοιγαροῦν ὡς ὢν μετὰ θεόν.
35 ἐκλεκτὸς ὢν ἔχεις τι ἐν τῇ συστάσει σου ὁποῖον θεός· χρῶ οὖν τῇ συστάσει σου ὡς ἱερῷ θεοῦ. ἐξουσίαν πιστῷ ὁ θεὸς δίδωσι τὴν κατὰ θεόν· καθαρὰν οὖν δίδωσι καὶ ἀναμάρτητον.
37 αἰδείσθω σου τὸν βίον ὁ κόσμος. μηδενὶ σεαυτὸν ἐπιλήψιμον δίδου.
39 κακῶς ζῶντα μετὰ τὴν ἀπαλλαγὴν τοῦ σώματος εὐθύνει κακὸς δαίμων μέχρις οὗ καὶ τὸν ἔσχατον κοδράντην ἀπολάβῃ. μακάριος ἀνήρ, οὗ τῆς ψυχῆς οὐδεὶς ἐπιλήψεται εἰς θεὸν πορευομένης.
41 ὃ ἂν τιμήσῃς ὑπὲρ πάντα, ἐκεῖνό σου κυριεύσει. τίμα τὸ ἄριστον, ἵνα καὶ ἄρχῃ ὑπὸ τοῦ ἀρίστου.
43 ἀρχόμενος ὑπὸ τοῦ ἀρίστου αὐτὸς ἄρξεις ὧν ἂν προαιρῇ. τιμὴ μεγίστη θεῷ θεοῦ γνῶσις καὶ ὁμοίωμα.
45 ὅμοιον μὲν οὐδὲν θεῷ, προσφιλέστατον δὲ τὸ εἰς δύναμιν ἐξομοιούμενον. ἱερὸν ἅγιον θεοῦ διάνοια εὐσεβοῦς.
46b ἄριστον θυσιαστήριον θεῷ καρδία καθαρὰ καὶ ἀναμάρτητος. θυσία θεῷ μόνη καὶ προσηνὴς ἡ ἀνθρώποις εὐεργεσία διὰ θεόν.
48 ἄνθρωπος κεχαρισμένα θεῷ πράττει ὁ ζῶν εἰς δύναμιν κατὰ θεόν. ὁ μὲν θεὸς οὐδενὸς δεῖται, ὁ δὲ πιστὸς μόνου θεοῦ.
50 ζηλοῖ τὸν οὐδενὸς δεόμενον ὁ τῶν ὀλίγων ἀναγκαίως δεόμενος. ἄσκει μέγας μὲν εἶναι παρὰ θεῷ, παρὰ δὲ ἀνθρώποις ἀνεπίφθονος.
52 χρηστὸς ὢν εἰς τοὺς δεομένους μέγας ἂν εἴης παρὰ θεῷ. ἀνδρὸς σοφοῦ ζῶντος μὲν ὀλίγος ὁ λόγος παρὰ ἀνθρώποις, τελευτήσαντος δὲ τὸ κλέος ᾄδεται.
54 τὸν χρόνον ὃν ἂν μὴ νοήσῃς τὸν θεόν, τοῦτον νόμιζέ σοι ἀπολωλέναι. τὸ μὲν σῶμά σου μόνον ἐπιδημείτω τῇ γῇ, ἡ δὲ ψυχὴ ἀεὶ ἔστω παρὰ θεῷ.
56 νόει τὰ καλά, ἵνα καὶ πράττῃς τὰ καλά. ἔννοια ἀνθρώπου θεὸν οὐ λανθάνει.
57b ἔστω σου ἡ διάνοια καθαρὰ κακοῦ παντός. ἄξιος ἔσο τοῦ ἀξιώσαντός σε εἰπεῖν υἱὸν καὶ πρᾶττε πάντα ὡς υἱὸς θεοῦ.
59 θεὸν πατέρα καλῶν ἐν οἷς πράττεις τούτου μέμνησο. ἁγνὸς ἀνὴρ καὶ ἀναμάρτητος ἐξουσίαν ἔχει παρὰ θεῷ ὡς υἱὸς θεοῦ.
61 ἀγαθὴ διάνοια χῶρος θεοῦ. κακὴ διάνοια χῶρός ἐστιν κακῶν.
63 τὸν ἀδικοῦντα τοῦ ἀδικεῖν ἀπαλλάττων κολάζοις ἂν κατὰ θεόν. ἄσκει μὴ τὸ δοκεῖν ἀλλὰ τὸ εἶναι δίκαιος· τὸ δοκεῖν γὰρ ἕκαστον τοῦ εἶναι ἀφαιρεῖται.
65 τίμα τὸ δίκαιον δι’ αὐτό. οὐκ ἂν λάθοις θεὸν πράττων ἄδικα, οὐδὲ γὰρ διανοούμενος.
67 σώφρων ἀνὴρ ἁγνὸς παρὰ τῷ θεῷ. ἀκολασίαν φεῦγε.
69 εὐλογιστίαν ἄσκει. κράτει τῶν ἡδονῶν.
71a νίκα τὸ σῶμα ἐν παντί. ἐκ φιληδονίας ἀκολασίαν οὐκ ἐκφεύξῃ.
72 φιληδόνου ὁ θεὸς οὐκ ἀκούει. τρυφῆς πέρας ὄλεθρος.
74 ὁ λόγος σου τῶν ὁρμῶν σου προηγείσθω. δεινότατόν ἐστιν πάθεσι δουλεύειν.
75b ὅσα πάθη ψυχῆς, τοσοῦτοι δεσπόται. φιλοχρηματία φιλοσωματίας ἔλεγχος.
77 κτῶ τὰ τῆς ψυχῆς ὡς βέβαια. ἀποτάττου τοῖς τοῦ σώματος, ἐφ’ ὅσον δυνατὸς εἶ.
79 μόνον οἰκεῖον ἡγοῦ τὸ ἀγαθόν. ὁποῖος θέλεις εὐχόμενος εἶναι, ἀεὶ ἔσο.
81 ὅταν τὰ κάλλιστα τῶν κτημάτων εὐλόγως εἰς βόρβορον ῥίψῃς, τότε καθαρὸς ὢν αἰτοῦ τι παρὰ τοῦ θεοῦ. ὁποῖος θέλεις εἶναι παρὰ θεῷ, ἤδη ἔσο.
82b τῶν τοῦ κόσμου μεταδιδοὺς καταφρόνει. μέμνησο ὢν μετὰ θεόν.
82d ψυχὴ ἀνθρώπου θεοσεβοῦς θεὸς ἐν σώματι. μιαίνει τὸν θεὸν ὁ κακῶς νοῶν τὸν θεόν.
83 γλῶσσα βλάσφημος διανοίας ἔλεγχος κακῆς. γλῶσσαν εὔφημον κέκτησο, μάλιστα δὲ περὶ θεοῦ.
85 κακῶς μὲν ποιῆσαι θεὸν δυνατὸς οὐδείς, ἀσεβέστατος δὲ ὁ βλασφημῶν· δυνατὸς γὰρ ὢν κἂν ἐποίησεν. κρηπὶς εὐσεβείας ἐγκράτεια.
86b τέλος εὐσεβείας φιλία πρὸς θεόν. χρῶ τῷ εὐσεβεῖ ὡς σαυτῷ.
88 εὔχου σοι γενέσθαι μὴ ἃ βούλει, ἀλλ’ ἃ δεῖ καὶ συμφέρει. ὡς θέλεις χρήσασθαί σοι τοὺς πέλας, καὶ σὺ χρῶ αὐτοῖς.
90 ἃ ψέγεις, μηδὲ ποίει. μηδείς σε πειθέτω ποιεῖν τι παρὰ τὸ βέλτιον.
91b ἃ δέδοταί σοι, κἂν ἀφέληταί σού τις, μὴ ἀγανάκτει. ἃ δίδωσιν ὁ θεός, οὐδεὶς ἀφαιρεῖται.
93 σκέπτου πρὸ τοῦ πράττειν καὶ ἃ πράττεις ἐξέταζε, ἵνα μηδὲν ποιῇς ὃ μὴ δεῖ. ὃ πράττων οὐκ ἂν θέλοις εἰδέναι τὸν θεόν, τοῦτο μὴ πράξῃς.
95a πρὸ παντὸς οὗ πράττεις νόει τὸν θεόν. φῶς σου τῶν πράξεων προηγείσθω.
96 μεγίστη ἀσέβεια εἰς θεὸν ἀνθρώπου κάκωσις. ψυχὴ φωτίζεται ἐννοίᾳ θεοῦ.
98 αὐτάρκειαν ἄσκει. τῶν ἀτόπων μὴ ὀρέγου.
