ΠΡΟΚΛΟΥ ΔΙΑΔΟΧΟΥ.ΤΗΝ μὲν Θεογονίαν ὁ γενναῖος Ἡσίοδος δοκεῖ μοι συνθεῖναι πάσης τῆς περὶ τὸν κόσμον τῶν θεῶν προνοίας τὰς ἀρχὰς ἐθελήσας παραδοῦναι τοῖς μεθʼ ἑαυτὸν κατὰ τὴν πάτριον τῶν Ἑλλήνων φήμην ἀπὸ τῶν ἐν τοῖς ἱεροῖς θρυλλουμένων μύθων τὸ σύγγραμμα περιεργασάμενος· τὰ δὲ Ἔργα καὶ τὰς Ἡμέρας εἰς οἰκονομίαν καὶ ἀπράγμονα ζωὴν παρακαλῶν τοὺς ἀνθρώπους ἀπὸ τῆς ἀγοραίου καὶ φορτικῆς, οὐχ ἁπλῶς εἰς ἡδονὴν ἀποβλέπων τῶν ἐντευξομένων, ἀλλὰ ταύτην μὲν πάρεργον θέμενος, τὴν δὲ ὠφέλειαν τὴν εἰς τὸ ἦθος προηγούμενον σκοπὸν ποιησάμενος, ἵνα τὸν ἴδιον βίον κοσμήσαντες, οὕτω καὶ τῆς περὶ τὸ θεῖον γνώσεως ἐπήβολοι γενώμεθα. Διὸ καὶ ἀπὸ τούτου προσήκει τοῦ συγγράμματος ἄρχεσθαι· τοὺς γὰρ τὸ ἦθος ἀκοσμήτους τὸν κόσμον γνῶναι παντελῶς ἀδύνατον. Ὁ μὲν οὖν σκοπὸς τοῦ βιβλίου παιδευτικός· τὸ δὲ μέτρον ὥσπερ ἥδυσμά τι τῷ σκοπῷ τούτῳ τῆς ἑρμηνείας ἐπιβέβληται, θέλγον τὰς ψυχὰς καὶ κατέχον εἰς τὴν πρὸς αὐτὸ φιλίαν. Διὸ καὶ ἀρχαιότροπός ἐστιν ἡ ἐν αὐτῷ τῆς ποιητικῆς ἰδέα· τῶν γὰρ καλλωπισμῶν καὶ τῶν ἐπιθέτων κόσμων καὶ μεταφορῶν ὡς τὰ πολλὰ καθαρεύει· τὸ γὰρ ἁπλοῦν καὶ τὸ αὐτοφυὲς πρέπει τοῖς ἠθικοῖς λόγοις. Καὶ τοῦτο μὲν δῆλον· ὅτι δὲ τὸ προοί-
μιόν τινες διέγραψαν, ὥσπερ ἄλλοι τε καὶ Ἀρίσταρχος ὀβελίζων τοὺς στίχους, καὶ Πραξιφάνης ὁ τοῦ Θεοφράστου μαθητὴς, μηδὲ τοῦτο ἀγνοῶμεν. Οὗτος μέντοι καὶ ἐντυχεῖν φησὶν ἀπροοιμιάστῳ τῷ βιβλίῳ καὶ ἀρχομένῳ χωρὶς τῆς ἐπικλήσεως τῶν Μουσῶν ἐντεῦθεν, Οὐκ ἄρα μοῦνον ἔην ἐρίδων γένος. Καὶ γὰρ τοῦτο πρέπον ἦν, ὡς ἔοικεν, ἀνδρὶ γράφειν ἄνευ σκηνῆς ποιητικῆς ἐγχειροῦντι καὶ πρὸ θύρων ὄγκον ἐπιδεικνυμένῳ περιττόν. Ἐπάγεται δέ τινας τὸ μὴ ἀπὸ τοῦ Ἑλικῶνος καλεῖν, Βοιωτὸν ὄντα, τὰς Μούσας, ὥσπερ ἐν τῇ Θεογονίᾳ πεποίηκεν, ἀλλʼ ἀπὸ τῆς Πιερίας, εἰς τὸ μὴ προσίεσθαι τὸ προοίμιον· τάχα δʼ ἂν εἴη καὶ τοῦτο παιδευτικὸν, εἰς τὸ μὴ πάντα τὰ οἰκεῖα σεμνύνειν, ἀλλὰ καὶ τὰ παρʼ ἄλλοις ὄντα μειζόνως ἀγαθὰ, προτιμότερα τῶν οἰκείων τίθεσθαι· καὶ γὰρ τὰς Μούσας τετέχθαι μὲν ἐν τῇ Πιερίᾳ φασὶν, ἐν δὲ τῷ Ἑλικῶνι χορεύειν, τῆς μὲν Πιερίας τὴν ὑπὲρ τὸν κόσμον τάξιν δηλούσης, ἀφʼ ἧς εἰς τὸν κόσμον προῆλθε, τοῦ δὲ Ἑλικῶνος τὴν ἐγκόσμιον, ἐν γὰρ τούτῳ χορεύουσιν ταῖς σφαίραις ἐννέα οὔσαις ἐπιβεβηκυῖαι. Ταῦτα μὲν οὖν καὶ ἐν ἄλλοις εἴρηται· νῦν δὲ τῶν ἐν τῷ βιβλίῳ λέξεων τὰς δεομένας σαφηνείας διερμηνεύσωμεν, καὶ εἴ τι περιττότερόν ἐστιν ἢ κατὰ τοὺς πολλοὺς τῶν ταῦτα μετιόντων συμπαραλαμβάνοντες. Μετὰ τὴν ἡρωϊκὴν γενεαλογίαν καὶ τοὺς καταλόγους ἐπεζήτησε καινουργῆσαι πάλιν ἑτέραν ὑπόθεσιν· καὶ δὴ καταχρησθέντων τῶν εἰς πολέμους καὶ μάχας καὶ τῆς γεωργίας διδασκάλων, εἰσφέρει καὶ τῶν ἡμερῶν τὴν κράσιν, πρόσωπον ἀναπλάσας καὶ παραλαβὼν τοῦ ἀδελφοῦ Πέρσου, εἴτε κατʼ ἀλήθειαν, εἴτε κατὰ τὸ εὐπρόσωπον καὶ ἁρμόζον τῇ ὑποθέσει, ἵνα δύο πρόσωπα, καὶ ἵνα δόξῃ ἐξ ἔριδος τῆς κατὰ τὸν ἀδελφὸν εἰς τοῦτο ἐληλυθέναι. Ὡς δὲ ποιητὴς τὰς Μούσας καλεῖ, ἵνα
δόξῃ τὸ ποίημα εἶναι Μουσῶν. Τὰς Μούσας ὠνομάσθαι λέγουσιν ἀπὸ τοῦ μῶσθαι τὸ ζητεῖν· ἐπειδὴ καὶ εἰσὶ παιδείας αἰτίαι πάσης· αὕτη δὲ ζητεῖν ηὐξήθη τοῖς ἀνθρώποις· διὰ τοῦτο Μούσας αὐτὰς ὠνόμασαν οἱ πρῶτοι τὰ ὀνόματα θέντες. Ὁ δὲ νοῦς ἐστιν οὗτος· ὦ Μοῦσαι αἱ ἀπὸ τῆς Πιερίας ὁρμώμεναι, καὶ ταῖς αὐτῶν ᾠδαῖς τὰ πάντα δοξάζουσαι, δεῦτε Δία τὸν ὑμέτερον πατέρα, ἵνα προσείπητε καὶ ὑμνήσητε. Ἰστέον ὅτι πᾶσα ποίησις τρεῖς ἔχει χαρακτῆρας· διηγηματικὸν, δραματικὸν, καὶ μικτόν· καὶ Διηγηματικὸν μέν ἐστιν ἐν ᾧ ὁ ποιητὴς μόνος φαίνεται φθεγγόμενος, ὥσπερ ἐνταῦθα ὁ ποιητὴς Ἡσίοδος μόνος ἐν παντὶ τῷ συγγράμματι φαίνεται διαλεγόμενος· Δραματικὸν δὲ ἐν ᾧ οὐδαμοῦ ὁ ποιητὴς φθέγγεται, ὥσπερ ἐν ταῖς κωμῳδίαις ὁρῶμεν, καὶ ταῖς τραγῳδίαις γενόμενον· Μικτὸν δὲ, ἐν ᾧ ὅ τε ποιητὴς διαλέγεται, καὶ πρόσωπα εἰσῆκται διαλεγόμενα, οἷον ἐν τῇ Ἰλιάδι ἐμφαίνεται. Ἅπαντες δʼ οὗτοι οἱ χαρακτῆρες ἐν τοῖς Βουκολικοῖς τοῦ Θεοκρίτου ἐοίκασιν ὑπάρχειν· καὶ μίγμα παντός ἐστιν εἴδους καθάπερ συγκεκραμένον· ᾧ καὶ χάριέν ἐστι τῇ ποικιλίᾳ τῆς κράσεως, ποτὲ μὲν συγκείμενον ἐκ διηγηματικοῦ, ποτὲ δὲ ἐκ δραματικοῦ, ποτὲ δὲ ἐκ μικτοῦ, ἤγουν διηγηματικοῦ καὶ δραματικοῦ. ΓΕΝΟΣ ΗΣΙΟΔΟΥ.Οὗτος οὖν ὁ Ἡσίοδος σὺν τῷ ἀδελφῷ Πέρσῃ παῖς ἐγεγόνει Δίου καὶ Πυκιμήδης, Κυμαίων Αἰολέων πενήτων ἀνθρώπων, οἳ διὰ τὸ ἄπορον καὶ τὰ χρέα τὴν ἑαυτῶν πατρίδα Κύμην ἀφέντες, μεταναστεύουσιν ἐπὶ τὴν Ἄσκρην, χωρίον τῶν Βοιωτῶν, δυσχείμερον καὶ κακοθέρειον, παρὰ τοὺς πόδας κειμένην τοῦ Ἑλικῶνος, κἀκεῖ κατοικοῦσι. Τοιαύτῃ δὲ πενίᾳ τῶν ἀνθρώπων συνεσχημένων, συνέβη τὸν Ἡσίοδον τοῦτον πρόβατα ἐν τῷ Ἑλικῶνι ποιμαίνειν. Φασὶ δὲ, ὡς ἐννέα τινὲς ἐλθοῦσαι γυναῖκες, καὶ δρεψάμεναι κλῶνας ἐκ δάφνης Ἑλικωνίτιδος, αὐτὸν ἐπεσίτισαν, καὶ οὕτω σοφίας καὶ ποιητικῆς ἐμπεφόρητο. Ἀλλὰ τὰ μέχρι μὲν τούτων νητρεκῆ καὶ ἀληθέστατα, ὅτι παῖς Ἡσίοδος Δίου καὶ Πυκιμήδης, καὶ ὡς κατὰ τὸν Ἑλικῶνα ἐποίμαινε· τὰ δʼ ἐντεῦθεν μεμυθηγόρηται, καὶ ἀλληγορικώτε-
ρον λέλεκται. Ἢ γὰρ ἐν τῷ ποιμαίνειν περὶ τὸν Ἑλικῶνα ἐνόμευε, καὶ καθευδήσας ὁ Ἡσίοδος ὄναρ εἶδεν, ἐννέα γυναῖκας δάφνας αὐτὸν ψωμιζούσας· ἐδήλου δὲ τὸ ὄναρ πάντως ὡς πικρίας καὶ πόνων μετεσχηκὼς, τῆς παιδεύσεως ἀειθαλῆ γεννήσει ποιήματα· ταῦτα τοίνυν ὁ Ἡσίοδος ἢ ὄψει ὀνείρων τεθεαμένος, καὶ διυπνισθεὶς, καὶ τὸ ποιμαίνειν ἀφεὶς, καὶ πόνοις ἑαυτὸν ἐνδοὺς καὶ μαθήμασι, τὴν τῶν ὀνείρων ἐπίλυσιν ἐξεπέρανεν, ἢ περὶ τὸν Ἑλικῶνα ποιμαίνων ἐγρηγορὼς, καὶ ἄϋπνος ὢν, σύννους τε πρὸς ἑαυτὸν γεγονὼς, καὶ πρέποντα νοῦν ἐσχηκὼς, ἀποδιδράσκει μὲν τὸ εὐτελὲς, καὶ ποιμενικὸν, καὶ σκληρόβιον, καὶ προσδραμὼν τῇ παιδεύσει, καὶ πόνοις ἐγκαρτερήσας, μεγάλην καρποῦται τὴν εὔκλειαν· καὶ βίβλους τοσαύτας ἐξεπονήσατο, ἃς ἐγὼ Μουσῶν τε καὶ γνώσεως ἐπίσταμαι ψώμισμα, καὶ δάφνας λάλους Ἑλικωνίτιδας, ἑλισσομένας ἁπανταχοῦ καὶ θαλλούσας, καὶ κηρυττούσας τὸν πρὶν μὲν οἰκτρόβιον καὶ ἀφανῆ νομέα ποιμνίων, νῦν δὲ ἡμίθεον χρηματίσαντα διʼ ἀρετῆς καὶ παιδεύσεως. Ὥσπερ καὶ ὁ Σωφρονίσκου Σωκράτης ὁ λιθοξόος, καὶ ὁ Ἰχθυοπώλης Δημάδης, καὶ ὁ τῆς τυμπανιστρίας Αἰσχίνης, Σίμων τε ὁ σκυτεὺς, καὶ ὁ λαχανεὺς Εὐριπίδης· ἔτι τε ὁ Σκύθης Ἀνάχαρσις· καὶ ἄμφω τὼ δούλω, Αἴσωπος, καὶ Ἐπίκτητος· καὶ ὁ Σύρος ῥήτωρ ὁ Λουκιανὸς, ὁ λιθοξόος τε καὶ ἡμίδουλος, καὶ οἱ λοιποί. Συνηκμηκέναι δʼ αὐτὸν οἱ μὲν Ὁμήρῳ φασὶν, οἱ δὲ καὶ Ὁμήρου προγενέστερον εἶναι διϊσχυρίζονται. Καὶ οἱ μὲν προγενέστερον εἶναι τοῦτον Ὁμήρου διϊσχυριζόμενοι ἐν ἀρχαῖς εἶναί φασι τῆς Ἀρξίππου ἀρχῆς, Ὅμηρον δὲ ἐν τῷ τέλει. Ὁ δʼ Ἄρξιππος οὗτος υἱὸς ἦν Ἀκάστου, ἄρξας Ἀθηναίων ἔτη λε. Οἱ δὲ συγχρόνους αὐτοὺς εἶναι λέγοντες, ἐπὶ τῇ τελευτῇ τοῦ Ἀμφιδάμαντος τοῦ βασιλέως Εὐβοίας φασὶν αὐτοὺς ἀγωνίσασθαι, καὶ νενικηκότα Ἡσίοδον, ἀγωνοθετοῦντος καὶ κρίνοντος Πανίδου τοῦ βασιλέως, τοῦ ἀδελφοῦ Ἀμφιδάμαντος, καὶ τῶν υἱῶν Ἀμφιδάμαντος, Γανύκτορός τε καὶ τῶν λοιπῶν. Ἐξηρωτηκέναι γὰρ αὐτοὺς πολλὰ πρὸς ἀλλήλους φασὶ διʼ ἐπῶν
αὐτοσχεδίων, καὶ ἀποκρίνασθαι, καὶ πᾶσι τὸν Ὅμηρον τὰ πρωτεῖα λαμβάνειν· τέλος τοῦ βασιλέως Πανίδου εἰπόντος αὐτοῖς, τὰ κάλλιστα τῶν ἑαυτῶν ἐπῶν ἀναλεξαμένους εἰπεῖν, Ὅμηρος μὲν ἄρχεται λέγειν τοῦτο τὸ χωρίον, ἀπὸ πολλῶν ἐπῶν ἀρξάμενος ὄπισθεν· Ἀσπὶς ἄρʼ ἀσπίδʼ ἔρειδε, κόρυς κόρυν, ἀνέρα δʼ ἀνήρ. Ψαῦον δʼ ἱππόκομοι κόρυθες λαμπροῖσι φάλοισι Νευόντων, ὣς πυκνοὶ ἐφέστασαν ἀλλήλοισι. Καὶ περαιτέρω τούτων. Ἡσίοδος δὲ, τῶν Πληϊάδων Ἀτλαγενέων ἐπιτελλομενάων ἀπάρχεται, καὶ ὁμοίως Ὁμήρῳ προβαίνει μέχρι πολλῶν ἐπῶν. Καὶ πάλιν ἐπὶ τούτοις οἱ παρεστῶτες πάντες τῶν ἐλλογίμων καὶ στρατιωτῶν, τὸν Ὅμηρον ἐστεφάνουν· ὁ δὲ Πανίδης ἔκρινεν νικᾷν Ἡσίοδον, ὡς εἰρήνην καὶ γεωργίαν διδάσκοντα, καὶ οὐ καθάπερ Ὅμηρος πολέμους καὶ σφάγια. Ἀλλὰ ταῦτα μέν εἰσι ληρήματα τῶν νεωτέρων, καὶ πλάσεις τῶν πρὸς ἀλλήλους ἐρωτημάτων, καὶ τῶν ἐξ Ὁμήρου παραβεβλημένων ἐπῶν, καὶ ὑπʼ ἐκείνου δῆθεν ῥηθέντων. Ὅμηρος γὰρ ὁ χρυσοῦς, ὡς ἐγᾦμαι, μᾶλλον δὲ ἀκριβεστάτως ἐπίσταμαι, πολύ τε παλαιότερος Ἡσιόδου ὑπῆρχε, καὶ εἰ πρὸς τοὺς θρυλλουμένους ἐκείνους θεοὺς ἔριν ἐστήσατο λόγων, καὶ κατὰ τούτων ἂν τὰ πρωτεῖα καὶ τοὺς στεφάνους ἠνέγκατο. Ἀλλʼ ἴσως ἕτερος Ὅμηρος ἦν ὁ τῷ Ἡσιόδῳ ἰσόχρονος, ὁ τοῦ Εὔφρονος παῖς ὁ Φωκεὺς, ὁ καὶ τούτῳ τὴν ἔριν στησάμενος, κἂν τὰ τοῦ θείου ἐκείνου ἀνδρὸς τῇ ὁμωνυμίᾳ πεπλανημένοι λέγειν τοῦτον ἐπλάσαντο. Ὅμηροι γὰρ πολλοὶ γεγόνασιν ἕτεροι, ζήλῳ τοῦ πάλαι τὴν κλῆσιν λαμβάνοντες· καὶ γὰρ καὶ τοῦ Φωκέως Ὁμήρου τούτου ἕτερος ὑπάρχει νεώτερος Ὅμηρος. Οὗτος ὁ νεώτερος Ὅμηρος ἦν παῖς Ἀνδρομάχου, τῷ γένει Βυζάντιος, ὁ τὴν Εὐρυπυλείαν ποιήσας. Τὸν παλαιὸν δὲ Ὅμηρον Διονύσιος ὁ κυκλογράφος φησὶν ἐπʼ ἀμφοτέρων ὑπάρχειν τῶν Θηβαϊκῶν στρατειῶν, καὶ τῆς Ἰλίου ἁλώσεως. Ἐκ τούτου οὖν λογίζομαι, τοῦτον τὸν Ἡσίοδον εἶναι τετρακοσίων ἐτῶν μεταγενέστερον. Ἀριστοτέλης γὰρ
ὁ φιλόσοφος, μᾶλλον δὲ οἶμαι ὁ τοὺς Πέπλους συντάξας, ἐν τῇ Ὀρχομενίων πολιτείᾳ Στησίχορον τὸν μελοποιὸν εἶναί φησι υἱὸν Ἡσιόδου, ἐκ τῆς Κλυμένης αὐτῷ γεννηθέντα τῆς Ἀμφιφάνους καὶ Γανύκτορος ἀδελφῆς, θυγατρὸς δὲ Φηγέως. Ὁ δὲ Στησίχορος οὗτος σύγχρονος ἦν Πυθαγόρᾳ τῷ φιλοσόφῳ, καὶ τῷ Ἀκραγαντίνῳ Φαλάριδι· οἱ δὲ Ὁμήρου τετρακοσίοις ὑστέριζον ἔτεσι, καθά φησι καὶ Ἡρόδοτος. Συνεγράψατο δὲ ὁ τοιοῦτος Ἡσίοδος βίβλους ἑκκαίδεκα, Ὅμηρος δὲ ὁ παλαιὸς ιγ. Τελευτᾷ δὲ Ἡσίοδος ἐν Λοκρίδι, τοιουτοτρόπως. Μετὰ τὴν νίκην, ἣν αὐτὸν νενικηκέναι φασὶν ἐπὶ τῇ τελευτῇ Ἀμφιδάμαντος, εἰς Δελφοὺς ἐπορεύθη, καὶ ἐδόθη αὐτῷ οὑτοσὶ ὁ χρησμός· Ὄλβιος οὗτος ἀνὴρ, ὃς ἐμὸν δόμον ἀμφιπολεύει, Ἡσίοδος μούσῃσι τετιμένος ἀθανάτῃσι. Τοῦ δή τοι κλέος ἔσται, ὅσον τʼ ἐπικίδναται ἠώς. Ἀλλὰ Διὸς πεφύλαξο Νεμείου κάλλιμον ἄλσος. Κεῖθι δέ τοι θανάτοιο τέλος πεπρωμένον ἐστίν. Ὁ δὲ τὴν ἐν Πελοποννήσῳ Νεμέαν φυγὼν, ἐν Οἰνόῃ τῆς Λοκρίδος ὑπὸ Ἀμφιφάνους καὶ Γανύκτορος τῶν Φηγέως παίδων ἀναιρεῖται, καὶ ῥίπτεται εἰς τὴν θάλασσαν, ὡς φθείρας τὴν ἀδελφὴν ἐκείνων Κλυμένην· ἐξ ἧς ἐγεννήθη Στησίχορος· ἐκαλεῖτο δὲ ἡ Οἰνόη Διὸς Νεμείου ἱερόν. Μετὰ δὲ τρίτην ἡμέραν ὑπὸ δελφίνων πρὸς τὸν αἰγιαλὸν ἐξήχθη τὸ σῶμα μεταξὺ Λοκρίδος καὶ Εὐβοίας, καὶ ἔθαψαν αὐτὸν Λοκροὶ ἐν Νεμέᾳ τῆς Οἰνόης. Οἱ δὲ φονεῖς τούτου νηὸς ἐπιβάντες ἐπειρῶντο φυγεῖν, χειμῶνι δὲ διεφθάρησαν· Ὀρχομένιοι δὲ ὕστερον κατὰ χρησμὸν ἐνεγκόντες τὰ Ἡσιόδου ὀστᾶ θάπτουσιν ἐν μέσῃ τῇ ἀγορᾷ, καὶ ἐπέγραψαν τάδε· Ἄσκρη μὲν πατρὶς πολυλήϊος, ἀλλὰ θανόντος Ὀστέα πληξίππων γῆ Μινυῶν κατέχει
Ἡσιόδου, τοῦ πλεῖστον ἐν ἀνθρώποις κλέος ἐστὶν, Ἀνδρῶν κρινομένων ἐν βασάνοις σοφίης. Ἐπέγραψε δὲ καὶ Πίνδαρος· Χαῖρε δὶς ἡβήσας, καὶ δὶς τάφου ἀντιβολήσας, Ἡσίοδʼ, ἀνθρώποις μέτρον ἔχων σοφίης.
Ἡσιόδου Ἔργα καὶ Ἡμέραι τὸ βιβλίον ἐπιγέγραπται, ἤτοι διδασκαλία γεωργίας καὶ ἡμερῶν, καθʼ ἃς δεῖ τόδε καὶ τόδε ποιεῖν. Οὕτω δὲ ἐπιγέγραπται πρὸς ἀντιδιαστολὴν τῶν ἑτέρων αὐτοῦ πεντεκαίδεκα βιβλίων· Ἀσπίδος, Θεογονίας, Ἡρωογονίας, Γυναικῶν καταλόγου, καὶ τῶν λοιπῶν· ἔτι δὲ πρὸς ἀντιδιαστολὴν τῶν τοῦ μεγάλου Ὀρφέως ἔργων καὶ ἡμερῶν, ἤτοι τῶν περὶ γεωργίας. Διὰ ταῦτα πάντα τὸ βιβλίον ἐπιγέγραπται, Ἡσιόδου Ἔργα καὶ Ἡμέραι. Ἔγραψε δὲ τὸ παρὸν βιβλίον ὁ Ἡσίοδος πρὸς Πέρσην τὸν ἀδελφὸν, παραίνεσιν ἠθικὴν καὶ οἰκονομικὴν περιέχον παντοίαν, καὶ προτροπὴν πρὸς τὰ ἔργα, καὶ γεωργίας διδασκαλίαν, προσέτι δὲ καιρῶν, ὧν δεῖται τὰς ἐργασίας ποιεῖσθαι, καὶ ἡμέρας σελήνης ἐπιδεικνύει, τίνες τε αὐτῶν ἀποφράδες, καὶ τίνες ἀνύσιμοι. Μετὰ γὰρ τὴν τελευτὴν τῶν γονέων, τὴν αὐτῶν περιουσίαν Ἡσίοδος καὶ Πέρσης διείλοντο. Καὶ Ἡσίοδος μὲν σωφρόνως ἔζη καὶ φιλοσόφως· Πέρσης δʼ ἀσώτως, καὶ ἀργὸν βίον διαβιοὺς τήν τε ἰδίαν οὐσίαν ἀνήλωσε, καὶ τὸν Ἡσίοδον τινὰ ὑφαιρούμενος, καὶ τοὺς δικαστὰς δεξιούμενος, ταῖς δίκαις κατέτριβε τὸν Ἡσίοδον. Ὅθεν οὗτος τοῦ ἀργοῦ βίου, καὶ τῆς ἀσώτου διαγωγῆς αὐτὸν ἀποτρέπων, διὰ τοῦ παρόντος βιβλίου πρὸς ἐργασίαν προτρέπεται. Ἀπορία. Διὰ τί τῶν Ἡμερῶν τὰ Ἔργα προτέθεικε; Ἀσώτως καὶ ἀργῶς βιοῦντα τὸν ἀδελφὸν ἔδει πρῶτα προτρέψαι πρὸς τὸ ἐργάζεσθαι, καὶ περὶ ἔργων εἰπεῖν, εἶτα καὶ περὶ τῶν ἡμερῶν, ἐν αἷς δεῖ ἕκαστον τῶν ἔργων ἐργάζεσθαι. Ἄτοπον γὰρ ἦν ἐργασιῶν ἡμέρας ὑποδεικνύειν πρὸς τὸν μὴ καταπειθῆ πρὸς ἔργα γινόμενον.
ΕΞΗΓΗΣΙΣ ΤΟΥ ΣΟΦΩΤΑΤΟΥ ΓΡΑΜΜΑΤΙΚΟΥ ΙΩΑΝΝΟΥ ΤΟΥ ΤΖΕΤΖΟΥ ΕΙΣ ΤΑ ΕΡΓΑ ΚΑΙ ΤΑΣ ΗΜΕΡΑΣ ΤΟΥ ΗΣΙΟΔΟΥΟ ΜΕΝ σοφὸς Πρόκλος ἐπεξηγούμενος τὴν παροῦσαν
βίβλον τῶν Ἔργων καὶ Ἡμερῶν τοῦ Ἡσιόδου οὐδὲν γενναῖον, καὶ τῆς ἐκείνου σοφίας ἁρμόδιον, οὔτε ἄξιον ἐξειργάσατο. Πρῶτα μὲν γὰρ ἐχρῆν διαίρεσιν φάναι τῶν ποιητῶν, καὶ τίνα τούτων χαρακτηρίσματα, καὶ τίνες τούτων οἱ περιβόητοι· ἔπειτα τὸ γένος εἰπεῖν τοῦ προκειμένου πρὸς τὴν ἐξήγησιν, καὶ τίνι συνήκμασε, καὶ πόσας βίβλους ἐξεπονήσατο, ποῦ τε καὶ ποίῳ τρόπῳ τὸν βίον κατέλυσεν· εἶτα τὴν βίβλον τούτου προχειρισάμενον, πρῶτον μὲν ἀκριβῶς τὸν αὐτοῦ φάναι σκοπόν· μετέπειτα δὲ καὶ τὰς μυθικὰς ἱστορίας εἰς πλάτος, εἶτα καὶ ταύτας ἀλληγορῆσαι, καὶ μέτρα, καὶ τὰ λοιπὰ τῶν ἀναγκαιοτέρων σαφεστέρῳ καὶ διδασκαλικῷ τρόπῳ ἐπεξηγήσασθαι· ἀλλὰ μὴ λαβυρινθώδει καὶ ἀσαφεῖ, καὶ χρῄζοντι μᾶλλον αὐτῷ πλέον ἐπεξηγήσεως, ἤπερ τὰ προκείμενα πρὸς ἐξήγησιν. Ὁ δὲ οὐδὲν τούτων πεποιηκὼς, ἀπροδιηγήτως καὶ ἀκεφάλως, καὶ ὥσπερ ἐξ ἐπιδρομῆς καὶ ἐφόδου, καὶ ταύτης συγκεχυμένης, προσβάλλει πρὸς τὴν ὑπόθεσιν, καὶ πῆ μὲν οὐ καλῶς μετεωρολογεῖ καὶ στομφάζει κρημνηγορῶν, πῆ δὲ τοῖς κειμένοις ταυτολογῶν, καὶ περὶ ταῦτα ἐνδιατρίβων, πολύστιχον, ἀλυσιτελὲς ἐξεπονήσατο συγγραμμάτιον. Ἀλλὰ τὰ μὲν ἡμαρτημένα τῷ σοφωτάτῳ Πρόκλῳ παρεατέον μοι, χωρητέον δέ μοι πρὸς τὴν ἐξήγησιν. Ὑμεῖς δὲ ἀμφοτέρας τὰς ἐξηγήσεις θέντες παράλληλα ἀφιλέχθρως καὶ φιλαλήθως, τοὺς τοῦ Πρόκλου, καὶ τοὺς ἐμοὺς ἀετιδεῖς ἐπικρίνατε, ὁπότεροι καθαρώτερον πρὸς τὴν Ἡσιόδου ποίησιν, καὶ τὸν τῆς ἀληθείας πρόγονον ἀντιβλέ-
πουσιν ἥλιον, κἄν περ αὐτοῖς οὐ περιηργυρωμένας τῶν λέξεων περιέθηκα πτέρυγας· οὐδὲ γὰρ σπουδαστέον, ἀλλʼ αὐτοσχέδιον ἦν μοι τὸ ἐγχείρημα, ὥσπερ ἄρα καὶ ἴσασιν οἵ τινες ἡμᾶς εἰς τὸν ἆθλον τοῦτον συνώθησαν. Κρίνατε γοῦν ἀφιλέχθρως, καὶ τοῦ Κελτικοῦ Ῥήνου δικαστικώτεροι γίγνεσθε, καὶ τὰ βρέφη τῶν λόγων ἀκριβῶς δοκιμάσατε, ὁπότερον ἄρα μορφῆς πατρικῆς φέρει ἐμφέρειαν, καὶ ποῖον νόθον ἐστὶ τῆς Ἡσιόδου γονῆς, ἢ ἀτελεσφόρητον, καὶ ἀμβλωθρίδιον κύημα, καὶ κατὰ τὴν χρυσόπολιν πόαν, ἢ τὴν Λυδίαν λίθον τὴν βάσανον, καὶ πῦρ τὸ δοκιμαστήριον, ὥσπερ οἱ χρυσογνώμονες, καλῶς δοκιμάσατε. Καὶ δὴ ἐντεῦθεν τῆς ὑποθέσεως καταρκτέον μοι. Περὶ μὲν τῆς τῶν ποιητῶν διαιρέσεως, καὶ πρώην μοι ἐπεξείργασται μικρὸν συγγραμμάτιον αὐτοσχεδίοις συντιθέμενον ἰάμβοις, καὶ τῷ ἐμῷ δὲ ἀδελφῷ ἐκπεπόνηται λίαν κάλλιστα καὶ φιλοτιμότατα περὶ τούτου ἐν τῇ τοῦ Λυκόφρονος ἐξηγήσει· ὅμως καὶ πάλιν τὰ καιριώτερα τούτων ἀναληπτέον, καὶ διὰ βραχέων λεκτέον μοι. Ὁ δὲ λεπτομερέστερον εἰδέναι ταῦτα βουλόμενος ἐντυγχανέτω αὐτοῖς, καὶ μὴ κατοκνείτω ταῦτα πρὸ πάσης πυκτίδος ποιητικῆς προτιθέναι. Καὶ δὴ ἀκροατέον τῆς διαιρέσεως. Τῶν ποιητῶν οἱ μέν εἰσι λυρικοὶ, οἱ δὲ μονῳδοὶ, οἱ δὲ κωμικοὶ, καὶ ἕτεροι τραγικοὶ, καὶ ἕτερα μυρία ὀνόματα· κατʼ ἐξαίρετον δὲ, οἱ ἐκ περιουσίας καὶ ἀνωνύμως καλούμενοι ποιηταί. Καὶ γνώρισμα μέν ἐστι λυρικῶν ποιητῶν, τὸ
πρὸς λύραν τὰ τούτων ᾄδεσθαι μέλη, ὡς τὰ Πινδάρου, καὶ Στησιχόρου, καὶ Ἀνακρέοντος. Μονῳδῶν δὲ γνώρισμα τὸ μονοπροσώπως ὑπόθεσιν ἀφηγεῖσθαι τὴν οἱανδήποτε, οἷός ἐστιν ἐν τῇ Ἀλεξάνδρᾳ Λυκόφρων. Κωμικῶν δὲ ὁ γέλως μετὰ χορευτῶν καὶ προσώπων, οἷος Ἀριστοφάνης, Εὔπολις, Φερεκράτης. Τραγικῶν δὲ ποιητῶν γνώρισμα, οἶκτοι, καὶ συμφοραὶ, οἷός ἐστιν Αἰσχύλος, Σοφοκλῆς, Εὐριπίδης. Ποιηταὶ δὲ ἀνωνύμως καὶ κατʼ ἐξοχὴν ἐκεῖνοι καλοῦνται, οὕσπερ χαρακτηρίζει ταῦτα τὰ τέσσαρα, μέτρον ἡρωϊκὸν, μῦθος ἀλληγορικὸς, ἱστορία, ἤτοι παλαιὰ ἀφήγησις, καὶ ποιὰ λέξις, ἤτοι ἡρωϊκὴ, καὶ ἀξιωματικὴ, καὶ τῷ ἡρωϊκῷ μέτρῳ ἁρμόζουσα, ἀλλὰ μὴ κατατετριμμένη καὶ χθαμαλή. Μᾶλλον δὲ ἐκ τῶν τεσσάρων τούτων, ὁ ἀλληγορικὸς μῦθος τὸ κυριώτατόν ἐστι τῶν ποιητῶν χαρακτήρισμα Γεγόνασι δὲ τούτων τῶν ποιητῶν, ἄνδρες ὀνομαστοὶ πέντε, Ὅμηρος ὁ παλαιὸς, Ἀν-
τίμαχος ὁ Κολοφώνιος, Πανύασις, Πείσανδρος ὁ Καμειρεὺς, καὶ ὁ Ἀσκραῖος οὗτος Ἡσίοδος, οὗπερ ἐπεξηγεῖσθαι τὴν βίβλον ἐπεβαλόμεθα. Οὗτος οὖν ὁ Ἡσίοδος σὺν ἀδελφῷ Πέρσῃ παῖς ἐγεγόνει Δίου καὶ Πυκιμήδης, κατῴκουν δὲ ἐν τῇ Κύμῃ. Αὕτη ἡ Κύμη περὶ τὴν Μιτυλήνην ἐστίν· καλεῖται δὲ νῦν Φρικωνίς. Ἡ δὲ ἑτέρα Κύμη, ὅθεν ἦν Αἰόλος καὶ ἡ Σίβυλλα τῆς Ἰταλίας, Κυμαίων Αἰολέων πενήτων ἀνθρώπων, οἳ διὰ τὸ ἄπορον καὶ τὰ χρέα τὴν ἑαυτῶν πατρίδα Κύμην φυγόντες, μεταναστεύουσι περὶ τὴν Ἄσκρην χωρίον τῶν Βοιωτῶν, δυσχείμερόν τε καὶ κακοθέρειον, περὶ δὲ τοὺς πρόποδας κειμένην τοῦ ὄρους τοῦ Ἑλικῶνος, κἀκεῖ κατοικοῦσι. Τοιαύτῃ δὲ τῶν ἀνθρώπων πενίᾳ συνεσχημένων, συνέβαινε τὸν Ἡσίοδον τοῦτον ἄρνας ἐν τῷ Ἑλικῶνι ποιμαίνειν. Φασὶ δὲ, ὡς ἐννέα τινὲς ἐλθοῦσαι γυναῖκες, καὶ δρεψάμεναι κλῶνας δάφνης Ἑλικωνίτιδος, αὐτὸν ἐπεσίτισαν, καὶ οὕτω σοφίας ποιητικῆς ἐπεμφόρητο. Ἀλλὰ τὰ μέχρι μὲν τούτου ἀληθῆ τε καὶ ἀτρεκέστατα, ὅτι παῖς ὁ Ἡσίοδος πενήτων ἀνθρώπων, Δίου καὶ Πυκιμήδης, καὶ ὡς περὶ τὸν Ἑλικῶνα ἐνόμευε· τὰ δʼ ἐντεῦθεν μεμυθηγόρηται, καὶ ἀλληγορικώτερον λέλεκται. Καὶ γὰρ ἐν τῷ ποιμαίνειν περὶ τὸν Ἑλικῶνα καθευδήσας ὁ Ἡσίοδος ὄναρ εἶδεν, ἐννέα γυναῖκας δάφνας αὐτῷ ψωμιζούσας· ἐδήλου γὰρ πάντως τὸ ὄναρ, ὡς πικρίας καὶ πόνων μετεσχηκὼς τῆς παιδεύσεως ἀειθαλῆ γεννήσει ποιήματα. Ταῦτα τοίνυν Ἡσίοδος ἢ ὄψει ὀνείρων τεθεαμένος καὶ διυπνισθεὶς, καὶ τὸ ποιμαίνειν ἀφεὶς, καὶ πόνοις ἐκδοὺς ἑαυτὸν καὶ μαθήμασι, τὴν τῶν ὀνείρων ἐπίλυσιν
ἐξεπέρανεν, ἢ ἐγρηγορὼς, καὶ ἄγρυπνος ὢν, σύννους τε πρὸς ἑαυτὸν γεγονὼς, καὶ πρέποντα νοῦν ἐσχηκὼς, ἀποδιδράσκει μὲν τὸ εὐτελὲς καὶ ποιμενικὸν καὶ σκληρόβιον, καὶ προσδραμὼν τῇ παιδεύσει, καὶ πόνοις ἐγκαρτερήσας μεγάλην καρπούται τὴν εὔκλειαν, καὶ βίβλους τοσαύτας ἐξεπονήσατο, ἃς ἐγὼ Μουσῶν τε καὶ γνώσεως ἐπίσταμαι ψώμισμα· καὶ δάφνας λάλους Ἑλικωνίτιδας, ἑλισσομένας ἁπανταχοῦ, καὶ θαλλούσας, καὶ κηρυττούσας, τὸν πρὶν μὲν οἰκτρόβιον καὶ ἀφανῆ νομέα ποιμνίων, νῦν δὲ ἡμίθεον χρηματίσαντα διʼ ἀρετῆς καὶ παιδεύσεως. Ὥσπερ καὶ ὁ Σωφρονίσκου Σωκράτης ὁ λιθοξόος, καὶ ὁ ἰχθυοπώλης Δημάδης, καὶ ὁ τῆς τυμπανιστρίας Αἰσχίνης, Σίμων τε ὁ σκυτεὺς, καὶ ὁ λαχανεὺς Εὐριπίδης· ἔτι τε ὁ Σκύθης Ἀνάχαρσις· καὶ ἄμφω τὼ δούλω, Αἴσωπος, καὶ Ἐπίκτητος· καὶ ὁ Σύρος ῥήτωρ ὁ Λουκιανὸς, ὁ λιθοξόος τε καὶ ἡμίδουλος, καὶ οἱ λοιποὶ, ὥσπερ καὶ παρʼ ἡμῖν ὁ χρυσογνώμων ἐκεῖνος Σωτήριχος, καὶ ὁ νῦν περιϊὼν τῆς Νικομήδους οἰνοπράτης ἀρχιερεὺς, ὃς οὐδὲ νῦν ἐθέλει τοῦ πιθεῶνος ἐξίστασθαι, ἀλλʼ ἔτι τὸν οἶνον μιγνύει, καὶ μεταβάλλει τοὺς ἀμφορεῖς. Ἔνθεν τοι μή τις τῶν νέων νωχελὴς καὶ ῥάθυμος, καὶ ἀμβλὺς περὶ λόγους τελείτω, καὶ μονονουχὶ καθευδέτω τοῖς περὶ τὸν Ἡσίοδον τοῦτον ἠπατημένος μύθοις, καὶ παρʼ αὐτὸν ἐπελθεῖν δαφνηφορούσας τινὰς παρθένους καραδοκῶν ψωμιζούσας τὰς δάφνας, καὶ δεδυνημένας ἀκαριαίως σοφίζειν, ἀλλὰ τῇ ἀλληγορίᾳ ταύτῃ προσέχων, καὶ πόνοις προσκείμενος, καὶ πάντας τούτους τοὺς προκειμένους ἔχων πα-
ράδειγμα, σπουδαιοτέρως ἀντεχέσθω τῶν λόγων, καὶ μόχθω τοὺς θησαυροὺς τῆς σοφίας λαμβάνων ταμιευέτω ἐς τὸ προκόλπιον. Παρθένους δὲ δαφνηφορούσας καὶ σοφιζούσας ἀκαριαίως μηδεὶς ἐλπιζέτω· κἂν γὰρ καὶ παρά τινας νῦν παρθένοι καὶ δαφνηφόροι ἀφίξωνται, γυμνάσουσι τοῦτον, ἀλλʼ οὐ σοφίσουσιν. ἔνθεν τε πάντες νέοι πονεῖτε, καθάπερ Ἡσίοδος, καὶ δῶρα δρέψασθε μουσῶν, ὡς ἐκεῖνος, καὶ δάφνας ἀμαράντους ἑλικωνίτιδας. Ἀλλὰ ταῦτα μὲν τὰ μυθοπλαστούμενα περὶ τῆς τοῦ Ἡσιόδου δαφνηφαγίας, καὶ ἀγωγῆς ἐκείνου, καὶ τῆς παιδεύσεως. Συνηκμακέναι δʼ αὐτὸν οἱ μὲν Ὁμήρῳ φασὶν, καὶ ἀγῶνα λόγων συστήσασθαι, οἱ δὲ καὶ Ὁμήρου προγενέστερον εἶναι διϊσχυρίζονται. καὶ οἱ μὲν προγενέστερον εἶναι τοῦτον Ὁμήρου διϊσχυριζόμενοι ἐν ἀρχαῖς εἶναί φασι τῆς Ἀρξίππου ἀρχῆς, Ὅμηρον δὲ ἐν τῷ τέλει. Ὁ δʼ Ἄρξιππος οὗτος υἱὸς ἦν Ἀκάστου, ἄρξας Ἀθηναίων ἔτη λε. Οἱ δὲ συγχρόνους αὐτοὺς εἶναι λέγοντες, ἐπὶ τῇ τελευτῇ τοῦ Ἀμφιδάμαντος τοῦ βασιλέως Εὐβοίας, φασὶν αὐτοὺς ἀγωνίσασθαι, καὶ νενικηκέναι Ἡσίοδον, ἀγωνοθετοῦντος καὶ κρίνοντος τὰ μέτρα Πανίδου τοῦ βασιλέως, τοῦ ἀδελφοῦ Ἀμφιδάμαντος, καὶ τῶν υἱῶν Ἀμφιδάμαντος, Γανύκτορός τε καὶ τῶν λοιπῶν. Ἐξηρωτηκέναι γὰρ αὐτοὺς πολλὰ πρὸς ἀλλήλους φασὶ διʼ ἐπῶν αὐτοσχεδίων, καὶ ἀποκρίνασθαι, καὶ πᾶσι τὸν Ὅμηρον τὰ πρωτεῖα λαμβάνειν. Τέλος τοῦ βασιλέως Πανίδου εἰπόντος αὐτοῖς, τὰ κάλλιστα τῶν ἑαυτῶν ἐπῶν ἀναλεξαμένους εἰπεῖν, Ὅμηρος μὲν ἄρχεται λέγειν τοῦτο τὸ χωρίον, ἀπὸ πολλῶν ἐπῶν ἀρξάμενος ὄπισθεν· Ἀσπὶς ἄρʼ ἀσπίδʼ ἔρειδε, κόρυς κόρυν, ἀνέρα δʼ ἀνήρ. Ψαῦον δʼ ἱππόκομοι κόρυθες λαμπροῖσι φάλοισι Νευόντων, ὣς πυκνοὶ ἐφέστασαν ἀλλήλοισι.
Καὶ περαιτέρω τούτων. Ἡσίοδος δὲ, τοῦ Πληϊάδων Ἀτλαγενέων ἐπιτελλομενάων ἀπάρχεται, καὶ ὁμοίως Ὁμήρῳ προβαίνει, μέχρι πολλοῦ τῶν ἐπῶν. Καὶ πάλιν ἐπὶ τούτοις οἱ παρεστῶτες, πάντες τῶν ἐλλογίμων στρατιῶται τὸν Ὅμηρον ἐστεφάνουν· ὁ δὲ Πανίδης ἔκρινεν νικᾷν Ἡσίοδον ὡς εἰρήνην καὶ γεωργίαν διδάσκοντα, καὶ οὐ καθάπερ Ὅμηρος πολέμους καὶ σφάγια. Ἀλλὰ ταῦτα μέν εἰσι ληρήματα τῶν νεωτέρων, καὶ πλάσεις τῶν πρὸς ἀλλήλους ἐρωτημάτων, καὶ τῶν ἐξ Ὁμήρου παρεκβεβλημένων ἐπῶν, καὶ ὑπʼ ἐκείνου δῆθεν εἰρημένων. Ὅμηρος γὰρ ὁ χρυσοῦς, ὡς ἐγᾦμαι, μᾶλλον δὲ ἀκριβεστάτως ἐπίσταμαι, πολύ τε παλαιότερος Ἡσιόδου ὑπῆρχε, καὶ εἰ πρὸς τοὺς θρυλλουμένους ἐκείνους θεοὺς ἔριν ἐστήσατο λόγων, καὶ κατὰ τούτων ἂν τὰ πρωτεῖα καὶ τοὺς στεφάνους ἠνέγκατο. Ἀλλʼ ἴσως ὁ ἕτερος Ὅμηρος ἦν τοῦ Ἡσιόδου ἰσόχρονος, ὁ τοῦ Εὔφρονος παῖς ὁ Φωκεὺς, ὁ καὶ τούτῳ τὴν ἔριν στησάμενος, κἂν τὰ ἔπη τοῦ θείου ἐκείνου ἀνδρὸς τῇ ὁμωνυμίᾳ πεπλανημένοι, λέγειν τοῦτον ἐπλάσαντο. Ὅμηροι γὰρ πολλοὶ γεγόνασιν ἕτεροι, ζήλῳ τοῦ παλαιοῦ τὴν τούτου κλῆσιν λαμβάνοντες· καὶ γὰρ καὶ τοῦ Φωκέως Ὁμήρου τούτου ἕτερος ὑπάρχει νεώτερος Ὅμηρος ὁ τὴν Εὐρυπύλειαν ποιήσας· ἦν δὲ οὗτος παῖς Ἀνδρομάχου, τῷ γένει Βυζάντιος. Τὸν παλαιὸν δὲ Ὅμηρον Διονύσιος ὁ κυκλογράφος φησὶν ἐπʼ ἀμφοτέρων
ὑπάρχειν τῶν Θηβαϊκῶν στρατειῶν, καὶ τῆς Ἰλίου ἁλώσεως, Ἐκ τούτου γοῦν λογίζομαι, τοῦτον τοῦ Ἡσιόδου εἶναι τετρακοσίων ἐτῶν προγενέστερον. Ἀριστοτέλης γὰρ ὁ φιλόσοφος, μᾶλλον δὲ οἶμαι ὁ τοὺς Πέπλους συντάξας, ἐν τῇ Ὀρχομενίων πολιτείᾳ Στησίχορον τὸν μελοποιὸν εἶναί φησι υἱὸν Ἡσιόδου, ἐκ τῆς Κτημένης αὐτῷ γεννηθέντα τῆς Ἀμφιφάνους, καὶ Γανύκτορος ἀδελφῆς, θυγατρὸς δὲ Φηγέως. Ὁ δὲ Στησίχορος οὗτος σύγχρονος ἦν Πυθαγόρᾳ τῷ φιλοσόφῳ, καὶ τῷ Ἀκραγαντίνῳ Φαλάριδι· οἱ δὲ Ὁμήρου τετρακοσίοις ὑστέριζον ἔτεσι, καθά φησι καὶ Ἡρόδοτος. Ἀλλὰ καὶ τοὺς χρόνους εἰπόντες, ἐν οἷς ἔφασαν ἠκμακέναι Ἡσίοδον, εἴπωμεν καὶ πόσας βίβλους ἐξεπονήσατο. Βίβλους μὲν οὗτος ἑκκαίδεκα συνεγράψατο· Ὅμηρος δὲ ὁ παλαιὸς ιγ Τελευτᾷ δὲ ὁ ῥηθεὶς οὗτος Ἡσίοδος ἐν Λοκρίδι, τοιουτοτρόπως. Μετὰ τὴν νίκην, ἣν αὐτὸν νενικηκέναι φασὶν ἐπὶ τελευτῇ Ἀμφιδάμαντος, εἰς Δελφοὺς ἐπορεύθη, καὶ ἐδόθη αὐτῷ οὑτοσὶ ὁ χρησμός· Ὄλβιος οὗτος· ἀνὴρ, ὃς ἐμὸν δόμον ἀμφιπολεύει, Ἡσίοδος μούσῃσι τετιμένος ἀθανάτῃσι. Τοῦ δή τοι κλέος ἔσται, ὅσον τʼ ἐπικίδναται ἠώς. Ἀλλὰ Διὸς πεφύλαξο Νεμείου κάλλιμον ἄλσος. Κεῖθι δέ τοι θανάτοιο τέλος πεπρωμένον ἐστίν. Ὁ δὲ τὴν ἐν Πελοποννήσῳ Νεμέαν φυγὼν, ἐν Οἰνόῃ τῆς Λοκρίδος ὑπὸ Ἀμφιφάνους καὶ Γανύκτορος τῶν Φηγέως
παίδων ἀναιρεῖται, καὶ ῥίπτεται εἰς τὴν θάλασσαν, ὡς φθείρας τὴν ἀδελφὴν ἐκείνων Κτημένην· ἐξ ἧς ἐγεννήθη Στησίχορος· ἐκαλεῖτο δὲ ἡ Οἰνόη Διὸς Νεμείου ἱερόν. Μετὰ δὲ τρίτην ἡμέραν ὑπὸ δελφίνων πρὸς τὸν αἰγιαλὸν ἐξήχθη τὸ σῶμα μεταξὺ Λοκρίδος καὶ Εὐβοίας, καὶ ἔθαψαν αὐτὸν Λοκροὶ ἐν Νεμέᾳ τῆς Οἰνόης. Οἱ δὲ φονεῖς αὐτοῦ νηὸς ἐπιβάντες ἐπειρῶντο φυγεῖν, χειμῶνι δὲ διεφθάρησαν. Ὀρχομένιοι δὲ ὕστερον κατὰ χρησμὸν ἐνεγκόντες τὰ Ἡσιόδου ὀστᾶ θάπτουσιν ἐν μέσῃ τῇ ἀγορᾷ, καὶ ἐπέγραψαν τάδε· Ἄσκρη μὲν πατρὶς πολυλήϊος, ἀλλὰ θανόντος Ὀστέα πληξίππου γῆ Μινύης κατέχει Ἡσιόδου, τοῦ πλεῖστον ἐν ἀνθρώποις κλέος ἐστὶν, Ἀνδρῶν κρινομένων ἐν βασάνοις σοφίης. Ἐπέγραψε δὲ καὶ Πίνδαρος· Χαῖρε δὶς ἡβήσας, καὶ δὶς τάφου ἀντιβολήσας, Ἡσίοδʼ, ἀνθρώποις μέτρον ἔχων σοφίης. Ἀλλʼ ἐπειδὴ ταῦτα κατελέξαμεν, φέρε καὶ τῆς ἐπιγραφῆς τοῦ βιβλίου ἁψώμεθα. Ἡσιόδου Ἔργα καὶ Ἡμέραι τὸ βιβλίον ἐπιγέγραπται, ἤτοι διδασκαλία γεωργίας καὶ ἡμερῶν, καθʼ ἃς δεῖ τόδε καὶ τόδε ποιεῖν. Οὕτω δὲ ἐπιγέγραπται πρὸς ἀντιδιαστολὴν τῶν ἑτέρων
αὐτοῦ πεντεκαίδεκα βίβλων Ἀσπίδος, Θεογονίας, Ἡρωογονίας, Γυναικῶν καταλόγου, καὶ λοιπῶν ἁπασῶν· ἔτι δὲ καὶ πρὸς ἀντιδιαστολὴν τῶν τοῦ μεγάλου Ὀρφέως ἔργων καὶ ἡμερῶν, ὧν οὕτως ἐστὶν ἡ ἀρχή. Εἰ δὲ γεωπονίης σε φιλομβρότου ἵμερος αἱρεῖ, Καί τʼ ἐπὶ χρυσείης γενεῆς ἐντύνεαι ἔργα Γαῖαν ἐπὶ ζείδωρον ἄγων εὐκαμπὲς ἄροτρον, Ἡ γυροῖς ἔνι κλῆμα Μεθυμναίου λελίησαι Κατθεμέναι, καὶ λαρὸν ὀπώρης εἶδαρ ἑλέσθαι
Ἱμείρῃ, σκαπάνῃ τε λαχῆναι ἄμβροτον αἶαν· Αὐτίκα δή τοι πᾶσαν ἐτητυμίην καταλέξω, Ὅππως ἂν πανδῖα σεληναίη πεπίθοιτο, Ὄμπνιά σοι Δήμητρος, ἀερσινόοιο τε Βάκχου, Δῶρʼ ἀναπεμπέμεναι, καὶ ἐπηετανὸν ὄλβον ὀπάζειν. Καὶ τῶν μὲν ἔργων Ὀρφέως οὕτως ἐστὶν ἡ ἀρχή. Αἱ δὲ ἡμέραι, ἤτοι αἱ ἐφημερίδες αὐτοῦ, ἄρχονται οὕτως· Πάντʼ ἐδάης Μουσαῖε θεοφραδές. εἰ δέ σʼ ἀνώγει Θυμὸς ἐπωνυμίας μήνης κατὰ μοῖραν ἀκοῦσαι, Ῥεῖά τοι ἐξερέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν, Οἵην τάξιν ἔχοντα κυρεῖ. μάλα γὰρ χρέος ἐστὶν Ἴδμεναι, ὡς αὕτη παρέχει κλέος ἄντυγι μηνός. Διὰ ταῦτα πάντα τὸ βιβλίον ἐπιγέγραπται, Ἡσιόδου ἔργα καὶ ἡμέραι. Ἔγραψε δὲ τὸ παρὸν βιβλίον ὁ Ἡσίοδος πρὸς Πέρσην τὸν ἀδελφὸν αὐτοῦ, παραίνεσιν καὶ ἠθικὴν καὶ οἰκονομικὴν περιέχον παντοίαν, καὶ προτροπὴν πρὸς τὰ ἔργα, καὶ γεωργίας διδασκαλίαν, προσέτι δὲ καὶ καιρῶν, οἷς δεῖ τὰς ἐργασίας ποιεῖσθαι, καὶ ἡμέρας σελήνης ὑποδεικνύει, τίνες τε αὐτῶν
ἀποφράδες, καὶ τίνες ἀνύσιμοι. Μετὰ γὰρ τὴν τελευτὴν τῶν γονέων, τὴν αὐτῶν περιουσίαν Ἡσίοδος καὶ Πέρσης διείλοντο. Καὶ Ἡσίοδος μὲν σωφρόνως ἔζη καὶ φιλοσόφως, Πέρσης δʼ ἀσώτως· καὶ ἀργὸν βίον διαβιοὺς τήν τε ἰδίαν οὐσίαν ἀνήλωσε, καὶ τῶν Ἡσιόδου τινὰ ὑφαιρούμενος, καὶ τοὺς δικαστὰς δεξιούμενος ταῖς δίκαις κατέτριβε τὸν Ἡσίοδον. Ὅθεν οὗτος τοῦ ἀργοῦ βίου, καὶ τῆς ἀσώτου διαγωγῆς αὐτὸν ἀποτρέπων, διὰ τοῦ παρόντος βιβλίου πρὸς ἐργασίαν προτρέπεται. Εἰ δέ τις ἀποροίη διὰ τί τῶν ἡμερῶν τὰ ἔργα προτέθεικε, σὺ μὲν τὰς ὑποψύχρας τῶν πολλῶν πάρες λύσεις, εἰπὲ δὲ, ὅτι καλῶς τὰ ἔργα προέταξεν. Ἀσώτως γὰρ καὶ ἀργῶς βιοῦντα τὸν ἀδελφὸν ἔδει πρῶτα προτρέψαι πρὸς τὸ ἐργάζεσθαι, καὶ περὶ ἔργων εἰπεῖν, εἶτα καὶ τῶν ἡμερῶν, ἐν αἷς χρὴ τὸ καθʼ ἕκαστον τῶν ἔργων ἐργάζεσθαι. Ἄλογον γὰρ ἦν, ἐργασιῶν ἡμέρας ὑποδεικνύειν πρὸς τὸν μὴ καταπειθῆ πρὸς ἔργα γινόμενον.
ΣΧΟΛΙΑ ΕΙΣ ΤΑ ΕΡΓΑ ΚΑΙ ΤΑΣ ΗΜΕΡΑΣ.
Ο ΣΚΟΠΟΣ τοῦ βιβλίου παιδευτικός ἐστιν, ὅπως τὸν ἴδιον βίον κοσμήσαντες, οὕτω καὶ τῆς περὶ τὸ θεῖον γνώσεως μέτοχοι γενώμεθα. Τὸ μὲν φαινόμενον ἡ παραίνεσις αὕτη πρὸς τὸν ἀδελφὸν αὐτοῦ τὸν Πέρσην· τὸ δὲ ἀληθὲς πρὸς τὴν ἡμετέραν ὠφέλειαν ἡ τοιαύτη παραίνεσις. Πρὸς τὸν λαὸν οὖν ἀποτείνει τὸν λόγον, καὶ φοβοποιεῖ, ὅτι μέγας ἐστὶν ὁ Ζεὺς, καὶ ῥᾳδίως τοὺς κακοὺς κακοποιεῖ, καὶ τοὺς ἀγαθοὺς εὐδαιμονίζει, καὶ δεῖ αὐτὸν φοβεῖσθαι, καὶ μὴ δοκεῖν ἀσθενῆ, καὶ μὴ ὁρᾶν τὰ πρακτέα. Ἡσίοδος ἐκ τοῦ ἥσις ἡ εὐφροσύνη, καὶ τοῦ εἴδω τὸ λέγω γίνεται Ἡσίοδος, ἐκβολῇ τοῦ ι καὶ τροπῇ τοῦ ε εἰς ο. Μέτρῳ δὲ τοιούτῳ διατέθειται τὰς τῶν ἀκροατῶν ψυχὰς θέλγων καὶ κατέχων εἰς τὴν πρὸς αὐτὸ φιλίαν. Οὐκ ἐξ Ἑλικῶνος δὲ τὰς Μούσας ἀλλʼ ἐκ τῆς Πιερίας καλεῖ, ἵνα μὴ πάντως τὰ οἰκεῖα σεμνύνων φανῇ, ἀλλὰ καὶ τὰ παρʼ ἄλλοις ὄντα ἀγαθὰ τῶν οἰκείων προτιμώμενος. Ἄλλως τε, εἰ γὰρ καὶ ἐν τῷ Ἑλικῶνι χορεύειν λέγονται, ἀλλʼ οὖν ἐν τῇ Πιερίᾳ ταῦτά φασι γεγενῆσθαι. ΜΟΥΣΑΙ. Μούσας δὲ ὠνομάσθαι λέγουσιν ἀπὸ μῶσθαι τοῦ σημαίνοντος τὸ ζητεῖσθαι, αὗται γὰρ παιδείας παρεκτικαί· διὰ τοῦτο Μούσας ὠνόμασαν οἱ πρῶτοι τὰ ὀνόματα θέντες. Ὦ Μοῦσαι αἱ ἐκ τῆς Πιερίας ὁρμώμεναι, καὶ ταῖς ὑμετέραις ᾠδαῖς καὶ φωναῖς τὰ πάντα δοξάζουσαι, δεῦτε δὴ τὸν Δία προσείπατε τὸν ὑμέτερον πατέρα. Πατέρα δὲ τῶν Μουσῶν τὸν Δία εἰρήκασι, καὶ μητέρα τὴν Μνημοσύνην, διότι νοητικὸν εἶναι δεῖ, καὶ μνημονικὸν τὸν παιδευθησόμενον· ὧν τὸ μὲν μνημονευτικὸν δίδωσιν ἡ Μνημοσύνη, τὸ δὲ νοητικὸν ὁ Ζεύς. Μοῦσαι Παρὰ τὸ μῶ τὸ ζητῶ αἱ πάντα ζητοῦσαι καὶ ἀνευρίσκουσαι τῇ ἑαυτῶν ἀγχινοίᾳ· ἢ αἱ παρὰ πάντων ζητούμεναι, αὗται γάρ εἰσιν αἱ γνώσεις· ἢ αἱ μαιοῦσαι ἐκτρέφουσαι τοῖς παιδεύμασιν. Ἐπεὶ δέ τις ἤρετο ἀπορῶν, τίνος ἕνεκα φασὶν ἐννέα τὰς Μούσας εἶναι, καὶ οὐ πλείονας ἢ ἐλάσσονας, φέρε, ὡς οἷον ἡμῖν, πρῶτον τοῦτο ἐπιλυσώμεθα· εἶτα δείξωμεν μηδὲ ἐννέα μόνας εἶναι τὰς Μούσας. Μετὰ δὲ τὰς τούτων μυθικὰς ἱστορίας, ἰσχνῶς καὶ σαφεστάτως καὶ λεπτοτάτως ἀλληγορήσωμεν, τίς τε ὁ Ζεὺς, καὶ Μοῦσαι, καὶ Πιερία, καὶ Ἑλικών· καὶ ἐπιλυσόμεθα ἔπειτα, τίνος ἕνεκα ἐν τῇ Θεογονίᾳ ἐξ Ἑλικῶνος τὰς Μούσας καλεῖ, ἀπὸ δὲ τῆς Πιερίας ἐνταῦθα. Ἐννέα εἰσὶν αἱ Μοῦσαι, ὅτι τετράγωνος καὶ στερεὸς ὁ ἐννέα ἐστὶν ἀριθμός. Τοιαῦται δὲ καὶ αἱ γνώσεις, διότι ὁ ἐννέα, πολλάκις πολλά ἐστιν· ὁ τρεῖς γὰρ ἀριθμὸς ἀρχὴ πλήθους, ὁ δὲ ἐννέα, τρὶς τρεῖς, ἤγουν πολλάκις πολλὰ, καὶ γνώσεις δὲ μυρίαι εἰσί. Ἄλλως τε οὐδὲ ἐννέα μόνον εἰσὶν αἱ μυθικαὶ λεγόμεναι Μοῦσαι, καθὼς σύ τε καὶ ἕτεροι τοῦτο δοξάζετε. ἀλλʼ Εὔμηλος μὲν ὁ Κορίνθιος τρεῖς φησὶν εἶναι Μούσας, θυγατέρας Ἀπόλλωνος, Κηφισοῦν, Ἀπολλωνίδα, Βαρυσθενίδα. Ἄρατος δὲ ἐν τῇ πέμπτῃ τῶν Ἀστρικῶν, τέσσαρας λέγει, Διὸς τοῦ αἰθέρος, καὶ Πλουσίας νύμφης, Ἀρχὴν, Μελέτην, Θελξινόην, καὶ Ἀοιδήν. Τινὲς δὲ πέντε αὐτὰς εἶναί φασι, καὶ ὀνόματα ἔχειν τῶν πέντε αἰσθήσεων. Ἐπίχαρμος δὲ ἐν τῷ τῆς Ἥβης Γάμῳ ἑπτὰ λέγει, θυγατέρας Πιέρου καὶ Πιμπληΐδος νύμφης· Νειλοῦν, Τριτώνην Ἀσωποῦν, Ἑπταπόλην, Ἀχελωΐδα, Τιπόπλουν, καὶ Ῥοδίαν. Παρὰ δὲ Ἡσιόδῳ ἐν Θεογονίᾳ ἐννέα λέγονται εἶναι· Κλειὼ, Θάλεια, Εὐτέρπη, Τερψιχόρη, Ἐρατὼ, Πολύμνια, Μελπομένη, Οὐρανία, καὶ Καλλιόπη, Καὶ αἱ μὲν τρεῖς εὗρον τοὺς μουσικοὺς τρεῖς τόνους, τὸν ἁδρὸν, μέσον, καὶ ἰσχνόν· τὰς τρεῖς προσῳδίας, ὀξεῖαν, βαρεῖαν, καὶ περισπωμένην· τοὺς τρεῖς χρόνους, ἐνεστῶτα, παρεληλυθότα, καὶ μέλλοντα· καὶ τὰ τρία πρόσωπα, πρῶτον, δεύτερον, τρίτον· καὶ τοὺς τρεῖς ἀριθμοὺς, καὶ τὸ τρίγωνον τῶν ἀστέρων, καὶ πολλὰ τοιαῦτα, ὅσα ὑπὸ τὰ τρία ἀνάγονται. Αἱ δὲ τέσσαρες τὰς τέσσαρας διαλέκτους· Ἰάδα, Ἀτθίδα, Δωρίδα, Αἰολίδα, καὶ πολλὰ τῶν ὑπὸ τὰ τέσσαρα. Αἱ πέντε δὲ εὗρον τὰς πέντε αἰσθήσεις, καὶ τὰ ὅμοια. Αἱ δέ γε ἑπτὰ τὴν ἑπτάχορδον λύραν καὶ τὰς ἑπτὰ ζώνας, καὶ τοὺς ἑπτὰ ἀστέρας, καὶ τὰ ἑπτὰ πρὸς τούτοις φωνήεντα, καὶ ἕτερα τοιαῦτά τινα. Αἱ δʼ ἐννέα εὗρον, Κλειὼ ἱστορίαν, Θάλεια φυτουργίαν, Εὐτέρπη αὐλοὺς, Μελπομένη ᾠδὴν, Τερψιχόρη χορείαν, Ἐρατὼ γαμικὰ καὶ ὄρχησιν, Πολύμνια γεωργίαν, Οὐρανία ἀστρολογίαν, Καλλιόπη ποίησιν. Ὅθεν καὶ διὰ τὰς τοιαύτας εὑρέσεις θεὰς αὐτὰς ἐμυθεύσαντο, καὶ Μούσας ἀπὸ τῆς γνώσεως μούσης ἐκάλεσαν. Καὶ νῦν δὲ πᾶς ἀνὴρ καὶ πᾶσα γυνὴ ζητητικοὶ τινῶν καὶ ἐφευρετικοὶ, μουσικοὶ καὶ μοῦσαι λεχθήσονται· ὥσπερ καὶ πᾶς τέχνης μουσικῆς ἐπιμελούμενος. Καὶ γὰρ τῷ φιλογεώργῳ ἐκείνῳ Διονύσῳ Ὀσίριδι συνείποντο τὴν γεωργίαν διδάσκοντι αὐλητρίδες ἐννέα μουσικὸν ᾄδουσαι, ἅσπερ Μούσας ἐκάλουν. Τινὲς δὲ ἕτεροι ταύτας τὰς ἐννέα φασὶ πρώτας Μούσας γεγονέναι· Καλλιχόρην, Ἑλίκην, Εὐνίκην, Θελξινόην, Τερψιχόρην, Εὐτέρπην, Εὐκελάδην, Δῖαν, Ἐνόπην· ἀγνοοῦντες, ὡς ἔοικεν, ὅπερ νῦν μοι ἐῤῥέθη· ὅτι πᾶς ἀνὴρ ἐφευρετικὸς τέχνης τινὸς, ὁμοίως δὲ καὶ πᾶσα γυνὴ, μουσικοὶ καὶ μοῦσαι καλοῦνται. Ὅθεν οὐ μόναι, ἃς οὗτοι φασὶν, ἀλλὰ καὶ μυρίαι ἕτεραι εὑρεθήσονται. Καί τινες μὲν πάσας ἃς ἔφασαν Μούσας, παρθένους εἶναί φασι· τινὲς δὲ τὰς λοιπὰς μόνας, χωρὶς τῶν παρʼ Ἡσιόδῳ ἐννέα. Τούτων γὰρ Κλειοῦς μὲν καὶ Μάγνητος, Ἰάλεμος καὶ Ὑμέναιος· Εὐτέρπης δὲ καὶ Στρυμόνος Ῥῆσος, ἢ κατά τινας Τερψιχόρης· Ἀπόλλωνος δὲ τοῦ Κάρβαντος καὶ Θαλείας Παλαίφατος· Οὐρανίας καὶ Ἀπόλλωνος, ἢ Πιέρου γηγενοῦς, Λῖνος· Μελπομένης δὲ, ἢ κατά τινας Τερψιχόρης καὶ Ἀχελώου, Σειρῆνες· Τερψιχόρης δὲ, ἢ Μελπομένης καὶ Λίνου τοῦ Ἀπόλλωνος, ἢ κατά τινας Λάρου, Μέλπος· Ἐρατοῦς δὲ καὶ Ἀεθλίου τοῦ Ἐνδυμίωνος, ἢ Φιλάμωνος, Θάμυρις· Πολυμνίας δὲ καὶ Κελεοῦ, εἴτε Χειμάῤῥου τοῦ Ἄρεος, Τριπτόλεμος· Καλλιόπης δὲ καὶ Οἰάγρου Ὀρφεύς. Ἀλλὰ τί μακρηγορεῖν ἀκαίρως ἡμᾶς ἀναγκάζεις; καὶ τὰς ἀκοὰς τῶν νέων θολοῦν, ἀπεραντολογίαν εἰκαίαν, καὶ Μουσῶν κατάλογον γράφοντας, καθάπερ εἰ μὴ Τζέτζης ἐτύγχανον, οἰκονομίαν εἰδὼς, καὶ σαφήνειαν ἀσπαζόμενος, καὶ χρήζων πλεῖστα γράφειν καὶ καίρια, βραχέσι συγγράμμασιν, ἀλλʼ οὐ βραχέα καὶ φαῦλα περινενοημένοις ἐκφέρειν καὶ μακροτάτοις ῥήμασι. καθάπερ τινὲς οἰηματίαι, καὶ κραύγασοι. Ἀλλʼ ἰδού σοι πειθόμενος ἐξημάρτηκα, καὶ τὸν λόγον τοῖς λήροις Μουσῶν καταλόγοις ἐκτέτευχα. Νῦν δὲ ὥσπερ ἔμελλον βραχυλογήματι Τζετζικῷ, τὰ περὶ τῶν ψευδωνύμων τούτων Μουσῶν, καὶ ἕτερα πλείονα συμπεριλαβὼν, κεφαλαιωδέστερον ἐρῶ· περὶ δὲ τῶν ἀληθῶς καὶ ὄντως οὐσῶν γράφων Μουσῶν, τότε δικαίως τὸν λόγον παρεκτείναιμι. Τὸ δὲ νῦν ἀκαίριον πολυλόγημα, σὸν λογιζέσθω ἁμάρτημα. Καὶ δὴ κατʼ ἀνάληψιν, περὶ τῶν φαύλων τούτων Μουσῶν κεφαλαιωδέστερον καὶ κυριώτερον ἄκουε. Πολλὰς μὲν οὖν, ὡς εἴρηται, πολλοὶ καὶ διαφόρους ἔφασαν εἶναι τὰς Μούσας τοῖς ἔργοις, καὶ τοῖς ὀνόμασι. Καὶ τὰς μὲν εἶναι παρθένους φασί· τὰς δὲ παρʼ Ἡσιόδῳ ἐννέα, καὶ παῖδας τεκεῖν, ἃς καὶ Διὸς λέγουσι θυγατέρας, ἐκ Μνημοσύνης αὐτῷ γεννηθείσας ἐν Πιερίᾳ, ἐννέα ἡμέρας συγκαθευδήσαντος αὐτῇ. Αἳ γεννηθεῖσαι μὲν ἐν Πιερίᾳ, περὶ τὸν Ἑλικῶνα χορεύουσι, καὶ τὸν αὐτῶν πατέρα γεραίρουσι. καὶ περὶ μὲν τῶν λοιπῶν Μουσῶν ὧνπερ φασὶν, ἴσθι γυναῖκας ταύτας εὑρετικὰς γενέσθαι τεχνῶν, καὶ βιωφελεστάτων τινῶν· καὶ διὰ τοῦτο Μούσας κληθῆναι, ἀπὸ τῆς ὡς ἀληθῶς Μούσης, τῆς γνώσεως. Ὅθεν καὶ μυρίας Μούσας ἄν τις καλέσειε, καὶ οὐ μόνας ὅσας ἐκεῖνοι, εἴπερ εὑρίσκοι τινὰς εὑρέτιδας βιωφελῶν τινῶν καὶ τεχνῶν. Αἱ δὲ παρʼ Ἡσιόδῳ ἐννέα λεγόμεναι οὔτε ἐννέα, οὔτε γυναῖκες φθαρταὶ, ἢ θεαί· ἀλλʼ οὐδὲ παῖδας τίκτειν ἠπίσταντο. Ἀλλὰ Μοῦσα μέν ἐστιν ἡ διὰ παιδεύσεως γνῶσις, οὐχ ἡ αὐτοφυὴς καὶ ἀδίδακτος φρόνησις. Μοῦσα δὲ λέγεται, παρὰ τὸ ὑπὸ πάντων ἢ τῶν πλειόνων ζητεῖσθαι, ἢ παρὰ τὸ περὶ πολλῶν ζητεῖν, καὶ πολυπραγμονεῖν. Συλληπτικῶς δὲ καὶ πληθυντικῶς ἡ Μοῦσα, Μοῦσαι ἐκλήθησαν· καὶ ἐννέα μὲν εἶναι μυθεύονται, ὡς τρὶς τρεῖς, ἤγουν πολλάκις πολλαὶ, ὡς εἴρηται· ὁ γὰρ τρεῖς ἀριθμὸς, πλήθους ἀρχή. Καὶ γὰρ ἡ καθόλου γνῶσις μονοειδής ἐστι, καὶ ἁπλῆ· ἀλλʼ οὖν ταῖς κατὰ μέρος ἐπιγνώσεσί τε καὶ ἐφευρέσεσιν εἰς ἄπειρον παρεκτείνεται. Αἱ γὰρ ἐν ἀνθρώποις γνώσεις, ἀμυδραί τε καὶ μερικώταται, καὶ οὐχ οἵα ἡ παρὰ τῷ θεῷ ἑνιαία τε καὶ ὁλόκληρος. Γεννῶνται δὲ αἱ παρʼ ἡμῖν αὗται γνώσεις αἱ Μοῦσαι ἐν τῇ Πιερίᾳ, τῷ τοῦ Διὸς, ἤγουν τοῦ νοὸς οἰκητηρίῳ, τῷ περὶ τὴν κεφαλὴν ἡμῶν τόπῳ· ἔνθα τὰ πίονα καὶ πιμελῆ, καὶ ἀγχινούστατα ῥέουσι, τοῦ Διὸς ἐννέα ἡμέρας μιγέντος τῇ Μνημοσύνῃ· τουτέστι τοῦ νοὸς πολλάκις ἀναπολήσαντος, καὶ μνημονεύσαντος, ἃ ἀνέγνω. Γεννηθεῖσαι δʼ αἱ γνώσεις αὗται ἐν τῇ τοιαύτῃ Πιερίᾳ, οὐκ ἐν τῷ ὄρει, χορεύουσιν ἐν τῷ Ἑλικῶνι τὸν αὐτῶν πατέρα Δία ὑμνοῦσαι. Τουτέστιν, ἐγγραφεῖσαι ταῖς βίβλοις ἑλίσσονται, καὶ περιφέρονται πανταχοῦ, δίκην χορείας κηρύττουσαι τὸν αὐτὰς γεννησάμενον. νοῦν. Οὕτω τὸ τοῦ νοὸς οἰκητήριον ἐγὼ Πιερίαν καλῶ, τὰς βίβλους δὲ Ἑλικῶνα, ἐν αἷς περιχορεύουσιν αἱ Μοῦσαι γνώσεις καὶ τὰ συγγράμματα. Οὐ γὰρ Ἑλικῶνα ὄρη καλεῖν ἐνθάδε γινώσκω. Καὶ σφαίρας ἐννέα, ἐν αἷς αἱ Μοῦσαι κατὰ τὸν Πρόκλον βαδίζουσιν, οὐ δεδοικυῖαι τὸν ὄλισθον. Ἀλλʼ ἐπεὶ διεξήλθομεν περὶ Διὸς καὶ Μουσῶν καὶ Πιερίας καὶ Ἑλικῶνος, εἴπωμεν καὶ πῶς Μουσῶν ἔφασαν παῖδας τοὺς, οὕσπερ εἰρήκαμεν. Ἰάλεμον μὲν, καὶ Ὑμέναιον, Κλειοῦς Μούσης παῖδας φασὶν, ἤγουν ἱστορικῆς γνώσεως, παρὰ τὸ κλείω, τὸ δοξάζω, λεγομένης· ὅτι ὁ μὲν τὰς θρηνώδεις, ὁ δὲ τὰς ἐπιθαλαμίους καὶ γαμικὰς ἐφεῦρεν ᾠδάς. Ῥῆσον δὲ τῆς Εὐτέρπης, ὅτι τῶν πρὸς κόσμον καὶ ὡραιότητα σώματος καὶ στολισμῶν εὐπαρύφων εὑρετὴς ἐγεγόνει· ὡς τὸ κόσμιον τούτου ἐν τοῖς πολέμοις παρίστησιν Ὅμηρος, λέγων, Ἅρμα δέ οἱ χρυσῷ τε καὶ ἀργύρῳ εὖ ἤσκηται. καὶ τὰ λοιπὰ, ἵνα μὴ μακρολογῶ. Θαλείας δὲ παῖς ὁ Παλαίφατος λέγεται, ὡς τὰ περὶ φυτουργίας συγγεγραφώς. Λῖνος δὲ Οὐρανίας, ὡς τὰ περὶ οὐρανοῦ καὶ κόσμου παντὸς συνταξάμενος. Σειρῆνες δὲ καὶ Μέλπος τῆς Τερψιχόρης καὶ Μελπομένης, ὡς χορείας καὶ μολπῶν εὑρεταί. Ἐρατοῦς δὲ Θάμυρις, ὡς πρῶτος ἐρωτικὰ συνταξάμενος. Πολυμνίας δὲ ὁ Τριπτόλεμος, ὡς γεωργίαν εὑρὼν τὴν πολλοῖς ὑμνουμένην, ἤτοι τὴν ποθητέαν καὶ πολυμνήμονα. Καλλιόπης δὲ Ὀρφεὺς, ὡς καλλιεπείας ποιητικῆς εὑρετὴς, καὶ ὕμνων τῶν εἰς τοὺς θεούς. Ἀλλὰ καὶ τοῦτο πάλιν τὸ μακρολόγημα σόν ἐστιν· ἄνωθι γὰρ παρὰ σοῦ προτραπεὶς ἁπάσας τὰς μούσας εἰπεῖν, ἐπεὶ καὶ τούτων παῖδας κατέλεξα, πρέπον ἐδόκει μοι, καὶ περὶ τούτων ἀλληγορεῖν. Ἐπεὶ δὲ καὶ περὶ τούτων ἠλληγορήσαμεν, φέρε καὶ τοῦτο ζητήσωμεν, διὰ τί ἀπὸ τῆς Πιερίας ἐνταῦθα τὰς Μούσας καλεῖ· οὐ μέν τοι γε ἀπὸ τοῦ Ἑλικῶνος, ὡς ἐν τῇ Θεογονίᾳ ποιεῖ, καί τοι γε ὁ ποιητὴς ὢν Ἑλικώνιος, ὡς παρὰ τὴν Ἄσκρην οἰκῶν. Καὶ ὁ μὲν φιλοσοφώτατος Πρόκλος παιδευτικῷ τρόπῳ τοῦτό φησι ποιῆσαι τὸν ποιητὴν, ὑπογραμμὴν τοῖς παιδευομένοις τιθέντα, τοῦ μὴ τὰ οἰκεῖα ἐξαίρειν, ἀλλὰ καὶ τὰ παρʼ ἑτέροις χρηστὰ προτιμότερα δοκεῖν τῶν οἰκείων· καὶ Πιερίαν ἐπάγει. καὶ Ἑλικῶνα, καὶ σφαίρας, ἐν αἷς χορεύειν λέγει τὰς Μούσας. Ἔτι δὲ καὶ τοῦτό φησιν ὁ Πρόκλος, δηλῶν ὅτι ὀθνεῖον, καὶ οὐχ Ἡσιόδου ἐστὶ τὸ προοίμιον, ἔκ τε τοῦ πολλοὺς ἐντυχεῖν τούτῳ τῷ βιβλίῳ ἀπροοιμιάστῳ, καὶ ἐκ τοῦ ἐνταῦθα μὲν τὸν ποιητὴν ἐκ Πιερίας τὰς Μούσας καλεῖν, ἐν δὲ τῇ Θεογονίᾳ ἐξ Ἑλικῶνος. Ταῦτα μὲν ὁ Πρόκλος. Ἡμεῖς δὲ μικρόν τι μακρολογήσαντες διαλευκάνωμεν τὴν ἀλήθειαν, τίνος ἕνεκα ἐν τῷ παρόντι συγγράμματι τὰς Μούσας ἐκ Πιερίας καλεῖ, ἐν δὲ τῇ Θεογονίᾳ ἐξ Ἑλικῶνος. Διπλᾶς ἐγὼ τὰς Πιερίας καὶ τοὺς Ἑλικῶνας γινώσκω, πραγματικῶς τε λεγομένας, καὶ κατὰ τὰς ψυχικὰς ἐνεργείας. Καὶ τὸ Μούσης δὲ ὄνομα, τριχῶς οἶδα νοούμενον· πραγματικῶς, ψυχικῶς, καὶ στοιχειακῶς. Καὶ πραγματικῶς μὲν Πιερία καὶ Ἑλικὼν, ὄρη καὶ πόλεις Βοιωτίας. Καὶ ἡ μὲν Πιερία πρότερον ὑπὸ Πιέρου κτισθεῖσα τοῦ Μεθώνης ἀδελφοῦ, πατρὸς δὲ Λίνου, Πιερία ἐκέκλητο· ὕστερον δὲ Λύγκος ἐκλήθη, ἧς καὶ τὴν ἀρχὴν ἔσχεν Ἀέροπος, ὁ πρεσβύτατος τῶν Ἠμαθίωνος παίδων, καθὰ Μελισσεύς φησιν ὁ τὰ Δελφικὰ συνταξάμενος. Ἑλικὼν δὲ καὶ Κιθαιρὼν ἀπὸ Ἑλικῶνος καὶ Κιθαιρῶνος τῶν ἀδελφῶν ἐκλήθησαν, οἵ τινες πρὸς ἀλλήλους ἐπολέμησαν καθὼς ὁ Κυρηναῖος Λυσίμαχος ἐν τῷ πρώτῳ περὶ ποιητῶν ἱστορεῖ. Οὕτω πραγματικῶς ὄρη γινώσκω τὸν Ἑλικῶνα καὶ Πιερίαν. Κατὰ τὰς ψυχικὰς δὲ δυνάμεις Πιερία ἐστὶ τὸ τοῦ νοὸς οἰκητήριον, ἤγουν τὸ λογιστικὸν, ἐξ οὗ, ὡς καὶ πρὶν ἔφην, τὰ πίονα καὶ ἀγχινούστατα ῥέουσι. Ἑλικὼν δὲ, τὸ τὰ νοηθέντα καὶ γνωσθέντα καὶ λογισθέντα γραφῆναι βιβλίοις, καὶ περιελίσσεσθαι πανταχοῦ. Καὶ τὸ τῆς Μούσης δὲ ὄνομα, ὥσπερ ἔφην, τριχῶς οἶδα νοούμενον· ψυχικῶς μὲν γὰρ ἡ καθόλου γνῶσις νοεῖται· στοιχειακῶς δὲ ἡ τῶν ἀστέρων, καὶ παντὸς τοῦ κόσμου μουσικωτάτη καὶ ἐναρμόνιος κίνησις· πραγματικῶς δὲ οἱ εὑρεταὶ τινῶν καὶ εὑρετίδες, Μοῦσαι κατὰ μέθεξιν τούτων καλοῦνται. Νῦν δὲ οὔτε περὶ τῶν μερικῶν Μουσῶν διαλέγεται, οὔτε περὶ τῆς μουσικῆς τοῦ παντὸς καὶ τῶν ἀστέρων κινήσεως, ἀλλὰ περὶ τῆς ψυχικῆς Μούσης, ἤγουν τῆς γνώσεως, ἣν ἀρχαιοτρόπως συλληπτικῶς Ἀττικώτερον Μούσας καλεῖ. Καὶ εἰκότως νῦν μὲν αὐτὰς ἐκ Πιερίας, ἐν δὲ τῇ Θεογονίᾳ ἐξ Ἑλικῶνος. Ἄκουε τοιγὰρ οὐρανοδρόμε Πρόκλε, Ὁ πολλὰ βροντῶν, καὶ μετάρσια τρέχων, Ἐκ τῶν ὑψηλῶν καὶ μεταρσίων δρόμων. Νῦν μὲν περὶ φυτουργίας καὶ γεωργίας Ἡσίοδος πρὸς τὸν ἀδελφὸν τὴν διδασκαλίαν ποιούμενος, ἐπεὶ τὸ σύγγραμμα ταπεινὸν τυγχάνει καὶ εὐτελὲς, εἰκότως ἐκ τῆς Πιερίας καὶ τοῦ οἰκείου νοὸς τὰς Μούσας, ἤγουν τὴν γνῶσιν καλεῖ, καὶ οἱονεὶ ἀφʼ ἑαυτοῦ λέγει τὸ σύγγραμμα τοῦτο ἐκτίθεσθαι. Ἐν δὲ τῇ Θεογονίᾳ περὶ τῆς τοῦ παντὸς κοσμογενείας διδάσκων, ἐπεὶ μέγα τὸ σύνταγμα τοῦτο καὶ φυσικώτερον, ἁρμοδίως ἐξ Ἑλικῶνος ἐπικαλεῖται τὰς Μούσας· τουτέστι, προκατασκευάζει, καὶ λέγει, ὅτι περὶ ὧν ἐν τῇ Θεογονίᾳ ταύτῃ μέλλω ἐρεῖν, οὐδὲν ἀπʼ ἐμαυτοῦ ἐρῶ, ἀλλʼ ἀπὸ τῆς Μούσης καὶ γνώσεως, ἣν ἐξ Ἑλικῶνος καὶ βίβλων ἐτρύγησα. Οὕτω τὰς Πιερίας, οὕτω τοὺς Ἑλικῶνας, οὕτω τὰς Μούσας νοῶ, οὕτω καὶ τὸν Ἡσίοδον νῦν μὲν ἐκ Πιερίας ταύτας καλεῖν λέγω, ἐξ Ἑλικῶνος δὲ ἐκεῖ. Τὸ δὲ Μούσας ἢ θεάς τινας καλεῖν πρὸς τὸ λέγειν ἅ τις ἐθέλει, μῦθος ἀλληγορικός ἐστιν· ὃ πρῶτον τυγχάνει ποιητικὸν χαρακτήρισμα· τὴν γὰρ ἰδίαν γνῶσιν, καὶ οὐχ ἑτέραν τινὰ, οὐ θεὰν, οὐ γυναῖκα παρακελεύεται λέγειν. Ὁ νοὺς τοῦ προοιμίου τοιοῦτος· ὦ Μοῦσαι καὶ γνώσεις, αἱ κλείουσαι καὶ δοξάζουσαι τὸν σφέτερον καὶ ὑμέτερον πατέρα — ἐλλειπτικῶς δὲ καὶ συντόμως λέγει τὸν Δία, ἤγουν τὸν νοῦν — δεῦτε δὴ Πιερίηθεν, ἤγουν ἐκ τῆς Πιερίας, ἤγουν τοῦ ἐμοῦ λογιστικοῦ αἰσθητηρίου. Ἐννέπετε καὶ εἴπατε ὑμνοῦσαι, ἐν ἀοιδῇσι καὶ ἔπεσι καὶ ποιήμασι, διὰ ὅντινα, λείπει τὸ τρόπον, οἱ ὁμῶς καὶ ὁμοίως ὑπάρχοντες βροτοὶ καὶ φθαρτοὶ ἄνδρες, εἰσὶν ἄφατοι, καὶ ἄδοξοι, καὶ ἀνονομαστοὶ, φατοί τε καὶ ὀνομαστοὶ καὶ ἐπίδοξοι. Τὸ βάρβαροι δὲ καὶ Ἕλληνες, περισσὸν καὶ Πρόκλειόν ἐστι. Τοιαῦτα ὁ ποιητὴς ἐρωτᾷ, πῶς οἱ ὁμοίως φθαρτοὶ ἄνθρωποι, οἱ μέν εἰσιν ὀνομαστοί τε καὶ πλούσιοι, οἱ δὲ ἄδοξοι. Εἶτα προσωποποιεῖ τὴν Μοῦσαν, ἤγουν τὴν γνῶσιν αὐτοῦ, λέγουσαν ταῦτα οὕτω γίνεσθαι ἕκητι, καὶ βουλῇ τοῦ Διὸς, ἤγουν τῆς εἱμαρμένης. Ἀλλὰ πρότερον διασαφήσαντες τὸ Ζεὺς ὄνομα ποσαχῶς λέγεται, εἶτα καὶ τὰ λοιπὰ διεξέλθωμεν. Τὸ θεὸς ὄνομα καθολικῶς καὶ ἀορίστως λεγόμενον πέντε σημαίνει· σοφοὺς, βασιλεῖς, τὰ στοιχεῖα, τὰς ψυχικὰς δυνάμεις, καὶ τὰ πάθη, καὶ τὴν εἱμαρμένην, ἣν ἕτεροι πρόνοιαν ἐκάλουν· οὕτω μὲν οὖν τὸ θεὸς ἀνωνύμως πενταχῶς λέγεται. Ἕκαστον δὲ τῶν θεῶν ὄνομα τριχῶς· ψυχικῶς, στοιχειακῶς, καὶ πραγματικῶς· οἷον, τὸ Ἥρα σημαίνει γυναῖκα βασιλίδα, αἰθέρα, καὶ ἀνδρείαν· τὸ Ἀθηνᾶ, γυναῖκα βασιλίδα, τὸν παχυμερῆ ἀέρα, καὶ τὴν φρόνησιν, καὶ τὰ λοιπὰ ὁμοίως. Τινὰ δὲ τῶν θεϊκῶν ὀνομάτων καὶ πλεοναχῶς λαμβάνονται, ὥσπερ τὸ Ζεύς. Σημαίνει γάρ τινα βασιλέα, πραγματικῶς· ψυχικῶς δὲ τὸν νοῦν· ὃς καὶ τὰς γνώσεις Μούσας γεννᾷ· στοιχειακῶς δὲ πᾶν τὸ οὐράνιον σῶμα, καὶ τὰ μέρη αὐτοῦ· τὸν ἀέρα, καὶ τὸ νεφελῶδες κατάστημα, καὶ ὄμβριον, τὸν ἥλιον, τὸν ἀστέρα τὸν πλανήτην, καὶ τὴν εἱμαρμένην κατὰ τοὺς Στωϊκούς· ὃ καὶ ἐνταῦθα ἐν ὅλῳ τῷ ποιήματι δηλοῖ, πλὴν μόνης τῆς ἀρχῆς. Ἐν ταύτῃ γὰρ τὸν νοῦν Μουσῶν, ἤγουν γνώσεως πατέρα καλεῖ· ἐν δὲ τῷ ὅλῳ σχεδὸν ποιήματι, τὴν εἱμαρμένην λέγει. Πλὴν ἐνταῦθα τυχὸν περὶ τῶν στοιχείων, ἢ ἑτέρων τινῶν διαλαμβάνει. Καὶ σὺ δὲ τὰς σημασίας τούτων γινώσκων, συμφερόντως καὶ ἁρμοδίως καὶ καταλλήλως τοῖς τόποις τοῦτον ὀνόμαζε, ἐν τοῖς στοιχειακοῖς οὐρανὸν ἢ ἀέρα, ἐν τοῖς ψυχικοῖς νοῦν, καὶ ἐν ἑτέροις πάλιν ἁρμοδίως καὶ καταλλήλως· νῦν δὲ, ὡς ἔφην, τὴν εἱμαρμένην δηλοῖ. Ἀλλʼ ἐπειδὴ περὶ Διὸς ἀρκούντως ἐῤῥέθη, καὶ περὶ τῶν λοιπῶν μοι λεκτέον. Ἰστέον, ὅτι πάντα οἱ Ἕλληνες, ἃ δύναμιν ἔχοντα ἑώρων, οὐκ ἄνευ ἐπιστασίας θεῶν τὴν δύναμιν αὐτῶν ἐνεργεῖν ἐνόμιζον. ἑνὶ δὲ ὀνόματι τό τε τὴν δύναμιν ἔχον καὶ τὸν ἐπιστατοῦντα τούτῳ θεὸν ὠνόμαζον· ὅθεν Ἥφαιστον ἐκάλουν τό τε διακονικὸν τοῦτο πῦρ, καὶ τὸν ἐπιστατοῦντα ταῖς διὰ τούτου ἐνεργουμέναις τέχναις, καὶ Δήμητραν τὸν σῖτον καὶ τοὺς καρποὺς, καὶ τὴν δωρουμένην τούτους θεὸν καὶ ἐπιστατοῦσαν αὐτοῖς, καὶ Ἀθηνᾶν τὴν φρόνησιν, καὶ τὴν ἔφορον τῆς φρονήσεως θεὸν, καὶ Διόνυσον τὸν οἶνον, καὶ τὸν διδόντα τοῦτον θεόν· — ὃν καὶ ἀπὸ τοῦ διδόναι τὸν οἶνον ὁ Πλάτων παράγει, καὶ Διδοίνησον τοῦτον ποιεῖ, εἶτα καὶ Διόνυσον· — καὶ Εἰλειθυίας τοὺς τόκους, καὶ τὰς ἐφορώσας τοὺς τόκους θεὰς, καὶ Ἀφροδίτην τὴν συνουσίαν, καὶ τὴν ἐπιστατοῦσαν ταύτῃ θεόν. Κατὰ τοῦτο καὶ Μούσας ἔλεγον τάς τε λογικὰς τέχνας, οἷον ῥητορικὴν, ἀστρονομίαν, κωμῳδίαν, τραγῳδίαν, καὶ τὰς ἐφόρους καὶ παρόχους τούτων θεάς· ἃς ἐνταῦθα καλεῖ ἀπὸ τῆς Πιερίας τοῦ ὄρους, ἔνθα ἐτιμῶντο, Αὐτόθι δὲ καὶ γεγενῆσθαι αὐτὰς ἔλεγον· καὶ φησίν· Ὠ ΜΟΥΣΑΙ, αἱ δοξάζουσαι τῇ δωρεᾷ τῶν ὑμετέρων ᾠδῶν οὓς ἂν ἐθέλητε δηλονότι, αἱ ἔργον ἔχουσαι ὑμνεῖν τὸν ὑμέτερον πατέρα, ἤγουν τὸν Δία, ἄγετε, εἴπατέ μοι ἀπὸ τῆς Πιερίας ἐκεῖνον, διʼ ὃν οἱ ἄνδρες οἱ ὁμοίως βροτοὶ, ἤγουν φθαρτοὶ, ἀνώνυμοί τε εἰσὶ, καὶ ὀνομαστοὶ, καὶ ῥητοὶ καὶ ἄῤῥητοι ἐκ παραλλήλου. Τὰ αὐτὰ γὰρ καὶ ταῦτα δύναται, ἃ τὸ ΑΦΑΤΟΙ καὶ ΦΑΤΟΙ. Εἶτα παράγει τὰς Μούσας ὥςπερ ἀποκρινομένας αὐτῷ, καὶ τὸν Δία λεγούσας εἶναι τούτων αἴτιον, πρὸς ὃν ἀποβλέψας αὐτὸς, αἰτεῖται ἀκούειν αὐτοῦ, εἶτα ἄρχεται τῆς πρὸς τὸν ἀδελφὸν παραινέσεως. Καὶ ταῦτα δὲ οὐ μικρὰν ἔχει πρὸς αὐτὸν τὴν παραίνεσιν, ἐν οἷς οὐκ αὐτομάτως δείκνυται τὰ πράγματα γίνεσθαι, ἀλλʼ εἶναι τὸν Δία τούτων ἔφορον καὶ προστάτην, καὶ τοὺς μὲν δικαίους ἀγαθοποιοῦντα, τοὺς ἀδίκους δὲ τιμωρούμενον, Ἄδικος γὰρ ὢν ὁ Πέρσης καὶ πλεονέκτης, διὰ τούτων ὥσπερ ἀναστέλλεται καὶ παιδαγωγεῖται δικαιοσύνῃ προσέχειν τὸν νοῦν, ἵνα μὴ τῆς τοῦ Διὸς ὀργῆς πειραθῇ, τὴν πλεονεξίαν ὁρῶντος αὐτοῦ. ΑΕΙΔΩ ποιητικόν· ΑιΔΩ κοινόν· ἀφʼ ὧν ὀνόματα ΑΟΙΔΗ παρὰ ποιηταῖς, καὶ ΩΔΗ τὸ αὐτὸ παρὰ τοῖς κοινοῖς, Λέγεται δὲ ταῦτα κυρίως μὲν ἐπὶ μέλους, ἀπὸ τούτου δὲ καὶ ἐπὶ ποιήσεως καὶ ἐμμέτρων λόγων, ὡς ἐνταῦθα. ΚΛΕΙΩ τὸ δοξάζω παρὰ ποιηταῖς, ἀπὸ τοῦ κλέος, κλείω καὶ τὸ ἀσφαλίζω παρὰ τοῖς κοινοῖς. ΔΕΥΤΕ, ἐπίῤῥημα παρακελευσματικὸν ἀντὶ τοῦ ἄγετε. ΕΝΝΕΠΕΤΕ, ἀντὶ τοῦ εἴπατε· ἐνεστὼς ἀντὶ ἀορίστον. Σύνηθες δὲ τοῖς ποιηταῖς, τοῖς ἐνεστῶσιν ἀντὶ τῶν ἀορίστων χρῆσθαι, καὶ ἡ λέξις δὲ ἄλλως ποιητική. Τὸ δὲ ἕτερον νʹ προστίθεται ἐνταῦθα διὰ τὸ μέτρον· ἓν γὰρ ἔχειν ὀφείλει, ἀπὸ τῆς ἐν προθέσεως συντιθεμένη καὶ τοῦ ἔπω· ὡς συλλαβὴ δὲ κεῖται ἐν αὐτῇ ἡ πρόθεσις, οὐδὲν πλέον δηλοῦσα· ὅθεν καὶ κατὰ ταύτην ἡ αὔξησις ἐπὶ τοῦ παρατατικοῦ γίνεται, ἐνέπω γὰρ ἤνεπον. ΣΦΕΤΕΡΟΝ, ἀντὶ τοῦ ὑμέτερον, κτητικὴ ἀντωνυμία τρίτου προσώπου, ἀντὶ κτητικῆς δευτέρου. ὙΜΝΕΙΟΥΣΑΙ, ἀπὸ τοῦ ὑμνέουσαι κατὰ πλεονασμὸν τοῦ ιʹ, ὑμνείουσαι. ὉΝΤΕ ΔΙΑ. Παρὰ μὲν τοῖς κοινοῖς καὶ τοῖς τραγικοῖς ποιηταῖς καὶ τοῖς κωμικοῖς οὔποτʼ ἂν ὁ τε σύνδεσμος περιττὸς τεθείη, παρὰ δὲ τούτοις τοῖς τῷ ἡρωϊκῷ μέτρῳ χρωμένοις πολλάκις. Ὡς ἐν τούτῳ καὶ ἐν ἄλλοις, οὗτος· νυκτὸς δʼ αὖτʼ αἰθήρ τε καὶ ἡμέρη ἐξεγένοντο. ἥ τε καὶ ἀπάλαμνόν περ. καὶ ἐν ἄλλοις μυρίοις. ΒΡΟΤΟΙ ΑΝΔΡΕΣ. Οἱ φθαρτοί. ἀπὸ τοῦ βρότος, ὃ σημαίνει τὸ μετὰ κόνεως αἷμα. Τὸ ἀνὴρ σημαίνει πέντε· τὸν ἀνδρεῖον, τὸν γήμαντα, τὸν φύσει, τὸν ἀνδρὸς ἡλικίαν λαβόντα, καὶ τὸν ἄνθρωπον.