100 τῶν καλῶν ἐκπόνει τὰ αἴτια. τὰ τοῦ σώματος μὴ ἀγάπα.
102 ἀκάθαρτον ἄνθρωπον ποιεῖ πρᾶξις αἰσχρά. καθαίρει ψυχὴν ἀνοήτου δόξης ἔλεγχος.
104 ὁ θεὸς ἀνθρώπων καλῶν πράξεων ἡγεμών ἐστιν. μηδένα ἐχθρὸν ἡγοῦ.
106a ἀγάπα τὸ ὁμόφυλον. ἀγάπα τὸν θεὸν καὶ πρὸ τῆς ψυχῆς σου.
107 οὐ χαλεπὸν ἁμαρτωλοὺς ἐπὶ τὸ αὐτὸ γενέσθαι μὴ ἁμαρτάνοντας. τροφαὶ πολλαὶ ἁγνείαν ἐμποδίζουσιν.
108b ἀκρασία σιτίων ἀκάθαρτον ποιεῖ. ἐμψύχων ἁπάντων χρῆσις μὲν ἀδιάφορον, ἀποχὴ δὲ λογικώτερον.
110 οὐ τὰ εἰσιόντα διὰ τοῦ στόματος σιτία καὶ ποτὰ μιαίνει τὸν ἄνθρωπον, ἀλλὰ τὰ ἀπὸ κακοῦ ἤθους ἐξιόντα. ὃ ἂν 〈ἡδονῇ〉 ἡττώμενος σιτίον προσφέρῃ μιαίνει σε.
112 πλήθει ἀρέσκειν μὴ ἐπιτήδευε. παντὸς οὗ καλῶς πράττεις αἴτιον ἡγοῦ τὸν θεόν.
114 κακῶν θεὸς ἀναίτιος. μὴ πλέον κτῶ ὧν τὸ σῶμα ἐπιζητεῖ.
116 ψυχὴν χρυσὸς οὐ ῥύεται κακῶν. οὐ γέγονας ἐντρυφήσων τῇ τοῦ θεοῦ παρασκευῇ.
118 κτῶ ἃ μηδείς σου ἀφαιρεῖται. φέρε τὰ ἀναγκαῖα ὡς ἀναγκαῖα.
120 μεγαλοψυχίαν ἄσκει. ὧν καταφρονῶν ἐπαινῇ εὐλόγως, τούτων μὴ περιέχου.
121b ἐφ’ οἷς εὐλόγως μεγαλοφρονεῖς, ταῦτα κέκτησο. εὔχου τῷ θεῷ τὰ ἄξια τοῦ θεοῦ.
123 τὸν ἐν σοὶ λόγον τοῦ βίου σου νόμον ποίει. αἰτοῦ παρὰ θεοῦ ἃ μὴ λάβοις ἂν παρὰ ἀνθρώπου.
125 ὧν ἡγεμόνες οἱ πόνοι, ταῦτά σοι εὔχου γενέσθαι μετὰ τοὺς πόνους. εὐχὴ ῥᾳθύμου μάταιος λόγος.
127 ὧν τοῦ σώματος ἀπαλλαγεὶς οὐ δεήσῃ, καταφρόνει. ὃ κτησάμενος οὐ καθέξεις, μὴ αἰτοῦ παρὰ θεοῦ.
129 ἔθιζε τὴν ψυχήν σου μετὰ θεὸν ἐφ’ ἑαυτῇ μεγαλοφρονεῖν. μηθὲν ὧν ἀφαιρήσεταί σε κακὸς ἀνὴρ τίμα.
131 μόνον ἀγαθὸν ἡγοῦ τὸ πρέπον θεῷ. τὸ ἄξιον θεοῦ καὶ ἀνδρὸς ἀγαθοῦ.
133 ὃ οὐ συμβάλλεται πρὸς εὐδαιμονίαν θεῷ, οὐδὲ ἀνθρώπῳ. ταῦτα θέλε ἃ θέλοι ἂν καὶ ὁ θεός.
135 υἱὸς θεοῦ ὁ ταῦτα μόνα τιμῶν ἃ καὶ ὁ θεός. ἐφ’ ὅσον ποθεῖ τὸ σῶμα, ἡ ψυχὴ τὸν θεὸν ἀγνοεῖ.
137 ὄρεξις κτήσεως ἀρχὴ πλεονεξίας. ἐκ φιλαυτίας ἀδικία φύεται.
139a ὀλίγα πέφυκεν τῇ ψυχῇ τὸ σῶμα ἐνοχλεῖν. φιληδονία ποιεῖ σώμα ἀφόρητον.
140 πᾶν τὸ πλέον ἀνθρώπῳ πολέμιον. φιλῶν ἃ μὴ δεῖ οὐ φιλήσεις ἃ δεῖ.
142 σπουδάζοντά σε περὶ τὰ μὴ καλὰ λήσεται τὰ καλά. σοφοῦ διάνοια ἀεὶ παρὰ θεῷ.
144 σοφοῦ διανοίᾳ θεὸς ἐνοικεῖ. σοφὸς ὀλίγοις γινώσκεται.
146 ἀπλήρωτος ἐπιθυμία, διὰ τοῦτο καὶ ἄπορος. τὸ σοφὸν ἀεὶ ἑαυτῷ ὅμοιον.
148 αὔταρκες πρὸς εὐδαιμονίαν θεοῦ γνῶσις καὶ ὁμοίωμα. κακοὶ κολακευόμενοι κακίους γίνονται.
150 ἀφόρητον γίνεται κακία ἐπαινουμένη. ἡ γλῶσσά σου τῷ νοΐ σου ἑπέσθω.
152 αἱρετώτερον λίθον εἰκῇ βάλλειν ἢ λόγον. σκέπτου πρὸ τοῦ λέγειν ἵνα μὴ λέγῃς ἃ μὴ δεῖ.
154 ῥήματα ἄνευ νοῦ ψόφος. πολυλογία οὐκ ἐκφεύγει ἁμαρτίαν.
156 βραχυλογίᾳ σοφία παρακολουθεῖ. μακρολογία σημεῖον ἀμαθίας.
158 τὸ ἀληθὲς ἀγάπα. τῷ ψεύδει χρῶ ὡς φαρμάκῳ.
160 καιρὸς τῶν λόγων σου προηγείσθω. λέγε ὅτε σιγᾶν οὐ καθήκει.
162a περὶ ὧν οὐκ οἶδας σιώπα. περὶ ὧν οἶδας, ὅτε δεῖ λέγε.
163a λόγος παρὰ καιρὸν διανοίας ἔλεγχος κακῆς. ὁπότε δεῖ πράττειν, λόγῳ μὴ χρῶ.
164a ἐν συλλόγῳ πρῶτος λέγειν μὴ ἐπιτήδευε. ἡ αὐτὴ ἐπιστήμη ἐστὶ τοῦ λέγειν καὶ τοῦ σιωπᾶν.
165a ἄμεινον ἡττᾶσθαι τἀληθῆ λέγοντα τοῦ περιγενέσθαι μετὰ ἀπάτης. ὁ νικῶν τῷ ἀπατᾶν νικᾶται ἐν ἤθει.
165c μάρτυρες κακῶν γίνονται λόγοι ψευδεῖς. μεγάλη περίστασις ᾗ πρέπει ψεῦδος.
165e ὁπότε ἁμαρτάνων εἶ τἀληθῆ λέγων, ἀναγκαίως τότε ψευδῆ λέγων οὐχ ἁμαρτήσεις. μηδένα ἀπάτα, μάλιστα τὸν συμβουλίας δεόμενον.
165g μετὰ πλειόνων λέγων μᾶλλον ὄψει τὰ συμφέροντα. πίστις ἁπασῶν καλῶν πράξεων ἡγεμών ἐστιν.
167 σοφία ψυχὴν ὁδηγεῖ πρὸς θεόν. οὐδὲν οἰκειότερον σοφίᾳ ἀληθείας.
169 οὐ δυνατὸν τὴν αὐτὴν φύσιν πιστήν τε εἶναι καὶ φιλοψευδῆ. δειλῇ καὶ ἀνελευθέρῳ φύσει πίστις οὐκ ἂν μετείη.
171a τὸ λέγειν ἃ δεῖ τοῦ ἀκούειν πιστὸς ὢν μὴ προτίμα. ἐν πιστοῖς ὢν μᾶλλον ἄκουε ἤπερ λέγε.
172 φιλήδονος ἀνὴρ ἄχρηστος ἐν παντί. ἀνεύθυνος ὢν λόγοις μὴ χρῶ περὶ θεοῦ.
174 τὰ τῶν ἀγνοούντων ἁμαρτήματα τῶν διδαξάντων αὐτοὺς ὀνείδη. νεκροὶ παρὰ θεῷ δι’ οὓς τὸ ὄνομα τοῦ θεοῦ λοιδορεῖται.
176 σοφὸς ἀνὴρ εὐεργέτης μετὰ θεόν. τοὺς λόγους σου ὁ βίος βεβαιούτω παρὰ τοῖς ἀκούουσιν.
178 ὃ μὴ δεῖ ποιεῖν, μηδ’ ὑπονοοῦ ποιεῖν. ἃ μὴ θέλεις παθεῖν, μηδὲ ποίει.
180 ἃ ποιεῖν αἰσχρόν, καὶ προστάττειν ἑτέρῳ αἰσχρόν. μέχρι καὶ τοῦ νοῦ καθάρευε τῶν ἁμαρτημάτων.
182 ἄρχων ἀνθρώπων μέμνησο ἄρχεσθαι παρὰ θεοῦ. ὁ κρίνων ἄνθρωπον κρίνεται ὑπὸ τοῦ θεοῦ.
184 μείζων ὁ κίνδυνος δικαζομένου δικαστῇ. ἅπασι μᾶλλον ἢ λόγῳ βλάπτε ἄνθρωπον.
186 δυνατὸν ἀπατῆσαι λόγῳ ἄνθρωπον, θεὸν μέντοι ἀδύνατον. οὐ χαλεπὸν ἐπίστασθαι καὶ ἐν λόγῳ νενικῆσθαι.
188 κακοδοξίας αἰτιώτατον ἡ ἐν πίστει φιλοδοξία. τίμα τὸ πιστὸς εἶναι διὰ τοῦ εἶναι.
190 σέβου σοφὸν ἄνδρα ὡς εἰκόνα θεοῦ ζῶσαν. σοφὸς ἀνὴρ καὶ γυμνὸς ὢν δοκείτω σοι σοφὸς εἶναι.
192 διὰ τὸ πολλὰ ἔχειν χρήματα 〈μὴ〉 τιμήσῃς μηδένα. χαλεπόν ἐστιν πλουτοῦντα σωθῆναι.
194 ψέγειν ἄνδρα σοφὸν καὶ θεὸν ἴσον ἁμάρτημα. λόγον χειρίζων περὶ θεοῦ παραθήκην σοι δεδόσθαι νόμιζε τὰς ψυχὰς τῶν ἀκουόντων.
196 οὐκ ἔστιν βιῶναι καλῶς μὴ πεπιστευκότα γνησίως. μόνον τὸ καλὸν ἀγαθὸν ἡγοῦ καὶ καλὸν μόνον τὸ πρέπον θεῷ.
198 ποίει μεγάλα μὴ μεγάλα ὑπισχνούμενος. οὐ γενήσῃ σοφὸς οἰόμενος εἶναι πρὸ τοῦ εἶναι.
200 μεγάλη περίστασις πιστὸν ἄνδρα δείκνυσι. τέλος ἡγοῦ βίου τὸ ζῆν κατὰ θεόν.
202 μηδὲν ἡγοῦ κακόν, ὃ μή ἐστιν αἰσχρόν. κόρου πέρας ὕβρις, ὕβρεως δὲ ὄλεθρος.
204 οὐκ ἀναβήσεται πάθος ἐπὶ καρδίαν πιστοῦ. πᾶν πάθος ψυχῆς λόγῳ πολέμιον.
206 ὃ ἂν πράξῃς ἐν πάθει ὤν, μετανοήσεις. πάθη νοσημάτων ἀρχαί.
208a κακία νόσος ψυχῆς. ἀδικία ψυχῆς θάνατος.
209 τότε δόκει πιστὸς εἶναι, ὅταν τῶν τῆς ψυχῆς παθῶν ἀπαλλαγῇς. ἀνθρώποις χρῶ τοῖς ἅπασιν ὡς κοινὸς ἀνθρώπων εὐεργέτης.
210b ὡς θέλεις χρήσασθαί σοι τοὺς πέλας, καὶ σὺ χρῶ αὐτοῖς. ἀνθρώποις κακῶς χρώμενος σεαυτῷ κακῶς χρήσῃ.
212 οὐδένα κακῶς ποιήσει ὁ πιστός. εὔχου τοὺς ἐχθροὺς δύνασθαι εὐεργετεῖν.
214 φαύλοις φαίνεται ἄχρηστος σοφὸς ἀνήρ. οὐκ ἄνευ θεοῦ καλῶς ζήσεις.
216 ὑπὲρ τοῦ κατὰ θεὸν ζῆν πάντα ὑπόμενε. εὐχῆς οὐκ ἀκούει θεὸς τοῦ ἀνθρώπων δεομένων οὐκ ἀκούοντος.
218 φιλόσοφος φιλοσόφῳ δῶρον παρὰ θεοῦ. τιμῶν φιλόσοφον τιμήσεις σεαυτόν.
220 πιστὸς ὢν ἴσθι. ὅταν υἱόν σε λέγῃ τις, μέμνησο τίνος σε λέγει υἱόν.
222 θεὸν πατέρα καλῶν ἐν οἷς πράττεις τούτου μέμνησο. τὰ ῥήματά σου [τὰ πιστὰ] πολλῆς εὐσεβείας μεστὰ ἔστω.
224 ἐν οἷς πράττεις πρὸ ὀφθαλμῶν ἔχε τὸν θεόν. δεινόν ἐστιν θεὸν πατέρα ὁμολογοῦντα πρᾶξαί τι ἄσχημον.
226 σοφὸν ὁ μὴ φιλῶν, οὐδὲ ἑαυτόν. μηθὲν ἴδιον κτῆμα νομιζέσθω φιλοσόφῳ.
228 ὧν κοινὸς ὁ θεὸς καὶ ταῦτα ὡς πατήρ, τούτων μὴ κοινὰ εἶναι τὰ κτήματα οὐκ εὐσεβές. ἀχαριστεῖ θεῷ ὁ μὴ περὶ πολλοῦ ποιούμενος φιλόσοφον.
230a γάμον γὰρ δίδωσίν σοι παραιτεῖσθαι ἵνα ζήσῃς ὡς πάρεδρος θεῷ. γάμει καὶ παιδοποιοῦ χαλεπὸν εἰδὼς ἑκάτερον· εἰ δὲ καθάπερ εἰδὼς πόλεμον ὅτι χαλεπὸν ἀνδρίζοιο, καὶ γάμει καὶ παιδοποιοῦ.
231 μοιχὸς τῆς ἑαυτοῦ γυναικὸς πᾶς ὁ ἀκόλαστος. μηδὲν ἕνεκα ψιλῆς ἡδονῆς ποίει.
233 ἴσθι μοιχὸς εἶναι κἂν νοήσῃς μοιχεῦσαι· καὶ περὶ παντὸς ἁμαρτήματος ὁ αὐτὸς ἔστω σοι λόγος. πιστὸν εἰπὼν σεαυτὸν ὡμολόγησας μηδὲ ἁμαρτεῖν θεῷ.
235 πιστῇ γυναικὶ κόσμος σωφροσύνη νομιζέσθω. ἀνὴρ γυναῖκα ἀποπέμπων ὁμολογεῖ μηδὲ γυναικὸς ἄρχειν δύνασθαι.
237 γυνὴ σώφρων ἀνδρὸς εὔκλεια. αἰδούμενος γαμετὴν αἰδουμένην ἕξεις.
239 ὁ τῶν πιστῶν γάμος ἀγὼν ἔστω περὶ ἐγκρατείας. ὡς ἂν γαστρὸς ἄρξῃς, καὶ ἀφροδισίων ἄρξεις.
241 φυλάττου τὸν παρὰ τῶν ἀπίστων ἔπαινον. ἃ προῖκα λαμβάνεις παρὰ θεοῦ, καὶ δίδου προῖκα.
243 πλῆθος πιστῶν οὐκ ἂν ἐξεύροις· σπάνιον γὰρ τὸ ἀγαθόν. σοφὸν τίμα μετὰ θεόν.
245 ἐλεγχόμενος ἵνα γένῃ σοφὸς χάριν ἴσθι τοῖς ἐλέγχουσιν. ὁ τὸν σοφὸν οὐ δυνάμενος φέρειν τὸ ἀγαθὸν οὐ δύναται φέρειν.
247 πιστὸς εἶναι θέλων μάλιστα μὲν μὴ ἁμάρτῃς, εἰ δέ τι, μὴ δισσῶς τὸ αὐτό. ὃ μή ἐστι μάθημα θεοῦ ἄξιον, μὴ μάθῃς.