ὉΝ ΤΕ ΔΙΑ. Διʼ ὃν πάντα καὶ οὐκ αὐτομάτως. Πάντα τῷ Διῒ προσαναπλάττει, παραινῶν αὐτὸν μὴ νομίζειν διὰ βίας αὔξειν τὸν πλοῦτον. ῬΗΤΟΙ. Καὶ λογικοὺς καὶ ἀλόγους καὶ Ἕλληνας καὶ Βαρβάρους καὶ πλουσίους καὶ μετρίους πάντας ἐκ Διὸς λέγει γεγενῆσθαι.
ῬΕΙΑ ΜΕΝ. Πάντα ὁ Ζεὺς διοικῶν, καὶ τοὺς ἀδυνάτους δυναμοῖ, καὶ τοὺς δυνατοὺς καθαιρεῖ τῆς δυνάμεως. Ὧν τὸ μὲν δηλοῖ τὸ βριάειν· τὸ δὲ τοὺς βριάοντας χαλέπτειν. Οὐχ ἁπλῶς δὲ, ἀλλὰ καὶ διὰ κακίαν καὶ πονηρίαν μηνίει. Ἄδηλον δὲ τὸν τεταπεινωμένον καὶ ἀφανῆ καὶ ἄδοξόν φησιν. ῬΕΙΑ ΜΕΝ ΓΑΡ ΒΡΙΑΕΙ. Τὸ ῥεῖα συνίζησίς ἐστι τῆς ῥεῖ μακρᾶς συλλαβῆς καὶ τῆς ἄλφα εἰς μίαν μακράν.
ῬΕΙΑ. Ῥᾳδίως, κοινῶς· ποιητικῶς δὲ ῥεῖα καὶ ῥηϊδίως. Ἀπὸ τοῦ βριάω βριαρόν· ὡς ἀπὸ τοῦ ἰσχύω ἰσχυρόν.
ΜΙΝΥΘΕΙ. Φθείρει, σμικρύνει. ἀπὸ τοῦ μινϋὸς, ὁ μικρός· ὅθεν καὶ μινυώριον, τὸ βραχυχρόνιον. Ὁ δὲ νοῦς τοῦ ῬΕΙΑ ΜΕΝ ΒΡΙΑΕΙ δῆλος καὶ ἰδιώταις· ὅτι ἡ εἱμαρμένη εὐκόλως αὐξάνει καὶ τοὺς ἀφανεῖς, καὶ τοὺς περιβλέπτους καταβάλλει, κἂν ὁ Πρόκλος μᾶλλον ἐν τούτοις μακρηγορῇ. ΑΡΙΖΗΛΟΝ. Τὸν διάδηλον καὶ περιφανῆ, ᾧ ἐναντίον ὁ ἄδηλος. Ποιητικὴ ἡ λέξις, ἤγουν τὸ ἀρίζηλον.
ΙΘΥΝΕΙ ΣΚΟΛΙΟΝ. Τὸν ποικίλον τὸ ἦθος διὰ πανουργίαν, σκολιὸν ὀνομάζει. Τοῦτον οὖν ἰθύνειν λέγει τὸν Δία, πάλιν εἰς τὸ ἁπλοῦν ἐπανάγοντα ἦθος, διὰ τὸ κολάζειν αὐτὸν ἐν τῇ πανουργίᾳ. ΙΘΥΝΕΙ. Ἤγουν ὀρθοῖ· παιδαγωγῶν δηλονότι αὐτόν. ΣΚΟΛΙΟΝ. Τὸν οὐκ ὀρθὸν τὴν γνώμην, ἤγουν τὸν ἄδικον. ΑΓΗΝΟΡΑ, τὸν ὑπερήφανον. ὙΨΙΒΡΕΜΕΤΗΝ λέγει τὸν Δία, καὶ ΒΑΡΥΚΤΥΠΟΝ δὲ ἐν ἄλλοις τὸν αὐτὸν λέγει, καὶ ΕΥΡΥΟΠΑ, ὡς τῶν βροντῶν αἴτιον, αἳ ταῦτα ἔχουσι, τὸ ἐν ὕψει δηλονότι ἠχεῖν τὸν βαρὺν κτύπον, καὶ τὴν εὐρεῖαν βοήν. Τὸ ΒΡΕΜΕΙΝ δὲ κυρίως ἐπὶ τοῦ πυρὸς λέγεται· ἐνταῦθα δὲ ἐπὶ τοῦ ἤχου τῶν βροντῶν.
ΚΑΙ ΑΓΗΝΟΡΑ ΚΑΡΦΕΙ, Τὸν αὐθάδη καὶ ὑπερόπτην εὐτελῆ ποιεῖ καὶ ταπεινόν. Ἡ γὰρ αὐθάδεια πρὸς καταφρόνησιν ἐγείρει τῶν ἄλλων ἁπάντων· ἡ δὲ ταπείνωσις εἰς ἔννοιαν ἄγει τοῦ μηδὲν ἡμᾶς διαφέρειν τῶν ὁμοίων, καὶ μετρίους ποιεῖ τὸ ἦθος. ΖΕΥΣ ὙΨΙΒΡΕΜΕΤΗΣ. Ἡ εἱμαρμένη. Πῶς δὲ ὑψιβρεμέτης ἡ εἱμαρμένη; ὅτι ἐξ ὕψους, καὶ τῆς τῶν ἀστέρων κινήσεως πέμπεται κατὰ τοὺς ἐκτὸς τοῖς ἀνθρώποις τὰ εἱμαρμένα, τοὺς μὲν δοξάζοντα καὶ περικροτοῦντα, καὶ οἱονεὶ καταβροντῶντα ταῖς εὐφημίαις καὶ ἀναῤῥήσεσι, τοὺς δὲ περιβομβοῦντα συμφοραῖς καὶ τοῖς δυσκληρήμασιν.
ὉΣ ὙΠΕΡΤΑΤΑ ΔΩΜΑΤΑ ΝΑΙΕΙ. Τὰ ἄκρα τοῦ κόσμου τὰ ὑπὲρ ἡμᾶς ὄντα, ἐν οἷς ὁ Ζεὺς ἵδρυται, δώματά ἐστι τοῦ Διός· ὡς καὶ Ὅμηρος εἶπε καθῆσθαι αὐτὸν ἐν ἀκροτάτῃ κορυφῇ πολυδειράδος οὐλύμποιο. Καταπλήττει δὲ αὐτὸν τῷ ἐπιθέτῳ τῆς ἀξιοπίστου οἰκήσεως. ὙΠΕΡΤΑΤΑ ΔΩΜΑΤΑ. Τῆς εἱμαρμένης τῆς ἐξ ἀστέρων ὁ ζωδιακὸς κύκλος ἐστὶν, ἐξ οὗ καταπέμπεται τά τε εὐκληρήματα, καὶ δυσημερήματα. ὉΣ ὙΠΕΡΤΑΤΑ ΔΩΜΑΤΑ ΝΑΙΕΙ. Ἤγουν ὃς τὰ ὑψηλότατα οἰκήματα οἰκεῖ· τουτέστι τὸν οὐρανόν.
ΚΛΥΘΙ ΙΔΩΝ. Ὡς πάντα ἐφορῶν καὶ ἀκούων τῶν γινομένων, ἐπόπτης γενοῦ· καὶ μὴ μόνον διʼ ἀκοῆς δέξαι τὰ ῥηθησόμενα, ἀλλὰ καὶ διʼ ὄψεως ἴθυνον. Ὅπερ δὲ Ὅμηρος ἐπὶ τοῦ ἡλίου φησὶ, τοῦτο Ἡσίοδος ἐπὶ τοῦ Διὸς εἶπεν· ὅμοιον γάρ ἐστι τῷ, Ἠέλιος θʼ ὃς πάντʼ ἐφορᾷς καὶ πάντʼ ἐπακούεις. Ὁρᾷν δὲ τὸν Δία πάντα καὶ ἀκούειν πάντων εἴρηκεν, ὡς πάντων ἔφορον· ὁρῶντα μὲν τὰς πράξεις ἡμῶν, ἀκούοντα δὲ τῶν λόγων ὧν φθεγγόμεθα οἱ ἄνθρωποι. Τῶν γὰρ αἰσθήσεων μόνην τὴν ὅρασιν καὶ τὴν ἀκοὴν ὡς χαριεστάτας ἐπὶ τοὺς θεοὺς ἀναφέρουσι.
ΚΛΥΘΙ ΙΔΩΝ. Ἐπανέλαβε πάλιν τὸ ἑαυτοῦ πρόσωπον ὁ ποιητής· καὶ φησὶ πρὸς τὸν Δία, ἤγουν τὴν εἱμαρμένην· κλῦθι καὶ ἄκουσον, τύνη καὶ σὺ, ἰδὼν τὰ παρόντα, ἀΐων τε καὶ ἀκουστικῶς ἔχων, δικαίως δὲ κρίνων τὰς θέμιστας καὶ δίκας· ἐγὼ δὲ τῷ ἀδελφῷ Πέρσῃ ἐρῶ τἀληθῆ. Ἀλλὰ τί κατὰ Πρόκλον τὰ μηδενὸς λόγου ἄξια γράφομεν; Τὸ ΔΙΚΗ ὄνομα, τρία σημαίνει· δικαστήριον, δικαιοσύνην, καὶ καταδίκην.
ΚΛΥΘΙ. Κλύω ποιητικόν· ἀκούω κοινόν· κλύω ἐνεστώς· ἔκλυον παρατατικός· μέλλων ἀπὸ τούτου οὐκ ἔστι, λέγεται δὲ ὁ τοῦ κοινοῦ ἀκούσω· ἐπὶ τῇ κοινῇ γὰρ καὶ ἡ ποιητικὴ ἐρείδει καὶ ἡ Ἀττικὴ γλῶττα, καὶ αἱ ἄλλαι, αἷς μάλιστα χρῶνται οἱ ποιηταί. Διὰ τοῦτο γὰρ καὶ κοινὴ λέγεται ὅτι μετέχουσιν αἱ ἄλλαι αὐτῆς· κοινὸν γὰρ οὗ μετέχουσι τοὐλάχιστον δύο. Καὶ προηριθμημέναι πᾶσαι χρῶνται αὐτῇ, καὶ αὕτη πάσαις αὐταῖς ἑαυτὴν χρῆσθαι παρέχει. Ἀόριστος δεύτερος ἔκλυον, ἔκλυες, ἔκλυεν· ἀφʼ οὗ προστακτικὸν κλύε· καὶ κατὰ μεταπλασμὸν, κλῦθι, Μεταπλασμὸς δέ ἐστιν, ὅταν τέλος ὀνόματος τινος ἢ ῥήματος ἐφʼ ἕτερον τέλος τραπῇ οἰκεῖον τῷ τρεπομένῳ. Οἰκεῖον δέ ἐστιν, ᾧ δηλονότι ἡ αὐτὴ πτῶσις τοῦ ὀνόματος ἐπʼ ἄλλοις χρήσαιτο ἂν, ἢ ὁ αὐτὸς χρόνος τοῦ ῥήματος· ὡς ἐνταῦθα τοῦ ἀορίστου τὸ τέλος τὸ εʹ ἐτράπη εἰς θι, ᾧ τέλει χρήσαιτʼ ἂν ἀόριστος προστακτικὸς ἐν ἑτέροις. Τὸ ἑξῆς οὕτως· ἄκουσόν μου, ὦ Ζεῦ, ὁ ἐγνωκὼς πάντα καὶ γινώσκων· ἴθυνε δὲ τὰς θέμιστας σὺν δίκῃ, ἀντὶ τοῦ εὐθείας ποίει, σύ. Ἐγὼ δὲ μυθησαίμην ἂν τῷ Πέρσῃ, ἀντὶ τοῦ παραινέσαιμι. ΕΤΗΤΥΜΑ ἤγουν ἀληθῆ, ἀπὸ τοῦ ἔτυμα κατὰ πλεονασμὸν τῆς συλλαβῆς.
ΔΙΚΗι Δʼ ΙΘΥΝΕ. Τουτέστι κατὰ δίκην πᾶσαν σὺ τὴν δίκην κρίνε, πάντα ὁρῶν τὰ ἀνθρώπινα πράγματα, καὶ πάντων ἀκούων· ὁρῶν μὲν, τὰς πράξεις ἡμῶν· ἀκούων δὲ τῶν λόγων, ὧν φθεγγόμεθα οἱ ἄνθρωποι. Ὡς πάντα ἐφορῶν καὶ πάντα ἀκούων ἐπόπτης γενοῦ τῶν γινομένων, καὶ μὴ μόνον διʼ ἀκοῆς παραδέξῃ τὰ ῥηθησόμενα, ἀλλὰ καὶ διʼ ὄψεως. Σὺ, φησὶν, ἴθυνον· ἐγὼ δὲ καταλέξω τῷ Πέρσῃ.
ΘΕΜΙΣΤΑΣ. Θέμις ἡ γῆ κατʼ Αἰσχύλον· ἀπὸ γοῦν τοῦ δικαίου βίου τῆς γεωργίας, καὶ δικαιοσύνῃ καὶ ἡ ἁπλῶς δίκη, θέμις καλεῖται. ΘΕΜΙΣΤΑΣ. Ὡς τὸ ΔΙΑΛΕΓΕΣΘΑΙ καὶ ΧΡΗΜΑΤΙΖΕΙΝ, τὸ μὲν χρηματίζειν λέγεται ἐπὶ θεῶν, τὸ δὲ διαλέγεσθαι ἐπʼ ἀνθρώπων· οὕτω καὶ ΔΙΚΗ μὲν ἐπὶ ἀνθρώπων, ΘΕΜΙΣ δὲ ἐπὶ θεῶν. Δίκη γάρ ἐστι κρίσις, ἣν οἱ ἄνθρωποι κρίνουσι· θέμις δὲ δίκη ἣν οἱ θεοὶ δικάζουσιν.
ΤΥΝΗ. Δωρικὴ παράγωγος ἀντωνυμία· οὗτοι γὰρ τὸ τύνη, ἀντὶ τοῦ σὺ λέγουσι, καὶ ἐγώνη, καὶ τὰ ὅμοια.
ΕΓΩ ΔΕ ΚΕ ΠΕΡΣΗι. καὶ τὰ ἐπιῤῥήματα, καὶ οἱ παραπληρωματικοὶ, φωνήεντος ἐπιφερομένου, ἐφέλκουσι τὸ ν, συμφώνου δὲ οὐκέτι.
ΟΥΚ ΑΡΑ ΜΟΥΝΟΝ. Διττή ἐστιν ἡ ἔρις. Ἡ μὲν γὰρ ἅμιλλα καὶ ζῆλος εἰς τὴν τοῦ ἀγαθοῦ τεῦξιν· ἡ δὲ φιλόνεικος ζωὴ μετὰ φθόνου καὶ δυσμενείας γινομένη. Ἀλλʼ αὗται μὲν αἱ δύο περὶ γῆν εἰσιν· ἐπείπερ ἐνταῦθα καὶ τὰ καταμαχόμενα τοῖς ἀγαθοῖς. Ἡ δʼ ἀμείνων ἔρις τοῦ ἀγαθοῦ ἕνεκα γινομένη, καὶ ἐν τοῖς κρείττοσιν ἡμῶν ἐστιν. ΑΛΛΩΣ. Οὐκ ὡς ἔοικεν — ἓν — ἦν τὸ τῶν ἐρίδων γένος, ἀλλὰ δύο. Λαμβάνεται δὲ ἑαυτοῦ, ἐπειδὴ ἐν τῇ Θεογονίᾳ μίαν γέννησιν παρέδωκεν ἐρίδων, ὅθεν ἐνταῦθα ὥσπερ συναισθησόμενος ἑαυτοῦ δύο λέγει, διὰ τὸν καιρὸν καὶ τὸν σκοπὸν τοῦ γράμματος.
ΟΥΚ ΑΡΑ ΜΟΥΝΟΝ ΕΗΝ. Ἐν τῇ Θεογονίᾳ, ἓν γένος ἀντὶ τοῦ εἶδος εἰπὼν τῶν ἐρίδων ὁ Ἡσίοδος, ἐνταῦθα ὥσπερ ἐπιδιορθοῦται αὐτὸς ἑαυτὸν λέγων, οὐχὶ δὴ ἓν γένος ἐστὶ τῶν ἐρίδων, ἀλλὰ δύο. Ἔρις γὰρ ὁ ζῆλος λέγεται, ὅπερ ἐστὶν ἡ ἀγαθὴ ἔρις· ἀλλὰ καὶ ὁ φθόνος, καὶ ἡ κακίστη ἔρις, καὶ αἱμοχαρής. ΜΟΥΝΟΝ. Μόνον Ἰωνικῶς. ΔΥΟ τὸ ο μικρὸν κατὰ Ἴωνας. Ὡς δὲ μέρος λόγου, μακρὸν δέχεται κατὰ κοινὴν συλλαβήν· κατὰ Δωριεῖς δὲ καὶ Ἀττικοὺς, μέγα. Ὅτι δʼ ἐν γῇ καὶ οὐκ ἐν οὐρανῷ αἱ ἔριδες, δῆλον. Τὸ δʼ ἐν τοῖς εὐτελέσι, καὶ οὐ λόγου ἀξίοις, λόγους μηκύνειν, Προκλικόν ἐστιν· ὡς καὶ τὸ ΕΠΙΜΩΜΗΤΗ, καὶ τὸ ΔΙΑ Δʼ ΑΝΔΙΧΑ ΘΥΜΟΝ ΕΧΟΥΣΙΝ, ὁ σοφὸς Πρόκλος, θυμὸν τὴν ζωὴν λέγει. Ἡμεῖς δὲ, γλυκύτατον καὶ ἔμψυχον λόγον καλοῦμεν· τῶν γὰρ ἐριζόντων τὸν θυμὸν, ἤτοι τὴν ψυχὴν διπλῆν καὶ διαμεμερισμένην ἐχόντων, ὁ Ἡσίοδος ἐπὶ τῆς ἔριδος τοῦτο εἶπε.
ΟΥΚ ΑΡΑ ΜΟΥΝΟΝ. Ὡς ἔοικεν, οὐχ ἓν ἦν, ἀντὶ τοῦ ἐστὶν Ἀττικῶς, τὸ εἶδος τῶν ἐρίδων. Τὸ ΜΟΝΟΝ ὄνομά ἐστιν ὑπερθετικὸν, κατὰ τὸ ἰδιάζον τὴν ὑπέρθεσιν ἔχον οὗ λεγομένου, καὶ ἄλλα ἀνάγκη συνυπακούεσθαι πρὸς ἃ αὐτὸ τὴν ἑαυτοῦ ὑπέρθεσιν ἕξει, ἐφʼ ἃ λεγόμενον μέσην ἔχει πάντως τὴν ἀπὸ πρόθεσιν, ἢ παροῦσαν, ἢ συνυπακουομένην· οἷον «μόνος πάντων,» ἀντὶ τοῦ ἀπὸ πάντων, καὶ «οἷος ἀπʼ ἄλλων,» παρὰ τῷ θεολόγῳ Γρηγορίῳ ἐν τοῖς ἔπεσι. Τὸ μὲν οὖν δὴ μόνον ὂν, ἓν ἂν εἴη πάντως τῶν ἄλλων κεχωρισμένον· τὸ δὲ μὴ μόνον ὂν, ἓν πάντως ἐστὶν ἢ μεθʼ ἑνὸς ἢ μεθʼ ἑτέρων πολλῶν. Εἰ οὖν τοῦτο, φανερὸν, ὅτι οὐχ ἁρμοδίως ἐνταῦθα κεῖται τὸ οὐ μόνον κατὰ τὴν ἑαυτοῦ δύναμιν, ποιητικῶς δὲ λέγεται ἀντὶ τοῦ οὐχ ἕν.
ΕΡΙΔΩΝ ΓΕΝΟΣ. Τὸ ΓΕΝΟΣ ἐνταῦθα ἀντὶ τοῦ εἶδος. Ἡ ἀκρίβεια δὲ τούτων παρὰ τοῖς φιλοσόφοις φυλάττεται· ποιηταῖς δὲ καὶ λογογράφοις ἐφεῖται τῷ γένει χρῆσθαι ἀντὶ τοῦ εἴδους.
ΑΛΛʼ ΕΠΙ ΓΑΙΑΝ. ἀντὶ τοῦ κατὰ τὴν γῆν.
ΕΙΣΙ ΔΥΩ. Ἔριδες δηλονότι. Τὴν μὲν ἐπαινέσειεν ἄν τις νοήσας· ἡ δὲ ΕΠΙΜΩΜΗΤΗ, ἤγουν πολλοῦ ψόγου ἀξία· ἐπίτασιν γὰρ ἔχει ἡ ἐπί· ἐπιμωμητὴ ποιητικὸν, ἐπίψογος κοινόν. ΔΙΑΝΔΙΧΑ ποιητικὸν, δίχα κοινὸν, ἢ διχῆ. Καὶ τὸ διάνδιχα δὲ ἀπὸ τοῦ δίχα γίνεται προσθήκῃ τοῦ αν συνδέσμου καὶ τῆς διὰ προθέσεως, χωρισμὸν καὶ αὐτῆς δηλούσης καὶ οὐδὲν πλέον τοῦ διχῆ, τουτέστι δίχα, ἤγουν ἰδίᾳ καὶ χωρὶς ἀπʼ ἀλλήλων ἔχουσι τὴν ζωὴν, τουτέστι διαφόρως ζῶσιν. ΠΟΛΕΜΟΝ ΤΕ ΚΑΚΟΝ. Τὸν πόλεμον ἐξαιρέτως λέγει κακόν· θανάτους γὰρ ἐπάγει, ὃ τὸ μέγιστόν ἐστι τῶν σωματικῶν κακῶν.
ΤΗΝ ΜΕΝ ΚΕΝ ΕΠΑΙΝΕΣΣΕΙΕ ΝΟΗΣΑΣ. Προσυπακουστέον τὸ τίς· τὸ γὰρ ὅλον ἦν, ἐπαινέσειεν ἄν τις νοήσας· οὐ γὰρ ὁ τυχὼν τὴν ἀμείνω τῶν ἐρίδων ἐπαινέσειεν, ἀλλʼ ὁ δυνηθεὶς αὐτὴν τῷ νῷ θεωρῆσαι μεγάλων οὖσαν ἀγαθῶν αἰτίαν τοῖς ἀνθρώποις.
Ἡ Δʼ ΕΠΙΜΩΜΗΤΗ. Δηλονότι ἡ χείρων ἔρις ἀπὸ φιλονείκου γινομένη προαιρέσεως, ἄλογος οὖσα τοῦ θυμοῦ κίνησις, καὶ οὐχ ἁπλῶς μωμητὴ, ἀλλὰ μετὰ ἐπιτάσεως ἐπιμωμητὴ, ὡς ἐπιτεταμένη οὖσα, ψεκτὴ παρὰ τοῖς ἔμφροσι.
ΔΙΑ Δʼ ἈΝΔΙΧΑ. Χωρὶς διεστήκασι κατὰ τὴν ζωήν· ταύτην γὰρ εἶπε θυμόν· καὶ γὰρ πᾶσα ζωὴ ψυχικὴ καλεῖται θυμός. ΚΑΙ ΔΗΡΙΝ. Ἤγουν μάχην ἐκ παραλλήλου, ὡς ἐν ἄλλοις, Πόλεμοί τε μάχαι τε.
ΠΟΛΕΜΟΣ. Πολυαμής τις ὢν, ὁ πολλοὺς ἀμῶν καὶ θερίζων. ἢ πολυεμὴς, ὁ πολλοὺς χέων καὶ καταβάλλων τροπικώτερον. Δῆρις ἡ φιλονεικία· ἐκ τοῦ δαίρω ἔδαρον, δῆρις.
ΣΧΕΤΛΙΗ. Χαλεπὴ, κρατητικὴ λίαν. Κρατητικὰ γὰρ καὶ παράμονα, τὰ φαῦλα· τὰ δʼ ἀγαθὰ συντόμως ἐκτρέχει. ΣΧΕΤΛΙΗ. Καθὰ λέγεται τὸ λευκὸν, ἐνίοτε μὲν ἐπὶ τοῦ χρώματος τοῦ διακριτικοῦ τῆς ὄψεως, ἐνίοτε δὲ ἐπὶ τοῦ σώματος τοῦ μετέχοντος αὐτοῦ· οὕτω καὶ τὸ σχέτλιον ἐνίοτε μὲν λέγεται ἐπὶ τοῦ κακοῦ, ὡς ἐνταῦθα σχετλία ἡ ἔρις ἀντὶ τοῦ κακὴ, ἐνίοτε δὲ ἐπὶ τοῦ μετέχοντος τοῦ κακοῦ, καὶ διὰ τοῦτο ἀθλίου. Καθʼ ὃ λέγεται σχέτλιος ἄνθρωπος, ἤγουν ἄθλιος· ὅθεν τὸ σχετλιάζειν καὶ ὁ σχετλιασμός.
ΟΥΤΙΣ ΤΗΝ ΓΕ ΦΙΛΕΙ ΒΡΟΤΟΣ. Μὴ εἴπῃς ὑπερβατῶς, οὔτις τήν γε φιλεῖ βροτὸς ἀθανάτων βουλῇσιν, ἀλλʼ οὕτως, οὔτις τήν γε φιλεῖ βροτὸς, δηλονότι ἑκὼν, ἀλλʼ ὑπʼ ἀνάγκης καὶ βίας ἐν ταῖς βουλαῖς τῶν ἀθανάτων, ἤγουν τῆς εἱμαρμένης. Οἱ θεοὶ γὰρ, ὡς ἔφην, ἤτοι ἡ εἱμαρμένη, τὴν ἔριν τιμῶσι τὴν βαρεῖαν. Εἰ δέ τις ἐρεῖ, ἆρα οἱ θεοὶ κακοῦ αἴτιοι; Ναὶ κατὰ τὴν Ἡσιόδου δόξαν εἰπέ· οὗτος γὰρ ψυχῶν λέγει εἶναι προΰπαρξιν. Αἱ δὲ ψυχαὶ αὐταὶ καθʼ ἑαυτὰς οὖσαι, οὔτε τροφῶν οὔτε κτημάτων ἢ χρημάτων, ἢ τινὸς ἑτέρου τῶν σωματικωτέρων ἐδέοντο, διʼ ἃ γίνονται μάχαι καὶ ἔριδες. Ἐπεὶ δὲ εἱμαρμένῃ τινὶ συνεζεύχθησαν σώμασιν, ἃ καὶ τροφῶν καὶ χρημάτων καὶ τῶν ἄλλων ἐπιδέονται, διʼ ἃ συμβαίνουσιν ἔριδες, εἰκότως ἀθανάτων, ἤγουν τῆς εἱμαρμένης βουλαῖς ἔφη, τιμῶσι τὴν ἔριν οἱ ἄνθρωποι.
ΟΥΤΙΣ ΤΗΝ ΓΕ ΦΙΛΕΙ ΒΡΟΤΟΣ. Ἤγουν οὐδεὶς ἄνθρωπος φιλεῖ αὐτὴν, τουτέστι φυσικῶς αὐτῇ διατίθεται. ΑΛΛʼ ὙΠʼ ΑΝΑΓΚΗΣ ΤΙΜΩΣΙ ΤΗΝ ΕΡΙΝ· ἀντὶ τοῦ χρῶνται αὐτῇ οἱ ἄνθρωποι, διὰ τὰς βουλὰς τῶν θεῶν. ΤΗΝ Δʼ ἙΤΕΡΗΝ. Τὴν ἐπαινουμένην δηλονότι, ἣν ἅμιλλαν σύντονον τῆς λογικῆς ψυχῆς λέγουσι, προτέραν τῆς ἑτέρας, τῷ χρόνῳ δηλονότι. Λέγεται δὲ ἐπιῤῥηματικῶς, τουτέστι, τὴν δὲ ἑτέραν πρότερον μὲν ἐγέννησεν ἡ νὺξ ἡ ἐρεβεννὴ, ἣν ὁ Πρόκλος θεὸν λέγει ὑπὲρ τὸν κόσμον, τοῖς ὄμμασι τῶν ἀνθρώπων ἀθέατον· καὶ διὰ τοῦτο ἐρεβεννὴν ὑπὸ τοῦ Ἡσιόδου κληθῆναι.
ΑΛΛʼ ὙΠʼ ΑΝΑΓΚΗΣ. Ὑπερβατὸν, ἡ μὲν γὰρ σχετλίη πόλεμόν τε τὴν χείρονά φησιν ἔριν ἀκούσιον εἶναι τοῖς ἀνθρώποις· εἰκότως. καὶ γὰρ ἅπαν τὸ κακὸν ἀκούσιόν ἐστιν· ὥς φησι καὶ Πλάτων. Ὑπʼ ἀνάγκης δὲ τιμᾶσθαι παρὰ τῶν ἀνθρώπων, διὰ τὴν ἄλογον ζωὴν, ἣν ἔσχον εἰς σῶμα πεσούσης τῆς ψυχῆς. Καὶ τοῦτο κατὰ βούλησιν εἶναι τῶν θεῶν, τὸ τῇ ἀνάγκῃ τοιαύτῃ συσχεθῆναι· ἵνα δηλονότι μισήσωσι τὸ μετὰ σώματος ζῆν. Οὐ γὰρ ἐνδέχεται σώμασι συνόντας ἔξω παντελῶς εἶναι τῶν κατὰ τὸ σῶμα παθῶν.
ΕΡΙΝ ΤΙΜΩΣΙ. Τὴν ἑτέρην τιμῶσι πληροῦντες τὴν πληροφορίαν αὐτῆς τυχὸν, καὶ φιλοτίμως ἔχουσι πρὸς τὸ μάχεσθαι· καὶ τιμῶσι μὲν καλῶς εἶπεν, οὐ φιλοῦσι δέ.
ΤΗΝ Δʼ ἙΤΕΡΗΝ. Τὴν ἀμείνω λέγει· καὶ αὐτὴν οὖσαν τῆς λογικῆς ψυχῆς ἅμιλλαν σύντονον πρὸς τὸ ἀγαθὸν ὁρῶσαν. Ταύτην οὖν γεννηθῆναι παρὰ τῆς νυκτός φησιν. Ἔστι δὲ ἡ νὺξ θεὸς ὑπὲρ τὸν κόσμον ἀφανὴς τοῖς ὄμμασιν ἡμῶν· καὶ διὰ τοῦτο ἐρεβεννὴ, ὥσπερ καὶ αὐτὸν τὸν Δία πατέρα φασὶ τῶν ψυχῶν. Ἐκείνη οὖν ἐγέννησε τὴν κρείττω ἔριν, ὡς πάντα ἀνάγουσαν ἐπὶ τὴν ἀφανῆ καὶ θείαν ζωήν. Αἰτία γάρ ἐστι πάντων τῶν ἀοράτων. ΑΛΛΩΣ. Τὰ γὰρ καλὰ προγενέστερα· μετὰ ταῦτα δὲ ἐφάνη ἡ κακία· νὺξ δὲ αὐτὴν ἔτεκεν. Ὅτι ἀπὸ τοῦ ἀφανοῦς παρυφίσταται τὰ πάντα τά τε κακὰ καὶ τὰ ἀγαθά.
ΝΥΞ ΕΡΕΒΕΝΝΗ. Τὴν ἀγαθὴν ἔριν, ἤγουν τὸν ζῆλον φησὶ προτέραν τῆς φαύλης τῷ τε χρόνῳ, καὶ ἀξιώματι. Τὸ ΝΥΞ δὲ ΕΡΕΒΕΝΝΗ οὐκ ἐκ τοῦ ἀφανοῦς ἐγὼ λέγω· καὶ γὰρ καὶ ἡ ἑτέρα ἐξ ἀφανοῦς γίνεται· ἀλλʼ οὕτῳ φημὶ, ὅτι ἐν ἀρχῇ ἦν Ἔρεβος, καὶ Χάος, εἶτα γεγόνασιν ἄνθρωποι. Σύμφυτος οὖν καὶ σύγχρονος τοῖς ἀνθρώποις ἡ χρηστὴ ἔρις ἐκ τοῦ Ἐρέβους ἐκείνου καὶ τοῦ Χάους ἐγένετο. Ἡ δὲ φαύλη προσεπεγένετο ὕστερον. Πάντα γὰρ τὰ ἀγαθὰ, σύμφυτα τοῖς ἀνθρώποις· ἐπίκτητα δὲ τὰ φαῦλα. Ἢ καὶ οὕτως· ἡ χρηστὴ ἔρις ἐκ τῆς νυκτὸς δοκεῖ γεγενῆσθαι, τουτέστιν ἐξ ἀφανοῦς. Ὅτι πᾶς τινὸς ζηλωτὴς κρυφῆ τοῦτον ἀπομιμεῖται· ὁ δὲ φθονῶν φανερῶς λοιδορίας ἐγείρει καὶ μάχας. Ἐρεβεννὴ Αἰολικῶς διὰ δύο νν γράφεται.
ΕΡΕΒΕΝΝΗ. Σκοτεινὴ, ἀπὸ τοῦ ἔρεβος τὸ σκότος κατὰ παραγωγήν· ἐνταῦθα ταυτὸ θέλει δηλοῦν τὸ ἐρεβεννὴ τῷ ἀφανής.
ΘΗΚΕ ΔΕ ΜΙΝ. Τὴν μὲν συνέπειαν οὕτω δεῖ καθιστάνειν· ὁ Ζεὺς ὁ ἐν τῷ αἰθέρι ναίων, καὶ ἐν τοῖς ἀνδράσι, καὶ ἐν ταῖς ῥίζαις τῆς γῆς ἀμείνω τὴν ἔριν ἔθηκε ταύτην ἐκείνης, ἵνα διὰ μὲν τοῦ αἰθέρος δηλώσῃ τὸ ἀκρότατον· διὰ δὲ τῶν ἐν τῇ γῇ ῥιζῶν, τὸ ἔσχατον· διὰ δὲ τῶν ἀνδρῶν, τὸ μέσον· οὔτε αἰθερίων ὄντων, οὔτε χθονίων φυτῶν· διὰ πάντων δὲ, ὅτι πανταχοῦ ἐστι τὸ θεῖον, καὶ ἐν πᾶσι, πρώτοις, μέσοις, ἐσχάτοις. Εἰπὼν δὲ, ὅτι νὺξ ἔτεκε τὴν ἀμείνω ἔριν, φησὶ παρὰ τοῦ Διὸς ἀρείονα γενέσθαι, δόντος αὐτῇ καὶ ἐν τῷ κόσμῳ δύναμιν σεμνοτέραν τῆς ἑτέρας.
ΘΗΚΕ ΔΕ ΜΙΝ ΚΡΟΝΙΔΗΣ. Ὁ Κρόνου παῖς ἤγουν ἡ εἱμαρμένη, ἡ κοροῦσα καὶ σκοτίζουσα τὸν νοῦν, ἢ ἡ ἀφανὴς καὶ ἄδηλος, ἡ ἐν τοῖς ὑψηλοῖς ζυγοῖς καὶ καθέδραις τοῦ ζωδιακοῦ κύκλου καὶ τοῦ αἰθέρος ἱδρυμένη. Ἔφην γὰρ, ὡς ἐκ τῆς κινήσεως λέγουσι τῶν ἀστέρων ἀποτελεῖσθαι τὰ εἱμαρμένα. Ἔθηκε γοῦν ταύτην τὴν ἔριν πολλῷ ἀμείνω τῆς ἑτέρας ὁ Ζεὺς, ὁ ναίων καὶ ἐν τῷ αἰθέρι, καὶ ἐν ταῖς ῥίζαις τῆς γῆς, καὶ ἐν τοῖς ἀνδράσι· διὰ πάντων γὰρ διήκει ἡ εἱμαρμένη. Δία δὲ εἶπον, ὅτι τὴν εἱμαρμένην νῦν λέγει. Τὰ ἑξῆς δῆλα.
ΘΗΚΕ ΔΕ ΜΙΝ. Ἀντὶ τοῦ ἐποίησε δὲ αὐτὴν ὁ Ζεὺς ὁ υἱὸς τοῦ Κρόνου. Ὁ ὙΨΙΖΥΓΟΣ, ἤγουν ὁ ἐπὶ μετεώρου θρόνου καθήμενος, ὁ οἰκῶν ἐν τῷ αἰθέρι, ἀντὶ τοῦ ἐν τῷ οὐρανῷ, καὶ ὁ οἰκῶν ἐν ταῖς ῥίζαις τῆς γῆς, ἤγουν ἐν τοῖς καταχθονίοις, καὶ ἐν τοῖς ἀνδράσι, κατὰ πολὺ ἀμείνονα, ἤγουν κρείττονα τῆς ἑτέρας δηλονότι. ΠΟΛΛΟΝ, ποιητικὸν, πολὺ, κοινόν.
ΓΑΙΗΣ Τʼ ΕΝ ῬΙΖΗιΣΙΝ. Ἐν τοῖς φυτοῖς τοῖς ἐῤῥιζωμένοις τῇ γῇ, ἢ ὅτι ἐῤῥίζωσεν αὐτὴν ἐν τῇ γῇ· ἢ ὅτι ἡ ἀγαθὴ φιλονεικία καὶ ἐπὶ τὰ φυτὰ, καὶ ἐπὶ πάντα τὰ γεωργικὰ ἐδόθη, ὥστε ζηλοῦν εἰς τὸ ἐργάζεσθαι τοὺς ἀνθρώπους.
ἩΤΕ ΚΑΙ ΑΠΑΛΑΜΝΟΝ. Τὸν ἀκίνητον πρὸς τὰ ἔργα, καὶ οἷον μὴ ἔχοντα χεῖρας, ἀλλʼ ἀργὸν κινεῖ πρὸς τὸ ἐργάζεσθαι τοῖς ἐργαζομένοις ἁμιλλώμενον ἡ κρείσσων ἔρις. ΑΛΛΩΣ. Ἥτις καὶ τὸν ἀργὸν, καὶ μὴ παλαμώμενον ἐπὶ τὸ ἔργον ἐγείρει. Παλαμᾷν γὰρ, τὸ διὰ τῶν παλαμῶν γεωργίας ἐργάζεσθαι· ὁ γὰρ σπουδαῖος κἂν ᾖ ἀσθενὴς, σπεύδει τὸ ἐργάζεσθαι.
Ἡ ΤΕ ΚΑΙ ΑΠΑΛΑΜΝΟΝ ΠΕΡ. Ἥ τις ἀγαθὴ ἔρις καὶ τὸν ἀσθενῆ, καὶ τὸν μὴ παλαμᾶσθαι καὶ ἐργάζεσθαι δυνάμενον, ὅμως ἐπὶ ἔργον ἐγείρει. Ἢ ὁμῶς, ἵνʼ ᾖ ἐλλιπῶς, ὁμοίως τῷ ἀπαλάμνῳ, τὸν ἀπάλαμνον ἐγείρει.
ἩΤΕ ΚΑΙ ΑΠΑΛΑΜΝΟΝ. Ἀντὶ τοῦ ἥτις καί περ ὄντα τινα ἀπάλαμνον, ἤγουν ἀργὸν ἀπὸ φύσεως, μηδὲν ἐργάζεσθαι προθυμούμενον, ἐπὶ τὸ ἐργάζεσθαι ΕΓΕΙΡΕΙ, ἤγουν διανίστησιν.
ΕΙΣ ἙΤΕΡΟΝ ΓΑΡ ΤΙΣ. Πλούσιον ἰδὼν ἐκ τῶν ἔργων πλουτήσαντα, σπεύδει καὶ αὐτὸς πλουτῆσαι.
ΕΙΣ ἙΤΕΡΟΝ ΓΑΡ. Τίς γὰρ χρῄζων ἔργου, ἰδὼν εἰς ἕτερον πλούσιον ἀπʼ ἔργου, ὣς καὶ οὗτος ἰδὼν, σπουδάζει ἀροῦν καὶ φυτεύειν.
ΕΙΣ ἙΤΕΡΟΝ ΓΑΡ ΤΙΣ. Καὶ γάρ τις ἔργου χατίζων, ἤγουν ἐνδεὴς ὢν ἔργου, λειπόμενος, τουτέστιν οὐδὲν ἐργαζόμενος, ἰδὼν εἰς ἕτερον πλούσιον. Οὐ συνάπτειν δὲ δεῖ τὸ ἕτερον καὶ τὸ πλούσιον, ἵνα μὴ δοκῇ πλούσιος εἰς ἕτερον ὁρᾷν πλούσιον. Οὗτος σπεύδει μὲν ἀροῦν, ἤγουν ἀροτριᾷν, καὶ φυτεύειν· ἀμφότερα ἔργα γεωργίας· καὶ τὸν ἑαυτοῦ οἶκον καλῶς διοικῆσαι. ΕΡΓΟΝ ἡ ἐνέργεια καὶ τὸ ἀπὸ τῆς ἐνεργείας τελούμενον· ἐνταῦθα τὸ πρότερον. Κατὰ δὲ τὴν ἑτέραν ἔριν, τοῦτο δὲ συνυπακούεσθαι ἔδωκεν ἀπὸ τοῦ ἀποθεῖναι τὸν λύγον, καὶ μεταβῆναι ἐπὶ τὰ ἔργα τὰ ἁρμόζοντα τῇ ἑτέρᾳ ἔριδι.
ΑΡΟΜΜΕΝΑΙ. Τὸ ρο μικρὸν, ἐκτείνεται δὲ ὑπὸ τοῦ μ ἀμεταβόλου, καὶ γίνεται κοινὴ συλλαβή. Εἰ δὲ θελητόν τισι, καὶ τοῦτο μέγα γραφέτωσαν Ἀττικῶς.
ΑΡΟΜΜΕΝΑΙ. Ποιητικὸς οὗτος ὁ τρόπος τῶν ἀπαρεμφάτων, ἀποβάλλειν τὸ ὑποτακτικὸν φωνῆεν διφθόγγου παρούσης, καὶ προστιθέναι τὴν με συλλαβὴν, εἶτα καὶ τὴν αι δίφθογγον, εἰ μὴ πάρεστι. Δεῖ γὰρ τῷ ἀπαρεμφάτῳ δίφθογγον ἐπὶ τέλει εἶναι· αὕτη γάρ ἐστι τοὐπίσημον αὐτῷ καὶ χαρακτηριστικόν. Ταύτην μὲν οὖν, ὡς εἴρηται, μὴ παροῦσαν εἰσάγουσιν, ἔστι δʼ ὅτε καὶ παροῦσαν ἐκβάλλουσι, λαξεύοντες ὥσπερ τοὔνομα καὶ περικόπτοντες, ἵνʼ ἁρμόσῃ αὐτοῖς ἐπὶ τῇ τοῦ μέτρου οἰκοδομῇ· ἐνταῦθα δὴ μὴ παροῦσα προσετέθη. Τὸ δὲ ρο, μικρὸν μὲν ὂν, οὐ συνᾴδει τῷ μέτρῳ, μέγα δὲ γενέσθαι οὐ δύναται· ἡ τῶν Ἀττικῶν γὰρ ἔκτασις οὐκ ἔχει χώραν ἐπὶ πάθεσι λέξεων· ἀναγκαζόμενον δὲ τὸ υ κατέχειν μεθʼ ἑαυτοῦ ὡς ἂν δὴ οἰκεῖον, ἵνα μὴ ἀλλοτρίας αὐξήσεως δέηται, ξένον καὶ ἀσύνηθες πρᾶγμα ποιήσει, καὶ ὃ ἐν οὐδενὶ ἑτέρῳ τοιούτῳ ποτὲ γίνεται. Εἰ δὲ προσθήκη γενήσεται ἑτέρου μ ὡς ἐν τῷ ἔμμεναι, ὅτε χρεία μακρὸν γενέσθαι τὸ ε, καὶ ἑτέροις πολλοῖς, ἴσως ἂν κατὰ λόγον ἔχοι τοὔνομα τὴν αὔξησιν ἀποδεδομένην.
ΖΗΛΟΙ ΔΕ ΤΕ. Ἡ ἀγαθὴ ἔρις, καὶ Ζῆλος λέγεται· ἡ δὲ φαύλη, Φθόνος. Ὅμως ἔμπροσθεν εὑρήσεις τὸν Ἡσίοδον κατακεχρημένον τῷ ζήλῳ, ἀντὶ τοῦ φθόνου.
ΖΗΛΟΙ ΔΕ ΤΕ ΓΕΙΤΟΝΑ ΓΕΙΤΩΝ. Τὸ ΖΗΛΟΥΝ δύο δηλοῖ· τὸ φθονεῖν, καὶ τὸ μακαρίζειν. Ὥσπερ δὲ λέγουσι ἐνίοτε τὸ ἐπαινεῖν ἀντὶ τοῦ ἐργάζεσθαι, οἷον, ἀρετὴν ἐπαινεῖ τις, ἀντὶ τοῦ ἐργάζεται· καὶ τὸ, σίγʼ ἐπαινῶ, ἀντὶ τοῦ σιγῶ, οὕτω καὶ τὸ ζηλοῦν τὸ μακαρίζειν, ἐνίοτε καὶ ἐπὶ τοῦ μιμεῖσθαι τιθέασιν, ὡς ἐνταῦθα οὗτος, οὐκ ἔξω λόγου ταῦτα ποιοῦντες· ὃ γὰρ ἐπαινεῖ τις, τοῦτο πάντως εἰκὸς καὶ ἐργάζεσθαι αὐτόν· καὶ ὃν μακαρίζει τὶς ἐφʼ οἷς ἔχει ἀγαθοῖς, δηλονότι, ἢ ἀπολαύει, — ἐπὶ τούτων γὰρ λέγεται ὁ μακαρισμὸς — τοῦτον πάντως καὶ μιμήσαιτο ἂν, ἵνα τοῦ αὐτοῦ τύχῃ μακαρισμοῦ. ΑΦΕΝΟΣ ὁ ἀπὸ τῶν ὡρῶν τοῦ ἐνιαυτοῦ ἀθροιζόμενος πλοῦτος. Τὸ αὐτὸ καὶ βίος, ἀφʼ οὗ βιοῖ τις δηλονότι. Λέγεται δὲ καὶ ὁ ἄφενος ἀρσενικῶς, καὶ τὸ ἄφενος οὐδετέρως.
ΕΙΣ ΑΦΕΝΟΝ. Τὸν πλοῦτον ἄφενον καλοῦσι, τὸν ἀπὸ τῶν ἔργων τῶν ἐνιαυσιαίων ἀθροιζόμενον· ἔνος γὰρ καλεῖται ὁ ἐνιαυτός.
ΕΙΣ ΑΦΕΝΟΝ ΣΠΕΥΔΟΝΤΑ. Ἄφενος, πλοῦτος, ὄλβος, τύχη, καὶ εὐδαιμονία διαφέρει. Ἄφενος μὲν, καὶ ἀφνειὸς, ὁ μετέχων ἀφένου λέγεται· ἄφενος δέ ἐστιν, ἡ ἐτησία συγκομιδὴ τῶν καρπῶν· πλοῦτος, τὰ διὰ πολλῶν ἐτῶν συναγόμενα, δοῦλοι, κτήσεις, ἀγροί· ὄλβος, τὰ ἀμφότερα· τύχη δὲ, ἡ δόξα τοῦ βίου καὶ ἔπαρσις· εὐδαιμονία δὲ, ἵνα τὰ πολλὰ παρεάσω, τὸ εὖ τοῦ δαίμονος, ἤτοι τῶν ψυχικῶν ἀρετῶν ἔχει. Δαίμων γὰρ καὶ ἡ ψυχὴ λέγεται παρʼ Ὁμήρῳ, καὶ παρὰ Σωκράτει.
ΑΓΑΘΗ Δʼ ΕΡΙΣ ἩΔΕ ΒΡΟΤΟΙΣΙΝ. Ἀντὶ τοῦ ἀγαθῶν αἰτία ἐστὶν ἥδε ἡ ἔρις τοῖς ἀνθρώποις.
ΚΕΡΑΜΕΙ ΚΟΤΕΕΙ. Ζηλοῖ, ὀργίζεται, φθονεῖ, βασκαίνει. ΑΛΛΩΣ. Προτρέπεται πρὸς γεωργίαν διὰ τοῦτο. Ἐν γὰρ ταῖς ῥίζαις τῶν γεωργικῶν ὑφίσταται ἡ ἀγαθὴ ἔρις φησὶν, οὐχὶ δὲ ἐν ταῖς ἀδικίαις. Ἢ ὅτι ἐκ τοῦ ἀφανοῦς καὶ ἀδήλου παρυφίσταται τὰ κακὰ καὶ τὰ ἀγαθά. Τοῦτο δεῖ μᾶλλον ἐπανάγειν εἰς τὰ εἰρημένα περὶ τῆς χείρονος ἔριδος, καὶ γὰρ τὸ κοτέειν καὶ τὸ φθονεῖν κακά ἐστι, καὶ ἐκείνης οἰκεῖα, καὶ οὐ τῆς ἀμείνονος.
ΚΑΙ ΚΕΡΑΜΕΥΣ ΚΕΡΑΜΕΙ. Μεταβαίνει καὶ πρὸς τὴν φαύλην ἔριν, καὶ τὰ ταύτης ἐπεξηγεῖται.
ΚΑΙ ΚΕΡΑΜΕΥΣ ΚΕΡΑΜΕΙ ΚΟΤΕΕΙ. Ἤγουν ἀγανάκτησιν ἔχει ἀποκειμένην, βλάβης καιρὸν παρατηροῦσαν, καὶ τέκτονι τέκτων κοτέει, καὶ πτωχὸς πτωχῷ φθονέει, καὶ ἀοιδὸς, ἤγουν ποιητὴς, ἀοιδῷ. Δῆλα ταῦτά ἐστι. Φθόνος ἐστὶ λύπη ἐπʼ ἀλλοτρίοις ἀγαθοῖς. Σὺ δὲ, ὦ Πέρση, ἐγκατάθου, ἤγουν ἔμβαλε, τῷ σῷ λογισμῷ ταῦτα, μηδὲν ἡ ἔρις ἡ χαιρέκακος, ἤγουν ἡ ἐπὶ τοῖς κακοῖς χαίρουσα, κωλυέτω σε κατὰ τὴν ψυχὴν, λέγω, ἀπὸ τοῦ ἐργάζεσθαι, ὅμοιον τῷ, Ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων; εἰς φιλονεικίας βλέποντα, ἀντὶ τοῦ ἔχοντα τετραμμένην τὴν γνώμην· τοῦτο γὰρ τὸ ΝΕΙΚΕʼ ΟΠΙΠΤΕΥΟΝΤΑ. Λείπει δὲ ἡ εἰς πρόθεσις· τὸ γὰρ βλέπειν εἰ λέγεται πρός τι, μὴ μεσιτευούσης αὐτῆς οὐδὲν πλέον δηλοῖ ἢ τὴν ἐνέργειαν τῆς ὁρατικῆς δυνάμεως· μετὰ δὲ ταύτης ἐνίοτε μὲν δηλοῖ σπουδὴν, καὶ τὸ ἔχειν ἐπί τι τετραμμένην τὴν γνώμην, ὃ βούλεται δηλοῦν ἐνταῦθα ὁ λόγος· ἐνίοτε δὲ ἐλπίδα· οἷον εἰς σὲ βλέπω, ἀντὶ τοῦ εἰς σὲ ἐλπίζω· ἐνίοτε δὲ μίμησιν, οἷον εἰς σὲ βλέπων τόδε ποιῶ, ἀντὶ τοῦ σὲ μιμούμενος.
ΠΤΩΧΟΣ. Ἐκ τοῦ πτώσσω, τὸ δειλιῶ, ἢ ὁ ἐκπεπτωκὼς τοῦ ἔχειν.
Ω ΠΕΡΣΗ. Τὸ ποίημα γέγραπται πρὸς τὸν Πέρσην τὸν ἀδελφὸν αὐτοῦ. Νουθεσία δὲ καὶ δικαιολογία· νειμάμενος γὰρ τὴν πατρῴαν οὐσίαν κατηνάλωσε θεραπεύων τοὺς ἐν τῇ πολιτείᾳ, καὶ καταδυναστεύων Ἡσιόδου, καὶ πολλὰ παρενοχλῶν ἐζημίου πρὸς ἄρχοντας καὶ κριτήρια ἕλκων διὰ τὴν τῶν χρημάτων ἐπίθεσιν.
ΤΕΩι ΕΝΙ ΘΥΜΩι. Ἐν τῷ σῷ θυμῷ, νῦν, τῇ ψυχῇ. Σημαίνει δὲ καὶ τὰ μέρη αὐτῆς· τὸ θυμικὸν, τὸ ἐπιθυμητικὸν, καὶ τὸ λογιστικόν· ἡ γὰρ ὁμόνοια τοῦ λογισμοῦ ἐστι.
ΕΡΙΣ ΚΑΚΟΧΑΡΤΟΣ. Ἢ ἡ κακοῖς χαίρουσα, ἢ ᾗ χαίρουσιν οἱ κακοὶ, καὶ φιλοδικοῦντες, καὶ κακοπράγμονα βίον ζῶντες. Διὸ καὶ ἀπὸ τῶν ἔργων κωλύει, τρέπουσα αὐτοὺς ἐπὶ τὰς ἀγορὰς, καὶ τὰς δίκας τὰς πρὸς ἀλλήλους. ΑΛΛΩΣ. Ἀμφίβολον τὸ κακόχαρτον, ἤτοι γὰρ ἡ κακοῖς χαίρουσα, ἢ ἐφʼ ᾗ οἱ κακοὶ ἐπιχαίρουσι. Δοκοῦσι γὰρ ὅτε σύγχυσις γένηται, ὠφελείας ἕξειν. ΑΛΛΩΣ. Μὴ δέ σε, φησὶν, ἡ φιλονεικία κωλύσῃ ἀπʼ ἔργου εἰς τὸ περιβλέπεσθαι φιλονεικίας καὶ ἀκροᾶσθαι ῥημάτων καὶ φημῶν κινουμένων ἐν ἀγορᾷ.
ΚΑΚΟΧΑΡΤΟΣ. Ἡ χαίρουσα ἐν τοῖς κακοῖς, ἢ ἐν ᾗ χαίρουσιν οἱ κακοί.
ΝΕΙΚΕʼ ΟΠΙΠΤΕΥΟΝΤΑ. Τουτέστι πρὸς μόνας τὰς φιλονεικίας βλέποντα, καὶ ἐπήκοον ὄντα τῶν κατʼ ἀγορὰν κινουμένων φιλονεικιῶν, ὀφείλοντα τοῖς ἔργοις προσέχειν τοῖς γεωργικοῖς, ἀφʼ ὧν τρέφεσθαι δυνατόν.
ΑΓΟΡΗΣ ΕΠΑΚΟΥΟΝ. Ἀκουστὴν τῶν ἐν τῷ πωλητηρίῳ λαλουμένων. Σημαίνει δὲ ἡ ἀγορὰ τὸ πωλητήριον, τὸ βουλευτήριον, τὰ ἐν ἀμφοτέροις πλήθη, τὰς ἐν ἀμφοτέροις λαλιὰς, καταχρηστικῶς καὶ πᾶσαν ἀπὸ τούτου λαλιάν. Ἀγορὰ λέγεται καὶ τὸ ἀγοραζόμενον πρᾶγμα, καὶ τὸ νόμισμα διʼ οὗ ἀγοράζεται.
ΟΠΙΠΤΕΥΟΝΤΑ. Τοῦτο παρὰ τοῖς κοινοῖς, μετὰ μὲν προθέσεως ἐν χρήσει ἐστὶν, οἷον, ὑποπτεύω ἀντὶ τοῦ ὑφορῶμαι, καὶ μεθʼ ἑτέρας ἴσως προθέσεως· χωρὶς δὲ προθέσεως οὔποτʼ ἂν ῥηθείη αὐτοῖς. Οἱ ποιηταὶ δὲ καὶ τούτῳ χωρὶς προθέσεως οὐκ ὀκνοῦσι χρῆσθαι καὶ ἑτέροις μυρίοις. Ἐνταῦθα δὲ προσθήκη γίνεται συλλαβῆς, ὡς ἐν τῷ ἐτήτυμα καὶ ἑτέροις.
ΑΓΟΡΗΣ. Ἀντὶ τοῦ τῶν ἐν ἀγορᾷ φημῶν καὶ ῥημάτων, Ἀγορὰν δὲ λέγει ἐνταῦθα τὸ δικαστήριον.
ΕΠΑΚΟΥΟΝ. Ἐπάκουον, ἤγουν ἐπήκοον· ἐπήκοος γὰρ κυρίως ὁ τῶν εὐχῶν εὐμενῶς ἀκούων· ἐνταῦθα δὲ, ἀντὶ τοῦ ἀκροατὴν ἁπλῶς.
ΩΡΗ ΓΑΡ Τʼ ΟΛΙΓΗ. Τουτέστιν ἐλαχίστη φροντίς ἐστι τῶν ἀγορῶν καὶ δικῶν ἐκείνων τῷ μὴ ἔχοντι βίον ἐπηετανὸν, τὸν ἀπὸ τοῦ ἔτους ἀθροιζόμενον, ἐν τοῖς ἑαυτοῦ οἴκοις, ἀφʼ οὗ τραφήσεται ἀνὰ πᾶν τὸ ἔτος. ψιλοῦται δὲ τὸ ὤρη, νῦν γὰρ τὴν φροντίδα σημαίνει. Ὅθεν καὶ ὀλιγωρία, καὶ πολυωρία καὶ πολυωρῶ, καὶ πυλωρὸς, ὁ τὴν τοῦ φυλάσσειν ἔχων ἐξουσίαν.
ΩΡΗ ΓΑΡ Τʼ ΟΛΙΓΗ. Ἀντὶ τοῦ, οὐ χρὴ φιλονεικιῶν φροντίζειν καὶ τῆς ἐν ἀγορᾷ διατριβῆς ἐκεῖνον τὸν ἄνθρωπον, ᾧ ἡ ἐτησία συγκομιδὴ τῆς ζωῆς, ἡ ἐκ τῶν καρπῶν τῆς γῆς διδομένη, οὐκ ἔστιν ἱκανὴ διαρκεῖν πρὸς ὅλον τὸν ἐνιαυτόν.
ΩΡΗ. Ἡ φροντίς· καὶ ψιλοῦται. Ὅθεν κηπωρὸς φαμὲν μετὰ ψιλοῦ τοῦ π, οὐ μετὰ δασέως τοῦ φ.
ΟΛΙΓΗ. Οὐδὲ μικρά. ΝΕΙΚΕΩΝ Τʼ ΑΓΟΡΕΩΝ ΤΕ. Δύο συνιζήσεις εἰσὶ τῷ στίχῳ· ΚΕΩΝ Τʼ ΑΓΟ, δάκτυλος· τὸ γὰρ ΚΕΩΝ ἀντὶ μιᾶς μακρᾶς ἐστι· ΡΕΩΝ ΤΕ, τροχαῖος· καὶ τὸ ῥέων γὰρ, ἀντὶ μιᾶς κεῖται μακρᾶς.
ΩΡΗ ΓΑΡ Τʼ ΟΛΙΓΗ ΠΕΛΕΤΑΙ. Οὐδεμία γὰρ φροντὶς πέλεται, ἀντὶ τοῦ πέλει, ἤγουν ὑπάρχει, τῶν φιλονεικιῶν· καὶ τῶν ἀγορῶν, ἀντὶ τοῦ τῆς ἀγορᾶς, ἐκείνῳ δηλονότι τῷ ἀνθρώπῳ· ᾧ τινι μὴ κατάκειται, ἀντὶ τοῦ ἀποκείμενός ἐστιν, ἔνδον, ἤγουν ἐν τῷ οἴκῳ, βίος αὐτάρκης εἰς ὅλον τὸν ἐνιαυτόν· τοῦτο γὰρ δύναται τὸ ἘΠΗΕΤΑΝΟΣ· ἤγουν διόλου τοῦ ἔτους ἐξαρκῶν.
Ωι ΤΙΝΙ ΜΗ ΒΙΟΣ. Αὐτοῦ κατʼ ὀλίγον νουθετεῖ ἀπαλλάσσων τῆς ἀργίας.
ΒΙΟΣ. Τὸ βίος ἓξ σημαίνει· τὴν τέχνην, ὡς τὸ, βίον ἐμπορικὸν ἢ φιλόσοφον ἔζη· τὸν τρόπον, ὡς τὸ, χρηστοῦ βίου ἐστί· τὸν παρόντα κόσμον· τὸν ἑνὸς ἑκάστου χρόνον· τῆς ζωῆς τὴν περιουσίαν, ὡς τὸ, πολὺς ἦν αὐτῷ βίος· καὶ τὰς πρὸς τὸ ζῇν συντεινούσας τροφάς· ὅπερ τὸ ἐνταῦθα δηλοῖ κείμενον.
ΕΠΗΕΤΑΝΟΣ. Ὁλοχρονίως ἀρκεῖν δυνάμενος, ἐκ τοῦ ἔτος ἐτανὸς ἐετανός· καὶ ἐκτάσει, ἠετανός.
ὩΡΑΙΟΣ ΤΟΝ ΓΑΙΑ. Τὸν βίον δὲ εἶπεν ὡραῖον, ὡς ἐκ τῆς τῶν ὡρῶν περιόδου συλλεγόμενον. Ἐπειδὴ τὰ μὲν τὸ ἔαρ φέρει, τὰ δὲ τὸ θέρος, τὰ δὲ τὸ μετόπωρον, τὰ δὲ ὁ χειμὼν τῶν πρὸς τὸν βίον ἡμῶν ἀναγκαίων. Ὡραῖος μὲν γὰρ διὰ ταῦτα ὁ βίος. Δημήτερος δὲ ἀκτὴν πᾶσαν τὴν τῶν καρπῶν φορὰν ἐκάλεσεν, οὐ μόνον τῶν ἰδίως λεγομένων Δημητριακῶν, οἷον πυρῶν καὶ κριθῶν, ἀλλὰ καὶ τῶν ἄλλων. Τὴν γὰρ γῆν, ἀφʼ ἧς οἱ καρποὶ πάντες, Δήμητραν ὠνόμαζον οἱ παλαιοί. ΑΛΛΩΣ. Ὁ γὰρ, φησὶ, μὴ ἔχων πλοῦτον ἐν τῷ οἴκῳ αὐτοῦ ὀφείλει ποτὲ μὲν ἐργάζεσθαι, ποτὲ δὲ ἀκροᾶσθαι. Κάμνε, φησὶ, καὶ τότε φιλονείκει. Τοῦτο δὲ εἶπεν, ἵνα κατὰ μέρος ἀπάρῃ αὐτὸν τοῦ φιλονεικεῖν ἐπὶ τὸ ἐργάζεσθαι. ΑΛΛΩΣ. Τὰ κατὰ τὸν Πέρσην ἤτοι ἱστορικῶς ἐκληπτέον, ἢ πλασματικῶς, καὶ ὑποθετικῶς διὰ τὸ ἀπρόσωπον τοῦ λόγου. Ἡ ἀκτὴ, φασὶ, θηλυκόν· σημαίνει δὲ τὸν καρπόν.
ὩΡΑΙΟΣ. Ὁ ἐκ τεσσάρων ὡρῶν τῶν χρονιαίων γινόμενος· εἰδὼς δὲ καὶ τὸ βίος ὄνομα σημαῖνον πολλὰ, διαιρῶν τέθεικε τὸ ὡραῖος. Ἐπεὶ δὲ βιωφελῆ καὶ ὡραῖα οἶδε καὶ ἕτερα, οὐκ ἀπὸ γῆς δὲ, προσέθηκε τὸ, ΤΟΝ ΓΑΙΑ ΦΕΡΕΙ.
ΔΗΜΗΤΕΡΟΣ ΑΚΤΗΝ. Ἤτοι τῆς γῆς τὸ δώρημα. Δημήτηρ γὰρ ἡ γῆ, Δωρικῶς. οὗτοι γὰρ ἀντὶ τοῦ γ, δ τιθέασι, δνοφερὸν γνοφερὸν, καὶ Δήμητραν Γήμητραν λέγοντες. ΑΚΤΗΝ. Ἀκτὶς, θηλυκὸν, ἡ τοῦ ἡλίου· καὶ ἀκτὴ, ὁ αἰγιαλὸς λέγεται. Τὸ δὲ δώρημα, ὁ ἀκτὴς τοῦ ἀκτοῦ τὸν ἀκτὴν, ἐκ τοῦ ἄγω τὸ φέρω. Καὶ νῦν μὲν περὶ Δημήτερος συντόμως εἶπον, τὸ σαφές τε καὶ ἀληθέστατον· καὶ τὴν μυθικὴν δὲ ἱστορίαν λεκτέον, ἀλλὰ καὶ ἀλληγορητέον μοι. Ἐκ Κρήτης, ἢ μᾶλλον ἐκ Σικελίας, Ἅιδης ἀφήρπασε τὴν Δήμητρος θυγατέρα τὴν κόρην. Διώκουσα δὲ ἡ Δημήτηρ, μέχρι τῶν Ἀθηνῶν καὶ τῆς Ἑλλάδος ἀφίκετο. Ὑπὸ Τριπτολέμου δὲ τοῦ Κελεοῦ καὶ Μετανείρας παιδὸς τὰ περὶ τὴν παῖδα μαθοῦσα εἰς ἀμοιβὴν τῷ Τριπτολέμῳ τὰ σπέρματα δίδωσι, καὶ πτερωτῶν ἅρμα δρακόντων· ὃς τούτῳ περιϊπτάμενος πανταχοῦ, τὰ περὶ γεωργίας διδάσκει. Ταῦτα μὲν τὰ μυθώδη. Τὸ δʼ ἀληθὲς οὕτως ἔχει· μή πω τῶν γεωργικῶν ἐπιγνωσθέντων, περὶ τὴν Σικελίαν καὶ τὴν Λιβύην σῖτος αὐτοματίζων ἐγίνετο, καὶ πάλιν ἐφθείρετο, μηδενὸς τοῦτον ἐπιγινώσκοντος. Κέκροψ δὲ, ἤ τις ἕτερος, Ἄργον εἰς Λιβύην καὶ Σικελίαν πέμψας, οὐκ οἶδα παρὰ τίνος μαθὼν, ἐκέλευσε συναγαγεῖν σῖτον ἐκ τοῦ ἐκεῖ φυομένου, καὶ εἰς Ἑλλάδα μετακομίσαι· οὗ δὴ γεγονότος, Τριπτόλεμος πρῶτος ἀρόσας, καὶ σπείρας ἢ ἐν Ἀρόῃ χωρίῳ ἀπὸ τῆς πρώτης ἀροτριάσεως, ὃ νῦν Νέαι Πάτραι καλοῦνται, ἢ κατὰ τοὺς πλείστους ἐν Ἐλευσῖνι τῆς Ἀττικῆς, γεωργεῖ καὶ συγκομίζεται τοὺς καρπούς. Εἶτα καὶ συγγραψάμενος τὰ περὶ γεωργίας, τοῖς πᾶσιν ἀνθρώποις δέδωκε. Καὶ Δημήτηρ μὲν ἡ γῆ καλεῖται, ὅτι πάντων ἡ γῆ μήτηρ Κόρη δὲ νῦν καὶ Περσεφόνη, τὰ ἐκ τῆς γῆς κατʼ ἔτος πρὸς τὸ ζῇν διδόμενα· μᾶλλον δὲ σῖτος, καὶ τὰ γεωργικά· δίʼ ἃ περισσοὶ φόνοι καὶ πόλεμοι γίνονται. Ταύτην οὖν τὴν κόρην, ἤγουν τὸν νεάζοντα σῖτον, Ἅιδης ἀφήρπαζε. Φυόμενον γὰρ τοῦτον, πρότερον συνέβαινε ἀφανίζεσθαι πάλιν διὰ ἄγνοιαν γεωργίας, ὡς ἔφημεν· ὡς δὲ Ἄργου μετακομίσαντος, παρὰ Τριπτολέμου ἐν Ἐλευσῖνι ἐσπάρη καὶ ἀνεφύη, καὶ πανταχοῦ ἐδιδάχθη, ἔφασαν τὴν Δήμητραν εἰς Ἀθήνας ἐλθεῖν, ἤγουν τὰ τῆς γῆς δωρήματα, καὶ παρὰ Τριπτολέμου μαθοῦσαν εὑρεῖν τὴν κόρην, διʼ Ἐλευσῖνος ἀνερχομένην ἐξ Ἅιδου λευκόπωλον. Ἐκεῖ γὰρ κρυβεὶς καὶ σπαρεὶς ἐν τῇ γῇ ὁ σῖτος εἰς φῶς ἐξῆλθε. Δράκοντες δὲ πτερωτοὶ, οἱ προφορικοὶ λόγοι, καὶ οἱ γραπτοὶ, οἱ πανταχοῦ περιπορευόμενοι, καὶ τὴν γεωργίαν διδάσκοντες. Ταῦτα μὲν τὰ μυθικὰ καὶ ἀλληγορούμενα. Ἔστι δὲ καὶ ἑτέρα ἱστορία φερομένη περὶ τῆς Δήμητρος. Ὄσιρις, ὁ καὶ Διόνυσος, μετὰ Ἴσιδος τῆς αὐτοῦ γυναικὸς τῆς καὶ Δήμητρος καλουμένης, καὶ στρατοῦ πλείστου, μετὰ μουσικῶν καὶ αὐλῶν περιήρχετο, τὴν γεωργίαν καὶ φυτουργίαν διδάσκων. Ὅθεν αὐτὸν καὶ Διόνυσον ἐκάλεσαν, ὡς εὑρετὴν φυτουργίας· τὴν δὲ Ἴσιν Δήμητραν, ὡς τὰ τῆς γῆς δωρουμένην, καὶ γεωργίαν διδάξασαν.
ὩΡΑΙΟΣ. Τουτέστι τῶν ὡρῶν τοῦ ἐνιαυτοῦ δώρημα.
ΤΟΝ ΓΑΙΑ ΦΕΡΕΙ. Ἀντὶ τοῦ, ὃν ἡ γῆ φύει, ἀκτὴν ὄντα τῆς Δήμητρος, ἀντὶ τοῦ, ἐξαίρετον δώρημα. Ἀκτὴ ἡ κατὰ τοὺς αἰγιαλοὺς ἐξοχή· ἀφʼ οὗ κατὰ μεταφορὰν ἐνταῦθα τὸ ἔξοχον δώρημα.
ΤΟΥ ΚΕΚΟΡΕΣΣΑΜΕΝΟΣ. Οὐχ ὅτι πλούσιός τις ὢν ὀφείλει εἶναι φιλόδικος, ἀλλʼ ἐκ περιουσίας ἐνδείκνυται πρὸς τὸν Πέρσην, ὅτι μόλις πλούσιος ὢν σχολὴν ἄγειν ὤφειλες εἰς τὸ περὶ δίκας διατρίβειν καὶ ἀγοράς. Νῦν δὲ ἄπορος ὢν πρὸς τοῖς ἔργοις ἂν μάλιστα διάγοις, ἀφʼ ὧν δύνασαι πορίσαι σαυτῷ βίον. ΑΛΛΩΣ. Ὅταν, φησὶν, εἰς χορτασίαν ἀποθῇς ἑαυτῷ, τότε φιλονείκει ἐπʼ ἀλλοτρίοις κτήμασιν. ἐπειδὴ οὐκ ἔστιν ἐκ δευτέρου ἐργάζεσθαι τὸ ἔργον, ὡς ἂν εἰ μὴ σπείρεις τῷ χειμῶνι, οὐ δύνῃ μετὰ ταῦτα τῷ θέρει σπεῖραι.
ΤΟΥ ΚΕΚΟΡΕΣΣΑΜΕΝΟΣ. Οὗ τινος δὴ δωρήματος καὶ βίου τοῦ ἐκτῆς γεωργίας κορεσθεὶς, ΟΦΕΛΛΟΙΣ, ἀντὶ τοῦ ὄφελλε καὶ αὖξε τὴν ἔριν. Οὐ προτρέπων δὲ τοῦτον φιλόνεικον εἶναι, ταῦτά φησι· ἀλλʼ εἰδὼς, ὅτι εἰ πρὸς ἔργα καὶ γεωργίαν σχολάσει, οὐκ ἔτι τούτοις ἀσχοληθήσεται, οὕτως εἰρήκει. Τὰ ἑξῆς δῆλα. Κεκορεσσάμενος, καὶ ὅσα λόγου δίχα τινὸς διπλασιάζει τὰ σύμφωνα, Αἰολικά εἰσιν.
ΤΟΥ ΚΕ ΚΟΡΕΣΣΑΜΕΝΟΣ. Τούτου τοῦ πλούτου κορεσσάμενος, ἤγουν πλησθεὶς, ὀφέλλοις ἂν, ἀντὶ τοῦ ὄφελλε, ἐπίτεινε, φιλονεικίας καὶ μάχην ἐπὶ τοῖς ἀλλοτρίοις κτήμασιν· ἤγουν χάριν τῶν ἀλλοτρίων κτημάτων, ὑπερβαίνειν αὐτὰ φιλοτιμούμενος.
ΣΟΙ Δʼ ΟΥΚΕΤΙ. Μετὰ τὴν διανομὴν τῶν πατρῴων ἥρπαζες τἀμὰ τοῖς ἄρχουσι χρώμενος συμμάχοις, καὶ ἐμὲ συκοφαντῶν· οὐκ ἔτι δὲ καὶ δεύτερον ὑπάρξει σοι διὰ τὴν φιλοπραγμοσύνην τὰ ἐμὰ ἁρπάζειν προσιόντι πάλιν ἐκείνοις, κἀμὲ συκοφαντοῦντι.
ΚΤΗΜΑΣʼ ΕΠʼ ΑΛΛΟΤΡΙΟΙΣ. Οἱ ποιηταὶ, καὶ δύο γράμματα, ὡς νῦν, ἐκθλίβουσιν Αἰολικῶς, καὶ τὰ μακρὰ κουφίζουσι.