249 πολυμαθία περιεργία ψυχῆς νομιζέσθω. ὁ τὰ τοῦ θεοῦ ἀξίως εἰδὼς σοφὸς ἀνήρ.
251 χωρὶς μαθήματος οὐκ ἔσῃ θεοφιλής· ἐκείνου περιέχου ὡς ἀναγκαίου. φείδεται χρόνου σοφὸς ἀνήρ.
253a παρρησίαν ἄγε μετὰ αἰδοῦς. ἔστιν σοφοῦ καὶ ὕπνος ἐγκράτεια.
254 ἀνιάτω σε μᾶλλον τέκνα κακῶς ζῶντα τοῦ μὴ ζῆν. τὸ γὰρ ζῆν μὲν οὐκ ἐφ’ ἡμῖν, καλῶς δὲ ζῆν καὶ ἐφ’ ἡμῖν.
256 τέκνα μὴ πιστὰ οὐ τέκνα. πιστὸς ἀνὴρ εὐχαρίστως φέρει τέκνων ἀποβολήν.
258 μὴ κρίνῃς φιλόσοφον ᾧ μὴ πάντα πιστεύεις. διαβολὰς κατὰ φιλοσόφου μὴ παραδέχου.
260 ἐπιτήδευε κοινὸς ἀνθρώποις εὐεργέτης εἶναι. ἀπευκτὸν ἡγοῦ καὶ τὸ δικαίως τινὰ κολάζειν.
262 μετ’ εὐθυμίας εἰ θέλεις ζῆν, μὴ πολλὰ πρᾶττε· πολυπραγμονῶν γὰρ κακοπραγμονῶν ἔσῃ. ὃ μὴ κατέθου, μηδ’ ἀνέλῃς, οὐ γὰρ κατὰ τὸν αὐτάρκη πολιτεύῃ.
264a ἀφεὶς ἃ κέκτησαι ἀκολούθει τῷ ὀρθῷ λόγῳ. ἐλεύθερος ἔσῃ ἀπὸ πάντων δουλεύων θεῷ.
265 ἀπαλλάττου τροφῆς ἔτι θέλων. τροφῆς παντὶ κοινώνει.
267 ὑπὲρ τοῦ πτωχὸν τραφῆναι καὶ νηστεῦσαι καλόν. ποτόν σοι πᾶν ἡδὺ ἔστω.
269 μέθην δὲ ὁμοίως μανίᾳ φυλάττου. ἄνθρωπος γαστρὸς ἡττώμενος ὅμοιος θηρίῳ.
271 οὐδὲν φύεται ἐκ σαρκὸς ἀγαθόν. αἰσχρᾶς ἡδονῆς τὸ μὲν ἡδὺ ταχέως ἄπεισιν, τὸ δὲ ὄνειδος παραμένει.
273 ἀνθρώπους ἴδοις ἂν ὑπὲρ τοῦ τὸ λοιπὸν τοῦ σώματος ἔχειν ἐρρωμένον ἀποκόπτοντας ἑαυτῶν καὶ ῥίπτοντας μέλη· πόσῳ βέλτιον ὑπὲρ τοῦ σωφρονεῖν; μεγάλην νόμιζε παιδείαν τὸ ἄρχειν σώματος· οὐ γὰρ παύσει ἐπιθυμίαν κτημάτων ἡ χρημάτων κτῆσις.
275 φιλόσοφον οὐδέν ἐστιν ὃ τῆς ἐλευθερίας ἀφαιρεῖται. ἡδονὰς ἡγοῦ τὰς ἀναγκαίας ὡς ἀναγκαίας.
277 τὰ ἀγαθὰ μὲν ἔχειν πάντες εὔχονται, κτῶνται δὲ οἱ γνησίως τοῦ θείου λόγου μετέχοντες. φιλόσοφος ὢν σεμνὸς ἔσο μᾶλλον ἢ φιλοσκώπτης.
279 σπάνιόν σου ἔστω σκῶμμα καὶ τὸ εὔκαιρον. ἄμετρος γέλως σημεῖον ἀπροσεξίας.
280b σεαυτῷ διαχεῖσθαι πέρα τοῦ μειδιᾶν μὴ ἐπιτρέψῃς. σπουδῇ πλείονι ἢ διαχύσει χρῶ.
282 ἀγὼν ὁ βίος ἔστω σοι περὶ τοῦ σεμνοῦ. ἄριστον μὲν τὸ μὴ ἁμαρτεῖν, ἁμαρτάνοντα δὲ γινώσκειν ἄμεινον ἢ ἀγνοεῖν.
284 ἀλαζὼν φιλόσοφος οὐκ ἔστιν. μεγάλην σοφίαν νόμιζε δι’ ἧς δυνήσῃ φέρειν ἀγνοούντων ἀπαιδευσίαν.
286 αἰσχρὸν ἡγοῦ λόγον ἔχων διὰ στόμα ἐπαινεῖσθαι. σοφῶν ψυχαὶ ἀκόρεστοι θεοσεβείας.
288 ἀρχόμενος ἀπὸ θεοῦ πρᾶττε ὃ ἂν πράττῃς. συνεχέστερον νόει τὸν θεὸν ἢ ἀνάπνει.
290 ἃ μαθόντα δεῖ ποιεῖν, ἄνευ τοῦ μαθεῖν μὴ ἐπιχείρει. σαρκὸς μὴ ἔρα.
292 ψυχῆς ἀγαθῆς ἔρα μετὰ θεόν. οἰκείων ὀργὰς δύνασθαι φέρειν κατὰ φιλόσοφον.
294 πιστοῦ πλοῦτος ἐγκράτεια. ὅπερ μεταδιδοὺς ἄλλοις αὐτὸς οὐχ ἕξεις, μὴ κρίνῃς ἀγαθὸν εἶναι.
296 οὐδὲν ἀκοινώνητον ἀγαθόν. μὴ νόμιζε μικρότερον ἁμάρτημα ἄλλο ἄλλου.
297b [πᾶν ἁμάρτημα ἀσέβημα ἡγοῦ.] ὡς ἐπὶ τοῖς κατορθώμασιν τιμᾶσθαι θέλεις, καὶ ἐπὶ τοῖς ἁμαρτήμασιν ψεγόμενος ἀνέχου.
299 ὧν τῶν ἐπαίνων καταφρονεῖς, καὶ τῶν ψόγων ὑπερόρα. θησαυρὸν κατατίθεσθαι μὲν οὐ φιλάνθρωπον, ἀναιρεῖσθαι δὲ οὐ κατὰ φιλόσοφον.
301 ὅσα πονεῖς διὰ τὸ σῶμα, καὶ διὰ τὴν ψυχὴν πονέσας σοφὸς ἂν εἴης. σοφὸν οὐδέν ἐστιν ὃ βλάπτει.
303 ὧν ἂν πράττῃς θεὸν ἐπικαλοῦ μάρτυρα. ὁ θεὸς ἀνθρώπων βεβαιοῖ καλὰς πράξεις.
305 κακῶν πράξεων κακὸς δαίμων ἡγεμών ἐστιν. οὐκ ἀναγκάσεις σοφὸν πρᾶξαι ὃ μὴ βούλεται μᾶλλον ἤπερ θεόν.
307 σοφὸς ἀνὴρ θεὸν ἀνθρώποις συνιστᾷ. ὁ θεὸς τῶν ἰδίων ἔργων μέγιστον φρονεῖ ἐπὶ σοφῷ.
309 οὐδὲν οὕτως ἐλεύθερον μετὰ θεὸν ὡς σοφὸς ἀνήρ. ὅσα θεοῦ κτήματα, καὶ σοφοῦ.
311 κοινωνεῖ βασιλείας θεοῦ σοφὸς ἀνήρ. κακὸς ἀνὴρ πρόνοιαν θεοῦ εἶναι οὐ θέλει.
313 ψυχὴ κακὴ θεὸν φεύγει. πᾶν τὸ φαῦλον θεῷ πολέμιον.
315 τὸ ἐν σοὶ φρονοῦν τοῦτο νόμιζε εἶναι ἄνθρωπον. ὅπου σου τὸ φρονοῦν, ἐκεῖ σου τὸ ἀγαθόν.
317 ἀγαθὸν ἐν σαρκὶ μὴ ἐπιζήτει. ὃ μὴ βλάπτει ψυχήν, οὐδὲ ἄνθρωπον.
319 φιλόσοφον ἄνθρωπον ὡς ὑπηρέτην θεοῦ τίμα μετὰ θεόν. τὸ σκήνωμα τῆς ψυχῆς σου βαρύνεσθαι μὲν ὑπερήφανον, ἀποθέσθαι δὲ πραέως ὁπότε χρὴ δύνασθαι μακάριον.
321 θανάτου μὲν σαυτῷ παραίτιος μὴ γένῃ, τῷ δὲ ἀφαιρουμένῳ σε τοῦ σώματος μὴ ἀγανάκτει. σοφὸν ὁ τοῦ σώματος ἀφαιρούμενος τῇ ἑαυτοῦ κακίᾳ εὐεργετεῖ, λύεται γὰρ ὡς ἐκ δεσμῶν.
323 ἄνθρωπον θανάτου φόβος λυπεῖ ἀπειρίᾳ ψυχῆς. σίδηρον ἀνδροφόνον ἄριστον μὲν ἦν μὴ γενέσθαι, γενόμενον δὲ σοὶ μὴ νόμιζε εἶναι.
325 οὐδεμία προσποίησις ἐπὶ πολὺν χρόνον λανθάνει, μάλιστα δὲ ἐν πίστει. οἷον ἂν ᾖ σου τὸ ἦθος, τοιοῦτος ἔσται σου καὶ ὁ βίος.
326b ἦθος θεοσεβὲς ποιεῖ βίον μακάριον. ὁ βουλευόμενος κατ’ ἄλλου κακῶς, φθάνει κακῶς πάσχων.
328 μή σε παύσῃ τοῦ εὐεργετεῖν ἀχάριστος ἄνθρωπος. μηθὲν ὧν παραχρῆμα αἰτούμενος δῷς, πλείονος ἄξιον κρίνῃς τοῦ λαμβάνοντος.
330 κάλλιστα οὐσίᾳ χρήσῃ τοῖς δεομένοις προθύμως μεταδιδούς. ἀδελφὸν ἀγνωμονοῦντα πεῖθε μὴ ἀγνωμονεῖν καὶ ἀνιάτως ἔχοντα συντήρει.
332 εὐγνωμοσύνῃ πάντας ἀνθρώπους νικᾶν ἀγωνίζου. νοῦν οὐ πρότερον ἕξεις πρὶν ἢ γνῷς οὐκ ἔχων.
334 αὐτάρκειαν ἄσκει. τὰ μέλη τοῦ σώματος τοῖς οὐ χρωμένοις φορτία.
336 ὑπηρετεῖν κρεῖττον ἑτέροις ἢ πρὸς ἄλλων ὑπηρετεῖσθαι. ὃν οὐκ ἀπαλλάττει ὁ θεὸς τοῦ σώματος μὴ βαρυνέσθω.
338 δόγμα ἀκοινώνητον οὐ μόνον ἔχειν ἀλλὰ καὶ ἀκούειν χαλεπὸν ἡγοῦ. ὁ διδοὺς ὁτιοῦν μετ’ ὀνείδους ὑβρίζει.
340 κηδόμενος ὀρφανῶν πατὴρ ἔσῃ πλειόνων τέκνων θεοφιλής. ᾧ ἂν ὑπουργήσῃς ἕνεκα δόξης, μισθοῦ ὑπούργησας.
342 ἐάν τι δῷς ἐπὶ τὸ αὐτὸ γνωσθῆναι, οὐκ ἀνθρώπῳ δέδωκας, ἰδίᾳ δὲ ἡδονῇ. ὀργὴν πλήθους μὴ παρόξυνε.
344 μάθε τοίνυν τί δεῖ ποιεῖν τὸν εὐδαιμονήσοντα. κρεῖττον ἀποθανεῖν λιμῷ ἢ διὰ γαστρὸς ἀκρασίαν ψυχὴν ἀμαυρῶσαι.
346 ἐκμαγεῖον τὸ σῶμά σου νόμιζε τῆς ψυχῆς· καθαρὸν οὖν τήρει. ὁποῖα δ’ ἂν ἐπιτηδεύσῃ ψυχὴ ἐνοικοῦσα τῷ σώματι, τοιαῦτα μαρτύρια ἔχουσα ἄπεισιν ἐπὶ τὴν κρίσιν.
348 ἀκαθάρτου ψυχῆς ἀκάθαρτοι δαίμονες ἀντιποιοῦνται. πιστὴν ψυχὴν καὶ ἀγαθὴν ἐν ὁδῷ θεοῦ κακοὶ δαίμονες οὐκ ἐμποδίζουσιν.
350 λόγου περὶ θεοῦ μὴ παντὶ κοινώνει. οὐκ ἀσφαλὲς ἀκούειν περὶ θεοῦ τοῖς ὑπὸ δόξης διεφθαρμένοις.
352 περὶ θεοῦ καὶ τἀληθῆ λέγειν κίνδυνος οὐ μικρός. περὶ θεοῦ μηδὲν εἴπῃς μὴ μαθὼν παρὰ θεοῦ.
354 ἀθέῳ δὲ περὶ θεοῦ μηδὲν εἴπῃς. περὶ θεοῦ λόγον ἀληθῆ ὡς θεὸν τίμα.
356 μὴ καθαρεύων ἀνοσίων ἔργων μὴ φθέγξῃ περὶ θεοῦ λόγον. λόγος ἀληθὴς περὶ θεοῦ λόγος ἐστὶν θεοῦ.
358 πεισθεὶς πρότερον θεοφιλὴς εἶναι πρὸς οὓς ἂν πεισθῇς λέγε περὶ θεοῦ. τὰ ἔργα σου θεοφιλῆ προηγείσθω παντὸς λόγου περὶ θεοῦ.
360 ἐπὶ πλήθους λέγειν περὶ θεοῦ μὴ ἐπιτήδευε. λόγου περὶ θεοῦ φείδου μᾶλλον ἢ ψυχῆς.
362 ψυχὴν αἱρετώτερον ἢ λόγον εἰκῆ προέσθαι περὶ θεοῦ. θεοφιλοῦς ἀνδρὸς σώματος μὲν ἄρξεις, λόγου δὲ οὐ κυριεύσεις.
363b σοφοῦ σώματος καὶ λέων ἄρχει, τούτου δὴ μόνου καὶ τύραννος. ὑπὸ τυράννου γινομένης ἀπειλῆς τίνος εἶ τότε μάλιστα μέμνησο.
365 λόγον οἶς οὐ θέμις ὁ λέγων περὶ θεοῦ προδότης θεοῦ νομιζέσθω. λόγον περὶ θεοῦ σιγᾶν ἄμεινον ἢ προπετῶς διαλέγεσθαι.
367 ὁ λέγων ψευδῆ περὶ θεοῦ καταψεύδεται θεοῦ. ἄνθρωπος μηδὲν ἔχων λέγειν περὶ θεοῦ ἀληθὲς ἔρημός ἐστιν θεοῦ.
369 θεὸν οὐκ ἔστιν γινώσκειν μὴ σεβόμενον. οὐκ ἔστιν ὅπως ἀδικῶν τις ἄνθρωπον σέβοι τὸν θεόν.
371 κρηπὶς θεοσεβείας φιλανθρωπία. ὁ προνοῶν ἀνθρώπων εὐχόμενός τε ὑπὲρ πάντων οὗτος ἀληθείᾳ θεοῦ νομιζέσθω.
373 θεοῦ μὲν ἴδιον τὸ σώζειν οὓς ἂν προαιρῆται. εὐσεβοῦς δὲ τὸ εὔχεσθαι θεῷ σώζειν.
375 ὁπόταν εὐξαμένῳ σοι γένηται ὑπὸ τοῦ θεοῦ, τότε ἐξουσίαν ἔχειν ἡγοῦ παρὰ θεῷ. ἄξιος ἄνθρωπος θεοῦ θεὸς ἐν ἀνθρώποις.
376b θεὸς καὶ υἱὸς θεοῦ τὸ μὲν ἄριστον, τὸ δὲ ἐγγυτάτω τοῦ ἀρίστου. ἀκτήμονα κρεῖττον ἢ ἀκοινώνητον εἶναι πολυκτήμονα.
378 μὴ διδοὺς δεομένοις δυνατὸς ὢν οὐ λήψῃ δεόμενος παρὰ θεοῦ. τροφῆς δεομένῳ μεταδιδόντος ἐξ ὅλης ψυχῆς δόμα μέν τι βραχύ, προθυμία δὲ μεγάλη παρὰ θεῷ.
380 θεὸν οὐ νομίζοντος ὁ νομίζων καὶ οὐδὲν εἶναι πρὸς αὐτὸν ἡγούμενος οὐχ ἧττον ἄθεος. τιμᾷ θεὸν ἄριστα ὁ τὴν ἑαυτοῦ διάνοιαν ἐξομοιώσας θεῷ εἰς δύναμιν.