ΣΟΙ Δʼ ΟΥΚΕΤΙ ΔΕΥΤΕΡΟΝ ΕΣΤΑΙ. Οὐκέτι δὲ ἐκ δευτέρου ὧδε καὶ κατὰ τοῦτον τὸν τρόπον σοι γενήσεται, λαμβάνειν τὰ ἐμά· ἀλλὰ λυθήτω αὐτόθι τὸ ἡμέτερον φιλονείκημα.
ΣΟΙ Δʼ ΟΥΚΕΤΙ ΔΕΥΤΕΡΟΝ ΕΣΤΑΙ ὩΔʼ ἙΡΔΕΙΝ. Ἀντὶ τοῦ πάλιν. Οὐ γὰρ ἅπαξ πρότερον τοῦτο ἐποίησεν, ἵνʼ ᾖ. τὸ παρὸν δεύτερον. ΑΛΛʼ ΑΥΤΟΘΙ· ἤγουν ἐν τῷ παρόντι. ΔΙΑΚΡΙΝΩΜΕΘΑ. τουτέστι διαχωρίσωμεν τὴν ἡμετέραν φιλονεικίαν. ΙΘΕΙΑΙΣ ΔΙΚΑΙΣ· ἤγουν εὐθείαις, ἐννόμοις, τουτέστι διʼ ἐννόμων Δικῶν. ΑΙ ΕΚ ΔΙΟΣ ΕΙΣΙΝ ΑΡΙΣΤΑΙ· ἤγουν κράτισται· τουτέστιν αἳ ἀπὸ τῆς προνοίας ἔχουσι τὸ κράτος.
ΑΛΛʼ ΑΥΘΙ ΔΙΑΚΡΙΝΩΜΕΘΑ. Ἀλλὰ νῦν μεταξὺ ἡμῶν ἀλλήλους διαλυσώμεθα ταῖς δικαίως κρινομέναις δίκαις ἐπʼ εὐθείαις, αἵ τινες ἐκ τοῦ Διός εἰσιν ἄρισται.
ἸΘΕΙΗιΣΙ ΔΙΚΑΙΣ. Εὐθείαις δικαιοσύναις, ἢ δικαίαις κρίσεσιν, αἳ ἀπὸ τοῦ Διὸς καὶ τῆς προνοίας καὶ τῆς εἱμαρμένης εἰσὶ τίμιαι
ΚΛΗΡΟΝ ΕΔΑΣΣΑΜΕΘΑ. Κλῆρον ἢ τὸν τῆς γῆς, ἢ τὸν τῆς οὐσίας· ὅθεν ἄκληρος ὁ πτωχὸς, καὶ ἐπίκληρος ὁ κληρονόμος. Ἤδη, φησὶν, ἐδασάμεθα ἅπαξ, καὶ ἔξωθεν δὲ, σὺ ἐπλεονέκτησάς με, καὶ ἄρχοντας ἐτίμησας ἐξ αὐτῶν, δωροδοκῶν αὐτοὺς καὶ κολακεύων, ἵνα σοὶ χαρίσωνται. Βασιλῆας δὲ νῦν τοὺς δικαστὰς καὶ τοὺς ἄρχοντας λέγει· οὕτως γὰρ αὐτοὺς ἐκάλουν οἱ παλαιοί· ὡς Ὅμηρος· Ἀλλʼ ἦτοι βασιλῆες Ἀχαιῶν εἰσὶ καὶ ἄλλοι.
ΗΔΗ ΜΕΝ ΓΑΡ ΚΛΗΡΟΝ ΕΔΑΣΣΑΜΕΘΑ. Ἀντὶ τοῦ πρὸ μακροῦ τὴν περιουσίαν ἐμερίσαμεν, ἣν ἀπὸ τοῦ πατρὸς ἐκληρονομήσαμεν. Ἀλλὰ καὶ ἄλλα πολλὰ ἔξω τοῦ ἀνήκοντός σοι μέρους ἐφόρεις, ἤγουν ἔφερες, ἁρπάζων· τουτέστι, βιαίως λαμβάνων, πλεονεκτῶν. ΜΕΓΑ ΚΥΔΑΙΝΩΝ, ἤγουν μεγάλως τιμῶν, ἀντὶ τοῦ, ἵνα μεγάλως τιμᾷς τοὺς βασιλέας, ἤτοι τοὺς κριτὰς τοὺς δωροφάγους· ἤγουν τοὺς τὰ δῶρα πόρον ζωῆς ποιουμένους, οἳ ταύτην τὴν κρίσιν ἐθέλουσι δικάσαι, ἤγουν κρῖναι, ἣν πρὸς ἀλλήλους ἔχομεν.
ΔΩΡΟΦΑΓΟΥΣ. Τοὺς ἄρχοντας, οἷς χρώμενος, καὶ δῶρα διδοὺς ἐκίνει κατὰ τοῦ Ἡσιόδου, οὐ δωροδόκους προσεῖπεν ἀλλὰ δωροφάγους, ὡς μὴ μόνον δῶρα λαμβάνοντας παρὰ τῶν φιλοδίκων, ἀλλὰ καὶ δαπανῶντας ἅπερ λάβωσι, καὶ τρεφομένους ἐκ τῶν ἀλλοτρίων· οἷά τε προθύμους ὄντας καὶ αὖθις δικάζειν τῷ Πέρσῃ καὶ τῷ Ἡσιόδῳ διὰ τὴν τῶν δώρων ἐλπίδα.
ΔΩΡΟΦΑΓΟΥΣ. Οὐκ εἶπε ΔΩΡΟΔΟΚΟΥΣ, ἀλλʼ ἐπιτατικῶς ΔΩΡΟΦΑΓΟΥΣ· τουτέστιν, ἐκ τοῦ λαμβάνειν δῶρα διαζῶντας. Οἱ δὲ τοιοῦτοι, τί τῶν φαύλων οὐ κρίνουσι τοῦ διαζῇν ἕνεκα; Δωροδόκοι δέ τινες γίνονται, καὶ φιλικῷ τρόπῳ δίχα φαυλότητος ἀποστολὰς εἰσδεχόμενοι.
ὉΣΩι ΠΛΕΟΝ. Τὸ πλέον, ἢ τῷ ποσῷ ἐστὶ πλέον, ἢ τῇ ἀξίᾳ· τὸ οὖν ἥμισυ τοῦ παντὸς ἔλαττον ὂν κατὰ τὸ ποσὸν, κατὰ τὴν ἀξίαν ἐστὶ πλέον. Ποιεῖ δὲ τὴν ἀξίαν τὸ δικαιότερον. Ὃν οὖν δεῖ μὴ τὸ πᾶν ἔχειν, ἀλλὰ τὸ ἥμισυ, διὰ τὸ πρόσαλλον τῆς διανομῆς, τοῦτον δεῖ πλέον τοῦ παντὸς νομίζειν τὸ ἥμισυ, ὡς κρεῖττον ὂν καὶ δικαιότερον τοῦ τὸ πᾶν κεκτῆσθαι τὸ μόνου τοῦ ἡμίσεως ἀπολαύειν· τὸ μὲν γὰρ ποιεῖ πλουσιώτερον, τὸ δὲ δείκνυσιν ὄντα δικαιότερον. ΑΛΛΩΣ. Τὸ ἥμισυ μετὰ δικαιοσύνης πλέον ἐστὶ τοῦ ὅλου μετὰ ἀδικίας.
ὉΣΩι ΠΛΕΟΝ ἩΜΙΣΥ ΠΑΝΤΟΣ. Ἀντὶ τοῦ ἐν ποίῳ πράγματι τὸ ἥμισυ πλέον τοῦ παντὸς, ἤτοι ὁλοκλήρου. Τὸ ὉΣΩι, ποσότης ἐστὶν ἀντὶ πηλικότητος· τὸ ΠΛΕΟΝ δὲ νῦν τῇ ἀξίᾳ νοητέον· οἷον, οἱ ἐκ δικαίου δέκα χρυσοῖ, πλείους τῇ ἀξίᾳ τυγχάνουσι τῶν κ. οὐ γὰρ τῷ ποσῷ ποτὲ τὸ ἥμισυ τοῦ ἑαυτοῦ ὁλοκλήρου πλέον τις εἴποι.
ΝΗΠΙΟΙ. Ἤγουν μωροί. ΟΥΔΕ ΙΣΑΣΙΝ. Ἤγουν γινώσκουσιν, ὅσῳ μέτρῳ δηλονότι ὑπάρχει πλέον τὸ ἥμισυ, τὸ ἀπὸ τοῦ δικαίου δηλονότι, τοῦ ὁλοκλήρου τοῦ ἐξ ἀδικίας.
ΟΥ Δʼ ὉΣΟΝ ΕΝ ΜΑΛΑΧΗι ΤΕ. Τὰ εὐτελέστατα τῶν βρωτῶν παρέλαβεν ἀφʼ ὧν τρέφεσθαι δυνατὸν, τὴν μαλάχην καὶ τὸν ἀσφόδελον· καὶ γὰρ ἐκ τούτων χυλὸν ἐσκεύαζον εἰς βρῶσιν. Ἐκ τούτου οὖν πολὺ τὸ ὄφελος, καὶ πλέον ἢ τῶν πολυτελεστάτων βρωμάτων ἀπὸ ἀδικίας συλλεγομένων. ΑΛΛΩΣ. Ἢ τὸν ἐκ τοῦ ῥᾴστου βίου λέγει, ἴσως δὲ καὶ ἀφʼ ἱστορίας τοῦτο λέγει· Ἕρμιππος γὰρ ἐν τῷ τῶν ἑπτὰ σοφῶν, περὶ τῆς ἀλίμου λέγει· — μέμνηται δὲ τῆς ἀλίμου καὶ Ἡρόδωρος, ἐν τῷ πέμπτῳ τοῦ καθʼ Ἡρακλέα λόγου, καὶ Πλάτων ἐν γʹ τῶν νόμων· — Ἐπιμενίδην φησὶ μικρόν τι ἐδεσμάτιον προσφερόμενον ὧδε διὰ ὅλην τελεῖν τὴν ἡμέραν, ἦν δʼ ἐξ ἀσφοδέλου καὶ μαλάχης, ὅπερ αὐτὸν ἄλιμον καὶ ἄδιψον ἐποίει.
ΟΥΔʼ ὉΣΟΝ ΕΝ ΜΑΛΑΧΗι. Ἐλλιπῶς καὶ συντόμως τοῦτό φησιν Ἡσίοδος. Εἰπὼν γὰρ ὅτι οὐ γινώσκουσιν ὅσον που πλέον τὸ ἥμισυ τοῦ ὁλοκλήρου, ἐπάγει, ὅτι οὐδὲ γινώσκουσιν ὅσον μέγα ὄφελος ἐν μαλάχῃ καὶ ἀσφοδέλῳ εὐτελέσι λαχάνοις ὑπάρχει. Λείπει τὸ παρὲξ ἀδίκων βρωμάτων πολυτελῶν. Πάλιν δʼ ὁ Πρόκλος ἐξαποπτύει λόγους. Ἐρεύγεται δὲ κομπασίφρονα ζάλην, Θέλων διδάσκειν τῆς ἀλίμου τὸν τρόπον. Ἀλλʼ οὐδὲν εἰδὼς ἀφριᾷ μάτην γράφων. Ἀλλʼ αὐτὸς εἰπεῖν καὶ διδάσκειν καὶ γράφειν Ἄκων προῆγμαι τοῖς κενοῖς τούτου κρότοις. Σκίλλης τὸν ὄγκον, καὶ μαλάχης τοὺς κλάδους Τεμὼν ἐν ὅλμῳ, συγκεράσας καὶ μέλι, Καὶ σπῶν τι βραχὺ πρὸς τροφὴν τῶν μιγμάτων Οὐκ ἂν πτοηθῇς τοῦ λιμοῦ τὸ πυρφόρον, Εἰ συγκεράσαις ἀκριβῶς καὶ πρὸς τέχνην. Εἰ δʼ οὐ, πρὸς Ἅιδην οὐ βραδὺς φανῇ τρέχων. Σκίλλα γὰρ οἶδε τοὺς ἀτέχνους ὀλλύειν. Εἰ δʼ αὐτὸν ἰὸν ἐξενέγκῃς ἐντέχνως, Βράττων ἱκανῶς ἐν χύτραις μεθʼ ὑδάτων, Ἔπειτα τερσήνειας αὐγαῖς ἡλίου, Τεμών τε λεπτὰ συμφυράσαις σησάμῳ, Μέλι τε μίξαις, καὶ τὸ μήκωνος δάκρυ Πρὸς σταθμὸν, ὃν χρὴ, καὶ ποσὸν, καὶ πρὸς μέτρον, Ὅπερ γινώσκων ἀκριβῶς, οὐχὶ γράφω, Σμικροῖς ἐν ὄγκοις ἱκανὸν θρέψαις ὄχλον.
ΟΥ Δʼ ὉΣΟΝ. Οὐδʼ ὅσον μέγα ὄφελός ἐστιν ἐν τῇ ζωῇ τῇ ἐν μαλάχῃ καὶ ἀσφοδέλῳ, ἀντὶ τοῦ εὐτελεῖ καὶ ἀπερίττῳ διαίτῃ, τῇ μετὰ δικαιοπραγίας δηλονότι, καὶ ἔξω πλεονεξίας. Διὰ γὰρ τῶν εὐτελεστάτων λαχάνων, ἀφʼ ὧν τρέφεσθαί τινα δυνατὸν, τὸν ἀπέριττον ἁπλῶς ἐδήλωσε βίον.
ΚΡΥΨΑΝΤΕΣ ΓΑΡ ΕΧΟΥΣΙ ΘΕΟΙ. Τὸν βίον ἀποκεκρύφθαι ὑπὸ τῶν θεῶν τοῖς ἀνθρώποις, τὴν τῶν ἀναγκαίων περιποίησιν βίον καλῶν· εἰ γὰρ μὴ ἀπεκέκρυπτο, ἀλλʼ ἦν ἐν μέσῳ κείμενος, καὶ εὐπόριστος, οὐδὲν ἔδει γεωργεῖν ἢ οὐδὲ πλεῖν ἕνεκα τῆς τοῦ βίου κατασκευῆς. Νῦν δὲ οὐκ οὖσα πᾶσιν εὐπετὴς ἡ τούτου πόρισις, ὡς κρυφθεῖσα παρὰ θεῶν, καὶ ὀλίγοις οὖσα καταφανὴς, κινεῖ τοὺς μὲν εἰς τὸ πλεῖν, τοὺς δὲ εἰς τὸ γεωργεῖν· μηχανωμένους ἀφορμὴν ἑαυτοῖς τοὶ συλλέγειν τὸν βίον. ΑΛΛΩΣ. Βίον τὸν τῆς ἀρετῆς δηλονότι· λέγεται δὲ ἔκρυψαν, ὅτι οὐ πᾶσι δήλη ἡ ἀρετὴ, καὶ ὅτι μετὰ κόπου πολλοῦ τὶς αὐτὴν εὑρίσκει· ἢ ἐπὶ γεωπονίᾳ ἔδωκαν τὸν πλοῦτον, οὐ προσθέντες αὐτόν. Τὸ δὲ σχῆμα Ἀττικόν· ἀντὶ γὰρ τοῦ «κεκρύφασιν» εἶπε «κρύψαντες ἔχουσιν.» Σοφοκλῆς, Κηρύξας ἔχω· ἀντὶ τοῦ ἐκήρυξα.
ΚΡΥΨΑΝΤΕΣ ΓΑΡ ΕΧΟΥΣΙΝ. Ἀντὶ τοῦ κεκρύφασιν, Ἀττικῶς· οἱ γὰρ Ἀττικοὶ τὰς μετοχὰς ἀντὶ ῥημάτων λέγουσι. Τινὲς κατὰ παρολκὴν, ἤγουν περισσῶς τιθέασιν, ὡς νῦν τὸ ΚΡΥΨΑΝΤΕΣ ἀντὶ τοῦ κεκρύφασι· τὸ δὲ ΕΧΟΥΣΙ κατὰ παρολκὴν κεῖται. Ὁ δὲ νοῦς τοιοῦτος· ὦ Πέρση, μὴ ἀργὸς ἐν ταῖς ἀγοραῖς καὶ τοῖς πωλητηρίοις διάτριβε· τῷ γὰρ μὴ ἔχοντι ἀρκοῦσαν τὴν ἐκ γεωργίας χρονίαν ζωὴν, οὐ χρεία τοιούτων· ἧς γεωργικῆς ζωῆς τὴν συνοικίαν πληρώσας, εἴπερ σοι αἱρετὸν, ἔπειτα φιλονείκει. Οἱ θεοὶ γὰρ, ἤγουν ἡ εἱμαρμένη, ἡ ἐκ τῶν ἀστέρων γινομένη, ἀπέκρυψε, καὶ δυσπόριστον ἐποίησε τὸν βίον τοῖς ἀνθρώποις. Εὐκόλως γὰρ πρότερον καὶ ἐν μιᾷ ἡμέρᾳ ἐργασάμενος εἶχες ἂν ἀρκοῦσαν ζωὴν πρὸς ὅλον ἐνιαυτὸν, καὶ ἀργὸς διάγων· καὶ ταχέως ἂν τὸ πηδάλιον ὑπεράνω τοῦ καπνοῦ κατετέθου, δηλονότι ἅπαξ πλεύσας· καὶ ἀπόλοιτο καὶ ἀπώλοντο ἂν τὰ ἔργα τῶν βοῶν, δηλονότι ἅπαξ σου ἐργασαμένου. Ἀλλὰ Ζεὺς, ἤγουν ἡ εἱμαρμένη, ἀπέκρυψε τὴν ῥᾳδίαν καὶ εὔκολον ταύτην ζωὴν, ἀπατηθεὶς παρὰ τοῦ Προμηθέως, καὶ κλαπεὶς ὑπʼ αὐτοῦ τὸ πῦρ· ἀνθʼ οὗ κλέμματος τοῦ πυρὸς τὴν γυναῖκα ποιήσας, συμφορῶν τὸν βίον ἐπλήρωσε. Ταῦτα μὲν τὰ μυθικά· καὶ δὴ σαφέστερον, καὶ κατὰ ἀλληγορίαν μοι μάνθανε, καὶ ἱστορικωτέρως καὶ ἀληθῶς κατὰ Ἕλληνας. Φασὶν Ἕλληνες, ὅσοι τὸν κόσμον γεννητὸν εἶναι λέγουσιν, ὅτι μετὰ τὸ διαῤῥαγῆναι τὸ Ἔρεβος, καὶ τὸν ἀέρα συστῆναι, καὶ ὑποστῆναι τὴν γῆν πηλώδη καὶ παντελῶς ἁπαλὴν, σηπεδονώδεις καὶ πομφολυγώδεις ὑμένας ἐκ ταύτης ἀναδοθῆναι· ὧν ὑπὸ τοῦ ἡλίου θερμαινομένων ἡμέρας, νυκτὸς δὲ τρεφομένων ταῖς σεληναίαις ὑγρότησι, καὶ μετὰ τὴν αὔξησιν ἐκραγέντων, ἀνθρώπους συνέβη γενέσθαι, καὶ παντοίων ζώων ἰδέας πρὸς τὴν στοιχειακὴν ἐπικράτειαν, τὴν ὑδατώδη φημὶ καὶ πυρώδη, καὶ γεώδη καὶ ἀερώδη. Κατεξικμασθείσης δὲ τῆς γῆς ὑφʼ ἡλίου, καὶ μηκέτι γεννᾷν δυναμένης, ἐξ ἀλληλογονίας φασὶ τὴν γέννησιν γίνεσθαι. Ὅτι δὲ ζῶα γεννᾷν οἶδεν ἡ γῆ, δεικνύουσι πολλαχόθεν, καὶ ἐκ τῶν ἐν Θηβαΐδι τῇ Αἰγυπτίᾳ γεννωμένων μυῶν μετὰ τὴν τοῦ Νείλου τῆς ἀναβάσεως ὑποχώρησιν. Οἱ τότε δὲ τῶν ἀνθρώπων, ἁπλότητος ὄντες ἁπάσης καὶ ἀπειρίας ἀνάμεστοι, οὐδεμίαν οὔτε τέχνην, οὔτε γεωργίαν ἐπίσταντο, οὔτʼ ἄλλο οὐδὲν, οὔτε ὅ τι ἐστὶ νόσος ἢ θάνατος ἐπεγίνωσκον· ἀλλʼ ὡς ἐπὶ κοῖτον ἐπὶ τὴν γῆν πίπτοντες ἀπέψυχον, οὐκ εἰδότες, ὃ πάσχουσι· φιλαλληλίαν δὲ μόνον ἀσκοῦντες, ἀγελαῖον διέζων τὸν βίον, δίκην ποιμνίων ἐπὶ νομὰς ἐξιόντες, καὶ τοῖς ἀκροδρύοις κοινῶς καὶ τοῖς λαχάνοις τρεφόμενοι, καὶ ἀλλήλοις κατὰ θηρίων προσεβοήθουν καὶ συνεμάχοντο, γυμνοὶ γυμναῖς ταῖς χερσί. Γυμνοὶ δὲ οὕτω τυγχάνοντες, καὶ σκέπης καὶ χρημάτων ὄντες ἐπιδεεῖς, καὶ μηδὲ καρποὺς καὶ ἀκρόδρυα πρὸς ἀποθήκας συναγαγεῖν εἰδότες, ἀλλὰ μόνην ἐσθίοντες τροφὴν τὴν ἐφήμερον, χειμῶνος γεγονότος, πολλοὶ διεφθείροντο· λοιπὸν κατὰ μικρὸν τὴν ἀνάγκην σχόντες διδάσκαλον, τὰ κοῖλα τῶν δένδρων, καὶ τὰ δασέα, καὶ τὰς σχισμὰς τῶν πετρῶν, καὶ τὰ σπήλαια ὑπεδύοντο, καὶ τοὺς τῶν καρπῶν δυναμένους φυλάττεσθαι μόλις γνωρίσαντες, καὶ ἅπαξ αὐτοὺς συναγείροντες, ἐν τοῖς σπηλαίοις συναπετίθεντο, καὶ τούτοις ἐτρέφοντο διʼ ὅλου ἐνιαυτοῦ. Τοιαύτῃ συζῶντες τῇ εἱμαρμένῃ, βίον ἁπλοῦν καὶ ἀπέριττον καὶ φιλάλληλον εἶχον δίχα πυρὸς ἐπιγνώσεως, οὐ βασιλεῖς, οὐκ ἄρχοντας, οὐ δεσπότας κεκτημένοι, οὐ στρατείας, οὐ βίας, οὐχ ἁρπαγὰς, ἀλλὰ φιλαλληλίαν μόνον καὶ τὸν ἐλεύθερον καὶ ἀπέριττον τοῦτον βίον ζῇν εἰδότες. Ἐπεὶ δὲ προμηθέστεροι γεγονότες, καὶ προβουλευτικώτεροι, τὸ πῦρ ἐφεῦρον, καὶ θερμοτέρων, ἤγουν πανουργοτέρων πραγμάτων ὠρέχθησαν, καὶ τὴν τοῦ ἀπερίττου καὶ ἐλευθέρου βίου ἐκείνου μετέστρεψαν διαγωγὴν, καὶ εἱμαρμένην, ὡς εἴποι τίς. Κἀκ τῆς χρήσεως τοῦ πυρὸς αἱ τέχναι προσεφευρέθησαν, διʼ ὧν ὁ βίος κοσμεῖται, καὶ τὰ ἡδέα ἡμῖν καὶ τερπνὰ καὶ ἁβρότατα γίνεται, δίκην γυναικὸς ἡμᾶς καταθέλγοντα, καὶ τρυφερωτέρους ἀπεργαζόμενα, ὃ καλεῖ πλάσιν γυναικὸς ὁ ποιητής. Ἐπεὶ ταῦτα ποθήσαντες ἐξευρήκαμεν, καθʼ ἑαυτῶν ἐκτησάμεθα τὴν πανουργίαν ταύτην, καὶ τὴν προμήθειαν, καὶ τῶν τεχνῶν ἁπασῶν τὴν ἐφεύρεσιν, καὶ τὴν ἐκ τοῦ ἀπερίττου καὶ σκληροῦ βίου ἐκείνου ἐπὶ τὸ θηλυπρεπέστερον καὶ βλακωδέστερον μεταῤῥύθμησιν. ἃ καὶ γυναῖκα Πανδώραν, καὶ ἱστὸν πολυστήμονα, καὶ ἕτερα καλέσει τις μυρία. Οὕτω γοῦν ἐκ τῆς τοῦ πυρὸς κλοπῆς, ἤγουν τῆς ἐφευρέσεως καὶ τῆς χρήσεως, ἐφεύρομεν νέον κακὸν ἐπίσπαστον, τὴν τρυφερωτέραν ταύτην βιοτὴν, τὸ ἐπὶ στιβάδων καὶ ταπήτων μαλακῶν καθεύδειν, ὅπερ ἀμφαγαπῶμεν. Κακὸν δὲ ἡμέτερον, ὅτι ποθοῦντές τι τούτων τῶν λαμπρυνόντων τὸν βίον προσεπικτήσασθαι, οὐδέποτε παυόμεθα καμάτου καὶ ὀϊζύος αἰνῆς. Καὶ τὸ πρὶν ζῶντες ἐλεύθεροι καὶ ἀπέριττοι καὶ ἀθόρυβοι, νῦν δοῦλοι γεγόναμεν δύστηνοι, βασιλεῖς καὶ ἄρχοντας καὶ δεσπότας ἡμῖν ἐπιστήσαντες καὶ τοῖς οἰκείοις πονήμασιν ὑπηρετοῦντες αὐτοῖς τρόμῳ πολλῷ· ἐντεῦθεν ἀνδροκτασίαι τε μάχαι τε, ἀνδροφόνοι τε κυδοιμοί. Εἰ δὲ ταύτας τὰς τέχνας οἱ ἐπιμηθέστεροι καὶ ὑστερόβουλοι μὴ ἐδέξαντο, τουτέστιν οἱ μετὰ τὸ πάθος τὴν γνῶσιν τούτων λαβόντες, καθάπερ ἂν οἱ προμηθέστεροί τινες καὶ τὸ μέλλον προβλέποντες τούτους ἐκώλυσαν, οἷα εἰδότες τὰ συμβησόμενα, οὐδέν τι τούτων τῶν δυσχερῶν τῶν ἐκτῆς δυστυχοῦς μακαρίας καὶ πλουσίας πενιχρᾶς καὶ γλυκείας πικρᾶς συνέβαινεν ἂν ἡμῖν βιοτῆς, ἀλλʼ ἐζῶμεν τὸν μακάριον βίον ἐκεῖνον, τὸν ἐλεύθερον, καὶ λιτὸν καὶ ἀπέριττον καὶ φιλάλληλον, καὶ τῶν νῦν κακῶν ἀνεπίδεκτον, μικροῖς τισι πονήμασι τὰ ὡραῖα τῶν ἐδωδίμων ἀκρόδρυα καὶ πᾶν λάχανον πρὸς τροφὴν συναγείροντες, καὶ εἴ τι που ἕτερον τοιουτότροπον, καὶ τοῖς παρευρημένοις ἀρκούμενοι. Τοῦτο γοῦν καὶ Ἡσίοδός φησι πρὸς Πέρσην τὸν ἀδελφὸν διὰ τῶν παρόντων ἐπῶν· ὦ Πέρση, εἰ τοιοῦτος ἦν ὁ βίος, ἀπέριττος οἷος ὁ πρὶν, ὡς ἐν μιᾷ ἡμέρᾳ συλλέγειν τὴν ἐτησίαν πᾶσαν τροφὴν, οὐκ ἄν σε ἀργὸν ὄντα καὶ πρὸς τὰ πωλητήρια διατρίβοντα ὤχλουν καὶ συνώθουν ἐργάζεσθαι· ἐπειδὴ δὲ δυσχερὴς ὁ βίος, καὶ ἡ εἱμαρμένη ἐκείνη καὶ ὁ παλαιὸς βίος μετέστραπται, καὶ λίαν ἐστὶν νῦν δυσχερέστατος, ὡς δυσπόριστος, καὶ κεχρημένος πολλῶν, δέον σε μὴ διάγειν ἀργὸν, ἀλλὰ παντοίως πονεῖν καὶ ἐργάζεσθαι· καὶ οὕτω γὰρ μόλις ἂν ἐκφύγοις τὴν τοῦ βίου δυσχέρειαν. Ἀλλὰ ταῦτα μὲν οὕτως· φέρε δὲ κἂν τοῖς ἔπεσιν αὐτὰ σαφηνίσωμεν.
ΚΡΥΨΑΝΤΕΣ ΓΑΡ ΕΧΟΥΣΙ. Οἱ θεοὶ, ἤγουν ἡ εἱμαρμένη κέκρυφε τὸν πρὶν ἄπονον καὶ ἁπλοῦν βίον τοῖς ἀνθρώποις· καὶ ἔστι νῦν ὀδυνηρὸς καὶ ἐπίπονος.
ΚΡΥΨΑΝΤΕΣ ΓΑΡ ΕΧΟΥΣΙ ΘΕΟΙ. Ἀντὶ τοῦ ἔκρυψαν γὰρ οἱ θεοὶ τὸν βίον τῶν ἀνθρώπων, τὸν ἀπέριττον δηλονότι καὶ ἄπονον. Ὁ Ζεὺς ἔκρυψεν, οὐχὶ πάντες οἱ θεοὶ, ὡς ἐν τοῖς ἔμπροσθεν φαίνεται. Σύνηθες δὲ τοῦτο τῇ φύσει καὶ ἀκόλουθον, τὸ τοῦ ἑνὸς ἔργον ἐπὶ πάντας τοὺς ὁμοειδεῖς ἀναφέρειν.
ῬΗΙΔΙΩΣ ΓΑΡ ΚΕΝ. Τοῦτο ἀκόλουθον τῷ κεκρύφθαι τὸν βίον ὑπὸ τῶν θεῶν, καὶ μὴ εἶναι πᾶσιν εὐπόριστον, εἰ γὰρ ἦν πᾶσιν εὐπόριστος, ῥᾴδιον ἂν ἦν καὶ ἐπʼ ἤματι, τουτέστιν ἐν μιᾷ ἡμέρᾳ, μεταχειρίσασθαί τι τῶν ἔργων, ὥστε πάντα τὸν ἐνιαυτὸν ἀπὸ τούτου πορίσαντα τὴν τροφὴν, τοῦ ἔτους ἀργεῖν, μηκέτι δεόμενον τοῦ ἐργάζεσθαι.
ῬΗΙΔΙΩΣ ΓΑΡ ΚΕΝ. Τότε γὰρ τῷ πρὶν βίῳ μιᾷ ἡμέρᾳ ἐργασάμενος εἶχες ἂν ὁλοχρονιαίαν ζωήν. Ἐργασίαν δέ φησιν οὐ γεωργικὴν, οὐχ ἑτέραν τέχνην τινὰ, οὐ γὰρ ἦσαν, ἀλλὰ τὴν συλλογὴν τῶν καρπῶν.
ῬΗΙΔΙΩΣ ΓΑΡ ΚΕΝ. Ῥᾳδίως γὰρ, εἰ εὐπόριστος ἦν δηλονότι ὁ βίος, καὶ μὴ ἐκρύπτετο τοῦτο ὑπὸ τοῦ Διὸς, ἐπὶ μιᾷ ἂν ἡμέρᾳ εἰργάσω οὕτως, ὥστε ἔχειν σε καὶ μέχρις ὅλου τοῦ ἐνιαυτοῦ, καὶ ἀργὸν ὄντα.
ΑΙΨΑ ΚΕ ΠΗΔΑΛΙΟΝ. Εἰ μὴ δυσπόριστος ἦν ὁ βίος καὶ τῶν ἐργαζομένων δεόμενος συνεχῶς, οὐκ ἔδει πλεῖν πολλάκις, ἀλλὰ τὸ πηδάλιον οἴκοι καπνισθησόμενον καταθεῖναι, ἅπαξ ποτὲ πλεύσαντα μόνον. Εἰώθεισαν γὰρ νεωλκήσαντες τὰ πηδάλια ὑπὲρ τῶν καπνιζομένων κρεμαννύναι τόπων ξηρανθησόμενα, τοῦ μὴ σῆψιν ὑπομεῖναι, χάριν τῆς ἐγκειμένης αὐτοῖς ὑγρότητος. Ἀλλʼ οὐδὲ γεωργεῖν καθʼ ἕκαστον ἔτος, ἀλλʼ ἅπαξ ποτέ· καὶ τοῦτο ποιήσαντα χαίρειν ἐᾶσαι τὰ τῶν βοῶν ἔργα, καὶ τῶν ἡμιόνων τῶν πρὸς γεωργίαν χρησίμων. Νῦν δὲ, διὰ τὸ δυσπόριστον εἶναι τοῖς ἀνθρώποις τὸν βίον, εὕρηται καὶ ναυτιλία, καὶ γεωργία παρʼ αὐτοῖς.
ΑΙΨΑ ΚΕ ΠΗΔΑΛΙΟΝ. Ἀντὶ τοῦ, ταχέως εἰς καπνὸν ἔῤῥιψας ἂν τὸ πηδάλιον, ἢ κατέκαυσας, ἢ ὡς καπνὸν καὶ οὐδὲν ἡγήσω· ἀντὶ τοῦ, οὐκ ἂν ὥσπερ νῦν ἐδεήθης ναυτιλίας. ΑΠΟΛΟΙΤΟ ΔΕ. Καὶ ἀπώλοντο ἂν καὶ αἱ ὑπηρεσίαι τῶν βοῶν, καὶ τῶν ἡμιόνων· οὐκ ἂν γὰρ ἦμεν οὐδὲ τούτων ἐν χρείᾳ. Οἱ δὲ ἐξηγούμενοι καὶ λέγοντες, ὅτι ἅπαξ πλεύσας, καὶ ἅπαξ ὁμοίως γεωργήσας, ἔθου τὸ πηδάλιον ὑπὲρ καπνοῦ κατικμάσθαι, καὶ τὰ κτήνη τῶν γεωργικῶν πόνων ἀπέλυσας, μάτην λαβράζουσιν. Οὐκ ἦν γὰρ τότε, ὡς ἔφην, οὔτε πλοῦς, οὔτε γεωργία· ὃ καὶ Ἡσίοδος ἀκριβῶς ἐπιστάμενος οὕτω φησὶν, ἢ ἴσως τὸν λόγον καὶ ἀναχρονίζει ὁ ποιητὴς, καὶ τὰ ἐπὶ τούτου γινόμενα προσάγει χρόνοις τοῖς παλαιοῖς. Ἀλληγορικώτερον δὲ οὑτωσὶ νοητέον· ἅπαξ ἐργασάμενος τὴν συλλογὴν τῶν καρπῶν, εἰ ἦν ὁ βίος ὥσπερ τὸ πρὶν, ἐκτὸς ἂν τοῦ καπνοῦ καὶ τῶν βιωτικῶν φροντίδων τὸν κυβερνήτην νοῦν ἔθου, καὶ ἀφροντίστως διῆγες· ἀπώλοντο δʼ ἂν καὶ αἱ βοαὶ, καὶ αἱ μάχαι, καὶ οἱ θόρυβοι, καὶ αἱ πρὸς βάρβαρα ἔθνη ἐπιγαμίαι, αἱ διὰ τὰς ὑποψίας καὶ τοὺς πολέμους γινόμεναι. Ταύτας γὰρ ἡμιόνους καλεῖ· μᾶλλον δὲ τοὺς ἐκ τῶν τοιούτων ἐπιμίξεων τικτομένους. καὶ γὰρ τὸν Κῦρον ὁ χρησμὸς ἡμίονον ἔφη, ὡς ἐκ μητρὸς Μῆδον, κατὰ πατέρα δὲ Πέρσην. Ἔστι δὲ ὁ χρησμὸς οὗτος· Ἀλλʼ ὅταν ἡμίονος βασιλεὺς Μήδοισι γένηται Καὶ τότε Λυδὲ ποδαβρὲ πολυψηφῖδα παρʼ Ἕρμον Φεύγειν, μηδὲ μένειν, μηδʼ αἰδεῖσθαι κακὸς εἶναι. Καὶ τὰς ἁπλῶς νῦν ἐπιμιξίας καὶ μάχας καὶ συῤῥαγὰς ἐθνῶν ἔθνεσιν ἡμιόνους καλεῖ, καὶ ταλαεργοὺς, διὰ τὸ πολλὰ καρτερεῖν καὶ πάσχειν τοὺς συγκροτοῦντας πόλεμον.
ΑΙΨΑ ΚΕ ΠΗΔΑΛΙΟΝ. Ἤγουν ταχέως ἂν τὸ πηδάλιον μὲν κατέθου, ἀντὶ τοῦ ἔθου, ὑπὲρ καπνοῦ, τουτέστιν ἀργὸν ἂν εἴασας καὶ οὐδεμίαν χρείαν ἔσχες αὐτοῦ. Τὰ ἔργα δὲ τῶν βοῶν ἀπώλετο ἂν, ἀντὶ τοῦ ἐν ἀφανείᾳ ἦν ἂν, καὶ τῶν ἡμιόνων τῶν ἐπʼ ἔργοις καρτερικῶν, οἷς ἐπὶ τῷ ἐπιπόνῳ τούτῳ βίῳ ἀνάγκην ἔχομεν χρῆσθαι· εἶτα ἐπαναλαμβάνει τὸν λόγον, ἵνα δηλώσῃ τὴν αἰτίαν, διʼ ἣν ὁ Ζεὺς τὸν τῶν ἀνθρώπων ἔκρυψε βίον· καὶ φησὶν, κ. τ. λ.
ΑΛΛΑ ΖΕΥΣ ΕΚΡΥΨΕ. Τὸ μὲν κρύψαι τὸν βίον, ἐστὶ τὸ δυσπόριστον ποιῆσαι τοῖς ἀνθρώποις, καὶ μόλις ἀνυστὸν διὰ πολλῶν πόνων καὶ τληπαθείας· τὸ δὲ χολώσασθαι τὸν Δία τῇ περὶ γένεσιν ζωῇ, τὸ ἀσύμφορον εἶναι τὴν δόσιν αὐτοῦ ταῖς ψυχαῖς· διαιρετικὸν γὰρ ὁ χόλος.
ΑΛΛΑ ΖΕΥΣ ΕΚΡΥΨΕ. Ἀλλʼ ἡ Εἱμαρμένη τὸν ἁπλοῦν καὶ ἀπέριττον ἐκεῖνον βίον, ἔκρυψεν ὀργισθεῖσα. Προσωποποιεῖ δὲ τὴν Εἱμαρμένην, καὶ ὀργὴν αὐτῇ περιτίθησιν. ΕΚΡΥΨΕ δὲ ὀργισθεῖσα, ὅτι ὁ Προμηθεὺς, ἤγουν ἡ προβουλὴ καὶ ἡ πρόγνωσις ἡμῶν, ἡ ἀγκύλα καὶ περίστρεπτα βουλευομένη, ἐξηπάτησε καὶ παρέτρεψέ μιν καὶ αὐτὴν τὴν Εἱμαρμένην· ἔκρυψε δὲ καὶ περιεφύλαξε τὸ πῦρ. Ὅπερ καὶ δὴ αὖθις ὁ ΕΥΣ καὶ μέγας ΠΑΙΣ τοῦ ΙΑΠΕΤΟΥ, ἤγουν τῆς κινήσεως τοῦ νοῦ Προμηθεὺς ὁ ῥηθεὶς, ἤγουν ἡ ἡμῶν προβουλὴ καὶ πρόσκεψις ἔκλεψεν, καὶ κλέψας κατήγαγε τοῖς ἀνθρώποις παρὰ Διὸς γνώμην, ἤγουν τῆς Εἱμαρμένης, τῆς μεγάλα βουλευομένης. Οὐ γὰρ μετατρέπεται ἡ τῆς εἱμαρμένης βουλή. Κέκλοφε δὲ τοῦτο, ΕΝ ΚΟΙΛΩι ΝΑΡΘΗΚΙ ΛΑΘΩΝ Τὸν ΔΙΑ αὐτὸν τὸν ΤΕΡΠΙΚΕΡΑΥΝΟΝ, ἤγουν τὴν, ἣν ἔφην, εἱμαρμένην εἶπε μεταθετικῶς, ὡς τρέπουσαν καὶ καταγωνιζομένην τοὺς ἐναντίους, καὶ ἀτυχεῖς, δίκην κεραυνῶν· ἢ τὴν τερπομένην καὶ χαίρουσαν τοῖς ἑαυτῆς κεραυνοῖς, ἤτοι ἐπάρσεσι, καὶ φαντασίαις. Τίς δὲ ἡ τοῦ πυρὸς κλοπὴ, μάνθανε. Πρὶν μὲν ἡ τοῦ πυρὸς χρῆσις ἄγνωστος ἦν τοῖς ἀνθρώποις· οἱ προμηθέστεροι δὲ τῶν ἀνθρώπων, χειμῶνος γεγονότος, καὶ κεραυνωθέντος δένδρου τινὸς, ὡς πλησιάσαντες ἐκεῖσε τῆς θέρμης αἴσθησιν ἔσχον, μηχανῶνται φυλάξαι τὸ πῦρ· καὶ δὴ σομφοῖς τισι ξύλοις, καὶ νάρθηξι, δυναμένοις τοῦτο φυλάξαι, κατέκρυψαν· καὶ οὐράνιον πῦρ ὑπάρχον τὸ πρὶν οὕτω κατασχεθὲν, καὶ γεγονὸς ἐν χρήσει πᾶσιν ἡμῖν ἐμυθεύθη κλαπῆναι, παρʼ Εἱμαρμένης βουλὴν, ἀλλὰ τῆς προτέρας. Πρότερον γὰρ ἡμῖν εἱμαρμένον εἶναί φησι, ζῇν, ὡς πρὶν ἔφην, ἁπλῶς, καὶ δίχα πυρὸς ἐπιγνώσεως καὶ τεχνῶν· ἑτέρα δὲ εἱμαρμένη, ἤτοι σύμβαμα ἕτερον, ἐκ προβουλῆς ἡμετέρας ἐφεῦρε τὸ πῦρ καὶ τὰς τέχνας, ἃς γυναῖκα Πανδῶραν καλεῖ. Ἡ δὲ παρʼ ἑτέρων τινῶν ἀλληγορουμένη ἐνταῦθα ψυχικῶς ἀλληγορία, ὡς τὸ πῦρ ἡ νοερὰ ζωή ἐστι, καὶ νάρθηξ τὸ σῶμα, περιττὴ, καὶ οὐδὲ μέχρι παντὸς συνᾴδουσα διεξίκοιτο· νῦν δὲ ἡ ἀλληγορία ῥητορικὴ καὶ πραγματική ἐστιν, ἡ περὶ τοῦ ἐν χρήσει πυρὸς λέγουσα καὶ τῆς τούτου εὑρέσεως, ἧσπερ ἔφην, τῆς ἐκ προμηθείας ἡμῶν, καὶ περὶ τῆς τοῦ βίου διακοσμήσεως τῆς ἐκ τῶν τεχνῶν ἁπασῶν, ἅσπερ τὸ πῦρ συνεστήσατο· ἃς καὶ γυναῖκα Πανδῶραν καλεῖ, καὶ Ἡφαίστῳ λέγει πλασθῆναι, Ἐν τῇ λεπτολογίᾳ δὲ τῶν ἐπῶν σαφέστερον εἴποιμι, Νῦν δὲ καὶ τὰ ἔπη συντακτέον. Ἀλλὰ Ζεὺς καὶ ἡ Εἱμαρμένη ἔκρυψε, χολωσαμένη, ὅτι μιν καὶ αὐτὸν ἐξηπάτησεν ὁ Προμηθεύς. Ἔκρυψε δὲ τὸ πῦρ ὁ αὐτὸς Προμηθεὺς ὁ ἀγκυλομήτης, τὸ μὲν καὶ ὅπερ πῦρ αὖθις, καὶ δὴ ὁ ἐῢς πάϊς τοῦ Ἰαπετοῖο, ἤγουν ὁ αὐτὸς Προμηθεὺς ἔκλεψε, καὶ κλέψας κατήγαγε τοῖς ἀνθρώποις ἐν κοίλῳ νάρθηκι.
ΑΛΛΑ ΖΕΥΣ ΕΚΡΥΨΕ. Ἀλλὰ ὁ Ζεὺς ἔκρυψε τὸν τῶν ἀνθρώπων βίον δηλονότι, χολωσάμενος κατὰ τὸν ἑαυτοῦ λογισμὸν, ἤγουν ἀγανακτήσας. Ποιητικὴ δὲ ἡ λέξις, διότι ἐξηπάτησεν αὐτὸν ἐν τῇ τοῦ βοὸς δηλονότι διανομῇ ὁ Προμηθεὺς ὁ ἀγκυλόμητις, ἤγουν ὁ ἑαυτὸν νοῶν καὶ εἰς ἑαυτὸν ἐπεστραμμένος· δηλοῖ δὲ τοὔνομα ἐνίοτε μὲν τὸν σοφὸν καὶ τὸν ἑαυτὸν νοοῦντα, ὡς ἐνταῦθα, ἐνίοτε δὲ τὸν πανοῦργον. Ἰστέον, ὅτι τὸ ἀγκυλόμητις, τὸ ποικιλόμητις, τὸ δολόμητις, καὶ ὅσα ἀπὸ τοῦ μῆτις σύγκειται, προπαροξύνεται, καὶ διὰ τοῦ ι γράφεται. Κλίσιν δὲ οὐκ ἰδίαν ποιεῖται, ἀλλʼ ἀγκυλομήτου, καὶ ποικιλομήτου, καὶ δολομήτου, κλίνεται ἑτεροκλίτως· ὡς πρέσβυς πρεσβύτον, καὶ πολὺς πολλοῦ, καὶ πολλὰ ἕτερα. Ὅτι δὲ ἐπὶ τῶν εὐθειῶν βραχυκατάληκτα ταῦτά ἐστι καὶ οὐδέποτε ἄλλως, δῆλον ἀπὸ τῶν μέτρων, εἴ τις τὰ τοιαῦτα ἐξετάζειν βούλεται.
ΠΡΟΜΗΘΕΥΣ ΑΓΚΥΛΟΜΗΤΗΣ. Ὁ μὲν Προμηθεύς ἐστιν, ὁ τοῖς ἀνθρώποις τὸν νοῦν δωρούμενος, τὸν πρὸ τῶν ἀποβάσεων λογιστικὸν τῶν ἀποβησομένων, ὃν ἔχουσιν οἱ ἄνθρωποι, ζωὴν ὑποδεξάμενοι νοερὰν ἀπὸ τῶν τοῦ πατρὸς ἠθῶν ἥκουσαν εἰς τόνδε τὸν τόπον. Αἱ δὲ ἀπάται τοῦ Προμηθέως αἱ κατὰ τοῦ Διὸς δηλοῦσιν, ὅτι παρασκευάζει καὶ τῶν διΐων ψυχῶν μετέχειν τὰ θνητὰ ὁ Προμηθεύς· τὸ γὰρ ἀπατώμενον, γίνεται πάντας ἀπατῶν. Αἰνίττεται δὲ ἡ ἀπάτη τὰ περὶ τὴν διανομὴν τοῦ βοὸς, ἣν ἐν τῇ Θεογονίᾳ παρέδωκεν. Εἰ δὲ ἀγκυλομήτης ὁ Προμηθεὺς, οὕτω γὰρ γράφειν δεῖ καθὰ καὶ Πλούταρχος, Κρόνιος τίς ἐστι καὶ νοερῶς ἑαυτὸν νοῶν, καὶ ἀγκύλως εἰς ἑαυτὸν ἐπεστραμμένος. Εἰ δὲ καὶ ποικιλομήτης γράφοιτο, σημαίνει τὸν ποικίλας εἰληχότα νοήσεις, ἃς δωρεῖται καὶ ταῖς ἀνθρωπίναις ψυχαῖς, εἰς τὸ σῶμα πεσούσαις, ὅτι τὸ προνοητικὸν τῶν ἀνθρώπων κρύπτει τὸν πλοῦτον, ἀνθʼ ὅτου Προμηθεὺς αὐτὸν ἠπάτησεν. Ὁ δὲ Προμηθεὺς ἦν παῖς Ἰαπετοῦ καὶ Ἀσώπης, ἢ Κλυμένης, ἢ Θέμιδος.
ΤΟΥΝΕΚʼ ΑΡʼ ΑΝΘΡΩΠΟΙΣΙΝ. Ἕνεκά φησι τῆς παρὰ τοῦ Προμηθέως ἀπάτης, ὁ Ζεὺς προεξένισε βίον ἐπίπονον τοῖς ἀνθρώποις. Ἔδει γὰρ πεσούσαις ταῖς ψυχαῖς πόνους καὶ τληπαθείας παρασκευάσαι, διʼ ὧν μισήσουσι μὲν τὸν τῆς γενέσεως τόπον καὶ τὴν ἐν σώματι ἀναστροφὴν, ὑποστρέψουσι δὲ αὖθις εἰς τὴν τοῦ πατρὸς αὐλὴν, καὶ πρὸς τὴν, ἀφʼ ἧς ἐξέπεσον, θείαν ζωήν.
ΤΟΥΝΕΚʼ ΑΡʼ ΑΝΘΡΩΠΟΙΣΙΝ. Ὁ Προμηθεὺς νῦν, ἤγουν ἡ ἡμετέρα προμήθεια, οὐχ ὁ Ζεὺς, ἤγουν ἡ Εἱμαρμένη.
ΤΟΥΝΕΚʼ ΑΡʼ ΑΝΘΡΩΠΟΙΣΙ. Τούτου δὴ ἕνεκα, ἤγουν τῆς παρὰ τοῦ Προμηθέως ἀπάτης, ἐβουλεύσατο ὁ Ζεὺς κατὰ τῶν ἀνθρώπων φροντίδας χαλεπάς· τουτέστιν τὸν ἐπίπονον βίον.
ΚΡΥΨΕ ΔΕ ΠΥΡ. Ἡ τοῦ πυρὸς κρύψις τῆς νοερᾶς καὶ τεχνικῆς ἐστι ζωῆς ἀφανὴς περίληψις, ἣν ὁ Ζεὺς ἑκὼν πρῶτος δίδωσιν, διʼ ἧς καὶ τὸν κόσμον ἐδημιούργησεν, ἄληπτον αὐτὴν φυλάττειν τὰς πολλὰς τῶν ἐλθουσῶν δεῦρο ψυχῶν. Φωτὸς γὰρ αἴτιον τὸ πῦρ ὂν, εἰκόνα φέρει τοῦ νοῦ τοῦ τεχνικοῦ, καθʼ ὃν οἱ ἄνθρωποι ζῶσι πρῶτον νοερῶς.
ΠΑΙΣ ΙΑΠΕΤΟΙΟ. Τὸν Ἰαπετὸν θεὸν οἰητέον εἶναι νοερὸν, αἴτιον πάσης τῆς πτηνῆς τοῦ οὐρανοῦ καὶ ὀξυτάτης ταύτης πάσης κινήσεως· διὸ καὶ Ἰαπετὸν κληθῆναι παρὰ τὸ ἴεσθαι καὶ πέτεσθαι, ὑπὸ τῶν θεολόγων. Τούτου δὲ πολλοὺς μὲν εἶναι παῖδας, ἐννέα καὶ εἴκοσι τοὺς πάντας· προέχειν δὲ ἐν αὐτοῖς Προμηθέα, καὶ Ἐπιμηθέα, καὶ Ἄτλαντα· ὧν καὶ Ἡσιόδος ἐν τῷδε τῷ συγγράμματι μέμνηται.
ΚΡΥΨΕ ΔΕ ΠΥΡ. Εἶχε δὲ τέως ὁ Ζεὺς κεκρυμμένον τὸ πῦρ· τοῦτο μὲν αὖθις ὁ καλὸς παῖς τοῦ Ἰαπετοῦ, ἤγουν ὁ Προμηθεὺς, ἔκλεψεν ἐν κοίλῳ νάρθηκι παρὰ τοῦ Διὸς τοῦ βουλευτικοῦ, χάριν τῶν ἀνθρώπων, λαθὼν τὸν Δία τὸν τερπικέραυνον· ὅν φασιν οὕτως ὠνομάσθαι, ἀπὸ τοῦ τρέπειν κατὰ μετάθεσιν τοῦ ρ, οὐκ ἀπὸ τοῦ τέρπεσθαι· ὡς τρέποντα δηλονότι τοὺς ἐναντίους τῷ κεραυνῷ, οὐχ ὡς τερπόμενον ἐν αὐτῷ. Εἶτα ἐπάγει κατʼ ἠθοποιΐαν, τίνας ἂν λόγους εἶπεν ὁ Ζεὺς ὀργιζόμενος, πρὸς τὸν Προμηθέα διὰ τὴν κλοπὴν τοῦ πυρὸς, καὶ φησὶ, ΤΟΝ ΔΕ ΧΟΛΩΣΑΜΕΝΟΣ, πρὸς τοῦτον ὀργισθεὶς, ἔφη ὁ Ζεὺς ὁ τῆς ἀθροίσεως τῶν νεφελῶν αἴτιος, Ὦ Ἰαπετιονίδη, ἤγουν, υἱὲ τοῦ Ἰαπετοῦ, ἀπὸ τοῦ Ἰαπετὸς, Ἰαπετίων κατὰ παραγωγὴν, καὶ ἀπὸ τούτου Ἰαπετιονίδης, ὁ βουλὰς εἰδὼς περισσότερον πάντων, χαίρεις κλέψας τὸ πῦρ, πρωθύστερον, ἀντὶ τοῦ χαρὰν ἔχεις ἀπατήσας, τουτέστι παραλογισάμενος, λαθὼν τὰς ἐμὰς φρένας, καὶ κλέψας τὸ πῦρ, καὶ σοὶ αὐτῷ μεγάλη βλάβη τοῦτο δηλονότι, καὶ τοῖς ἀνδράσι τοῖς γενησομένοις· τούτοις γὰρ ἐγὼ ἕνεκα τοῦ πυρὸς, δώσω κακὸν, ἐφʼ ᾧ ἂν ἅπαντες τέρπωνται, ἀντὶ τοῦ τερφθῶσι, κατὰ τὴν ψυχήν. ΑΜΦΑΓΑΠΩΝΤΕΣ, ἤγουν περιθάλποντες, περισσῶς ἀγαπῶντες τὸ ἑὸν κακὸν, ἀντὶ τοῦ τὸ σφέτερον. ἙΟΝ γὰρ, ὃ μόνος ἔχει τίς, σφέτερον δὲ ὃ πολλοὶ ἔχουσιν.
ΕΚΛΕΨʼ ΑΝΘΡΩΠΟΙΣΙ. Ἡ κλοπὴ τοῦ πυρὸς δηλοῖ μετάθεσιν ἀπὸ τοῦ νοητοῦ καὶ ἀφανοῦς εἰς τὸ αἰσθητὸν καὶ ἀλλότριον. Ὡς δὲ πᾶσα κλοπὴ λεληθυῖα τοῦ ἀλλοτρίου μετάθεσίς ἐστιν ὄντως, καὶ ταῖς ἐν τῷ νοητῷ μενούσαις οἰκείως ψυχαῖς, τοῦ τεχνικοῦ λόγου νοεροῦ ὄντος. Δέδωκεν οὖν ὁ Προμηθεὺς αὐτὸν ἐν ταῖς πεσούσαις ψυχαῖς ἐνταῦθα, Διὸ κλοπὴν ὁ μῦθος τὴν δόσιν ταύτην ἐκάλεσεν, ὡς ταῖς ψυχαῖς ταῖς εἰς τὸν ἀλλότριον αὐταῖς τόπον κατελθούσαις διὰ τοῦ Προμηθέως προσελθοῦσαν. Τὸ δὲ ΑΥΘΙΣ δηλοῖ, τὸ μετὰ τὴν ἀπάτην, καὶ ταύτην προσθεῖναι τὴν δοκοῦσαν περὶ τὸν Δία ἐπιβουλήν. ΑΛΛΩΣ. Τῷ φυσικῷ λόγῳ ἐπιπλέκει τὸ μυθῶδες, ὅτι τὴν ὠφέλειαν τὴν ἐκ τῆς μαλάχης ἀγνοοῦσιν· ἐπεὶ Προμηθεὺς ἠπάτησεν αὐτόν. Δῆλον δὲ, ὡς προεκδέδοται ἡ Θεογονία· ἐκεῖ δὲ πλείονα περὶ τοῦ Προμηθέως λέγει, ὡς ἠπάτησε τὸν Δία.
ΔΙΟΣ ΠΑΡΑ. Παρὰ γνώμην τοῦ Διὸς τοῦ μητιόεντος, λαθὼν αὐτὸν τὸν Δία τὸν τερπικέραυνον, νῦν τὴν εἱμαρμένην.
ΕΝ ΚΟΙΛΩι ΝΑΡΘΗΚΙ. Ἔστι μὲν πυρὸς ὄντως φυλακτικὸς ὁ νάρθηξ, ἠπίαν ἔχων μαλακότητα εἴσω, καὶ τρέφειν τὸ πῦρ, καὶ μὴ ἀποσβεννύναι δυναμένην. Ἐν δὲ τῷ μύθῳ τοῦ αἰσθητοῦ λαμβάνεται ὡς εἰκών· καὶ γάρ ἐστι Διονυσιακὸς, ὡς καὶ οἱ τελούμενοι τῷ Διονύσῳ δηλοῦσι, ναρθηκοφοροῦντες, ὃς τῶν αἰσθήσεων ἐστὶ ποιητὴς, καὶ προσάγεται ὑπὸ τῶν Τιτάνων τῷ Διονύσῳ. Τιτανικὸς δὲ θεὸς καὶ ὁ Προμηθεὺς, Ἰαπετοῦ παῖς ὢν, Τιτᾶνος ὄντος. ΑΛΛΩΣ. Μῦθος. Κλέψας ὁ Προμηθεὺς τὸ πῦρ, εἰς πόλιν ἦλθεν Αἰτωλίαν· ἀφʼ οὗ συνέβη τὴν πόλιν κληθῆναι Πυρηνίαν.
ΤΟΝ ΔΕ, ΧΟΛΩΣΑΜΕΝΟΣ. Τὸν δὲ προμηθέστατον ἡμέτερον νοῦν, ὀργισθεῖσα ἡ ὥσπερ ἀγείρουσα νεφέλας, καὶ ταύταις συγκαλυπτομένη, καὶ σκοτεινὴ καὶ ἀπροόρατος Εἱμαρμένη, πρὸ τοῦ εἰς ἔκβασιν ἀφικέσθαι, φησίν.
ΙΑΠΕΤΙΟΝΙΔΗ. Ἤγουν λογισμοῦ καὶ κινήσεως παῖ, πρόβουλον καὶ προμηθέστατον φρόνημα· ἀντὶ τοῦ, ὦ ἄνθρωποι προμηθέστατοι, χαίρετε τὸ πῦρ ἐφευρόντες, καὶ τὴν τοῦ προτέρου καὶ ἀπεριέργου βίου μετατρέψαντες εἱμαρμένην. Σημείωσαι δὲ, ὅτι νεφεληγερέτην καὶ τερπικέραυνον Δία τὴν Εἱμαρμένην λέγει, καθὰ συνετυμολογοῦντες ἔφημεν.
ΣΟΙ Τʼ ΑΥΤΩι. Ἀντὶ τοῦ ὑμῖν τοῖς ἀνθρώποις τοῖς εὑρεταῖς, καὶ τοῖς ὕστερον γενησομένοις γενήσεται τοῦτο μέγα κακόν. Ἀνθʼ ὧν γὰρ τοῦ προτέρου βίου ἐξέστητε, καὶ τοῦτο τὸ πῦρ ἐφευρήκατε, τέχναι δοθήσονται, κοσμοῦσαι μὲν τὸν βίον καὶ θέλγουσαι, καὶ μαλθάσσουσαι γυναικὸς δίκην· πλὴν οὐκ ἄτερ συμφορῶν, οὐδὲ περιστάσεων. Ἀγαπήσετε δὲ ὅμως τὸ καματηρὸν καὶ σκληρὸν τοῦτο τῆς διαγωγῆς, καὶ ἐπίπονον, διὰ τὰ ἐξ αὐτῆς τερπνὰ κλεπτόμενοι ταῖς ἐλπίσιν. Οὕτω μὲν ἡ Εἱμαρμένη ἔφη, καὶ προσεπένευσε. Καὶ τῷ Ἡφαίστῳ πυρὶ ἡ Πανδώρα ἐπλάσθη, καὶ ἐπεκοσμήθη γυνὴ, ἤγουν ἡ πάντα δωρουμένη τῷ βίῳ συναγωγὴ τῶν τεχνῶν, ἢ ἡ ἐκ πάντων τῶν θεῶν καὶ τῶν ψυχικῶν δυνάμεων καθʼ Ἡσίοδον συγκεκραμένη, καὶ δῶρα λαβοῦσα. Ἐκ μὲν γὰρ πυρὸς Ἡφαίστου τὰ ὑλικὰ καὶ ὀργανικά· ἐκ δὲ τῆς φρονήσεως Ἀθηνᾶς τὸ κατασκευαστικὸν καὶ ἀγχίνουν· ἐκ δὲ τῆς Ἀφροδίτης, ἤγουν τῆς συγκράσεως, τὸ ὡραῖον· τὸ δʼ ἀναιδὲς καὶ δραστήριον, καὶ περὶ τὰς ἐμπορίας αἱμύλον, ἐκ τοῦ Ἑρμοῦ, ἤτοι τοῦ προφορικοῦ λόγου. Ἐπεὶ δʼ ἐκ πυρὸς καὶ φρονήσεως ἡ γυνὴ, ἤγουν τὸ κόσμιον ἐφάνη τῶν τεχνῶν, καὶ ὁ πολυστήμων ἱστὸς, καὶ ἡ σύστασις πασῶν τῶν τεχνῶν ἐδιδάχθη κατὰ πικρὰν εἱμαρμένην, καὶ τοῖς μεταγενεστέροις ἐδόθησαν. Καὶ οὕτως ὁ βίος συμφοραῖς ἐπεπλήμμυρεν. Ἡ ὀργὴ δὲ τοῦ Διὸς, ἤγουν τῆς εἱμαρμένης, καὶ ὁ χόλος, καὶ αἱ λαλιαὶ, καὶ τὰ λοιπὰ, προσωποποιΐα εἰσί. Παρεισάγει γὰρ τὴν εἱμαρμένην, ὡς διά τινα, ταῦτα δρῶσαν. Τοῦτο δὲ παρὰ τοῖς ῥήτορσι τὸ καθʼ ὑπόθεσιν σχῆμα καλεῖται· οὕτω γὰρ ὤφειλεν εἰπεῖν· Εἰ ἦν αἴσθησις καὶ φωνὴ τῇ εἱμαρμένῃ, ἐφθέγξατο ἂν καὶ ὠργίσθη, ὅτι προβουλότεροι ἐξ ἀπλάστων γεγονότες οἱ ἄνθρωποι τὸ πῦρ κατέσχον, καὶ τὰς τέχνας ἐπεχείρουν διὰ τούτου εὑρίσκειν. Καὶ εἶπεν ἂν ἐπεγγελάσασα τὸ σαρδόνιον· ὅτι ὑμεῖς ὄψεσθε· δώσω γὰρ ὑμῖν, ὃ ποθεῖτε ἐκ τοῦ πυρὸς εὑρεθῆναι, τὰς τέχνας, ὑφʼ ὧν ἁβρότης μὲν καὶ ὡραιότης, καὶ πᾶν τερπνὸν τῷ βίῳ γενήσεται, ἀλλʼ οὐ χωρὶς ὀδυνῶν καὶ διηνεκῶν μυρίων πόνων, καὶ περιστάσεων. ΝΕΦΕΛΗΓΕΡΕΤΗΝ δὲ νῦν καὶ ΤΕΡΠΙΚΕΡΑΥΝΟΝ ΔΙΑ, οὔτε τὸν οὐρανὸν, οὔτε τὸν ἀστέρα, οὔτε τὸν μυθικὸν βασιλέα ἐκεῖνον, οὔτε ἄλλο οὐδὲν, οὔτε τὸν νοῦν λέγει ὁ ποιητὴς, ἀλλὰ τὴν Εἱμαρμένην, καὶ τὸν τῆς Εἱμαρμένης νοῦν· διόπερ τὸ νεφεληγερέτης καὶ τερπικέραυνος οὕτως ἔφην ὡς εἶπον. Τὰ δὲ λοιπὰ ὡς μὴ ὄντα τῆς νῦν ὑποθέσεως, παρεῶ, ὡς καὶ ὑμῖν καταρχὰς ὑπεθέμην οὕτω ποιεῖν, πρὸς τὰ πρόσφορα τῶν ἐπῶν νοεῖν, καὶ Δίας καὶ Ἀθηνᾶς, καὶ Προμηθεῖς, καὶ τὰ ἕτερα, καὶ μὴ ἀνοήτως τῷ πολυσημάντῳ τούτων πλανᾶσθαι, καὶ συγχέειν τὰ ἔπη, καὶ τὴν διάνοιαν. Ὅθεν κἀγὼ νῦν τῶν προκειμένων τοῖς ἔπεσι σημασίαν σκοπῶν, ταύτην ἐτυμολογῶ, καὶ περὶ ταύτης διαλαμβάνω, τὰ δὲ λοιπὰ ἐνίοτε παρατρέχω, τοὺς ἀκροωμένους ὁπότε βλάπτειν ἀντʼ ὠφελείας ἐπίσταμαι, καὶ ἀχρεῖον πολύστιχον τὸ σύγγραμμα γίνεται. Τίς γὰρ οὐκ οἶδεν, ὡς ἀλλαχοῦ τῶν ἐπῶν, ὁ οὐρανὸς νεφεληγερέτης καὶ τερπικέραυνος λέγεται; συνάγει γὰρ τὰς νεφέλας, καὶ παταγεῖ, καὶ τὸν ξηρὸν τῇ κινήσει ἐκθλίβων ἀέρα, τοὺς κεραυνοὺς ἀπεργάζεται. Τοῦτόν τε καὶ τὸν νοῦν οἴδαμεν Δία καλεῖν, καὶ ἀλληγορεῖν ἀκριβῶς, καθὰ καὶ περὶ τῶν ἑτέρων ἁπάντων. Ἀλλʼ οὐ νῦν περὶ τούτων, περὶ δὲ τῆς εἱμαρμένης, ἣν ἠλληγόρησά τε καὶ ἠτυμολόγησα.
ΙΑΠΕΤΙΟΝΙΔΗ. Πάλιν ὁ Πρόκλος νῦν λαλεῖ βλασφημίας. Καί τις ὁράτω τὴν ἐκείνου πυκτίδα, Καὶ τὸν φορυτὸν εἰ θέλει συναγέτω. Ἡμῖν δʼ ἀνάγκη, προσφυῶς πάντα γράφειν. Τριττῶς οἶδα νοούμενον τὸ Προμηθεὺς ὄνομα· τὴν ἐκ κινήσεως τοῦ οὐρανοῦ κοσμικὴν ἕδραν, καὶ ἐπιστήριξιν τοῦ παντός, καθʼ Εἱμαρμένης βουλὴν γεγονυῖαν καθʼ Ἕλληνας, ᾗ καὶ τὴν βοὸς διαμοιρασίαν, καὶ τὴν ἀπάτην Διὸς ἀνατίθημι· περὶ ἧς νῦν ἀλληγορεῖν οὐχὶ πρόσφορον· στοιχειακὸν γὰρ τοῦτο, καὶ τῇ Θεογονίᾳ ἁρμόδιον. Οἶδα καὶ πραγματικῶς Προμηθέα λεγόμενον ἄνθρωπον, ἐξ ἀγροικίας τοὺς ἀνθρώπους μεταῤῥυθμίσαντα, ὃν διὰ τοῦτο πλάσαι τοὺς ἀνθρώπους μυθεύονται· οἶδα καὶ ψυχικῶς Προμηθέα, τὸ τῶν ἀνθρώπων προβούλευμα καὶ τὴν πρόγνωσιν, Ἰαπετοῦ καὶ κινήσεως λογισμοῦ παῖδα λεγόμενον, καὶ Κλυμένης τῆς ἐξακούστου φρονήσεως· ἡ γὰρ Θέμις, ἤτοι ἡ γῆ, τοῦ στοιχειακοῦ Προμηθέως μήτηρ ἐστί. Τοῦ Προμηθέως οὖν προβουλεύματος τούτου πατὴρ, ὡς ἔφην, ἡ τοῦ λογισμοῦ κίνησις, καὶ προσεκτικωτάτη περιστροφή. Ἰαπετὸς δὲ λέγεται, παρὰ τὸ ἰέναι, καὶ ὁρμᾷν καὶ πέτεσθαι πανταχοῦ, καὶ πάντα ἀνερευνᾷν, καὶ ζητεῖν περὶ πάντων. Ἔστι καὶ ἕτερος παῖς τῷ Ἰαπετῷ τούτῳ, ὁ βραδύνους καὶ ὑστερόνους, ὁ Ἐπιμηθεὺς, ὁ μὴ τὸν ἄκρον νοῦν καὶ τὴν φρόνησιν ἔχων, ὡς καὶ τὰ μέλλοντα συμβαίνειν γινώσκειν, ἀλλʼ ὁ μετὰ τὸ συμβῆναι εἰδώς. Τὸ δὲ ὡς ἀπὸ τῆς Εἱμαρμένης λέγεσθαι ταῦτα, προσωποποιΐα ἐστὶν, ὡς ἔφην. Εἰ δʼ οὐκ ἦν ἠλληγορημένως τεθὲν, κατὰ ῥητορικὸν σχῆμα τὸ καθʼ ὑπόθεσιν λεγόμενον ὤφειλεν ἐξενεχθῆναι. Κλοπὴν πυρὸς εἶπον, τὴν ἐκ κεραυνοβόλου δένδρου ἐκ προμηθείας τῶν τότε ἀνθρώπων ἐφεύρεσιν. Ἠπερόπευσις καὶ ἀπάτη φρενῶν Εἱμαρμένης, τοῦ Διὸς λεγομένου νῦν, τὸ μετατραπῆναι ὑπὸ τῆς προβουλίας ταύτης ἐκείνην τὴν προτέραν τοῦ βίου διαγωγὴν ὑπὸ τῆς εὑρέσεως τοῦ πυρὸς, ὃ καὶ τοῖς εὑροῦσι καὶ μεταγενεστέροις γέγονε βλάβη. Δόσις γυναικὸς, ἀντὶ τῆς εὑρέσεως τοῦ πυρὸς παρὰ τῆς Εἱμαρμένης, ἤτοι τοῦ συμβάματος, ἀλλὰ τοῦ δευτέρου, τὸ ἐκ τῶν τεχνῶν ἡμῖν συμβὰν τοῦ βίου παντὸς ἐπικόσμημα, καὶ τὸ τρυφερὸν καὶ ἁβρὸν, ὃ ἐπικτήσασθαι ἀγαπῶντες καὶ σπεύδοντες οὐ μικρῶς ταλαιπωρούμεθα, καὶ κακῶς πάσχομεν. Τὸ ΕΟΝ καλλίστως κεῖται λίαν, ἡ τοῦ Πρόκλου δὲ μᾶλλον διόρθωσις δακρύων δεῖται.
ΜΕΓΑ ΠΗΜΑ. Τὴν τοῦ πυρὸς κλοπὴν μέγα πῆμα λέγει τοῦ Προμηθέως ἔσεσθαι, λαβὼν τὸ αἴνιγμα ἀπὸ τῶν προνοουμένων αὐτῷ ψυχῶν. Ταύταις γὰρ ὄντως ἡ κάθοδος πῆμα καὶ τοῖς ἀνθρώποις, οἳ γεγόνασιν ἐκ τούτων τῶν πεσουσῶν ψυχῶν.
ΤΟΙΣ Δʼ ΕΓΩ. Τοῖς ἀνθρώποις καὶ τοῖς ὑποδεξαμένοις τὴν ἄνωθεν κλαπεῖσαν ψυχὴν καὶ δεῦρο πεσοῦσαν δώσειν κακὸν, τὴν Πανδώραν, ἤτοι τὴν ἄλογον ψυχὴν, ᾗ τερπομένους βιώσεσθαι τὸ ἑαυτῶν ἀγαπῶντας κακόν. Τῷ λόγῳ γὰρ ἡ ἀλογία κακὸν, ἀναγκαία δὲ ὅμως, ἵνα μὴ αὐτόθεν ἡ ψυχὴ κοινωνῇ τῷ σώματι. ΑΛΛΩΣ. ἙΟΝ ΚΑΚΟΝ. Ἐνταῦθα τὸ, ἑὸν, οὐχ ὑγιῶς κεῖται· ὤφειλε γὰρ εἰπεῖν, σφέτερον· τὸ γὰρ σφῶν, αὐτῶν, τὸ δὲ ἑὸν, αὐτοῦ, σημαίνει. Μέμφονται δὲ τὸν Ἡσίοδον οἱ περὶ Ἀπολλώνιον, ὅτι ἑνικῷ ἀντὶ πληθυντικοῦ ἐχρήσατο, ὁμοίως δὲ καὶ Καλλίμαχος αἰτιᾶται διὰ τὸ αὐτό.
ΕΚ Δʼ ΕΓΕΛΑΣΣΕ. Τὸ ἄθυμον δηλοῖ, καὶ ἀόργητον τοῦ θεοῦ.
ὩΣ ΕΦΑΤʼ ΕΚ Δʼ ΕΓΕΛΑΣΣΕ ΠΑΤΗΡ ΑΝΔΡΩΝ ΤΕ ΘΕΩΝ ΤΕ. Καὶ τοῦτο δὲ προσωποποιΐα, καὶ σχῆμα τὸ καθʼ ὑπόθεσίν ἐστιν· ἀντὶ, εἰ ἦν αἴσθησις τῇ Εἱμαρμένῃ, ἐγέλασεν ἂν τὸ σαρδόνιον. Πατέρα δʼ ἀνδρῶν καὶ θεῶν τὴν Εἱμαρμένην λέγει, ὅτι καθʼ Ἑλλήνων τινὰς, Εἱμαρμένης βουλῇ οἵ τε θεοὶ, ἤγουν τὰ στοιχεῖα, καὶ οἱ ἄνθρωποι γεγόνασιν. ἢ τὰ ἐν τοῖς στοιχείοις γινόμενα, καὶ τοῖς ἀνθρώποις συμβάματα· οἷον ὄμβροι, χειμῶνες, σεισμοὶ, κεραυνοὶ, καὶ τὰ ὅμοια, καὶ ἀνθρώπων εὐβουλίαι καὶ δυσβουλίαι, καὶ εὐτυχίαι καὶ ἀτυχίαι. Περὶ δὲ τοῦ Σαρδονίου γέλωτος, εἰπεῖν δέον μοι· Σαρδώ τις ἔστι νῆσος Ἰβηροτρόφος, Ἐν ᾗ βοτάνη φθαρτικὴ γῆς ἐκτρέχει, Σελινοειδὴς, Σαρδάνη καλουμένη. Βεβρωμένη δὲ τοῖς ἀπείροις αὐτίκα Σπασμούς τε ποιεῖ, καὶ γελώτων ἐμφάσεις, Καὶ πότμος εὐθὺς, καὶ γελάσιμος μόρος. Ἄλλοι δὲ φασὶ Σαρδανεῖς τοὺς βαρβάρους Γηρῶντας αὐτῶν τοὺς γενάρχας ἐσχάτως Ἄγειν λαβόντας εἰς ἀπόκρημνον τόπον· Κτείνειν τε τούτους ἐν ῥοπάλοις καὶ λίθοις, Ἔπειτα ῥίπτειν ἐκ πετρῶν τοὺς ἀθλίους, Γελῶντας εἰκῆ παιδιαῖς πατροκτόνοις. Ἄλλοις δὲ τοὺς θνήσκοντας ἀρέσκει πλέον Γελᾷν, ὁρῶντας τεχνικὰς παροινίας, Καὶ τὰς κυλίστρας καὶ στροφὰς τῶν πραγμάτων. Οὕτω μὲν ὁ Σαρδόνιος γέλως ἔχων ἐστὶν, ὃν ὁ ποιητής φησι γελάσαι ἂν τὴν Εἱμαρμένην, εἴπερ αὐτῇ προσῆν αἴσθησις, ἣν καὶ πατέρα θεῶν καὶ ἀνδρῶν εἶπεν, ᾧ τρόπῳ εἰρήκαμεν.
ὩΣ ΕΦΑΤʼ. Οὕτως ἔφη, ἐξεγέλασε δὲ ὁ πατὴρ τῶν ἀνδρῶν καὶ τῶν θεῶν, ἤγουν πλατὺν ἐγέλασε γέλωτα. Ἀνθρώπου ἦθος ἀπομιμεῖται δυναμένου τιμωρεῖσθαι τοὺς περιφρονοῦντας αὐτόν. Ὁ γὰρ ἐλπίζων κολάσειν ἐκ τοῦ ῥᾴστου τὸν περιφρονοῦντα, θυμοῦται μὲν περιφρονούμενος· γελᾷ δὲ πάλιν τῇ ἐλπίδι τῆς τιμωρίας.
ἩΦΑΙΣΤΟΝ Δʼ ΕΚΕΛΕΥΣΕ. Τὴν ἄλογον ζωὴν δεῖ σωματικὴν εἶναι· διὸ καὶ γῆς καὶ ὕδατος χρεία, καὶ τῆς φυράσεως, ἣν ὁ Ἥφαιστος ποιεῖται· σωμάτων γὰρ οὗτος ὁ θεὸς ποιητής. Ἐπειδὴ οὐχ ἁπλῶς ποιεῖ ψυχῆς ἀλόγου σῶμα, ἀλλʼ ἀνθρωπίνης, ἐντίθησι τῷ σώματι τούτῳ ζωτικὴν δύναμιν ἀνθρωπίνης φωνῆς· εἴληπται δὲ ἀπὸ τῶν τεσσάρων στοιχείων τὰ δύο, ὡς στερεώτερα καὶ παχύτερα καὶ συγγενῆ πρὸς τὸ σῶμα τοῦτο μάλιστα τὸ σύνθετον. Ἅμα δὲ τῷ λόγῳ, καὶ τὸ ἔργον προέβη, καὶ ὅτι οὐ Προμηθεὺς, ἀλλʼ Ἥφαιστος ἔπλασε πρῶτον, δῆλον ἐντεῦθεν. Ἡ δὲ αἰτία τῆς παρεκβάσεως, ὅτι θέλει βεβαιῶσαι τὸν λόγον τὸν ἴδιον, διʼ ὧνπερ εἴρηκε τὸν Δία κρύψαι τὸν πλοῦτον. Τὸ δὲ ὕδει, ἀπὸ τῆς ὕδος εὐθείας, ὡς βέλος· τὴν γῆν τῷ ὕδατι φυράσαι· τουτέστι πηλὸν ποιῆσαι, Αἰολικῶς. Γέγονε δὲ κατὰ μεταπλασμὸν, ἀπὸ τῶν εἰς ας οὐδετέρων, εἰς ος, ὕδας, ὕδος, ὡς κῶας κῶος, κώεσιν ἐν μαλακοῖσιν.
ἩΦΑΙΣΤΟΝ Δʼ ΕΚΕΛΕΥΣΕ. Τὸν δʼ ἐξάκουστον Ἥφαιστον ἐκέλευσεν ὕδωρ καὶ γῆν μίξαι, καὶ ποιῆσαι ἀνθρώπου φωνὴν καὶ δύναμιν, ἀντὶ τοῦ ἄνθρωπον γυναῖκα, παρθένον καὶ ὁμοίαν θεοῖς. Ἀλλʼ οὕτω μὲν τὸ μυθῶδες. Ἀλληγορητέον δὲ καὶ τοῦτο. Ἐκέλευσεν, ἤγουν ἐπένευσεν ἡ Εἱμαρμένη, ἐκ τοῦ περικλυτοῦ καὶ ἐξακούστου καὶ παντέχνου πυρὸς κατʼ Αἰσχύλον, μιγῆναι γῆν καὶ ὕδωρ, οὐχὶ πηλὸν, οὐχὶ γυναῖκα γενέσθαι, ἀλλὰ τὰς τέχνας, ἃς ἔφην, ὑφʼ ὧν τεχνῶν τῶν ἐξ ἐφευρέσεως τοῦ πυρὸς, ξύλα ἐκ γῆς τμηθήσεται, καὶ γενήσεται πλοῖα, καὶ ἐμβληθήσεται τῇ θαλάσσῃ πρὸς πλοῦν. Καὶ οὕτω τοῖς ἀνθρώποις γῆ καὶ ὕδωρ κοινώσεται, καὶ ἐπὶ τῶν γεωδῶν δὲ τούτων πλοίων ὑπὸ τοῦ θαλαττίου φερόμενοι ὕδατος ἐμπορευόμενοι ἔσονται.
ἩΦΑΙΣΤΟΝ Δʼ ΕΚΕΛΕΥΣΕΝ. Ἥφαιστος τὸ διακονικὸν πῦρ, καὶ ὁ ταῖς διὰ τοῦ πυρὸς ἐνεργουμέναις τέχναις ἐπιστατῶν θεός· ὃν Ὅμηρος μὲν Ἥρας καὶ Διὸς υἱὸν λέγει· οὗτος δὲ μόνης τῆς Ἥρας· Ἥρη δʼ Ἥφαιστον κλυτὸν οὐ φιλότητι μιγεῖσα Γείνατο. Ἐνταῦθα ὁ τῶν τεχνῶν ἐπιστάτης δοκεῖ λέγεσθαι· ὃν ὁ Ζεὺς ἐπιτάττει τὴν Πανδώραν πλάττειν, εἰς τὰς τέχνας ἀλληγορουμένην. Συνεργὸν δὲ δίδωσιν αὐτῷ καὶ τὴν Ἀθηνᾶν τὴν αὐτὴν οὖσαν τῇ φρονήσει. Δεῖ γὰρ τῇ τέχνῃ φρονήσεως, ἵνα τε συσταίη, καὶ ἵνα κόσμια ἐξενέγκῃ τὰ τεχνουργούμενα. Ὅθεν αὐτὴ τὴν Πανδώραν ζώννυσι καὶ κοσμεῖ, καὶ τὴν ποικιλίαν τῶν ἔργων διδάσκει. Ἐπεὶ δὲ καὶ τὸ ἐπαγωγὸν δεῖ παρεῖναι τῇ τέχνῃ καὶ χάριεν, τὴν Ἀφροδίτην εἰσάγει, χάριν περιθεῖναι τῇ κεφαλῇ τῆς Πανδώρας, τὴν Ἀφροδίτην δὲ, ἐπεὶ γυναῖκα αὐτὴν ἔπλασεν· ἡ Ἀφροδίτη δὲ ἔφορος τῶν γυναικείων χαρίτων. Καὶ ἀνωτέρω δὲ τὴν Ἀθηνᾶν ἐπιτάξας ἔργα ταύτην διδάξαι, τὸν πολυδαίδαλον μόνον ἱστὸν ἐπάγει, ἔργον προσῆκον ταῖς γυναιξὶν, ἐπεὶ γυνὴ ἡ διδασκομένη· δεῖ γὰρ τὸν ἀλληγορούμενον λόγον, καὶ παρʼ ἑαυτῷ σώζειν ἀκολουθίαν. Εἶτα ἐπάγει καὶ ἃ παρακολουθεῖ τοῖς ἀνθρώποις τοῖς χρωμένοις ταῖς τέχναις, ἀναιδῆ λέγων νοῦν, καὶ ἐπίκλοπον ἦθος, καὶ ψεύδη, καὶ λόγους αἱμυλίους. Τὸν Ἑρμῆν δὲ ταῦτα δοῦναι προστάττει, οὐκ ἔξω λόγου. Ἑρμῆς γὰρ ὁ αὐτός ἐστι τῷ λόγῳ· τοῦ λόγου δὲ, τὸ μέν ἐστιν ἐνδιάθετον, καθʼ ὃ ποικίλον ἦθος φαίνεται καὶ ἁπλοῦν· τὸ δὲ, προφορικὸν, καθʼ ὃ λόγοι προφέρονται ἀληθεῖς, καὶ ψευδεῖς, καὶ ἀπατηλοὶ, καὶ ἀπερίεργοι. Αἱ ὧραι δὲ περιστέφουσιν αὐτὴν, αἱ τροπαὶ δηλονότι τοῦ χρόνου. Αὗται γὰρ πολλῶν τεχνῶν ὕλην παρέχουσι, καὶ ἄλλως δὲ τὰ μεγάλα συναίρονται πάσαις σχεδὸν ταῖς τέχναις· ταῖς μὲν, εἰς σύστασιν, ταῖς δὲ, εἰς χάριν. ΚΑΛΛΙΚΟΜΟΥΣ δὲ λέγει αὐτὰς οἰκείως· κομῶσι γὰρ τοῖς φυτοῖς· Ἄνθεσι δὲ λέγει στεφανοῦν, ἀπὸ τοῦ ἀκολούθου· αἱ ὧραι γὰρ τίνι ἂν ἄλλῳ ἢ ἄνθεσι στεφανώσωσι; καὶ τὸν στέφανον δὲ ἀπὸ ἐαρινῶν πλέκουσιν ἀνθέων, ἀκολούθως καὶ τοῦτο· ἐν τῷ ἔαρι γὰρ τὰ φυτὰ ἀνθεῖ, ἀφʼ ὧν οἱ στέφανοι πλέκονται.
ΠΕΡΙΚΛΥΤΟΝ. Ἤγουν περίφημον· τουτέστιν, οὗ ἡ φήμη ᾄδεται.
ὉΤΙ ΤΑΧΙΣΤΑ. Ἐπίτασιν ἔχει τὸ ὅτι· καὶ οὕτω δὲ ἔχον, μετὰ ὑπερθετικοῦ τίθεται καὶ παρὰ τῇ κοινῇ συνηθείᾳ, καθὰ λέγεται καὶ τὸ πρώτιστος ὑπερθετικὸν ἐπὶ ὑπερθετικῷ.
ΘΕΜΕΝ ΑΥΔΗΝ. Αὐδὴν δὲ νῦν, οὐ τὴν φωνὴν λέγει, ἀλλὰ τὸν τόπον τῆς φωνῆς· ἤτοι τὰ φωνητικὰ ὄργανα.
ΑΝΘΡΩΠΟΥ ΘΕΜΕΝ ΑΥΔΗΝ ΚΑΙ ΣΘΕΝΟΣ. Τὸ, κυρίως τότε τὴν τοῦ ἀνθρώπου λαβεῖν ἐπωνυμίαν, καὶ ὀνοματοθετῆσαι τὸ καθέκαστον τῶν ἐν τῷ βίῳ, καὶ δύναμιν κατὰ θηρίων, καὶ τῶν λοιπῶν, καὶ μηχανὰς ἁπάσας ἐνδείξασθαι, Πρὸ τοῦδε κτηνωδῶς ζῶντες, κατʼ οὐσίαν μόνον ἐλέγοντο ἄνθρωποι, καὶ οὐ κατὰ τὴν ἀνθρωπίνην ἐνέργειαν. Κλειτὸς, ὁ ἔνδοξος· ΚΛΥΤΟΣ δὲ, ὁ ἐξάκουστος καὶ ὁ μὲν κλειτὸς, πάντως καὶ κλυτός ἐστιν, οὐ τοὐναντίον· ἐξάκουστον γάρ τινα καὶ ἐπὶ κακοῖς ἐστιν εὑρεῖν· οὐ πάντως δὲ οὗτος καὶ κλειτός.
ὙΔΕΙ. Τὸ κῶας καὶ τὸ ὕδας καὶ τὰ ὅμοια τὰ εἰς ας Αἰολικῶς μετατρέπονται εἰς ος· ὡς ἐκ τοῦ ὕδας γέγονεν ὕδος, ἐξ οὗ τὸ ὕδει.
ΑΥΔΗΝ. Αὐδὴ ἡ ἔναρθρος φωνὴ παρὰ ποιηταῖς· φθέγμα τὸ αὐτὸ παρὰ τοῖς κοινοῖς. Ἐνταῦθα δὲ αὐδὴν οὐ τὴν φωνὴν λέγει, ἀλλὰ τὰ ὄργανα τῆς φωνῆς· καὶ οὐ ταῦτα μόνον, ἀλλὰ καὶ πᾶσαν τὴν τῶν ἀνθρωπίνων μελῶν ἁρμονίαν.
ΑΘΑΝΑΤΑΙΣ ΔΕ. Δαιμόνιον ὄντως ἐστὶ τοῦτο τὸ εἶδος τῆς ζωῆς τὸ ἐν ταῖς ψυχαῖς θῆλυ· διὸ καὶ τὴν ζωτικὴν ἔχει πρὸς τὸν ἄνθρωπον ὁμοιότητα καὶ δύναμιν ἀνθρωπικὴν, καὶ ταῖς ἀθανάταις δὲ θεαῖς ἔοικε κατὰ τὸ εἶδος. Μέσον οὖν πως ἐστὶ θείων καὶ ἀνθρωπίνων συστάσεων, ὡς ἡ λογικὴ θεῖόν ἐστιν ἁπλῶς ἀπʼ αὐτῶν ἥκουσα τῶν θεῶν. Ἐοίκαμεν οὖν τρία εἶναι· κατὰ τὸν λόγον, θεῖοι· κατὰ τὸ ἄλογον, δαιμόνιοι· κατὰ τὸ σωματικὸν εἶδος, ἄνθρωποι τινές,
ΑΘΑΝΑΤΗΣ ΔΕ ΘΕΗιΣ. Ἀθανάτοις δὲ θεαῖς, ἤγουν τοῖς θηλυκῶς λεγομένοις στοιχείοις, ὁμοίαν λέγει τὴν τῶν τεχνῶν περίληψιν. καὶ ΠΑΡΘΕΝΟΝ, ὅτι οὐ φθαρήσονται αἱ τέχναι, ἀλλʼ ἔσονται, ἔστʼ ἂν καὶ τὰ στοιχεῖα συμπαραμένωσιν. Οἱ μὲν γὰρ τεχνῖται θνήσκουσιν, αἱ δὲ τέχναι ὡς ἀθάνατοι διαμένουσι. καὶ παρθένοι, ὅτι ἀεὶ νεάζουσι, καὶ προσεφευρίσκουσί τι. ΚΑΛΟΝ ΔΕ ΕΙΔΟΣ, ὅτι ὁ βίος ἐκ τῶν τεχνῶν γέγονεν ὡραιότερος. καὶ ΕΠΗΡΑΤΟΝ, ὅτι πάντες ἐρῶμεν τῶν τοῦ βίου ἡδέων.
ΕΙΣ ΩΠΑ. Ἀντὶ τοῦ εἰς ὄψιν· ἀπὸ τοῦ ὁρῶντος ὀφθαλμοῦ τὸ ὁρώμενον.
ΠΑΡΘΕΝΙΚΗΣ ΚΑΛΟΝ ΕΙΔΟΣ. Καὶ τοῦτο τὸ εἶδος τῆς ζωῆς ἀδιάφθορον ὂν, ἀπὸ τῆς γενέσεως μετέχει τινὸς κάλλους· ὅπου γε καὶ μέχρι σώματος ἥκει τὸ καλόν· μόνη γὰρ αἰσχρὰ ἡ ὕλη, διότι ἀνείδεος.
ΕΡΓΑ ΔΙΔΑΣΚΗΣΑΙ. Ἔστι γάρ τι τεχνικὸν καὶ ἐν τῷ θήλει τῆς ψυχῆς τῷ ἀλόγῳ κατὰ τὸ τῆς φαντασίας εὐμήχανον καὶ ἀνατυπωτικὸν, ὃ δὴ καὶ αὐτὸ φαίης ἂν Ἀθηναϊκὸν εἶναι δίδαγμα καθὸ καὶ ἐν ἀλόγοις ζώοις ἔστι τὶ φιλεργὸν καὶ τεχνοειδές. Καί τις καὶ νοῦν διὰ ταῦτα τὴν φαντασίαν ὠνόμασεν. Οὕτως οὖν ὑφαντικὸν τὸ ἄλογον καὶ ἐν ἡμῖν, ὡς ἐν τῷ ἀράχνῃ.
ΑΥΤΑΡ ΑΘΗΝΗΝ ΕΡΓΑ ΔΙΔΑΣΚΗΣΑΙ. Ὑλικὸν αἴτιον τῆς συστάσεως τῶν τεχνῶν τὸ πῦρ γέγονεν· ποιητικὸν δὲ ἡ κατασκευαστικὴ καὶ διδακτικὴ τούτων φρόνησις, ἣν Ἀθηνᾶν νῦν καλεῖ, καὶ διδάσκαλον τῶν ἔργων, Ἱστὸς δὲ, ἡ συμμιγὴς καὶ πολυμερὴς πασῶν τῶν τεχνῶν πολυπλήθεια.
ΑΜΦΙΧΕΑΙ ΚΕΦΑΛΗι. Σαφῶς ταῦτα προσήκει τῷ ἀλόγῳ καὶ ἐν ἡμῖν· προσαγωγὸν γάρ ἐστιν αὐτοῦ τὸ φιλήδονον τῶν πολλῶν καὶ ἐπέραστον τοῖς μὴ κρίνουσιν ὀρθῶς. Διὸ καὶ τὸν ΠΟΘΟΝ αὐτοῦ εἶπεν ΑΡΓΑΛΕΟΝ, οὐκ ὄντα καθαρὸν, ἀλλʼ ὑλικὸν, καὶ διὰ τοῦτο χαλεπόν· καὶ τὰς ΓΥΙΟΚΟΡΟΥΣ δὲ ΜΕΛΕΔΩΝΑΣ, ὡς τὰ γυῖα κοσμούσας. Τὸ γὰρ κοσμεῖν καὶ καλλύνειν οἱ παλαιοὶ κορεῖν ἔλεγον· τὸ δὲ διδασκῆσαι ἀπὸ τοῦ διδασκῶ γέγονε περισπωμένου. ΑΛΛΩΣ ΓΥΙΟΚΟΡΟΥΣ, τὰς εἰς κόρον ἀγούσας τὰ γυῖα, ἤτοι τὰς μέχρι κόρου ἐσθιούσας τὰ μέλη· ἢ τὰς φροντίδας τὰς κατεσθιούσας τὰ μέλη τοῖς χρωμένοις δηλονότι· ἢ μελεδῶνας τὰς τρεφούσας τὸ σῶμα, ὅθεν τὸ φροντίζειν περὶ τῆς γαστρός· γυναικὶ γὰρ οὐδὲν μέλει ἄλλο ἢ μόνον τὸ σῶμα κατακόρως τρέφειν, ἢ ὅτι παναίτιοι τοῖς ἀνδράσι φροντίδων εἰσίν.
ΚΑΙ ΧΑΡΙΝ ΑΜΦΙΧΕΑΙ ΚΕΦΑΛΗι. Ἀπὸ κοινοῦ τὸ ἐκέλευσεν, ἤγουν ἐπένευσεν ἡ Εἱμαρμένη ἐκ προμηθείας ἡμετέρας εὑρεθῆναι τὸ πῦρ, ὑλικὸν αἴτιον τῶν τεχνῶν· εἶτα φρονήσει παραχθῆναι τὰς τέχνας, ὕλῃ τῷ πυρὶ χρησαμένας· εἶτα τὴν κεφαλὴν καὶ τὸ ἀποτέλεσμα τῆς τέχνης κοσμηθῆναι ἐπιθυμίᾳ καὶ ὡραιότητι τῇ χρυσῇ καὶ ἱλαρᾷ, ὡς πόθον ἡμᾶς ἔχειν τοῦτο προσεπικτήσασθαι, καὶ φροντίδας ἐσθιούσας τὰ μέλη, ἑλκομένους τῇ ἐπιθυμίᾳ τῆς τούτων εὐτεχνίας καὶ ὡραιότητος.
ΚΑΙ ΠΟΘΟΝ ΑΡΓΑΛΕΟΝ. Ἤγουν ἀνιαρὸν ἄλγος ἔχοντα· ἕπεται γὰρ τῷ πόθῳ ἄλγος. ΠΟΘΟΣ δέ ἐστιν ἐπιθυμία πραγμάτων ἀπόντων· ἐπιθυμία δὲ καὶ ἵμερος τὸ αὐτὸ, καὶ λέγεται ἐπὶ τῶν παρόντων, δηλοῦσι δὲ ὁρμὴν ψυχῆς καὶ κίνησιν ἐπί τι, τὸ μὲν ἀπὸ τοῦ θυμὸς, ἡ τῆς ψυχῆς κίνησις καὶ ζέσις, ὃ γίνεται ἀπὸ τοῦ θύειν, τὸ ὁρμᾷν· ὁ δὲ ἵμερος, ὅτι ἱέμενος ῥεῖ, καθά φησιν ὁ Πλάτων. Ἔρως δὲ, πάθος ἔξωθεν διὰ τῶν ὀμμάτων τῇ ψυχῇ προσγινόμενον, διὰ ταῦτα φησὶν ὁ αὐτὸς Πλάτων, ἀπὸ τοῦ ἐσρεῖν, ἔσρους τό γε παλαιὸν ἐκαλεῖτο. Τῷ γὰρ ου, φησὶν, ἀντὶ τοῦ ω ἐχρώμεθα· νῦν δὲ ἔρως κέκληται διὰ τὴν τοῦ ω ἀντὶ τοῦ ου μεταλλαγήν.
ΚΑΙ ΓΥΙΟΚΟΡΟΥΣ ΜΕΛΕΔΩΝΑΣ. Ἤγουν τὰς τὸ σῶμα καλλυνούσας· κορεῖν γὰρ τὸ καλλωπίζειν καὶ κοσμεῖν, ἀφʼ οὗ καὶ νεωκόρος.
ΚΥΝΕΟΝ ΤΕ ΝΟΟΝ. Εἰκότως καὶ ταῦτα φέρειν ἂν εἴποις εἰς τὴν ἐν ἡμῖν ἄλογον ζωή· ἀναιδῆ μὲν οὖσαν ὡς κατεξανισταμένην τοῦ λόγου πολλάκις καὶ μὴ ὑποστελλομένην τὸ τῇ φύσει κρεῖττον· ἀπατῶσαν δὲ τὸ ἐν ἐκείνῳ δυνάμενον κρίνειν καὶ γοητεύουσαν ταῖς ἡδυπαθείαις.
ΕΝ ΔΕ ΘΕΜΕΝ ΚΥΝΕΟΝ ΤΕ ΝΟΟΝ. Ἐπένευσεν ἡ Εἱμαρμένη καὶ τὸν προφορικὸν λόγον Ἑρμῆν, ἀναιδῆ τε καὶ τολμηρὸν λογισμὸν, καὶ πανουργόν τι καὶ αἱμύλον ἦθος, ἐνθεῖναι ταῖς τέχναις καὶ τοῖς τεχνίταις. Τοιοῦτοι γὰρ οἱ τὰς τέχνας μεταχειριζόμενοι. Ἀλλὰ μὴ δὲ τοῦτο ἐάσωμεν, ὅθεν ὁ Ἑρμῆς ΔΙΑΚΤΟΡΟΣ, καὶ ΑΡΓΕΙΦΟΝΤΗΣ λέγεται· τὰ γὰρ τῶν ἑτέρων Ἑρμῶν οὐ φροντὶς ἡμῖν λέγειν. Ὁ μὲν μυθικὸς Ἑρμῆς διάκτορος λέγεται, ἐκ τοῦ διακτορεῖν, καὶ ἀγγέλλειν τὰ τῶν θεῶν· καὶ Ἀργειφόντης, ὅτι Ἄργον ἀνεῖλεν τὸν πανόπτην, ὃν ἡ Ἥρα φύλακα τῆς Ἰοῦς ἐπέστησε τῆς Ἰνάχου παιδός. Ὁ δὲ προφορικὸς λόγος Ἑρμῆς λέγεται, παρὰ τὸ ἑρμηνευτικὸς εἶναι, καὶ Διάκτορος, ὅτι ἐξηγεῖται καὶ διαγγέλλει τὰ τῆς ψυχῆς καὶ τοῦ νοῦ ἐνθυμήματα. Ἀργειφόντης δὲ, ὡς ἀργὸς καὶ καθαρὸς φόνου· παιδεύει γὰρ καὶ ῥυθμίζει, καὶ πραΰνει τὸ θυμικὸν τῆς ψυχῆς· ἢ ὅτι τὸν Ἄργον κύνα ἀναιρεῖ, τουτέστι τὰ λυσσώδη καὶ ἄτακτα ἐνθυμήματα.
ΚΥΝΕΟΝ ΤΕ ΝΟΟΝ. Τὸν κυνὸς δηλονότι ἀναίδειαν ἔχοντα, ἀπὸ τοῦ κυνὸς κύνεος, ὡς ἀπὸ τοῦ χρυσὸς χρύσεος, καὶ ἄργυρος ἀργύρεος μετουσιαστικῶς.
ΕΠΙΚΛΟΠΟΝ. Τὸν ἐν κλοπῇ· τὸ δὲ ἐν κλοπῇ οὐδὲν ἄλλο ἐστὶν, ἢ τὸ κλεπτικὴν ἔχον δύναμιν. Ὡς γὰρ ἔνδροσον ταυτὸν τῷ δροσερῷ μετουσιαστικῷ ὄντι, οὕτω καὶ ἐπίκλοπον ταυτὸν τῷ κλεπτικῆς καὶ παραλογιστικῆς μετέχοντι δυνάμεως.
ἙΡΜΕΙΗΝ. Ἑρμείας ποιητικόν· Ἑρμῆς κοινόν.
ΔΙΑΚΤΟΡΟΝ. Διάκτορος, ὁ μεγαλόφωνος. Πλεονάζει δὲ ἐν αὐτῷ τὸ κʹ, ὥσπερ ἐν τῷ ἀλυκτοπέδη. Τὸ μὲν γὰρ ἀπὸ τοῦ διάτορον, ὃ λέγεται ἐπὶ φωνῆς ἐντόνου καὶ ἰσχυρᾶς· τὸ δὲ ἀπὸ τοῦ ἄλυτος καὶ τοῦ πέδη. Ἀργειφόντης δὲ, ὡς τὸν Ἄργον τὸν πανόπτην φονεύσας τὸν τῆς Ἰοῦς φύλακα· γίνεται οὖν Ἀργοφόντης, εἶτα ποιητικῶς Ἀργειφόντης.
ὩΣ ΕΦΑΘʼ· ΟΙ Δʼ ΕΠΙΘΟΝΤΟ ΔΙΙ Κ. Α. Οὕτω τῆς εἱμαρμένης ἐπινευσάσης, ταυτὶ πάντα γέγονε. Κρονίωνα δὲ τὴν εἱμαρμένην λέγει, ὡς ἀφανῶς καὶ ἀδήλως ἀποτελουμένων τῶν εἱμαρμένων, ἐκ τοῦ κοροῦν καὶ θολοῦν τὸν νοῦν· οὐδεὶς γὰρ νοῦς ἀνθρώπινος ἀκριβῶς οἶδε τὰ εἱμαρμένα καὶ συμβησόμενα. Ἄνακτα δὲ καὶ βασιλέα ταύτην φησὶ, ὡς πάντων δεσπόζουσαν, καὶ διʼ αὐτῆς γινομένων ἁπάντων.
ΑΥΤΙΚΑ Δʼ ΕΚ ΓΑΙΗΣ ΠΛΑΣΣΕ. Τὴν γυναῖκα ταύτην, ἤγουν τὴν τῶν τεχνῶν ἁπασῶν σύστασιν, ὁ Ἥφαιστος, ἤγουν τὸ πῦρ ἐκ γῆς πλάττει· ὅτι τὰ τῆς γῆς καὶ ἡ γεωργία, πρώτη καὶ τιμιωτάτη τῶν ἄλλων τεχνῶν· διὰ γὰρ τὸ ζῇν πᾶς ἄνθρωπος τὰς τέχνας μετέρχεται. ΚΛΥΤΟΣ ἭΦΑΙΣΤΟΣ, ἤγουν ἐξάκουστον τὸ πῦρ· ὅτι διʼ αὐτοῦ πᾶσα γίνεται τέχνη, καὶ πᾶσι γινώσκεται. Ἥφαιστος δὲ λέγεται, ἐκ τοῦ ἅπτω. ΑΜΦΙΓΥΗΕΙΣ, ὁ ἀμφοτέρωθεν γυιῶν καὶ βλάπτων· ἀδδηφάγον γὰρ καὶ καυστικὸν τὸ πῦρ. ἢ ἀμφιγυιήεις, ὁ ἑκατέρωθεν χωλός· ἢ μᾶλλον, τὸ ἕτερον μέλος· ἀναφερόμενον γὰρ τὸ ἐν χρήσει πῦρ ὥσπερ ὑποχωλεύει, καὶ ὑποσκάζει· οὐ γὰρ παράμονόν ἐστιν, ἀναλισκομένης τῆς ὕλης. Τὸν μυθικὸν δέ φασι Ἥφαιστον ἀμφιγυιήεντα, ἢ ὅτι ἑνὶ μέρει χωλεύει, καὶ ὑποσκάζει, ὡς ὑπὸ τοῦ Διὸς ῥιφθέντα, καὶ χωλωθέντα τὰ γυῖα, ἤτοι τὰ μέλη.
ΑΜΦΙΓΥΗΕΙΣ. Γυῖα αἱ χεῖρες καὶ οἱ πόδες· ἀφʼ οὗ γυοῦν, τὸ τὰ σκέλη βλάπτειν, καὶ Ἀμφιγυήεις ταυτὸν τῷ κυλλοπόδῃ, ἤγουν ὁ τοὺς πόδας βεβλαμμένος καὶ χωλός. Ὀνομάζεται δὲ τούτῳ τῷ ὀνόματι, καὶ τὸ παρʼ ἡμῖν πῦρ, καὶ ὁ ἐπιστάτης τῶν διὰ τοῦ πυρὸς ἐνεργουμένων τεχνῶν, τὸ μὲν, ὡς ἄνευ τῆς τῶν ξύλων παραθέσεως οὐ δυνάμενον παραμένειν, ὥσπερ ὁ βεβλαμμένος τοὺς πόδας οὐκ ἂν σταίη μὴ ὄντος τινὸς τοῦ στηρίζοντος, ὁ δὲ, ὡς ἐπιστάτης καὶ ἔφορος αὐτοῦ τούτου τοῦ πυρὸς χωλοῦ, καθὰ εἴρηται, συμβολικῶς ὀνομαζομένου· ὥσπερ βαρύκτυπος λέγεται ὁ Ζεὺς, οὐχ ὅτι αὐτὸς κτυπεῖ, ἀλλʼ ὅτι αἴτιός ἐστι τῶν βαρυήχων βροντῶν.
ΑΙΔΟΙΗ. Ὡς γελοῖος ὁ ἄξιος γέλωτος, οὕτω καὶ αἰδοῖος ὁ αἰδοῦς ἄξιος. Αἰδοῖος δέ ἐστι τίς τινι ἢ διʼ ἃ ἔχει ἀγαθὰ, καθʼ ὃ λέγεται ἐνταῦθα τὸ αἰδοίης· ἢ διʼ ὃ εἰς αὐτὸν ἐξήμαρτεν ὁ αἰδούμενος. Φαίνεται δὴ τὸ αἰδοῖος ταυτὸν εἶναι τῷ αἰδέσιμος, πλὴν ὅτι τὸ μέν ἐστι ποιητικὸν, τὸ αἰδοῖος, τὸ δὲ παρὰ τοῖς κοινοῖς ἐν χρήσει· αἰδήμων δὲ ὁ εἰδὼς αἰδεῖσθαι. Τὸ πᾶν δὲ τοιοῦτον· οὕτως ἔφη· πλατὺν δὲ ἐγέλασε γέλωτα ὁ πατὴρ τῶν ἀνδρῶν καὶ τῶν θεῶν· τὸν Ἥφαιστον δὲ, οὗ ἡ φήμη περιᾴδεται, ἐκέλευσε γῆν ὕδατι μιγνύναι ὅτι τάχιστα, ἤγουν πηλὸν ποιεῖν· ἐνθεῖναι δὲ αὐτῷ ἁρμονίαν μελῶν ἀνθρωπίνων καὶ δύναμιν· ὁμοιοῦν δὲ τὸ πλάσμα εἰς ὄψιν ταῖς ἀθανάτοις θεαῖς ταῖς παρθένοις· τουτέστιν εἰς τύπον παρθένου αὐτὸ ποιεῖν, κατʼ εἶδος εὔμορφον, ἐπέραστον· τὴν Ἀθηνᾶν δὲ ἐκέλευσε διδάξαι αὐτὴν τὴν ὑπὸ τοῦ Ἡφαίστου πλασθησομένην παρθένον, ἐργασίας· λέγω, ὑφαίνειν ἱστὸν πάνυ ποικίλον· καὶ τὴν περικαλλῆ καὶ λαμπρὰν Ἀφροδίτην ἐκέλευσε περιχέαι τῇ κεφαλῇ αὐτῆς χάριν, καὶ πόθον ἀλγεινὸν, ἵνα ποθῇ δηλονότι καὶ ποθῆται, καὶ φροντίδας καλλυνούσας τὰ μέλη· τὸν Ἑρμῆν δὲ τὸν διάκτορον τὸν Ἀργειφόντην ἤνωγεν, ἤγουν ἐκέλευσεν, ἐνθεῖναι αὐτῇ κυνὸς ἀναίδειαν ἔχοντα νοῦν, καὶ ἦθος κλεπτικῆς καὶ παραλογιστικῆς μετέχον δυνάμεως. Οὕτως εἶπεν· οἱ δὲ ἐπείθοντο τῷ Διῒ τῷ υἱῷ τοῦ Κρόνου τῷ ἄνακτι. Αὐτίκα δὲ ἔπλασεν ἀπὸ τῆς γῆς ὁ κλυτὸς Ἥφαιστος, ἤγουν οὗ ἡ φήμη ᾄδεται, πλάσμα ὅμοιον παρθένῳ αἰδοῦς ἀξίᾳ, διὰ τὴν βουλὴν τοῦ Κρονίδου, ἔξωσε δὲ καὶ ἐστόλισεν αὐτὴν ἡ θεὰ ἡ Ἀθηνᾶ ἡ ὀξὺ ὁρῶσα καὶ στιλπνόν. Περιέθεσαν δὲ τῷ χροῒ αὐτῆς, ἀντὶ τοῦ τῷ τραχήλῳ, αἱ θεαὶ αἱ Χάριτες, καὶ ἡ σεβασμία Πειθὼ, αἱ μὲν ἵνα χαριεστάτη δηλονότι ᾖ, ἡ δʼ ἵνα πείθῃ, ὡς ἡ κεκοσμημένη γυνὴ πείθει τὸν ἄνδρα εἰς συνουσίαν, ὅρμους χρυσοῦς· ἤγουν περιτραχήλιον κόσμον. Περιέστεφον δὲ αὐτὴν, ἤγουν ἐστεφάνουν, αἱ Ὧραι αἱ καλλίτριχες, ὡς γυναῖκας γὰρ αὐτὰς προσωποποιεῖ, ἄνθεσιν ἐαρινοῖς. Πάντα δὲ στολισμὸν ἐφήρμοσε τῷ σώματι αὐτῆς ἡ Παλλὰς Ἀθήνη· ἐν δὲ τοῖς στήθεσιν αὐτῆς κατεσκεύασεν ὁ διάκτορος Ἀργειφόντης ψεύδη τε καὶ λόγους ἀπατηλοὺς καὶ παραλογιστικὸν ἦθος, διὰ τὴν βουλὴν τοῦ Διὸς τοῦ τῶν βαρυήχων βροντῶν αἰτίου. Ἐνέθηκε δὲ αὐτῇ ὁ αὐτὸς Ἑρμῆς, ὁ κῆρυξ τῶν θεῶν, φωνήν. Ὠνόμασε δὲ ταύτην τὴν γυναῖκα Πανδώραν, διότι πάντες οἱ οἰκοῦντες τὰ οὐράνια οἰκήματα δῶρον αὐτῇ ἐδωρήσαντο, εἰς βλάβην τοῖς ἀνδράσι τοῖς ἐφευροῦσιν.
ΖΩΣΕ ΔΕ, ΚΑΙ ΚΟΣΜΗΣΕ. Ἀντὶ τοῦ ἐπέσφιγξε καὶ ἐπεκόσμησεν, ἀπὸ μεταφορᾶς τῶν ζωννυμένων. Ἐκ τούτου δὲ σημειωτέον, ὅτι καὶ Ἡσίοδος ἀλληγορικῶς ταῦτα ἔγραψεν, ὥσπερ· αὐτὸς νῦν ἀλληγορῶ. Ἄνωθεν γὰρ εἰπὼν διδάξαι τὴν Ἀθηνᾶν τὸν ἱστὸν τὴν Πανδώραν, νῦν λέγει ζωννύειν καὶ κοσμεῖν· καὶ ἀντὶ Ἀφροδίτης νῦν τὰς Χάριτας εἰπὼν μανιάκας χρυσείους περὶ τὸν τράχηλον ἐκείνης τιθέναι, ἔδειξε τοῦτο καταφανέστερον, ὅτι γυναῖκα τὴν ἐκ τῶν τεχνῶν τοῦ βίου ἐπικόσμησιν καὶ ἁβρότητα λέγει, ἣν φρόνησις μὲν μετὰ τὸ πῦρ συνεστήσατο, ὡραιότης δὲ καὶ χάρις εἰς τέλος ἐκόσμησαν. Αἱ Ὧραι δὲ στεφανοῦσιν, ἀλλʼ οὐκ ἐν ἐαρινοῖς ἄνθεσι, τοῖς δὲ καλλίστοις καὶ ἀεὶ θάλλειν ποιοῦσι τούτων δωρήμασιν. Ἔαρ, ὀπώραις, αἷς ἔχει, καὶ μυρίοις ἄνθεσι· Θέρος, σίτοις, καὶ τοῖς λοιποῖς· Φθινόπωρον, οἴνῳ, καὶ τοῖς ἑτέροις· Χειμὼν, ἐλαίῳ, καὶ ἄλλοις δωρήμασιν, ἢ τοῖς αὐτῶν καταστήμασιν· ὁ μὲν Χειμὼν ὑγραίνων, καὶ γαλακτοποιῶν τὰ σπαρέντα· τὸ Ἔαρ δὲ, φύον ταῦτα, καὶ αὖξον, καὶ περιπνέον εὐκράτῳ ἀέρι· τὸ δὲ Θέρος ἐξικμάζον, καὶ στερεοῦν· ὁμοίως τούτοις καὶ τὸ Φθινόπωρον. ΚΑΛΛΙΚΟΜΟΥΣ δέ φησι τοὺς καιροὺς, διὰ τὸ καλλίστως κομᾷν τοὺς ἔχοντας τὰ τούτων δωρήματα.
ΧΑΡΙΤΕΣΤΕ ΘΕΑΙ. Χάριτές εἰσι τρεῖς· Πειθὼ, Ἀγλαΐα, καὶ Εὐφροσύνη· Ὧραι τρεῖς· Εὐνομία, Δίκη, Εἰρήνη.
ὉΡΜΟΥΣ ΧΡΥΣΕΙΟΥΣ. Ἐπειδὴ ἡ γυνὴ κεκοσμημένη πείθει τὸν ἄνδρα πρὸς συνουσίαν τάχος. Σαπφὼ δέ φησι τὴν Πειθὼ Ἀφροδίτης θυγατέρα. Καὶ τὸ ΕΙΑΡΙΝΟΙΣΙΝ, ἀπὸ τοῦ πληρεστάτου τὰ ἄνθη τὰ κατὰ καιρὸν λέγει, καὶ τὸ, ΠΑΝΤΑ ΔΕ ΟΙ ΧΡΟΙ, ἀντὶ τοῦ τὸν λοιπόν. ΚΟΣΜΟΝ δὲ τὸ ἱμάτιον λέγει, ἐπειδὴ τὸ σῶμα κοσμεῖ. ΕΦΗΡΜΟΣΕ δὲ, ἐπειδὴ μετὰ μηχανῆς.
ΠΑΝΤΑ ΔΕ ΟΙ ΧΡΟΙ. Τὸ πᾶν δὲ τῶν τεχνῶν ἡ φρόνησις πρὸς ἁρμονίαν ἐῤῥύθμισεν. ΑΘΗΝΑ δὲ ἡ φρόνησις, παρὰ τὸ τὰ πάντα ἀθρεῖν καὶ βλέπειν, καὶ περὶ πάντων νοεῖν. ἢ ἀθηλά τις οὖσα, ἡ μὴ θηλάζουσα, καὶ νηπιόφρων, ἀλλὰ γενναιοτάτη καὶ ἐνδρανής. Καὶ τροπῇ τοῦ λάμβδα εἰς ν δωρικῶς, Ἀθηνᾶ. Ὡς τὸ ἦνθον, ἀντὶ τοῦ ἦλθον. ΠΑΛΛΑΣ δὲ ἡ παλλομένη, καὶ εὐκίνητος· ἢ ἡ ἐν τῷ ἐκ τῆς Διὸς κεφαλῆς γεννηθῆναι πάλλουσα καὶ κινοῦσα τὰ ὅπλα, ὡπλισμένη γὰρ ἡ φρόνησις καὶ στεῤῥὰ ἐκ τοῦ νοῦ ἐξέρχεται· ἢ ἡ Πάλλαντα ἕνα τῶν Γιγάντων ἀνελοῦσα· τουτέστιν ἡ τοὺς γηΐνους καὶ ἀλαζόνας λογισμοὺς καταβάλλουσα. Καὶ ΓΛΑΥΚΩΠΙΣ δὲ ἡ φρόνησις λέγεται, διὰ τὸ καταπληκτικὸν, καὶ ἔπανδρον, καὶ τὸ σταθερόν· τὰ γὰρ γλαυκόφθαλμα τῶν ζώων καταπληκτικὰ, καὶ θυμωδέστερα· ἢ γλαυκῶπις λέγεται μεταληπτικῶς, ἡ καθαρῶς καὶ ὀρθῶς ὁρῶσα καὶ κρίνουσα τὰ πράγματα. Ὡς τοὐναντίον, ὁ θυμὸς κελαινῶπις.
ΕΝ Δʼ ΑΡΑ ΟΙ ΣΤΗΘΕΣΣΙ. Καὶ ταῦτα ἀληθῆ περὶ τοῦ ἀλόγου. Τὸ γὰρ ἐν αὐτῷ γνωστικὸν οὐκ ἐφάπτεται τῆς ἀληθείας, ἀλλὰ φαντασίας ἴσχει ψευδεῖς παρακρουομένας τὸν λόγον, ᾗπερ αὐτὰς ἐπιτρέψειεν.
ΑΡΓΕΙΦΟΝΤΗΣ. Πῶς ἄνω μὲν Ζεὺς Ἡφαίστῳ ἐκέλευσεν ἐνθεῖναι φωνὴν, νῦν δὲ ὁ Ἑρμῆς ἐντίθησι; Ῥητέον οὖν, ὡς τὸ μὲν ἐνδιάθετον ἐκεῖνος, τὸ δὲ προφορικὸν ὁ Ἑρμῆς ἐντίθησιν.
ΕΝ Δʼ ΑΡΑ ΟΙ ΣΤΗΘΕΣΣΙΝ. Ἐν μέσῳ τῶν τεχνῶν, τουτέστι πάσαις ταῖς τέχναις καὶ τοῖς τεχνίταις, αἱμυλίας καὶ ψεύδη καὶ ἀναιδείας κατέσπειρεν. Βαρύκτυπον δὲ τὴν Εἱμαρμένην λέγει, διὰ τὰς βοὰς καὶ ἀναῤῥήσεις τῶν εὐτυχούντων, καὶ τὰ ὀνείδη καὶ καταῤῥήσεις τῶν δυσκληρούντων.
ΕΝ Δʼ ΑΡΑ ΦΩΝΗΝ. Τοῦτό τινες περιττόν φασιν· ἤδη γὰρ ὁ Ἥφαιστος δέδωκεν αὐδὴν τῇ γυναικί· εἰ δὲ καὶ τοῦτο γνήσιον εἴη τοῦ Ἡσιόδου, τὸν Ἥφαιστον τὸ ὄργανον ἐροῦμεν ὑποστῆσαι τοῦ ἀλόγου, διʼ οὗ δύναται συμφθέγγεσθαι τῷ λόγῳ, τὸν δὲ Ἑρμῆν αὐτὴν δοῦναι τὴν δύναμιν τὴν λογοειδῆ· λόγων γὰρ δεσπότης οὗτος ὁ θεός. Πανδώρην δὲ, ἢ ὅτι πάντων δῶρα ἔλαβεν, ἢ ὅτι δῶρον πάντων τῶν θεῶν. ΑΛΦΗΣΤΗιΣΙ δὲ, τοῖς διανοητικοῖς ἀνδράσι καὶ εὑρετικοῖς.
ΕΝ Δʼ ΑΡΑ ΦΩΝΗΝ. Ὠνοματοθέτησε δὲ τὸ πᾶν ὁ προφορικὸς λόγος Ἑρμῆς ὁ θεῶν κῆρυξ, ἤτοι ὁ διαγγέλλων καὶ μηνύων τὰ τῆς ψυχῆς κινήματα, καὶ τοῦ νοῦ. ΟΝΟΜΗΝΕ γὰρ, ο μικρὸν Ἰωνικῶς.
ΓΥΝΑΙΚΑ ΔΕ. Καὶ τὴν τῶν τεχνῶν σύστασιν· ἢ κατʼ ἐξοχὴν, τὴν γεωργικήν· ἣν καὶ Πανδώραν καλεῖ, ὅτι πᾶσαι αἱ ψυχικαὶ δυνάμεις σὺν τῷ πυρὶ ταύτην ἐτέκνωσαν, καὶ ὑπέστησαν, τὸ οἰκεῖον ἑκάστη δωρησαμένη, ὡς ἔφημεν. Ἐπὶ δὲ τῆς γεωργίας καὶ τῶν γεωπονικῶν, ὅτι πᾶσι πάντα δωρεῖται τὰ πρὸς τὸ ζῇν, ἢ ὅτι οἱ θεοὶ, ἤτοι τὰ στοιχεῖα καὶ αἱ Ὧραι, αὐτῇ δωροῦνται τὰ οἰκεῖα, ὄμβρους, θέρμην, ἀνέμους· ὑφʼ ὧν ἐκτρέφονται τὰ σπέρματα. Ἐκ δὲ τοῦ εἰπεῖν, ΟΛΥΜΠΙΑ ΔΩΜΑΤʼ ΕΧΟΝΤΕΣ, δείκνυσιν, ὅτι περὶ τῶν ψυχικῶν δυνάμεων λέγει, τῶν κατοικουσῶν περὶ τὸν ἡμέτερον Ὄλυμπον καὶ οὐρανὸν, ἤγουν τὸ λογιστικὸν ἡμῶν. ΕΔΩΡΗΣΑΝ, Ἀττικὴ ἀποκοπή. κἂν καὶ τοῦτο ὁ Πρόκλος Ἰωνικὸν λέγῃ.
ΠΗΜʼ ΑΝΔΡΑΣΙΝ ΑΛΦΗΣΤΗιΣΙ. Βλάβην λέγει τὰς τέχνας γενέσθαι τοῖς ἐφευροῦσιν ἀνδράσιν, διʼ ἅπερ ἔφην τὸ πρότερον.
ΑΥΤΑΡ ΕΠΕΙ ΔΟΛΟΝ. Ἐπεὶ δὲ νεύσει τῆς Εἱμαρμένης ἀπηρτίσθησαν αἱ τέχναι· τὴν γὰρ Εἱμαρμένην πατέρα καλεῖ, ᾧ τρόπῳ πρώην εἰρήκειν· ὁ προφορικὸς καὶ διδασκαλικὸς καὶ ἐφερμηνευτικὸς λόγος Ἑρμῆς εἰς τοὺς ἐπιμηθεστέρους καὶ ὑστερογνώμονας παρέπεμψε τὸ δῶρον, τὸ τῶν τεχνῶν, καὶ τὴν τούτων διδασκαλίαν. Οἱ δὲ οὐκ ἔγνωσαν ἀποδιῶξαι τοῦτο, καὶ μὴ δέξασθαι παρὰ τῆς δεινῆς Εἱμαρμένης· ὥσπερ ἂν εἰ εἶπε καὶ προεσκέψατό τις προμηθέστερος, μή πως γένηται βλάβη πολλοῖς. Τὸ δὲ ΠΑΡ ΖΗΝΟΣ ΟΛΥΜΠΙΟΥ, ἀντὶ τοῦ ἐκ τῆς Εἱμαρμένης τῆς ἐξ οὐρανοῦ διδομένης, ἢ τῆς ἐκ τοῦ ἡμετέρου Ὀλύμπου καὶ οὐρανοῦ δοθείσης, ἤτοι τῆς κακοβουλίας. Ἡμεῖς γὰρ τὴν παλαιὰν ἐκείνην μετεστρέψαμεν Εἱμαρμένην, ἐξ ἡμετέρου λογισμοῦ τὸ πῦρ καὶ τὰς τέχνας εὑρόντες· ὧν περ φανεισῶν, δυσχερῆ ζῶμεν βίον.
ΑΥΤΑΡ ΕΠΕΙ ΔΟΛΟΝ. Δόλος, μηχανὴ κακὸν ἔχουσα ἀγαθῷ δοκοῦντι κεκαλυμμένον· ἀπάτη, ὅταν λάθῃ τὶς ὑπό τινος ἐπί τι παρασυρείς· πλάνη δὲ, ὅταν ἀφʼ ἑαυτοῦ τὶς λάθῃ ἐκτραπεὶς τοῦ προσήκοντος, καὶ φέρηται ἀλλοκότους ὁδούς. Δοκεῖ δὲ ὁ δόλος διαφέρειν τῆς ἀπάτης τῷ, τὸν μὲν ἐπὶ τῷ βλάψαι πᾶσαν ἔχειν τὴν μηχανὴν, τὴν δὲ ἀπάτην οὐκ αὐτὸ τοῦτο πρὀύργου ἔχειν, δηλονότι τὸ βλάψαι, εἰ καὶ ἔστιν ὅτε καὶ τούτου στοχάζεται, ἀλλὰ τὸ λαθεῖν παρασῦραι εἰς ἃ βούλεται. Καὶ ἡ μὲν ἀπάτη ἐστὶν ὅτε καὶ ἐπʼ ἀγαθῷ γίνεται, ὁ δὲ δόλος οὐδέποτε.
ΕΙΣ ΕΠΙΜΗΘΕΑ. Θεός τίς ἐστι καὶ οὗτος, λογισμοῦ μὲν αἴτιος, ἀλλʼ οὐ τοῦ προνοητικοῦ τῶν ἐκβησομένων, ὡς ὁ Προμηθεὺς, ἀλλʼ ἐκείνου τοῦ μόλις ἐκ τῶν ἀποβάντων πρὸς ἑαυτὸν ἐπιστρέφοντος. Ὅθεν ἐκεῖνος μὲν προαγορεύει μὴ δέχεσθαι τὴν γυναῖκα, δεξάμενος δὲ οὗτος τότε δὴ γινώσκει τὸ κακόν. Ἃ δὴ πάσχουσιν αἱ ψυχαί· τούτων γὰρ, αἱ μὲν νοερώτεραι καὶ πρὸ τοῦ παθεῖν ἀποσκευάζονται τὴν ἀλογίαν· αἱ δὲ ἀσθενέστεραι μόλις ἐκ τῆς πρὸς αὐτὴν τὴν γένεσιν κοινωνίας εἰς ἔννοιαν ἄγονται τῶν ἀπʼ αὐτῆς κακῶν. Ἃ δὲ αἱ ψυχαὶ πάσχουσιν, ὁ μῦθος ἐπὶ τοὺς προνοοῦντας αὐτῶν ἀναπέμπει θεούς. ΑΛΛΩΣ. ΕΙΣ ΕΠΙΜΗΘΕΑ. Εἰς τοὺς ἀπρονοήτους ἀνθρώπους, ἡ εις, ἀντὶ τοῦ προς. Ἔστι δὲ τὸ σχῆμα Ἀττικὸν, ὅμοιον τῷ, εἰς Ἀγαμέμνονα δῖον ἄγον. ΑΡΓΕΙΦΟΝΤΗΣ δὲ, ἤτοι ὁ ἐν Ἀργῷ φωνῶν· εἰρηνικὸς γὰρ ὁ θεὸς καὶ ἀψευδής· οἱ δὲ νεώτεροι, ὅτι Ἄργον ἐφόνευσε τὸν πανόπτην· Νέσσος δὲ ὁ Χῖος, ἀπὸ τοῦ διάγειν τὰς τῶν τελευτώντων ψυχάς. Τὸ δὲ ΑΜΗΧΑΝΟΝ, ἀντὶ τοῦ ἀμηχάνως, ἐπιῤῥηματικῶς.
ΘΕΩΝ ΤΑΧΥΝ ΑΓΓΕΛΟΝ. Οἰκείως ὁ Ἑρμῆς εἴληπται συναγωγεὺς τῶν δύο ψυχῶν, τῆς ἀλόγου καὶ λογικῆς, εἰς τὴν πρὸς τὸ σῶμα κοινωνίαν, μέσος γάρ ἐστιν ὡς ἄγγελος. Ὁ γὰρ ἄγγελος δύο τινῶν ἐστιν, ἄλλου πρὸς ἄλλον ἀγγέλλων διάνοιαν· καὶ τὸ ἄλογον δὲ, μέσον τοῦ τε σώματός ἐστι καὶ τῆς λογικῆς ψυχῆς. Στικτέον δὲ εἰς τὸ ἄγοντα, οὐ γὰρ πάντων τῶν θεῶν ἦν τὸ δῶρον, ἀλλὰ τοῦ Διός.
ΟΥΔʼ ΕΠΙΜΗΘΕΥΣ. Ἀρχηγὸς γὰρ τοῦ τετάρτου γένους τοῦ ἡρωϊκοῦ, Δευκαλίων, ἐφʼ οὗ ὁ κατακλυσμὸς, γαμεῖ Πύῤῥαν τὴν Πανδώρας καὶ Ἐπιμηθέως. Καὶ οὗτος δὲ ὁ μῦθος ἐπιτηδειότατος πρὸς ἀποτροπὴν τοῦ ἀδελφοῦ, ὅπως μὴ σχολάζοι πόρναις· ἦν γὰρ περὶ αὐτὰς ἐπτοημένος. Ὅθεν φησὶ, Μηδὲ γυνή σε νόον πυγοστόλος ἐξαπατάτω.
ὉΤΕ ΔΗ ΚΑΚΟΝ. Φησὶν, ὅτι Προμηθεὺς τὸν τῶν κακῶν πίθον παρὰ τῶν Σατύρων λαβὼν, καὶ παραθέμενος τῷ Ἐπιμηθεῖ, παρήγγειλε τὴν Πανδώραν μὴ δέξασθαι. Ὁ δὲ, ὅτε τὸ κακὸν ἔσχε παρʼ αὐτῷ, τότε ἐνόησε τί αὐτῷ ἐπέμφθη· διὰ τοῦτο καὶ Ἐπιμηθεύς. Ἔστι δὲ ὅμοιον τῷ τοῦ Ὁμήρου, Ῥεχθὲν δέ τε νήπιος ἔγνω.
ΑΥΤΑΡ Ὁ ΔΕΞΑΜΕΝΟΣ. Οἱ δὲ ἐπιμηθέστεροι καὶ ὑστερογνώμονες δεξάμενοι τὰς τέχνας, ὁπότε ἐπήλθοσαν ἡμῖν αἱ περιστάσεις, καὶ αἱ συμφοραὶ, τότε ἐπέγνωμεν.
ΔΕΞΑΜΕΝΟΣ. Τὸ ΝΟΣ κοινὴ συλλαβὴ, καὶ ἔστι μακρόν.
ΠΡΙΝ ΜΕΝ ΓΑΡ. Οὐ χρόνῳ, τὸ πρὶν, ἀλλὰ κατὰ τὴν τάξιν μόνον τῶν πραγμάτων νοητέον. Σημαίνει γὰρ, ὅτι ἄνευ μὲν τοῦ ἀλόγου ζῶσιν αἱ ψυχαὶ πάντων ἔξω κακῶν καὶ ταλαιπωρίας· διὰ δὲ τὸ ἄλογον ὑποπεπτώκασιν καὶ τοῖς ἀπὸ τῆς Εἱμαρμένης πόνοις, ἵνα φύγωσι τὴν μετʼ αὐτοῦ ζωήν· ἃς δὴ κῆρας ὀνομάζει καὶ αὐτὸς ὡς Ὅμηρος.
ΧΘΟΝΙ. Τῇ γῇ· ἐκ τοῦ χῶ, τὸ χωρῶ, χὼν, καὶ χθὼν, ἡ πάντα χωροῦσα.
ΠΡΙΝ ΜΕΝ ΓΑΡ. Πρὶν ἀντὶ τοῦ πρότερον μετὰ παρεληλυθότος, καὶ πρὶν ἀντὶ τοῦ πρὸ τοῦ, μετὰ ἀπαρεμφάτου, οἷον, πρὶν τόδε γενέσθαι, ἐγένετο τόδε. Ἔστι δʼ ὅτε δύο κεῖται πρὶν ἐν τῷ λόγῳ, ἔνθα τὸ ἕν ἐστιν ἐξ ἀνάγκης ἀντὶ τοῦ πρότερον· τὸ δὲ δεύτερον ἀντὶ τοῦ πρὸ τοῦ.
ΖΩΕΣΚΟΝ. Ἤγουν ἔζων, τὴν ζωὴν διήνυον. Ζῶ κοινὸν, ἀφʼ οὗ ζώω παρὰ ποιηταῖς· ὡς ὑπνώω, πλώω, ὁρόω· ἀφʼ οὗ πάλιν ζωέσκω, κατʼ ἀκολουθίαν τοῦ ἀναλίσκω, τιτρώσκω, κυΐσκω.
ΝΟΣΦΙΝ ΑΤΕΡ. Χωρίς. Τοῦτο δὲ τὸ σχῆμα ποιητικῶς μὲν ἐκ παραλλήλου καλεῖται, ῥητορικῶς δὲ περιγραφή.
ΝΟΥΣΩΝ Τʼ ΑΡΓΑΛΕΩΝ. Ἀπὸ κοινοῦ τὸ, νόσφι τε ἀργαλέων νούσων ζώεσκον.
ΑΙΤʼ ΑΝΔΡΑΣΙ. Αἵ τινες θάνατον ἐπήγαγον τοῖς ἀνθρώποις. Ἀπορία. Πῶς δὲ τληπαθέστατον μᾶλλον καὶ οἰκτρὸν βίον ζώντων ἐκείνων τῶν πρὶν, οὗτος φησὶ ζῇν ἐκείνους χωρὶς πόνων καὶ νούσων; Λύσις. Τληπαθῶς μὲν καὶ ἐπιπόνως ἔζων, καὶ νοσερῶς, ἀλλʼ οὐκ ᾔδεισαν ὃ πάσχουσιν. Ἀλλʼ ἡ γυνὴ, ἤγουν τὸ μαλθακὸν τὸ ἐκ τῆς ἐφευρέσεως τῶν τεχνῶν, καὶ αἱ τούτων ἁβρότητες, ἔδειξαν ἡμῖν τοιουτοτρόπως τάς τε νόσους, καὶ τὰ σκληρά. Πρώην μὲν γὰρ οὔπω ἦν κλίνη καὶ στρωμνὴ μαλακὴ, οὐδὲ τάπητες, οὐδὲ χλαῖναι τῶν παχειῶν καὶ λασίων, οὐδὲ τοιοῦτον οὐδέν. Καὶ ἡ σκληρότης ἡ τότε, καὶ τὸ ψυχρὸν κοινὸν ὂν τοῖς πᾶσι, καὶ μηδέποτε μετασχὸν θέρμης, ἢ μαλακότητος, ὁμοίως καὶ τὰ λοιπὰ οὐκ ἐδόκουν ἀλγεινὰ καὶ ἐπίπονα· ἐπεὶ δὲ τὸ ἁβρὸν εὑρέθη ταῖς τέχναις, καὶ στρωμναὶ μαλακαὶ καὶ χλαῖναι, καὶ τὰ λοιπὰ, πεπτωκότες ἐπὶ στιβάδος, ἢ λασίαν ἐνδυσάμενοι χλαῖναν, ἢ τραφέντες ἁβρῶς. Ὕστερον δὲ σκληροκοιτήσαντες, ἢ γυμνητεύσαντες, ἢ ἀσιτήσαντες, ἐπέγνωμεν οὕτω τὰ δυσχερῆ, ὥσπερ ἐν πίθῳ καὶ ἀφανεῖ περιλήψει ὄντα πρὶν κεκρυμμένα. Φανερωθέντα δὲ καὶ ἐκχυθέντα τότε τῇ γυναικὶ, ἤγουν τῇ ἐκ τῶν τεχνῶν γενομένῃ τρυφηλῇ καὶ ἁβρᾷ βιοτῇ, καὶ πρὸς αὐτὴν ἡμᾶς ἐφελκούσῃ, δίκην γυναικὸς ὡραίας τε καὶ θυμήρους.
ΑΛΛΑ ΓΥΝΗ. Ἔστι μὲν ὁ πίθος, ἡ μία δύναμις τῆς Εἱμαρμένης, ἡ πάντων τῶν ἀπονεμομένων ταῖς πεσούσαις εἰς τὴν γένεσιν ψυχαῖς χωρητικὴ, καλλιόνων ἢ χειρόνων, διʼ ἃ εὔμοιροί τινες εἰσὶν ἢ κακόμοιροι. Περιέχει γὰρ οὗτος τοὺς παρʼ Ὁμήρῳ δύο πίθους, τοὺς τῶν κηρῶν πλήρεις. Διόπερ ἐν τούτῳ καὶ τὰ ἀγαθὰ, καὶ ἐλπὶς ἐν αὐτῷ μόνη, τοῖς δυστυχοῦσι παραμυθίαν φέρουσα διὰ τὴν τῶν ἀμεινόνων προσδοκίαν καὶ τὴν μεταβολὴν τῶν παρόντων κακῶν. Ἀναπετάννυσι δὲ ἡ γυνὴ τὸν πίθον, ὡς ἐκφαίνουσα τὰς κῆρας ταῖς ψυχαῖς, ὧν ἐστι παρεκτικὴ, καὶ ἀναγκαίας δεικνῦσα διʼ ἑαυτὴν ἠλογημέναις αὐταῖς. Τούτων δὲ σωφρονιζουσῶν ἀπὸ τῆς πτώσεως καὶ ἐξανιστασῶν ἀπʼ αὐτῆς. ΑΛΛΩΣ. Ποίου πίθου; τί γὰρ περὶ πίθου εἶπε; φαίνεται οὖν νεώτερος Ἡσίοδος Ὁμήρου. Κακῶς δὲ εἶπεν ΕΝ ΑΡΡΗΚΤΟΙΣΙ ΔΟΜΟΙΣΙΝ, ἐπὶ τοῦ πίθου δόμον εἰπών. Σέλευκος δὲ γράφει ΠΙΘΟΙΣΙ. Πίθον δὲ τὰ ἐν οὐρανῷ, Οὐ πάντα δὲ τελειοῦνται τὰ τῆς ἐλπίδος· ὅθεν Θουκυδίδης κινδύνου παραμυθίαν εἶπε τὴν ἐλπίδα, καὶ Ὅμηρος, ἐλπωρὴ ἔπειτα φίλους τʼ ἰδέειν. καὶ, Ἔλπομαι εὐχόμενος Διΐ τʼ ἄλλοισί τε θεοῖσιν.
ΕΣΚΕΔΑΣʼ. Ἀντὶ τοῦ ἡ ἐκ τῶν τεχνῶν τρυφηλὴ βιοτὴ ἐσκέδασεν καὶ ἐσκόρπισεν, ἤγουν εἰς φῶς ἐξήγαγε, τὰ πρὶν ἀγνοούμενα δυσχερῆ, καὶ γνωστὰ καὶ κατάδηλα πᾶσιν ἐποίησε. Πίθους δʼ ὁ Πρόκλος ψευσμάτων πεπλησμένους, Πάλιν παράγει, καὶ σατύρους, καὶ κρότους.
ΜΟΥΝΗ Δʼ ΑΥΤΟΘΙ ΕΛΠΙΣ. Πάντα μὲν ἐξήχθη καὶ πεφανέρωται τὰ πρὶν ἀγνοούμενα δυσχερῆ. Ἐλπὶς δὲ μόνη ἀφανὴς καὶ ἄδηλος, μένει ἐν τῷ πίθῳ, ᾧπερ εἰρήκειμεν, εὐκληρίας καὶ δυσκληρίας· ἄδηλον γὰρ τοῦτο· ἀλλʼ ὅμως ἐλπίσι χρηστοτέραις τρεφόμεθα, ὥς φησι καὶ Θεόκριτος· Ἐλπίδες ἐν ζωοῖσιν, ἀνέλπιστοι δὲ θανόντες.
ΑΡΡΗΚΤΟΙΣΙ ΔΟΜΟΙΣΙ. Μεταφορικῶς εἶπεν, ἀντὶ τοῦ ἰσχυραῖς συγκρυβαῖς. Τίς γὰρ οἶδεν, ὅπῃ τὰ τῆς ἡμῶν ἐλπίδος προβήσεται.
ΕΝΔΟΝ ΕΜΙΜΝΕ ΠΙΘΟΥ. Ὥς φησιν, ἔμεινεν ἐν τῷ πίθῳ ἡ Ἐλπίς· ἔστι γὰρ τοῦτο ἐν ἀνθρώποις. Τοῦτο δὲ καὶ Κόμανος ὁ ἀρχιοινοχόος τοῦ βασιλέως προὔτεινε. Φησὶν οὖν Ἀρίσταρχος, ὅτι ἡ μὲν τῶν κακῶν ἔμεινεν, ἡ δὲ τῶν ἀγαθῶν ἐξῆλθεν· ὅθεν ἀκυρολογοῦμεν λέγοντες ἐλπίζειν κακά. Ἡ γὰρ ἐλπὶς κακῶν, οὐ θεῶν. Ὁ δὲ Ἡσίοδος ἀκύρως ἐπὶ κακῶν εἶπεν. ΑΛΛΩΣ. ΕΞΕΠΤΗ. Ὡς ἂν τὰ κακὰ ἐξελθόντα ἐκ τοῦ πίθου· ταῦτα δὲ λέγει αὐτῷ παραινῶν αὐτὸν ἀπέχεσθαι τῆς ἀδικίας, καὶ ἀντιλαμβάνεσθαι τῆς ἀληθείας, καὶ μιμεῖσθαι τοὺς τότε ἀνθρώπους μᾶλλον, καὶ μὴ τοὺς μετὰ ταῦτα γεννωμένους. Οἰκείως δὲ ὁ πίθος εἰσάγεται διὰ τὴν πειθὼ τὴν ἀπὸ τῶν γυναικῶν, ἀγαθῶν μὲν κενὸς, ἐλπίδας δὲ μόνας ἔχων κενάς. ΑΛΛΩΣ. ΠΩΜΑ ΠΙΘΟΙΟ. Πῶς ἐλθοῦσα ἐπὶ κακοποιΐᾳ ἐπέσχεν ὥσπερ φειδομένη; Ῥητέον οὖν, ὅτι ὥσπερ νομίσασα πάντα ἐξεληλυθέναι τὰ κακὰ τὸ πῶμα τῷ πίθῳ ἐπέβαλεν. Ἔνιοι δὲ ἀπʼ αὐτοῦ τοῦ πώματος ἐκδέχονται· ὅτι διʼ ἑαυτοῦ συγκλεισθὲν ἐπέσχε τὴν ἐλπίδα. Τὸ δὲ ἀλάληται, ἀπὸ τοῦ ἀλῶ, ἄλημι, ἄλημαι, ἐνεστὼς παθητικὸς Αἰολικὸς, ὡς δίζημαι καὶ ἀκάχημαι· καὶ κατὰ ἀναδιπλασιασμὸν, ἀλήλημαι· καὶ κατὰ συστολὴν Αἰολικὴν, ἀλάλημαι.
ΘΥΡΑΖΕ. Θύραζε κυρίως, τὸ ἔξω τῆς θύρας· νῦν δὲ καταχρηστικῶς, καὶ τροπικωτέρως, τὸ ἁπλῶς ἔξω, κἂν ὁ Πρόκλος ἐν τοῖς τοιούτοις ψευδῶς αἰτιώμενος, καταφορικός ἐστι καὶ ἀφόρητος.
ΑΡΓΑΛΕΟΝ. Ἐκ τοῦ ἔργου, τὸ δυσχερὲς, ἢ ἐκ τοῦ ἄλγος ἐμποιεῖν, ἀλγαλέον, καὶ ἀργαλέον.
ΕΞΕΠΤΗ. Ἐξεπετάσθη. Μεταφορικὴ δὲ καὶ αὕτη ἡ λέξις, ἀντὶ τοῦ ἐξῆλθε.
ΠΡΟΣΘΕΝ ΓΑΡ ΕΠΕΜΒΑΛΕ ΠΩΜΑ, Πρὸ γὰρ τοῦ ἐξελθεῖν τὴν Ἐλπίδα ἐκ τῆς ἀφανοῦς συνοχῆς τε καὶ περιλήψεως, τῇ τῆς Εἱμαρμένης βουλῇ ἐπέβαλε τὸ πῶμα, ἤγουν ἀφανῆ εἴασε ταύτην μένειν ἡ πάντα τὰ δυσχερῆ γνωρίσασα ἡμῖν τεχνουργία, τουτέστιν οὐκ ἠδυνήθη φανερὰν καὶ τὴν ἐλπίδα ποιῆσαι, εἱμαρμένῃ ἀφύκτῳ τινί. ἢ τὸ πῶμα μόνον ἤγουν ἡ ἀδηλία, ἐπέλαβε, καὶ ἐκράτησεν αὐτὴν βουλῇ τῆς Εἱμαρμένης. Ἀλλὰ Δία καὶ νεφεληγερέτην ὄπισθεν εἶπον, ὅτι τὴν Εἱμαρμένην καλεῖ. ΑΙΓΙΟΧΟΝ δὲ αὐτὴν λέγει, διὰ τὸ καταιγίζειν καὶ καταβάλλειν τοὺς δυσκληροῦντας, πολλῷ σφοδρότερον τῶν ἐξ οὐρανοῦ καταιγίδων.
ΠΡΟΣΘΕΝ ΓΑΡ ΕΠΕΜΒΑΛΕ ΠΩΜΑ ΠΙΘΟΙΟ, Ἀποροῦσι πῶς ἐλθοῦσα ἐπὶ κακοποιΐᾳ, ἐπέσχεν ὥσπερ φειδομένη; εἶτα πάλιν λύουσιν· ὅτι νομίσασα πάντα ἐξεληλυθέναι τὰ κακὰ τὸ πῶμα ἐπέβαλε τῷ πίθῳ. Ἔνιοι δὲ λέγουσι λύοντες, ὅτι διʼ ἑαυτοῦ τὸ πῶμα συγκλεισθὲν ἐπέσχεν τὴν ἐλπίδα. Δοκοῦσι δὲ καὶ ἑκάτεροι μὴ τῷ ἐπαγομένῳ προσχεῖν τὸν νοῦν ἐπάγεται γὰρ ὅτι τῇ βουλῇ τοῦ Διὸς τοῦτο ἐγένετο. Εἰ οὖν τῇ βουλῇ τοῦ Διὸς ἐγένετο, ὁποτέρως ἂν ἐγένετο, ἡ αὐτὴ πάλιν ἀπορία πάντως μένει, Πῶς γὰρ ὁ Ζεὺς κακοποιήσειν βουλόμενος, τοῦτο πάλιν ὥσπερ φειδόμενος ἐβουλεύσατο; Ἴσως οὖν οὐ καλῶς ἠπορήθη τοῦτο, Πόθεν γὰρ δείκνυται ἡ ἀνάγκη αὕτη; ὅτι ἠθέλησεν ἡ Πανδώρα καὶ ὁ Ζεὺς οὕτω κακοποιήσειν τοὺς ἀνθρώπους, ὡς μηδὲ ἴχνος παραμυθίας αὐτοῖς ἐάσειν.
ΑΛΛΑ ΔΕ ΜΥΡΙΑ ΛΥΓΡΑ. Ἡ ἐλπὶς μόνη ἀφανὴς ἔμεινε· ἄλλα δὲ πολλὰ χαλεπὰ, ἢ μυρία, καὶ θρηνητικὰ κατʼ ἀνθρώπους πλανᾶται. Γέμει γὰρ πολέμων ἡ γῆ, πειρατῶν ἡ θάλασσα· νόσοι δὲ φανεραί τε καὶ ἀπρόοπτοι σιγῆ καὶ ἀγνώστως ἐπέρχονται. Τὰ ἑξῆς δῆλα.
ΑΛΑΛΗΤΑΙ. Ἀλῶμαι τὸ πλανῶμαι, καὶ προσθήκῃ συλλαβῆς ὡς ἐν τῷ ὀπιπτεύω, ἀλαλῶμαι. ἀφʼ οὗ ἀλάλημαι παθητικὸς παρακείμενος, ὡς πεπλάνημαι· τὸ τρίτον ἀλάληται. Πλανᾶσθαι δὲ λέγεται, τὰ μὴ τεταγμένην ὁδὸν ἐρχόμενα ἀλλʼ ἐνίοτε μὲν ταύτην, ἐνίοτε δὲ ταύτην.
ΝΟΥΣΟΙ Δʼ ΑΝΘΡΩΠΟΙΣΙΝ. Τὰς νόσους αὐτομάτως φοιτᾷν σιγώσας εἶπεν, ὡς ἀπὸ τοῦ παντὸς ἡμῖν προσπιπτούσας κατὰ τὰς τῆς Εἱμαρμένης περιόδους ἐξαίφνης. Ἐσωματοποίησε δὲ αὐτὰς προσιούσας ἀφώνους ποιήσας, ἐνδεικνύμενος, ὅτι καὶ τούτων ἔφοροι δαίμονές εἰσιν· οἵ τινες δρῶσιν ἀφανῶς ἐπιπέμποντες τὰς νόσους τὰς ὑπὸ τὴν Εἱμαρμένην τεταγμένας, καὶ τὰς ἐν τῷ πίθῳ κῆρας διασπείροντες. Καὶ τοῦτό ἐστι τὸ ἀφελεῖν αὐτῶν τὸν Δία τὴν φωνὴν, τὸ τοὺς ἐφόρους αὐτῶν δαίμονας κατʼ οὐσίαν τούτων εἶναι ποιητικοὺς, αὐτῷ τῷ εἶναι δρῶντας ἐφʼ οἷς ἐτάχθησαν. ΑΛΛΩΣ. ΑΥΤΟΜΑΤΟΙ δὲ, ἤγουν αὐθαίρετοι· λεληθότως γὰρ ἐπέρχεται τὰ κακά.
ΕΠΕΙ ΦΩΝΗΝ. Ἀθετεῖται δὲ ὁ στίχος ὁ λέγων, ὅτι ἄφωνοι αἱ νόσοι. Ἀγνοοῦσι δὲ ὅτι σωματοποιεῖ ταύτας, ὡς Ὅμηρος Ἔριν καὶ Δεῖμον. Θέλει δʼ ἐμφανίσαι ὅτι καὶ αἱ νόσοι λεληθότως ἐπιφέρονται τὰ σημεῖα τῶν κακῶν,
ΔΙΟΣ ΝΟΟΝ ΕΞΑΛΕΑΣΘΑΙ. Οὐ δυνατόν ἐστι τοῦ Διὸς νοῦν ἐκκλῖναι, ὅ ἐστι τὴν Εἱμαρμένην· ταύτην γὰρ οἱ Στωϊκοὶ Διὸς νοῦν προσηγορεύκασι,
ΟΥΤΩΣ ΟΥΤΙ ΠΟΥ ΕΣΤΙ. Τὸ σχῆμα ἐπιλογικὸν καὶ συμπερασματικώτατον· κατὰ δὲ ποιητὰς, καλεῖται ἀπόθεσις. ΟΥΤΩΣ ΟΥΤΙ ΠΗ ΕΣΤΙΝ. Οὕτως, ἐπείπερ ὁ μὲν ἁπλοῦς καὶ ἀπέριττος οὐκέτι πολιτεύεται βίος, ἀλλʼ εἱμαρμένῃ σκληρᾷ τινὶ, τὸ τῶν τεχνῶν ἐφάνη πολυσχιδὲς, καὶ πολύμοχθον, οὐκ ἔστιν ἐκφυγεῖν τὸν νοῦν τῆς Εἱμαρμένης· περιφραστικῶς αὐτὴν τὴν Εἱμαρμένην τὴν ἡμῖν τὸ ζῇν προσκυρώσασαν στερεαῖς ἀνάγκαις καὶ πόνοις. Λείπεται ἄρα, ὦ Πέρση, μὴ ἀργοὺς ἡμᾶς καθιδρυθῆναι, ἀλλὰ παντοίως μοχθεῖν, ὡς τὸν διαρκῆ πόρον τοῦ βίου συλλέγοιμεν.
ΕΞΑΛΕΑΣΘΑΙ. Ἀλεύομαι ἐκφεύγω, ὡς παρὰ Θεόγνιδι, Οὔτε τὶ ἀθανάτων μῆνιν ἀλευόμενος. ἀλεύσομαι μέλλων· ἀλευάμην ἀόριστος πρῶτος χωρὶς τοῦ ςʹ· ὡς ἀπὸ τοῦ χέω ἔχεα, ἐξέχεα· τὸ τρίτον ἀλεύατο, ἀφʼ οὗ ἀλεύασθαι, καὶ ἀλέασθαι ἐκβολῇ τοῦ υʹ, καὶ ἐξαλέασθαι.
ΕΚΚΟΡΥΦΩΣΩ. Τὸ ἐκκορυφῶσαι δηλοῖ, τὸ ἀποκαλύψαι καὶ εἰς ἄκραν γνῶσιν ἡμᾶς ἀναπέμψαι τῆς ἀνθρωπίνης φύσεως. Δηλοῖ δὲ τὸ ἐπαγόμενον. Τὸ γὰρ, Ὡς ὁμόθεν γεγάασι θεοὶ θνητοί τʼ ἄνθρωποι, προτρεπτικῶς μὲν εἴρηται εἰς ἀρετήν. Εἰ γὰρ ἐκ τῶν αὐτῶν ἐσμὲν τοῖς θεοῖς, οὐχ ἡ φύσις ἡμῶν αἰτία τοῦ κακοῦ, ἀλλʼ ἡ περὶ τὴν προσήκουσαν ἐπιμέλειαν καὶ τελειότητα ῥαθυμία. Πῶς δὲ ἐκ τῶν αὐτῶν ἐσμὲν οἱ ἄνθρωποι τοῖς θεοῖς, ποιήσει δῆλον εἰπὼν, ὅτι καὶ ἡμεῖς ποτὲ κρονίαν ἐζῶμεν ζωὴν, καὶ ἦμεν καθαροὶ κακῶν, ὡς οἱ θεοὶ, διὰ δὲ τὴν ὕφεσιν προήλθομεν ἀπὸ τῶν θεοειδῶν ἀνθρώπων εἰς τοὺς νῦν ὄντας καὶ ἐμπαθῶς ζῶντας. ΑΛΛΩΣ. Ἐκκορυφώσω, ἀνακεφαλαιώσομαι, δύναται μὲν ἀκούεσθαι ἐκτελέσω, οἷον κορυφὴν ἐπιθήσω. Δύναται δὲ καὶ οὕτως, ἑτέρου σοι λόγου ἀπάρξομαι· ἐπεὶ ἡ κορυφὴ ἀρχὴ τὶς τοῦ σώματος ἐστίν. Ἀλαζονικὸς δὲ ὁ στίχος ἐστὶν, ἀλλὰ τούτοις πρὸς ἀρετὴν προτρέπεται. Εἰ γὰρ συγγενεῖς ἐσμὲν θεοῖς, τοῦ μὲν συγγενοῦς ἡμῖν ἀγαθοῦ φροντιστέον, ἀφεκτέον δὲ τῆς κακίας, ὡς κακοῦ καὶ ἀσυγγενοῦς. Τὸ, ως, ἀντὶ τοῦ, ὅτι· καὶ τὸ ΓΕΓΑΑΣΙΝ, ἀντὶ τοῦ ἐγένοντο ὁμοῦ ἐκ τοῦ αὐτοῦ γένους· ἀλλʼ ἡ κακία ἐπεχώρησε. Καὶ τοῦτο δὲ μετὰ τῆς ἐπʼ ἀρετὴν προτροπῆς, ἵνα καταιδέσῃ τῶν κακούργων τὸ γένος αἰσχύνεσθαι. Ἀπὸ δὲ τῆς ὕλης χαρακτηρίζει τὸ γένος.
ΕΙ ΔΕ ΘΕΛΕΙΣ ἙΤΕΡΟΝ ΤΟΙ ΕΓΩ ΛΟΓΟΝ. Τὸ σχῆμα προκατάστασις, καὶ προκατασκευὴ, καὶ ὑπόσχεσις. Κατὰ μέθοδον δὲ δεινότητος διʼ ἑτέρων νῦν λόγων βουλεύεται εἰπεῖν ἅπερ πρότερον. Ἐν γὰρ τῇ πρὶν παραινέσει ἔφη, Πρὶν μὲν εὐπόριστος ἦν ὁ βίος, καὶ ἁπλοῦς, καὶ ἀπερίεργος· εἶτα τοῦ πυρὸς εὑρεθέντος, καὶ διʼ αὐτοῦ τῶν τεχνῶν, δυσπόριστος καὶ ἐπιβλαβὴς γέγονε, καὶ ἔτι μᾶλλον ἐπὶ τὸ χεῖρον προβέβηκε, τῶν ἐπιμηθεστέρων δεξαμένων τὰς τέχνας. Καὶ ἔστιν, ὦ Πέρση, λίαν δυσπόριστος· καὶ χρὴ πόνων καὶ φροντίδων οὐ μετρητῶν. Ταῦτα μὲν εἶπε πρίν. Νῦν δὲ φησίν· ΕΙ Δʼ ΕΘΕΛΕΙΣ, ἙΤΕΡΟΝ ΣΟΙ ΛΟΓΟΝ ΕΚΚΟΡΥΦΩΣΩ, καὶ κεφαλαιώσω, καὶ ἐκπληρώσω, εἰς κορυφὴν αὐτὸν καὶ τέλος ἀγαγὼν, ἢ ἀπὸ κορυφῆς καὶ ἐξ ἀρχῆς ἀρξάμενος.
ΒΑΛΛΕΟ. Βάλλω βέλος, ἀντὶ τοῦ πέμπω, καὶ βάλλω τινὰ τῷ βέλει, καὶ βάλλεται βέλος, ἀντὶ τοῦ πέμπεται, καὶ βάλλεταί τις τῷ βέλει, ἀφʼ οὗ βάλλομαι ποιητικῶς, ὅταν μὴ μάτην ποιῶ ῥίπτεσθαι τοὺς πρὸς ἐμὲ τινὸς λόγους, ἀλλʼ ἐπιτυχῶς ἐν τῇ ἐμαυτοῦ γνώμῃ δέχωμαι. Ἔστι δὲ ἐνεστὼς βάλλομαι, παρατατικὸς ἐβαλλόμην, ἐβάλλου τὸ βʹ, ἀφʼ οὗ προστακτικὸν βάλλου, καὶ κατὰ διάλυσιν τῆς ου διφθόγγου εἰς ε καὶ ο, ἀφʼ ὧν πολλάκις αὐτὴν γίνεται κιρναμένων, βάλλεο, ὃ δύναται ταυτὸν τῷ ἐπιτυχῶς λάμβανε. Τὸ δὲ πᾶν ἔχει οὕτως· ἐπεὶ δὲ ὁ πατὴρ ὁ Ζεὺς τὸν χαλεπὸν δόλον τὸν κακομήχανον, ἤγουν τὴν πλάσιν τῆς Πανδώρας διόλου ἐτέλεσεν, ἔπεμψε τὸν κλυτὸν Ἀργειφόντην, τουτέστι τὸν Ἑρμῆν τὸν ταχὺν ἄγγελον τῶν θεῶν, δῶρον ἄξοντα αὐτὴν δηλονότι τὴν πλασθεῖσαν, εἰς τὸν Ἐπιμηθέα· ὁ Ἐπιμηθεὺς δὲ οὐκ ἐνόησε, καθὰ εἶπεν αὐτῷ ὁ Προμηθεὺς, ὅτε, φασὶ, παρέθηκεν αὐτῷ τὸν τῶν κακῶν πίθον παρὰ τῶν Σατύρων λαβὼν, μή ποτε δέξασθαι δῶρον παρὰ τοῦ Διὸς τοῦ Ὀλυμπίου, ἀλλʼ ἀποπέμπειν ὀπίσω πρὸς τὸν πέμψαντα δηλονότι, ἵνα μή τι κακὸν γένηται τοῖς ἀνθρώποις. Ὁ δὲ δεξάμενος τότε ἐνόησεν, ὅτε τὸ κακὸν εἶχεν. Ταῦτα δέ φησιν, ἐπεὶ εἰς τὴν τῶν τεχνῶν ἐπίνοιαν καθιστάμενοι ἄνθρωποι τότε μὲν τὸ ἀποβησόμενον ἀπὸ τούτων κακὸν οὐκ ἐφώρασαν· ὕστερον δὲ παθόντες ἐνόησαν. Τοῦτο γὰρ δύναται Ἑρμῆς τὸ δῶρον ἄγων, ὁ αὐτὸς ὢν, ὡς εἴρηται, τῷ λόγῳ καὶ τῇ ἐπινοίᾳ· καὶ Ἐπιμηθεὺς ἀπροβουλεύτως δεχόμενος. Πρότερον μὲν γὰρ διήνυον τὴν ζωὴν τὰ γένη τῶν ἀνθρώπων ἐπὶ τῆς γῆς χωρὶς κακῶν, καὶ χωρὶς ἐργασιῶν κοπηρῶν καὶ χαλεπῶν, καὶ χωρὶς νόσων ἐπιπόνων, αἳ θανάτους ἐπάνουσι τοῖς ἀνδράσι. Ταχέως γὰρ ἐν ταλαιπωρίᾳ καὶ πόνοις οἱ ἄνθρωποι γηρῶσιν, ἀντὶ τοῦ ἐξασθενοῦσι καὶ πρὸς φθορὰν νεύουσιν. Ἀλλὰ ἡ γυνὴ ἡ Πανδώρα τὸ μέγα πῶμα τοῦ πίθου ἀφελοῦσα, ἤγουν ἀπʼ αὐτοῦ λαβοῦσα, ἐσκόρπισεν αὐτὰ δηλονότι, τουτέστι τοὺς πόνους καὶ τὰς νόσους καὶ τὰ κακά. Κατὰ τῶν ἀνθρώπων δὲ ἐβουλεύσατο φροντίδας χαλεπὰς, ἃς αὐτοὶ δηλονότι φροντίσειν ἔμελλον. Μόνη δὲ ἡ ἐλπὶς ἐναπελείφθη αὐτόθι, ἀντὶ τοῦ ἐκεῖ, σύνηθες δὲ τοῦτο καὶ παρὰ τοῖς κοινοῖς, λέγω ἔνδον ὑπὸ τοῖς χείλεσι τοῦ πίθου, ἐν δόμῳ ἀσφαλεστάτῳ καὶ ἀνεπιβουλεύτῳ, οὐδὲ ἔξω ἐξέπτη, πρότερον γὰρ ἐπέμβαλε τὸ πῶμα τοῦ πίθου, ἢ ἡ Πανδώρα, ἢ αὐτὸ διʼ ἑαυτοῦ, διὰ τὴν βουλὴν τοῦ Διὸς τοῦ τῆς ἀθροίσεως τῶν νεφελῶν αἰτίου. Ἄλλα δὲ πλεῖστα κακὰ κατʼ ἀνθρώπους στρέφεται· πλήρης μὲν γὰρ ἡ γῆ κακῶν, διὰ τὴν τῶν ἀνθρώπων πλεονεξίαν καὶ ἁρπαγὴν, καὶ τὰς ἀδίκους δίκας, καὶ τοὺς φόνους, καὶ τὰ λοιπὰ, πλήρης δὲ ἡ θάλασσα, διὰ τοὺς κλύδωνας, καὶ τὰ ναυάγια, καὶ τοὺς πειρατὰς, νόσοι δὲ ἐπάλληλοι ἔρχονται τοῖς ἀνθρώποις, κακὰ θνητοῖς φέρουσαι, — αὐτοῖς ὤφειλεν· ὁ δὲ ἐπάγει πάλιν τοῖς ἀνθρώποις· σύνηθες δὲ αὐτοῖς τὸ τοιοῦτον — ἐπὶ τῇ ἡμέρᾳ καὶ ἐπὶ τῇ νυκτὶ αὐθαίρετοι, ΣΙΓΗι. Ἤγουν ἡσύχως, ἐπεὶ τὴν φωνὴν αὐτῶν ἀφείλετο ὁ βουλευτικὸς Ζεύς· οὕτως οὐδαμῶς ἐστι δυνατὸν τὸν τοῦ Διὸς ἐκφυγεῖν νοῦν. Εἰ δὲ ἐθέλεις, ἕτερόν σοι ἐγὼ λόγον ὡς ἀπὸ ἄλλης ἀρχῆς ἀρξάμενος συντελέσω, καλῶς καὶ μετὰ ἀκριβοῦς ἐπιστασίας καὶ γνώσεως· σὺ δὲ ἐπιτυχῶς αὐτὸν ἐν τῷ σῷ λογισμῷ λάμβανε.
ὩΣ ὉΜΟΘΕΝ ΓΕΓΑΑΣΙ ΘΕΟΙ. Ὅτι ἐκ τῆς αὐτῆς αἰτίας καὶ ὕλης ὁμοῦ οἱ θεοὶ, ἤγουν τὰ στοιχεῖα, καὶ οἱ ἄνθρωποι γεγόνασιν. Καὶ ταῦτα εἰπὼν, καὶ προκαταστήσας τὸν αὐτοῦ λόγον, εἰσβάλλει πρὸς τὴν ὑπόθεσιν, καὶ λέγει ἅπερ καὶ πρότερον, διʼ ἑτέρων μέντοι ἐννοημάτων καὶ λέξεων, ὅτι πρῶτον χρυσοῦν γέγονε γένος ἀνθρώπων, ἤγουν καθαρὸν πάντῃ, καὶ κακίας ἀνεπίδεκτον, ὥσπερ ὁ χρυσὸς ἰοῦ· εἶτα ἀργύριον, ἤγουν εὐτελέστερον τούτου, καὶ μικρῷ φαυλότερον, καὶ πονηρότερον· εἶτα χαλκοῦν καὶ πολεμικὸν, λέγει δὲ τὸ Γιγαντικόν· εἶτα τὸ τῶν Ἡρώων τῶν ἐν Θήβαις καὶ Τροίᾳ στρατευσάντων. Νῦν δέ φησι σιδηροῦν γένος ἐστὶν, ἀντὶ τοῦ τληπαθέστατον, καὶ καρτερικὸν, καὶ πόνοις ἀεὶ καὶ καμάτοις προςκαρτεροῦν, ὥσπερ ὁ σίδηρος· οὐ γὰρ σιδηροῦς ἦν οὔτε ὁ Πέρσης, οὔτε Ἡσίοδος· ἔτι δέ φησι καὶ τούτου χεῖρον ἀνθρώπων γένος γενέσθαι, τὴν καθʼ ἡμᾶς γενεὰν δηλονότι, ὁπότε πᾶς ὑβριστὴς, καὶ πατραλοίας καὶ ἄθεος, ὑπὲρ δικαίους, καὶ σεμνοὺς, καὶ χρηστοήθεις τετίμηται. Καὶ ταραχῶν καὶ θορύβων ὁ βίος μεμέστωται, καὶ συμφορῶν χαλεπῶν, καὶ αἰδὼς οὐκ ἔστιν, οὐδὲ μέμψις καὶ ἐπιτίμησις δικαία τῶν πραττομένων ἀδίκως. Ταῦτά φησιν. Εἶτα παραίνεσιν μυθικὴν ἐπιφέρει τοῖς δικασταῖς, διὰ τοῦ μύθου τῆς ἀηδόνος, καὶ τοῦ ἱέρακος· ὡς οὐ χρὴ τοὺς δυνατοὺς καταβλάπτειν τοὺς ἀσθενεῖς. Τοῖς γὰρ ἀδίκοις ἀπό τινος εἱμαρμένης ἐπιγίνονται συμφοραὶ, τοῖς δικαιοπραγοῦσι δὲ παντοῖα χρηστά. Ταύτην τὴν παραίνεσιν καὶ πρὸς τὸν Πέρσην ποιεῖται. Καὶ τοῦτο δέ φησι πρὸς αὐτὸν, ῥᾴστη μὲν ἡ κακία, καὶ εὔκολος· δυσχερὴς δὲ ἡ ἀρετὴ, καὶ δυσπόριστος, ἥν σοι παραινῶν καταφαίνομαι, ἀλλὰ καὶ γλυκεῖα περὶ τὸ τέλος. Ἔνθεν τοι κατʼ ἐμὴν ἐντολὴν ἐξ ἔργων καὶ πόνων οἰκείων κτῆσαι βίον ἐπαινετὸν, καὶ περὶ τὸ τέλος γλυκάζοντα, ἐργαζόμενος καὶ μοχθῶν, ὅσα χρὴ τὸν σπουδαῖον, καὶ μὴ τὸν ἀργὸν πρόκρινε βίον, καὶ ἅρπαγα, καὶ ἀγοραῖον. Ἀλλὰ ταῦτα μὲν οὕτω. Νῦν δὲ κατὰ λεπτὸν καὶ ταῦτα τοῖς οἰκείοις ἔπεσι προσαρμόσωμεν. Καὶ πρῶτον συντακτέον οὑτωσίν· Εἰ δʼ ἐθέλεις ἕτερόν τοι ἐγὼ λόγον ἐκκορυφώσω καὶ πληρώσω· ἢ ἐξ ἀρχῆς ἄρξομαι, ἢ συντόμως ἐρῶ. ὩΣ ὉΜΟΘΕΝ πως, ἤτοι ὁμόθεν καὶ ἐκ τῆς αὐτῆς αἰτίας καὶ ὕλης γεγόνασιν οἱ θεοὶ, ἤγουν τὰ στοιχεῖα καὶ οἱ ἄνθρωποι. ΕΚΚΟΡΥΦΩΣΩ δὲ, καὶ λέξω, ΕΥ ΚΑΙ ΕΠΙΣΤΑΜΕΝΩΣ· σὺ δὲ ταῦτα τῷ σῷ λογισμῷ θοῦ. Πῶς δὲ ὁμόθεν τὰ στοιχεῖα καὶ οἱ ἄνθρωποι; Οὕτω. Πρότερον ἔρεβος ἦν καὶ χάος, κινήσεως δὲ τοῦ ἀέρος τυχόντος καθʼ Ἕλληνας, συνέβη τὰ στοιχεῖα πρὸς τοὺς οἰκείους τόπους διακριθῆναι, καὶ ἀνθρώπους ἐξ ὧν εἶπον ὑμένων γενέσθαι; καὶ ἕτερα ζῶα παντοῖα. Οὕτως οὖν ὅμοθεν φησὶ στοιχεῖα καὶ ἀνθρώπους γενέσθαι.
ὩΣ ὉΜΟΘΕΝ ΓΕΓΑΑΣΙΝ. Ἴσθι, ὅτι ἀπὸ τῆς αὐτῆς ῥίζης ἐγεννήθησαν θεοὶ καὶ ἄνθρωποι θνητοί.
ΧΡΥΣΕΟΝ ΜΕΝ. Πᾶς οὗτος ὁ περὶ τῶν ἀνθρωπίνων πολιτειῶν λόγος ἔνδειξιν ἔχει τῶν ἐν ταῖς ἀνθρωπίναις μεταβολῶν εἰς κακίαν ἐξ ἀρετῆς, καὶ εἰς ἀρετὴν ἐκ κακίας, καὶ μὴ εἶναι μίαν ἐν πᾶσι ζωὴν, ἀλλʼ ἔχειν ποικιλίαν· εἰ δὲ ποτὲ ἄμεινον γένος εἶναί φησι, ποτὲ δὲ χεῖρον, ἀεὶ καὶ τῶν ἀμεινόνων ὄντων καὶ τῶν χειρόνων, — οὐ γὰρ ἀπολέσθαι τὰ κακὰ δυνατόν· οὐδὲ πολλῷ μᾶλλον τὰ ἀγαθὰ κατὰ φύσιν ὄντα τοῖς ἀνθρώποις, — οὐ δεῖ θαυμάζειν· ὡς γὰρ πρός τινα τόπον ὁρῶν, τὰς τοιαύτας ὅρα μεταβολάς. Κωλύει δὲ οὐδὲν ποιητικῶς, ὡδὶ μὲν εἶναι σιδηροῦν γένος, ὡδὶ δὲ χρυσοῦν. Εἰ δὲ τοῖς ἀμεταβόλοις εἰς ἔνδειξιν χρῆται τῶν ζώων τῷ χρυσῷ καὶ ἀργύρῳ καὶ σιδήρῳ, μὴ δὲ τοῦτο θαυμάζωμεν· ποιητικὸν γὰρ ἡ μεταφορὰ καὶ ἡ διʼ εἰκόνων τῆς ἀληθείας παράστασις.
ΧΡΥΣΕΟΝ ΓΕΝΟΣ. Καθαρὸν, τίμιον, πονηρίας ἐκτὸς, ζῶν τὸν βίον ἐκεῖνον φιλαλλήλως, ὅνπερ ἔφην ἁπλοῦν καὶ ἀπρομηθέστατον, καὶ δίχα τεχνῶν· χρυσοῦν δὲ λέγει, διὰ τὸ λαμπρὸν, ἢ τὸ τίμιον, ἢ κακίας ἀνεπίδεκτον, ὡς ὁ χρυσὸς ἰοῦ. Χρυσὸν γὰρ ἰὸς τῶν κυνῶν ἰοῖ μόνος, Ὡς τὸν μαγνῆτιν ἑλκτικοῦ θραύει σθένους Ἡ σκορδικὴ δύσπνοια προστετριμμένη.
ΜΕΡΟΠΩΝ. Μεμερισμένην ἐχόντων ὄπα τῶν διαλέκτων. Ἄλλως γὰρ ὁ Σκύθης, καὶ ἑτέρως ὁ Πέρσης, καὶ τὰ λοιπὰ τῶν ἐθνῶν ἄλλως πως διαφόρως ἀλλήλοις λαλοῦσιν.
ΧΡΥΣΕΟΝ ΜΕΝ ΠΡΩΤΙΣΤΑ. Ἤγουν χρυσοῦν ἀντὶ τοῦ καθαρὸν καὶ ἀπαθές· λέγει δὲ τοῦτο κατὰ τὸ καθαρὸν τοῦ χρυσοῦ καὶ ἄσηπτον. Συμβολικῶς δὲ καὶ ταῦτα λέγεται κατὰ τὴν τῶν ποιητῶν φιλοτιμίαν.