382 θεὸς δεῖται μὲν οὐδαμῇ οὐδενός, χαίρει δὲ τοῖς μεταδιδοῦσι τοῖς δεομένοις. πιστῶν ὀλίγοι μὲν ἔστωσαν οἱ λόγοι, ἔργα δὲ πολλά.
384 πιστὸς φιλομαθὴς ἐργάτης ἀληθείας. ἁρμόζου πρὸς τὰς περιστάσεις ἵνα εὐθυμῇς.
386 μηδένα ἀδικῶν οὐδένα φοβηθήσῃ. τύραννος εὐδαιμονίαν οὐκ ἀφαιρεῖται.
388 ὃ δεῖ ποιεῖν, ἑκὼν ποίει. ὃ μὴ δεῖ ποιεῖν, μηδενὶ τρόπῳ ποίει.
389b πάντα μᾶλλον ἢ τὸ σοφὸς εἶναι ὑπισχνοῦ. οὗ καλῶς πράττεις τὴν αἰτίαν ἀνάφερε εἰς θεόν.
391 οὐδεὶς σοφὸς ἀνὴρ κάτω που βλέπων εἰς γῆν καὶ τραπέζας. τὸν φιλόσοφον οὐ τὸν χρηματισμὸν ἐλευθεροῦν δεῖ, ἀλλὰ τὴν ψυχήν.
393 ψεύδεσθαι φυλάττου· ἔστιν γὰρ ἀπατᾶν καὶ ἀπατᾶσθαι. τίς θεὸς γνῶθι· μάθε τὸ νοοῦν ἐν σοί.
395 θεοῦ καλὸν ἔργον ἀγαθὸς ἄνθρωπος. ἄθλιοι δι’ οὓς ὁ λόγος ἀκούει κακῶς.
397 ψυχὴν θάνατος οὐκ ἀπόλλυσιν ἀλλὰ κακὸς βίος. πρὸς ὃ γέγονας εἰδὼς γνώσῃ σαυτόν.
399 οὐκ ἔστιν κατὰ θεὸν ζῆν ἄνευ τοῦ σωφρόνως καὶ καλῶς καὶ δικαίως πράττειν. ἀνθρώπων ἀπίστων βίος ὄνειδος.
401 μήποτε λάθῃς σαυτὸν ἀγενεῖ φύσει μεταδιδοὺς λόγου θεοῦ. ψυχὴν ἀπὸ γῆς πίστις ἀνάγει παρὰ θεόν.
403 σοφοῦ ψυχῆς μέγεθος οὐκ ἂν ἐξεύροις μᾶλλον ἤπερ καὶ θεοῦ. ὅσα δίδωσιν ὁ θεὸς οὐδεὶς ἀφαιρεῖται.
405 ὃ παρέχει κόσμος βεβαίως οὐ τηρεῖ. θεία σοφία ἡ τοῦ θεοῦ γνῶσις.
407 ἀκαθάρτῳ ψυχῇ μὴ τόλμα λέγειν περὶ θεοῦ. ἀνδρὸς πεῖραν πρότερον ἔργων ἢ λόγων ποίει.
409 τὰ ὦτά σου μὴ παντὶ πίστευε. οἴεσθαι μὲν περὶ θεοῦ εὐμαρές, λέγειν δὲ ἀληθὲς μόνῳ τῷ δικαίῳ συγκεχώρηται.
411 μὴ βασανίσῃς σου τῇ ψυχῇ τὸ σῶμα μηδὲ τὴν ψυχήν σου βασανίσῃς ταῖς τοῦ σώματος ἡδοναῖς. ἔθιζε σεαυτὸν τῷ μὲν σώματι παρέχειν τὰ τοῦ σώματος σωφρόνως, τῇ δὲ ψυχῇ θεοσεβῶς.
413 τρέφε σου τὴν μὲν ψυχὴν λόγῳ θείῳ, τὸ δὲ σῶμα σιτίοις λιτοῖς. χαίρειν ἔθιζέ σου τὴν ψυχὴν ἐφ’ οἷς καλὸν χαίρειν.
415a ψυχὴ χαίρουσα ἐπὶ μικροῖς ἄτιμος παρὰ θεῷ. σοφοῦ ψυχὴ ἀκούει θεοῦ.
416 σοφοῦ ψυχὴ ἁρμόζεται πρὸς θεὸν ὑπὸ θεοῦ. σοφοῦ ψυχὴ ἀεὶ θεὸν ὁρᾷ.
418 ψυχὴ σοφοῦ σύνεστιν ἀεὶ θεῷ. καρδία θεοφιλοῦς ἐν χειρὶ θεοῦ ἵδρυται.
420 ψυχῆς ἄνοδος πρὸς θεὸν διὰ λόγου θεοῦ. σοφὸς ἕπεται θεῷ καὶ ὁ θεὸς ψυχῇ σοφοῦ.
422 χαίρει τῷ ἀρχομένῳ τὸ ἄρχον, καὶ ὁ θεὸς οὖν σοφῷ χαίρει. ἀχώριστόν ἐστιν τοῦ ἀρχομένου τὸ ἄρχον, καὶ θεὸς οὖν τοῦ σοφοῦ προνοεῖ καὶ κήδεται.
424 ἐπιτροπεύεται σοφὸς ἀνὴρ ὑπὸ θεοῦ, διὰ τοῦτο καὶ μακάριος. ψυχὴ σοφοῦ δοκιμάζεται διὰ σώματος ὑπὸ θεοῦ.
426 οὐχ ἡ γλῶττα τοῦ σοφοῦ τιμία παρὰ θεῷ, ἀλλ’ ἡ φρόνησις. σοφὸς ἀνὴρ καὶ σιγῶν τὸν θεὸν τιμᾷ [εἰδὼς διὰ τίνα σιγᾷ].
428 γαστρὸς καὶ τῶν ὑπὸ γαστέρα [ὁ] μὴ κρατῶν οὐδεὶς πιστός. ἄνθρωπος ἀκρατὴς μιαίνει τὸν θεόν.
430 ἄνθρωπον θεοῦ γνῶσις βραχύλογον ποιεῖ. πολλοὺς λόγους περὶ θεοῦ ἀπειρία ποιεῖ.
432 θεὸν ἄνθρωπος εἰδὼς οὐ πολλὰ κομπάζει. ἐκλεκτὸς ἄνθρωπος ποιεῖ μὲν πάντα κατὰ θεόν, εἶναι δὲ οὐχ ὑπισχνεῖται.
434 *************** ἄνθρωπος δὶς ἐμπιπλώμενος τροφῇ καὶ μηδέποτε μόνος κοιμώμενος νύκτωρ συνουσίας οὐ φεύγει.
436a εἱμαρμένη πιστὸν οὐ ποιεῖ. εἱμαρμένη θεοῦ χάριτος οὐκ ἄρχει· εἰ δὲ μή, καὶ θεοῦ.
437 *************** πιστὸς ἀνὴρ τρέφεται ἐγκρατείᾳ.
439 γνῶθι ῥήματα καὶ κτίσματα θεοῦ καὶ τίμα κατ’ ἀξίαν τὸν θεόν. *************** ψυχὴ πιστὴ ἁγνὴ καὶ σοφὴ καὶ προφῆτις ἀληθείας θεοῦ.
442 οὐκ ἀγαπήσεις κύριον τὸν θεὸν οὐκ ἔχων ἐν ἑαυτῷ οἷον ὁ θεὸς θέλει. φίλον ἡγοῦ τὸ ὅμοιον τῷ ὁμοίῳ.
444 οὐκ ἀγαπῶν τὸν θεὸν οὐκ ἔσῃ παρὰ θεῷ. ἔθιζε σεαυτὸν ἀεὶ ἀφορᾶν πρὸς τὸν θεόν.
446 ὁρῶν τὸν θεὸν ὄψῃ σεαυτόν. ὁρῶν τὸν θεὸν ποιήσεις τὸ ἐν σοὶ φρονοῦν ὁποῖον ὁ θεός.
448 σέβου τὸ ἐν σοὶ καὶ ταῖς τοῦ σώματος ἐπιθυμίαις μὴ καθυβρίσῃς. ἀσπίλωτόν σου τὸ σῶμα τήρει ὡς ἔνδυμα τῆς ψυχῆς παρὰ θεοῦ, ὡς καὶ τὸν χιτῶνά σου τηρεῖς ἀσπίλωτον ἔνδυμα ὄντα τῆς σαρκός.
450 σοφοῦ διάνοια θεοῦ ἔνοπτρον. ἀκολάστῳ ψυχῇ μὴ τόλμα λέγειν περὶ θεοῦ.