ΑΘΑΝΑΤΟΙ ΠΟΙΗΣΑΝ. Ὁ Ζεὺς μόνος ἐποίησεν, ὡς ἀπὸ τῶν ἄλλων φανερὸν γίνεται· λέγει δὲ πάντας τοὺς θεοὺς, τὸ τοῦ ἑνὸς ἔργον ἐπὶ πάντας τοὺς ὁμοειδεῖς ἀναφέρων, οἷον ποιεῖ καὶ ἐν τῷ, Κρύψαντες γὰρ ἔχουσι θεοί. Οὐ θέλει δὲ δηλοῦν ὅτι αὐτὸς καὶ τὰς διαφορὰς τῶν γενῶν ἐποίησεν, ἀλλὰ τὴν μὲν ποίησιν καὶ παραγωγὴν αὐτῶν λέγει αὐτοῦ· τὴν δὲ διαφορὰν τῆς πολιτείας ἀφʼ ἑαυτῶν, ὥσπερ ἂν εἴτις εἴποι, ὁ δεῖνα κακότροπον ἐγέννησε παιδίον, ὁ αὐτὸς καὶ χρηστοῦ τρόπου παιδίον ἐγέννησε. Πρόδηλον γὰρ, ὅτι ἡ γέννησις μόνη τῶν παιδίων εἰς αὐτὸν ἀναφέρεται, οὐκέτι δὲ καὶ ὁ τρόπος αὐτῶν.
ΟΛΥΜΠΙΑ ΔΩΜΑΤʼ ΕΧΟΝΤΕΣ. Ἡ τὸν ὁλολαμπῆ οὐρανὸν κατοικοῦσα Εἱμαρμένη νῦν· πρότερον δὲ ἡ τὸν κόσμον ὑποστησαμένη. Κατὰ γὰρ τοὺς Ἕλληνας, εἵμαρτο γενέσθαι κόσμον, καὶ γέγονεν, ἣ κυρίως καὶ πρώτη Εἱμαρμένη καλεῖται· δευτέρα δὲ κατὰ μέθεξιν ἐκείνης Εἱμαρμένης, ἡ ἐξ οὐρανοῦ καὶ τῶν ἀστρικῶν κινημάτων πάντα τὰ κατὰ τὸν βίον πληροῦσα.
ΟΙ ΜΕΝ ΕΠΙ ΚΡΟΝΟΥ. Ὅτι μὲν οἱ ἀπὸ χρυσοῦ γένους ἄνθρωποι ζωὴν εἶχον καθαρὰν καὶ ἄϋλον καὶ ἀπαθῆ· καὶ ταύτην ὁ χρυσὸς δηλοῖ, καθάπερ ἐξηγήσατο καὶ Πλάτων, φανερόν. Καὶ γὰρ ὁ χρυσὸς ἄδεκτος ἰοῦ καὶ σήψεως· καὶ διὰ τοῦτο φέρει τῆς ἀπαθείας εἰκόνα. Πῶς δὲ ἐπὶ Κρόνου ἔζων οἱ τοιοῦτοι, μάθοιμεν ἂν νοήσαντες, ὅτι τῆς νοερᾶς δοτήρ ἐστιν ὁ Κρόνος ζωῆς, κόρος ὢν τοῦ νοῦ, μᾶλλον δὲ κορὸς νοῦς, καὶ καθαρός· τὸ γὰρ κορὸν σημαίνει τὸ καθαρόν. Πάντες οὖν οἱ νοερῶς ζῶντες, Κρονίαν ἔχουσι πολιτείαν· καὶ διὰ τοῦτο λέγεται βασιλεύειν αὐτῶν ὁ Κρόνος, ὥσπερ ὁ Ζεὺς τῶν πολιτικῶς ζώντων, κατὰ τὴν ἀρίστην πολιτείαν τὴν πάντα κοινὰ τιθεμένην. Οὐχὶ τῶν θεῶν οὖν οἰητέον τὴν βασιλείαν τὴν πάντα κοινὰ τιθεμένην μεταβάλλειν, ἀλλὰ τῶν ψυχῶν τὴν ζωὴν μεταβαλλουσῶν, ἄλλον βασιλέα ποιῆσαι θεόν· τὸν δὲ μῦθον ἀφʼ ἡμῶν ἐπὶ τοὺς βασιλέας μεθιστάναι τὴν μεταβολήν.
ΟΙ ΜΕΝ ΕΠΙ ΚΡΟΝΟΥ ΗΣΑΝ. Οὗτοι μὲν οἱ ἄνθρωποι οἱ τοῦ χρυσοῦ γένους, ἐπὶ τοῦ Κρόνου ἦσαν. Νῦν ἄκαιρόν ἐστι στοιχειακῶς λέγειν, ὅτι οἵ τινες ἄνθρωποι ἦσαν ὁπότε ὁ Κρόνος καὶ τὸ σκοτεινὸν τοῦ ἀέρος ἔρεβος ἐβασίλευε, καὶ ἐπεκράτει τοῦ οὐρανοῦ· τότε γὰρ ἀδύνατον εἶναι ἀνθρώπους, ἢ ἕτερα ζῶα τινὰ, κἂν Ἐμπεδοκλῆς καὶ πρὸ τοῦ ἁπλωθῆναι τὸν ἥλιον, φησὶ φυτὰ γενέσθαι καὶ ζῶα. Οὕτω δὲ μᾶλλον τοῦτο ἀλληγορῶ· οἱ τοῦ χρυσοῦ γένους τότε ὑπῆρχον, ὁπότε ὁ Κρόνος καὶ ἡ ἄγνοια ἡ θολοῦσα τὸν νοῦν, καὶ ἡ τῶν πραγμάτων ἀνεπιστημοσύνη, καὶ ἀτεχνία τοῦ οὐρανοῦ, ἤγουν τῆς σφαιροειδοῦς κεφαλῆς, καὶ εἰς μίμημα οὐρανοῦ ὑπαρχούσης, καὶ τοῦ ἐν αὐτῷ λογιστικοῦ, ἐπεκράτει καὶ ἐβασίλευε, ὥσπερ ἀχλὺν καὶ ἀορασίαν τῷ νῷ καταχέασα, τουτέστιν, ὅτε οὔπω ἦσαν οἱ ἄνθρωποι προμηθέστεροι, καὶ τέχνας εἰδότες. Κρόνος γὰρ ἡ ἄγνοια νῦν, παρὰ τὸ κορὸν καὶ μέλανα καὶ σκοτεινὸν τὸν νοῦν ἀπεργάζεσθαι, ὡς μὴ δύνασθαι προβλέπειν καὶ προγινώσκειν τὰ μέλλοντα, καὶ τὰ συντείνοντα διαπράττεσθαι. Ἀθάνατα δὲ τὰ στοιχεῖα καλεῖ, ὅτι τινὲς ἄφθαρτα ταῦτα φασὶν, ἢ διὰ τὸ μακροχρόνιον· ἀθάνατον γὰρ καὶ τὸ ἄφθαρτον καὶ τὸ μακροχρόνιον λέγεται.
ΟΙ ΜΕΝ ΕΠΙ ΚΡΟΝΟΥ ΗΣΑΝ. Οὗτοι μὲν, πρὸς τὸ σημαινόμενον ἀπέδωκεν, ἐπὶ τῆς βασιλείας τοῦ Κρόνου ἦσαν, ὅτε ἐν τῷ οὐρανῷ ἐβασίλευεν. ΕΖΩΟΝ ΔΕ, ἤγουν ἔζων, ὥσπερ θεοὶ, ἤγουν ἀπαθῶς, ψυχὴν ἔχοντες φροντίδων ἀπηλλαγμένην· τοῦτο γὰρ τὸ, ΑΚΗΔΕΑ ΘΥΜΟΝ ΕΧΟΝΤΕΣ ΝΟΣΦΙΝ ΑΤΕΡ, ἐκ παραλλήλου ἀντὶ τοῦ χωρὶς, ΠΟΝΩΝ ΚΑΙ ΟΙΖΥΟΣ, ἤγουν ὀδυνῶν καὶ ταλαιπωρίας. Ἔτι δὲ οὐδὲ δείλαιον γῆρας, ἤγουν ἄθλιον, ἐπῆν αὐτοῖς· ἀεὶ δὲ κατὰ τοὺς πόδας καὶ τὰς χεῖρας ὅμοιοι ὄντες, ἤγουν ἐν τῇ αὐτῇ ἀκμῇ ὄντες, οὐ τρεπόμενοι, ἐτέρποντο ἐν εὐωχίαις, ἤγουν ἀλύπως εὐωχοῦντο, ἀλγεινῶν ἁπάντων ἐκτός. Ἔθνησκον δὲ, καθὰ ὑπὸ ὕπνου χαυνωθέντες· τοῦτο γὰρ τὸ, ὡς ὕπνῳ δεδμημένοι. Ἐσθλὰ δὲ πάντα τούτοις ἦν· ἤγουν δικαιοσύνη καὶ φιλαλληλία καὶ τὰ τοιαῦτα, Ἔφερε δὲ καρπὸν πολύν τε καὶ ἄφθονον, — ἕπεται γὰρ τῷ πολλῷ τὸ ἄφθονον — ἡ ζείδωρος ἄρουρα, ἤγουν ἡ τὰ πρὸς ζωὴν δωρουμένη γῆ. Ἄρουρα γὰρ κυρίως ἡ ἠροτριασμένη γῆ.
ὩΣΤΕ ΘΕΟΙ. Εἰκότως οἱ παντὸς καθαρεύοντες πάθους, καὶ τῷ χρυσῷ διὰ τοῦτο τῷ ἀσήπτῳ καὶ καθαρῷ ὁμοιωθέντες, ὁμοιότατοι τοῖς θεοῖς λέγονται εἶναι. Καὶ γὰρ οἱ θεοὶ πρώτως εἰσὶν ἀπαθεῖς· αἱ ψυχαὶ δὲ κατὰ μίμησιν ἐκείνων ταύτης τυγχάνουσιν τῆς εὐδαιμονίας.
ὩΣ ΤΕ ΘΕΟΙ Δʼ ΕΖΩΟΝ. Ἤγουν ἀκοπίαστον καὶ ἄμοχθον καὶ ἀφρόντιδα βίον ἔξων, ὥσπερ οἱ θεοὶ, ἤτοι τὰ στοιχεῖα καὶ οἱ ἀστέρες· οὐ γὰρ μοχθεῖ ταῦτα καὶ κοπιᾷ· ἢ ὡς βασιλεῖς ἔζων, διὰ τὸ ἀπέριττον τῆς διαίτης, καὶ τὸ ἐλεύθερον· ἢ ὡς σοφοὶ, τουτέστι φιλόσοφον βίον ἔζων, ἀπράγμονα πάνυ καὶ ἀθόρυβον, ἀρκούμενοι τοῖς παρευρημένοις λαχάνοις, καὶ ἀκροδρύοις, καὶ ὕδασι, καὶ κεχρημένοι πρὸς κατοικίαν καὶ σπηλαίοις καὶ ὄρεσιν. Ὅτι δὲ τὸ θεὸς ὄνομα πέντε σημαίνει, τὰ στοιχεῖα, τοὺς σοφοὺς, τοὺς βασιλεῖς, τὰς ψυχικὰς δυνάμεις, καὶ τὰ πάθη, καὶ τὴν πρόνοιαν αὐτὴν, ἣν οἱ Ἕλληνες Εἱμαρμένην ἐκάλουν, πρώην ὄπισθεν εἶπον.
ΑΚΗΔΕΑ. Ἀφρόντιδα, ἢ καὶ ἄλυπον· οὔπω γὰρ αὐτοῖς οὐδὲν ἀλγεινὸν ἐπεγινώσκετο, πρὸ τοῦ φανῆναι τὴν τρυφὴν καὶ τὰς τέχνας. Νῦν γὰρ ἐθάδες ὄντες εἱμάτων καὶ στρωμάτων, καὶ τρυφῶν, εἰ σκληροτροφήσομεν, ἢ γυμνητεύσομεν, ἢ δυσκολοκοιτήσομεν, εὐθὺς ἡμῖν ἄλγη καὶ νόσοι, καὶ ὅσα ἡ Πανδώρα τῶν τεχνῶν εὕρεσις τῷ βίῳ προσῆψε· πρότερον δὲ τοῖς τότε ἀνθρώποις οὐδὲν τούτων ἐπεγινώσκετο.
ΝΟΣΦΙΝ ΑΤΕΡ. Χωρὶς πόνων τε καὶ ὀϊζύος, καὶ ταλαιπωρίας ἐκτὸς ἔζωον ἢ τῶν ὀδυνῶν, οὐ γὰρ ἐγίνωσκον ταύτας. Ἢ χωρὶς κόπων, καὶ πόνων, καὶ ὀϊζύος, καὶ μόχθου, τοῦ περὶ τὰ βιωτικά. ΠΟΝΩΝ δὲ τὸ ΠΟ κοινή ἐστι συλλαβή. Ὑπὸ γὰρ τοῦ ν ἀμεταβόλου ἐκτείνεται.
ΟΥΔΕ ΤΙ ΔΕΙΛΟΝ ΓΗΡΑΣ. Οὐδὲ κατά τι δειλὸν ὑπῆρχεν αὐτοῖς τὸ γῆρας, ὡς νῦν ἡμῖν· ἢ οὕτω, οὐδὲ ἔτι καὶ ἀκμὴν ἐπῆν γῆρας δειλὸν καὶ ἄθλιον, ἢ δειλίας ἀνάμεστον· καὶ ἀληθῶς λέγει· ἀώρως γὰρ ἐτελεύτων, καὶ πρὶν εἰς γῆρας ἐλάσαι. ἢ ὅτι ἀφρόντιδες ζῶντες, οὐκ ἂν ἐγήρασκον.
ΟΥΔΕ ΤΙ ΔΕΙΛΟΝ ΓΗΡΑΣ. Καὶ τοῦτο Κρόνιον ἐστί· καὶ γὰρ τὸν Κρόνον ἀεὶ μελαίνας ἔχειν τὰς ἐπὶ τοῦ γενείου τρίχας φησὶν Ὀρφεύς· Πλάτων δὲ τοὺς ἐπὶ τῆς Κρονίας περιόδου ἀποβάλλειν φησὶ τὸ γῆρας, καὶ ἀεὶ γίνεσθαι νεωτέρους. Ἐνδείκνυται δὲ πάντως, ὡς ἄρα οἱ κατὰ θεὸν ζῶντες, καὶ διὰ τοῦτο Κρόνιον ἔχοντες βίον, ἀεὶ ἐπὶ τὸ ἀκμαιότερον ὁδεύουσι, τὴν τῇ γενέσει σύζυγον φθορὰν ἀφέντες· ἐν γὰρ τῇ γενέσει τὸ γῆρας, ἔξω δὲ τῆς γενέσεως ἀεὶ τὸ νέον ἐστὶ καὶ ἀκμάζον, τοῦ παρὰ φύσιν οὐκ ἔχοντος χώραν ἐν αὐτοῖς.
ΑΕΙ ΔΕ ΠΟΔΑΣ. Ἀντὶ τοῦ καὶ κατὰ τὸ βαδιστικὸν εὔτονοι ὑπῆρχον, καὶ κατὰ χεῖρα γενναῖοι· καὶ οὐ μεταμειβόμενοι πρὸς τὸ τρομερὸν καὶ ἀνίσχυρον, ἀλλʼ ἀεὶ οὕτως ἔχοντες.
ΘΑΛΙΗιΣΙ. Ἰστέον, ὅτι τὸ Θάλεια τὸ ἐπίθετον τῆς εὐωχίας καὶ ἡ Μοῦσα, διὰ τῆς ει διφθόγγου γράφονται, οἷον ΔΑΙΤΑ ΘΑΛΕΙΑΝ, καὶ ΜΟΥΣΑΝ ΘΑΛΕΙΑΝ. Αὕτη δὲ ἡ εὐωχία, καὶ ἡ Χάρις, καὶ ἡ Νηρηΐς, διὰ τοῦ ι, Ὅς μοι τηλύγετος τρέφεται θαλίῃ ἐνὶ πολλῇ.
ΤΕΡΠΟΝΤʼ ΕΝ ΘΑΛΙΗιΣΙ. Θαλία νῦν παρʼ ἡμῖν, ἡ μεγάλη εὐωχία λέγεται. Ἐνταῦθα δὲ τὴν κοινὴν συνδιαίτησιν καὶ φιλάλληλον τῶν τότε ἀνθρώπων λέγει, ἣν εἶχον πρὸς συλλογὴν βαλάνων καὶ τῶν ὡραίων καὶ ἐδωδίμων, τῶν λοιπῶν ἀπεχόμενοι.
ΚΑΚΩΝ ΕΚΤΟΣΘΕΝ ἉΠΑΝΤΩΝ. Μισαλληλίας, κακοπραγμοσύνης, φθόνου, καὶ τῶν τοιούτων λέγει· τῶν γὰρ ἄλλων κακῶν ἀρκούντως εἶχον, ψύχους, καύσωνος, ἐπιθέσεως τῶν θηρίων, καὶ τῶν λοιπῶν· κἂν ἀλγεινὰ τούτοις οὐκ ἐδόκουν, διὰ τὸ συντρόφους εἶναι αὐτοῖς, καὶ διʼ ἀπειρίαν ἑτέρας ζωῆς.
ΘΝΗΣΚΟΝ Δʼ ὩΣ ὙΠΝΩι. Καὶ τοῦτο ἑπόμενον τοῖς ἀνόσως ζῶσι, τὸ τὴν ἀπὸ τῶν σωμάτων λύσιν ἀβίαστον γίνεσθαι καὶ ἄπονον· καὶ οἷον ἀποβολὴν εἶναι χιτῶνος τὴν ἀπόθεσιν τοῦ σώματος. Καὶ διὰ τοῦτο ὕπνῳ παραπλήσιον εἶναι τὸν θάνατον εἶπε μετὰ ῥαστώνης συμβαίνοντα καὶ κατὰ φύσιν, ἀλλʼ οὐ βιαίως.
ΘΝΗΣΚΟΝ Δʼ ὩΣ ὙΠΝΩι. Νοσοῦντες ἐπιθανάτια, καὶ ὃ πάσχουσιν οὐκ εἰδότες, ὡς ἐπὶ κοῖτον ἐπὶ τὴν γῆν καταφερόμενοι ἔπιπτον, καὶ οὕτως ἀπέπνεον.
ΕΣΘΛΑ ΔΕ ΠΑΝΤΑ ΤΟΙΣΙΝ ΕΗΝ. Πάντα τὰ ἀγαθὰ ἦν αὐτοῖς, ἃ πρὶν εἶπον, φιλαλληλία, συνδιαγωγὴ καὶ συμβίωσις, καὶ ὅσα τοιαῦτα· ἔτι δὲ καὶ τὸ μὴ δεδίεναι τὸν θάνατον. Ἐτελεύτων γὰρ ὡς ὕπνῳ δεδμημένοι, ἤγουν ἀνωδύνως, οὐκ εἰδότες ὃ πάσχουσιν, οὐδὲ τὸν θάνατον ἐπιγινώσκοντες. Τὸ γὰρ ἄγνωστον οὐκ ἀλγύνει, κἂν ἔστι λίαν βαρύτατον.
ΚΑΡΠΟΝ Δʼ ΕΦΕΡΕ ΖΕΙΔΩΡΟΣ ΑΡΟΥΡΑ. Τὰς βαλάνους, καὶ τὰ ὡραῖα πάντα λέγει ἀκρόδρυα, καὶ ὅσα ἡ γῆ αὐτοματίζουσα δίδωσι. ΖΕΙΔΩΡΟΣ δὲ ἡ γῆ κατʼ ἐμὲ, ἡ ἐν τῷ ζέεσθαι, καὶ θερμαίνεσθαι, ὑπὸ τοῦ ἡλίου δηλονότι, δωρουμένη πάντα· οὐχὶ τὰς ζειὰς μόνας, ὥσπερ τινὲς φάσκουσι.
ΚΑΡΠΟΝ ΔΕ ΦΕΡΕΙ ΖΕΙΔΩΡΟΣ ΑΡΟΥΡΑ ΑΥΤΟΜΑΤΗ. Κατὰ τὴν φύσιν τοῦτο τῆς ἀφθονίας καὶ εὐμοιρίας σημεῖον.
ΕΘΕΛΗΜΟΙ. Ἐκ παραλλήλου· ΕΘΕΛΗΜΟΙ γὰρ καὶ ἩΣΥΧΟΙ ταυτόν ἐστιν· ἡσύχως καὶ ἑκουσίᾳ γνώμῃ. Ἐμφαίνει δὲ διάθεσιν ψυχῆς ἀρίστης, ἀφʼ ἧς ἐστι τὸ χαίρειν καὶ εὐφραίνεσθαι, καὶ ἀλύπως εὐωχεῖσθαι, ἀντὶ τοῦ μεθʼ ἡδονῆς.
ΟΙ Δʼ ΕΘΕΛΗΜΟΙ. Ἐθελουσίως ἔξων καὶ κατὰ βούλησιν ἀπέλαυον τῶν γινομένων.
ΑΥΤΟΜΑΤΗ. Τουτέστι κατὰ τὴν ἑαυτῆς φύσιν, μηδενὸς ἐπιμελουμένου.
ΟΙΔʼ ΕΘΕΛΗΜΟΙ. Ἤγουν κατὰ τὴν ἑαυτῶν βούλησιν, ἥσυχοι, χωρὶς ταραχῆς, εἰρηνικῶς, ἐπιῤῥηματικῶς καὶ τὸ ἐθελημοὶ καὶ τὸ ἥσυχοι, τὰ ἔργα τῆς γῆς ἐκαρποῦντο, σὺν ἐσθλοῖς πολλοῖς, ἤγουν φιλαλληλίᾳ, δικαιοσύνῃ, καὶ τοῖς λοιποῖς. Ἐπειδὰν δὲ τοῦτο τὸ γένος κατεκάλυψεν ἡ γῆ, ἀντὶ τοῦ τὰ σώματα τούτων ἀποθανόντων, τοὶ μὲν, ἀντὶ τοῦ, οὗτοι μὲν, ἤγουν αἱ ψυχαὶ αὐτῶν, πρὸς τὸ σημαινόμενον δὲ κἀνταῦθα ἀποδίδωσι, δαίμονές εἰσιν ἐπιχθόνιοι, ἀγαθοὶ, διὰ τὴν βουλὴν τοῦ μεγάλου Διὸς, φύλακες τῶν ἀνθρώπων, ἤγουν ἔφοροι· οἵ τινες ἐφορῶσι καὶ τὰς δίκας, ἤγουν τὰ δίκαια, καὶ τὰ ἔργα τὰ σχέτλια, ἤγουν τὰ χαλεπά.
ΠΟΛΛΟΝ ΤΕ ΚΑΙ ΑΦΘΟΝΟΝ. Ἐκ παραλλήλου τὸ αὐτὸ, ἀντὶ τοῦ πολύν. Ἢ καὶ οὕτω· πολύν τε καὶ μὴ φθόνῳ ἁρπαζόμενον τοῖς τότε, ἀλλὰ φιλαλλήλως σιτούμενον. Τὸ δὲ ΠΟΛΛΟΝ νῦν, οὐκ ἐπίῤῥημα, ἀλλʼ ὄνομά ἐστιν, ὁ πολλὸς, τοῦ πολλοῦ, τῷ πολλῷ, τὸν πολλόν. Εἰ δʼ οὐκ ἦν ἡ εὐθεῖα ὁ πολλὸς, ἀλλʼ ὁ πολὺς, ἡ δοτικὴ οὐ τῷ πολλῷ ἂν ἐγράφετο, ἀλλὰ τῷ πολεῖ, καὶ ὁ μεγάλος δὲ ὁμοίως εὐθεῖά ἐστι, καθὼς Αἰσχύλος δείκνυσι γράφων, Ὦ μεγάλε Ζεῦ, καὶ πολισσοῦχοι θεοί. εἰ δὲ ἀπὸ τοῦ ὁ μέγας ἐκλίνετο, οὐκ ἂν τοῦ μεγάλου καὶ τοῖς μεγάλοις ἐκλίνομεν, ἀλλὰ τοῦ μέγα, καὶ τοῖς μέγαις, καὶ ἐπὶ τῶν λοιπῶν ὁμοίως.
ΟΙ Δʼ ΕΘΕΛΗΜΟΙ ἩΣΥΧΟΙ. Ἐκ παραλλήλου τὸ αὐτὸ, ἀντὶ τοῦ ἥσυχοι. Ἢ ἐθελουσίᾳ γνώμῃ ὄντες ἥσυχοι· πολλοὶ γὰρ θορυβώδεις ὄντες, διά τινα περίστασιν ἄκοντες ἡσυχάζουσιν.
ΕΡΓʼ ΕΝΕΜΟΝΤΟ. Ἔργα νῦν τὴν συλλογὴν τῶν αὐτομάτων καρπῶν λέγει. Τὸ δὲ ΕΝΕΜΟΝΤΟ, ἢ ἤσθιον, ἢ ἔνεμον, καὶ διεμέριζον ἀλλήλοις.
ΑΥΤΑΡ ΕΠΕΙ ΚΕΝ. Τὶς μὲν ἡ ζωὴ τῶν ἐκ τοῦ χρυσοῦ γένους, εἶπεν. Ἀκολούθως δὲ φράζει, τὶς ἡ μετὰ τὸν θάνατον αὐτῶν λῆξις καὶ τάξις. Τρία γὰρ, ὁ βίος, ὁ θάνατος, καὶ ἡ λῆξις. Εἴρηται δὲ, ἀπαθὴς μὲν ὁ βίος, ἀβίαστος δὲ ὁ θάνατος· τὸ δὲ τρίτον νῦν λέγεται δαιμονία ἡ λῆξις. Οἱ γὰρ οὕτω βεβιωκότες, κατὰ βούλησιν θεῶν ἐν δαιμόνων τάξει καθίστανται, τῶν ζωόντων θνητὸν βίον ἀνθρώπων, οἱ ἀγαθοὶ ὄντες καὶ τοῖς ἀνθρώποις ἀγαθῶν αἴτιοι, φυλάττοντες αὐτῶν ἀπήμονα τὸν βίον, εὔπορόν τε ποιοῦντες τὴν μετὰ τῶν σωμάτων αὐτῶν ζωήν.
ΑΥΤΑΡ ΕΠΕΙ ΚΕΝ. Ἐπειδὴ δέ. Τὸ ΚΕ δὲ μακρὸν, ὡς κοινὴ συλλαβή· εἰς μέρος γὰρ λόγου λήγει. Οἱ δὲ τὰ μέτρα οὐκ εἰδότες, καὶ ὅτι συμφώνου ἐπιφερομένου καὶ ταῦτα τὸ ν ἀποβάλλουσι, μετὰ τοῦ ν βούλονται γράφειν αὐτὸ κακῶς.
ΤΟΙ ΜΕΝ ΔΑΙΜΟΝΕΣ. Τοὺς μεθισταμένους τοῦ ζῇν, ὄντας δὲ φύλακας τοῦ βίου τῶν ἀνθρώπων, δαίμονας καλεῖ, παρὰ τὸ δαῆναι τὰ πάντα, ἢ μερίζειν τὰ ἀγαθὰ καὶ κακὰ τοῖς ἀνθρώποις. Ὅμηρος δὲ δαίμονας τοὺς ἀνθρώπους οὐ καλεῖ, ἀλλὰ τοὺς θεούς. Ἢ οὕτως· εἰς τέσσαρα διαιρεῖ τὴν λογικὴν πᾶσαν φύσιν· τὴν μὲν πρώτην θεῶν· τὴν δὲ δευτέραν δαιμόνων· τὴν δὲ τρίτην ἡρώων· καὶ τὴν τετάρτην ἀνθρώπων. Καὶ τὸ μὲν θεῖον ἡμῖν ἀνεπίμικτον· δαίμονας δὲ τοὺς ἐφορῶντας τὰ ἀνθρώπινα, ὡς καὶ Πλάτων φησίν.
ΤΟΙ ΜΕΝ ΔΑΙΜΟΝΕΣ ΕΙΣΙ. Ἤγουν θεοί. Ἐπιφωνηματικὸς δὲ ὁ λόγος, καὶ τολμηρὸς, θεοὺς ἐπιχθονίους λέγειν· δαίμονες γὰρ καὶ θεοὶ οἱ αὐτοὶ λέγονται κατά τινας. Ἄλλοι δὲ διαιροῦσι τοὺς δαίμονας, οὐσίας λέγοντες αὐτοὺς εἶναι ἀσωμάτους, τὰ περὶ γῆν ὁρῶντας καὶ ὑπὸ γῆν. Τινὲς δὲ καὶ τὰς ψυχὰς τῶν ἀποβιούντων. Ἥρωας δὲ καλοῦσι, τοὺς ἐκ τοῦ ζῇν μεταστάντας. Τὸ δὲ κρεῖττον, Θεοὶ οἱ θεώμενοι, καὶ βλεπόμενοι καὶ ὁρώμενοι ἀστέρες, καὶ τὰ στοιχεῖα ἢ οἱ θέοντες καὶ τρέχοντες. Δαίμονες δὲ, αἱ ψυχικαὶ δυνάμεις καὶ αἱ ψυχαὶ, δαήμονες καὶ ἔμπειροι οὖσαι, ἢ δαΐζουσαι καὶ διαμερίζουσαι πάντα καὶ κρίνουσαι κατʼ ἀξίαν. Ἥρωες δὲ, οἱ ζῶντες καὶ ὄντες ἀρετῆς τινὸς μέτοχοι· ἄνθρωποι δὲ, οἱ ἀναθροῦντες καὶ γινώσκοντες ἃ ὀπώπασι. Θεοὺς δὲ καὶ ἐφόρους τῶν ἐπὶ γῆς, βουλῇ τῆς μεγαλοδυνάμου Εἱμαρμένης λέγει γενέσθαι, τοὺς ἀνεπιδέκτους κακίας ἀνθρώπους ἐκείνους, καὶ τὰς ἐν ἀνθρώποις δικαιοσύνας καὶ ἀδικίας ὁρᾷν, ὅπως ἀναστέλλῃ τῆς ἀδικίας τὸν ἀδελφὸν, λογιζόμενον ὅτι δυνάμεις τινὲς εἰσὶν ἀφανῶς περιπολοῦσαι τὸν βίον, καὶ πάντα ὁρῶσαι καὶ κρίνουσαι.
ΕΣΘΛΟΙ, ΕΠΙΧΘΟΝΙΟΙ. Πεπλασμένως, ἐπειδὴ οἱ θεοὶ ἐπουράνιοι, τούτους ἐπιχθονίους λέγει, ἵνα φόβος ἐγγένηται περισσὸς, διὰ τὸ πλησιάζειν τοὺς ἐφόρους.
ΦΥΛΑΚΕΣ. Ἐπιτηρηταὶ τῶν ἀνθρωπίνων πραγμάτων. ΦΥΛΑΤΤΟΥΣΙΝ· ἐπιτηροῦσιν. ΔΙΚΑΣ νῦν τὰς κρίσεις, μᾶλλον δὲ δικαιοσύνας.
ΣΧΕΤΛΙΑ. Ἄδικα, φαῦλα· σχετικὰ γὰρ καὶ κρατητικὰ λίαν τὰ φαῦλα, καὶ παράμονα, καὶ μὴ συντόμως ἀφʼ ἡμῶν ἀποτρέχοντα, καθάπερ τὰ χρηστά.
ΗΕΡΑ ἙΣΣΑΜΕΝΟΙ. Ἀντὶ τοῦ ἀορασίαν ἐνδεδυμένοι. Λύσις δὲ τοῦτο τοῦ ἀντιπίπτοντος. Ἴσως γὰρ ἂν εἶπεν ὁ Πέρσης, εἰ ἐν γῇ εἰσὶ, πῶς οὐχ ὁρῶμεν αὐτούς· ὅθεν οὕτως εἶπεν. ΗΕΡΑ δὲ λέγει, τὴν ἀορασίαν· ὅτι ὁ ἀὴρ φύσει σκοτεινός ἐστιν, ὑπὸ δὲ τοῦ ἡλίου λαμπρύνεται. Τὸ ΕΣΣΑΜΕΝΟΙ δασυντέον· ἐκ τοῦ ἕω γὰρ, τὸ ἐνδύομαι· ὅθεν καὶ εἷμα, τὸ ἱμάτιον.
ΗΕΡΑ ἙΣΣΑΜΕΝΟΙ. Ἀντὶ τοῦ ἀορασίαν ἐνδυσάμενοι, πανταχοῦ κατὰ τὴν γῆν στρεφόμενοι.
ΠΛΟΥΤΟΔΟΤΑΙ. Τοῦτο παιδευτικῶς εἶπεν, ἀποκρινόμενος πρὸς τοὺς βασιλεῖς, οἳ πολλοῦ δέουσιν εὐπόρους ποιεῖν τοὺς ἀνθρώπους δωροφάγοι τινὲς ὄντες. Μονονουχὶ λέγει σαφῶς, εἰ γέρας ἐστὶ βασιλικὸν προτεινόμενον ὑπὸ τῶν θεῶν τὸ ἀγαθοποιεῖν, καὶ πλουτοδότας εἶναι δεῖ τοὺς βασιλικοὺς ἄνδρας, καθαρεύειν τε πάσης κακουργίας, καὶ τῆς τῶν χρημάτων ἐπιθυμίας, ὧν εἰσιν ἄλλοις χορηγοὶ κατὰ βούλησιν τῶν θεῶν.
ΠΛΟΥΤΟΔΟΤΑΙ. Τοῦτο εἶπεν, ἅμα καὶ τὸν ἀδελφὸν προτρέπων ἀγαθοεργεῖν, ἀνταμοιβὴν τοιαύτην ἐλπίζοντα· καὶ τοὺς δικαστὰς ἀποτρέπων δωροληπτεῖν, λέγων μᾶλλον βασιλεῦσι καὶ ἄρχουσιν ἁρμόδιον εἶναι τὸ διδόναι καὶ πλουτίζειν, ἢ τὸ λαμβάνειν.
ΠΛΟΥΤΟΔΟΤΑΙ. Ἤγουν ταῖς ἑαυτῶν δωρεαῖς πλουτίζοντες τοὺς ἀνθρώπους. Καὶ τοῦτο, ἤγουν τὸ πλουτοδόται εἶναι, ἔσχον τιμὴν βασιλικὴν, ἤγουν βασιλεῦσι πρέπουσαν.
ΔΕΥΤΕΡΟΝ ΑΥΤΕ ΓΕΝΟΣ. Ὁ μὲν Ὀρφεὺς τοῦ ἀργυροῦ γένους βασιλεύειν φησὶ τὸν Κρόνον, τοὺς κατὰ τὸν καθαρὸν λόγον ζῶντας ἀργυροὺς λέγων, ὥσπερ τοὺς κατὰ νοῦν μόνον χρυσοῦς. Ὁ δὲ Ἡσίοδος ἐθέλων τὴν μεταβολὴν ἐνδείξασθαι τῆς ἀνθρωπίνης ζωῆς, τὸ ἀργυροῦν γένος τῶν ἀνθρώπων ποιεῖ ῥάθυμον· πλὴν χεῖρον μὲν τὸ ἀργυροῦν γένος εἶναί φησι τοῦ χρυσοῦ, οὐκ εἰς ἄκραν δὲ κακίαν ὀλισθῆσαν, ἀλλʼ εἰς ἀργίαν καὶ φυσικὴν ζωὴν ἀντὶ νοερᾶς. Ὅτι δὲ ἄργυρος ἰοῦ δεκτικὸς, ὃς καὶ διΐστησιν ἔξω τεμνόμενος ὑπὸ τῶν ὑγρῶν τὴν ὑγρότητα καὶ ψυχρότητα παντὸς μᾶλλον κεράμου καὶ χαλκοῦ, δῆλον. Ψύχεται γὰρ τὸ ὕδωρ ἐν αὐτῷ ῥαδίως καὶ θερμαίνεται περιτιθεμένων ψυχρῶν ἢ θερμῶν, ὥστε διὰ τῶν πόρων τούτων καὶ ἰὸν ἐνδέχεσθαι, τοῦ χρυσοῦ πυκνοτάτου ὄντος.
ΠΟΛΥ ΧΕΙΡΟΤΕΡΟΝ. Οὐχ ὅτι ἐκεῖνο κακὸν ἦν, ἀλλʼ οὐχ ὅμοιον τῷ χρυσῷ. Τὸ δὲ ΠΟΛΥ ΧΕΙΡΟΤΕΡΟΝ, ἐστὶ συγκριτικὸν συγκριτικοῦ, αὐτὸ γὰρ τὸ χεῖρον συγκριτικόν. Ὡς εἶπε λωΐτερον· αὐτὸ γὰρ τὸ λῷον συγκριτικόν ἐστι. Τὸ δʼ ἀργύρεον ἔνιοι τῇ γῇ ἀκούουσι, λέγοντες, ὅτι ἐν τοῖς μεγάλοις ἔργοις τὸ ἀργύριον τῆς γῆς γενεαλογεῖ.
ΔΕΥΤΕΡΟΝ ΑΥΤΕ ΓΕΝΟΣ ΠΟΛΥ ΧΕΙΡΟΤΕΡΟΝ. Γένους τοῦ χρυσοῦ πολὺ χειρότερον, ἤγουν τῶν ἀνεπιδέκτων κακίας ἀνθρώπων. Οἱ γὰρ τοῦ δευτέρου γένους προμηθέστεροι ἦσαν, καὶ τέχνας εὗρον.
ΔΕΥΤΕΡΟΝ ΑΥΤΕ ΓΕΝΟΣ ΠΟΛΥ ΧΕΙΡΟΤΕΡΟΝ. Ἐπὶ ἀπαριθμήσεως τὸ δεύτερον, συγκριτικόν ἐστι συγκριτικοῦ τὸ χειρότερον, καὶ τὸ χεῖρον γὰρ συγκριτικόν. Ἔστι δὲ τὸ τοιοῦτον οὐδέποτε ἐν χρήσει παρὰ τοῖς κοινοῖς. Πολὺ χειρότερον, ἀντὶ τοῦ κατὰ πολὺ ἧττον τὴν ἀρετήν· οὐ γὰρ κακὸν ἦν τὸ πρότερον, ἵνʼ ᾖ τοῦτο χεῖρον. Τὸ ἑξῆς δῆλον.
ΟΥΤΕ ΦΥΗΝ. Τὸ μέγεθος, τὴν ἡλικίαν. Οἱ γὰρ πρότερον ἐκεῖνοι, ἅτε ἐκ τῆς γῆς γεννηθέντες, καὶ ἐξ ἀμιγῶν τῶν πρώτων στοιχείων, μεγάλοι τε ἦσαν τοῖς σώμασι καὶ εὐειδεῖς τὴν θέαν. Οἱ δὲ τοῦ δευτέρου γένους, ἅτε ἐξ ἀλληλογονίας ὄντες, ἥττονες τούτων ἐν ἀμφοτέροις ὑπῆρχον. ΦΥΗΝ, τὴν ἡλικίαν, παρὰ τὸ φύω, ἀπὸ μεταφορᾶς τῶν φυομένων δένδρων καὶ βοτανῶν.
ΕΝΑΛΙΓΚΙΟΝ. Ἀλίγκιον καὶ κατʼ ἐπέκτασιν, ἐναλίγκιον, τὸ ὅμοιον, ἀπὸ τοῦ ἅλις ἔγγιον, καὶ πλησίον καὶ ἐμφερὲς εἶναι. Καὶ τροπῇ τοῦ γ εἰς κ.
ΟΥΤΕ ΝΟΗΜΑ. Κατὰ τὸ ἁπλοῦν ἐκεῖνο λέγει, καὶ ἀπάνουργον. Οὗτοι γὰρ πολὺ τῶν προτέρων προμηθέστεροι, καὶ πανουργότεροι.
ΧΡΥΣΕΩι ΟΥΤΕ ΦΥΗΝ ΕΝΑΛΙΓΚΙΟΝ, ΟΥΤΕ ΝΟΗΜΑ. Τῷ χρυσῷ γένει οὔτε κατὰ τὴν ἀναδρομὴν τοῦ σώματος ὅμοιον, οὔτε κατὰ τὴν γνώμην.
ΑΛΛʼ ἙΚΑΤΟΝ ΜΕΝ ΠΑΙΣ. Ὀρθῶς τοῦ κακοῦ βίου τὴν ἀρχὴν ἐν τῇ μοχθηρᾷ τίθεται τροφῇ· τοιαύτη δὲ ἡ πολὺν χρόνον ἐν τῇ γυναικωνίτιδι γενομένη. Καὶ γὰρ Πλάτων τῶν Περσικῶν τινος τοῦτο κατέγνω βασιλέων τὸν υἱὸν ἐάσαντος πολὺν χρόνον ὑπὸ ταῖς γυναιξὶ τεθράφθαι. Εἰκότως οὖν ἀποβαίνειν τὸν οὕτω τρεφόμενον μέγα νήπιον, ὡς ἀμαθῆ πάντων ὧν δεῖ πράττειν, τὸν ἀνδρικὸν καὶ γεννάδα τὸ ἦθος.
ΑΛΛʼ ἙΚΑΤΟΝ ΜΕΝ. Πάνυ φιλοσόφως ἀρχὴν φαύλου βίου καὶ κακοδαίμονος τὴν ἀνατροφὴν ὑποτίθεται· καὶ γὰρ ὁ Πλάτων ἔφη Κῦρον καὶ Δαρεῖον στρατιωτικοῖς ἔθεσι παιδευθέντας, ἄνδρας ἀγαθοὺς γενέσθαι· τοὺς δὲ παῖδας αὐτῶν, ἀσχολουμένους ἐν γυναιξὶ νεοπλούτοις καὶ τρυφώσαις, διαφθαρῆναι. ΑΛΛΩΣ. Κατὰ σύγκρισιν. Ἐπεὶ οὐ τῶν ρʹ ἐλάττους ἔζων. Τὸ δὲ ἑκατὸν οὐκ ἐπὶ ὡρισμένου χρόνου, ἀλλʼ ἐπὶ πλήθους· ἔστι γὰρ ἀόριστον ἀντὶ τοῦ πολλά.
ΑΛΛʼ ἙΚΑΤΟΝ ΜΕΝ ΠΑΙΣ ΕΤΕΑ. Οἱ μὲν πρότεροι διόλου συνέζων ἀλλήλοις· οἱ δὲ τοῦ δευτέρου γένους προμηθέστεροι γεγονότες πολλὰ τὸν πρὶν βίον ἐκαινοτόμησαν, τέχνας καὶ ἕτερα εὑρόντες· καὶ τοῦτο δὲ προσεξεῦρον, μέχρι μὲν πολλοῦ τινὸς χρόνου τοῖς γονεῦσι συνεῖναι, καὶ οἰκουρεῖν μᾶλλον σὺν ταῖς μητράσι· καὶ οὕτω γυναικωδῶς ἀνετρέφοντο, ἐξελθόντες δὲ καὶ χωρισθέντες τῶν οἴκων τῶν πατρικῶν, τὰς ἀλλήλων ὕβρεις μὴ φέροντες, μηδὲ τὰ πρέποντα λογιζόμενοι, βραχύβιοι ἐγένοντο, ὑπὸ θλίψεών τε καὶ ὑπʼ ἀλλήλων ἀναιρούμενοι. Εἰκὸς δὲ καὶ τοὺς ἐν γυναικωνίτιδι τεθραμμένους, καὶ οἰκοσίτους, καὶ ἀταλοὺς, καὶ μὴ δυναμένους τλῆναί τι, βραχυβίους εἶναι, καὶ οὕτω τελευτᾷν· ὅθεν καὶ μεγαλονηπίους αὐτοὺς λέγει, διὰ τὴν τοιαύτην ἀνατροφήν. Ἀλλʼ ἴσως ἐρεῖ τις, καὶ τί λοιπὸν ἦν τούτοις ἀγαθόν· πολλὰ ἦν ἐκείνοις τὰ ἀγαθὰ, ὅσα καὶ τοῖς προτέροις· ἓν δὲ ἢ δύο τὰ ἐλαττώματα· τὸ μὴ φέρειν ἀλλήλων τὴν ὕβριν, ἀλλʼ ὀξυχολεῖν· καὶ τὸ μὴ θεραπεύειν θεοὺς, ἤγουν τὰς ψυχικὰς δυνάμεις· τουτέστι, τὸ μὴ προσκοπεῖν καὶ προλογίζεσθαι, στεῤῥονούστερόν τε καὶ πανουργότερον ποῖ τὰ τοῦ θυμοῦ τούτοις προβήσεται.
ΑΛΛʼ ἙΚΑΤΟΝ ΜΕΝ ΕΤΗ. Ἤγουν πολλὰ ἐτρέφετο παῖς, ἤγουν διῃτᾶτο, παρὰ τῇ ἑαυτοῦ μητρὶ τῇ ἀγαθῇ.
ΑΤΑΛΛΩΝ. Ὁ μετʼ ἐπιμελείας τρεφόμενος, καὶ ὡς ἂν νηπιάζων ἀταλλόφρων, ὁ μηδὲ καρτερεῖν δυνάμενος, ὅθεν καὶ τὸ, Τέτλαθι.
Ὡι ΕΝΙ ΟΙΚΩι. Ἐνὶ ᾧ, τουτέστιν ἐν τῷ ᾧ, καὶ ἐν τῷ ἰδίῳ. Ἔστι δὲ τὸ σχῆμα ἀντιστροφὴ καὶ ἐπέκτασις.
ΑΤΑΛΛΩΝ. Τουτέστι μετʼ ἐπιμελείας τρεφόμενος καὶ ὡς ἂν νηπιάζων ἐν τῷ σφετέρῳ οἴκῳ.
ΜΕΓΑ ΝΗΠΙΟΣ. Ἤγουν μεγάλως ἀμαθὴς καὶ ἀνόητος. Ἀλλʼ ὅταν ἤκμασε καὶ εἰς μέτρον ἀκμῆς ἀφίκετο, ἐπὶ παυρίδιον χρόνον, ἤγουν πάνυ ὀλίγον, ἔζων.
ΗΒΗΣΕΙΕ, ΚΑΙ ἹΚΟΙΤΟ. Ἀντὶ τοῦ ἥβησε, καὶ ἵκετο, Ἀττικῶς. Ἥβης δὲ μέτρον, ἡ ἥβη περιφραστικῶς. Ἥβη δὲ ἡ ἐνηλικίωσις λέγεται.
ΠΑΥΡΙΔΙΟΝ ΖΩΕΣΚΟΝ. Εἰ πολλῷ χρόνῳ, ἐτρέφοντο, ὀλίγον δὲ διέζων καὶ ἤκμαζον, πῶς οἱ τρέφοντες αὐτοὺς διέζων; ἴσως οὖν πρὸς ἀπολογίαν τῆς ἐκτροφῆς. Τὸ δὲ παυρίδιον ζώεσκον, ὡς πρὸς σύγκρισιν τῶν ἑκατὸν ἐτῶν.
ΠΑΥΡΙΔΙΟΝ. Ὀλίγον· γίνεται δὲ ἐκ τοῦ παύω, παῦρον, τὸ ὀλίγον καὶ βραχὺν, καὶ συντόμως παυθῆναι δυνάμενον, καὶ παραγωγῇ ὑποκοριστικῇ Ἀττικῇ παυρίδιον. Εἰκότως δὲ οὗτοι βραχὺν τὸν χρόνον διέζων, τῶν πατρικῶν οἴκων ἐκστάντες. Ἀπραγμόνως γὰρ ἦσαν καθεδούμενοι τοῖς πατρικοῖς οἴκοις, καὶ ἐξ ἐκείνων τρεφόμενοι. Ἐκστάντες δὲ τούτων, καὶ φροντίσι τρυχώμενοι, ἔτι δὲ καὶ πρὸς ἀλλήλους ὀξυχολοῦντες, καὶ διαπληκτιζόμενοι, συντόμως τὸν βίον κατέστρεφον.
ΑΛΓΕʼ ΕΧΟΝΤΕΣ. Ἤγουν λύπας, διὰ τὰς ἑαυτῶν ἀφροσύνας. Ἀπὸ τοῦ μερικοῦ δὲ ἀποτείνει εἰς τὸ καθόλου· τοῦτο δὲ σύνηθες καὶ παρὰ τοῖς κοινοῖς· οὐκ ἐδύναντο γὰρ ἀλλήλων ἀπέχειν, ἤγουν μακρὰν ἔχειν χαλιναγωγεῖν ἀπʼ ἀλλήλων.
ὙΒΡΙΝ ΓΑΡ. Ταῦτα ἑπόμενά ἐστι ταῖς ῥαθύμοις ζωαῖς τῶν ἀνθρώπων, διὰ μαλθακίαν ἐξυβρίζειν, καὶ μήτε τῶν εἰς ἀλλήλους ὕβρεων ἀπέχεσθαι, μήτε τῶν εἰς τοὺς θεοὺς τιμῶν ἀντέχεσθαι· ζῇν δὲ ὁμοίως φυτοῖς πίνοντας καὶ ἐσθίοντας. Οὕτω ζήσαντες Συβαρῖται καὶ Κολοφώνιοι πρότερον ἀπώλοντο, Περσῶν δὲ καὶ Μήδων ἥψατο τὸ πάθος.
ὙΒΡΙΝ ΓΑΡ ΑΤΑΣΘΑΛΟΝ. Τὴν θάλλουσαν ἐν κακοῖς, ἤτοι τὴν ἄδικον ὕβριν ἀπέχειν καὶ κωλύειν ἀπʼ ἀλλήλων οὐκ ἠδύναντο.
ὙΒΡΙΝ ΑΤΑΣΘΑΛΟΝ. Ἤγουν ἀθέμιτον, παράνομον· ἀτάσθαλοι γὰρ οἱ εἰς θεὸν ἐξαμαρτάνοντες, καὶ ἀτάσθαλον ἔργον δηλονότι τὸ ἀθέμιτον καὶ παράνομον. Οὐδὲ θεοὺς ἤθελον τιμᾷν, οὐδὲ θύειν ἐπὶ τοῖς ἱεροῖς βωμοῖς τῶν μακάρων, ἤγουν τῶν θεῶν, καθὰ πρέπον ἐστὶ τοῖς ἀνθρώποις κατʼ ἔθος. Τούτους μὲν δὴ ὁ Ζεὺς ὁ υἱὸς τοῦ Κρόνου ἠφάνισεν ὀργιζόμενος· τοῦτο γὰρ τὸ ἔκρυψε χολούμενος, ὅτι οὐκ ἐδίδουν τοῖς θεοῖς τιμὰς, οἳ τὸν οὐρανὸν οἰκοῦσιν. Ἐπειδὴ δὲ καὶ τοῦτο τὸ γένος κατεκάλυψεν ἡ γῆ, ἀντὶ τοῦ τὰ σώματα αὐτῶν ἀποθανόντων, οὗτοι μὲν, ἀντὶ τοῦ αἱ ψυχαὶ τούτων, καλοῦνται ὑποχθόνιοι μάκαρες θνητοί.
ΟΥΔʼ ΑΘΑΝΑΤΟΥΣ ΘΕΡΑΠΕΥΕΙΝ. Οὐδὲ τὰς ψυχικὰς δυνάμεις καὶ τὰ πάθη ἤθελον θεραπεύειν, ἤγουν κρατεῖν θυμοῦ, καὶ τοῦτον πραΰνειν, καὶ τὰ ὅμοια δρᾷν.
ΟΥΔʼ ἙΡΔΕΙΝ ΜΑΚΑΡΩΝ ἹΕΡΟΙΣ ΕΠΙ ΒΩΜΟΙΣ. Οὐδὲ ἐν τῷ βωμῷ καὶ κατοικίᾳ καὶ θυσιαστηρίῳ τῶν θεῶν, ἤγουν τῶν ψυχικῶν δυνάμεων, ἤθελον ἕρδειν καὶ πράττειν καὶ θύειν· τουτέστι, συλλογίζεσθαι καὶ καταπείθεσθαι· ἀλλʼ ἐδίδουν αὐτοὺς ἐκ μικρᾶς ἀφορμῆς τῷ θυμῷ. Βωμὸς δὲ τῶν θεῶν τούτων, ὁ περὶ τὴν κεφαλὴν ἡμῶν τόπος, ἤτοι τὸ λογιστικόν· ὡς καὶ Εὐριπίδης φησί που, Οὐκ ἔστι πειθοῦς ἱερὸν ἄλλο, πλὴν λόγος· Καὶ βωμὸς αὐτῆς ἔστʼ ἐν ἀνθρώπου φύσει. Τὰ δὲ περὶ τῶν μυθικῶν θεῶν, ὅτι οὐκ ἔθυον θεοῖς, ἐῶ λέγειν, ὡς προχείρως καὶ βρέφεσιν εὔληπτα.
ΜΑΚΑΡΩΝ. Μάκαρες οἱ μὴ κηρὶ καὶ θανατηφόρῳ μοίρᾳ ὑποπίπτοντες.
Ἡι ΘΕΜΙΣ. Οὕτω συντακτέον· οὐδʼ ἤθελον ἕρδειν μακάρων ἱεροῖς ἐπὶ βωμοῖς, κατὰ τὰ ἤθεα, καὶ τὰς διαγωγὰς αὐτῶν, καὶ διατριβάς· ἤγουν τὴν ἑαυτῶν ζωὴν, καθὰ θέμις καὶ δίκαιόν ἐστι τοῖς ἀνθρώποις. ΘΕΜΙΣ δὲ, ἡ εὐθεσία, καὶ τὸ δίκαιον· παρὰ τὸ συγκατατίθεσθαι πάντας αὐτῷ ὡς καλῶς ἔχοντι.
ΤΟΙ ΜΕΝ ὙΠΟΧΘΟΝΙΟΙ. Οἱ μὲν πρὸ τούτων ἐπιχθόνιοι ἦσαν κατὰ τὴν λῆξιν καὶ ἀγαθῶν χορηγοὶ καὶ φύλακες τῶν θνητῶν, οὗτοι δὲ θνητοὶ φύλακες καὶ ὑποχθόνιοι λέγονται, ὡς ἐν τοῖς ὑπὸ τὴν γῆν ταχθέντες τόποις, διότι φυσικὴν εἶχον ζωὴν ἀντὶ νοερᾶς, ἐοικότες τοῖς φυτοῖς τοῖς τὰς κεφαλὰς ὑπὸ γῆν ἔχουσιν· εἰκότως οὖν ὑποχθόνιοι, θνητοὶ δὲ φύλακες, ὡς ζῶντες κατὰ τὸ θνητὸν ἑαυτῶν· τοιαύτη γὰρ ἡ φυσικὴ ζωή. Τίνων δὲ φύλακες; ἢ δηλονότι ψυχῶν, αἵ τινες ἐν ἐκείνοις τοῖς τόποις διατρίβουσιν οὐκέτι φυσικῶς ζήσασαι, ἀλλʼ εἰς πᾶσαν ὀλισθήσασαι κακίαν· διὸ περὶ τούτων προσέθηκεν, ὅτι καὶ αὐτοῖς τιμὴ τὶς ὀπηδεῖ, καθόσον οὐ μεγάλα ἐξειργάσαντο κακὰ, οἷα τῶν ἐφεξῆς τούτοις.
ΖΕΥΣ ΚΡΟΝΙΔΗΣ. Ἡ ἀπροόρατος εἱμαρμένη νῦν.
ΤΟΙ ΜΕΝ ΕΠΙΧΘΟΝΙΟΙ ΜΑΚΑΡΕΣ. Μὴ ὑποχθόνιοι εἴπῃς, ὡς ὁ Πρόκλος. Τὸ γὰρ δεύτερον ἀπαιτεῖ καὶ αὐτοὺς ἐπιχθονίους δευτέρους λέγεσθαι μάκαρας.
ΔΕΥΤΕΡΟΙ. Ἤγουν ἀπολειπόμενοι τῆς τοῦ πρώτου γένους τάξεως, ἀλλʼ ὅμως τιμὴ ἀκολουθεῖ καὶ τούτοις.
ΤΡΙΤΟΝ ΑΛΛΟ ΓΕΝΟΣ. Τοῦτο τὸ γένος εἰκότως τρίτον, οὔτε νωθρὸν ὂν, οὔτε πανοῦργον, ἀλλὰ δεινὸν ὄντως καὶ εἰς τυραννικὴν δυναστείαν ἐκλακτίσαν καὶ φονικὸν, τῶν σωμάτων μόνων ἐπιμελούμενον. Διό φησιν, Ἄπλατοι· μεγάλη δὲ βίη καὶ χεῖρες ἄαπτοι Ἐξ ὤμων ἐπέφυκον— δηλοῖ γὰρ, ὅτι τῶν σωμάτων τὴν ῥώμην ἤσκουν οἱ ἐν τούτῳ τῷ γένει, τῶν δʼ ἄλλων ἀμελοῦντες περὶ τὴν τῶν ὅπλων κατασκευὴν διέτριβον, καὶ τῷ χαλκῷ πρὸς τοῦτο ἐχρῶντο, ὡς τῷ σιδήρῳ πρὸς γεωργίαν, διά τινος βαφῆς τὸν χαλκὸν στεῤῥοποιοῦντες, ὄντα φύσει μαλακὸν, ἐκλιπούσης δὲ τῆς βαφῆς ἐπὶ τὴν τοῦ σιδήρου καὶ ἐν τοῖς πολέμοις χρῆσιν ἐλθεῖν. Τοῦτο δὴ τὸ χαλκοῦν γένος ἐκ μελιᾶν εἶπε φῦναι Δωρικῶς, ἀντὶ τοῦ ἐκ τῶν μελιῶν τῶν δένδρων, οὐχὶ ἐκ τῶν Μελιῶν Νυμφῶν· καὶ γὰρ Μελίας Νύμφας εἶναι φασίν· ἄτοπον γὰρ τοὺς ἐκ τοῦ θείου γένους ὄντας θηριώδεις φῦναι· ἀλλʼ ὡς ἐκ δένδρων στερεῶν καὶ δυσσήπτων γεγονότας, τά τε σώματα γενέσθαι ἰσχύοντας, καὶ τὰ ἤθη ἀτεράμονας καὶ βιαίους· τοῦτο γὰρ αἰνίττεται ἡ ἐκ τῶν μελιῶν αὐτοῖς γένεσις.
ΑΛΛʼ ΕΜΠΗΣ. Ὅμως. Ἔστι δὲ ἐναντιωματικὸς σύνδεσμος· ἀντὶ τοῦ, ὅμως καὶ ὀξυχόλοις οὖσι, καὶ τινὰ κεκτημένοις ἐλαττώματα, ἕπεται καὶ τούτοις τιμή.
ΖΕΥΣ ΔΕ ΠΑΤΗΡ. Χάλκειον γένος τοὺς γίγαντας λέγει, διὰ τὸ πολεμικοὺς εἶναι· χαλκοῖς γὰρ τὸ παλαιὸν καὶ ὅπλοις, καὶ ξίφεσι, καὶ γεωργικοῖς ἐργαλείοις ἐχρῶντο, βαφῇ τινὶ ταῦτα στομοῦντες. Ἀπολλυμένης δὲ τῆς στομούσης βαφῆς τὸν χαλκὸν, χρώμεθα τῷ σιδήρῳ. Χαλκὸς δὲ λέγεται, χάλυβός τις ὤν· ὅτι πρῶτοι Χάλυβες αὐτὸν εὗρον. Ἐγὼ δὲ ἀρχῆθεν τὸν σίδηρον εἶναί φημι. Λέγεσθαι δὲ τὸν πολεμικὸν καὶ ἀναιρετήριον ὑφʼ Ὁμήρου χαλκὸν ἐπιθετικῶς, παρὰ τὸ χέειν τὴν ἀλκήν· οἷον, ξίφος χάλκεον, ἔγχεϊ χαλκείῳ, τῷ χέοντι τὴν ἀλκὴν καὶ τὴν δύναμιν τῶν ἀναιρουμένων. Ἢ πειστέον μοι τῷ Ἡσιόδῳ, καὶ τοῖς λοιποῖς· Ἃ γὰρ ἀκριβῶς οὐκ ἐπίσταμαι λέγειν Στέργω σιωπᾷν, ἢ λαλεῖν οὐ καιρίως.
ΖΕΥΣ ΔΕ ΠΑΤΗΡ. Ὁ Ζεὺς δὲ ὁ πατὴρ τῶν ἀνθρώπων καὶ τῶν θεῶν ἐποίησεν ἄλλο γένος ἀνθρώπων τρίτον, χάλκειον, ἤγουν χαλκοῦν, οὐχ ὅμοιον οὐδαμῶς τῷ ἀργύρῳ.
ΕΚ ΜΕΛΙΑΝ. Νυμφῶν, ἢ Δωρικῶς Μελιᾶν εἶπεν, ὅτι — οὐκ — ἐκ τῶν ἓξ γόνων τοῦ οὐρανοῦ· τινὲς δὲ ἀλληγοροῦσι μελίας τὰς φροντίδας. ΑΛΛΩΣ. Ἀπὸ ξύλου τινὸς ἀνόητον γένος λέγει καὶ ἀσύνετον· οὗτοι, φησὶν, οὐκ ἐκ γένους θεῶν.
ΕΚ ΜΕΛΙΑΝ. Τρίτον φησὶ γενέσθαι γένος παρὰ τῆς Εἱμαρμένης, τὸ Γιγαντικὸν ἐκεῖνο, τὸ μάχιμον. Οἱ περὶ Πρόκλον τὸ ΕΚ ΜΕΛΙΑΝ, Δωρικῶς περισπῶσιν, ἐκ τῶν μελιῶν λέγοντες γενέσθαι τοὺς γίγαντας, ἀλλʼ οὐκ ἐκ Νυμφῶν· ὧν, εἰ χρεία σοι, ἐξ ἐμοῦ μάνθανε καὶ τὰ ὀνόματα. Ἑλίκη, Κυνόσουρά τε καὶ Ἀρέθουσα καὶ Ἴδη, Κρώμνη, Βριθὼ, Καλαινὼ, Ἀδράστεια, καὶ Γλαύκη. Οὐκ ἐκ τούτων τῶν μελιῶν, ἀλλʼ ἐκ μελιῶν δένδρων φασὶν αὐτοὺς, ἤγουν στερεούς. Ἐγὼ δέ φημι, ἡ Εἱμαρμένη ἐποίησεν τρίτον ἄλλο γένος, ποδαπόν; ἐκ μελιᾶν, ἤγουν σκληρόν. Ἢ ἀπὸ τῶν μελιῶν δένδρων ὧν κἀκεῖνοι φασὶν, ἢ ἀπὸ τῶν ἔξω μελῶν καὶ σωμάτων ἀνθρωπίνων δοκεῖν εἶναι, διά τε τὸ ὑπέρογκον αὐτῶν, καὶ τὸ φονικόν. Οὐκ ἐφείδοντο γὰρ τῶν οἰκείων σωμάτων, ὥσπερ εἰ λίθος χρὼς ἦν αὐτοῖς ἠὲ σίδηρος, Χαλκὸν ἀνασχέσθαι ταμεσίχροα βαλλομένοισιν. Οὕτω γοῦν ἐγὼ φημὶ ἐκ μελιᾶν λέγεσθαι. Ἢ παρὰ τὸ ἐκμελὲς καὶ ἄῤῥυθμον εἶναι, καὶ ἀπειθὲς ἀπὸ μεταφορᾶς τοῦ μέλους τοῦ μουσικοῦ.
ΟΜΒΡΙΜΟΝ. Ἰσχυρόν. Βριμὼ δὲ καὶ ὀβριμὼ κυρίως ἡ Περσεφόνη, ἤγουν ἡ γῆ καὶ ὁ θάνατος, καλεῖται· ὅθεν τὸ ὄβριμον λέγεται.
ΕΚ ΜΕΛΙΑΝ. Ἤγουν ἐκ τῶν μελιῶν τῶν δένδρων τοῦτο, φησὶν, ἐποίησεν, ἃ στερεὰ καὶ δύσσηπτά ἐστιν, ἀντὶ τοῦ σκληρὸν καὶ ἀπάνθρωπον.
ΔΕΙΝΟΝ ΤΕ ΚΑΙ ΟΜΒΡΙΜΟΝ. Ἤγουν χαλεπὸν καὶ φοβερόν· διὰ φροντίδος γὰρ ἦν τούτοις τὰ ἔργα τοῦ Ἄρεως, ἤγουν τοῦ πολέμου, τὰ στονόεντα, ἤγουν τὰ στεναγμῶν αἴτια· καὶ ὕβρεις, ὅτι οὐδὲ σῖτον ἤσθιον, ἤγουν ἀνθρωπίνην τροφήν. Ἀπὸ τῆς διαίτης δὲ τὴν γνώμην ἐμφαίνει, ὡς εἰ ἔλεγεν, οὐδὲ ἀνθρωπίνην εἶχον γνώμην, ἤγουν ἥμερον, ἔξω θηριωδίας, πρὸς ὃ ἐπάγεται οἰκείως, ἀλλὰ ψυχὴν εἶχον ἀπὸ ἀδάμαντος, τουτέστιν ἀδαμαντίνην.
ΟΥΔΕΤΙ ΣΙΤΟΝ. Ἀλληλοφαγίαν ἴσως ἐνόσουν, ἤγουν θηρίων κρέα ἤσθιον· παρέλιπε γὰρ τὸ εἰπεῖν τί ἤσθιον. Ἀδάμας δέ ἐστιν εἶδος σκληροῦ λίθου σίδηρον τέμνοντος.
ΟΥΔΕ ΤΙ ΣΙΤΟΝ ΗΣΘΙΟΝ. Τῷ μὴ δʼ ἐν τοῖς καιροῖς τῶν τραπεζῶν αὐτοὺς ἠρεμεῖν, ἀλλʼ ἐνόπλους καὶ πεφυρμένους ἐσθίειν ἐν αἵμασιν, εἶπεν αὐτοὺς μηδὲ σῖτον ἐσθίειν. Τραπέζης γὰρ καὶ σίτων καιρὸς, ὁ εἰρηναῖος, καὶ τερψίθυμος.
ΑΔΑΜΑΝΤΟΣ ΕΧΟΝ ΘΥΜΟΝ. Τουτέστι, σκληρὰν ψυχὴν εἶχον, καὶ ἀκαμπεῖς ἦσαν, ὥσπερ ὁ ἀδάμας. Ἀδάμας δέ ἐστιν καὶ εἶδος σιδήρου, καὶ λίθος στεῤῥὸς, ὃς διʼ ὑπερβάλλουσαν πυκνότητα οὔτε πυροῦται, οὔτε σιδήρῳ τέμνεται· ἀλλὰ μολίβδῳ, καὶ αἵματι τράγου.
ΚΡΑΤΕΡΟΦΡΟΝΑ. Ἤγουν σκληρογνώμονα.
ΑΠΛΑΣΤΟΙ. Ἀπροσπέλαστοι, οἷς οὐδεὶς πλησιάζει, ἄγριοι.
ΑΑΠΤΟΙ. Ἀκράτητοι, ἢ ἄφοβοι. Ἄπτωος γὰρ ὁ ἄφοβος, Αἰολικῶς μικρογραφεῖται.
ΑΠΛΑΤΟΙ. Τουτέστιν, ἀπλήρωτοι, μεγάλοι τὰ σώματα· τὴν ῥώμην γὰρ ἤσκουν τῶν σωμάτων καὶ τὴν ἐπιμέλειαν. Μεγάλη δὲ βία καὶ ἰσχὺς ἦν δηλονότι αὐτοῖς.
ΚΑΙ ΧΕΙΡΕΣ ΑΑΠΤΟΙ. Ἤγουν ἄψαυστοι· διὰ τὸ φοβερὸν δηλονότι καὶ ἰσχυρὸν, ΕΞ ΩΜΩΝ ΕΠΕΦΥΚΟΝ ἐξετείνοντο ἐπὶ συγκεκροτημένοις καὶ ὄγκον ἔχουσι μέλεσιν, ἀπὸ τοῦ πέφυκα παρακειμένου, ἐνεστὼς πεφύκω, ὡς ἀπὸ τοῦ δέδοικα δεδοίκω. Τούτοις δὲ ἦν χαλκᾶ μὲν τὰ τεύχη, ἤγουν τὰ ὅπλα, χαλκοῖ δέ τε οἶκοι, ἀντὶ τοῦ, τὰ ἐν τῷ οἴκῳ σκεύη. Τὸ ἦν ἀντὶ τοῦ ἦσαν, ὡς καὶ παρὰ Σοφοκλεῖ· Ἦν δʼ ἀμφιπλεκτοὶ κλίμακες. Καὶ ἀπὸ τούτου γίνεται κατὰ συγκοπὴν τῆς σα συλλαβῆς. Διὰ τοῦ χαλκοῦ δὲ τὰ γεωργικὰ ἔργα εἰργάζοντο, διά τινος βαφῆς στεῤῥοποιοῦντες αὐτόν. Μέλας δὲ σίδηρος οὐκ ἔσκεν, ἤγουν οὐκ ἦν. Καὶ οὗτοι μὲν δαμασθέντες, τουτέστι φονευθέντες, ὑπὸ ταῖς σφετέραις, ἀντὶ τοῦ ταῖς ἀλλήλων, χερσίν. Ἡ δοτικὴ δὲ μετὰ τῆς ὑπὸ, τὴν ὑποταγὴν δηλοῖ καὶ ἧτταν Ἀττικῶς· ἔβησαν εἰς τὸν οἶκον τοῦ ψυχροποιοῦ Ἅιδου, τὸν εὐρώεντα, ἤγουν τὸν σκοτεινὸν, ἢ τὸν πλατὺν, ἀνώνυμοι. Θάνατος δὲ κατέσχεν αὐτοὺς μέλας, ἀντὶ τοῦ σκότου ποιητικὸς, καί περ ὄντας ἐκπάγλους, κατὰ μετάθεσιν τοῦ λʹ ἀπὸ τοῦ ἐξεπλάγην, ἤγουν ἐκπληκτικούς. Τὸ λαμπρὸν δὲ ἔλιπον φῶς τοῦ ἡλίου. Ἐπειδὴ δὲ καὶ τοῦτο τὸ γένος κατεκάλυψεν ἡ γῆ, αὖτις ἔτι ἄλλο τέταρτον, ἤγουν ἐπὶ τούτοις πάλιν ἄλλο τέταρτον γένος, θείων ἀνδρῶν ἡρώων, δίκαιον καὶ καλὸν, ὁ Ζεὺς ὁ Κρονίδης ἐποίησεν ἐπὶ τῇ χθονὶ τῇ πολυειδεῖς τροφὰς δωρουμένῃ, οἳ καλοῦνται ἡμίθεοι — πρὸς τὸ σημαινόμενον ἀποδέδωκε — τῇ προτέρᾳ ἡμῶν γενεᾷ γεγονότες κατὰ τὴν ἄπειρον γῆν, ἤγουν τὴν κυκλοτερῆ. Καὶ τούτους μὲν πόλεμός τε κακὸς καὶ μάχη χαλεπὴ ὤλεσε· τοὺς μὲν ἐπὶ ταῖς ἑπταπύλαις Θήβαις, τῇ γῇ λέγω τῇ τοῦ Κάδμου, μαχομένους ἕνεκα τῶν μήλων τοῦ Οἰδίποδος, ἀντὶ τοῦ τῆς κτήσεως, ἀπὸ τοῦ πλείονος — οἱ παλαιοὶ γὰρ, φασὶ, τὴν κτῆσιν ἐν τοῖς τετράποσιν εἶχον — τοὺς δὲ, καὶ εἰς Τροίαν ἀγαγὼν ἐν ναυσὶν, ἐπὶ τοῦ μεγάλου κύματος τῆς θαλάσσης, ἕνεκα τῆς Ἑλένης τῆς καλλίτριχος, ὤλεσεν, ὁ πόλεμος δηλονότι ἀπὸ κοινοῦ. Ἐνταῦθα δὴ, ἤγουν ἐν τῇ Τροίᾳ καὶ ταῖς Θήβαις. Τὸ ΗΤΟΙ ἐνταῦθα ἀντὶ τοῦ δή. Τούτους μὲν τὸ τοῦ θανάτου τέλος περιεκάλυψεν, ὁ Ζεὺς δὲ ὁ Κρονίδης ὁ πατὴρ τῶν ἀνδρῶν καὶ τῶν θεῶν, ζωὴν καὶ διατριβὰς τούτοις παρασχὼν ἰδίᾳ ἀπὸ τῶν ἀνθρώπων, εἰς τὰ πέρατα τῆς γῆς φέρων ᾤκισε· καὶ οὗτοι μὲν οἰκοῦσιν ἐν ταῖς νήσοις τῶν μακάρων, κατὰ τὸν Ὠκεανὸν τὸν βαθύῤῥουν, ψυχὴν ἔχοντες φροντίδων ἀπηλλαγμένην, ὄλβιοι ὄντες ἥρωες· ἤγουν μακάριοι, τούτων γὰρ χάριν φύει ἡ γῆ ἡ τὰ πρὸς ζωὴν δωρουμένη καρπὸν μελιηδέα, ἤγουν γλυκὺν, θάλλοντα τρὶς ἐπὶ τοῦ ἔτους.
ΕΞ ΩΜΩΝ ΕΠΕΦΥΚΟΝ. Δίκην δένδρων ἐφύοντο, ἐκ τοῦ πεφύκω ῥήματος. Διὰ δὲ τοῦ ἐπέφυκον, δείκνυσι τὸ πελώριον τούτων, καὶ γιγαντόσωμον.
ΧΑΛΚΕΟΙ ΔΕ ΤΕ ΟΙΚΟΙ. Οὐχὶ χαλκοὶ ἦσαν. Διὰ δὲ τὸ εἶναι πεπληρωμένους τευχέων πολεμικῶν, χαλκοὺς αὐτοὺς λέγει.
ΚΑΙ ΤΟΙ ΜΕΝ ΧΕΙΡΕΣΣΙΝ. Αὐτοὶ παρʼ ἑαυτῶν κατέῤῥευσαν, ὡς δύσμικτοι καὶ θηριώδεις ὄντες, οἷον ἀλληλοφονοῦντες, καὶ εἰκότως εἰς τὸν ὑποχθόνιον τόπον καταδύντες, ἐν ᾧ τὸ ἄτακτον συνέωσται τοῦ κόσμου, καὶ τὸ θηροφανὲς τῶν δαιμόνων γένος, οὓς κύνας εἴωθε τὰ λόγια καλεῖν. Εἰσὶ μὲν οὖν οὗτοι τρίτοι τινὲς εἰκότως ἀπὸ τῶν χρυσῶν· ἐκεῖνοι μὲν γὰρ ἀπαθεῖς, οἱ δὲ μετʼ αὐτοὺς οὔτε ἀπαθεῖς, οὔτε ἐμπαθεῖς, εἰ καὶ τελευτῶντες ἐξύβριζον διὰ τὴν εὐπορίαν τῶν ἀναγκαίων· οὗτοι δὲ οὐ μόνον ὑβρισταὶ, ἀλλὰ καὶ φονικοὶ καὶ ἐμπαθεῖς, καὶ εἰς ἐσχάτην ἐλθόντες μοχθηρίαν, ὥστε ἐν τῇ τριάδι περιειλῆφθαι τὴν ἀνθρωπίνην ζωὴν, τῷ χρυσῷ, τῷ ἀργύρῳ, τῷ χαλκῷ· καὶ γὰρ τούτων ἡ τάξις τῶν ὑλῶν τοιαύτη ἐστίν· ὁ μὲν χρυσὸς ἡλιοειδὴς, διότι φῶς μόνον ὁ ἥλιος ἄϋλον· ὁ δὲ ἄργυρος σεληνιαῖος· διότι καὶ ἡ σελήνη σκιᾶς δεκτικὴ, καθάπερ καὶ ἄργυρος ἰοῦ· ὁ δὲ χαλκὸς χθόνιος, καθόσον οὐκ ἔχων ὁμοίως τὸ φωτεινὸν, πολλῆς ἐστιν ἀνάπλεως σήψεως.
ΧΑΛΚΩι Δʼ ΕΡΓΑΖΟΝΤΟ. Ἐν χαλκῷ ἐργαλείῳ· δικέλλαις, ἀξίναις, καὶ λοιποῖς.
ΣΦΕΤΕΡΗιΣΙ. Καταχρηστικῶς, ἀντὶ τοῦ ἑαῖς καὶ ἰδίαις. Τὸ γὰρ σφετέραις κυρίως ἐπὶ δευτέρου προσώπου ἐστὶν, ἀντὶ τοῦ ὑμετέραις· κἂν ὁ Πρόκλος μᾶλλον ὄπισθεν ἀντιστρόφως ἐδίδασκε καταφορικῶς καὶ ἀφορήτως, κατὰ Ἡσιόδου φερόμενος.
ΕΥΡΩΕΝΤΑ ΔΟΜΟΝ. Σκοτεινὸν, ἢ πλατύν. Ἀττικῇ ἐκτάσει τὸ ρω μέγα· ἢ παρὰ τὸ εὐρεῖαν καὶ πλατεῖαν ἔχειν τὴν ὤαν καὶ ὀροφὴν, καὶ τὴν χώρησιν ἁπλῶς. Καὶ μετὰ τοῦ β δὲ γράφειν οὐκ ἀπαναίνομαι, ἐβρώεντα αὐτὸν λέγων, ὡς σήψεως ἀνάμεστον· ὥσπερ καὶ κρυερὸν, διὰ τὸ ψυχροὺς εἶναι τοὺς ἀποθνήσκοντας, ἐκλείποντος τοῦ ζωτικοῦ θερμοῦ.
ΕΚΠΑΓΛΟΥΣ. Καταπληκτικοὺς, φοβεροὺς, ἐκ τοῦ ἐκπλήσσω. Ἀλλὰ τί ἐν τοῖς πάνυ σαφέσι πολυλογοῦμεν; καθάπερ τινὲς ἕτεροι, οἳ τὰ λόγου ἐχόμενα καὶ τὰς ἀλληγορίας παρέντες, περὶ τὰ τοιαῦτα ἐχρονοτρίβησαν, πολλὴν κἂν νέοις τούτων ἀντὶ καθάρσεως βατίαν καὶ ἄχερδον ἐπισπείραντες.
ΗΕΛΙΟΙΟ. Ἄλιός τις ὢν, ὡς ἐξ ἁλὸς, ἤγουν θαλάσσης, τὴν γένεσιν ἔχων. Ἢ δήλιός τις ὢν, καὶ φανερὸς, καὶ ἀφαιρέσει τοῦ δ ἥλιος.
ΕΤʼ ΑΛΛΟ ΤΕΤΑΡΤΟΝ. Τὸ μὲν τρίτον γένος ἐξέλιπε διὰ τοῦ κατακλυσμοῦ φησι. Μετὰ δὲ τὸν κατακλυσμὸν, γένος παρῆλθεν εἰς τὸν βίον ἱερὸν, τὸ τῶν ἡμιθέων, ἀρκέσαν ἕως τῶν Τρωϊκῶν ἐπὶ ἑπτὰ ἢ καὶ ὀκτὼ γενεάς· καὶ γὰρ Εὔμηλος ὁ στρατεύσας ἐπὶ Τροίαν υἱὸς ἦν Ἀδμήτου, αὐτὸς δὲ Φέρητος, οὗτος δὲ Κρηθέως, ὁ δὲ Αἰόλου, ὁ δὲ τοῦ Ἕλληνος, οὗτος δὲ Δευκαλίωνος· καὶ Γλαῦκος τοῦ Ἱππολόχου, τοῦ Βελλεροφόντου, τοῦ Γλαύκου, τοῦ Σισύφου, τοῦ Αἰόλου, τοῦ Ἕλληνος, τοῦ Δευκαλίωνος· ὁ οὖν Γλαῦκος, ὄγδοος. Τὸ τοίνυν Ἡρωϊκὸν γένος ἄχρι τοσούτου διήρκεσεν ἀρετῇ διαπρέψαν. ΑΛΛΩΣ. Ἔτʼ ἄλλο τέταρτον, τουτέστι τὸ ἐκ Πανδώρας γένος, ἥτις ἦν κατὰ τὸν Αἰσχύλον, Τοῦ πηλοπλάστου σπέρματος θνητὴ γυνή. Ὥσπερ δὲ τὰ ἄλλα γένη ἀπὸ τῆς περὶ αὐτὰ ὕλης ἐκάλεσεν, χρυσοῦν καὶ ἀργυροῦν, οὕτω καὶ τοῦτο ἀπὸ τῆς γῆς, ὂν ἡρωϊκόν. Ἔρα γὰρ ἡ γῆ, καὶ ἠρία τὰ χώματα· προείρηκε δὲ ὅτι ὁ Ζεὺς ἐκέλευσεν Ἥφαιστον περίκλυτον ὅττι τάχιστα γαῖαν ὕδει φύρειν. Ἐπλάσθη τοίνυν πρώτη ἡ Πανδώρα, ἣν ἔγημεν Ἐπιμηθεὺς, ἐξ ὧν Δευκαλίων, καὶ Πύῤῥα. Ἀλόγως δὲ λέγουσιν ὅτι Προμηθεὺς ἀνθρώπους ἔπλασεν, ὃς τοσοῦτον ἀποδεῖ τοῦ μὴ πεπλακέναι, ὥστε καὶ προσέτασσεν Ἐπιμηθεῖ μὴ προσίεσθαι τὴν Πανδώραν. Πανδώρας γοῦν καὶ Ἐπιμηθέως γίνεται Δευκαλίων, καὶ Πύῤῥα· Δευκαλίωνος δὲ Ἕλλην, τούτου Αἰόλος, οὗ Κρηθεὺς, οὗ Φέρης, οὗ Ἄδμητος, οὗ Εὔμηλος ὁ ἐπὶ Τροίαν στρατεύσας· διὰ δὲ τοῦ ἀληθοῦς πιστοῦται τὸ ἡγούμενον, ἵνα μὴ ἔγκλημα φύσεως ἐπὶ τὸ χεῖρον ῥεπούσης λέγῃ. Τὸ δὲ ΔΙΚΑΙΟΤΕΡΟΝ, ἀντὶ τοῦ δίκαιον· οὐ γὰρ ἔδωκε σύγκρισιν πρὸς ἕτερον· τὸ δὲ ΑΡΕΙΟΝ, ἢ βέλτιον, ἢ πολεμικόν.
ΑΥΘΙΣ. Τὸ ΑΥΤΙΣ φασι ἐπὶ τοῦ εἰς τοὐπίσω τίθεσθαι, τὸ δὲ ΑΥΘΙΣ, ἐπὶ τοῦ πάλιν, καὶ ἐκ δευτέρου. Ἐγὼ δὲ Ἰωνικῶς μὲν αὖτις φημὶ λέγεσθαι ἐπʼ ἀμφοτέρων. Ψιλωταὶ γὰρ οἱ Ἴωνες. Ἐπʼ ἁρμάτων γάρ φασι, καὶ λευκίππην, καὶ ἀπηλιώτης, καὶ τὰ ὅμοια. Ἀττικῶς δὲ, τό τε εἰς τοὐπίσω, καὶ τὸ ἐκ δευτέρου αὖθις. Δασυνταὶ γὰρ οἱ Ἀττικοὶ, τοὺς λίσπους λίσφους λέγοντες, καὶ τὰ σπέτλα σφέτλα, καὶ ἀμπέχει ἀμφέχει, καὶ ἐπίσης ἐφίσης, καὶ τὰ ὅμοια. Ὅθεν εἴ σοι ἀρεστὸν, σημείωσαι τοῦτο. Εἰ δʼ οὐ θέλεις, πλανῶ σὺν τοῖς ἄλλοις.
ΔΙΚΑΙΟΤΕΡΟΝ. Ἀντὶ τοῦ δίκαιον, ἢ δικαιότατον, τὸ συγκριτικὸν ἀντὶ τοῦ ἁπλοῦ, ἢ ἀντὶ τοῦ ὑπερθετικοῦ. Οὐ γὰρ δικαιοτέρους αὐτοὺς λέγει τῶν Γιγάντων, οἵ τινες Γίγαντες κατὰ μὲν τὴν ἡμετέραν γραφὴν κατεκλύσθησαν κατὰ δὲ τὸν Ἡσίοδον ἐμφυλίῳ πολέμῳ ὑπʼ ἀλλήλων ἀνῃρέθησαν. Εἰ γὰρ δικαιοτέρους τῶν ἀπηνῶν καὶ σκληροτέρων ἐκείνων Γιγάντων αὐτοὺς λέγει, ὑβρίζων ἐστὶ τοὺς Ἥρωας, ὅπερ οὐ φαίνεται ποιῶν· θεῖον γὰρ γένος, καὶ ἡμιθέους τούτους καλεῖ. ΑΡΕΙΟΝ δὲ ἢ πολεμικὸν, ἢ ἀντὶ ὑπερθετικοῦ ἄριστον καὶ βέλτιστον.
ΚΑΛΕΟΝΤΑΙ ἩΜΙΘΕΟΙ. Ἥρωας μὲν αὐτοὺς ἐκάλουν, ἢ ὡς ἐκ τῆς ἔρας, ὡς εἴρηται, ἢ ὡς ἐξ ἔρωτος γεγονότας, ἢ θεῶν ἐρασθέντων γυναικῶν, ἢ θεαινῶν ἐρασθεισῶν ἀνδρῶν· ἡμιθέους δὲ, ὡς τὸ μὲν ἔχοντας θεῖον, τὸ δὲ ἀνθρωπικὸν κατὰ τὴν γένεσιν. Ὥσπερ οὖν ἐστι θεῶν μόνον τὸ ἐξ ἀμφοτέρων θεῶν, καὶ ἀνθρώπων τὸ ἐξ ἀμφοτέρων ἀνθρώπων, οὕτω δὴ καὶ τὸ σύμμικτον ἔκ τε θεῶν καὶ ἀνθρώπων, ἡμίθεοι λέγονται. Αὐτὴν δὴ ταύτην τὴν ἐν τῇ γενέσει διαφορὰν ἀναφέρειν δεῖ πρὸς τὸ εἶδος τῆς ζωῆς· ὅσοι μὲν γὰρ κατὰ τὴν ἀνάγωγον ζωὴν μᾶλλον διέπρεψαν, τούτους ἐκ πατρὸς μὲν θεοῦ, μητρὸς δὲ ἀνθρώπου παρέδοσαν· ὅσοι δὲ κατὰ τὴν πρακτικὴν ἀρετὴν, τούτους ἀνάπαλιν ἐκ θεαίνης μὲν μητρὸς, πατρὸς δὲ ἀνθρώπου. Καὶ γὰρ ἄμφω μὲν θεῖα, καὶ τὸ ἀνάγωγον καὶ τὸ πρακτικόν· ἀλλὰ τὸ μὲν ἀῤῥενωπὸν, ὡς ἐῤῥωμενεστέρας ὂν ζωῆς, τὸ δὲ θηλυπρεπὲς, ὡς ὑφειμένον κατὰ τὴν δύναμιν, καὶ ὡς τὸ μὲν ἀπαθέστερον, τὸ δὲ συμπαθέστερον τοῖς θνητοῖς. ΤΗΛΟΥ ΑΠʼ ΑΘΑΝΑΤΩΝ ΤΟΙΣΙ ΚΡΟΝΟΣ ΕΜΒΑΣΙΛΕΥΕ. Τοῦτον καὶ τὸν ἑξῆς, ὡς φληναφώδεις, ἐξοικίζουσι τῶν Ἡσιόδου, τά τε ἄλλα φαυλίζοντες, καὶ τὸ ἐνθουσιαστικὸν τῆς εἰσβολῆς τῶν μετʼ αὐτοὺς στίχων ἀφαιρεῖν εἰπόντες. Ὡς γὰρ ἀποβλέψας εἰς τὸ κατʼ αὐτὸν τῶν ἀνθρώπων γένος μετὰ τὴν ἐξύμνησιν τῆς τῶν ἡμιθέων λήξεως, ἐπάγει, Μηκέτʼ ἔπειτʼ ὤφειλον ἐγὼ πέμπτοισι μετεῖναι Ἀνδράσιν, ἀλλʼ ἢ πρόσθε θανεῖν, ἢ ἔπειτα γενέσθαι. διʼ ὧν οὐ μόνον δηλοῖ τὴν ἀπὸ τῶν κρειττόνων εἰς τὸ χεῖρον εἶδος τῆς ζωῆς μεταβολὴν, ἀλλὰ καὶ ἀνάπαλιν ἔσεσθαι ἀπὸ τῶν χειρόνων εἰς τὸ κρεῖττον. Τὸ γὰρ Η ΕΠΕΙΤΑ ΓΕΝΕΣΘΑΙ εὔχεσθαι δηλοῖ, καὶ ἀμείνους ἔσεσθαί τινας τῶν κατʼ αὐτὸν ἀνθρώπων ὕστερον· ὥστε καὶ ἐκ τούτου δῆλον, ὅτι τὰς μεταβολὰς ἠθέλησε παραδοῦναι τῶν περιόδων τῆς ἀνθρωπίνης ζωῆς εἰς τἀναντία γινομένας.