452 Ἀγωνιζόμενος ὑπὲρ οὗ ἀδίκως ἔπραξας δὶς ἀδικήσεις. ἄρχων μὲν ἐπιτήδευε πραῢς εἶναι, ἀρχόμενος δὲ μεγαλόφρων.
454 βασιλεῖ συμβούλευε τὰ συμφέροντα τῇ ἀρχῇ. βασιλεῖ μὴ ἐπιχείρει συγγίνεσθαι μὴ δυνάμενος δυσωπεῖν βασιλέα.
456 βασιλεῖ καλῶς χρώμενος ἄρξεις βασιλέως. βασιλέα φρόνησις οὐ διάδημα ποιεῖ.
458 νοῦς ἐστι τὸ ἄρχον. ὁ βασιλεύων ἀνθρώπων καλῶς βασιλεύεται ὑπὸ θεοῦ.
460 βασιλεῖ πιστὸς ὢν βασιλεὺς ἔσῃ. κυνικοῦ ἀνδρὸς ἄσκησις μὲν ἀγαθή, βίος δὲ οὐ προηγούμενος.
462 κυνικοῦ μὴ τὸ σχῆμα ἀποδέχου ἀλλὰ τὴν μεγαλοψυχίαν ζήλου. κυνικὸς ἀληθὴς βασιλεὺς ἀνεπίφθονος.
464 κυνικὸς ἀληθὴς τὸν κόσμον οἶκον ἡγεῖται. ᾧ ἂν ἕλῃ βίῳ πρᾶττε τὰ ἀκόλουθα.
466 πρὸς τὴν ἄκραν εὐδαιμονίαν αὐτάρκης ἀρετή. πλούσιον μόνον νόμιζε τὸν σοφόν.
468 ὧν ἀρετὴ αἰτία, τούτων οὐδενὶ φαῦλον πρόσεστιν. ὧν κακία αἰτία, τούτων καθαρεύσει σοφὸς ἀνήρ.
470 τὰ καλὰ ποιεῖν μὲν καλόν, ὑπισχνεῖσθαι δὲ αὔθαδες. ἃ δεῖ πράττειν ἐν περιστάσει, μὴ πράξῃς προηγουμένως.
472 ὑπὲρ ὧν θέλεις ζῆν, ὑπὲρ τούτων καὶ ἀπόθανε. οὐχ ὁ θάνατος κακόν, ἀλλὰ τὸ μὴ δύνασθαι γενναίως ἀποθανεῖν.
474 μηδὲν τῶν μεταξὺ ἀρετῆς καὶ κακίας ἀγαθὸν ἡγοῦ. οὐδὲν κακόν, ὃ μὴ αἰσχρόν.
476 ὀργὴ λογισμὸν ἐκπλήττει. ὁ φθονῶν ἑαυτὸν ζημιοῖ.
478 ἀνθρώποις χρῶ ὡς κοινωνοῖς καὶ πολίταις θεοῦ. μᾶλλον τοῖς μὴ δυναμένοις σε ἀμείβεσθαι χαρίζου.
480 οὐδεὶς ἂν γένοιτο εὔλογος, ὅπου λογισμὸς τοῦ ποιῆσαι αἰσχρόν. ἀρχὴ πατρίδος ἐπιμελείας ἀρίστη ἡ ἑαυτοῦ ἐπιμέλεια.
482 μεγάλως εὐεργετεῖ πατρίδα ὁ σπουδάσας ἀγαθὸς εἶναι πολίτης. ἀναθημάτων ἄριστον ἐν πόλει πολιτῶν ἀνδραγαθία.
484 πατρίδος εὐεργέτης ἀνὴρ σοφός. οὐ σῴζεται μέρος ἄνευ τοῦ ὅλου.
486 ἄριστα τιμᾷ γονεῖς ὁ μάλιστα γονέων ἐπιμελούμενος. εὐχάριστος γονεῦσιν ἄνθρωπος θεοφιλής.
488 θεραπεύει θεὸν ὁ θεραπεύων γονεῖς. οὐκ ἔστιν εὐσεβέστερον ἀνάλωμα τοῦ εἰς γονεῖς.
490 ὁποίους ἂν ἀξιοῖς σοι παῖδας εἶναι, τοιοῦτος ἔσο τοῖς γονεῦσι. ἀχάριστος γονεῦσιν ἄνθρωπος ἀσεβής.
492 εὐχῆς οὐκ ἀκούει θεὸς γονέων οὐκ ἀκούοντος. γονέων ὀργὰς φέρειν εὐσεβές.
494 γονέων πείθου μὲν μᾶλλον τῷ πατρί, θεράπευε δὲ τὴν μητέρα. γονεῦσιν ἀποπιμπλᾶσι τὸν θυμὸν καλὸν ὑπείκειν.
496 ἀναγκαιότατον τὸ φιλάδελφον ἡγοῦ. αἱ μὲν ἄλλαι φιλίαι φθονοῦνται, ἀδελφὸς δὲ ἀδελφὸν εὐθύνεται μὴ φιλῶν.
498 καλὸν ἀδελφῷ καὶ ζωῆς καὶ θανάτου ἰσομοιρεῖν. οὐδὲν οἰκειότερον σωφροσύνης γάμῳ.
500 ὅρα τὴν γυναῖκα ὡς μέρος σεαυτοῦ. αἰδούμενος τὴν γαμετὴν σῴζεις [ἀνήρ].
502 ἀνὴρ καὶ γυνὴ ἑνὸς ζῴου τελείου μέρη. τιμάτω μὲν ὁ ἀνὴρ τὴν γυναῖκα ὡς προστάτιν, ἡ γυνὴ δὲ τὸν ἄνδρα ὡς κηδεμόνα.
504 μηδὲν κτῆμα ἔστω τοῦ ἀνδρός, ὃ μὴ καὶ τῆς γυναικός ἐστιν. ἁμαρτήματα γυναικῶν ἀνδρῶν ἀπαιδευσίαι.
506 ἀνὴρ ἀρχέτω γυναικός, ἀλλὰ μὴ τυραννείτω. ἀνδρὸς ἀκρασία γυναῖκα ἀπόλλυσιν.
508 γυναικὸς ἄρχειν ἱκανὸς ὁ σώφρων ἀνήρ. οἱ δι’ ἡδονὴν παιδοποιούμενοι ὑβρίζουσι τὰς παιδοποιΐας.
510 λαγνεία κόρου περίσσευμα. προὶξ πολλὴ τέκνα βελτίονα οὐ ποιεῖ.
512 χαλεπώτερον πλουσιωτέρας ἄρξεις. γυνὴ φιλόκοσμος οὐ πιστή.
514 γυνὴ τὸν ἑαυτῆς ἄνδρα νόμον ἡγείσθω τοῦ βίου. ὁ ἀνὴρ τὴν ἑαυτοῦ γυναῖκα πείθεσθαι αὑτῷ ποιείτω.
516 ὁ ἐπιγαμῶν τέκνοις μὴ εὐδοκιμείτω. ὅταν ἀρκῇ τέκνοις, ἀρκοῦ καὶ ἀφροδισίοις.
518 ὠμότατος τεκνοκτόνος ὁ τὰ μηδὲν ἠδικηκότα τέκνα ἀναιρῶν. τοῦς παῖδας τρέφε ὡς ὑπηρέτας θεοῦ ἐσομένους.
520 εὔχου σοι μὴ γίνεσθαι τέκνα ἢ κακὰ γίνεσθαι. ὁποία ἂν ᾖ σου ἡ γυνή, τοιοῦτος ἔσται σου καὶ ὁ οἶκος.
522 οὐ σεαυτῷ μόνῳ τέκνα γεννήσας μέμνησο ὅτι θνητὰ γεννᾷς. μὴ δυνάμενος φέρειν τέκνων ἀποβολὴν μὴ παιδοποιοῦ.
524 φύσις μεγάλη ἐπιμελουμένη βελτίων γίνεται, ἀμελουμένη δὲ χείρων. μεγάλη φύσις μεγάλης δεῖται καὶ τῆς ἐπιμελείας.
526 μεγάλη φύσις ἡ πρὸς ἀρετὴν εὖ πεφυκυῖα. ἡ ἐπ’ ἄκρον εὐφυΐα σφαλερά.
528 ὁ κακῶς εὐφυΐᾳ χρησάμενος ἀχάριστος τῇ φύσει νομιζέσθω. ἀσφαλὴς φύσις μεγάλων οὔτε ἀγαθῶν οὔτε κακῶν αἰτία.