ἩΡΩΩΝ. Ἥρωες λέγονται ἢ ἀπὸ τῆς ἔρας, ἤγουν τῆς γῆς, κατὰ διάλεκτον· ἐξ ἧς πᾶς ἄνθρωπος ἥρως ἂν λεχθείη. Ἢ ἀπὸ τοῦ ἀέρος· αἱ ψυχαὶ γὰρ τῶν ἀγαθῶν ἀνθρώπων διαζυγεῖσαι σωμάτων καθʼ Ἕλληνας, τὸν ἀέρα περιπολοῦσαι ἐφορῶσι τὰ τῇδε. Ἢ ἀπὸ τῆς Ἀρετῆς, ὥς φησιν Ὀρφεύς· Μητέρα δʼ ἡρώων Ἀρετὴν ἀπάτερθε κλύοντες. Ἢ ἀπὸ τῆς ἐράσεως καὶ μίξεως τῶν θεῶν· ληροῦσι γὰρ, ὅτι οἱ θεοὶ θνηταῖς γυναιξὶ μιγνύμενοι, καὶ ἀνδράσι θεαὶ, ἐποίουν τὸ τῶν ἡρώων γένος. Ἰστέον δὲ, ὅτι ἄνδρες θνητοὶ καὶ γυναῖκες θνηταὶ τὸ φθαρτόν ἐστι τῆς ἡμῶν φύσεως· αἱ ψυχικαὶ δὲ δυνάμεις, ἃς καὶ θεὰς ἔφασαν, τῇ ἡμετέρᾳ ταύτῃ φθαρτῇ φύσει μιγνύμεναι, ἡμιθέους καὶ ἥρωας τοὺς κτησαμένους αὐτὰς ἀπεργάζονται. Ὑπὸ γοῦν τοῦτο ἥρωες, καὶ τὰ ἕτερα τρία ἀνάγονται, τὸ ἐξ ἔρας καὶ γῆς, τὸ ἐν τῷ ἀέρι πολεῖν τὰς ψυχὰς, καὶ τὸ ἐξ ἀρετῆς ἥρωας λέγεσθαι· καὶ τοῦτο δὲ σὺν τούτοις ἰστέον, θεῶν μὲν πατέρων, θνητῶν δὲ μητέρων ἐκείνους καλεῖν, ὅσοι τὴν θεωρητικὴν ἀρετὴν ἔχουσιν, ἥτις καὶ γενναία, καὶ ἀνδρώδης ἐστὶ, μετὰ καὶ τῆς λογικῆς. Ὅσοι δὲ τῇ κατὰ χεῖρας καὶ πρακτικῇ διαπρέπουσιν, θεαινῶν μὲν καλοῦνται παῖδες μητέρων, θνητῶν δὲ πατέρων.
ΚΑΤʼ ΑΠΕΙΡΟΝΑ ΓΑΙΑΝ. Ἀπείρονα, τὴν σφαιροειδῆ· οὔτε γὰρ σφαῖρα, οὔτε κύκλος πέρας, ἀλλʼ οὐδὲ ἀρχὴν ἔχουσι. Καί τινες μὲν τῶν φιλοσόφων, μᾶλλον δὲ οἱ πλείους, σφαιροειδῆ πάντα τὰ στοιχεῖα φασί. Τινὲς δὲ τὴν γῆν τυμπανοειδῆ, ἕτεροι δὲ κωνοειδῆ ἔφασαν· ἀλλὰ τὰ τῶν φιλοσόφων διανοήματα, καὶ διαφωνήματα, νῦν ἐατέον μοι. Πρὸς δὲ τὴν τοῦ ποιητοῦ γνώμην τοῦτο ἐξηγητέον. ΓΑΙΑ, τὸ γαι δίφθογγος, Ἀττικῶς. Αἶα γὰρ, καὶ προσθήκῃ γαῖα. Ἰωνικῶς δὲ γέα, τὸ γε ψιλόν. Ἐξ οὗ συναίρεσις γῆ.
ΚΑΙ ΤΟΥΣ ΜΕΝ ΠΟΛΕΜΟΣ ΤΕ. Τοὺς περὶ Τυδέα καὶ Καπανέα καὶ τοὺς λοιποὺς ἑπτὰ λοχαγοὺς, οἳ καλέονται ἡμίθεοι κατὰ σύγκρισιν πρὸς ἡμᾶς, ὑστέρους, ὄντας ἐκείνων. Ὅμηρος, καὶ ἡμιθέων γένος ἀνδρῶν. ΠΡΟΤΕΡΗ δὲ, ἤτοι προτέρων ἀνθρώπων.
ΚΑΙ ΤΟΥΣ ΜΕΝ ΠΟΛΕΜΟΣ ΤΕ ΚΑΚΟΣ. Τὸ σχῆμα τοῦτο κατὰ ῥήτορας ἄθροισις, καὶ μερισμὸς καλεῖται· τὸ μὲν πρῶτον τοὺς μὲν, ἄθροισις, ἀντὶ τοῦ πάντας· τὸ δὲ δεύτερον, τοὺς μὲν, τοὺς δὲ, μερισμὸς, ἀντὶ τοῦ τινὰς μὲν, τινὰς δέ. Συντακτέον δὲ οὕτως· Καὶ τοὺς μὲν πόλεμός τε κακὸς, καὶ φύλοπις αἰνὴ ὤλεσεν, τοὺς μὲν ὑφʼ ἑπταπύλῳ Θήβῃ, Καδμηΐδι γαίῃ, μαρναμένους ἕνεκεν τῶν μήλων τοῦ Οἰδιπόδου· τοὺς δὲ καὶ ἐν νήεσσιν. Αἱ ἱστορίαι δὲ δῆλαι, τῆς τε Θηβαϊκῆς, καὶ τῆς ἐπὶ Τροίαν στρατείας. ΦΥΛΟΠΙΣ κυρίως ἡ ἐμφύλιος μάχη· καταχρηστικῶς δὲ πᾶς πόλεμος.
ἙΠΤΑΠΥΑΩι ΘΗΒΗι. Τρεῖς εἰσι Θῆβαι· αἳ ἑπτάπυλοι, ἃς ὁ Κάδμος ἔκτισεν, ἐν Βοιωτίᾳ· αἱ ἑκατοντάπυλοι ἐν Αἰγύπτῳ· καὶ αἱ Ὑποπλάκιοι περὶ τὸ Ἀτραμύτειον, ὃ ἐκλήθη οὕτως διὰ Ἀτράμυτον τὸν Κροίσου ἀδελφόν.
ΚΑΔΜΗΙΔΙ. Ὁ Κάδμος γὰρ ἔκτισε τὰς ἑπταπύλους Θήβας.
ΜΗΛΩΝ ἙΝΕΚ.' Ἕνεκεν τῆς περιουσίας καὶ βασιλείας τοῦ Οἰδίποδος, διʼ ἣν Ἐτεοκλῆς καὶ Πολυνείκης οἱ ἀδελφοὶ μονομαχήσαντες ἀλλήλους ἀπέκτειναν. Μήλων ἕνεκα λέγεται, ὅτι τὸ παλαιὸν βασιλεῖς πολυθρέμμονες, καὶ ποιμενικὸν ἔζων βίον· μῆλον δὲ λέγεται τὸ πρόβατον Αἰολικῶς. Λέγεται δὲ παρὰ τὸ μηλὸν καὶ ἥμερον καὶ χαῦνον εἶναι· ἢ παρὰ τὸ μέλω, τὸ φροντίζω, περὶ πολλοῦ γὰρ ἦν, ὡς ἔφην, ἡ χρῆσις τῶν θρεμμάτων τοῖς παλαιοῖς.
ΟΙΔΙΠΟΔΑΟ. Τοῦ Οἰδίποδος· Ἀπὸ εὐθείας τῆς ὁ Οἰδιπόδης τοῦ Οἰδιπόδου, καὶ Οἰδιπόδαο, διαλύσει Ἰωνικῇ. Ἔστι δὲ καὶ ἑτέρα εὐθεῖα, ὁ Οἴδιπος, καὶ ὁ Οἰδίπους, καὶ ὁ Οἰδιπόδας.
ΜΗΛΩΝ ἙΝΕΚʼ ΟΙΔΙΠΟΔΑΟ. Διὰ τῶν μήλων πᾶσαν δηλοῖ τὴν κτῆσιν, διʼ ἣν οἱ τοῦ Οἰδίποδος παῖδες καὶ πόλεμον ᾔραντο πρὸς ἀλλήλους, καὶ συναπέθανον ἀλλήλοις, καὶ μιᾷ πυρᾷ παρεδόθησαν. ΑΛΛΩΣ. Οἱ γὰρ παλαιοὶ ἐν τοῖς τετράποσι τὴν κτῆσιν εἶχον, ἀμέλει καὶ οἱ βασιλέων παῖδες ἐποίμαινον πρὸ τοῦ γάμου, καὶ ταῖς νύμφαις πρόβατα καὶ βόας ἐχαρίζοντο· ὅθεν καὶ ΑΛΦΕΣΙΒΟΙΑΙ.
ΛΑΙΤΜΑ. Ἡ θάλασσα, καὶ τὸ θαλάσσιον κῦμα, παρὰ τὸ λαιὸν καὶ ἀριστερὸν τμῆμα καὶ ἀπαίσιον εἶναι. Εἰς δύο γὰρ τμήματα ἡ καθʼ ἡμᾶς οἰκουμένη διαιρεῖται, εἰς γῆν καὶ θάλασσαν. Καὶ δεξιὸν μὲν τμῆμα, καὶ κάλλιστον ἡ γῆ. λαιὸν δὲ καὶ φαῦλον ἡ θάλασσα, καὶ τὰ ἐξ αὐτῆς κύματα. Ὅτι δὲ χαλεπὸν ἡ θάλασσα, καὶ Ἄρατός φησι, Χαλεπὴ δʼ ἐπέκειτο θάλασσα.
ΕΣ ΤΡΟΙΗΝ ΑΓΑΓΩΝ. Κατʼ ἐξοχὴν λέγει τοὺς δύο πολέμους τὸν Θηβαϊκὸν καὶ τὸν Ἰλιακόν.
ΗΥΚΟΜΟΙΟ. Εὐκόμου.
ΕΝΘʼ ἨΤΟΙ. Ὅπου δὴ, ἢ τότε δὴ, τὸ γὰρ ἔνθα τοπικὸν καὶ χρονικόν ἐστι.
ΤΟΙΣ ΔΕ ΔΙΧʼ ΑΝΘΡΩΠΩΝ. Περὶ τῆς τῶν Ἡρώων λήξεως ὁ λόγος, καὶ ὅτι καὶ βίον καὶ τόπους οἰκείους, οὓς ἐκάλεσεν ἤθη, χωρὶς τῶν ἀνθρώπων ἀπένειμεν αὐτοῖς ὁ Ζεὺς ἐν τοῖς πέρασι τῆς γῆς. ΑΛΛΩΣ. Ἀπεχώρισεν αὐτοὺς τῶν ἀνθρώπων, καὶ ἔδωκεν αὐτοῖς ἴδιον τόπον καὶ ζωὴν, καὶ ζῶσιν ἀβλαβεῖς, πέραν τοῦ Ὠκεανοῦ, τὰς διατριβὰς πορίσας, ὅ ἐστι παρασχών.
ΔΙΧʼ ΑΝΘΡΩΠΩΝ. Χωρίς.
ΒΙΟΤΟΝ ΚΑΙ ΗΘΕΑ. Ζωὴν, καὶ διατριβὰς, καὶ διαγωγήν.
ΖΕΥΣ ΚΡΟΝΙΔΗΣ. Ἡ Εἱμαρμένη.
ΠΑΡʼ ΩΚΕΑΝΟΝ. Ἔνθα κατοικοῦσιν. Αὐτοῖς δὲ μελιηδέα καρπὸν τρὶς τοῦ ἔτους φέρειν λέγει τὴν γῆν. Δηλοῖ οὖν τὸ αἴνιγμα λῆξιν μὲν αὐτοὺς ἔχειν θειοτέραν τῆς ἐν τῇ γενέσει ζωῆς, καὶ διὰ τοῦτο λέγεσθαι τῶν μακάρων νήσους οἰκεῖν, ἃς αἱ εὐδαίμονες εἰλήχασι ψυχαὶ, νήσοις εἰκασμένας, ὡς ὑπερεχούσας τῆς γενέσεως, καθάπερ αἱ νῆσοι τῆς θαλάσσης· παρʼ Ὠκεανὸν δὲ οἰκεῖν λέγεσθαι τὸν διορίζοντα τὸν νοητὸν τόπον ἀπὸ τῆς τοῦ Ἅιδου βασιλείας, ὃν καὶ πρῶτον περαιοῦσθαι τοὺς εἰς Ἅιδου πορευομένους. Φέρειν δὲ αὐτοῖς τρὶς τὴν γῆν τοῦ ἔτους καρπὸν, ὡς τελείων ἀγαθῶν ἀπολαύουσι τῶν τροφιμωτάτων, ἐκ τῶν ζωογόνων δυνάμεων τῶν ἐπὶ τῆς γῆς. Διὰ γὰρ τοῦτο καὶ οὐχὶ ἁπλῶς εἶπε τὴν γῆν φέρειν τοὺς καρποὺς τρὶς, ἀλλὰ τὴν ζείδωρον ἄρουραν. ΑΛΛΩΣ. Μακάρων νήσους νῦν τὸν Παράδεισον αἰνίττεται, ἤτοι τὸ παρʼ αὐτοῖς Ἠλύσιον πεδίον λεγόμενον, παρὰ τὸ ἄλυτα τηρεῖν τὰ σώματα, ἢ παρὰ τὴν λύσιν τῶν κακῶν.
ΕΝ ΜΑΚΑΡΩΝ ΝΗΣΟΙΣΙΝ. Ὥσπερ ἡμεῖς τοῖς ἀγαθοῖς ἀνδράσιν ἀποκληροῦμεν τὴν ἐν Παραδείσῳ διατριβὴν, οὕτω τοῖς Ἥρωσιν Ἕλληνες ἀπονέμουσι τὰς Μακάρων Νήσους, καὶ Ἠλύσιον τὸ πεδίον, καὶ τὸν ἀσφοδελὸν λειμῶνα, τὸν ἄδιψον. Τοῦτο γοῦν φησι καὶ ὁ Ἡσίοδος, ὅτι θανόντες οἱ ἥρωες οἱ περὶ τὰς Θήβας καὶ Τροίαν στρατεύσαντες τὴν μακαρίαν ἐκείνην διατριβὴν ἐκληρώσαντο. Περὶ δὲ τῶν ἐν Ὠκεανῷ νήσων Ὅμηρος, καὶ οὑτοσὶν ὁ Ἡσίοδος, καὶ Λυκόφρων, καὶ Πλούταρχος, καὶ Φιλόστρατος, καὶ Δίων, καὶ ἕτεροι τινὲς συγγεγραφήκεσαν, ὡς ἀγαθή τε ἡ χώρα ἐστὶ, καὶ ἀεὶ καταπνεομένη ζεφύρῳ, τρὶς ἔτους ἑκάστου ἀναδίδωσι τοὺς καρπούς. Ἐκεῖσε δέ φασι καὶ τὰς τῶν ἀποβεβιωκότων ψυχὰς διαπορθμεύεσθαι, γράφοντες τοιάδε. «Περὶ τὴν ἀκτὴν τοῦ περὶ τὴν Βρεταννίαν νῆσον Ὠκεανοῦ, ἄνθρωποί τινες οἰκοῦσιν ἰχθυοθῆραι, κατήκοοι μὲν Φράγγοις, φόρον δὲ μὴ τελοῦντες αὐτοῖς. Οὗτοι περὶ τὰς αὐτῶν οἰκίας καθεύδοντες φωνῆς ἀκούουσι καλούσης αὐτοὺς, καὶ κρότου περὶ τὰς θύρας αἰσθάνονται· ἀναστάντες δὲ πλοῖα εὑρίσκουσί τινα, οὐχὶ τὰ αὐτῶν, ἐπιβατῶν μεστά. Εἰς ταῦτα οὖν εἰσελθόντες μιᾷ ῥοπῇ πρὸς τὴν Βρεταννίαν νῆσον καταίρουσι κωπηλατοῦντες· καίπερ μόλις ὅλῳ νυχθημέρῳ λαίφεσι πεπταμένοις καταπλέοντες εἰς αὐτὴν, ὅτε ταῖς ἰδίαις ναυσὶ κέχρηνται. Ἐκεῖ γοῦν ἀποβάντες ἐξάγουσιν οὓς οὐκ εἰδότες φέρουσιν ἐπιβάτας. Οὐδένα δὲ ὁρῶντες ἀκούουσι φωνῆς τῶν ὑποδεχομένων αὐτοὺς κατʼ ὄνομα, καὶ κατὰ φυλὴν, καὶ κατὰ συγγένειαν καὶ τέχνην καλούσης αὐτούς· καὶ αὐτῶν δὲ ὁμοίως ἀποκρινομένων. Καὶ οὕτω πάλιν μιᾷ ῥοπῇ πρὸς τὴν ἑαυτῶν ἀποπλέοντες αἰσθάνονται τῶν νηῶν ἐλαφροτέρων, ἢ ὅτε οὓς εἶχον ἀπεκόμιζον.» Ἐκ τούτου πάντες ἔφασαν παῖδες Ἑλλήνων, ἐκεῖ τὰς τῶν ἀποβεβιωκότων διάγειν ψυχάς· ὃ νῦν καὶ Ἡσίοδός φησι περὶ τῶν ἡρώων.
ΤΡΙΣ ΤΟΥ ΕΤΟΥΣ ΘΑΛΛΟΝΤΑ. Ζεφύρῳ ἔφην τὴν χώραν καταπνεῖσθαι, καὶ τρὶς τοῦ ἔτους τὰ ἐκεῖ δένδρα καρποφοροῦσιν, ὥς φασιν οἱ ἱστορικοὶ, ὡς ἀληθὲς καὶ οὐχ ὡς μῦθος. Τίς δὲ καὶ Γάϊον Ἰούλιον Καίσαρα εὐτυχέστατον ὄντα ἐν πολλοῖς, καὶ τοῦ Ὠκεανοῦ εὔρου τυχόντα, διαπεραιωθῆναί φησι τριήρει μιᾷ καὶ ἑκατὸν ἐπιβάταις, ἀρεσθέντα δὲ τῷ λίαν περικαλλεστάτῳ τῆς χώρας ἐκεῖ θελῆσαι κατοικῆσαι, ἐξωσθῆναι δὲ ὑπὸ τῶν ἐκεῖ καὶ ἄκοντα.
ΜΗΚΕΤʼ ΕΠΕΙΤʼ ΩΦΕΙΛΟΝ. Ἐπιμνησθεὶς ὁ Ἡσίοδος τοῦ ἡρωϊκοῦ γένους, καὶ δείξας τοῦτο ἀγχίθεον, ἐπεύχεται μήτε ὕστερος τοῦ ἡρωϊκοῦ τούτου γένους γενέσθαι, μήτε ὑστερώτερος, ἀλλὰ θανεῖν ἐν τῇ τούτων γενεᾷ. Οὕτω δὲ συντακτέον· Μηκέτʼ ἔπειτʼ ὤφειλον ἐγὼ πέμπτοισι μετεῖναι ἀνδράσιν, ἢ ἔπειτα γενέσθαι, ἀλλʼ ἢ πρόσθε θανεῖν, ἤγουν ἐν τῇ ἡρωϊκῇ γενεᾷ. Οἱ δὲ λέγοντες τοὺς ἔπειτα ἀνθρώπους λέγειν τὸν Ἡσίοδον ἀγαθοὺς μέλλειν γενέσθαι, ἐναντίως τῷ Ἡσιόδῳ καὶ οὐ κατʼ ἐκεῖνον φασί.
ΜΗΚΕΤʼ ΕΠΕΙΤʼ ΩΦΕΙΛΟΝ. Εἴθε μὴ ἐχρεώστουν ἐγὼ ἐν τοῖς τοῦ πέμπτου γένους ἀνδράσιν εἶναι· ἀντὶ τοῦ, εἴθε μὴ ἀποκείμενον ἦν, ἐμὲ ἐν τοῖς τῆς πέμπτης τάξεως ἀνδράσιν εἶναι. Τὸ ἔπειτα περισσὸν, ἡ δὲ μετα, ἀντὶ τοῦ τῆς εν. Ἀλλʼ ἢ πρόσθεν, ἀλλʼ ἢ πρότερον τούτων ἀποθανεῖν, ἢ ἔπειτα γενέσθαι. Οὐκ εὐθύς φησι, μετὰ τοὺς πέμπτους· τοὺς γὰρ μετὰ τούτους εὐθὺς, χείρονας ἔσεσθαι τούτων νομίζει, ἀλλʼ ἁπλῶς ἐν ταῖς ἔπειτα περιόδοις, ἐφʼ αἷς οὐκ ἀπαγορεύει μὴ καὶ μεταβολὴν ἐπὶ τὸ κρεῖττον ποτὲ γενήσεσθαι, ὡς ἀπὸ τοῦ τρίτου γένους, τοῦ χαλκοῦ καὶ θρασέος, ἐπὶ τὸ τῶν Ἡρώων ἐγένετο.
ΝΥΝ ΓΑΡ ΔΗ ΓΕΝΟΣ. Διὰ τὸ σκληρὸν καὶ τὸ μέλαν ὁ σίδηρος εἰκόνα φέρει τῷ ποιητῇ πρέπουσαν τῆς ἐμπαθοῦς ζωῆς τῶν ψυχῶν, διʼ ἧς σκότιον μὲν ἔχουσι τὸ γνωστικὸν, ἀντίτυπον δὲ τὸ ζωτικὸν πρὸς τὸν ὀρθὸν λόγον. Τῷ δὲ εἰπεῖν, Ἀλλʼ ἔμπης καὶ τοῖσι μεμίξεται ἐσθλὰ κακοῖσιν,ἐνδείκνυται μὴ πάντη κεκρατηκέναι τὴν μοχθηρίαν τῶν ἀνθρώπων· εἶναι γὰρ ἔτι μετρίαν αἰδῶ κατʼ αὐτὸν τῶν ἀδικημάτων καὶ τῶν ἀδικούντων. Τοῦτο δὲ εἶπεν, ἵνα προτρέψῃ τὸν Πέρσην μὴ παντελῶς ἀπερυθριάσαντα γενέσθαι περὶ αὐτὸν ἐσχάτως πονηρόν.
ΣΙΔΗΡΕΟΝ. Κακίας παντοίας ἀνάμεστον, καὶ πόνοις καὶ κόποις παντοίοις προσκαρτεροῦν.
ΝΥΝ ΓΑΡ ΔΗ. Καὶ γὰρ δή ἐστι γένος σιδηροῦν, ἀντίτυπον δηλονότι καὶ σκληρὸν καὶ τὴν γνώμην ἐσκοτισμένον Τοιοῦτος γὰρ ὁ σίδηρος σκληρὸς καὶ μέλας.
ΟΥΔΕ ΠΟΤʼ ΗΜΑΡ. Οὐδέποτε κατʼ ἦμαρ παύσονται πόνου καὶ ταλαιπωρίας, ἤγουν ἡ ὁρμὴ αὐτῶν οὐκ ἐπαγγέλλεται παῦλαν τῶν κακῶν. οὔτι δὲ οὐδὲ κατὰ τὴν νύκτα παύσονται φθειρόμενοι, χαλεπὰς δὲ μερίμνας δώσουσιν αὐτοῖς οἱ θεοί. Τοῦτο γὰρ ἀκόλουθον τοῖς μὴ διόρθωσιν ἐπαγγελλομένοις καὶ ὑπὸ τῶν θεῶν παρορᾶσθαι, καὶ εἰς μερίμνας ἐμβάλλεσθαι.
ΑΛΛʼ ΕΜΠΗΣ ΚΑΙ ΤΟΙΣΙ ΜΕΜΙΞΕΤΑΙ. Τοῦτο δέ φησι, πρὸς τὸ μὴ ἐξοκεῖλαι πρὸς παντελῆ κακίαν τὸν Πέρσην, ἀκούοντα ὅτι καίπερ κακοῖσιν οὖσι τοῖς νῦν, ὅμως παραμέμιγε καί τινα τῶν ἀγαθῶν, πρὸς τοὺς ὕστερον μέλλοντας γενέσθαι.
ΑΛΛʼ ΕΜΠΗΣ ΚΑΙ ΤΟΙΣΙΝ. Ἀλλʼ ὅμως καὶ ἐπὶ τούτοις μεμιγμένα ἔσται ἀγαθὰ κακοῖς· ὁ Ζεὺς δὲ ὀλέσει καὶ τοῦτο τὸ γένος τῶν ἀνθρώπων, ὁπηνίκα ἂν οἱ γινόμενοι πολιοκρόταφοι ὦσιν, ἅμα τῷ γενέσθαι δηλονότι, ἤγουν πολιοὶ τοὺς κροτάφους. Ἀπὸ τῶν κροτάφων γὰρ ὡς ἐπὶ τὸ πλεῖστον ἄρχονται πολιοῦσθαι οἱ ἄνθρωποι. Ὑπερβολικῶς τοῦτο εἴρηται, ἀντὶ τοῦ ὅταν ὀλιγοχρόνιοι ὦσι καὶ τάχιστα γηρῶντες.
ΖΕΥΣ Δʼ ΟΛΕΣΕΙ. Οὔπω πάντη διεφθαρμένον ὂν καὶ τοῦτο τὸ τῶν ἀνθρώπων γένος ἀπολέσθαι φησί· τούτου δὲ ἀπολλυμένου, παντοίαν ἔσεσθαι κακίαν· ὡς τῶν ἀνθρώπων τῶν μετʼ αὐτοὺς τότε ζῶντας ἐσομένων παμπονήρων, ὧν ἐφεξῆς διέξεισι τὴν ζωὴν, ὁποία τίς ἐστιν αἰσχρὰ χρησμῳδῶν.
ΕΥΤʼ ΑΝ ΓΙΝΟΜΕΝΟΙ. Ἡνίκα τελέθωσι καὶ ὑπάρχωσι πολιοκρόταφοι καὶ γηραιοὶ, γεινόμενοι καὶ τεχθέντες. Πολιῶσι δὲ οἱ κρόταφοι πρότερον τῶν τοῦ ἀνθρώπου λοιπῶν μερῶν, ὅτι ταῦτα τὰ μέρη ὑγρότερα, καὶ φλεγματικώτερα, ἤπερ τὰ ὄπισθεν. Ἡ πολιὰ δὲ ἐνδείᾳ γίνεται ὑγρᾶς θερμότητος· μασχάλαι δὲ οὐ πολιῶσιν, ὅτι θερμαὶ καὶ ἀρτηριώδεις. Αἱ μήνιγγες δὲ λέγονται, καὶ κρόταφοι, ἀπὸ τῶν κερασφόρων ζώων μεταφορικῶς· ἐκεῖθε γὰρ τοῖς κερατοφόροις τὰ κέρατα ἐκφύονται, κερατόφυοί τινες καὶ κρόταφοι. Εἶπε δὲ τελευτᾷν γηρῶντας, καίπερ καὶ νέων καὶ βρεφῶν τελευτώντων πολλάκις, διὰ τὸ ὡς ἐπὶ τὸ πλεῖστον γινόμενον, καὶ τὸ μᾶλλον προσδόκιμον.
ΤΕΛΕΘΩΣΙΝ. Τελῶ τὸ ποιῶ καὶ τὸ ὑπάρχω, ἀφʼ οὗ κατὰ παραγωγὴν τελέθω, ὡς ἀπὸ τοῦ νέμω νεμέθω, καὶ φλέγω φλεγέθω, καὶ θάλλω θαλέθω· ὃ τρέπει τὸ θʹ εἰς τʹ, καὶ τὸ αʹ εἰς ηʹ, καὶ γίνεται τηλέθω· ἀφʼ οὗ τηλεθάω τηλεθῶ, καὶ τηλεθόω, προσθήκῃ τοῦ οʹ, ὡς ἐν τῷ ὁρόω.
ὉΜΟΙΙΟΣ. Ὁμονοητικὸς, σύμφωνος, ἢ ὅμοιος τῇ γνώμῃ, ἢ τῇ ἰδέᾳ, ὡς μοιχείας δηλονότι πλεονασάσης. Ἀνάληψις δέ ἐστι τὰ ἑξῆς· οὐδὲν γὰρ πλέον δηλοῖ. ΑΛΛΩΣ. Τὸ μὲν ὉΜΟΙΙΟΣ δηλοῖ τὸ κοινωνικὸν καὶ προσήγορον καὶ φίλιον· φιλία γὰρ διʼ ὁμοιότητος ἐπιτελεῖται. Πάντα δὲ ἐκτραγῳδεῖ τὰ ἐπεισελθόντα κακὰ ἐν τῷ βίῳ μετʼ αὐτὸν, τὴν ἀπιστίαν τῶν παίδων καὶ πατέρων, τὴν τῶν ξένων καὶ ξενοδόχων, τὴν τῶν ἑταίρων πρὸς ἀλλήλους. Τριττὴ γὰρ ἡ φιλία· συγγενικὴ, ἑταιρικὴ, ξενική.
ΠΑΙΔΕΣΣΙΝ ΟΜΟΙΙΟΣ. Διὰ τούτων τὴν κρίσιν διαβάλλει τῶν μετʼ αὐτὸν ἐσομένων, ὡς ἐπίπροσθεν ἀξόντων ἀδικίαν δικαιοσύνης, ἐπιορκίαν εὐορκίας, ἀναίδειαν αἰδοῦς, σκολιότητα ἁπλότητος· ἃ δὴ πάντα καὶ ὁ καθʼ ἡμᾶς ἔχει βίος· ἐν δὴ τούτοις, ὅτι καὶ κατὰ ἀλλήλων ἀδίκως χωροῦσι καὶ ἀναιδῶς λέγουσι. Καὶ τοῦτο ἦν ὃ καὶ πρῶτον δηλῶν ΧΕΙΡΟΔΙΚΑΣ αὐτοὺς ἐκάλεσεν, ὡς τῇ δυνάμει τὸ δίκαιον τῇ διὰ τῶν χειρῶν ὁρίζοντας, καὶ τῇ βίᾳ χρωμένους. Καὶ οὐ μάχεται τὸ, χειροδίκας εἶναι, καὶ τὸ δίκην ἐν χειρὶ μὴ ἔχειν. Διὰ γὰρ τοῦτο ἔσονται χειροδίκαι, διότι τὸ δίκαιον ἐν ταῖς χερσὶν αὐτῶν οὐκ ἔστι· τοῦτο μὲν γὰρ παρὸν, οὐκ ἐπιτρέπει ταῖς χερσὶ βιάζεσθαι· τοὺς δὲ χειροδίκας ἐκείνους εἶναι, τοὺς τὸ δίκαιον τῇ βίᾳ μόνῃ τῶν χειρῶν ὁρίζοντας, ὡς μὴ τὰς χεῖρας ὑπὸ τὴν δικαιοσύνην πράττειν, ἀλλʼ αὐτὰς εἶναι τοῦ δικαίου μόνας ἀφοριστικάς.
ΟΥΔΕ ΠΑΤΗΡ ΠΑΙΔΕΣΣΙΝ ὉΜΟΙΙΟΣ. Τὸ ὅμοιος πάντως ἢ ἐπὶ τῆς γνώμης λέγεται, ἢ ἐπὶ τῆς ἰδέας. Δοκεῖ δὲ ἐνταῦθα κατʼ ἀμφότερα τὰ σημαινόμενα χώραν ἔχειν κατὰ διάφορον σύνταξιν. Ἔστω δὴ ἐπὶ τῆς γνώμης, καὶ ἔχει πᾶς ὁ λόγος οὕτως· οὐδὲ ὁ πατὴρ τοῖς παισὶν ὁμονοητικὸς καὶ σύμφωνος ἔσται, οὔτι δὲ οὐδὲ οἱ παῖδες τοῖς πατράσιν, οὐδὲ ὁ ξένος τῷ ξενοδόχῳ, καὶ ὁ ἑταῖρος ἤγουν ὁ φίλος καὶ συνήθης τῷ ἑταίρῳ· ἀλλʼ ἄπιστοι δηλονότι καὶ ἀσύμφωνοι ἔσονται καὶ πατέρες πρὸς παῖδας, καὶ παῖδες πρὸς πατέρας, καὶ ξένοι πρὸς ξενοδόχους, καὶ τὸ ἀνάπαλιν, καὶ ἑταῖροι πρὸς ἑταίρους. Κατὰ δὲ τὸ βʹ σημαινόμενον λέγοιτο ἂν οὕτως· οὐδὲ ὁ πατὴρ τοῖς παισὶν ἔσται ὅμοιος τὴν ἰδέαν, ὡς μοιχείας δηλονότι πλεοναζούσης, οὔτι δὲ οὐδὲ οἱ παῖδες τοῖς πατράσι. Τοῦτο ἐπὶ τοῦ αὐτοῦ ἀντιστρόφως· εἰ γὰρ ὁ πατὴρ οὐχ ὅμοιος τὴν ἰδέαν τοῖς παισὶ, δηλονότι οὐδὲ οἱ παῖδες τοῖς πατράσι. Τὰ δὲ ἑξῆς ἔχει τὸ φίλος ἀπὸ κοινοῦ, οὐ γὰρ ἁρμοδίως ἐπʼ αὐτῶν ἔχει τὸ ὅμοιος ἐπὶ τῆς ἰδέας, οἷον, οὐδὲ ὁ ξένος τῷ ξενοδόχῳ ἔσται φίλος.
ΟΥΔΕ ΞΕΙΝΟΣ ΞΕΙΝΟΔΟΚΩι. Ἀπὸ κοινοῦ τὸ ὁμοίϊος, ἤγουν ὁμογνώμων. Ὁ μὲν γὰρ τυχὼν ξενίσει· ὁ δὲ πρὸς τὸ μὴ ἀντιξενίσαι, ἴσως καὶ βλάψει. Φίλος ὁ συγγενὴς λέγεται, καὶ ὁ παρὰ τῇ συνηθείᾳ λεγόμενος. Ἑταῖρος ὁ συμπολίτης. Ξένος δὲ ὁ ἀφʼ ἑτέρας χώρας φίλος.
ὩΣ ΤΟ ΠΑΡΟΣ ΠΕΡ. Ἤγουν ὡς τὸ πρότερον· οὐδὲ ὁ ἑταῖρος τῷ ἑταίρῳ, οὐδὲ ὁ κασίγνητος τῷ κασιγνήτῳ. Εἶτα ὡς ἀπὸ ἄλλης ἀρχῆς, ΑΙΨΑ ΔΕ ΓΗΡΑΣΚΟΝΤΑΣ ΑΤΙΜΗΣΟΥΣΙ ΤΟΚΗΑΣ. Τουτέστι, ταχέως καὶ ῥᾳδίως, οἱ ἐσόμενοι ἄνθρωποι ἀτίμους ποιήσουσι τοὺς ἰδίους πατέρας γεγηρακότας. Μέμψονται δὲ, ἤγουν κακῶς ἀγορεύσουσι τούτους, λοιδοροῦντες διὰ χαλεπῶν λοιδοριῶν. Τοῦτο γὰρ τὸ, ΧΑΛΕΠΟΙΣ ΒΑΖΟΝΤʼ ΕΠΕΕΣΣΙ ΣΧΕΤΛΙΟΙ, ἤγουν ἄθλιοι.
ΑΙΨΑ ΔΕ ΓΗΡΑΣΚΟΝΤΑΣ ΑΤΙΜΗΣΟΥΣΙ ΤΟΚΗΑΣ.Οἱ παῖδες δηλονότι. Προλέγει δὲ τὰ μέλλοντα καταλήψεσθαι τὸν βίον ἀνιαρά.
ΒΑΖΟΝΤʼ ΕΠΕΕΣΣΙ. Βάζοντε, ἀντὶ τοῦ βάζοντες τὸ δυϊκὸν, ἀντὶ τοῦ πληθυντικοῦ· ὡς καὶ παρʼ Ὁμήρῳ· Ὦ Λύκιοι πόσε φεύγετε; νῦν θοοὶ ἐστόν. καὶ τὸ, Ἆσσον ἰόνθʼ ὅτε κέν τοι ἀάπτους χεῖρας ἐφείω. Τὸ ἰόντε, ἀντὶ τοῦ ἰόντες.
ΟΥΔΕ ΘΕΩΝ ΟΠΙΝ ΕΙΔΟΤΕΣ. Τὴν ἐντολὴν τῶν θεῶν, ἤγουν τὰ φρόνιμα καὶ συνετά. Νῦν γὰρ θεοὺς τὰς ψυχικὰς δυνάμεις φησίν.
ΟΥΤΕ ΘΕΩΝ ΟΠΙΝ. Ὁ ΤΕ σύνδεσμος πλεονάζει.
ΟΥΤΕ ΘΕΩΝ ΟΠΙΝ ΕΙΔΟΤΕΣ. Τουτέστιν οὔτε εἰς θεοὺς εἰδότες ἐπιστρέφεσθαι· οὐδὲ μὴ οὗτοι γηράσασι τοῖς ἑαυτῶν πατράσιν ἀποδοῖεν θρεπτήρια, ἀντὶ τοῦ τροφεῖα.
ΓΗΡΑΝΤΕΣΣΙ ΤΟΚΕΥΣΙΝ. Οὐδὲ τοὺς γονεῖς γηροβοσκοῦσι· γέγονε δὲ ἐκ τοῦ γήρημι. ΧΕΙΡΟΔΙΚΑΙ δὲ, οἱ ἑαυτοῖς πειθόμενοι, καὶ ἐκ χειρὸς τὴν ἄμυναν ποιούμενοι, καὶ οὐ κατὰ νόμον.
ΓΗΡΑΝΤΕΣΣΙ. Γηράσασιν, ἐκ τοῦ γήρημι ἡ μετοχὴ ὁ γηράς.
ΑΠΟ ΘΡΕΠΤΗΡΙΑ. Διατροφάς· οἱ παλαιοὶ γὰρ τοῖς γονεῦσιν ἐδίδουν τὰ θρέπτρα. Οὗτοι δὲ, ὥς φησι, πρὸς τῷ μὴ διδόναι καὶ ἀτιμήσουσιν αὐτούς. Συντακτέον δὲ οὕτως· Αἶψα δὲ γηράσκοντας ἀτιμήσουσι τοκῆας, οὐδὲ μὲν γηράντεσσι τοκεῦσιν ἀπὸ θρεπτήρια δοῖεν.
ΓΗΡΑΝΤΕΣΣΙ. Γηράω γηρῶ, γηράσω, ἐγήρασα, ὁ γηράσας, τοῦ γηράσαντος, καὶ κατὰ συγκοπὴν γηράντος. Ἀφʼ οὗ γηράντε εὐθεῖα καὶ αἰτιατικὴ τῶν δυϊκῶν. Καὶ γηράντεσσι δοτικὴ τῶν πληθυντικῶν.
ἙΤΕΡΟΣ Δʼ ἙΤΕΡΟΥ ΠΟΛΙΝ. Ἤτοι διʼ ἑαυτοῦ ποιῶν τὴν ἐκδίκησιν· τουτέστιν ἐν τῇ ἰσχύϊ τὸ δίκαιον ἔχοντες· καὶ οὐδὲ ὁ εὐορκῶν, τουτέστιν ὁ εὐσεβὴς, χάριν ἔχει παρʼ αὐτοῖς, οὐδὲ ὁ δίκαιος, οὐδʼ ὁ ἀγαθός. Καὶ τό, —κακῶν ῥεκτῆρα καὶ ὕβριν, ἀντὶ τοῦ κακοῦργον καὶ ὑβριστὴν ἄνθρωπον. Τοιοῦτον καὶ τὸ παρʼ Εὐριπίδῃ, Ἔριν Θυέστῃ πόλεμον, ἀντὶ τοῦ ἐριστικὸν πόλεμον.
ΧΕΙΡΟΔΙΚΑΙ. Οἱ μὴ κρίσει καὶ νόμοις πειθόμενοι, ἀλλὰ χερσὶ καὶ ἰσχύϊ πάντα δρῶντες.
ΕΞΑΑΑΠΑΞΕΙ. Πορθήσει· ἀλάπαθα γὰρ Ἀττικῶς τὰ κενώματα. Ἔστι δὲ καὶ λάπαθος βοτάνη κενωτικὴ, ἢ καὶ ἀλάπαθος λέγεται. Ἧς ἡ ῥίζα τὸ λεγόμενον ῥέων.
ΧΕΙΡΟΔΙΚΑΙ. Ἤγουν τῇ βίᾳ τῶν χειρῶν ἔσονται τὸ δίκαιον ὁρίζοντες. Πορθήσει δὲ πόλιν ἑτέρου ἕτερος.
ΟΥΔΕ ΤΙΣ ΕΥΟΡΚΟΥ ΧΑΡΙΣ ΕΣΣΕΤΑΙ. Ἤγουν οὐδεμία δὲ εὐχαριστία ἔσται τοῦ εὐόρκου, τουτέστι τοῦ εὐσεβοῦς, ἣν ἄλλοι δηλονότι ἕξουσι πρὸς αὐτὸν, οὔτε τοῦ δικαίου ἀνθρώπου, οὔτε τοῦ ἀγαθοῦ, μᾶλλον δὲ τιμήσουσιν ἄνδρα ῥεκτῆρα καὶ ἐργάτην κακῶν.
ΚΑΙ ὙΒΡΙΝ. Ἤγουν ὑβριστήν· ἢ τιμήσουσι καὶ ὕβριν· οὐκ ἔσται δὲ ἐν ταῖς χερσὶν, ἤγουν ἐν τῇ ἐργασίᾳ αὐτῶν, δίκη καὶ αἰδώς· ἀναιδῶς γὰρ καὶ ἀδίκως ἅπαντα ἔσονται πράττοντες· βλάψει δὲ ὁ κακὸς τοὺς τρόπους τὸν ἀρείονα φῶτα, ἤγουν τὸν ἀγαθὸν τοὺς τρόπους ἄνδρα, τὸ συγκριτικὸν ἀντὶ τοῦ ἁπλοῦ. ΕΝΕΠΩΝ, ἤγουν διαστρέφων καὶ διαβάλλων αὐτὸν ἐν λόγοις σκολιοῖς, ἤγουν πανούργοις.
ΔΙΚΗ Δʼ ΕΝ ΧΕΡΣΙΝ. Ἀντὶ τοῦ δικαιοσύνη. Καὶ ΖΗΛΟΣ νῦν ὁ φθόνος· ὁ δὲ φθόνος, φησὶν, ὁ ταραχώδης καὶ ΚΑΚΟΧΑΡΤΟΣ, ἐπακολουθήσει τοῖς ἀνθρώποις.
ΔΙΚΗ Δʼ ΕΝ ΧΕΡΣΙ ΚΑΙ ΑΙΔΩΣ. Τὸ δίκαιον ἔσται οὐ κρίσει καὶ νόμοις, ἀλλὰ δυνάμει χειρῶν, καὶ ἰσχύϊ. Αἰδὼς καὶ αἰσχύνη κατὰ Ἀριστόξενον τὸν Μουσικὸν διαφέρουσι· καὶ ἵνα τὰ πολλὰ τούτου παρεάσω, αἰδὼς μὲν ἡ μικρὰ καὶ ἐπὶ τοῖς τυχοῦσι γινομένη ὑποστολὴ, εὐλαβεῖ λογισμῷ· αἰσχύνη δὲ ἡ ἐν κακοῖς ἀτιμία.
ΕΠΙ Δʼ ὉΡΚΟΝ ΟΜΕΙΤΑΙ. Βλάψει, φησὶ, τὸν ἀγαθὸν ἀφαιρούμενος τὰ αὐτοῦ, καὶ αὐτὸν λοιδορῶν· καὶ πρὸς τούτοις καὶ ὅρκῳ χρήσεται, ὀμνύων αὐτοῦ εἶναι τὰ ἀφαιρεθέντα.
ΕΠΙ Δʼ ὉΡΚΟΝ ΟΜΕΙΤΑΙ. Ἀντὶ τοῦ, ἐπὶ δὲ ταῖς διαστροφαῖς αὐτοῦ καὶ πανουργίαις ὅρκον ὀμεῖται βεβαιῶν αὐτάς. ὉΜΑΡΤΗΣΕΙ δὲ, ἤγουν ἀκολουθήσει, ἅπασι τοῖς ὀϊζυροῖς, ἤγουν τοῖς ταλαιπώροις ἀνθρώποις, ΖΗΛΟΣ, ἤγουν φθόνος.
ΖΗΛΟΣ Δʼ ΑΝΘΡΩΠΟΙΣΙΝ. Τὸν φθόνον ἐν τούτοις ζῆλον ἐκάλεσε· δυσκέλαδον μὲν αὐτὸν ὀνομάσας, ὡς τὰς εὐπραγίας τῶν φίλων λοιδοροῦντα, καὶ λέγοντα κακῶς ὡς ἀναξίους ἐκείνων. ΚΑΚΟΧΑΡΤΟΝ δὲ, ὡς ἐπιγηθοῦντα τοῖς κακοῖς καὶ ἐπιχαίροντα. ΣΤΥΓΕΡΩΠΟΝ δὲ, ὡς ὦπας ἔχοντα μίσους ἀξίους, καὶ ἀεὶ βλέποντας πρὸς τὸ κακὸν, καὶ ἄθεον, καὶ τὸ βλαπτικόν.
ΖΗΛΟΣ. Τὸν φθόνον νῦν λέγει. Ὁ γὰρ ζῆλος κυρίως ἐπαινούμενόν ἐστιν· ἔρις γὰρ ἀγαθή, ἤτοι μίμησίς ἐστιν. Ὁ δὲ φθόνος, ἐπίμομφον.
ΔΥΣΚΕΛΑΔΟΣ. Κακοκέλαδος, καὶ οἱονεὶ κακόφωνος· ἐπεὶ κακολογοῦντες οἱ φθονοῦντες καὶ οὐδὲ ἀγαθὸν λέγουσι περὶ τῶν πέλας. Ὁ φθόνος μισητὸς ἐν τῷ στυγερῶς ὁρᾷν ἢ ὁρᾶσθαι· οὐκέτι γὰρ αἰδοῦνται κακῶς πράττοντες. Ὅταν δὲ ταῦτα ᾖ, ἡ αἰδὼς καὶ ἡ νέμεσις ἀμφιασάμεναι φάρεα λευκὰ πρὸς οὐρανὸν ὁρμῶσι, λιποῦσαι τοῖς ἀνθρώποις ἄλγεα λυγρά.
ΔΥΣΚΕΛΑΔΟΣ, ΚΑΚΟΧΑΡΤΟΣ. Προσωποποιεῖ τὸν φθόνον, καὶ τὰ τῶν φθονούντων ἴδια πρὸς τοῦτον μεταφέρει. Οἱ φθονοῦντες γὰρ κελάδους καὶ θορύβους ποιοῦσι καὶ ἐγείρουσι, καὶ χαίρουσι τοῖς κακοῖς τῶν φθονουμένων, καὶ στυγερῶς καὶ μισητῶς αὐτοὺς ὁρῶσι.
ΔΥΣΚΕΛΑΔΟΣ. Τουτέστι κακὰς φήμας ἐγείρων· τοιοῦτο γὰρ ὁ φθόνος, μεμψίμοιρον κακὸν, καὶ λάθρα φήμας ὑποσπεῖρον κακάς.
ΚΑΚΟΧΑΡΤΟΣ. Ἤγουν χαιρέκακος, ἐπὶ κακοῖς χαίρων.
ΣΤΥΓΕΡΩΠΗΣ. Ἤγουν μισητὸς τὴν ὄψιν, τουτέστιν ἀποτρόπαιος. Καὶ τότε δὴ ἡ αἰδὼς καὶ ἡ νέμεσις καταλιποῦσαι τοὺς ἀνθρώπους, ἴτον, ἤγουν ἐλεύσονται, πρὸς τὸν οὐρανὸν ἐπὶ τὸ γένος τῶν θεῶν, ἀπὸ τῆς εὐρυχόρου χθονὸς, καλυψάμεναι τὸ καλὸν πρόσωπον λευκοῖς ἱματίοις. Αἱ δὲ χαλεπαὶ λύπαι, αἱ ἀπὸ τῆς ἀναιδείας καὶ τοῦ φθόνου, καταλειφθήσονται τοῖς θνητοῖς ἀνθρώποις· τοῦ κακοῦ δὲ ἀποσόβησις οὐκ ἔσται. ΙΤΟΝ, ἀντὶ τοῦ ἐλεύσονται. Εἶμι ὃ δύναται καὶ ἐπὶ ἐνεστῶτος λαμβάνεσθαι καὶ ἐπὶ μέλλοντος, τὸ τρίτον τῶν δυϊκῶν, ἴτον, ἐνταῦθα ἐπὶ μέλλοντος ἀντὶ τοῦ ἐλεύσονται.
ΠΡΟΣ ΟΛΥΜΠΟΝ. Ὄλυμπος, ὁ οὐρανὸς, καὶ ἡ τοῦ παντὸς κόσμου ὅλη περιοχὴ, παρὰ τὸ ὁλολαμπὴς εἶναι. Ψιλοῦται δὲ, ὅτι συνεκόπη Αἰολικῶς, ὁλόλαμπος. Καὶ Ὄλυμπος· τρέπουσι γὰρ καὶ τὸ α εἰς υ, τὰς σάρκας σύρκας λέγοντες. Οὕτω τὸ Ὄλυμπος ψιλοῦται. Τῶν γὰρ τοιούτων τὰ ἐντελῆ δασύνεται, τὰ δὲ συγκοπέντα ψιλοῦται. Ὡς τὸ ὁλόλαμπος, ἁρμοζόμενος, ἁλλόμενος, ἄρμενος, ἄλμενος. Ψιλοῦται οὖν τὸ Ὄλυμπος. Εἰ δέ μοι δυσπιστεῖ τις ὡς εὑρεσιεπεῖ, ἀκουέτω καὶ χρήσεων· Ἥτε καθαλλομένη ἰοειδέα πόντον ὀρίνει —ἐπάλμενος ὀξέϊ δουρί. Ὄλυμπος οὕτω ψιλοῦται, καὶ οὕτω λέγεται οὐρανός. Ὁμοίως δὲ τῷ οὐρανῷ καὶ ἡ σφαιροειδὴς ἡμῶν κεφαλὴ, ἐν ᾗ τὸ ὁλολαμπὲς λογιστικὸν ἵδρυται, Ὄλυμπος λέγεται. Περὶ γὰρ ὄρους Ὀλύμπου νῦν λέγειν, ψυχρολογία καὶ λῆρος ἐνταῦθα ἔμελλεν εἶναι.
ΛΕΥΚΟΙΣΙΝ ΦΑΡΕΕΣΣΙ. Τοῦτό φησι, ὅτι κἄν τισι τῶν ἀνθρώπων, ἢ καὶ σχεδὸν πᾶσιν, ἡ αἰδὼς καὶ ἡ νέμεσις τοῦ βίου ἐξοστρακίζονται, καὶ ἀφανισμῷ παραδίδονται, ὅμως οὐκ εἰσὶ σκοτειναί τε καὶ μελαγχίτωνες, ἀλλὰ λευκοχίτωνες, καὶ ἡλίου λαμπρότερον ἀπαστράπτουσαι. Τὸ τούτων γὰρ ὄνομα περιτεθρύλληται πανταχοῦ.
ΑΘΑΝΑΤΩΝ ΜΕΤΑ ΦΥΛΟΝ. Τῶν στοιχείων νῦν, ἢ τῶν φρονίμων. Προσωποποιεῖ δὲ ἐνταῦθα τὴν δικαίαν μέμψιν, καὶ τὴν αἰδῶ μέλλουσαν φεύγειν διὰ τὰς τῶν ἀνθρώπων ἀδικίας καὶ βίας, καὶ ἀπέρχεσθαι ἐν τοῖς στοιχείοις, ἢ τοῖς φρονίμοις καὶ δικαίοις· μόνοις γὰρ ἐξ ἀνθρώπων τούτοις ἡ αἰδὼς καὶ ἡ νέμεσις πρόσεστι. Τὸ ὕδωρ γὰρ τὸ θαλάττιον ἔχει τὴν ψάμμον ὡς ὅριον, καὶ μέχρι ταύτης προβαῖνον, κἂν ἀγριοῦται τοῖς κύμασιν, ὅμως ὥσπερ αἰδεῖται καὶ νεμεσίζεται περαιτέρω χωρεῖν, καὶ τῆς γῆς καταβλάπτειν τὰ ὅρια. Τούτοις ὁμοίως ὅ τε ἀὴρ καὶ τὸ πῦρ, ἀλλήλων μὴ ὄντα πολέμια, τόποις δὲ τοῖς οἰκείοις ἐμμένοντα. Ἔτι πρὸς τούτοις χειμὼν, ἔαρ, θέρος, φθινόπωρον, ἡμέρα, νὺξ, καὶ τὰ λοιπὰ, τὴν αἰδῶ καὶ τὴν νέμεσιν ταύτην φυλάττουσιν, ἐξιστάμενα ὅτε δεῖ, καὶ ἐγκαίρως ἀλλήλοις ὑπείκοντα, καὶ οὐ πλεονεξίαν καὶ βίαν ἢ τόπῳ ἢ χρόνῳ κατʼ ἀλλήλων νοσοῦντα· καὶ ὅσα φησὶ ὁ Σοφοκλῆς, ἁπλῶς ἐκ τοῦδε τοῦ Ἡσιοδείου λόγου ταῦτα λαβών· Καὶ γὰρ τὰ δεινὰ καὶ τὰ καρτερώτατα Τιμαῖς ὑπείκει· τοῦτο μὲν νιφοστιβεῖς Χειμῶνες ἐκχωροῦσιν εὐκάρπῳ θέρει· Ἐξίσταται δὲ νυκτὸς αἰανῆς κύκλος Τῇ λευκοπώλῳ φέγγος ἡμέρᾳ φλέγειν. Καὶ τὰ λοιπά.
ΤΑ ΔΕ ΛΕΙΨΕΤΑΙ. Τουτέστι, τὸ τῶν κακῶν ἔσχατον· ἀναιδείας γὰρ κρατησάσης καὶ φθόνου τῶν ἀνθρώπων, πάντη τὸ γένος ἡμῶν ἀπολιπεῖν αἰδῶ καὶ νέμεσιν· τούτων γὰρ ἀπόπτωσίς ἐστιν ἡ ἀναίδεια καὶ ὁ φθόνος. Ἀλλʼ οὗτος μὲν εἴδωλον ὢν νεμέσεως· δοκεῖ γὰρ αὐτὸς ἐπὶ τοῖς παρʼ ἀξίαν εὐτυχοῦσιν ἀγανακτεῖν, ἀλλʼ ἡ μὲν νέμεσις ἐπὶ τοῖς ὡς ἀληθῶς παρὰ τὴν ἀξίαν εὐτυχοῦσιν. Ἡ δὲ ἀναίδεια οὐχὶ εἴδωλον τῆς αἰδοῦς, ἀλλὰ τὸ ἐναντιώτατον πρὸς αὐτὴν ὑποκρινόμενον τὴν παῤῥησίαν. Εἰ δὲ λευκὰ τὰ φάρη τῆς αἰδοῦς καὶ νεμέσεως, ἐν φωτὶ μὲν αὐταῖν ἡ ὑπόστασις. Νοεραὶ δὲ αἱ δυνάμεις· πόῤῥω δέ εἰσι τῆς ἀθέου καὶ σκοτώδους τῶν παθῶν οὐσίας. Διὸ τὴν μὲν αἰδῶ, θεῖον φόβον ὑμνοῦσι· τὴν δὲ νέμεσιν, δίκης ἄγγελον. Καλῶς οὖν καὶ Πλάτων ἐρωτηθεὶς τί ποτε προςγέγονε τοῖς κατʼ αὐτὸν ἀνθρώποις, ἀπεκρίνατο, μὴ αἰσχύνεσθαι κακοὺς ὄντας. Ὅτι δὲ θεῖον πρᾶγμα καὶ ἡ νέμεσις, δηλοῖ τὸ καὶ θεοῖς αὐτὴν ὑπάρχειν· —νεμέσησε δὲ πότνια Ἥρη, φησὶν ἡ ποίησις. Φθόνος δὲ ἔξωθεν θείου χοροῦ παντός.
ΤΑ ΔΕ ΛΕΙΨΕΤΑΙ ΑΛΓΕΑ ΛΥΓΡΑ. Τὰ δὲ ἄλγεα ἐναπολειφθήσεται μόνα τοῖς ἀνθρώποις. ΛΥΓΡΑ, τὰ χαλεπὰ, παρὰ τὸ λίαν ὑγρὰ εἶναι· καὶ γὰρ ἐκ τῶν ὑγρῶν καὶ ψυχρῶν φασὶν εἶναι πάντα τὰ λυπηρὰ, ὡς ἐκ τῶν θερμῶν τὰ ἡδέα. ΑΛΚΗ νῦν ἀποσόβησις.
ΝΥΝ Δʼ ΑΙΝΟΝ. Ὁ μὲν κατὰ τὴν Πανδώραν μῦθος τὴν αἰτίαν τῶν ἐν ἀνθρώποις κακῶν εἰς τὸ θῆλυ τῆς ψυχῆς ἀνέφερεν, καὶ τὴν ἄλογον ζωὴν ἐκ τῶν οὐρανίων ἡμῖν προσπλασθεῖσαν. Ὁ δὲ περὶ τῶν γενεῶν λόγος δύο τὰς παντοίας μεταβολὰς τῶν ἀνθρωπίνων ζωῶν, τὰς διὰ τὴν ἀναλογίαν ἐπεισελθούσας ζώντων ἡμῶν, τοτὲ μὲν κατὰ λόγον, τοτὲ δὲ κατὰ τὸ ἄλογον. Ὁ δὲ αἶνος οὗτος τρίτος παραίνεσίς τις ὢν καὶ νουθέτησις ἐπικεκαλυμμένη πρὸς τοὺς κατὰ πάθος ζῶντας, ἔνδειξίς ἐστι τῆς βιαίου καὶ πλεονεκτικῆς ζωῆς καὶ θηριώδους κατὰ τῶν βιασθῆναι μὲν δυναμένων, ὅμως δὲ ἱεροπρεπεστέρων ὄντων. Καὶ ὁ μέν γε ἱέραξ ἁρπακτικόν· ἡ δὲ ἀηδὼν μουσικόν. Παιδευτικὸς οὖν ὁ λόγος· δεικνὺς οὗ μὲν οἱ δωροφάγοι τεταγμένοι τυγχάνουσιν, οὗ δὲ οἱ Μουσῶν θεραπευταί· καὶ τίνες οἱ ἄδικοι, τίνες δὲ οἱ θεοῖς φίλοι, διὰ τούτων τῶν εἰκόνων. Καὶ γὰρ ἱέραξ φέρει τὴν ἀηδόνα μεμαρπὼς, καὶ τοῖς ὄνυξιν εἰς αὐτὴν ἐμπεπηγόσι κατέχων· ἡ δὲ ἔχεται καὶ πάσχει ὑπὸ τοῦ δυνατωτέρου κακῶς. ΕΛΕΟΝ γὰρ, φησὶ, γναπτοῖσι πεπαρμένη ἀμφʼ ὀνύχεσσι Μύρετο· τουτέστιν ἐλεεινόν. Τὸ γὰρ ἐλεὸν ὀξυτόνως σημαίνει τὸ ἐλεεινόν. Ὑπὸ τῶν ὀνύχων κατεχομένη φωνὴν ἀφίησιν ἐλεεινὴν, ὡς οἱ ἀδικούμενοι ὑπὸ τῶν βασιλέων καὶ βιαζόμενοι πλέον οὐδὲν ἔχοντες τῶν ὀδυρμῶν. ΑΛΛΩΣ. Αἶνος ὁ παροιμιώδης λόγος, ὁ ἐπὶ παραινέσει λεγόμενος· ὥσπερ γὰρ ἡ ἀηδὼν ἐν τοῖς ποσὶ τοῦ ἱέρακος, οὕτω κἀγὼ ἐν ταῖς χερσὶν ὑμῶν· καλῶς γὰρ ἑαυτὸν ἀηδόνι ἀπείκασε· μουσικὸν γὰρ τὸ ὄρνεον· καὶ τοὺς κριτὰς, ἱέρακας, ὡς ἁρπακτούς. Τὸ δὲ ΛΕΛΗΚΑΣ δηλοῖ τὸ βεβόηκας, καὶ ΔΑΙΜΟΝΙΗΝ τὴν ἀηδόνα φησὶ, διὰ τὸ μουσικὸν καὶ ἱερόν. ΑΡΕΙΩΝ δὲ ὁ δυνατώτερος εἴρηται. Τὸ τοίνυν ΔΑΙΜΟΝΙΗ ΤΙ ΛΕΛΗΚΑΣ; καὶ τὰ ἑξῆς, ὁ τῶν ἁρπακτικῶν λέγει νόμος ταῦτα, οἷον καὶ Θρασύμαχος ἐτίθει καὶ πᾶς ὁ τοιοῦτος, εἴτε Φάλαρις, εἴτε Ἀπολλόδωρος, ἰκτίνοις ἐοικότες καὶ λύκοις καὶ ἄλλοις τοιούτοις, καὶ ὑπὸ τοῦ χείρονος, δυνατωτέρου δὲ, τὸ ἀσθενέστερον, κἂν κρεῖττον ᾖ, πάσχειν κακῶς, καὶ ἐπιτωθάζειν τὸν ποιοῦντα τῷ πάσχοντι. Τὸ γὰρ, Τῇ δʼ εἶς ᾗ σʼ ἂν ἐγώ περ ἄγω, δηλοῖ τὸν μὲν βιαιότερον ἄγειν, ἄγεσθαι δὲ, ὅπου ἂν ἐκείνῳ δοκῇ, τὸν ἀσθενέστερον. Πρόσκειται δὲ, καὶ τὸ ΑΟΙΔΟΝ περ ΕΟΥΣΑΝ, διὰ τὸ ἄγεσθαι τὸν Ἡσίοδον ἐνδεικνύμενον τὸ ἱερὸν τῶν Μουσῶν ἀναγκάζεσθαι τοῖς βασιλεῦσιν ἀδικοῦσιν εἴκειν. Ἐπʼ ἐκείνοις γὰρ εἶναι καὶ δεῖπνον αὐτὸν ποιήσασθαι καὶ μεθεῖναι, καθάπερ ἐπὶ τῷ ἱέρακι τὴν ἀηδόνα. Καὶ τέλος ἐπήγαγεν, ὅτι ἄφρονος ἔργον ἐστὶν ἀντιβαίνειν τοῖς ἰσχυροτέροις, ὡς ἂν οὐδὲ αὐτὸς ἐναντιωθησόμενος τοῖς ἄρχουσι βιαζομένοις. Διπλοῦν γὰρ εἶναι τὸ ἐκ τῆς πρὸς τοὺς δυνατωτέρους ἀντιβάσεως κακόν· τό τε ἐκ τῆς ἥττης ὄνειδος, ὅ περ ἐκάλεσεν αἶσχος, καὶ τὴν ἐπὶ τῷ κρατηθῆναι λύπην, ἣν εἶπε πάθος ἀλγεινόν. Τούτων δὲ τῶν στίχων ὁ Ἀρίσταρχος ὀβελίζει τοὺς τελευταίους, ὡς ἀλόγῳ γνωμολογεῖν οὐκ ἂν προσῆκον.
ΝΥΝ Δʼ ΑΙΝΟΝ. Μυθικὴν παραίνεσιν. Εἰκάζει δὲ ὁ ποιητὴς ἑαυτὸν ἀηδόνι, διὰ τὸ τῆς ποιητικῆς ᾠδικόν· τοὺς δὲ κριτὰς ἱέρακι, διὰ τὸ ἁρπακτικόν. Γνωστὸν δὲ τοῦτο πᾶσι, καὶ οὐ δεῖ ἐνταῦθα Προκλικῶν ματαίων πλασμάτων· ἐν γὰρ τοῖς σπουδαίοις ὁ Πρόκλος οὐδὲν γράφων, ἐν τοῖς τοιούτοις μεγαλήγορος, καὶ μακρότερα γράφειν τῆς Ἰλιάδος οὐκ ἀπαναίνεται. Ἡμεῖς δὲ ταῦτα παρέντες τὰ δεόμενα ἐξηγήσεως λέξομεν· καὶ πρῶτα ταύτην τὴν σύνταξιν καίπερ κακῶς ἔχουσαν. Νῦν δʼ αἶνον βασιλεῦσʼ ἐρέω ὧδε, τουτέστι μυθικῶς, φρονέουσι καὶ αὐτοῖς· εἶτα ἄρχεται τοῦ μύθου· ἴρηξ ὀνύχεσι μεμαρπὼς ἀηδόνα ποικιλόδειρον, ὕψι μάλʼ ἐν νεφέεσσι φέρων, προσέειπεν· δαιμονίη, τί λέληκας, ἔχει νύ σε πολλὸν ἀρείων. Ἡ δʼ ἐλεὸν γναμπτοῖσι πεπαρμένη ἀμφʼ ὀνύχεσσι, μύρετο· τὴν δʼ ὅγʼ ἐπικρατέως πρὸς μῦθον ἔειπε· τῇδε καὶ ἐνταῦθα εἴσι καὶ εἴσιθι καὶ πορεύου, ὅπου σε ἂν ἐγὼ ἄγω· δεῖπνον δʼ αἴκʼ ἐθέλω ποιήσομαι, ἠὲ μεθήσω. Μέχρι τοῦδε ὡς ἀπὸ τῶν ὀρνέων ὁ ποιητὴς τοὺς λόγους ποιεῖται. Ἐντεῦθεν δὲ ἀναλαμβάνει τὸ ἴδιον πρόσωπον, καὶ λέγει τὸ ἐπιμύθιον, τοῦτο τὸ δίστιχον τοῖς κριταῖς, τὸ, Ἄφρων δʼ ὅς κʼ ἐθέλῃ πρὸς κρείσσονας ἀντιφερίζειν· καὶ τὸν ἕτερον στίχον· εἶτα πρὸς τὸν Πέρσην ἀποστρέψας τὸν λόγον, φησὶ τὸ, Ὡς ἔφατʼ ὠκυπέτης ἴρηξ. Καὶ οὕτως, οὐδὲ ὁ παρὰ Πρόκλῳ Ἀρίσταρχος σχεῖ χώραν ὀβελίζειν τοὺς δύο στίχους τούτους, τὸ ἐπιμύθιον. Ἀκούσατε δὲ ὦ Πρόκλε τε καὶ Ἀρίσταρχε, κἄν περ ἡμεῖς τοῦτο οὐ διορθώσαμεν, οὐ γελοῖον ἦν καθʼ ἡμᾶς, τὸ τὰ ἄλογα μὲν καὶ ἀνθρωπίνως λαλεῖν συγχωρεῖν, μὴ μέντοι δὲ γνωμολογεῖν. ἀλλʼ ἰστέον, ὅτι ὁ λαλεῖν ἀνθρωπίνως εἰδὼς, καὶ γνωμολογήσει θελήσας, καὶ ᾧ τινι συγκεχώρηται τὸ λαλεῖν, καὶ τὸ γνωμολογεῖν δηλονότι συγχωρηθήσεται. Ἀλλʼ οὐκέτι τὴν ὑμετέραν ἀλαζονείαν ἐλέγχων μακρηγορήσω· παραδραμοῦμαι δὲ, τοῦτο μόνον ἀποφαινόμενος, ὅτι κακῶς λέγετε. Ὑμῖν δὲ τοῖς ἀκροωμένοις φημὶ, ὅτι ἐν τῷ ῥηθέντι νῦν χωρίῳ τῶν ἐπῶν οὐκ ἔδει πολυλογίας, λέξεων δὲ βραχειῶν τινῶν. Καὶ γέγραφα ταύτας ἄνωθεν τῶν ἐπῶν. Οἷον τὸ ΠΟΙΚΙΛΟΔΕΙΡΟΝ, τὴν ποικιλόφωνον λέγει, ἢ τὴν ἐστιγμένην καὶ ποικίλην ἔχουσαν τὴν δειρὴν, ἤγουν τὸν τράχηλον.
ΝΥΝ Δʼ ΑΙΝΟΝ. Νῦν δὲ παροιμιώδη λόγον ἐπὶ παραινέσει τοῖς κριταῖς ἐρῶ, γινώσκουσι καὶ αὐτοῖς.
ὩΔʼ ἸΡΗΞ ΠΡΟΣΕΕΙΠΕ. Παραβολὴ μυθική· οὕτως εἶπεν ἱέραξ πρὸς ἀηδόνα ποικιλόφωνον, ὑψοῦ μάλα ἐν νέφεσι φέρων αὐτὴν, τοῖς αὐτοῦ ὄνυξι μεμαρπὼς, ἤγουν συλλαβών. Εἶτα πρὸ τοῦ ἀποδοῦναι ἐπάγει διὰ μέσου, ἡ δὲ ἐλεεινὸν ὠδύρετο πεπερονημένη ἐν ὄνυξι γναπτοῖς, τουτέστι κεκαμμένοις, ἀγκύλοις, πρὸς ὃ ἀποδίδωσιν ὃν ἤρξατο λόγον ἐπαναλαμβάνων, τὸ τοιοῦτον δὲ γίνεται καὶ παρὰ τῷ πεζῷ λόγῳ, καὶ φησὶ πρὸς ταύτην, οὗτος λόγον εἶπεν ἐπικρατέως, ἀπηνῶς, τουτέστι μετὰ γνώμης τὴν αὐτοῦ ἐπικράτειαν ἐμφαινούσης, ὃ ταυτὸν τῷ ὑπεροπτικῶς.
ΔΑΙΜΟΝΙΗ. Ἤγουν κακόδαιμον, τί βοᾷς; κατέχει σε κατὰ πολὺ ἰσχυρότερος, ἐκεῖσε πορεύσῃ, ὅποι ἂν ἐγώ σε ἄγω, καίπερ οὖσαν μουσικὴν μελῳδόν· δεῖπνον δὲ, ἤγουν τροφὴν, ποιήσομαί σε ἂν θέλω, ἢ ἀπολύσω. Ἄφρων δέ ἐστιν, ὃς ἂν ἐθέλῃ πρὸς ἐπικρατεστέρους ἀντιτάττεσθαι· καὶ νίκης γὰρ στέρεται, ἤγουν ἀπολείπεται, ἀποπίπτει, τουτέστι καὶ νίκην οὐ κατορθοῖ, καὶ πρὸς τοῖς ὀνείδεσι τοῖς ἀπὸ τῆς ἥττης, λύπας ὑπομένει.
ΝΙΚΗΣ ΤΕ ΣΤΕΡΕΤΑΙ, ΠΡΟΣ Τʼ ΑΙΣΧΕΣΙΝ. Αἶσχος φησὶ προσγίνεσθαι ἐκ πληγῶν ἢ ὕβρεων πρὸς τῷ ἡττηθῆναι τοῖς ἥττοσι συμβάλλουσιν ἔριν μετὰ κρειττόνων. Ὁ δὲ Πρόκλος λεγέτω ὅσα καὶ βούλεται. ὩΣ ΕΦΑΤʼ ΩΚΥΠΕΤΗΣ ΙΡΗΞ· ἐπιλογιστικὸν τὸ σχῆμα καὶ ἀνακεφαλαιωτικόν· ΙΡΗΞ, ψιλωτέον. Ἐκ τοῦ ἴω γὰρ, τὸ πορεύομαι. Καὶ Ὅμηρος, Αὐτὸς δʼ ὥς τʼ ἴρηξ. Ἀττικῶς δὲ δασύνεται, ἐκ τοῦ ἵημι, τὸ πέμπω.
ὩΣ ΕΦΑΤʼ. Οὕτως εἶπεν ὁ ἱέραξ, ὁ ταχέως πετόμενος, ὁ ὄρνις ὁ ἐπὶ πολὺ παρατείνων τὴν πτῆσιν· ὦ Πέρση, σὺ δὲ μὴ κατὰ τὸν ἀετὸν ποίει, δηλονότι ἄλογον ὄντα ζῶον, ἀλλὰ λογικὸς ὢν ὑπάκουε δίκης, μὴ δʼ ὕβριν ἐπίτεινε. Τὴν ὕβριν δὲ ἀντιτίθησι τῇ δίκῃ, ὡς ταυτὸ δυναμένην τῇ ἀδικίᾳ· ἕπεται γὰρ τοῖς ὑβρισταῖς τὸ ἀδικεῖν· καὶ γὰρ ἡ ὕβρις ἡ κακὴ τῷ ἀγεννεῖ ἀνθρώπῳ ὑπάρχει εἰς τὸ χρῆσθαι αὐτὸν αὐτῇ κατʼ ἄλλων· οὐ μὴν δύναται φέρειν αὐτὴν ῥᾳδίως, οὐδὲ ὁ ἐσθλὸς, τουτέστιν ὁ κατʼ ἀρετὴν προέχων· βαρύνεται δὲ ὑπʼ αὐτῆς ἐντυχὼν βλάβαις, αὐτῇ ὤφειλεν, λέγει δὲ βλάβαις, ἐπιτείνων τὸ κακὸν τῆς ὕβρεως.
ΤΑΝΥΣΙΠΤΕΡΟΣ. Ὁ λίαν τανύων τὰ πτερὰ, ταχὺς, ὡς τὸ ΔΟΜΟΙΣΙ ΠΟΙΗΤΟΙΣΙ, τοῖς λίαν καὶ καλῶς πεποιημένοις.
ΣΥ Δʼ ΑΚΟΥΕ ΔΙΚΗΣ. Ἀντέθηκε τῇ δίκῃ τὴν ὕβριν· ὡς τῶν ὑβριστῶν μάλιστα ἀδίκων ὄντων, διότι χωρὶς αἰτίας χρώμενοι πολλῇ κακίᾳ προπηλακίζουσι τοὺς ἀσθενεστέρους. Ἦν δὲ καὶ ἐν τοῖς εἰρημένοις γένεσιν ἡ ὕβρις ἡ ἀποστήσασα τοὺς ἐκ τοῦ βʹ ἀπὸ τοῦ πρώτου. ΑΛΛΩΣ. Πρὸς ἀντιδιαστολήν φησι τῶν ἀλόγων ζώων· σὺ λογικὸς ὢν καὶ λόγοις καὶ νόμοις πολιτευόμενος, ἄκουε δίκης, μὴ δʼ αὔξανε τὴν ὕβριν καθάπερ τὰ ἄλογα ζῶα· τούτοις γὰρ ἴδιον τὸ ἀδικεῖν μὴ νόμῳ κυβερνωμένοις, ἀνθρώποις δὲ τὸ δικαιοπραγεῖν καὶ νόμοις ὑπείκειν καὶ πείθεσθαι.
ΣΥ Δʼ ΑΚΟΥΕ ΔΙΚΗΣ. Τὴν ἔκθεσιν τοῦ μύθου ἐπαγαγὼν, καὶ δείξας ὅτι ὑπὸ τῶν σθεναρῶν καταβλάπτονται οἱ ἀσθενεῖς ἀδίκως, ἀποστρέφει τὸν λόγον πρὸς τὸν Πέρσην, καί φησι· σὺ δὲ πειθόμενος ἔσο δικαιοσύνῃ καὶ κρίσεσι, μὴ δὲ ἄνευ δίκης, καθάπερ οἱ ἀλαζόνες καὶ ἄδικοι, ὄφελλε καὶ αὔξανε τὴν ὕβριν καὶ βλάβην καὶ ἀδικίαν.
ΟΥΔΕ ΜΕΝ ΕΣΘΛΟΣ. Οὐδὲ ὁ πάνυ ἀγαθὸς οἰστὴν νομίζει τὴν ὕβριν· οὐ γάρ ἐστιν ὕβρεως ἀφορητότερον οὐδὲν, βαρύνεται δὲ ὑπʼ αὐτῆς καὶ ἀγανακτεῖ. Λέγει δὲ ἐσθλοὺς οὐ τοὺς τῇ τύχῃ καὶ τῇ δυνάμει προέχοντας, ὥς φησι Πλούταρχος, ἀλλὰ τοὺς κατʼ ἀρετὴν προέχοντας, ἐκ τούτου μᾶλλον δεικνὺς τὴν ὕβριν ἀφόρητον. Οἱ μὲν γὰρ ἐν δυνάμει καὶ σφόδρα δυσχεραίνουσιν ἐπὶ ταῖς ἐκ τῶν ἀσθενεστέρων εἰς αὐτοὺς ὕβρεσιν· οἱ δὲ κατʼ ἀρετὴν ζῶντες καὶ ταύτας τὰς ὕβρεις διαπτύουσιν. Οὐδὲ γὰρ χείρων ἐγὼ, φησὶν ὁ Σωκράτης, ἂν ὁ δεῖνα ἐπὶ κόῤῥης πατάξῃ με ἀδίκως. Καὶ οὗτοι μὲν ὅλως βαρύνονται ἐπὶ ταῖς παρʼ ἄλλων ὕβρεσιν ἐγκύρσαντες ταῖς ἄταις. Ὡσεὶ ἔλεγε περιπεσόντες ταῖς ὕβρεσιν, ἃς ἐκάλεσαν ἄτας.
ὙΒΡΙΣ ΓΑΡ ΤΕ ΚΑΚΗ ΔΕΙΛΩι ΒΡΟΤΩι. Ἡ ὕβρις γὰρ, καὶ ἡ λοιδορία, καὶ ἡ βλάβη κακὴ τῷ δειλῷ καὶ τῷ ἀγεννεῖ ἀνθρώπῳ ὑπάρχει εἰς τὸ χρῆσθαι αὐτὸν αὐτῇ κατʼ ἄλλων, οὐχ ὡς ὁ Πρόκλος λέγει.
ΕΣΘΛΟΣ. Ἐθέλω, ἐθελὸς, καὶ ἐσθλός.
ῬΗΙΔΙΩΣ ΦΕΡΕΜΕΝ. Τὸ φερέμεν, μὴ ὡς Πρόκλος εἴπῃς, ὅτι οὐ δύναται φέρειν ὁ ἐσθλὸς τὴν ὕβριν, ἀλλὰ ἀντὶ τοῦ φερέμεν καὶ ἔχειν τὴν ὕβριν, τουτέστιν, ὁ ἀγαθὸς οὐκ εὐκόλως καὶ ἐπὶ μακραῖς αἰτίαις δύναται φέρειν καὶ ἔχειν τὴν ὕβριν, ἢ τὴν λοιδορίαν, ἢ τὴν κατά τινος βλάβην.
ὉΔΟΣ Δʼ ἙΤΕΡΗΦΙ. Ἐκ τῆς πρὸς τὴν ὕβριν παραθέσεως προτρέπει τῇ δικαιοσύνῃ μᾶλλον ἕπεσθαι· κρείσσων γάρ ἐστι, φησὶν, ἡ εἰς τὰ δίκαια ὁδὸς, ἑτέρα οὖσα τῆς ὕβρεως· κρείσσων δὲ εἰς τὸ διʼ αὐτῆς παρελθεῖν μᾶλλον, ἢ διὰ τῆς ἐναντίας τῆς κατὰ τὴν ὕβριν.
ΒΑΡΥΘΕΙ δὲ καὶ βαρύνεται ὑπʼ αὐτῆς. ΕΓΚΥΡΣΑΣ ΑΤΗιΣΙΝ, ἤτοι ἐμπεσὼν βλάβαις. Τουτέστιν, ἐὰν ἄκων καὶ ὀψέ ποτε ὁ ἀγαθὸς ὑπό τινος πικρανθεὶς ὑβρίσῃ ἢ λοιδορήσῃ ἢ βλάψῃ τινὰ, τοῦτο ποιήσας μεταμέλεται, ὅτι ποσῶς πρὸς τοῦτο κεκίνηται. Εἰ μὴ γὰρ δύναται κατὰ τὸν Πρόκλον τὴν ὕβριν ἢ τὴν λοιδορίαν ἢ τὴν βλάβην ὑπομεῖναι, τί σημεῖον χρηστότητος κέκτηται;
ὉΔΟΣ Δʼ ἙΤΕΡΗΦΙ ΠΑΡΕΛΘΕΙΝ. Ὑποδείξας τῷ ἀδελφῷ, ὅτι ἡ ὕβρις καὶ ἡ βία τῶν φαύλων εἰσὶν, οἱ δʼ ἀγαθοὶ οὐχὶ τοιοῦτοι, ἀλλʼ ἑτέρου τρόπου εἰσὶ, φησὶ πρὸς αὐτόν· σὺ γοῦν μὴ τὴν ὁδὸν καὶ τὸν τρόπον τῶν φαύλων τούτων πορευθῇς καὶ μετέλθῃς. Ἔστι δὲ ὁδὸς καὶ τρόπος ἕτερος κρείσσων ἀποκομίζων ἐς τὰ δίκαια, δηλονότι ὁ τῆς ἀγαθοεργίας, ὃν οἱ χρηστοὶ καὶ σπουδαῖοι μετέρχονται, ἣν καὶ σὲ πορευθῆναι βούλομαι.
ὉΔΟΣ Δʼ ἙΤΕΡΗΦΙ. Ὁδὸς δέ ἐστι καθʼ ἑτέραν μερίδα, κρείττων, ὥστε παρελθεῖν αὐτὴν, λέγω ἡ εἰς τὰ δίκαια ἄγουσα.
ΔΙΚΗ Δʼ ὙΠΕΡ ὙΒΡΙΟΣ ΙΣΧΕΙ. Ἡ δίκη, φησὶ, κἂν τὸ πρῶτον ἔλαττον σχῇ τῆς ὕβρεως, ἐν τῷ τέλει πάντως ἐκλάμπει, καὶ δείκνυται δὲ διὰ τῶν πραγμάτων κρείσσων οὖσα τῆς ὕβρεως· τῷ χρόνῳ γὰρ αὕτη μὲν φωρᾶται, καὶ περὶ αὐτὴν καταῤῥεῖ καὶ ταπεινοῦται· ἡ δὲ δίκη τὸ κράτος τὸ ἑαυτῆς ἀναδείκνυσιν οἷς ἐπακολουθεῖ· τὸν γὰρ τῇ ὕβρει χρώμενον, μετὰ τὸ παθεῖν τὰ ἀπὸ τῆς ὕβρεως κακὰ, δόντα τιμωρίαν, γινώσκειν ποιεῖ ἡλίκον ἡ ὕβρις κακόν. Τῆς δὲ δίκης δύο δηλούσης, ἢ τὴν θεὸν αὐτὴν, ἢ τὸ ἀπʼ αὐτῆς ἔργον, τοτὲ μὲν τὴν θεὸν καλεῖ δίκην, ἣν καὶ παρθένον ὀνομάζει· τοτὲ δὲ τὴν κρίσιν καὶ τὴν ποινήν· ὡς ὅταν λέγῃ, Τοῖς δὲ δίκην Κρονίδης τεκμαίρεται εὐρυόπα Ζεύς.
ΔΙΚΗ Δʼ ὙΠΕΡ ὙΒΡΙΟΣ ΙΣΧΕΙ. Ὑπερίσχει δὲ καὶ ὑπερέχει, ἀντὶ τοῦ τιμιωτέρα ὑπάρχει τῆς ὕβρεως, καὶ βλάβης, καὶ ἀδικίας ἡ δικαιοσύνη.
ΔΙΚΗ δʼ ὙΠΕΡ ὙΒΡΙΟΣ ΙΣΧΕΙ, Ἡ δίκη δὲ ὑπερέχει τῆς ὕβρεως, εἰς τέλος ἐξελθοῦσα, ἀντὶ τοῦ ἐλθοῦσα, καὶ μὴ ὑπὸ τῶν κριτῶν διαφθαρεῖσα. Τετραχῶς τίθησι τὴν δίκην· ἐπὶ τῆς σωματοειδοῦς θεᾶς, ἣν καὶ παρθένον ὀνομάζει· ἐπὶ τοῦ δικαίου· ἐπὶ τῆς κρίσεως· καὶ ἐπὶ τῆς τιμωρίας· ἐνταῦθα ἐπὶ τοῦ δικαίου.
ΕΣ ΤΕΛΟΣ ΕΞΕΛΘΟΥΣΑ. Τὸ ἀντιπίπτον λύει ὁ ποιητής. Εἰπὼν γὰρ, ὅτι ἡ δικαιοσύνη ὑπερέχει ὕβρεως καὶ ἀδικίας, ἤκουσεν ἂν παρὰ τοῦ Πέρσου, ἢ ἑτέρου τινὸς, ὅτι καὶ μὴν τοὺς ἀδίκους ὁρῶμεν πλέον τῶν χρηστῶν εὐθηνουμένους καὶ χαίροντας. Λύων γοῦν τοῦτο τὸ ἀντιπίπτον φησὶν, Ἐς τέλος ἐξελθοῦσα. Οἷον, ἀντὶ τοῦ κἂν μὴ παραυτίκα φανῇ τῆς δικαιοσύνης ἡ δύναμις, ἀλλὰ χρόνῳ ποτὲ ὕστερον ὁρᾶται, περιπιπτόντων συμφοραῖς τῶν ἀδίκων.
ΠΑΘΩΝ ΔΕ ΤΕ ΝΗΠΙΟΣ ΕΓΝΩ. Καὶ τοῦτο τοῦδε τοῦ ἀντιπίπτοντος στήριγμα, μετὰ καὶ παραινέσεως καὶ ἀποτροπῆς τῆς ἐκ τῆς ὕβρεως. Εἰπὼν γὰρ τὸ δίκη δʼ ὑπερέχει τῆς ὕβρεως, τὸ ἀντιπίπτον λύσας εἰρήκει ΕΣ ΤΕΛΟΣ ΕΞΕΛΘΟΥΣΑ, ἤτοι πληρωθεῖσα καιρῷ τινί. Εἶτα καὶ ἐκφοβῶν καὶ ἀποτρέπων τὸν Πέρσην τῆς ὕβρεως λέγει, Παθὼν δέ τε νήπιος ἔγνω· τουτέστιν, ὁ ἀπρόβουλος μὴ ποιῶν τὸ δίκαιον τότε γινώσκει, ὁπότε περιπέσῃ ταῖς συμφοραῖς· ὃ δηλονότι μὴ γένοιτό σοι παθεῖν, Πέρση, ἀλλὰ προβουλεύου, καὶ προόρα τὸ μέλλον, καὶ δίκαιος ἔσο.
ΠΑΘΩΝ ΔΕ ΤΕ ΝΗΠΙΟΣ ΕΓΝΩ. Τουτέστι, δίκην δοὺς ἐπὶ τῇ ὕβρει, ἔγνω ἡλίκον κακὸν ἡ ὕβρις. Αὐτίκα γὰρ τρέχει ἅμα, ἤγουν ἀκολουθεῖ, ὅρκος ταῖς δίκαις, ἤγουν ταῖς κρίσεσι ταῖς οὐκ ὀρθῶς δεδικασμέναις. ῬΟΘΟΣ δὲ, ἤγουν ἦχος, γίνεται ἑλκομένης τῆς δίκης, σὺν βίᾳ ἀγομένης ὅποι ἂν ἄγωσιν αὐτὴν οἱ ἄνδρες οἱ δωροφάγοι, ἤγουν οἱ κριταὶ, οἱ τὰ δῶρα πόρον ζωῆς ποιούμενοι, κρίνωσι δὲ τὰς θέμιστας, ἤγουν τὰς δίκας καὶ τὰς κρίσεις, ἐν κρίσεσι σκολιαῖς, ἤγουν ἀδίκως. Ἡ δὲ ἕπεται καὶ ἀκολουθεῖ κλαίουσα καὶ τὴν πόλιν ἐκείνην, ἐν ᾗ τοιοῦτοι δικάζουσι, καὶ τοὺς τρόπους τῶν λαῶν τῶν χαιρόντων τοιούτοις δικασταῖς, ἐνδυσαμένη ἀορασίαν, φέρουσα τοῖς ἀνθρώποις ἐκείνοις κακὸν, ἤγουν τιμωρίαν, οἵ τινες ἐξελαύνουσιν αὐτὴν, καὶ οὐκ εὐθεῖαν, ἤγουν δικαίαν, ἔδωκαν, τοῖς δικαζομένοις δηλονότι.
ΑΥΤΙΚΑ ΓΑΡ ΤΡΕΧΕΙ ὉΡΚΟΣ. Ἥγουν ἀκολουθεῖ ὅρκος ταῖς δίκαις, ἤγουν ταῖς κρίσεσι ταῖς ὀρθῶς δεδικασμέναις.
ΣΚΟΛΙΗιΣΙ ΔΙΚΗιΣΙΝ. Σκολιὰς δὲ δίκας λέγει νῦν τὰς κακῶς δεδικασμένας, διὰ τὸ μηδὲν ὑγιὲς φρονεῖν τοὺς δικάζοντας, ἀλλʼ ἐμπαθῶς δικάζειν· πᾶν γὰρ πάθος σκολιὸν, ὡς ἁπλοῦν τὸ ἀπαθές. Ταῖς οὖν σκολιαῖς δίκαις ἕπεται καὶ ἡ ἐπιορκία· οἱ γὰρ ὀρθῶς δικάζειν δόξαν ἔχειν ἐθέλοντες, ὤμνυον ὀρθῶς δικάσειν, ἀλλʼ οὐ σκολιῶς. Τρέχει γὰρ ὁ ὅρκος ἅμα ταῖς σκολιαῖς δίκαις, ὁμοῦ τε θέων πρὸς τοὺς μὴ δικάσαντας ὀρθῶς. Δηλοῖ δὲ τὸ θέειν, τὸ παρὰ πόδας ἐπακολουθεῖν τὴν ἐκ τῆς ἐπιορκίας τιμωρίαν τοῖς σκολιῶς δικάσασι.
ΑΥΤΙΚΑ ΓΑΡ ΤΡΕΧΕΙ ὉΡΚΟΣ. Κατασκευάζων πῶς ἡ δικαιοσύνη ὑπερφέρει τῆς ὕβρεως, φησί. Σκολιῶν γὰρ δικῶν, καὶ κακοκρισιῶν γινομένων, ἕπονται ὅρκοι· τῆς δὲ δικαιοσύνης ἑλκομένης, καὶ μετατρεπομένης, ᾗ καὶ ὅπου ἂν ἄγωσιν αὐτὴν οἱ δωροφάγοι κριταὶ, ῥόθος, καὶ ἦχος, καὶ θόρυβος γίνεται τῶν ἀδικουμένων, δηλονότι ὀδυρομένων καὶ θρηνούντων, καὶ ἑτέρων πολλῶν καταβοωμένων τὴν ἄδικον κρίσιν αὐτῶν.
ῬΟΘΟΣ ἙΛΚΟΜΕΝΗΣ. Τὸν ῥόθον οἱ μὲν ἤκουσαν τὸν ψόφον, ὅθεν καὶ ῥόθιον καλεῖσθαι τὸ κτυποῦν κῦμα καὶ ῥεῦμα. Πλούταρχος δὲ βοιωτάζων — οὕτω γὰρ καλεῖν φασὶ Βοιωτοὺς — τὰς ὀρεινὰς ὁδοὺς τὰς στενὰς καὶ δυσάντεις ῥόθους ὀνομάζεσθαί φησιν. Εἰ οὖν τοῦτο κρατοίη, λέγοι ἂν ὅτι τῆς δίκης ἑλκομένης ὑπὸ τῶν ἐπὶ δώροις τὰς δίκας κρινόντων σκολιῶς, ῥόθος ἐστὶ, τουτέστι, δυσάντης ἡ ὁδὸς καὶ τραχεῖα, διʼ ἧς ἕλκεται ὑπὸ τῶν δικαστῶν· ἀντίκειται γὰρ τῷ εὐθεῖ τὸ σκολιὸν, καὶ τῷ λείῳ τὸ τραχὺ, καὶ τῷ εὐδιοδεύτῳ τὸ στενὸν καὶ δυσχωρίαν ἔχον· τοιαύτη δέ ἐστι πᾶσα μοχθηρὰ κρίσις.
ΣΚΟΛΙΗιΣΙ ΔΙΚΗιΣΙΝ. Τῆς ἀδίκου δίκης κρίνωσι τὰς θέμιστας, καὶ συγκαταθέσεις νῦν. Ταῦτα δὲ οὐδὲν ἔχουσι περινενοημένον, οὐδὲ ἑρμηνείας δεόμενον. Πρόκλος δʼ ἐν τούτοις μᾶλλον πολυλογεῖ, ῥόθους λέγων τὰς τραχείας ὁδοὺς, καὶ λόγους ἀκαίρους ἐπαύξων. Διὸ καὶ ἡμεῖς τὸ τῶν νέων ψευδόλιχνον δεδιότες, ματαίως τοσαῦτα γεγράφαμεν· ἀλλʼ οὐκέτι τοῖς σαφεστάτοις πάνυ ληρήσομεν. Ἡ δὲ σύνταξις οὕτως ἔχει· Τῆς δὲ δίκης ἑλκομένης ᾗ κεν ἄνδρες ἄγωσι δωροφάγοι, κρίνωσι δὲ τὰς θέμιστας τῆς σκολιᾶς δίκης, ῥόθος καὶ θόρυβος καὶ ἦχος γίνεται, ἀπὸ μεταφορᾶς τῶν κυμάτων. Ἢ κατὰ Πρόκλον ῥόθος, ἡ τραχεῖα ὁδός. Ἄγωσι δὲ καὶ κρίνωσι γραπτέον· ὁ γὰρ τε καὶ ὁ κε παρὰ ποιηταῖς καὶ τοῖς Ἴωσιν ὑποτάσσει.
Ἡ Δʼ ἙΠΕΤΑΙ ΚΛΑΙΟΥΣΑ. Ἕπεται μὲν ἑλκομένη διὰ τραχείας ὁδοῦ καὶ δυσβάτου· καὶ οὐκ αὐτὴ ἄγουσα ἡ δίκη, ἀλλʼ ἀγομένη βιαίως, ὃ δηλοῖ τὸ ἕλκεσθαι αὐτὴν ὡς βιαζομένην ὑπὸ τῶν δωροφάγων κριτῶν. Ἕπεται δὲ ἀποκλαίουσα τὴν πόλιν, ἐν ᾗ τοιοῦτοι δικάζουσι, καὶ τὰ ἤθη τῶν χαιρόντων τοιούτοις δικασταῖς· κακὸν δὲ φέρει ἀνθρώποισι, μετʼ οὐ πολὺ τιμωρίαν αὐτοῖς ἐπάγουσα τῆς πονηρᾶς κρίσεως. Ὁ μὲν οὖν κλαυθμὸς, δηλοῖ τὸν ἔλεον τῆς μοχθηρᾶς προαιρέσεως· ἡ δὲ φορὰ τοῦ κακοῦ τὴν ἴασιν. Οὕτως γὰρ ἡμᾶς ἐλεοῦν τὸ θεῖον ποινὰς ἀπαιτεῖ, καὶ τοὺς ἐξελαύνοντας οὖν τὴν ὡς ἀληθῶς δίκην, ἐλέους μέτεισιν ἡ δίκη. Καὶ τοὺς οὐκ ἰθεῖαν αὐτὴν νείμαντας τοῖς δικαζομένοις ἐπὶ τὸ ἰθὺ μεθίστησιν ἀπὸ τοῦ σκολιοῦ ἤθους. Καὶ γὰρ ἑλκομένη διὰ τῆς στενῆς ὁδοῦ καὶ τραχείας ἐπανακαλεῖται τοὺς ἕλξαντας αὐτὴν εἰς τὴν πλατεῖαν ὁδὸν αὐτῇ καὶ λείαν, ὥστε δοκεῖν μὲν ἕλκεσθαι ὑπὸ τῶν κακῶς αὐτὴν μετιόντων, ἐκεῖνοι δὲ εἵλκοντο ὑπὸ τῶν ἐν αὐτοῖς παθῶν δοκοῦντες ἕλκειν.
Ἡ Δʼ ἙΠΕΤΑΙ ΚΛΑΙΟΥΣΑ. Τοῦτο προσωποποιΐα ἐστὶ, ὃ καὶ ἔμψυχος καὶ γλυκὺς λόγος λέγεται· εἰσάγει γὰρ τὴν δικαιοσύνην ἡττωμένην, καὶ κατόπιν ἐρχομένην τῆς ἀδικίας, ἤγουν τὰ δευτερεῖα φέρουσαν, καὶ ὀδυρομένην καὶ κλαίουσαν τὴν πόλιν, καὶ τὰ ἤθεα, ἤτοι τοὺς τόπους καὶ τὴν διατριβὴν τῶν λαῶν, καὶ ἀοράτως βλάπτουσαν τοὺς ἀδίκους ἀνθρώπους. Ταῦτα σαφῆ καὶ μὴ μακρηγορίας δεόμενα. Ὁ δὲ μακρηγορίας ἀκαίρους ζητῶν, ὁράτω τὸν Πρόκλον, Ἡμεῖς γὰρ οὐ λῆρον ἀσκοῦμεν ψυχρῶν λογυδρίων, ἀλλὰ τὰ καίρια γράφομεν, μὴ δὲ τὰς λέξεις φυσσῶντες, καὶ διογκύλλοντες στομφαστικοῖς καὶ μετεώροις λαβράσμασιν, ἀλλὰ πεζῇ καὶ ἁπλοϊκῇ καὶ συνηθεστέρᾳ τῇ λέξει κεχρήμεθα, διδασκαλικῷ κεχρημένοι τῷ τρόπῳ, καὶ μὴ τὴν ἑαυτῶν δύναμιν ἐνδεικνύμενοι περὶ τὴν τῶν λέξεων ἀποτόρνευσιν.
ΟΙ ΔΕ ΔΙΚΑΣ ΞΕΙΝΟΙΣΙ. Ταῦτα παιδευτικῶς σωφρονίζει τοὺς δικαστὰς, εἰς τὸ δίκαιον ὁρᾷν παραινοῦντος, κἀπὶ πολιτῶν κἀπὶ ξένων, καὶ μάλιστα ἐπὶ τούτων, διότι τοὺς βοηθοῦντας οὐκ ἔχουσι, καὶ βιάσασθαι ῥᾴδιον ἐρήμους ὄντας αὐτούς. Ἀνθεῖ οὖν ἡ πόλις, ἐν ᾗ δικασταὶ δίκαιοι κάθηνται, καὶ εἰρήνη πάντως ἐστὶν ἀνὰ τὴν πόλιν ταύτην. Τὰ γὰρ δίκαια φρονοῦσι πόλεμος οὐκ ἐπάγεται παρὰ θεοῦ δίκην αὐτοὺς ἀπαιτοῦντος.
ΟΙ ΔΕ ΔΙΚΑΣ ΞΕΙΝΟΙΣΙ. Οὐκ ἔχω πῶς ἐξηγήσομαι τὰ ἐνταῦθα Ἡσιόδου σαφέστερον, ἢ ὅτι παιδευτικῶς φησὶ ταῦτα πρὸς τὸν ἀδελφὸν, ἀποτρέπων μὲν αὐτὸν ἀδικίας καὶ ἁρπαγῶν, προτρέπων δὲ πρὸς τὸ τὰ δίκαια δρᾷν· ἐν τῷ πρώην μὲν δεῖξαι, οἷον ἐστὶ τὸ τέλος τοῖς ἀδικοῦσι. Νῦν δὲ λέγει καὶ τὸ ἀντίθετον, ὁποῖα ἕπεται τοῖς δικαιοπραγοῦσιν.
ΟΙ ΔΕ ΔΙΚΑΣ ΞΕΙΝΟΙΣΙΝ. Οἱ δὲ διδοῦσι δίκας δικαίας, ἤγουν κρίσεις, τοῖς ξένοις καὶ τοῖς ἀστοῖς, καὶ μὴ κατά τι ἐκκλίνουσι τοῦ δικαίου, τούτων ἡ πόλις εὐπραγεῖ, οἱ λαοὶ δὲ ἀνθηροί εἰσιν ἐν αὐτῇ. Τῷ ξένῳ ἀντίκειται ὁ ἀστὸς, τῷ ἐνδήμῳ δὲ ὁ ἀπόδημος. Ἄλλως ἀρξάμενος, ἄλλως ἀποδίδωσι τὸν λόγον, ὥσπερ ἀπὸ μεταμελείας· συνήθης δὲ οὗτος ὁ σχηματισμὸς καὶ παρὰ τῷ πεζῷ λόγῳ. Φαρέτραι μὲν οὖν χρυσόπαστοι, καὶ χρυσαῖ, καὶ τὰ ἐν αὐταῖς βέλη, γυμνὴ τούτων ἡ ἀγέλη πᾶσα.
ΤΟΙΣΙ ΤΕΘΗΛΕ ΠΟΛΙΣ. Εἰ γὰρ ὁ πόλεμος φθαρτικὸς καὶ ὀλιγανθρωπίας αἴτιος, εὔδηλον ὅτι ἡ εἰρήνη πολυανθρωπίαν ἐργάζεται, καὶ διὰ τοῦτο ΚΟΥΡΟΤΡΟΦΟΣ· ἄλλοι μὲν οὖν τὴν γῆν κουροτρόφον ὕμνησαν, ὡς καρποὺς ἐκφέρουσαν· οὗτος δὲ τὴν εἰρήνην, οὐ μόνον ὡς τῶν πολεμίων ἐκτεμνόντων τοὺς καρποὺς, οἷς ἂν ἐπίωσιν· ἀλλὰ καὶ ὡς σώζουσαν τοὺς οὓς ἀπολλύουσιν οἱ πολέμιοι.
ΤΕΘΗΛΕ ΠΟΛΙΣ, Ἀντὶ τοῦ χαίρει, αὔξει, πληθύνεται. Τροπικὴ δὲ ἡ λέξις, ἀπὸ τῶν θαλλόντων δένδρων.
ΑΝΘΕΥΣΙΝ. Ἀνθοῦσιν, Αἰολικῶς καὶ Δωρικῶς. Τὸ γὰρ ε καὶ ο τριχῶς συναιρεῖται· Αἰολικῶς εἰς τὴν ευ δίφθογγον· τοῦ Ἀχιλλέως γὰρ ἡμεῖς φαμὲν, ἐκεῖνοι δὲ τοῦ Ἀχιλλεῦς. Ἀττικῶς δὲ τὸ ε καὶ ο εἰς τὴν ει δίφθογγον κιρνᾶται, δέον δεῖν, πλέον πλεῖν· Ἰωνικῶς δὲ, εἰς τὴν ου δίφθογγον, ἐμέο ἐμοῦ, σέο σοῦ, καὶ τὰ ὅμοια. Τὸ ἀνθοῦσι τροπικῶς εἶπεν, ἀντὶ τοῦ θάλλουσιν, καὶ ἐν εὐθυμίᾳ καὶ ἀγλαΐᾳ καὶ χαρᾷ διάγουσι.
ΚΟΥΡΟΤΡΟΦΟΣ. Κουροκτόνος μὲν ὁ πόλεμος, κουροτρόφος δὲ ἡ εἰρήνη. Καὶ τοῖς μὲν ἀδίκοις, φησὶν, ἡ Εἱμαρμένη πολέμους ἐπάγει τοὺς ἀνδροκτόνους. Ἐκ γὰρ μικρᾶς ἀφορμῆς ἀναῤῥιπίζονται φόνοι. Οἷς δὲ τιμᾶται τὸ δίκαιον, εἰρήνη λαοτρόφος ἀνθεῖ. Κουροτρόφον δὲ αὐτὴν εἶπε, καίτοι γε καὶ γηροτρόφον οὖσαν, καὶ βρεφοτρόφον, ἀπὸ τῆς τῶν ἡλικιῶν βασιλικωτάτης καὶ κρείττονος. Κουροτρόφος ἐνεργητικὸν, ἡ τρέφουσα τοὺς κούρους· κουρότροφος δὲ παθητικὸν, ὁ τρεφόμενος κοῦρος.
ΕΙΡΗΝΗ Δʼ ΑΝΛ ΓΗΝ. Εἰρήνη δέ ἐστι κατὰ τὴν γῆν αὐτῶν τοὺς νέους αὔξουσα. Ἀπὸ τοῦ ἐναντίου τοῦτο κατασκευάζει· εἰ γὰρ ὁ πόλεμος φθαρτικὸς τῶν ἀνθρώπων, τῇ τε τῶν καρπῶν ἀπωλείᾳ διʼ ὧν τρέφονται ἄνθρωποι, καὶ τοῖς φόνοις, εὔδηλον ὅτι ἡ εἰρήνη πολυανθρωπίαν ἐργάζεται· καὶ διὰ τοῦτο κουροτρόφος. Οὐδέποτε βουλεύει κατʼ αὐτῶν ὁ τῶν βροντῶν αἴτιος Ζεὺς πόλεμον ἀνιαρὸν, ἤγουν λυπηρόν· οὐδέποτε ἀκολουθεῖ τοῖς ἀνθρώποις τοῖς εὐθείας ποιοῦσι τὰς κρίσεις λιμὸς, ἤγουν τροφῶν ἔνδεια, οὐδὲ ἄτη, ἤγουν βλάβη· ἔργα δὲ καρποῦνται, ἀπολαύουσι, διὰ φροντίδος ὄντα θαλίαις, εὐωχίαις, ἤγουν θαλερὰ καὶ εὐθηνούμενα· τὸ γὰρ διὰ φροντίδος ὂν τῇ θαλίᾳ, οὐδὲν ἄλλο πάντως ἂν εἴη. Ἔργα δὲ λέγει τοὺς ἀπὸ ἐργασίας καρπούς.
ΑΡΓΑΛΕΟΝ. Ἐκ τοῦ ἔργου τὸ χαλεπὸν καὶ δυσχερὲς, ἐργαλέον, καὶ ἀργαλέον, Ἢ παρὰ τὸ ἄλγος, ἀλγαλέον, καὶ ἀργαλέον.
ΤΕΚΜΑΙΡΕΤΑΙ. Νῦν πληροῖ, ἐπιφέρει.
ΕΥΡΥΟΠΑ ΖΕΥΣ. Ἡ μεγαλόφωνος Εἱμαρμένη. Μεγαλόφωνον δὲ τὴν Εἱμαρμένην λέγει, ὡς ὄπισθεν ὑψιβρεμέτην διὰ τὰς βοάς τε καὶ ἀναῤῥήσεις τῶν εὐτυχούντων, τῶν ἀτυχούντων δὲ καταῤῥήσεις καὶ ὀνειδισμούς.
ΟΥΔΕ ΠΟΤʼ ΙΘΥΔΙΚΑΙΣΙ. Ταῦτά ἐστι τὰ μάλιστα πιέζοντα τὸν βίον, πόλεμοι καὶ λιμοί· ταῦτα οὖν ἀπεληλάσθαι τῶν πόλεων φησὶν, ἐν αἷς ἰθυδίκαι εἰσὶν οἱ ἄρχοντες, πάσης ἄτης ἐξεληλαμένης τῆς ἐκ τῶν παρανόμων· ἐν θαλίαις δὲ ἀεὶ ζώντων τῶν ἀνθρώπων, καὶ τὰ ἔργα τὰ περὶ τὴν γῆν νεμομένων ἐν ταύταις. Οὔκουν οὐδʼ οἱ Λακεδαιμόνιοι λιμὸν εὐλαβοῦντο διʼ εὐτέλειαν διαίτης, ἣν ἔχοντες τῶν ἀδικιῶν ἐκαθάρευον· ταῖς γὰρ πολυτελείαις ἡ πλεονεξία συνεισελθοῦσα λιμοῦ γίνεται πρόξενος.
ΟΥΔΕ ΠΟΤʼ ΙΘΥΔΙΚΑΙΣΙ. Τοῖς δικαίως κρίνουσιν ἀνδράσιν οὔτε λιμὸς ἐπέρχεται, διὰ τὸ πανταχόθεν ἐμπόρους καταίρειν αὐτοῖς, ὡς τοῦ δικαίου ἀντεχομένοις· οὔτε βλάβαι καὶ πόλεμοι, καὶ μοιχεῖαι, οὐχ ἁρπαγαὶ, οὐκ ἄλλο τοιοῦτον οὐδέν. Αἰδεῖται γὰρ καὶ βάρβαρος ἀδίκου πολέμου κατάρχεσθαι. Μοιχεία δὲ, καὶ τὰ τοιαῦτα, παντελῶς τοῖς ἐκ νόμων δικαίοις ἐκκόπτεται τιμωρήμασιν.
ΤΟΙΣΙ ΦΕΡΕΙ. Τοῖς θεοφιλέσιν· οὗτοι δέ εἰσιν οἱ κατὰ δίκην ζῶντες, οἷς καὶ τὰ ἀπὸ τοῦ παντός φησιν ἐπακολουθεῖν, προτρέπων εἰς εὐζωΐαν, τῷ τὴν γῆν φέρειν τούτοις καρποὺς ἱκανούς. Βίον γὰρ τούτους καλεῖ, πρὸς διατροφὴν ὄντας ἐπιτηδείους, τῷ τὰς δρῦς ἔν τε τοῖς ἄκροις βαλάνους, καὶ ἐν τοῖς μέσοις αὐτῶν κατὰ τὰ ἔγκοιλα μελίσσας ἐκτρέφειν — εἰώθεσαν γὰρ ἐν ἐκείνοις τὴν τῶν μελισσῶν ἐργάζεσθαι τιθασσείαν οἱ μελισσουργοί· — τῷ τὰς ὄϊς σκέπην παρέχειν τοῖς εἰρίοις οἷς ἐκφέρουσιν ἢ ἐκφύουσι, τῷ τὰς γυναῖκας ὅμοια τίκτειν τοῖς ἀνδράσι σωφρονούσας· καὶ γὰρ τὰ πολλὰ τῶν ἀμβλωθριδίων καὶ τῶν τεράτων ἐξ ἀκρασίας γίνονται καὶ πλησμονῆς· ἕπεται δὲ τούτοις μηδὲ δεῖσθαι πλούτου, καὶ ἐμπορίας καὶ πλοίων, ἀρκούντων τῶν ἐκ τῆς χώρας γινομένων εἰς διατροφὴν τοῖς σωφρονοῦσιν. ΑΛΛΩΣ. Ἀπὸ μέρους ὅλα εἶπε τὰ δένδρη, ὅτι ἐν τοῖς ὄρεσι φέρουσι καρπὸν, καὶ διπλοῦν καρπόν. Ἄνωθεν μὲν ἐπὶ τὸ ἄκρον καρπὸν, ἐν δὲ τῷ μέσῳ μέλι. Ἔχουσι γὰρ κοιλώματα εἰς ἃ τὸν ἄνεμον φεύγουσαι αἱ μέλισσαι δύνουσι καὶ μελιττοποιοῦσι. Διὸ καὶ μέλισσαι ὑπʼ ἐνίων καλοῦνται, διὰ τὸ ἐν μελίαις εἶναι. Οἰκεῖα δὲ ταῦτα πρὸς φιλάργυρον διεγεῖραι αὐτὸν εἰς τὸ δικαιοπραγεῖν. Διὰ δὲ τοῦ εἰπεῖν, ΟΥΔʼ ΕΠΙ ΝΗΩΝ ΝΙΣΣΟΝΤΑΙ, ὑπόνοιαν δίδωσιν, ὅτι μυσάττεται καὶ αὐτὸς τὸν πλοῦν, διὰ τοὺς πολλοὺς παρʼ ἐλπίδα κινδύνους.
ΦΕΡΕΙ ΜΕΝ ΓΑΙΑ ΠΟΛΥΝ ΒΙΟΝ. Γαῖαν νῦν τὴν ἀρόσιμον λέγει· ΒΙΟΝ δὲ τὰς τροφὰς τὰς ἐκ τῶν σπερμάτων.
ΟΥΡΕΣΙ ΔΕ ΔΡΥΣ. Οὐχ ὅτι τὰ ὄρη γῆ οὐκ εἰσὶν, ἀλλʼ ἐκ τοῦ κυριωτέρου τὴν ἀρόσιμον ἐκάλεσε γῆν. Ἐν τοῖς ὄρεσι δὲ καὶ τοῖς ἀγεωργήτοις τῆς γῆς μέρεσιν αἱ δρῦς, ἀντὶ τοῦ πάντως τὰ δένδρα, ἐν τῇ ἄκρῃ μὲν φέρουσιν ὀπώρας· ἐν τῇ μέσῃ δὲ, ἤτοι ἐν τοῖς κοιλώμασι τῶν στελεχῶν, μελίσσας.
ΤΟΙΣΙ ΦΕΡΕΙ ΜΕΝ. Τούτοις τοῖς κατὰ δίκην ζῶσιν, ἤγουν χάριν τούτων, φέρει ἡ γῆ πολὺν βίον, ἤγουν καρποὺς πολλοὺς εἰς ζωάρκειαν· ἐν τοῖς ὄρεσι δὲ ἡ δρῦς, ἀπὸ μέρους πάντα τὰ δένδρα δηλοῖ, κατὰ τὴν ἄκραν μὲν, ἤγουν τὴν κορυφὴν, φέρει βαλάνους, ἤγουν ποιεῖ, γεννᾷ, κατὰ τὴν μέσην δὲ μελίσσας, ἐκτρέφει δηλονότι· οὐ γὰρ δυνατὸν λαμβάνεσθαι ἀπὸ κοινοῦ τὸ φέρειν κατὰ τὸ αὐτὸ σημαινόμενον. Συνυπακούεται οὖν τὸ οἰκεῖον κατʼ ἀναλογίαν τοῦ προῤῥηθέντος.
ΕΙΡΟΠΟΚΟΙ Δʼ ΟΙΕΣ. Πόκους ἐρίων τρέφοντες.
ΕΙΡΟΠΟΚΟΙ Δʼ ΟΙΕΣ. Αἱ ὄϊες δὲ, ἀφʼ ὧν οἱ πόκοι τῶν ἐρίων, ὑπὸ τῶν μαλλῶν καταβαροῦνται. Τίκτουσι δὲ αἱ γυναῖκες τέκνα ὡμοιωμένα τοῖς γονεῦσι κατὰ τὸ εἶδος δηλονότι, διὰ τὸ μὴ μοιχεύεσθαι. Θάλλουσι δὲ, ἤγουν εὐθηνοῦνται, ἐν ἀγαθοῖς διαπαντὸς, διὰ τέλους, ἀπὸ τῆς δια προθέσεως καὶ τοῦ πέρας τὸ τέλος, τὸ ΔΙΑΜΠΕΡΕΣ· πλεονάζει δὲ ἐν αὐτῷ τὸ μ.
ΕΟΙΚΟΤΑ ΤΕΚΝΑ ΓΟΝΕΥΣΙΝ. Διὰ τὸ σφοδρῶς ἐν τοῖς δικαιοπραγοῦσι τιμωρεῖσθαι τοὺς μοιχεύοντας.
ΟΥΔʼ ΕΠΙ ΝΗΩΝ ΝΕΙΣΣΟΝΤΑΙ. Ὁρμῶσι, πλέουσι. Δείκνυσι δʼ ἐντεῦθεν Ἡσίοδος, ὡς ἀπηχθημένως τῇ ναυτιλίᾳ διάκειται· καὶ ὅτι τοῖς ἀγαθοῖς καὶ δικαίοις οὐκ ἀναγκαῖόν ἐστιν ἐμπορεύεσθαι, καὶ τῆς πατρίδος ἀποδημεῖν. Ἄλλοι γὰρ ἀλλαχόθεν καταίροντες διὰ τὰς τούτων εὐθυδικίας τοὺς τούτων λιμένας καὶ τὰ νεώρια τῶν ἐμποριῶν πληροῦσι. Ταῦτα δὲ πάντα, ὡς ἔφημεν, παιδευτικῶς φησὶ πρὸς τὸν ἀδελφὸν, ἵνα τὰς ἀμοιβὰς τῆς βίας καὶ ὕβρεως καὶ τῆς δικαιοσύνης εἰδὼς, ἀνθέξηται πάντως τῆς κρείττονος μοίρας.
ΟΥΔʼ ΕΠΙ ΝΗΩΝ ΝΕΙΣΣΟΝΤΑΙ, Ἤγουν οὐδὲ ἐπὶ νηῶν ἐπιβεβηκότες πορεύονται, καρπὸν δὲ φέρει αὐτοῖς δηλονότι ἡ ζείδωρος ἄρουρα, ἤγουν ἡ εἰργασμένη γῆ ἡ τὰ πρὸς ζωὴν δωρουμένη. Ἀνωτέρω εἴρηκε τὴν γῆν ἁπλῶς φέρειν αὐτοῖς βίον, ἐνταῦθα δὲ τὴν ἠροτριασμένην· ἐπεὶ ἡ γῆ τὰ μὲν δίδωσιν μηδενὸς ἐπιμελείας ἐπιμελουμένου, τὰ δὲ ἀρουμένη καὶ ἐπιμελείας τυγχάνουσα. ΝΕΙΣΣΟΝΤΑΙ διὰ διφθόγγου καὶ δύο σσ, τὸ μὲν ὅτι ἀπὸ τοῦ νέομαι, τὸ δὲ ὅτι τετάρτης ἐστὶ συζυγίας, ὡς τὸ βδελύσσομαι καὶ φοινίσσομαι.
ΟΙΣ Δʼ ὙΒΡΙΣ ΤΕ ΜΕΜΗΛΕ. Ἀντὶ τοῦ, ὅσοις. Ἐπανακυκλοῖ δὲ τὸν λόγον, ἵνα μὴ λάθῃ τῆς ἀπειλῆς. Τὰ οὖν ἀνταποδιδόμενα τῇ μοχθηρίᾳ διὰ τούτων παρίστησιν, δεικνὺς τίνα ἔκγονα ἐκ τῆς ὕβρεως· κατὰ δίκην ἐστὶ τὸ τελευτᾷν εἰς τιμωρίαν τοῖς πονηροῖς τὴν τοιαύτην ζωήν.
ΟΙΣ Δʼ ὙΒΡΙΣ ΤΕ ΜΕΜΗΛΕ, Οὐκ οἶδα ποίαν ἀβελτηρίαν τῶν ἀνδρῶν καταγνῶ, οἳ τὸν Ἡσίοδον Ὁμήρῳ συγκρίνουσι, καὶ οὐκ ἐρυθριῶσι λέγειν, ὡς νενίκηκεν. Εἰ μὲν σκυτέα τινὰ νενίκηκεν Ὅμηρον, οὐκ ἔχω λέγειν τὸ ἀκριβές· Ὅμηρον δὲ μή τοι γε τὸν Φωκέα, καὶ τὸν Εὔφρονος, ἀλλʼ οὐδὲ τὸν νεώτερον τὸν Βυζάντιον, τὸν Ἀνδρομάχης υἱὸν, ἀποπεφασμένως εἴποιμι ὡς νενίκηκεν. Ὅμηρον δὲ τολμῆσαι τὸν μέγαν εἰπεῖν, παραπληξίας καὶ μανίας καὶ ἀτοπίας ἐσχάτης ἐστί. Καὶ γὰρ τὰ ἔπη τούτου κίβδηλα ἐν πολλοῖς· ἀλληνάλλως γὰρ κέχρηται τοῖς διχρόνοις, ὥσπερ οἱ καθʼ ἡμᾶς· καὶ ὁ νοῦς δὲ τῶν ἐπῶν τοῦ ἀνδρὸς παρεφθορώς τε καὶ ἀφαυρὸς, καὶ πολλάκις μεταπηδῶν, καὶ μὴ ἔχων τὸ βέβαιον. Ὡς νῦν τὸ, Οἷς δʼ ὕβρις τε μέμηλε, καὶ ἕτερα· τὰ δὲ τοῦ θείου Ὁμήρου, ἀμβροσίᾳ πάντα καὶ νέκταρι συγκέκραται, καὶ οὐδὲ νυγμὴν ἢ ξυσμὴν ἐπιλήψιμον ἔχουσιν.
ΟΙΣ Δʼ ὙΒΡΙΣ ΤΕ ΜΕΜΗΛΕ. Ἄκαιρος ταυτολογία ἐνταῦθά ἐστιν· εἶπε γὰρ καὶ πρώην περὶ τούτου, Ὕβρις γάρ τε κακὴ δειλῷ βροτῷ, — καὶ τὰ τῇ ὕβρει, ἤγουν τῇ βίᾳ, ἑπόμενα· καὶ νῦν δὲ πάλιν περὶ τούτου φησὶν ἐπιλαθόμενος, ὥσπερ οἱ ἐν βαλανείῳ οὐρήσαντες, καθάπερ λέγουσι τὰ γραΐδια. Τοῖς δὲ δίκην καὶ τιμωρίαν τεκμαίρεται, καὶ πληροῖ, καὶ δίδωσιν ἡ Εἱμαρμένη. Καὶ τὸ τοῦ Διὸς ὄνομα, ἤτοι τῆς Εἱμαρμένης, τετράκις ἐνταῦθα κεῖται ἀδολεσχούμενον· ΕΥΡΥΟΠΑ ΖΕΥΣ, ΚΡΟΝΙΩΝ, ΖΗΝΟΣ ΦΡΑΔΜΟΣΥΝΗιΣΙΝ· καὶ τὸ ΚΡΟΝΙΩΝ ΑΠΟΤΙΝΝΥΤΑΙ· συντακτέον καὶ οὕτως, ἢ καθεξῆς τοὺς στίχους ὡς κεῖνται. Τὸ δὲ ΤΟΙΣΙΝ Δʼ ΟΥΡΑΝΟΘΕΝ, οὐ σολοικόν ἐστιν, ἀλλὰ περιληπτικὸν, ἤγουν τῇ πόλει. Ἡ γὰρ πόλις ἑνικῷ ἀριθμῷ τοὺς ἐν αὐτῇ πάντας περιέχει. Καὶ τὸ ὉΣ ΤΙΣ δὲ ὁμοίως τῇ ἀδηλίᾳ πλῆθος σημαίνει. Συντακτέον γοῦν ἢ καθεξῆς τοὺς στίχους ὡς κεῖνται, ἢ οὕτως, Οἷς δʼ ὕβρις τε μέμηλε— καὶ τὸ, Τοῖς δὲ δίκην τεκμαίρεται εὐρυόπα Ζεύς. Τοῖσι δὲ— Ἀντὶ τοῦ, τοῖσιν οὐρανόθεν μὲν ἐπήγαγεν πῆμα Κρονίων. Μέχρις ὅλου τοῦ, Ἢ νέας ἐν πόντῳ Κρονίδης ἀποτίννυται αὐτῶν. εἶτα τοὺς δύο στίχους, τὸν Πολλάκις, καὶ τὸν Ὅς τις ἀλιτραίνει.
ΟΙΣ Δʼ ὙΒΡΙΣ ΤΕ ΜΕΜΗΛΕ. Ἐπανακυκλοῖ τὸν λόγον κατʼ εἶδος παριστῶν τὰ ἀνταποδιδόμενα τῇ μοχθηρίᾳ· καὶ φησὶν, ὅσοις δὲ διὰ φροντίδος ἐστὶ καὶ ὕβρις κακὴ, καὶ χαλεπὰ ἔργα, τούτοις, ἤγουν κατὰ τούτων, τιμωρίαν βουλεύει ὁ τῶν βροντῶν αἴτιος Ζεύς. Πολλάκις καὶ ὁλόκληρος πόλις ἀπολαύει κακοῦ ἀνδρὸς, ἀντὶ τοῦ βλάβης ἐπακολουθούσης κακίᾳ κακοῦ ἀνδρὸς, ὅστις ἁμαρτάνει καὶ ἀνόσια μηχανᾶται. Κατασκευαστικὰ δὲ ταῦτα τίθησι διὰ μέσου, ὥστε δηλονότι εἰ διʼ ἕνα κακὸν πᾶσα ἡ πόλις ἀπολαύει πολλάκις κακοῦ, τί ἂν ταύτῃ τῇ πόλει γένοιτο, ὅταν ἐν αὐτῇ πολλοὶ ἁμαρτάνωσιν. Εἶτα συνάπτει τὸν λόγον πρὸς τὰ ἀνωτέρω· καί φησι, τοῖσιν δʼ οὐρανόθεν κ. τ. λ.
ΠΟΛΛΑΚΙ ΚΑΙ ΞΥΜΠΑΣΑ ΠΟΛΙΣ. Τοῦτο δοκεῖ μὲν οὐκ εἶναι κατὰ δίκην, τὸ ἑνὸς ἕνεκα πονηροῦ πόλιν ὅλην διδόναι ποινήν. Δύναται δὲ λέγειν, ὅτι μοχθηροῦ ἑνὸς ὄντος, ὥσπερ νοσήματος, ἡ πόλις παραπολαύουσα, πολλάκις εἰς ὅλην ἑαυτὴν ἀναμάττεται τὴν πονηρίαν ἐξομοιουμένη τῷ ἑνί. Δύναται δὲ κἀκεῖνο σημαίνειν, ὅτι ἑνὸς ὄντος πονηροῦ, δίδωσιν ἡ πᾶσα πόλις δίκην, ὡς, ἐξὸν κωλύειν, μὴ κωλύουσα τὴν τοῦ ἑνὸς πονηρίαν. Οὕτω καὶ τοῦ Ἀγαμέμνονος αὐθαδῶς τῷ ἱερεῖ προσενεχθέντος, εἰς πάντας Ἕλληνας διέτεινεν ὁ λοιμὸς, ὡς παρέντας βοηθῆσαι τῷ ἱερεῖ· καὶ τοῦ Αἴαντος ἀσεβήσαντος περὶ τὸ τῆς Ἀθηνᾶς ἱερὸν, πάντες ἔνοχοι τῇ δίκῃ γεγόνασιν, ὡς μὴ ἀγανακτήσαντες ἐπὶ τῷ ἀσεβήματι. Δεῖ γὰρ μὴ ἐπιτρέπειν τοῖς ὑβρισταῖς, μὴ δὲ συνεπινεύειν τοῖς ἀδίκοις, δυναμένους μὲν παῦσαι, περιορῶντας δὲ τοῦ παῦσαι τὴν ἐξουσίαν τῶν πονηρῶν.
ΠΟΛΛΑΚΙ. Αἰολικόν· οἱ μὲν γὰρ Αἰολεῖς πῆ μὲν διπλασιάζουσι τὸ σ, ὡς τὸ πάντεσσι, χείρεσσι, καὶ τὰ ὅμοια· πῆ δὲ ἐκθλίβουσιν αὐτὸ, τὸ ὄπισθεν ὄπιθεν λέγοντες, καὶ τὸ πολλάκις πολλάκι, καὶ τὰ ὅμοια.
ΑΠΗΥΡΑ. Ἀπέλαυσε. Καὶ τοῦτο δὲ λύσις τυγχάνει τοῦ ἀντιπίπτοντος. Ἴσως γὰρ ἂν εἶπεν ὁ Πέρσης, ἀλλʼ ὀλίγοι μέν εἰσιν οἱ κακουργοῦντες, πολλῷ δὲ πλείους οἱ ἀγαθοί· καὶ πῶς τί τῶν δυσχερῶν ἡμῖν ἀπαντήσει; τοῦτο γοῦν λύων τὸ ἀντιπίπτον ἐπιτατικῶς εἶπεν, ὅτι πολλάκις καὶ διʼ ἕνα πόλις ὁλόκληρος ὄλλυται, ἢ τῆς κακίας ἐκείνου μεταδοθείσης τοῖς λοιποῖς, ἢ φαῦλόν τι πράξαντος, διὸ καὶ πόλεις πολλαὶ, καὶ οὐ μία, πολλάκις ἀνάστατοι ἐγεγόνεισαν, ὡς μὴ τῷ κακούργῳ τιμωρίαν ἀξίαν ἐπενεγκοῦσαι τοῦ ἐγχειρήματος. Ἔχεις παράδειγμα τὸν Πάριν Ἀλέξανδρον, διʼ ὃν ἡ Τροία ἀπώλετο· ἔχεις τὸν Ξέρξην τὸν βάρβαρον, διʼ ὃν ἐδάκρυσεν ἡ Περσὶς, παντὸς αὐτῆς τοῦ ἄνθους ἀπολωλότος τῆς στρατιᾶς· ἔχεις σπινθῆρα Μεγαρικὸν, διʼ οὗ Περικλῆς συμφορῶν τὴν πᾶσαν Ἑλλάδα πεπλήρωκεν.
ΑΠΗΥΡΑ. Ἀπέλαυσε τῆς ἀβουλίας.
ΑΤΑΣΘΑΛΑ. Τὰ θάλλοντα ἐν ταῖς ἄταις, ἤγουν βλάβης ἀνάμεστα.
ΤΟΙΣΙΝ Δʼ ΟΥΡΑΝΟΘΕΝ. Τὰ ἔργα τῆς δίκης διέξεισιν, ὅσα ἐπήρτηται ταῖς τοὺς ἀδίκους ἐώσαις τὰς ἑαυτῶν ἐκπληροῦν ἀδικίας πόλεσι, λιμὸς καὶ λοιμὸς, καὶ ἀπώλεια στρατεύματος διὰ πολέμων, καὶ πόρθησις τῆς πόλεως τοῦ τείχους αἱρεθέντος, καὶ ναυτικοῦ ὄλεθρος. Ταῦτα γὰρ ἐπάγει ταῖς τῶν ἀδίκων πόλεσιν ὁ θεός. Ὁ μὲν οὖν λιμὸς γίνεται, ὡς τὰ πολλὰ γεωργίας ἀμελούντων καὶ περὶ δικαστήρια στρεφομένων· ὁ δὲ λοιμὸς ἐκ τοῦ λιμοῦ συμπίπτει, μοχθηρίᾳ διαίτης, ᾗ χρῆσθαι ἀναγκάζονται λιμώττοντες οἱ ἄνθρωποι. Ὁ δὲ πόλεμος τῶν στρατευμάτων ὄλεθρον ἔχει διὰ πλεονεξίαν — ὡς τὰ πολλὰ — τῶν ἐν ταῖς πόλεσι δυνατῶν ἐγειρόμενος. Ὁμοίως δὲ καὶ ὁ τὴν τῆς πόλεως πόρθησιν προξενῶν, καὶ τὴν τῶν νεῶν ἀπώλειαν. Ταῦτα μέν ἐστι τὰ ἐπίχειρα τῆς ἀδικίας. Δεῖ δὲ συνάπτειν τὸ, Λιμὸν ὁμοῦ καὶ λοιμὸν, ἀποφθινύθουσι δὲ λαοὶ τοῖς ἐν πολλοῖς φερομένοις, ὑπερβάντα δύο στίχους, ἢ τῶν γε στρατὸν ἀπώλεσεν, καὶ τὰ ἑξῆς. Οὕτω Πλούταρχος.
ΚΡΟΝΙΩΝ. Ἡ ἀφανὴς καὶ ἀπροόρατος Εἱμαρμένη, ἡ κοροῦσα καὶ μελαίνουσα τὸν νοῦν, καὶ σκιάζουσα.
ΟΥΡΑΝΟΘΕΝ ΔΕ. Ἐκ τῆς τῶν ἀστέρων κινήσεως.
ΤΟΙΣΙΝ Δʼ ΟΥΡΑΝΟΘΕΝ. Ἐπὶ τούτοις, ἤγουν κατὰ τούτων, ἤγαγεν ὁ Ζεὺς ὁ Κρονίων, ἤγουν ὁ υἱὸς τοῦ Κρόνου, οὐρανόθεν μέγα πῆμα, ἀντὶ τοῦ μεγάλην βλάβην.
ΛΙΜΟΝ ὉΜΟΥ ΚΑΙ ΛΟΙΜΟΝ. Τῷ μὲν λιμῷ ὁ λοιμὸς ἕπεται, κακοχύμοις τροφαῖς κεχρημένων τῶν λιμωττόντων, διὰ τὴν ἔνδειαν· καὶ ἁπλῶς εἰπεῖν, ταῖς παρατυχούσαις αἷς καὶ ἄκοντες τρέφονται. Ὁ δὲ λιμὸς γίνεται, ἢ κακοσχόλῳ γνώμῃ, τῶν ἀνθρώπων μὴ προσεχόντων τῇ γεωργίᾳ· ἢ πολεμίων ἐφόδοις, τὴν γῆν μὴ τολμώντων ἐργάζεσθαι· ἢ ξηρότητι τῶν αὐχμῶν, ἢ χαλάζης καταφοραῖς· ἢ ἐπομβρίαις ἀμέτροις ἐνίοτε τῶν γεωργιῶν ἀπολλυμένων. ΦΘΙΝΥΘΟΥΣΙ. Φθείρονται. Ἔστι δὲ Ἀττικὴ παραγωγή· ἐκ τοῦ φθίνω γὰρ παραγώγως λέγουσι φθινύθω.
ΛΙΜΟΝ ὉΜΟΥ ΚΑΙ ΛΟΙΜΟΝ. Ἤγουν ἔνδειαν τροφῶν καὶ λοιμικὸν νόσημα· ἕπεται γὰρ τῇ τῶν τροφῶν ἐνδείᾳ ἡ λοιμικὴ νόσος· ἀναγκαζόμενοι γὰρ οἱ λιμώττοντες μοχθηρᾷ χρῆσθαι διαίτῃ, τούτῳ περιπίπτουσιν ἐξ ἀνάγκης τῷ νοσήματι· οὐκ ἀπὸ ταύτης δὲ μόνης τῆς αἰτίας ἡ λοιμικὴ συμπίπτει νόσος, ἀλλʼ ἔστιν ὅτε καὶ ἀπὸ διεφθορότων ἀέρων καὶ ἑτέρων αἰτιῶν, ὥστε λιμοῦ μὲν γεγονότος, ἐξ ἀνάγκης λοιμικὰ συμπίπτειν νοσήματα, οὐκέτι δὲ καὶ λοιμικῶν ὄντων νοσημάτων ἐξ ἀνάγκης λιμὸς προηγήσατο.
ΑΠΟΦΘΙΝΥΘΟΥΣΙ ΔΕ ΛΑΟΙ. Ἤγουν φθείρονται· ἀπὸ τοῦ φθίνω φθινύθω, ὡς ἀπὸ τοῦ νέμω νεμέθω.
ΟΥΔΕ ΓΥΝΑΙΚΕΣ ΤΙΚΤΟΥΣΙ. Καὶ τοῦτο λίαν ἐστὶ συμφανέστερον· λιμὸς μὲν γὰρ καταστέλλειν οἶδε τὰ ἀφροδίσια, ὁ δὲ λοιμὸς τῷ πυρφόρῳ τῆς νόσου, διαφθείρει τὸ κυοφόρημα.
ΜΙΝΥΘΟΥΣΙ ΔΕ ΟΙΚΟΙ. Ἀντὶ τοῦ σμικρύνονται, φθείρονται. Μινυὸς γὰρ ὁ μικρός. Καὶ εἰκότως οἱ οἶκοι φθείρονται παντελῶς. Τοὺς μὲν γὰρ ἄνδρας ὁ πόλεμος ἀναιρεῖ· ὁ δὲ λιμὸς τὰς συναφείας ἀπείργει· ὑπὸ δὲ τοῦ λοιμοῦ καταφθείρονται τὰ κυοφορεῖσθαι προφθάσαντα.
ΟΥΔΕ ΓΥΝΑΙΚΕΣ ΤΙΚΤΟΥΣΙΝ. Ὑπὸ τοῦ λιμοῦ δηλονότι φθειρομένων τῶν ἐμβρύων.
ΜΙΝΥΘΟΥΣΙ ΔΕ ΟΙΚΟΙ. Ἤγουν σμικρύνονται, ἐλαττοῦνται.
ΖΗΝΟΣ ΦΡΑΔΜΟΣΥΝΗιΣΙΝ ΟΛΥΜΠΙΟΥ. Διὰ τὰς βουλὰς τοῦ Διὸς τοῦ οὐρανίου. Διὰ μέσου οὗτοι οἱ δύο στίχοι· τὸ ἑξῆς δὲ πρὸς τὸ λαοὶ συνάπτεται.
ΑΛΛΟΤΕ Δʼ ΑΥΤΕ. Ἄλλοτε δὲ δὴ ἢ στρατὸν τούτων εὐρὺν, ἤγουν πλατὺν, πολὺν ἐπέχοντα τόπον, ἀπώλεσεν· ἢ ὅγε, ἤγουν ὁ Ζεὺς, τεῖχος, ἤγουν πόλιν αὐτῶν, ἢ ναῦς αὐτῶν ὁ αὐτὸς Ζεὺς ὁ Κρονίδης τιμωρεῖται ἐν τῇ θαλάσσῃ.
ΣΤΡΑΤΟΝ ΕΥΡΥΝ ΑΠΩΛΕΣΕΝ. Ἐκστρατευσάντων δηλονότι πρὸς ἄλλους, ἢ τεῖχος ἐπιστρατευσάντων αὐτοῖς πολεμίων, ἢ νέας τριήρεις, ἢ τὰς ἐμπορικάς. Τὸ δὲ ΝΕΑΣ, συστολή ἐστιν, ἥ τις ὑπάρχει τῶν Ἰώνων.
ΤΙΝΝΥΤΑΙ. Τιμωρεῖται. Ἐστὶ τὸ τίννυμαι καὶ ἀντὶ τοῦ λαμβάνω ποιητικῶς, ὡς παρὰ Εὐριπίδῃ τίννυμαι δίκην.
Ω ΒΑΣΙΛΕΙΣ, ὙΜΕΙΣ ΔΕ. Οὐκ ἔστι θεῶν ἔννοιαν ἔχοντας ἀδίκως ζῇν. Εἰκότως οὖν παρακελεύεται τοῖς βασιλεῦσι μὴ ἀπολαύειν τῆς ἐξουσίας, ἀλλʼ ἐννοεῖν ὡς θεῶν καὶ δαιμόνων παρόντων πᾶσι καὶ ἐφορώντων ἡμᾶς, καὶ δῆλός ἐστιν ἐν τούτοις διαφορὰν θεῶν εἰδὼς καὶ δαιμόνων. Τὸ μέντοι ἀθάνατον, κοινὸν αὐτῶν εἶναι· οἱ γὰρ ἀθάνατοι, φησὶν, ἐγγὺς ὄντες ἡμῶν τῶν ἀνθρώπων ὁρῶσιν ἐκείνους ὅσοι σκολιαῖς χρώμενοι δίκαις καὶ κρίσεσι διεφθαρμέναις ἀλλήλους τρίβουσι, τουτέστι καταπονοῦσι, θεῶν ὄπιν οὐκ ἀλέγοντες· καὶ τούτοις ἑπόμενος ἐπάγει τρισμυρίους εἶναι φύλακας τῶν ἀνθρωπίνων ἐκ τοῦ Διὸς ταχθέντας ἀθανάτους. Ἐκ δὴ τούτων δῆλον, ὅτι μόνος ἄρχει Ζεὺς τῶν θεῶν· ἄρχονται δὲ πάντες οἱ θεοί. Φύλακες δέ τινες εἰσὶ τῶν ἀνθρωπίνων ἄλλοι μετὰ θεοὺς, μεταξὺ θεῶν καὶ ἀνθρώπων ὄντες, οἵ τινες ἂν εἶεν δαίμονες, ἄλλοι τινὲς οὗτοι παρʼ ἐκείνους, οὓς ἐκ τῶν ἀνθρώπων εἶπε γεγονέναι δαίμονας. Ἐκεῖνοι μὲν γὰρ θνητὸν γένος ἦσαν, τούτους δὲ ἀθανάτους εἶναί φησι· ὥστε οὗτοι μὲν κατʼ οὐσίαν δαίμονες· ἐκεῖνοι δὲ, διὰ τὴν πρὸς τούτους ὁμοιότητα καὶ δαίμονες ἐκλήθησαν, καὶ φύλακες ἀνθρώπων.
Ω ΒΑΣΙΛΕΙΣ. Ἀποστροφὴ τὸ σχῆμα· ἀποστρέφει γὰρ τὸν λόγον πρὸς τοὺς δικαστὰς, καί φησι, βουλεύεσθαι καὶ νοεῖν περὶ τῆς αὐτοῦ δίκης· θεοὶ γὰρ ἐφορῶσι τὰ ἀνθρώπινα, καὶ τοὺς ἀδικουμένους, καὶ τοὺς ἀδικοῦντας.
Ω ΒΑΣΙΛΕΙΣ. Ἤγουν ὦ δικασταὶ, ὑμεῖς δὲ κατασκευάζεσθε καὶ αὐτοὶ, ἀντὶ τοῦ φράζεσθε, σκοπεῖτε τήνδε τὴν δίκην, τουτέστι τὴν τιμωρίαν. Ἐγγὺς γὰρ ὄντες τῶν ἀνθρώπων οἱ θεοὶ, ὁρῶσιν ἐκείνους δηλονότι, ὅσοι ἐν κρίσεσι σκολιαῖς, τουτέστι διεφθαρμέναις, ἀδίκοις, κατατρίβουσι, καταπονοῦσιν ἀλλήλους, οὐκ ἀλέγοντες τὴν ὄπιν καὶ ἐπιστροφὴν τῶν θεῶν, ἤγουν οὐκ ἐν φροντίδι τιθέμενοι τὸ ἐπιστρέφεσθαι τῶν θεῶν. Ἀλέγω τὸ φροντίζω, ἀλογῶ δὲ τὸ καταφρονῶ.
ΚΑΤΑΦΡΑΖΕΣΘΕ. Βουλεύεσθε, νοεῖτε. Παρολκὴ ἡ ΚΑΤΑ, τουτέστι περιττεύει.
ΤΡΙΒΟΥΣΙ. Κατατρίβουσι, πιέζουσι, δαπανῶσιν.
ΟΠΙΝ. Ἐπιστροφὴν, φροντίδα, κατὰ παρασχηματισμὸν, ὁ δὲ καὶ μεταπλασμὸς καλεῖται· ἡ ὄψ γὰρ ἦν, ὀπὸς, ὄπα· οὗτος δὲ ἀπὸ εὐθείας τῆς ὄπις εἶπεν, ὄπις, ὄπιδος, ὄπιδα, καὶ ὄπιν.
ΤΡΙΣ ΓΑΡ ΜΥΡΙΟΙ ΕΙΣΙΝ. Ἡ μὲν μυριὰς δηλοῖ τὸν πάντα τῶν δαιμόνων ἀριθμὸν, ἐν ᾧ πάντως παραλαμβάνεται τὸ δαιμόνιον γένος· ἡ δὲ τριὰς τὸ τέλειον καὶ ἐν ὅροις ἑστὼς, πρώτοις, μέσοις, τελευταίοις. Εἰσὶ γὰρ τὰ γένη τῶν δαιμόνων τὰ μὲν λογικὰ μόνως, τὰ δὲ ἄλογα μόνως, τὰ δὲ μεταξὺ τούτων, δηλοῖ ἐξ ἀμφοτέρων τὸ παντοδαπὸν φῦλον τῆς δαιμονίας τάξεως, ἣν φύλακα μὲν εἶναι τοῦ ἀνθρωπείου γένους, ὑπουργὸν δὲ τοῦ Διός. Διὰ τοῦτο γὰρ εἶπε ΖΗΝΟΣ, διότι ὑπηρέται πάντες οὗτοι, φύλακες δὲ θνητῶν ἀνθρώπων, ὡς ἐφεστῶτες αὐτοῖς.
ΤΡΙΣ ΓΑΡ ΜΥΡΙΟΙ. Ἀντὶ τοῦ πολλοὶ, ἢ κατὰ σύνθεσιν, ἢ κατὰ διάστασιν συλλαβῶν. Μύριοι δὲ, οἱ πολλοί· ἐκ τοῦ μύρω, τὸ πλημμυρῶ.
ΤΡΙΣ ΓΑΡ ΜΥΡΙΟΙ. Πολλάκις γὰρ πολλοί εἰσιν ἐπὶ τῇ γῇ τῇ τὰς πολυειδεῖς τροφὰς δωρουμένῃ.
ΑΘΑΝΑΤΟΙ ΖΗΝΟΣ. Τὸ ἀθάνατοι ἁπλοῦν καὶ ἀπολελυμένον· οὗτος δὲ ὡς κτητικὸν ἢ ὡς πρός τι τοῦτο ἐδέξατο, ὁ τὸν μέγαν νενικηκὼς Ὅμηρον. Καὶ οὐκ ἔχω πῶς καταγνῶ τῆς ἀπαιδευσίας τῶν τολμησάντων εἰπεῖν ὑπὸ τούτου νικηθῆναι τὸν ἡμίθεον Ὅμηρον. Οὕτω δὲ νοεῖται τὸ ΑΘΑΝΑΤΟΙ ΖΗΝΟΣ, μυθικῶς μὲν, οἱ μετὰ τοῦ Διὸς ὄντες οὐρανίωνες, κἂν ἀντιφάσκῃ ἑαυτῷ χθονίους τούτους καλῶν· ἀλληγορικῶς δὲ, πολλαὶ δυνάμεις καὶ ἐκδικήσεις τοῦ Ζηνὸς καὶ τῆς Εἱμαρμένης εἰσὶν ἐν τοῖς χθονίοις καὶ τοῖς καθʼ ἡμᾶς πράγμασι γινόμεναι.
ΑΘΑΝΑΤΟΙ ΖΗΝΟΣ. Τουτέστι θεοὶ, ὑπηρέται τοῦ Διὸς, φύλακες, ἔφοροι, ἐπιστάται τῶν θνητῶν ἀνθρώπων, ἀορασίαν ἐνδυσάμενοι, ἤγουν ἀθέατοι ὄντες, ἐν παντὶ μέρει κατὰ γῆν θαμινῶς ἀναστρεφόμενοι.
ΗΕΡΑ ἙΣΣΑΜΕΝΟΙ. Τὸ μὲν ἠέρα ἐνδεδύσθαι δηλοῖ, τὸ ἡμῖν ἀφανεῖς εἶναι καὶ ἀοράτους, ὡς ὁ ἀήρ· ἢ καὶ τὸ τὰ σώματα αὐτῶν ἀέρια εἶναι κατὰ τὴν σύστασιν, ὥσπερ τὰ τῶν θεῶν ἐμπύρια, καὶ τὰ ἡμέτερα χθόνια, Τὸ δὲ ΠΑΝΤΗ ΦΟΙΤΑιΝ, τὸ τὰς κινήσεις αὐτῶν ὀξείας εἶναι, καὶ τὰς ἐφοράσεις αὐτῶν διʼ ὅλων διήκειν, ὧν πράττομεν, ὧν φανταζόμεθα, ὧν διανοούμεθα. Καὶ γὰρ εἰ ἀερίοις χρῶνται σχήμασιν, οὐδὲν θαυμαστὸν ὀξέως αὐτοὺς ἐπιπορεύεσθαι πανταχοῦ ὅπου περ ἂν ἐθέλωσιν.
ΗΕΡΑ ἙΣΣΑΜΕΝΟΙ. Ἢ λεπτόσωμοι καὶ ἀεροειδεῖς, ἢ ἀορασίαν ἐνδεδυμένοι· τί δὲ μὲ χρὴ περὶ τῶν αὐτῶν πολλάκις τὸν Διὸς Κόρινθον γράφειν.
Ἡ ΔΕ ΤΕ ΠΑΡΘΕΝΟΣ Παρθένος μὲν ἡ δίκη τοῖς θεολόγοις εἴρηται, διότι πᾶν τὸ δικαστικὸν γένος ἀδιάφθορον εἶναι δεῖ καὶ καθαρόν· καὶ τούτου σύμβολον ἡ παρθενία. Παῖς δὲ τοῦ Διὸς, διότι νομοθέτης οὗτός ἐστι κοσμικὸς, ὡς ἄρχων καὶ βασιλεὺς τῶν ὅλων. Τὴν δὲ δικαστικὴν ἐξῆφθαι δεῖ τῆς νομοθετικῆς, ὡς τὴν ἀνθρωπίνην τῆς ἀνθρωπικῆς, καὶ τὴν θείαν τῆς θείας. ΑΙΔΟΙΗ δὲ καὶ ΚΥΔΝΗ παρὰ τοῖς Ὀλυμπίος θεοῖς, ὡς πάντων κατὰ δίκην ἐνεργούντων καὶ σεβόντων αὐτὴν, ὡς πᾶσι τὸ κατʼ ἀξίαν ἀπονέμουσα, ὃ δὴ μάλιστα φίλον ἐστὶ τοῖς θεοῖς.
Ἡ ΔΕ ΤΕ ΠΑΡΘΕΝΟΣ. Καὶ ἡ δικαιοσύνη παρθένος ἐστὶ, σὺν ταῖς δυνάμεσι τῆς Εἱμαρμένης, καὶ ἐκδικήσεσιν, αἷς πρὶν ἔφην.
ΔΙΟΣ ΕΚΓΕΓΑΥΙΑ. Ἢ ἐκ τῆς Εἱμαρμένης, ἢ τοῦ οὐρανοῦ, ἢ τοῦ νοὸς γεννηθεῖσα. Τὸ Ζεὺς γὰρ ὄνομα πολλὰ σημαίνει, καθάπερ εἰρήκειν καὶ πρότερον. Καὶ ἡ δικαιοσύνη παῖς ἂν τῆς Εἱμαρμένης καλοῖτο, ὅτι ἐξ Εἱμαρμένης πάντα καθʼ Ἕλληνας. Πρότερον δὲ τῶν φαύλων καθέστηκε τὰ χρηστὰ, ὧν ἓν ἡ δικαιοσύνη. Νοὸς δὲ παῖς, ὅτι οἱ ἐχέφρονες καὶ συνετοὶ τὰς δικαίας κρίσεις γεννῶσιν. Οὐρανοῦ δὲ παῖς, ὅτι ἐν τοῖς στοιχείοις καὶ τῷ παντὶ κόσμῳ, ὧν περιοχὴ τυγχάνει ὁ οὐρανὸς, ὁρᾶται τὸ δίκαιον. Ἡλίου γὰρ ὑπὸ γῆν ἐλθόντος, ἐξίσταται μὲν τὸ φῶς τῆς ἡμέρας, νὺξ δὲ ἀντʼ αὐτῆς ὑπεισέρχεται. Καὶ ὅσα πρώην εἰρήκαμεν· ἵνα μὴ κατὰ Πρόκλον, ἐν οἷς οὐ χρὴ, μᾶλλον μακρηγορῶμεν.
Ἡ ΔΕ ΤΕ ΠΑΡΘΕΝΟΣ. Ἡ δὲ παρθένος Δίκη, ἡ ἀπὸ τοῦ Διὸς γεγεννημένη, ἔνδοξος τέ ἐστι καὶ αἰδέσιμος, αἰδοῦς ἀξία παρὰ τοῖς θεοῖς οἳ τὸν οὐρανὸν οἰκοῦσι· καὶ ὅταν βλάπτῃ αὐτὴν τὶς, σκολιῶς ὀνοτάζων, ἤγουν πανούργως εὐτελίζων, αὐτίκα παρὰ τῷ Διῒ τῷ πατρὶ αὐτῆς τῷ υἱῷ τοῦ Κρόνου καθεζομένη ἀπαγγέλλει τὸν ἄδικον νοῦν τῶν ἀνθρώπων, ἵνα ἀποδῷ ὁ δῆμος τὰς ἁμαρτίας, ἀντὶ τοῦ τὴν ἁρμόζουσαν δίκην ταῖς ἁμαρτίαις τῶν βασιλέων, οἳ χαλεπὰ νοοῦντες ἀλλαχόσε παρατρέπουσι τὰς κρίσεις, διεστραμμένως αὐτὰς ἀποφαινόμενοι.
ΘΕΟΙΣ ΟΙ ΟΛΥΜΠΟΝ ΕΧΟΥΣΙΝ. Ἢ ταῖς ψυχικαῖς δυνάμεσιν, ἢ τοῖς στοιχείοις.
ΑΝ ΤΙΣ ΜΙΝ ΒΛΑΠΤΗι. Ἐάν τις τὸ δίκαιον βλάπτῃ παραχαράττων. Οὕτω γὰρ βλάπτει ὁ σκολιῶς τοῦτο πράττων, καὶ διὰ πανουργίας ὀνοτάζων τὴν Δίκην, ἤγουν οὐχ ἁπλῶς λοιδορῶν, ἀλλὰ καὶ ἐξευτελίζων ὡς εὐκαταφρόνητον διὰ τὸ τοῦ δικαίου καταφρονεῖν. Ὁ γὰρ τὰ ἀγάλματα τῶν θεῶν ὑβρίζων αὐτοὺς ὑβρίζει τοὺς θεούς· ἄγαλμα δὲ τῆς Δίκης τὸ δίκαιον. Ἐὰν οὖν τὶς τοιοῦτόν τι πράττῃ, καθημένη παρὰ τῷ Διῒ ἡ Δίκη γηρύεται τὸν ἄδικον νοῦν τῶν ἀνθρώπων καὶ ἀπαγγέλλει τῷ πατρὶ, ὡς ἂν ἀπʼ αὐτοῦ δικάζειν ταχθεῖσα καὶ κρίνειν πάντα ὅσα ἐφορᾷ ὁ Ζεύς. Δηλοῖ δὲ τὸ καθῆσθαι τὸ παρὰ τῷ θεῷ τάξιν αὐτὴν καὶ ἕδραν ἔχειν ἀμετακίνητον· ὡς καὶ ἐκεῖνόν φησιν Ὅμηρος ἐν τῇ τοῦ Ὀλύμπου κορυφῇ ἄτερ ἥμενον ἄλλων.
ΟΦΡʼ ΑΠΟΤΙΣΗι ΔΗΜΟΣ. Τοῦτο ἤδη ἔργον τοῦ Διὸς, ὡς βασιλέως, κοινὴν ἐπάγειν τιμωρίαν ταῖς πόλεσιν ὑπὲρ τῶν ἀδίκων κρίσεων τῶν ἀρχόντων, οἳ παρατρέπουσι τὸ δίκαιον. Τοῦτο γὰρ δηλοῖ τὸ ΠΑΡΑΚΛΙΝΕΙΝ, καὶ τὸ ΣΚΟΛΙΩΣ ΕΝΕΠΟΝΤΕΣ, ἤτοι πανούργως λέγοντες τὰς κρίσεις, ἀντὶ ἐμφρόνων· καὶ παρανόμους, ἀντὶ ἐννόμων. Διότι δὲ κοινὴν ὑπέχουσι δίκην αἱ πόλεις, εἴρηται πρότερον. Ὡς ἐπιτρέπειν οὐκ ἔδει τούτοις τὰς ἀρχάς.
ΟΝΟΤΑΖΩΝ. Μεμφόμενος, ἐφυβρίζων.
ΠΑΡ ΔΙΙ ΠΑΤΡΙ ΚΑΘΕΖΟΜΕΝΗ. Ἢ τῇ Εἱμαρμένῃ, ὡς ἔφην, μοῖρα γάρ τις οὐκ εὐτυχὴς συνελαύνει τοὺς ἀδικοῦντας πρὸς ὄλεθρον· ἢ ΔΙΙ ΚΡΟΝΙΩΝΙ, τῷ νοΐ. Ἀδικίας γὰρ πολλάκις γενομένης, δίκαιον θυμὸν καὶ πρέποντα νοῦν οἱ ἠδικημένοι λαβόντες, σπινθῆρα μικρὸν ἐπαγαγόντες τινῶν περιστάσεων, πόλιν ὅλην ἐτέφρωσαν· ὡς Ἀχιλλεὺς τὴν Ἑλλάδα τῆς Βρισηΐδος τῇ μήνιδι.
ΔΗΜΟΣ ΑΤΑΣΘΑΛΙΑΣ. Συνίζησίς ἐστιν ἐν τῷ στίχῳ τούτῳ· τὸ γὰρ ΛΗΩΝ ΟΙ ἀντὶ τοῦ σπονδείου δέχεται· συνιζάνει γὰρ τὸ ΛΗ καὶ τὸ ΩΝ εἰς μίαν μακράν. ΝΟΕΥΝΤΕΣ, νοοῦντες Αἰολικῶς καὶ Δωρικῶς· ἄλλη ἀλλαχοῦ.
ΠΑΡΑΚΛΙΝΟΥΣΙ. Τὸ ΠΑ μακρὸν ἐδέξατο, καὶ τὸ ΚΛΙ βραχύ· ὢ τῆς ἀβελτηρίας τῶν τολμησάντων τοῦτον καλεῖν Ὁμήρου ἀνθάμιλλον, καὶ τῆς ἐσχάτης ἀτοπίας, καὶ νικητήν! ἀλλὰ τοῦ μὲν ΠΑΡΑΚΛΙΝΩΣΙ τὸ ΠΑ, καὶ μακρὸν ἴσως δεχθήσεται διʼ ὅν περ κανόνα οἱ παλαιοὶ ποιηταὶ καὶ μέτρων εἰδήμονες, καὶ αὐτὸς ἐξεπίσταμαι. Κλῖναι δὲ τὸ ΚΛΙ, εἰ καὶ σκυτεύς τις ἐτόλμησε βραχὺ δέξασθαι, καὶ τῆς πόλεως ἂν τοῦτον ἐξέωσα, ἐν ᾗπερ διέτριβον, εἰ δυνατῶς εἶχον, ὡς μὴ τὸ τῆς τοιαύτης κακίας μύσος γένοιτο διαδόσιμον, πολλοῦ ἂν ἐδέησε τὸ τοῦτόν με κρῖναι Ὁμήρου ἀνθάμιλλον· ὃς ἐν πάσαις ταῖς ἐπιστήμαις, καὶ τέχναις ταῖς λογικαῖς, ἁπάντων ὑπερανέστηκεν, οὐ μόνον ἀνθρώπων, τολμῶ δὲ καὶ ἀγγέλων εἰπεῖν, εἴπερ ἄρα καὶ ἄγγελοί εἰσιν ἐπιστημονάρχαι, ἢ τεχνάρχαι.
ΒΑΣΙΛΗΕΣ. Νῦν κριταί.
ΤΑΥΤΑ ΦΥΛΑΣΣΟΜΕΝΟΙ. Ταῦτα ἐκφεύγοντες, ὦ δικασταὶ δωροφάγοι, εὐθείας ποιεῖτε τὰς κρίσεις· τῶν διεφθαρμένων δὲ κρίσεων ἐπιλάθεσθε παντελῶς.
ΟΙ ΑΥΤΩι ΚΑΚΑ ΤΕΥΧΕΙ. Δαιμονίως ἀνεφθέγξατο ταῦτα τὰ ἔπη καὶ σωφρονιστικῶς. Εἰ γὰρ εἰδείημεν ἑαυτοὺς μείζονα βλάψαντες ἐξ ὧν ἄλλους βλάπτειν ἐπιχειροῦμεν, ἀφεξοίμεθα τοῦ βλάπτειν· οὐδεὶς γὰρ ἑκὼν ἂν ἑαυτὸν βλάψειε· ἀλλὰ διʼ ἄγνοιαν ἁλισκόμεθα τῷ κακῷ τούτῳ, καὶ οἰόμενοι ὠφελεῖν ἑαυτοὺς βλαπτόμεθα ὑφʼ ἑαυτῶν, καὶ μείζω τῷ βλάπτειν ἄλλους ἑαυτοὺς βλάπτομεν· εἰς χρήματα μὲν γὰρ, εἰ τύχοι, ζημιοῦμεν ἐκείνους, ἡμᾶς δὲ αὐτοὺς εἰς τὸ κυριώτατον, τὴν ψυχήν. Τὸ γὰρ ἀδικοῦν αὐτή ἐστιν, ὁ δὲ βλαπτόμενος ἐν τοῖς ἐκτὸς ἀδικεῖται. Εἰκότως ἄρα φησὶν ἑαυτῷ κακὰ τεύχειν τῷ ἄλλῳ κατασκευάζοντα κακὸν, καὶ τὸν κακῶς περὶ ἄλλου βουλευόμενον ἑαυτῷ γίνεσθαι πρόξενον κακοῦ μείζονος· καὶ γὰρ μὴ συντελεσθεῖσα μὲν ἡ βουλὴ τὸν βουλευσάμενον ἀνιᾷ πικρῶς, συντελεσθεῖσα δὲ λωβᾶται μειζόνως. Τὸ γὰρ κακοποιεῖν μεῖζον τοῦ πάσχειν τὰ κακὰ πάντως κακόν· ὡς καὶ τὸ ἀγαθοποιεῖν μεῖζον ἀγαθὸν τοῦ πάσχοντος εὖ.
ΟΙ ΑΥΤΩι. Αὐτὸς ἑαυτῷ γίνεται βλάβης αἴτιος ὁ καταβλάπτων ἑτέρους. Οἱ βλαπτόμενοι γὰρ περὶ χρήματα, καὶ τὰ ἐκτὸς βλάπτονται· ὁ δὲ βλάπτων καὶ ἀδικῶν, εἰς τὴν ἑαυτοῦ ψυχήν. Καὶ ἡ κακὴ βουλὴ τῷ βουλεύσαντι κακίστη, τῷ αὐτῷ τρόπῳ.
ΟΙ ΑΥΤΩι ΚΑΚΑ ΤΕΥΧΕΙ ΑΝΗΡ. Ἑαυτῷ, ἤγουν καθʼ ἑαυτοῦ, βλάβας κατασκευάζει ἀνὴρ ἄλλῳ κακὰ τεύχων, ἀντὶ τοῦ κατʼ ἄλλου βλάβας κατασκευάζων. Ἡ δὲ κακὴ βουλὴ, ἡ κατʼ ἄλλου δηλονότι, τῷ βουλεύσαντί ἐστι κακίστη ἤγουν πάνυ μείζονος κακοῦ πρόξενος
ΠΑΝΤΑ ΙΔΩΝ ΔΙΟΣ ΟΦΘΑΛΜΟΣ. Ἄλλος μὲν τὸν ὀφθαλμὸν τοῦ Διὸς εἶπεν εἶναι πᾶν τὸ μέσον γῆς τε καὶ οὐρανοῦ ἀστερόεντος· οὗτος δὲ ἁπλῶς καὶ ὁρᾷν αὐτὸν λέγει πάντα, καὶ νοεῖν πάντα, τοῦτο προσθεὶς, ἵνα μὴ τὴν ὅρασιν σωματικὴν ὑπολάβωμεν, ἀλλὰ νοερὰν καὶ θείαν καὶ προνοητικήν. Πάντα, φησὶν, ὁ Ζεὺς ὁρῶν καὶ νοῶν ὁρᾷ καὶ ἐφορᾷ κατὰ τὴν ἑαυτοῦ θέλησιν, καὶ τὰ ἡμέτερα. Τίνα δέ ἐστι ταῦτα; τὴν δίκην, ἥν μοι ἀπειλεῖς, ὦ Πέρση, τὴν τῶν βασιλέων ἐν τῇ πόλει ταύτῃ πονηρὰν οὖσαν, ὁρῶν δὲ καὶ ἐφορῶν, καὶ ταύτην οὐκ ἂν ἀτιμώρητον ἐάσειε τὸν ἀδικοῦντα.
ΔΙΟΣ ΟΦΘΑΛΜΟΣ. Ἡ τῆς Εἱμαρμένης ἐφορατικὴ δύναμις μᾶλλον δὲ περιφραστικῶς, αὐτὴ ἡ Εἱμαρμένη-
ΠΑΝΤΑ ΙΔΩΝ ΔΙΟΣ ΟΦΘΑΛΜΟΣ. Ἤγουν πάντα βλέπων ὁ Ζεὺς, καὶ πάντα γινώσκων, καὶ τάδε ἐπιδέρκεται, ἤγουν βλέπει, ἐὰν θέλῃ.
ΟΥΔΕ Ἑ ΛΗΘΕΙ. Τὸ μὲν λήθει ζητεῖ εὐθεῖαν, τὸ δὲ ἐέργει αἰτιατικήν. Ὀφείλων οὖν εἰπεῖν, οὐδὲ λανθάνει αὐτὸν αὕτη ἡ δίκη, ἣν ἡ πόλις ἐντὸς κατέχει, ὁ δὲ συνυπάγει τὸν λόγον τῷ ἀνταποδοτικῷ ταυτὸ δυναμένῳ τῷ ὑποτακτικῷ ἄρθρῳ· καί φησιν, οὐδὲ λανθάνει αὐτὸν ὁποίαν τήνδε τὴν δίκην καὶ τὴν κρίσιν ἡ πόλις ἐντὸς κατέχει. Τὸ τοιοῦτο δὲ σύνηθες καὶ παρὰ τῷ πεζῷ λόγῳ.
ΝΥΝ ΔΕ ΕΓΩ ΜΗΤʼ ΑΥΤΟΣ. Τὸ μὲν λεγόμενον, φανερόν· εἰ μὴ ἔστι δίκη καὶ τιμωρία κατὰ τῶν ἀδίκων, μὴ δʼ ἕξουσί τι πλέον οἱ δίκαιοι τῶν ἀδίκων ἐν τῷδε τῷ παρόντι, ὃ ἐφορᾷ ὁ Ζεὺς, μήτʼ αὐτὸς εἴην δίκαιος, μήτε παῖς ἐμός· δίκης γὰρ οὐκ οὔσης, ὄνομα μόνον ἔσται τὸ δίκαιον. Εἰ δὲ διὰ τὸ δίκαιον καὶ αἱρετὸν κἂν μὴ ᾖ πρόνοια καὶ φευκτὸν τὸ ἄδικον, δῆλον ὅτι πᾶς οὗτος ὁ λόγος περιττός. Διόπερ ὁ Πλούταρχος τοὺς ἑπτὰ τούτους στίχους ἐκβάλλει, ἀπὸ τοῦ, Πάντα ἰδὼν Διὸς ὀφθαλμὸς, — ἕως τοῦ, Ἀλλὰ τάγʼ οὔπω ἔολπα τελεῖν Δία μητιόεντα, ὡς ἀναξίους τῆς Ἡσιόδου περὶ δικαίων καὶ ἀδίκων κρίσεως. ΑΛΛΩΣ. Νῦν οὖν ὁ ἀδικώτερος ἄνθρωπος τοῦ δικαίου μεῖζον ἔχει, μήτʼ ἐγὼ δίκαιος εἴην, μήτʼ ἐμὸς υἱός. Ἐπήγαγε δὲ τούτῳ, ἀλλὰ ταῦτα οὐ νομίζω τὸν Δία τελεῖν, τὸ τὸν ἄδικον μείζονος δίκης τῶν δικαίων τεύξασθαι, ἣ ποιήσει τὸν ἄτιμον ἐν τιμῇ. Ἰστέον δὲ, ὅτι υἱὸς Ἡσιόδου Μνασέας ἐστί. Φιλόχορος δὲ Στησίχορον φησὶ τὸν ἀπὸ Κλυμένης. Ἄλλοι δὲ Ἀρχιέπης.
ΝΥΝ ΔΕ ΕΓΩ ΜΗΤʼ ΑΥΤΟΣ. Ὁ Πλούταρχος, καθά φησι Πρόκλος, ὀβελίζει τοὺς ἑπτὰ τούτους στίχους· ἀπὸ τοῦ ΠΑΝΤΑ ΙΔΩΝ, μέχρι τοῦ, ΑΛΛΑ ΤΑΓʼ ΟΥΠΩ ΕΟΛΠΑ, ὡς ἀνάξια Ἡσιόδου, καὶ βλάσφημα. Ἐγὼ δὲ τοῦτο τὸ καθʼ ὑπόθεσιν σχῆμα εἶναι ἐπίσταμαι. Φησὶ ὁ Ἡσίοδος μετὰ βαρύτητος, Μὴ εἴην μήτε αὐτὸς ἐγὼ δίκαιος, μήτε ἐμὸς παῖς· ἐπεὶ κακὸν ὑπάρχει τὸ εἶναι ἄνθρωπον νῦν δίκαιον. Εἶτα ἐπιφέρει τοῦτο τὸ καθʼ ὑπόθεσιν σχῆμα· εἰ μείζονα δίκην καὶ τάξιν καὶ τιμὴν ὁ ἄδικος ἕξει. Εἶτα πεποιθότως ἐπάγει τὸν οἰκεῖον σκοπὸν, καὶ λύει τὸ ἀντιπίπτον, λέγων· ἀλλὰ ταῦτα μὲν οὔπω ἔολπα πληροῦν τὴν Εἱμαρμένην. ΤΕΡΠΙΚΕΡΑΥΝΟΝ δὲ εἶπον ὅπως ταύτην καλεῖ.
ΝΥΝ ΔΕ ΕΓΩ ΜΗ Τʼ ΑΥΤΟΣ. Καὶ τοῦτο ἀντίστροφον θαύμασον, ὡς ἄξιον ἀνθαμίλλου Ὁμήρου, καὶ νικητοῦ ποιητοῦ.
ΝΥΝ ΔΕ ΕΓΩ. Ἀρξάμενος ἀφʼ ἑαυτοῦ, εἶτα ὥσπερ μεταμεληθεὶς, ὡς ἀπὸ ἄλλης ἀρχῆς λαβὼν, ἐπαναλαμβάνει μὲν ἑαυτόν· προστίθησι δὲ καὶ τὸν ἑαυτοῦ υἱόν· καὶ φησὶ, Νῦν δὲ ἐγὼ, εἴθε μήτε αὐτὸς ἦν δίκαιος, μήτε ὁ ἐμὸς υἱὸς, ἐπεὶ κακόν ἐστιν εἶναι ἄνδρα δίκαιον, εἰ μείζω δίκην ἕξει ὁ ἄδικος, ἤγουν εἰ μείζονος ἄξιος κριθήσεται δίκης ὁ ἄδικος, τοῦ δικαίου δηλονότι. Τὸ νῦν οὕτω λέγεται, ὡσανεὶ εἴποι, εἰ μὲν τόδε ὁ δεῖνα ἐποίει, ἦν ἂν τόδε, νῦν δὲ οὐδὲ εἰς νοῦν τοῦτο ἔστρεψεν, οὐχ ὅτι πάντως νῦν οὐ διενοήσατο τοῦτο, ἀλλʼ ὅτι εἰ καὶ μὴ πρότερον ἐγινώσκετο, ὅτι οὐ διενοήσατο· ἀλλὰ νῦν δῆλος ἐστὶ μὴ διανοησάμενος, κἀνταῦθα οὐ λέγει μὴ ἐθέλειν εἶναι νῦν δίκαιος, εἰ ὁ ἄδικος πλέον ἕξει τοῦ δικαίου, ὡς κατʼ ἄλλον χρόνον ἄλλο ἂν ἐθελῆσαι, ἀλλὰ θέλει δηλοῦν, ὅτι νῦν φημι τοῦτο εἰ καὶ μήπω πρότερον.
ΕΜΟΣ ΥΙΟΣ. Σημείωσαι τίς παῖς Ἡσιόδου. Παῖδα οἱ μὲν Μνασέα, οἱ δὲ Ἀρχιέπην, ἕτεροι δὲ Στησίχορον τὸν μελῳδὸν ἐξεδέξαντο.
ΑΛΛΑ ΤΑΓʼ ΟΥΠΩ ΕΟΛΠΑ. Ἀλλὰ ταῦτα, ἤγουν τὸ τὸν ἄδικον μείζονα δίκην ἔχειν τῶν δικαίων, οὐδαμῶς ἐλπίζω, ἀντὶ τοῦ νομίζω, τελεῖν τὸν Δία τὸν τερπικέραυνον. Ἐλπίζω κοινὸν, ἔλπομαι παρὰ ποιηταῖς τὸ αὐτό· ἀφʼ ὧν ὀνόματα ἐλπὶς καὶ ἐλπωρὴ, τὸ μὲν ἐν χρήσει παρὰ τοῖς κοινοῖς, τὸ δὲ ἐλπωρὴ παρὰ ποιηταῖς. Ἔλπομαι ἐνεστὼς, ἔλψομαι μέλλων, ἔολπα μέσος παρακείμενος, τροπῇ τοῦ εʹ τοῦ ἐν τῷ μέλλοντι εἰς οʹ, κατὰ τὴν ἀκολουθίαν τοῦ μέσου παρακειμένου, καὶ προσθήκῃ τοῦ εʹ. Δεῖ γὰρ τὸν παρακείμενον αὔξειν κατὰ τὴν ἄρχουσαν, ἀφʼ οὗ ὑπερσυντελικὸς ἐώλπειν κατὰ τὸ οʹ ηὐξημένος.