530 χαλεπώτερον σοφιστοῦ εἰς τὸ διαφθεῖραι νέου ψυχὴν ὄχλος ἐπαινῶν. φυλάττου φαύλων ἐπαίνους.
532 οὐδὲν ὤνιον μέγα ἀνάθημα. λόγος ὀρθὸς ὅμοιος θεῷ, διὰ τοῦτο καὶ ἄπρατος.
534 ὁ τοῖς πολλοῖς πειρώμενος ἀρέσκειν πολλοῖς ὅμοιος. πλῆθος φιλοσόφων οὐκ ἂν ἐξεύροις.
536 γονέων διδάσκαλοι μείζους εὐεργέται. ἐν παντὶ τοῦ δοκεῖν τὸ εἶναι λυσιτελέστερον.
538 ὃν οὐκ οἶδας πῶς ποτ’ ἔχει παιδείας, τοῦτον μήποτε τολμήσῃς λέγειν εὐδαίμονα. οὐκ ἔστιν εὐγενῶς φιλοσοφεῖν πόνων μὴ καταφρονήσαντα.
540 παίδευε σαυτόν, εἶτα τοὺς ἄλλους. ἀνεύθυνος ὢν μὴ ἐπιχείρει νέων ἄρχειν.
542 παιδευτικὸς ἀνὴρ οὗτος εὐεργέτης μετὰ θεόν. ἐλέγχων σεαυτὸν ὑπ’ ἄλλων οὐκ ἐλεγχθήσῃ.
544 ἀνεξέταστος βίος οὐ βιωτὸς ἀνθρώπῳ. παιδευτικὸς θέλων εἶναι ἄσκει πραΰτητα.
546 ὁ βίος σου τοῖς παιδευομένοις ὑπόθεσις τῶν λόγων σου ἔστω. τῶν δογμάτων σου τὰ ἔργα ἀπόδειξις ἔστω.
548 πλεονέκτει τῶν ἀρχομένων ἐν ἅπασι τοῖς πόνοις. αἰσχρὸν προστάττειν ἃ μὴ ποιεῖς.
550 σαυτοῦ μὴ κρατῶν ἄλλων μὴ θέλε κρατεῖν. κάλλιστον ἐφόδιον πρὸς ἀρχὴν τὸ ἄρχειν ἑαυτοῦ.
552 ἄρχε ἑκόντων. χαλεπώτερον εὐγενῶν νέων ἄρχειν ἢ λεόντων.
554 ἐπιστάμενος ἄρχειν καὶ γυμνὸς ὢν ἄρξεις. ἐν παντὶ ἀρχικώτατος ὁ φρονιμώτατος.
556 ἓν τὸ σοφώτατον ἐν τοῖς οὖσι καὶ ἄριστον· εἷς οὖν καὶ θεός. τὸ μοναρχοῦν δεύτερον εἶναι οὐ πέφυκε.
558 μόνον αὐτῆς μονάδος ἐστὶν ὁ θεός. ὁ τοῦ θεοῦ νοῦς αὐτοκίνητος καὶ ἀεικίνητος.
560 θεός ἐστιν οὐσία ἀΐδιος, μακάριος θεός, ἔστι τε πρὸ παντὸς χρόνου καὶ πάσης γενέσεως μακάριον. πηγὴ πάντων καλῶν ὁ θεός ἐστιν.
562 ὁ θεὸς καθὸ νοῦς ἐστιν αὐτοκίνητος, κατ’ αὐτὸ δὴ τοῦτο καὶ ὑφέστηκεν. ὁ τοῦ θεοῦ νοῦς ὁ πρὸ πάντων σοφός.
564 τὸν αἵματος καὶ κνίσσης δεόμενον μὴ τόλμα λέγειν θεόν. θεοῦ γνώμῃ σῴζεται τὰ σύμπαντα, θεοῦ δυνάμει δυνατὰ πάντα.
566 οὐσία θεοῦ δύναμις τῶν ὄντων τοῦ παθεῖν ἀνεπίδεκτος. ἀπειρία θεοῦ πλῆθος ἐποίησε θεῶν.
568 βλὰξ ἄνθρωπος θεὸν ἀγνοῶν ξύλα καὶ λίθους τιμᾷ. ἀδικοῦντα μὲν λαθεῖν δυνατόν, πίστιν δὲ λαβεῖν ὑπὲρ τοῦ λαθεῖν ἀδύνατον.
570 φυλάττου τὸν παρὰ τῶν ἀπίστων ἔπαινον. ἐπαινεθέντες πόσοι ἀπώλοντο.
572 κρῖνε σεαυτὸν ὡς μηδὲν ἁμαρτεῖν καὶ οὐ μὴ κριθῇς. ἀγὼν ὁ βίος ἔστω σοι περὶ τοῦ σεμνοῦ.
574 οὐκ ἔστιν ἅμα δουλεύειν ἡδονῇ καὶ θεῷ. κατ’ ἀξίαν δουλεύων ἄρξεις τῶν τοῦ θεοῦ.
576 ὁποῖον ἂν ᾖ σου τὸ ἄρχον, τοιοῦτος ἔσῃ. γνῶθι θεόν, ἵνα γνῷς καὶ σαυτόν.
578 τιμὴ μεγίστη θεῷ θεοῦ γνῶσις ἐν σιγῇ. ὁμοίωσις θεοῦ παντὸς τοὐναντίου ἀποφυγή.
580 ἑαυτὸν αἰδοῦ μετὰ θεόν. εὐκαίρει τῷ θεῷ.
582 δικαίου διανοίας θεὸς ἡγεμών ἐστιν. τιμῶν τὸν θεὸν τίμα ἃ καὶ ὁ θεός.
584 εὐχῆς οὐκ ἀκούει θεὸς σπουδαίως δεομένων οὐκ ἀκούοντος. σεαυτῷ δεῖ πίστιν ἐπιφέρειν μετὰ θεὸν λόγον θεοῦ.
586 ὡς πρέπει λέγε περὶ θεοῦ. πιστὸς ἀνὴρ ἑνὶ λατρεύει τῷ ἐπὶ πᾶσι.
588 γαστρὸς καὶ τῶν ὑπὸ γαστέρα μὴ κρατῶν οὐδὲ εἷς πιστός. σοφὸς ἀνὴρ καὶ σιγῶν θεὸν τιμᾷ.
590 καθαρὰν τὴν ψυχὴν ἔχων ἀνοσίων ἔργων λέγε περὶ θεοῦ καὶ ἄκουε. ψυχὴν ἀγαθὴν καὶ πιστὴν ἐν ἐννοίαις θεοῦ οὖσαν κακοὶ δαίμονες οὐκ ἐμποδίζουσιν.
592 φίλον ἡγοῦ τὸ ὅμοιον τῷ ὁμοίῳ. μόνον οἰκεῖον ἡγοῦ τὸ ἀγαθόν.
594 μηδὲν ἴδιον κτῆμα νομιζέσθω φιλοσόφου. ἄριστον μὲν τὸ μὴ ἁμαρτάνειν, ἁμαρτόντα δὲ ἄμεινον μηνύειν ἢ κρύπτειν.
596 νομιζέσθω σοι ἁμάρτημα εἶναι καὶ τὸ διανοηθῆναι ἁμαρτεῖν. πᾶν ὃ ἂν διανοηθῇς ὥστε ποιῆσαι, πεποίηκας αὐτὸ τῇ ψυχῇ.
598 οὐκ ἐκφεύξῃ ἁμαρτίαν ἀναλώμασι. πολύθεος ἄνθρωπος ἄθεος.
600 ὧν ἂν ἐπιθυμήσῃς, τούτων νόμιζε δοῦλος εἶναι. αἰσχρὸν νόμιζε τὸ διανοηθῆναι τὸ αἰσχρόν.
602 μὴ πλείονα κτῶ ὧν τὸ σῶμα ἐπιζητεῖ. οὐ γέγονας ἐντρυφήσων τῇ τοῦ κόσμου παρασκευῇ.
604 ἄνθρωπος δουλεύων ἡδονῇ δουλεύει κακῷ δαίμονι. κακοὺς ἀνθρώπους μένει ὁπόσα οὐ προσδοκήσουσι.
606 δικαιοσύνην ἔργῳ μᾶλλον ἢ λόγῳ ἄσκει. τὰ δίκαια ποίει καὶ πρὸς τοὺς ἀδικεῖν σε πειρωμένους.
608 μηδένα ἀδικῶν οὐδένα φοβηθήσῃ. ὑπὸ τῶν πλησίον ἀνέχου ψευδόμενος.
610 σπουδὴ πλειόνων ἐπιμεμφὴς γίνεται.