ΣΥ ΔΕ ΤΑΥΤΑ. Ὅσοι μὲν εἰς τὴν χρείαν τὴν ἀνθρωπίνην ἀνήγαγον τὸ κοινωνικὸν, οὐκ ἔλαβον ἀρχὴν ἀσφαλῆ τοῦ τῆς πρὸς ἀλλήλους ἡμῶν κοινωνίας δόγματος. Ἡ γὰρ χρεία, εἰ καὶ ἀναγκάσασα, ἀλλʼ οὔπω ἀγαθόν. Ὅσοι δὲ εἰς τὸ κατὰ φύσιν ἡμῖν εἶναι τὸ πρὸς ἀλλήλους δίκαιον ἀπέβλεψαν, ἀῤῥαγῆ τὴν ὑπόθεσιν ἔλαβον τοῦ τῆς κοινωνίας ἡμῶν σκοποῦ. Πάντων γὰρ τῶν κατὰ φύσιν ἕκαστον ἀγαθόν. Τοῦτο δὴ οὖν καὶ Ἡσίοδος εἰδὼς, τὸν τοῦ Διὸς νόμον ἀξιοῖ τὸν Πέρσην ὁρᾷν, τοῖς μὲν ἄλλοις ζώοις δεδωκότα ἐσθίειν ἄλληλα, καὶ τῶν ἀσθενεστέρων τὰ δυνατώτερα κρατεῖν, θοινᾶσθαί τε αὐτά· τοῖς δὲ ἀνθρώποις δικαιοσύνην σύμφυτον ἐνέσπειρε, καὶ τὸ κοινωνικὸν ἐνέθηκεν αὐτῶν τῇ φύσει. Διόπερ οἱ ἄδικοι τοῖς ἀλόγοις ἐοίκασι τὴν ἀνθρωπίνην ἀποδρῶντες ζωήν. Μηδεὶς οὖν προάγων ἡμῶν τὴν ἀλληλοφαγίαν τῶν θηρίων, ἀξιούτω καὶ ἡμᾶς οὕτω ζῇν. Κοινωνικὸν γὰρ ζῶον γέγονεν ὁ ἄνθρωπος, καὶ ὁ τῆς κοινωνίας αὐτῷ νόμος ἐκ τοῦ πατρὸς ἔγκειται κατὰ φύσιν. Ἀδικίᾳ δὲ πάσῃ πρὸς κοινωνίαν καὶ κοινωνίᾳ πρὸς ἀδικίαν ἔστι πόλεμος· στάσεων γὰρ αἰτία πάντων μάλιστα ἡ ἀδικία. Τὸ δὲ κοινωνικὸν ἀστασίαστον· καὶ ὀρθῶς ὁ Πλάτων εἶπεν, οὐδὲ συστῆναι δυνατὸν εἶναι τὴν ἀδικίαν χωρὶς δικαιοσύνης· δεῖν γὰρ τοὺς συναδικήσαντας, τά γε πρὸς ἀλλήλους δίκαια φυλάττειν, εἰ καὶ ἀλλήλους ἀδικοῦντας μηδὲν δύνασθαι κοινῇ ποτε πρᾶξαι. Εἰ οὖν ἄνθρωπος εἶ, φύσει κοινωνικὸν ζῶον εἶ, εἰ δὲ φύσει κοινωνικὸν ζῶον εἶ, παρὰ φύσιν σοι τὸ ἀδικεῖν. Οὐ γὰρ κοινωνίας, ἀλλὰ διασπασμοῦ τὸ ἀδικεῖν αἴτιον, τῶν ἀδικουμένων τοῖς ἀδικοῦσιν ὁμονοεῖν οὐ δυναμένων.
Ω ΠΕΡΣΗ. Ἀποστροφὴ τὸ σχῆμα.
Ω ΠΕΡΣΗ. Σὺ δὲ ἐν τῷ σῷ λογισμῷ ἐπιτυχῶς λάμβανε ταῦτα, καὶ τοῦ δικαίου ἄκουε, ἤγουν αἴσθησιν ἔχε· τῆς δὲ δυναστείας ἐπιλανθάνου παντελῶς· τοῦτο γὰρ τὸ, βίης δʼ ἐπιλήθεο πάμπαν.
ΚΑΙ ΝΥ ΔΙΚΗΣ ΕΠΑΚΟΥΕ. Καὶ νῦν τῆς κρίσεως, ἢ τῆς δικαιοσύνης ἐπάκουσον, ἤτοι καταπειθὴς ἔσο ταύτῃ.
ΒΙΗΣ ΔΕ. Ἤγουν πλεονεξίας καὶ ἀδικίας ἐπιλανθάνου· ἀλλὰ ταῦτα σαφῆ καὶ ἀπεραντολογίας οὐ δεῖται.
ΤΟΝ ΔΕ ΓΑΡ ΑΝΘΡΩΠΟΙΣΙΝ. Ἐπαγγειλάμενος οὐκ εἶπε ποῖον νόμον. Λέγει δὲ τί τοῖς ἀνθρώποις ἐστὶν, ἵνα φύγωμεν τὰ τῶν ἀλόγων. ΝΟΜΟΝ δὲ ΔΙΕΤΑΞΕ ΚΡΟΝΙΩΝ. Τοῦτο σημείωσαι ὅτι οὐδέποτε Ὅμηρος νόμον εἶπε. Τὸ δὲ ΓΗΡΥΕΤΑΙ, γίνεται ἀπὸ τοῦ γῆρυς, ὃ σημαίνει τὴν φωνὴν, ἢ ἀπὸ τοῦ γέρας.
ΤΟΝ ΔΕ ΓΑΡ ΑΝΘΡΩΠΟΙΣΙ ΝΟΜΟΝ. Καὶ τοῦτο ἄξιον ποιητοῦ νικήσαντος Ὅμηρον. Ὅμως οὐδὲν ἀπεικὸς εἰ συμμορίαν μεθύσων καὶ ἀγοραίων τινῶν περὶ αὑτὸν ἔχων Ἡσίοδος ὑπʼ αὐτῶν ἐκηρύχθη νενικηκέναι τὸν Ὅμηρον, καίπερ μακροῖς τισι καὶ κατʼ ἐμὲ χρόνοις ἐκείνου τυγχάνων μεταγενέστερος. Καὶ νῦν γὰρ οἱ ἀγοραῖοι καὶ σύρφακες πολλοὺς ποιητὰς μὴ δʼ ἀκριβῶς τὰ μέτρα εἰδότας, ὡς τῆς αὐτῶν συμμορίας ἀνακηρύττουσι ποιητικῆς ἀκροθίνια. Ἀλλὰ ταυτὶ, παρέντες τὸν νικητὴν Ὁμήρου, καθάπερ καὶ τὰ ἔπη κιβδήλως ἐξέθετο, ἐπεξεργασαίμεθα.
ΤΟΝ ΔΕ ΓΑΡ ΑΝΘΡΩΠΟΙΣΙ ΝΟΜΟΝ. Τὸ κατὰ μερισμὸν σχῆμα, ὁ σοφὸς οὑτοσὶ ποιητὴς, ἢ κατὰ ἄθροισιν καὶ μερισμὸν ἅμα ἐνταῦθα, οὕτως ἔμελλεν ἐξαγαγεῖν χωρὶς τοῦ ἀνθρώποισι. Τὸν δὲ γὰρ νόμον διέταξε Κρονίων, ἰχθύσι μὲν καὶ θηρσὶ καὶ οἰωνοῖσι πετεηνοῖς ἔσθειν ἀλλήλους. Καὶ τοῦτο τὸ κατὰ μερισμόν ἐστι σχῆμα, ἢ κατὰ ἄθροισιν καὶ μερισμὸν οὕτω· Τόνδε γὰρ ἀνθρώποισι νόμον διέταξε Κρονίων. Εἶτα μερίσας τὸ ἀνθρώπους, κατʼ ἄθροισιν ὂν, εἰς τομὰς, ἔμελλεν εἰπεῖν Ἕλλησι μὲν τὸ, Ῥωμαίοις δὲ τό· καὶ Ῥωμαίοις τάδε, καὶ λοιποῖς τάδε. Καὶ οὐδὲ τὸ, ἀνθρώποισι δʼ ἔδωκε δίκην, ὤφελεν εἰπεῖν, ἵνα μὴ μάτην διττολογήσῃ. Καὶ οὕτως ἂν οὐδὲν εἶχεν ἁμάρτημα· νῦν δὲ τὰ ἔπη ταυτὶ δύο ἁμαρτήματα φέρει, ἀρτιγένεια καὶ ἀκμάζοντα, καὶ ὧν οὐδέποτε τῆς ἀβελτηρίας γῆρας γενήσεται, τοῖς ποιητικῶς ἅμα καὶ ῥητορικῶς βασανίζουσι. Διὰ μὲν γὰρ τοῦ εἰπεῖν, ἀνθρώποισι νόμον διέταξε Κρονίων, εἶτα ἐπενεγκεῖν, Ἰχθύσι μὲν καὶ θηρσὶ καὶ οἰωνοῖσι, δοκεῖ ταῦτα τάττειν ἐν τοῖς ἀνθρώποις. Διὰ δὲ τοῦ ἐπαγαγεῖν, Ἀνθρώποισι δʼ ἔδωκε δίκην, φαίνεται ἀκαίρως καὶ μάτην διττολογῶν ὁ νικητὴς τοῦ Ὁμήρου, οὗ τοῖς ἔπεσιν οὐδὲ θεὸς κἂν τὴν τυχοῦσαν λαβὴν τῆς οἵας δήποτε τέχνης εὑρήσειε. Ταῦτα δʼ εἴτε ὀρθῶς εἴτε κιβδήλως ἔχοντα, φησὶ πρὸς τὸν ἀδελφὸν, ἐκτρέπων αὐτὸν τῆς θηριώδους ἀλληλοφαγίας, καὶ τῶν ἁρπαγῶν, καὶ τῆς βίας· προτρέπων δὲ πρὸς τὸ δίκῃ πάντα ποιεῖν.
ΤΟΝΔΕ ΓΑΡ ΑΝΘΡΩΠΟΙΣΙ ΝΟΜΟΝ. Τοῦτον γὰρ τὸν νόμον, ὃν ἐρῶ δηλονότι, ἔταξεν ὁ Κρονίων τοῖς ἀνθρώποις· εἶτα οὐ πρὸς τοῦτο ἀποδίδωσι τὸν λόγον, ἀλλὰ κἀνταῦθα ὥσπερ μεταμεληθεὶς, καὶ ὡς ἀπʼ ἄλλης ἀρχῆς λαβὼν, προσθεὶς καὶ τὰ ἄλογα ζῶα τῷ λόγῳ διαιρεῖ, καὶ φησίν· ἰχθύσι μὲν καὶ θηρσὶ καὶ ὀρνέοις πτηνοῖς ἔταξε νόμον, δηλονότι ἐσθίειν ἀλλήλους· ἐπεὶ οὐ δίκη, ἤγουν δικαιοσύνη, ἐστὶν ἐπʼ αὐτοῖς ἀλόγοις οὖσι· τοῖς ἀνθρώποις δὲ ἔδωκε δίκην ἔμφυτον, ἤγουν δικαιοσύνην, ἣ κατὰ πολύ ἐστιν ἀρίστη. Πετεηνὸν ποιητικῶς, κοινῶς δὲ πτηνὸν καὶ πετεινόν. Ἔσθειν παρὰ ποιηταῖς, ἐσθίειν παρὰ τοῖς κοινοῖς· διδοῖ ποιητικὸν, δίδωσι κοινόν.
ΟΙΩΝΟΙΣ. Οἰωνοὶ κυρίως οἱ γύπες, ὡς οἰωοὶ, ἤτοι μόνοι δίχα συνουσίας ἄῤῥενος ὠὰ ὑπηνέμια γεννῶντες· νῦν δὲ πάντα τὰ ὄρνεα λέγει. ΠΕΤΕΙΝΟΝ, παρὰ τὸ ἐν τῷ πέτεσθαι τείνειν τὸ πτερόν· ΠΕΤΕΗΝΟΝ δὲ, παρὰ τὸ ἐν τῷ πέτεσθαι ἄνω, οἱονεὶ τὸ ὑψιπετές· ὅθεν τὸ μὲν δίφθογγος, τὸ δὲ ἦτα γραφεῖται.
ΕΙ ΓΑΡ ΤΙΣ Κʼ ΕΘΕΛΟΙ. Ὃς γὰρ εἰδὼς τὰ δίκαια μὴ ἀποκρύπτει διὰ σκολιότητα ἤθους, ἀλλʼ ἀγορεύει, τούτῳ καὶ ὁ παρὰ τοῦ Διὸς ὄλβος ἕπεται. Πρόσκειται δὲ τὸν γινώσκοντα τὰ δίκαια χρῆναι λέγειν αὐτὰ, διότι κατʼ ἄγνοιαν τινὲς τῶν δικαίων εἴποιεν ἂν τὰ ἄδικα ὡς δίκαια, ὧν οὐκ ἄν τις μέμψαιτο τὴν προαίρεσιν, ἀλλὰ τὴν ἀμαθίαν. ΑΛΛΩΣ. Γινώσκων ὅτι ἔστι δίκη· εἰσὶ γὰρ βάρβαροι, μὴ εἰδότες τί ἐστι τὸ δίκαιον. ΟΛΒΟΣ δὲ ὁ παρὰ τῶν καρπῶν πλοῦτος. Τετραχῶς δὲ τίθησι τὴν δίκην· ποτὲ μὲν ἐπὶ τῆς σωματοειδοῦς θεᾶς, ποτὲ δὲ ἐπὶ τοῦ δικαίου, ποτὲ δὲ ἐπὶ τῆς κρίσεως, ποτὲ δὲ ἐπὶ τῆς τιμωρίας. Ἀπὸ δὲ τοῦ κῦδος γίνεται κυδρὸς καὶ κυδρὴ, ὡς ἀπὸ τοῦ ἔχθος ἐχθρός.
ΔΙΚΑΙʼ ΑΓΟΡΕΥΕΙΝ ΓΙΝΩΣΚΩΝ. Καλῶς εἶπε τὸ ΓΙΝΩΣΚΩΝ· πολλοὶ γὰρ ἄκοντες ὁμολογοῦσι τὸ δίκαιον, καὶ δρῶσιν αὐτὸ, νομίζοντες διὰ τούτου μᾶλλον ἀδικῆσαι καὶ βλάψαι τινάς· οἷς οὐκ ἔστι χάρις, ὡς ἀκουσίως δράσασι τὸ δίκαιον, οὐδὲ εὐδαιμονία καὶ πλοῦτος παρὰ τῆς εἱμαρμένης δοθήσεται αὐτοῖς· οἷος ἦν Λακύδης ὁ Ἀργεῖος. Οὗτος γὰρ θέλων ἀνελεῖν Προμηθέα τινὰ Θετταλὸν φῦμα ἔχοντα, παίσας τῷ ξίφει παρὰ τὸ φῦμα, ἰάσατο. Καὶ Σμικύθης δὲ Νικάνορα διαβαλὼν τῷ Φιλίππῳ ὠφέλησε. Καὶ ἡμᾶς δέ τις ἐκ Συννάδων διαβαλὼν τοῖς οἷς ἐθητεύομεν, ὅτι πᾶσι δόντες μῆλα κυδώνια, ἡμῖν οὐ δεδώκασι· καὶ τούτου ἕνεκεν αὐτὸς δῆθεν ἠγανάκτησα, ὡς ἐκεῖνος ἐπλάσατο, ἔπεισα αὐτοὺς οὕτω προσεκτικῶς πρὸς ἡμᾶς ἀεὶ διακεῖσθαι μεθʼ ὑπερβαλούσης φιλοστοργίας, ὡς καὶ τῶν ἰδίων παίδων ἐν πολλοῖς ἡμᾶς προτιμᾷν. Καὶ ἑτέρους ἔχω μυρίους ἐπενεγκεῖν, ἀλλὰ σιωπῶ, τὸν κόρον ἐκφεύγων.
ΕΙ ΓΑΡ ΤΙΣ Κʼ ΕΘΕΛΗι. Ἐὰν γάρ τις γινώσκων τὰ δίκαια προθυμῆται ἀγορεύειν αὐτὰ, καὶ μὴ ἀποκρύπτειν διὰ σκολιότητα γνώμης, τούτῳ μὲν δίδωσιν ὁ εὐρύοπα Ζεὺς πλοῦτον· ὃς δʼ ἂν ἐν μαρτυρίαις, εἰδὼς δηλονότι, τὰ δίκαια ἀποκρύψῃ καὶ ἑκὼν ψεύσεται, ἀντὶ τοῦ ψεύσηται, ὅμοιον τῷ, ἵνα εἴδομεν, ἐπίορκον ὀμόσας.
ὉΣ ΔΕ ΚΕ ΜΑΡΤΥΡΙΗιΣΙΝ. Οὗτός ἐστιν ὁ ἀντίθετος τῷ εἰδότι τὰ δίκαια καὶ μὴ κρύπτοντι, ὁ ἑκὼν ψευδόμενος καὶ μαρτυρῶν τοῖς ἀδίκοις, καὶ ὀμνὺς καὶ ἐπιορκῶν, διὰ πονηρὰν πρόθεσιν. Τούτου οὖν τοῦ τὰ ψευδῆ μαρτυροῦντος ἑκουσίως εἰδότος τἀληθὲς ὁ τρόπος μιαρός.
ὉΣ ΔΕ ΚΕ ΜΑΡΤΥΡΙΗιΣΙΝ ἙΚΩΝ. Ὥσπερ ὁ μὴ ἀκουσίως, ἀλλὰ μετὰ γνώμης τὸ δίκαιον δρῶν, εὐδαιμονίας παρὰ τῆς εἱμαρμένης τυγχάνει, οὕτω πάλιν ἀντιθέτως, ὁ μετὰ γνώμης ἐπίορκος ὀμνύων, καὶ αὐτὸς τυγχάνει τιμωρίας, καὶ εἰς τοὺς ἀπογόνους αὐτοῦ ἀφανισμὸς ὕστερον καὶ ἀνωνυμία ἐπέρχεται. Καὶ ταῦτα δὲ τὰ ἔπη ἄξια νίκης Ὁμήρου, καὶ προσεκτέον τῷ στεφάνῳ. Ἄκαιρον ἔχουσι τὴν διττολογίαν τὰ ἔπη, ὡς πολλαχοῦ· —εἰ γάρ τίς κʼ ἐθέλησι τὰ δίκαιʼ ἀγορεύειν, καὶ τὸ, Ἀνδρὸς δʼ εὐόρκου γενεὴ, — οὐκ ἄρα τὸ αὐτὸ εἰσὶν ἄμφω. Ἀλλʼ ὅμως καὶ τοιαῦτα συγγεγραφὼς, τοῖς κατὰ τὸν κωμικὸν κολοκύντας λημῶσι ἐπεκρίθη νικᾷν τὸν θειότατον Ὅμηρον. Ὢ τῆς ἀβελτερίας! ὢ τῆς ἀνοίας! ὢ τῆς ἀπαιδευσίας! ὦ λόγου ἀρετὴ καὶ παιδεία, οὐχὶ δακρύετε; καὶ σὺ δὲ ἥλιε στύγνασον τοῖς τούτων ληρήμασι, καὶ τῇ ἀβλεψίᾳ τῇ τῶν ἀνδρῶν.
ΕΝ ΔΕ ΔΙΚΗΝ ΒΛΑΨΑΣ. Ὃς ἂν ψευδῆ μαρτυρήσας ἑκὼν ἀποκρύψῃ τὸ δίκαιον, καὶ ὅρκον προσθεὶς νήκεστον βλάβην καὶ ἀνίατον ὑπομείνῃ διὰ τῆς ψευδομαρτυρίας καὶ ἐπιορκίας, ἀμαυροτέρα ἡ τούτου γενεὰ γίνεται, ὡς τοῦ εὐόρκου ἀμείνων ἡ γενεά. Τὰ γὰρ τῶν πατέρων ἀδικήματα χραίνει καὶ τοὺς ἐκγόνους αὐτῶν, καὶ εὐνούχους ἀποφαίνει ταῖς τιμωρίαις· καὶ γὰρ ὀνείδη καὶ ἀδοξίαι ἐκ τῶν ἀδικιῶν συμβαίνουσι, καὶ τίσεις ἐκ τῶν ἁμαρτημάτων ἀπολαμβάνοντες, ὧν ἔσχον ἀδικήσαντες οἱ πατέρες αὐτῶν, συναπολαύουσι τῶν ὀφειλομένων ἐκείνοις κολάσεων ἀνθʼ ὧν ἠδίκησαν. Ἄλλως δὲ γινώσκει τὸ θεῖον, ὡς τοῖς ἤθεσιν αὐτῶν ἐμπέφυκέ τι τῆς ἀδίκου τῶν γεννησάντων προαιρέσεως κἂν ἡμᾶς λανθάνωσι, καὶ εἰκότως ταύτην ἐν αὐτοῖς ὁρῶντες τὴν ῥίζαν ἐκκόπτουσι διὰ τῶν τιμωριῶν, καὶ τοῦ μὴ ἐνεργῆσαι κωλύουσιν, ὡς ἰατροὶ προκαθαίροντες τινὰς ὧν ὑφορῶνται νόσους.
ΕΝ ΔΕ ΔΙΚΗΝ ΒΛΑΨΑΣ. Ἡ εν περισσὴ, ἀντὶ τοῦ δίκην δὲ βλάψας ἀνιάτως ἐβλάβη. Νήκεστον καὶ νώνυμον οἱ ποιηταί· οἱ δὲ κοινοὶ ἀνήκεστον καὶ ἀνώνυμον. Ἐπίορκος ὁ τῶν ὅρκων καταφρονῶν, εὔορκος ὁ ἀντικείμενος τούτῳ.
ΑΜΑΥΡΟΤΕΡΗ. Καὶ μαυροτέρη, ἡ ἀφανής.
ΤΟΥ ΔΕ Τʼ ΑΜΑΥΡΟΤΕΡΗ ΓΕΝΕΗ. Τούτου δὲ ἡ γενεὰ μετʼ αὐτὸν ὕστερον ἀμαυροτέρα λείπεται, ἀντὶ τοῦ ἀμαυρὰ, ἤγουν σκοτεινὴ, ἀφανής.
ΑΝΔΡΟΣ Δʼ ΕΥΟΡΚΟΥ ΓΕΝΕΗ. Τοῦτο ἐστὶν ἡ ἄκαιρος διττολογία. Ἄνω γὰρ εἶπεν, —εἰ γάρ τις κʼ ἐθέλησι τὰ δίκαιʼ ἀγορεύειν, νῦν δὲ, Ἀνδρὸς δʼ εὐόρκου. — Εὔορκος δὲ καὶ δίκαιʼ ἀγορεύων, νῦν ὁ αὐτός ἐστιν. Οὐ γὰρ λέγει περὶ τοῦ καλῶς ὀμνύοντος, ἀλλὰ τοῦ ἁπλῶς ἀγαθοῦ καὶ δικαίου.
ΑΝΔΡΟΣ Δʼ ΕΥΟΡΚΟΥ. Τοῦ ἀνδρὸς δὲ τοῦ εὐόρκου ἡ γενεὰ μετʼ αὐτὸν ὕστερον ἀμείνων, ἀντὶ τοῦ λαμπρά. Σοὶ δʼ ἐγὼ ἐσθλὰ καὶ ἀγαθὰ νοῶν, ἐρῶ καὶ εἴπω ταῦτα μεγάλα ἀνόητε Πέρση.
ΣΟΙ Δʼ ΕΓΩ ΕΣΘΛΑ ΝΟΕΩΝ. Κάλλιστα τὸ φιλόσοφον ἦθος οἷόν ἐστιν εἶπεν διὰ τούτων ὁ Πλούταρχος δηλοῦσθαι. Τὸν μὲν γὰρ Ἀρχίλοχον καὶ τὸν Ἱππώνακτα βλασφημίας συγγράψαι κατὰ τῶν λυπησάντων· Τιμοκράτην δὲ καὶ Μητρόδωρον τοὺς Ἐπικουρείους, ἀδελφοὺς ὄντας καὶ προσκρούσαντας ἀλλήλοις, ἐκδοῦναι κατʼ ἀλλήλων συγγράμματα. Καὶ τί δεῖ τούτους λέγειν; ὅπου γε καὶ Ξενοφάνης διὰ δή τινα πρὸς τοὺς κατʼ αὐτὸν φιλοσόφους καὶ ποιητὰς μικροψυχίαν, σιλλοὺς ἀτόπους ἐκθεῖναι λέγεται κατὰ πάντων φιλοσόφων καὶ ποιητῶν. Ἀλλὰ τὸν ὄντως μουσικὸν Ἡσίοδον μηδὲν τοιοῦτο παθεῖν· οὐ γὰρ μουσικοῦ τὸ μελαγχολᾷν· λυπηθέντα δὲ πρὸς τὸν ἀδελφὸν, ἀντὶ τοῦ βλασφημεῖν, νουθετεῖν, εἰδότα τοῦτο δὴ τὸ τοῦ Σωκράτους, ὅτι πᾶς ὁ κακὸς, ἄκων ἐστὶ κακός· δεῖται οὖν νουθεσίας, καὶ ἴσως ἐπιγνώσεται ἑαυτὸν ὄντα κακόν.
ΜΕΓΑ ΝΗΠΙΕ ΠΕΡΣΗ. Καλῶς αὐτὸν οὕτω καλεῖ, ὡς εὐδιακρίτου μὲν καὶ εὐεπιγνώστου τῆς δικαιοσύνης οὔσης, αὐτοῦ δὲ ἀδικίαις ἠσχολημένου καὶ ἁρπαγαῖς· μιγνύει δὲ τῇ παραινέσει καὶ ὄνειδος.
ΤΗΝ ΜΕΝ ΤΟΙ ΚΑΚΟΤΗΤΑ. Τὸ μὲν ἕπεσθαι τὰς κακίας ἀλλήλαις, ὥσπερ καὶ τὰς ἀρετὰς, ψεῦδός ἐστιν. Ἀρεταὶ μὲν γὰρ ἐναντίαι οὐκ εἰσὶ, κακαὶ δὲ ἐναντίαι εἰσί· τὰ δʼ ἐναντία ἀλλήλοις οὐχ ἕπεται. Τούτου δὲ ὄντος ψευδοῦς, οὐκ ἀποδεκτέον τὸ, ἹΛΑΔΟΝ, ὡς Πλούταρχος ἐξηγήσατο, τὸ πᾶσαν ἐγκολπίσασθαι κακίαν ὁμοῦ δηλοῦν· ἀλλὰ τὸ, ἑκάστην ἀθρόαν λαβεῖν, μὴ κατὰ μικρὸν ὑποφερομένην, ἀλλʼ ὁμοῦ πᾶσαν ἐφελκόμενον· οἷον ἀκολασίαν ὅλην, ἅμα καὶ ἀδικίαν ὡσαύτως. Διὸ καὶ ἹΛΑΔΟΝ εἶπε, δηλῶν ὡς οὐ μόνον κατὰ βραχὺ κακωθῆναι τινὰς δυνατὸν, ἀλλὰ καὶ ἀθρόως. Καὶ τὴν αἰτίαν προσέθηκεν, ὅτι ἐγγὺς ἡμῶν ἡ κακία, καὶ ἡ ἐπʼ αὐτὴν ὁδὸς ὀλίγη, καθάπερ ἡ πρὸς τοὺς ἐγγὺς οἰκοῦντας. Αἴτιον δὲ τοῦ ἐγγὺς ἡμῶν αὐτὴν οἰκεῖν, τὸ τὴν γένεσιν τόπον εἶναι τῶν κακῶν. Ὥσπερ οὖν τῶν ἐν λοιμώδει τόπῳ κατοικούντων ἐγγὺς κατοικοῦσιν αἱ νόσοι, οὕτω δὴ καὶ τῶν ἐν γενέσει ψυχῶν ἐγγὺς οἰκεῖν τὴν κακίαν ἀληθὲς, ἧς ἐστιν οἶκος ἡ γένεσις. Τὴν δʼ αὖ ἀρετὴν οὐκ οὖσαν τῇ γενέσει σύμφυλον, ἀλλὰ τοῖς ἔξω τῆς ὑλικῆς στάσεως, εἰκότως φησὶ πόῤῥω μὲν οἰκεῖν ἡμῶν, ἱδρῶτα δὲ πρὸ ἑαυτῆς εἶναι ὑπὸ τῶν θεῶν τεθέντα, διʼ οὗ χρὴ πρὸς αὐτὴν ἐλθεῖν καὶ πόῤῥω οὖσαν ἑλεῖν, ἐπίπονον οὖσαν τὴν θήραν αὐτῆς καὶ δυσέφικτον, καθὰ τὰ ἑξῆς δηλοῖ.
ΚΑΙ ΙΛΑΔΟΝ ΕΣΤΙΝ ἙΛΕΣΘΑΙ. Ἱλαδὸν, καθʼ ὁλοκληρίαν. Ὁ δὲ λέγει, τοιοῦτόν ἐστιν· ὅτι κἂν ἐπίκτητος ἡμῖν ἡ κακία, ὅμως πάνυ ῥᾳδίως καὶ ἀκαριαίᾳ ῥοπῇ καθʼ ὁλοκληρίαν ἐπικτᾶται, καὶ οὐχ ὥσπερ ἡ ἀρετὴ δυσπόριστός ἐστι καὶ χρονία. Ἅπαξ γάρ τις κεκλοφὼς τὴν κλεπτικὴν κακίαν καθʼ ὁλοκληρίαν καὶ ἀκαριαίως ἐκτήσατο, καὶ τὴν μοιχικὴν δὲ ὁμοίως, καὶ τὰς λοιπάς· ἡ ἀρετὴ δὲ ὡς ἔφημεν, χρονία καὶ δυσχερής. Τυχὸν γάρ τις ἐθέλει γραμματικὴν ἀρετὴν ἐπικτήσασθαι, καὶ οὐκ εὐθέως αὐτῆς γίνεται μέτοχος, ἀλλὰ πρότερον αὐτὸν ἐκδίδωσι τοῖς στοιχειώδεσι γράμμασιν, εἶτα ταῖς συλλαβαῖς, καὶ τῇ λοιπῇ παιδείᾳ, ἔπειτα τῇ Διονυσίου βίβλῳ προσέχων, καὶ τοῖς Θεοδοσίου κανόσι καὶ ποιηταῖς· εἶτα σχεδογραφίας ἀπάρχεται· καὶ πολλὰ πολλοῖς μογήσας τοῖς χρόνοις, μόγις τὴν ἀρετὴν ἐπικτᾶται.
ΤΗΝ ΜΕΝ ΤΟΙ ΚΑΚΟΤΗΤΑ. Τὴν μὲν κακίαν. ΚΑΙ ΙΛΑΔΟΝ ΕΣΤΙΝ ἙΛΕΣΘΑΙ. Ἀντὶ τοῦ ἀθρόως ἑκάστην ἑλεῖν, ἤγουν λαβεῖν ῥᾳδίως. Ὀλίγη μέν ἐστιν ἡ ὁδὸς ἡ ἐπʼ αὐτὴν δηλονότι, λίαν δὲ ἐγγὺς, ἤγουν πλησίον οἰκεῖ. Κακότης ἡ κάκωσις καὶ ἡ κακία· ἔστι δὲ ἡ λέξις ποιητική· ἐγγύθι ποιητικῶς, ἐγγὺς κοινῶς.
ΟΛΙΓΗ ΜΕΝ ὉΔΟΣ, ΜΑΛΑ Δʼ ΕΓΓΥΘΙ ΝΑΙΕΙ. Προσωποποιεῖ τὴν κακίαν καὶ ἀρετὴν, καὶ οἰκίας αὐτῶν ὑποδείκνυσι καὶ ὁδούς· τῆς μὲν κακίας ὀλίγην, διὰ τὸ, ὅπερ ἔφην, εὐπόριστον· τῆς δʼ ἀρετῆς μακρὰν καὶ ὀρθίαν, διὰ τὸ πόνου καὶ χρόνου προσδεῖσθαι, ἣν ὕστερον καὶ ῥᾳδίαν εἶναί φησι, διὰ τὸ γλυκεῖαν καὶ εὔκολον εἶναι αὐτὴν μετὰ τὴν ἐπίκτησιν. Ὅθεν καὶ Κόϊντος προσωποποιεῖ αὐτὴν ἐπὶ τραχέος λόφου καὶ ὑψηλοῦ, ἐπάνω φοίνικος δένδρου καθιδρυμένην· τὸ ἐπίπονον πάντως καὶ χρόνιον καὶ αὐτὸς ἐνδεικνύμενος, ἢ αἰνιττόμενος.
ΤΗΣ Δʼ ΑΡΕΤΗΣ. Τὴν ἀρετὴν δὲ προπάροιθεν, ἤγουν ἔμπροσθεν, ἔθηκαν οἱ ἀθάνατοι θεοὶ ἱδρῶτα, ἀντὶ τοῦ κόπον.
ΜΑΚΡΟΣ ΔΕ ΚΑΙ ΟΡΘΙΟΣ. Μακρὸς μὲν οἶμος, εἰκότως· ὅσον γὰρ θεὸς ὕλης, τοσοῦτον ἀρετὴ κακίας διέστηκεν· εἴπερ ἀρετὴ μέν ἐστιν ἐν τῷ συνεῖναι θεῷ· κακία δὲ, ἐν τῷ ζῇν ἐν ὕλῃ. Μακρὸς δὲ ὢν, καὶ ὄρθιός ἐστιν ὡς εἰς τὸ ἄναντες ἀνάγων ἡμᾶς· ἄνω γὰρ ἀρετὴ, κάτω δὲ ἡ κακία· τραχὺς δʼ αὖ ὁ οἶμος, ὡς δύσβατος. Χρὴ γὰρ πολλὰ μὲν ὧν ἀγνοοῦμεν μαθεῖν, οἷς τὴν πρώτην δυσκόλως ἐπιβάλλομεν, πολλὰ δὲ ἀποθέσθαι ἔθη πονηρὰ ὧν δυσαποσπάστως ἔχομεν συντρόφων ἡμῖν ὄντων· ὅλως δὲ διὰ πολλῶν ὁδεῦσαι καὶ ἐπιπόνων ἀσκήσεων· πρὸς ἃς ἀπιδὼν, τραχὺν εἶπεν εἶναι τὸ πρῶτον τὸν οἶμον. Τέλος δέ φησιν, ἐπειδὰν εἰς τὸ ἄκρον ἔλθῃ τῆς πορείας, ῥᾳδία λοιπὸν ἡ ἀρετὴ, καὶ ταῦτα οὖσα χαλεπὴ, καὶ δυσέφικτος. Ζῶσι γὰρ οἱ τὴν ἀρετὴν ἔχοντες ἤδη μετʼ εὐφροσύνης, καὶ ἔοικεν Ἡσίοδος πρὸ Πλάτωνος εἰπεῖν, ὅτι οὐ μόνον ἄριστος, ἀλλὰ καὶ ἥδιστος ὁ κατʼ ἀρετὴν βίος. Ἡ γὰρ μετὰ ῥᾳστώνης ζωὴ τὴν εὐφροσύνην δηλοῖ τῆς τοιαύτης ἕξεως. Μὴ οὖν ἀποφευγέτω τὶς διὰ τοὺς πόνους τὴν τῆς ἀρετῆς ἄσκησιν, πρῶτον μὲν ἐννοῶν, ὅτι ἄτοπον ἵνα τέχνην μέν τινα κτησώμεθα, τοὺς διὰ τὴν κτῆσιν αὐτῆς πόνους ὑπομένειν, ἢ ἵνα ἄλλου τινὸς τῶν ἀναγκαίων τύχωμεν· ὅπως δὲ τὴν τῆς ἀρετῆς κτησώμεθα, τὴν τελειότητα μόνην οὖσαν ἡμῶν, μὴ αἱρεῖσθαι τοὺς διʼ αὐτὴν πόνους, διʼ ὧν μέλλομεν ὠνεῖσθαι τὴν ἀρετῆς κτῆσιν. Ἔπειτα τοῦτο σκοπεῖν, ὅτι τοῖς μὲν τὴν φύσιν ἀσθενῆ λαχοῦσιν οἱ προτεινόμενοι πόνοι δειλιᾷν ποιοῦσι καὶ φυγάδας αὐτοὺς ἀποφαίνουσι τῶν τῆς ἀρετῆς ἐπιτηδευμάτων· τοῖς δὲ φύσει γενναίοις μείζων ἔρως ἐγγίνεται τούτων, ὧν τὴν θήραν οὐκ εὐπετῆ, μετὰ πολλῶν δὲ ἱδρώτων μόνως τοῖς ἀνθρώποις ἀκούουσι παραγίνεσθαι. Διὸ καὶ Πλάτων παρακελεύεται χρῆναι τοῖς προσιοῦσι φιλοσοφίας ἕνεκα παραδεικνύναι τὸ ἐπίπονον τῆς τοιαύτης ζωῆς, διὰ πεῖραν τῆς ἀγεννοῦς, καὶ γενναίας φύσεως. Πρὸς δὲ τούτοις, ὅτι τῶν μετὰ πόνων κτηθέντων ἡδίων ἡ ἀπόλαυσις, τῶν δὲ μετὰ εὐπετείας ὡς ἡ λῆψις πρόχειρος, οὕτω καὶ ἡ καταφρόνησις· διόπερ, ὡς ἔοικεν, ἡ ἀρετὴ μάλιστα τίμιον πολλῶν δεομένη πόνων· καὶ οἱ λαβόντες φιλοχωροῦσιν ἐν αὐτῇ, τοὺς ἱδρῶτας οὓς ὑπέμειναν εἰδότες, καὶ προέσθαι μὴ βουλόμενοι πρᾶγμα διὰ μυρίων πόνων κτηθὲν, ἀλλʼ ἀπρὶξ ἔχονται, ὥσπερ δυσθήρατον, οὕτω καὶ δυσαφαίρετον αὐτὴν ἀποφαίνοντες.
ΜΑΚΡΟΣ ΔΕ ΚΑΙ ΟΡΘΙΟΣ ΟΙΜΟΣ ΕΠʼ ΑΥΤΗΝ. Ἤγουν ἐπιπολὺ παρατεινομένη καὶ ἀνάντης ὁδὸς ἐπʼ αὐτὴν ἄγει, καὶ τραχεῖα καὶ σκληρὰ τὸ πρῶτον· ἐπειδὰν δὲ εἰς τὸ ἄκρον ἔλθῃ τῆς πορείας, ῥᾳδία δὴ ἔπειτα ὑπάρχει ἡ ἀρετὴ, καί περ οὖσα χαλεπὴ, ἤγουν δυσέφικτος.
ΟΥΤΟΣ ΜΕΝ ΠΑΝΑΡΙΣΤΟΣ. Ζήνων μὲν ὁ Στωϊκὸς ἐνήλλαττε τοὺς στίχους, λέγων· Οὗτος μὲν πανάριστος, ὃς εὖ εἰπόντι πίθηται, Ἐσθλὸς δʼ αὖ κἀκεῖνος, ὃς αὑτῷ πάντα νοήσει. τῇ εὐπειθείᾳ τὰ πρωτεῖα διδοὺς, τῇ φρονήσει δὲ τὰ δευτερεῖα. Ἀρίστιππος δὲ ἀπʼ ἐναντίας ὁ Σωκρατικὸς ἔλεγε, τὸ συμβούλου δεῖσθαι χεῖρον εἶναι τοῦ προσαιτεῖν. Ὁ δὲ Ἡσίοδος τοῦ μέτρου μάλιστα τυγχάνει, τρεῖς ἕξεις διελὼν, τὴν ἔμφρονα, τὴν ἀνόητον, τὴν μέσην· ὧν ἡ μὲν ἀρίστη καὶ τῷ θείῳ παραπλησία· καὶ γὰρ τὸ θεῖον αὔταρκες· ὥστε καὶ ὁ ἑαυτῷ πάντα νοῶν καὶ προορῶν ὅσα ἂν ᾖ καὶ εἰς τὸν ἔπειτα χρόνον ἀμείνω· ἡ δὲ φευκτοτάτη, τὸ μήθʼ ἑαυτῷ δύνασθαι τὰ ὀρθὰ λογίζεσθαι, μήτʼ ἄλλοις ἕπεσθαι συμβούλοις ἐθέλειν· μέση δὲ τούτων ἡ τοῦ συνορατικοῦ μὲν τῶν ἀμεινόνων οὐκ οὖσα δύναμις, ἐπακολουθητικὴ δὲ τοῦ συνορῶντος. Καὶ ταῦτα μὲν οὕτως ἔχει· μάλιστα δὲ ἄξιον ἐπαίνου τὸ εἰπεῖν τί τοῦ ἔμφρονος ἴδιον· οὐ γὰρ τὸ τὰ παρόντα ὁρᾷν καὶ τὰ ἐγγὺς, ἀλλὰ καὶ τὸ τὰ ἐσόμενα προορᾷν· τοῦτο μὲν δηλοῖ τὸ, ΦΡΑΣΑΣΘΑΙ ἅπερ ἂν εἴη ἐπὶ τοῦ ἀμείνω. Τὸ ΔΙΟΝ ΓΕΝΟΣ δηλοῖ, ἢ ὅτι θεοῖς ἀνέφερον τὴν γένεσιν, εἰς γὰρ Ὀρφέα καὶ Καλλιόπην τὸ γένος ἀνῆγον· ἢ εὐμενοῦς οὔσης τῆς θεοῦ τῆς δωρησαμένης αὐτούς. Εἰ δὲ φιλίαν τῆς Δήμητρος εἶπεν εἶναι τὴν πρὸς τὸν λιμὸν ἀλλοτριότητα, θαυμαστὸν οὐδέν· τῶν γὰρ Δημητριακῶν καρπῶν ἀφθονίαν ἔχοντες οἱ ἄνθρωποι τῶν ἀπὸ τοῦ λιμοῦ κακῶν εἰσὶν ἀπείραστοι. Τούτους δὲ ἄλλως ὑπάρχειν ἀδύνατον. ΕΥΣΤΕΦΑΝΟΣ οὖν ΔΗΜΗΤΗΡ, ἡ περιουσία τῶν καρπῶν καὶ ἡ συγκομιδή. ΚΑΛΙΑ δὲ κυρίως μὲν ἡ νεοττία, νῦν δὲ τὴν οἰκίαν εἶπεν.
ΟΥΤΟΣ ΜΕΝ ΠΑΝΑΡΙΣΤΟΣ. Μετὰ τὴν πρὸς τὸν ἀδελφὸν νουθεσίαν, καὶ τὴν γνωμικὴν ταύτην εἰσφέρει παραίνεσιν, καί φησι, Πανάριστος ἐστὶ, ὅς τις ἀφʼ ἑαυτοῦ καὶ αὐτοδιδάκτως τὸ πρέπον νοεῖ, προβουλευσάμενος καὶ προγνοὺς ἃ καὶ μέχρι τέλους εἰσὶ βέλτιστα, ἀγαθὸς δὲ κατὰ δεύτερον λόγον, καὶ ὁ μὴ ἀφʼ ἑαυτοῦ μὲν γνοὺς, πεισθεὶς δὲ τοῖς καλῶς συμβουλεύουσιν· ὁ δὲ ἀπρόβουλος ἅμα καὶ ἀνουθέτητος, λίαν ἐστὶ φαυλότατος. Τοῦτο δὲ εἴρηκεν, οἱονεὶ λέγων αὐτῷ, ὅτι ἐχρῆν σε ὦ Πέρση νοῦν ἔχοντα μόνον εἰδέναι τὸ ἀγαθὸν, καὶ μὴ δεῖσθαι συμβουλίας. Ἐπεὶ δὲ μόνος οὐκ ἔγνως, κἂν ἐμοὶ τὰ λῷστα συμβουλευομένῳ σοι πείσθητι. Εἰ δὲ μὴ, φαῦλος ἂν εἴης, καὶ μάταιος. Τοὺς δὲ τοῦ Πρόκλου Ζήνωνας καὶ Ἀριστάρχους παρεατέον, ὡς περιττούς.
ΟΥΤΟΣ ΜΕΝ ΠΑΝΑΡΙΣΤΟΣ. Ἤγουν οὗτος μέν ἐστιν ἄριστος, ὃς διʼ ἑαυτοῦ πάντα νοήσει, στοχασάμενος, προϊδὼν, ἅτινα ἂν ᾖσιν, ἀντὶ τοῦ ᾖ, ὡς λάβῃσιν ἀντὶ τοῦ λάβῃ, ἔπειτα καὶ εἰς τέλος ἀμείνω, ἀντὶ τοῦ καλά. Τοῦτο δὲ σύνηθες οὕτω καὶ παρὰ τοῖς κοινοῖς.
ΕΣΘΛΟΣ Δʼ ΑΥ ΚΑΚΕΙΝΟΣ. Ἐσθλὸς δὲ πάλιν ἐστὶ καὶ ἐκεῖνος, ὃς ἂν τῷ καλῶς εἰπόντι πείθηται. Ἐσθλὸς κυρίως ὁ ἐθελοντὴς μαχόμενος, ἤγουν ὁ ἀνδρεῖος, ᾧ ἐναντίον ὁ δειλὸς, καὶ ἀπὸ τούτου ἐσθλὸς ὁ ἀγαθὸς τοὺς τρόπους, καὶ ἐσθλὰ τὰ ἀγαθά. Διὰ τὸ μέτρον συστέλλεται ἐνταῦθα τὸ πι ἐν τῷ πίθηται· ὡς ἐν τῷ, —οἳ δʼ ἐπίθοντο Διῒ Κρονίωνι ἄνακτι.
ὉΣ ΔΕ ΚΕ ΜΗΘʼ ΑΥΤΩι ΝΟΕΗι. Ὃς δʼ ἂν μήτε διʼ ἑαυτοῦ νοῇ μήτʼ ἄλλου ἀκούων ἐν τῷ λογισμῷ εὐστόχως λαμβάνῃ, οὗτος δὲ δή ἐστιν ἀνὴρ ἀχρεῖος, ἤγουν ἐν οὐδενὶ χρήσιμος. Ἀλλὰ, ὦ Πέρση, Δῖον γένος, μεμνημένος τῆς ἡμετέρας ἐφετμῆς, ἀντὶ τῆς ἐμῆς ἐντολῆς, τῆς παραινέσεως, ἀπὸ τοῦ ἐφίεμαι, τὸ ἐντέλλομαι, ἐργάζου, ἵνα σε ἐχθαίρῃ, ἤγουν μισῇ, ἀποστρέφηται, ὁ λιμὸς, φιλῇ δέ σε ἡ εὐστέφανος Δημήτηρ, ἤγουν ἡ τῶν καρπῶν ἔφορος θεός. Εὐστέφανον δὲ αὐτὴν λέγει διὰ τὸ ἀνθηρὸν τῶν καρπῶν, οὓς παρέχει.
ΠΕΡΣΗ, ΔΙΟΝ ΓΕΝΟΣ. Υἱὲ Δίου, ἢ εὐγενὲς γένος. Δεινοτάτως δὲ αὐτὸν διὰ τοῦ παρόντος ἐγκωμίου πρὸς ἀγαθοεργίαν προτρέπεται· ἀπρεπὲς γὰρ ἀνδρὶ εὐγενεῖ τῶν μὲν χρηστῶν ἀποτρέχειν, τῶν δὲ φαύλων ἀντέχεσθαι. Ἀλλὰ ταῦτα κἀμὲ καταπέπεικε τὸν ἀτεράμονα καὶ σκληρὸν, ὡς Ἡσίοδος τὸν Ὅμηρον ἐκνενίκηκε. Τὸ ταυτὸν γὰρ συνεχόμενον ἀεὶ ἐν τοῖς ἔπεσι, τὸ, Ὦ Πέρση, σὺ δὲ ταῦτα μετὰ φρεσὶ βάλλεο σῇσι· καὶ τὸ παρακατιόν, —σοὶ δʼ ἐγὼ ἐσθλὰ νοέων ἐρέω· καὶ τὸ νῦν, Ἐργάζευ Πέρση δῖον γένος. Πρὸς τούτοις δέ με καὶ τὸ ἀφελὲς τοῦτο καὶ ὑπόψυχρον καταπέπεικε, τὸ, ΟΦΡΑ σε, καὶ τὸ ΦΙΛΕΗι ΔΕ ΣΕ, καὶ ἕτερα μυρία. Ἐξ ὧν ὁ καθʼ ἡμᾶς ἀμαθὴς καὶ μὴ δυνάμενος ἀνδρῶν διακρίνειν ποιήματα μόλις γινώσκει τὸ ἀληθὲς, ὡς τοιούτων ἐπῶν ποιητὴς νενίκηκεν Ὅμηρον. Οἱ δὲ ἀγχινούστατοι καὶ ὀξεῖς καὶ κριτικοὶ, καὶ πολυμαθέστατοι, καὶ πρὸ τούτων ἐκ τοῦ ῥᾴστου καὶ αὐτοσχεδίου τοῦτο ἐπέγνωσαν.
ΟΦΡΑ ΛΙΜΟΣ ΕΧΘΑΙΡΗι. Προσωποποιεῖ τὸν λιμὸν καὶ τὴν γεωργίαν, ὅπερ ἐστὶ τῆς γλυκύτητος, καί φησιν, ἐργάζου, ἵνα σε ὁ λιμὸς μισῇ, φιλῇ δὲ ἡ Δημήτηρ καὶ ἡ γῆ, ἤγουν ἡ φυτεία καὶ γεωργία, καὶ πληροῖ σοῦ τὸν οἶκον ζωῆς τῆς ἐκ τῶν τροφῶν. Οὐ δεῖ δὲ ἐνταῦθα πολυλογίας, διὰ τὸ σαφὲς τῶν ἐπῶν. ΕΥΣΤΕΦΑΝΟΝ δὲ εἶτε τὴν γῆν, ἢ διὰ τὸ εὔκυκλον τῆς ἅλωνος, ἢ διὰ τὸ στεφανοῦσθαι ἡμᾶς τοῖς αὐτῆς δωρήμασιν, ὀπώραις παντοίας καὶ στάχεσι.
ΒΙΟΤΟΥ. Τῆς ἐκ τῶν τροφῶν ζωῆς.
ΚΑΛΙΗΝ. Μεταφορικῶς τὸν οἶκον.
ΑΙΔΟΙΗ. Ἤγουν ἡ αἰδοῦς ἀξία· πίμπλησι δὲ καὶ πληροῖ τὴν σὴν καλιὰν, ἤγουν τὴν οἰκίαν, βιότου, ἀντὶ τοῦ τῶν πρὸς ζωὴν χρησίμων. Δῖον γένος τὸν Πέρσην λέγει, ἢ διότι παῖδες Δίου τινὸς ἦσαν, ἢ διότι εἰς θεοὺς ἀνέφερον τὴν γένεσιν· εἰς γὰρ Ὀρφέα καὶ Καλλιόπην τὸ γένος ἀνῆγον.
ΠΙΜΠΛΗΣΙ Ποιητικῶς, πιμπλῶ κοινῶς. Καλιὰ κυρίως ἡ νεοττιά. ἐνταῦθα δὲ καταχρηστικῶς ἡ οἰκία.
ΛΙΜΟΣ ΓΑΡ ΤΟΙ. Λιμὸς θηλυκῶς λέγεται παρὰ τοῖς Δωριεῦσι.
ΛΙΜΟΣ ΓΑΡ ΤΟΙ ΠΑΜΠΑΝ ΑΕΡΓΩι ΣΥΜΦΟΡΟΣ ΑΝΔΡΙ. Τὸ μὲν σύμφορον οὐ λέγει τὸν συμφέροντα, ἀλλὰ τὸν συμφερόμενον καὶ συνόντα, ὡς ὅπου ἀργία ἐστὶ, καὶ λιμὸν εἶναι ἀναγκαῖον ἐκεῖ. Τὸ δὲ τῷ ἀργῷ νεμεσᾷν τοὺς θεοὺς, ἀληθές· χρῆναι γὰρ τὸ σῶμα τρέφειν διὰ τῶν σωματικῶν πόνων, καὶ τὰ ἀναγκαῖα πορίζειν ἑαυτῷ διὰ τῶν οἰκείων ἔργων. ΑΛΛΩΣ. Τὸ μὲν ἀργὸν ζῇν ἑπόμενον ἔχει λιμὸν, τὸ δʼ ἐθέλοντα μὴ λιμώττειν, ἀντὶ τοῦ ἐργάζεσθαι πράγματα παρέχειν ἄλλοις, ἵνα ἀπὸ τούτων τρέφηται, κηφῆνος ἔργον ἐστὶ κεκεντρωμένου, τὸ μέλι κατεσθίοντος, ὅσον αἱ μέλισσαι συνάγουσι. Κόθουρος οὖν ὁ κηφὴν, ὡς κεύθερος τὶς ὢν καὶ τὸ κέντρον κεκρυμμένον ἔχων· καὶ παρέλαβεν αὐτὸν ὡς ἀργόν· μόνον γὰρ τὸ ζῶον τοῦτο οὐ δύναται τροφὴν ἑαυτῷ πορίσασθαι. Ἢ τὸ κοθούροις, ἀντὶ τοῦ ἀργοῖς, παρὰ τὴν καθέδραν. Ἢ κολούροις τὴν οὐρὰν καὶ τὸ κέντρον· καὶ γὰρ καὶ ἀργὸς καὶ ἄκεντρος. Ἢ κοθούροις, ἀντὶ τοῦ κόρῳ πλήθουσι. Καταγέλαστος γὰρ ἂν εἴη τὶς τῶν μὲν ἀνθρώπων ἐλαττούμενος, τοῖς δὲ κηφῆσιν ὁμοιούμενος. ΑΛΛΩΣ. Κηφὴν ζῶον μελισσῶν ἀργότατον καὶ ἄκεντρον· κόθουροι δὲ, ἢ ὅτι κάθηνται, τουτέστι παρατηροῦνται τὴν ὥραν, ἐν ᾗ ἐκβαίνουσιν αἱ μέλισσαι, ἵνα ἐκλαθόντες ἐσθίωσι τὸ μέλι· ἢ τοῖς κολοβὴν οὐρὰν ἔχουσιν· ἀποκρύπτουσι γὰρ τὴν οὐράν. Δίδυμος δὲ κοτούροις, ὅτι κότον ἔχουσιν ἐν τῇ οὐρᾷ· κατὰ δὲ Ἀριστοτέλην, ἀκέντροις· Ἀμερίας δὲ, κακούργοις· μόνος δὲ Ἡσίοδος ἅπαξ τῇ λέξει ἐχρήσατο.
ΣΥΜΦΟΡΟΣ. Συνοπαδὸς, συνακόλουθος· τουτέστιν, ὁ ἀργὸς συμφέρεται πενίᾳ, καὶ συζῇ τῷ λιμῷ.
ΛΙΜΟΣ ΓΑΡ ΤΟΙ. Ὁ λιμὸς γὰρ διόλου ἐστὶ τῷ ἀργῷ ἀνδρὶ συμφερόμενος, συνὼν, τούτῳ, ἤγουν κατὰ τούτου, νεμεσῶσι καὶ ἀγανακτοῦσιν οἱ θεοὶ καὶ οἱ ἄνδρες, ὃς ἂν ζῇ ἀργὸς, ὅμοιος κατὰ τὴν ὁρμὴν τοῖς κηφῆσι τοῖς κοθούροις, ὅτι κεύθουσι τὴν οὐρὰν, τουτέστι τὸ κέντρον. Νεμεσᾷν, τὸ ὑπὲρ δικαίου ἀγανακτεῖν. Ἀεργὸς ποιητικὸν, ἀργὸς κοινόν.
ΘΕΟΙ ΚΑΙ ΑΝΕΡΕΣ. Θεοὺς νῦν τοὺς σοφοὺς, καὶ τοὺς τὰ θεῖα εἰδότας καλεῖ, ἀνθρώπους δὲ τοὺς ἀνθρωπίνως μόνως καὶ παχυλῶς ζῶντας· καί φησιν, ὅτι τῷ ἀργῷ δικαίως ἅπαντες μέμφονται, σοφοί τε καὶ ἄσοφοι.
ΖΩΗ. Ζώω ζώεις ζώει. Ζώῃ δὲ, εὐκτικὸν καὶ ὑποτακτικὸν η. Τὸ ὥς κε, καὶ τὸ κε παρὰ Ἴωσιν οὔ, παρὰ δὲ Ἀττικοῖς ὑποτάσσει.
ΚΗΦΗΝΕΣΣΙ ΚΟΘΟΥΡΟΙΣ. Ὅμοιος ὑπάρχων κατὰ τὴν ὁρμὴν, ἢ τὴν ὀργήν. Τουτέστιν ἁρπακτικὸς καὶ ἀλλοτριοφάγος, ὥσπερ οἱ κηφῆνες· κηφὴν δέ ἐστιν ζωΰφιόν τι ἐμφερὲς μελίσσῃ, ἀργὸν καὶ ἄκεντρον, ἐσθίον λαθραίως τὸν πόνον τῶν μελισσῶν.
ΚΟΘΟΥΡΟΙΣ. Κακούργοις, ἢ ἀκέντροις. Ἢ κοτούροις, τοῖς κότον ἔχουσιν ἐν τῇ οὐρᾷ. Ἢ τοῖς κολοβὴν ἔχουσιν οὐρὰν καὶ ἀποκρύπτουσιν αὐτήν. Ἢ τοῖς καθεύδουσι, καὶ ἐπιτηροῦσι τὴν ὥραν ὅταν αἱ μέλισσαι ἐξέρχωνται, ἵνα λαθόντες ἐσθίωσι τὸ μέλι. Τούτῳ μὲν αὐτὸς Προκλόθεν κεχρημένος, Τέθηκα τοῖς χρήζουσιν ἐκμακρηγορῶν.
ΟΙΤΕ ΜΕΛΙΣΣΑΩΝ. Οἵ τινες ἀργοὶ ὄντες ἀναλοῦσι τὸν πόνον τῶν μελισσῶν ἐσθίοντες· ἀντὶ τοῦ τὸ ἔργον, ὃ καμοῦσαι εἰργάσαντο αἱ μέλισσαι. Σοὶ δὲ φιλούμενα ἔστω ἔργα τὰ τὰ σύμμετρα τῇ σῇ δυνάμει, ἤγουν τὰ δυνατά σοι· ὥστε κοσμεῖν αὐτὰ, ἤγουν κατὰ κόσμον ἐργάζεσθαι, ὡς ἄν σοι αἱ οἰκίαι πεπληρωμέναι ὦσι πλούτου, ὃν αἱ ὧραι παρέχουσιν.
ΣΟΙ Δʼ ΕΡΓΑ ΦΙΛʼ ΕΣΤΩ. Σοὶ δὲ προσφιλῆ ἔστωσαν τὰ μέτρια ἔργα, ἤτοι τὰ σεμνὰ καὶ μὴ ἀπρεπῆ, ὥς τε κοσμεῖν δηλονότι σεαυτὸν, καὶ μὴ ἄκοσμον εἶναι τὰ φαῦλα μετερχόμενον.
ΕΞ ΕΡΓΩΝ Δʼ ΑΝΔΡΕΣ. Παντὶ τῷ τὸ κατὰ φύσιν ἔργον ἐκπληροῦντι τοῖς θεοῖς ἀρέσκειν ἕπεται. Καὶ τοῖς ἀνθρώποις οὖν ἐργαζομένοις, καὶ τὰ ἀναγκαῖα διὰ τῶν ἔργων πορίζουσιν ὑπάρχει θεοφιλῶς πράττειν· ὡς καὶ τοῖς ἀργοῖς μὲν, τὰ δὲ τῶν ἐργαζομένων καρποῦσθαι βουλομένοις, ὑπάρχει νεμεσᾶσθαι παρὰ τῶν θεῶν. Οἱ μὲν οὖν πολλοὶ καὶ καπηλεύειν διὰ ταῦτα, καὶ τὰ ἄλλα ἔργα μετιέναι τὸν σπουδαῖον δεῖν οὐκ ἀπέγνωσαν, διὰ ταῦτα τὰ ῥήματα τοῦ Ἡσιόδου μηδὲν ἐπαχθὲς εἶναι λέγοντες. Εὖ δʼ ὁ Πλάτων ἐξηγήσατο τὸ ἔπος. Ἔργα γὰρ καλεῖν τὸν Ἡσίοδον, ἑκάστου τῶν ὄντων τὰ κατὰ φύσιν ἔργα. Ταῦτα οὖν καὶ τῷ σπουδαίῳ πρέποντα ἔργα, ὅσα οἰκεῖα σπουδαίῳ· διὸ καὶ Ὅμηρος τὰ μὲν βέλτιστα τῶν ἔργων μόνον ἔργα καλεῖ· τὰ δὲ φαῦλα μετὰ προσθήκης κακὰ ἔργα, ὡς ἂν τοῦ ἔργου καθʼ αὑτὸ τὸ καλὸν δηλοῦντος. —εἰ γὰρ νῶϊν ἔρις ἔργοιο γένηται. Καὶ —δύο δʼ αἰὲν ἔχον πατρώϊα ἔργα. Τὰ δὲ μεμπτὰ, δῆλα· οὐκ ἀρετᾷ κακὰ ἔργα. ΑΛΛΩΣ. Οὐκ ἄρα τὸ κλέπτειν καὶ τὸ πορνοβοσκεῖν ὄνειδος· ῥητέον ὅτι τὸ ἔργον τῆς γεωργίας ὄνειδος οὐκ ἔχει, οἷον, τὸ βοηλατεῖν, τὸ σκάπτειν. Ἢ ἁπλῶς ῥητέον ἔργα ὡς παρὰ τοῖς παλαιοῖς, τὰ σπουδαῖα. Ὅτε γὰρ τὰ φαῦλα σημαίνει προστιθέασι τὸ κακὸν, οὐκ ἀρετᾷ κακὰ ἔργα καὶ σχέτλια ἔργα.
ΕΞ ΕΡΓΩΝ Δʼ ΑΝΔΡΕΣ ΠΟΛΥΜΗΛΟΙ Τʼ ΑΦΝΕΙΟΙ ΤΕ. Ἐξ ἐπιτηδευμάτων καὶ ἐργασιῶν καὶ τεχνῶν, οὐκ ἐξ ἀργοῦ βίου, οἱ ἄνδρες πολυθρέμμονες γίνονται, καὶ τὰς ἐτησίας προσόδους κεκτημένοι διαρκεστάτας. Καί τʼ ἐργαζόμενος πολὺ πλέον ἀγαπηθήσῃ καὶ σοφοῖς καὶ ἀσόφοις.
ΕΞ ΕΡΓΩΝ Δʼ ΑΝΔΡΕΣ. Ἐκ τῶν ἐργασιῶν γὰρ οἱ ἄνδρες, γίνονται δηλονότι, πολυθρέμμονές τε καὶ πλούσιοι τὸν ἀπὸ τοῦ χρόνου καὶ τῶν ὡρῶν πλοῦτον. Ἄφενος ὁ ἀπὸ τῶν ὡρῶν πλοῦτος, ἀφʼ οὗ ἀφνειὸς ὁ πλούσιος τοῦτον τὸν πλοῦτον.
ΚΑΙ Τʼ ΕΡΓΑΖΟΜΕΝΟΣ. Καὶ ἐργαζόμενος ἔσῃ καταπολὺ φιλούμενος τοῖς θεοῖς καὶ τοῖς βροτοῖς· λίαν γὰρ στυγοῦσι, μισοῦσιν, οἱ θεοὶ καὶ οἱ ἄνθρωποι τὸν ἀργόν.
ΕΡΓΟΝ Δʼ ΟΥΔΕΝ ΟΝΕΙΔΟΣ. Εἰς τόνδε τὸν λόγον ὑποδιάστελλε, ἵνα δηλοῖ τὸ ἔργον, ἤτοι τὸ σπουδαῖον οὐδὲν κατʼ οὐδὲν ὑπάρχει ὄνειδος· ἐὰν γὰρ εἴπῃς, Ἔργον δʼ οὐδὲν ὄνειδος, μὴ διαστείλας ὡς εἶπον, δεικνύεις μὴ δὲ τὸ μαστροπεύειν, μὴ δὲ τὰ λοιπὰ τῶν αἰσχρῶν ἔργων εἶναι ὄνειδος.
ΕΡΓΟΝ Δʼ ΟΥΔΕΝ ΟΝΕΙΔΟΣ. Ἡ ἐργασία δὲ οὐδαμῶς ἐστὶν αἰσχρὸν, ἡ ἀργία δὲ αἰσχρόν. Ὄνειδος τὸ αἶσχος, ὥσπερ ἔγκλημα τὸ ἁμάρτημα· ἀκολουθεῖ γὰρ ὥσπερ τῷ ἁμαρτήματι τὸ ἐγκαλεῖσθαι, οὕτω τῷ αἴσχει τὸ ὀνειδίζεσθαι· ἐνταῦθα δὲ ὄνειδος οὐ τὸ αἶσχος, ἀλλὰ τὸ αἰσχρὸν, ἤγουν τὸ μετέχον αἴσχους.
ΕΙ ΔΕ ΚΕΝ ΕΡΓΑΖΗι. Ἐὰν δὲ ἐργάζῃ, ζηλώσει σε ἴσως, ἀντὶ τοῦ μιμήσεται, ὁ ἀργὸς πλουτοῦντα· τῷ πλούτῳ δὲ τῷ ἀπὸ τῶν οἰκείων ἔργων δηλονότι καὶ πόνων πορισθέντι τινὶ ἀρετὴ καὶ δόξα ἕπεται, ἀντὶ τοῦ σύνεστιν· ἢ ἡ ἀρετὴ μὲν συμφαίνεται τῷ τοιούτῳ πλούτῳ, ἅτε ἀπὸ καρτερίας καὶ πόνων κτηθέντι· ἡ δόξα δὲ ἕπεται, ἀγαθὴ τῶν ἀνθρώπων οὖσα ὑπόληψις.
ΠΛΟΥΤΩι Δʼ ΑΡΕΤΗ. Μηδεὶς λοιδορείτω τὸν στίχον εἰς τὸν πολυάρατον πλοῦτον ὁρῶν πόῤῥω τῆς ἀρετῆς ἐσκηνωμένον, ἀλλὰ πλοῦτον οἰέσθω νῦν λέγεσθαι τὴν ἀπὸ τῶν ἔργων πορισθεῖσαν ἀφθονίαν τοῖς ἐργαζομένοις δικαίαν οὖσαν, καὶ ἀπὸ τῶν οἰκείων πόνων ἠθροισμένην. Εἴρηται γὰρ ἐν τοῖς ἔμπροσθεν, ἐκ τῶν ἔργων τοὺς ἀνθρώπους γίνεσθαι πολυμήλους καὶ ἀφθόνους καὶ ἀφνειούς. Τῷ δὲ τοιούτῳ πλούτῳ ἕπεσθαι πάντως ἀνάγκη τὴν ἀρετὴν καὶ τὴν δόξαν· ἕπεσθαι δὲ οὐχ ὡς παρακολουθήματα ὄντα ταῦτα τῆς εὐπορίας, ἀλλʼ ὡς συνυπάρχοντα τῷ τοιούτῳ πλούτῳ. Καὶ ὡς παντὸς, ὃς ἂν οὕτω πλουτῇ, καὶ δόξαν ἀγαθὴν κεκτημένου καὶ δηλοῦντος, ὅτι ἀρετὴν ἔχει, διʼ ἣν προσκαρτερεῖ τοῖς οἰκείοις ἔργοις. ΑΛΛΩΣ. Ὥσπερ ἕπεται ἡ ὑγεία τῇ ἰατρικῇ, οὕτω τῇ ἀρετῇ οὐ πάντα, ἀλλʼ ὁ πλοῦτος ὑπουργεῖ. Εἰ μὴ γὰρ ὁ πλοῦτος ὑπουργήσοι, οὐ παιδεύεταί τις ἀλύπως, οὔτε πρὸς ἀρετὴν ἐκδίδωσιν ἑαυτὸν, κἂν ἐκδῷ δὲ, δυσκατόρθωτον αὐτῷ τὸ ἔργον φαίνεται περὶ τὴν τῶν ἀναγκαίων χρείαν ὑστερουμένῳ.
ΠΛΟΥΤΩι Δʼ ΑΡΕΤΗ. Πῶς τοῦ πλούτου πρὸς ἀκρασίαν καὶ ὕβρεις μᾶλλον προτρέποντος οὗτός φησι ἀρετὴν αὐτῷ ἕπεσθαι; Καὶ οἱ μὲν φασὶ τῷ ἐξ ἔργων πλούτῳ ἕπεσθαι τὴν ἀρετὴν, καὶ καλῶς φασί. Ἐγὼ δὲ φημὶ καὶ τῷ οἱῳδήποτε πλούτῳ ἕπεσθαι ἀρετὴν, τὴν μὴ οὖσαν δὲ, ἀλλὰ τὴν δοκοῦσαν. Τῶν γὰρ πλουτούντων τοὺς μέν φασι σώφρονας, τοὺς δὲ ἀνδρείους, καὶ ἕτεροι ἑτέρους, θεραπεύοντες τὴν τοῦ πλούτου ὑπεροχήν. Ἢ καὶ ἄλλως· τέσσαρες εἰσὶν αἱ πρῶται καὶ γενικαὶ ἀρεταὶ, ἀνδρεία, φρόνησις, σωφροσύνη, καὶ δικαιοσύνη. Ἀλλὰ καὶ τὸ κάλλος, καὶ τὸ τάχος, καὶ τὸ περιβλέπεσθαι, καὶ ἕτερα μυρία τοιαῦτα ἀρετὰς ἐκάλουν οἱ παλαιοί. Τούτων δέ τινα πρόσεστι τοῖς πλουσίοις· τοῖς δὲ πενεστέροις, κἂν ὦσιν, ὅμως ἡ ἔνδεια ταῦτα συγκρύπτει, ὥσπερ τις μυθολογουμένη κυνέα τοῦ Ἄϊδος.
ΔΑΙΜΟΝΙ Δʼ ΟΙΟΣ ΕΗΣΘΑ. Δαίμων οὐ μόνον ὁ ἀπονέμων ἡμῖν τὸν βίον καὶ διοικῶν τὰ ἡμέτερα, κρείττων ἡμῶν, καλεῖται, ἀλλὰ καὶ αὐτὸς ὁ ἀπʼ ἐκείνου βίος ἑκάστοις ἀπονεμόμενος, εἰς ὃν βλέποντες τοὺς μὲν εὐδαιμονεῖν φαμὲν, τοὺς δὲ κακοδαιμονεῖν· ὡς καὶ τύχη λέγεται ἥτε ἐπιτροπεύουσα τοὺς βίους ἡμῶν, καὶ τὸ ἀποδιδόμενον ἑκάστοις παρʼ αὐτῆς· ὅθεν καὶ εὐτυχεῖν τινὰς καὶ δυστυχεῖν λέγομεν. Τοῦτο οὖν φησὶν ὁ Ἡσίοδος, προτρέπων εἰς τὸ μὴ ζῇν ἀργὸν, ὅτι ὁποῖος ἂν ἑκάστῳ τυγχάνῃ βίος ἀποδεδομένος, τούτῳ ἄμεινον ἐργάζεσθαι εἴτε ἀμείνων εἴτε χείρων· καὶ μὴ ποιεῖσθαι πρόφασιν ἀργίας ἡλικίαν, ἢ τύχην, ἢ ἄλλο τι τοιοῦτον· ἀλλὰ πάντως ἔργον τὶ ζητεῖν, ἢ γεωργικὸν, ἢ τεκτονικὸν, ἢ ἐμπορικὸν, ἢ ἄλλʼ ὁτιοῦν.
ΔΑΙΜΟΝΙ Δʼ ΟΙΟΣ ΕΗΣΘΑ. Τοῦτο τὸ σχῆμα, λύσις ἐστὶ τοῦ ἀντιπίπτοντος· προτρεπόμενος γὰρ πρὸς ἐργασίαν ὁ Πέρσης ἴσως ἂν κώλυμα πενίαν καὶ ἀτυχίαν προὐβάλλετο· ὃ λύων Ἡσίοδός φησι, τῷ δαίμονι δὲ καὶ τῇ τύχῃ οἷος ὑπάρχεις, ἀτυχὴς ἢ εὐτυχὴς, ἢ πένης ἢ πλούσιος, ΤΟ ΕΡΓΑΖΕΣΘΑΙ ΑΜΕΙΝΟΝ. Ἐάν κε δὴ μελετᾷς καὶ φροντίζῃς τοῦ βίου ὥς σε κελεύω, τρέψεις τὸν ἀεσίφρονα θυμὸν καὶ περιπετασμένον εἰς τὸ ἔργον ἀπὸ τῶν ἀλλοτρίων κτημάτων καὶ κτεάνων, τουτέστιν ἀπὸ τοῦ ἁρπάζειν τὰ ἀλλότρια.
ΔΑΙΜΟΝΙ Δʼ ΟΙΟΣ ΕΗΣΘΑ. Τῇ δαιμονίᾳ δὲ δόσει, τῇ τύχῃ δηλονότι καὶ τῇ τάξει, οἷος ἄρα εἶ, ἤγουν ὑπάρχεις.
ΤΟ ΕΡΓΑΖΕΣΘΑΙ ΑΜΕΙΝΟΝ. Ἀντὶ τοῦ καλόν.
ΕΙΚΕΝ ΑΠʼ ΑΛΛΟΤΡΙΩΝ. Μὴ ἐπαισχύνεσθαι παραινεῖ μεταχειρίσασθαι τὶ τῶν ἔργων, εἰ καὶ ἀπὸ εὐπορωτέρων ἀπορώτερος γέγονεν, ἵνʼ αὖθις εὐπορήσῃ. Τοῦτο γὰρ ἄμεινον εἶναι, ὁποίαν ἂν ἔχῃ τὴν δαιμονίαν δόσιν, ἔργον τι μετιέναι, κἂν πλούσιός τις, κἂν πένης ἐστίν. Ἄμεινον δʼ οὖν εἶναι τοῦτο, ἀπὸ τῶν ἀλλοτρίων κτημάτων τὴν ψυχὴν τρέψαι ἐπὶ τὸ ἔργον, μελετήσαντα διὰ τούτου τῶν πρὸς τὸν βίον ἀναγκαίων εὐπορῆσαι, κακοπραγιῶν μὲν ἀποσχόμενον, ἑαυτῷ δὲ πορίζοντα διατροφὴν, καὶ μὴ ἁπλῶς μετιέναι τὸ ἔργον. Ἀλλὰ μελετᾷς βίου φησί· τοῦτο δέ ἐστι μετὰ φροντίδος καὶ ἐπιμελείας προσιόντα τῷ ἔργῳ, διʼ οὗ συλλέξεις βίον. Ταῦτα μὲν παραινεῖ, καὶ τὸ ΚΕΛΕΥΕΙΝ τοῦτο δηλοῖ. Τὸν δὲ ΑΕΣΙΦΡΟΝΑ ΘΥΜΟΝ, ἤτοι τὸν ἀερσίφρονα ῥητέον, ὅ ἐστιν ὁ μετέωρος καὶ πρὸς μηδὲν τῶν ἀναγκαίων συντεταγμένος, ἢ τὸν βλαψίφρονα· τὸ γὰρ ἆσαι, τὸ βλάψαι σημαίνει. Τὸν οὖν μετέωρον θυμὸν τὸν βεβλαμμένον ἀξιοῖ τρέπειν ἀπὸ τοῦ ἀποβλέπειν εἰς τὰ ἀλλότρια κτήματα εἰς τὸ ἐργάζεσθαι, καὶ διὰ τούτου ἐπιμελεῖσθαι τοῦ βίου. ΒΙΟΣ δέ ἐστιν, ἡ τῶν ἀναγκαίων περιποίησις, ἀφʼ ἧς ὑπάρχει τὸ βιοῦν καὶ ζῇν.
ΜΕΛΕΤΑιΣ ΒΙΟΥ. Ἀντὶ τοῦ, ἐὰν φροντίδα ἔχῃς καὶ μελέτην τῶν πρὸς ζωάρκειαν, καθὰ παραινῶ σε, ποιεῖν δηλονότι.
ΤΡΕΨΑΣ ΤΟΝ ΑΕΣΙΦΡΟΝΑ ΘΥΜΟΝ. Ἤγουν τὴν ἐπηρμένην σου ψυχὴν εἰς ἔργον ἀπὸ τῶν ἀλλοτρίων κτημάτων· τουτέστιν, ἐὰν οὕτως ἐργάζῃ ὥστε μὴ ζημιοῦν τινα.
ΑΙΔΩΣ Δʼ ΟΥΚ ΑΓΑΘΗ. Καὶ τοῦτον καὶ τὸν ἑξῆς στίχον παρεμβεβλῆσθαι ληφθέντας ἀπὸ τοῦ Ὁμήρου, καὶ Πλούταρχος εἶπε. Δηλοῖ δʼ ὅμως διʼ αὐτῶν, ὅτι οὐ χρὴ αἰδεῖσθαι μετιέναι τὶ ἔργον, ἀφʼ οὗ βίον συλλέξεις· ἡ γὰρ χρεία κρείττων τῆς αἰδοῦς. Καὶ οὐκ ἂν εἴη ἡ αἰδὼς ἀγαθὸν, ἀλλʼ ἔστιν ὅτε καὶ βλαβερόν· τῶν γὰρ μέσων ἐστὶ καὶ καιροῦ προσδεόμενον. ΑΛΛΩΣ. Ὅτι ὁ ἐνδεὴς οὐκ ὀφείλει αἰδεῖσθαι· τὸν γὰρ τοιοῦτον οὐκ ἀγαθὴ αἰδὼς ἄγει.
ΑΙΔΩΣ Δʼ ΟΥΚ ΑΓΑΘΗ. Ὁ μὲν στίχος τοῦ Ὁμήρου τῷ Ἡσιόδῳ ἐχρήσθη. Ὁ δὲ νοῦς οὗτος ἐστίν· οὐκ ἀγαθὴ αἰδὼς τὸν κεχρημένον καὶ πενόμενον κομίζει καὶ κατέχει, τουτέστι πενόμενος οὐκ ὀφείλεις αἰδεῖσθαι πρὸς τὴν ἐργασίαν.
ΑΙΔΩΣ Δʼ ΟΥΚ ΑΓΑΘΗ ΚΕΧΡΗΜΕΝΟΝ ΑΝΔΡΑ ΚΟΜΙΖΕΙ. Αἰδώς με ἄγει, καὶ αἰδῶ ἔχω, καὶ αἰδοῦμαι ταυτόν· ὥστε τὸ οὐκ ἀγαθὴ αἰδὼς ἄγει τὸν ἄνδρα τὸν ἐνδεῆ, ταυτὸν ἂν εἴη τῷ οὐκ ἀγαθὴν αἰδῶ ἔχει ὁ ἐνδεὴς ἀνὴρ, καὶ τοῦτο πάλιν ταυτὸν τῷ ὁ ἐνδεὴς ἀνὴρ οὐ καλῶς αἰδεῖται. Ἐπεὶ δὲ καὶ διὰ τούτων οὔπω καθαρῶς ἡ ἔννοια δηλοῦται, ποιεῖ δὲ τὴν σύγχυσιν ἐν αὐτοῖς τὸ οὐ καλῶς, καὶ τὸ οὐκ ἀγαθὴ, σκεπτέον τὸν λόγον χωρὶς τούτων ἐπὶ τῶν δοκούντων μάλιστα σαφεστέρων. Καὶ ἔχει οὕτως· ὁ ἐνδεὴς ἀνὴρ οὐκ ἔχει αἰδῶ, ἀντὶ τοῦ οὐκ ὀφείλει ἔχειν αἰδῶ· καὶ ὁ ἐνδεὴς ἀνὴρ οὐκ αἰδεῖται, ἀντὶ τοῦ οὐκ ὀφείλει αἰδεῖσθαι. Εἶτα προσληπτέον καὶ ταῦτα, καὶ δῆλον πάντως εὐθὺς γίνεται, ὅτι ὑποθετικὸς ὁ λόγος γίνεται, ἔχων οὕτως· ὁ ἐνδεὴς ἀνὴρ οὐκ ὀφείλει ἔχειν αἰδῶ, ἐπὶ τὰ ἔργα δηλονότι, ἀφʼ ὧν βίον ἑαυτῷ πορίσεται· ταῦτα γὰρ ἀπὸ τῶν προτέρων λόγων συνυπακούεται· εἰ δὲ ἔχει, οὐκ ἀγαθὴν αὐτὴν ἔχει. Καὶ ὁ ἐνδεὴς ἀνὴρ οὐκ ὀφείλει αἰδεῖσθαι τὴν ἐπὶ τὰ ἔργα αἰδῶ δηλονότι· εἰ δὲ αἰδεῖται, οὐ καλῶς τοῦτο ποιεῖ. Αἰδὼς, κατὰ ἐπανάληψιν, ἥτις μέγα σίνεται καὶ μεγάλως βλάπτει τοὺς ἄνδρας, καὶ ὀνίνησι, καὶ ὠφελεῖ.
ΑΙΔΩΣ, ἩΤʼ ΑΝΔΡΑΣ. Τὸ σχῆμα ἐπανάληψις καὶ ἐπαναδίπλωσις καλεῖται. Λέγει δὲ τὴν αἰδῶ καὶ βλάπτειν, καὶ ὠφελεῖν τοὺς ἀνθρώπους· διπλῆν γὰρ εἶναι αὐτὴν φησίν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστίν, ὡς πλέον διὰ τοῦ κατωτέρου στίχου φανεροῦται· ἐάν τις πενόμενος αἰδῆται ἐργάζεσθαι, καὶ ἕτερόν τι ποιεῖν ἀγαθὸν, καταβλάπτεται· ἐὰν δὲ αἰδῆται πράττειν αἰσχρὰ, ὠφελεῖται· ὥσπερ καὶ ἐὰν αἰδῆται κλέπτειν, ἢ τυχὸν ἐὰν στρατιώτης ὢν αἰδῆται λειποτακτεῖν· αὕτη γὰρ ἡ αἰδὼς ἀγαθὴ, φαύλη δὲ ἡ προτέρα. ΑΙΔΩΣ ΤΟΙ ΠΡΟΣ ΑΝΟΛΒΙΑΝ. ἐπισφραγίζων δὲ ταῦτα καὶ δεικνὺς πῶς ἡ αἰδὼς σίνεται καὶ ὀνίνησι, φησίν· αἰδὼς ἔστω σοι, ἢ ὑπαρχέτω, πρὸς ἀνολβίαν, θάρσος δὲ καὶ τόλμα πρὸς ὄλβον. Τουτέστιν, αἰδοῦ ἀργὸς ὢν καὶ κινδυνεύων πενητεῦσαι· θρασὺς δὲ καὶ ἀναιδὴς ἔσο πρὸς τὸ πλουτῆσαι, πάντα τὰ πρὸς τοῦτο συντείνοντα ἐργαζόμενος. Καὶ ὁ μὲν μουσικὸς Ἀριστόξενος αἰσχύνης οἶδε καὶ αἰδοῦς διαφορὰν, αἰσχύνην μὲν καλῶν τὴν γενομένην ἀτιμίαν ἐπʼ αἰσχροῖς, οἷον τὸ μετὰ τὴν κλοπὴν ἁλῶναι τινὰ, καὶ καρῆναι, καὶ δημοσίως τυφθῆναι· Αἰδῶ δὲ τὴν εὐλάβειαν καὶ σεμνὴν ὑποστολήν. Ὁ δὲ Ἡσίοδος νῦν καλλίστως αὐτὴν τὴν αἰδῶ εἰς δύο διῄρηκεν, ὡς ἔφημεν, ὡς ὠφελοῦσαν, καὶ σίνουσαν. Αἰδώς τοι πρὸς ἀνολβίην ἐγὼ μὲν γράφω μετὰ τοῦ ν, καθὰ καὶ ἐξηγησάμην· οἱ δὲ λοιποὶ χωρὶς τοῦ ν γράφουσι. Θράσος, ἡ ἀναιδὴς καὶ ἀλόγιστος τόλμα· θάρσος δὲ, ἡ λελογισμένη.
ΑΙΔΩΣ ΤΟΙ ΠΡΟΣ ΑΝΟΛΒΙΗι. Διὰ τὴν αἰδῶ ταύτην ἄνολβος ἔσῃ καὶ ἄπορος, αἰσχυνόμενος ἐργάζεσθαι· διὰ δὲ τὸ θάρσος, τὸ ἀντικείμενον ταύτῃ τῇ αἰδοῖ, ὄλβος σοι περιέσται καὶ εὐπορία. Τὸ δὲ θάρσος ἐστὶ τὸ μὴ ἐπαισχύνεσθαι τὰ ἔργα διʼ ὧν προξενήσεις σαυτῷ τινὰ εὐπορίαν. ΑΛΛΩΣ. Ἡ αἰδὼς κακὴ τῷ μὴ ἔχοντι, τῷ δὲ πλουσίῳ κακὸν τὸ θάρσος. Ἡ αἰδὼς σύνεστι τῇ πτωχείᾳ, τὸ αἰσχύνεσθαι ἐργάζεσθαι· τὸ δὲ πρὸς τὰς ἐργασίας θάρσος σύνεστι τῷ πλούτῳ. Ἡ αἰδὼς σύνεστι τῇ πενίᾳ, πτωχὸς γὰρ οὐχ ὑφίσταται ἀπειλήν· θάρσος ἕπεται τῷ πλούτῳ, ὁ γὰρ πλοῦτος θάρσος τίκτει.
ΑΙΔΩΣ ΤΟΙ ΠΡΟΣ ΑΝΟΛΒΙΗι. Ἡ αἰδὼς, ἡ ἐπὶ τὰ ἔργα δηλονότι, παράκειται τῇ ἀνολβίᾳ, ἤγουν τῇ πτωχείᾳ καὶ ἀπορίᾳ· τὸ θάρσος δὲ, τὸ ἀντικείμενον ταύτῃ τῇ αἰδοῖ, ἤγουν τὸ μὴ ἐπαισχύνεσθαι τὰ ἔργα διʼ ὧν προξενήσει τις ἑαυτῷ εὐπορίαν, παράκειται τῷ ὄλβῳ ἤγουν τῷ πλούτῳ· εἶτα μεταβαίνει ἐφʼ ἑτέραν παραγγελίαν· καί φησιν χρήματα κ. τ. λ.
ΑΙΔΩΣ κ. τ. λ. Αἰδῶ, φησὶ, ἔχε πρὸς τὴν πενίαν, θρασὺς δὲ ἔσο πρὸς τὸ ἐξ ἔργων πλουτεῖν. Τὰ ΧΡΗΜΑΤΑ δὲ τὰ ΘΕΟΣΔΟΤΑ, πολλὸν καὶ κατὰ πολὺ κρείττω, οὐχὶ τὰ ἐξ ἁρπαγῆς καὶ βίας.
ΧΡΗΜΑΤΑ Δʼ ΟΥΧ ἉΡΠΑΚΤΑ. Τὰ χρήματα δὲ τὰ οὐχ ἁρπακτὰ, ἤγουν τὰ οὐκ ἀπὸ πλεονεξίας, τὰ θεόσδοτα· ταῦτα δʼ ἂν εἴη τὰ ἀπὸ τῶν ἔργων, κατὰ πολὺ ἀμείνω τῶν ἀπὸ πλεονεξίας δηλονότι.
ΕΙ ΓΑΡ ΤΙΣ ΚΑΙ ΧΕΡΣΙ. Δύο γενικὰς διαφορὰς παραδίδωσι τῶν ἁμαρτημάτων ἐν τούτοις· τὴν μὲν διʼ ἔργων, τὴν δὲ διὰ λόγων. Ἢ γὰρ βιαζόμενοι τινὲς ἀδικοῦσι τυραννικῶς, ἢ ἀπατῶντες διὰ τῆς γλώσσης, οἷα δὴ πολλὰ εἰώθασι γίνεσθαι, διά τι κέρδος ἀπατῆσαν ὡς ἀγαθὸν, ἢ ἔργοις ἢ λόγοις τινῶν μετιόντων ἐκεῖνο τὸ κέρδος. Πάντες μὲν οὖν φανερῶς ἢ ἀφανῶς τὰ ἀλλότρια σφετεριζόμενοι, τὴν διὰ τῶν χειρῶν βίαν δείκνυνται. Τὸ γὰρ ἀκούσιον πᾶν, βίαιον ἐστίν· ὥστε καὶ ὁ κλέψας, βιαίως ἐποίησε. Διότι οὐδεὶς ἂν ἑκὼν τοῦτο πάθοι· πάντες δὲ οἱ ψευδόμενοι καὶ ἐπιορκοῦντες, ἢ παραλογιζόμενοι, διὰ τῆς κατὰ τὴν γλῶσσαν ἀπάτης τοῦτο δρῶσι. Γενικαὶ κακίαι δύο, ἡ βία, καὶ τὸ ψεῦδος· καὶ ἡ μὲν βία τῶν χειρῶν καὶ τῶν ἔργων, τὸ δὲ ψεῦδος τῶν λόγων. Διαιρεῖται δὲ ἡ μὲν βία, εἰς τυραννίδα, ἁρπαγὴν, κλοπήν· τὸ δὲ ψεῦδος εἰς συκοφαντίαν καὶ ἐπιορκίαν.
ΕΙ ΓΑΡ ΤΙΣ ΚΑΙ ΧΕΡΣΙ. Ἐὰν γάρ τις τῇ δυνάμει τῶν χειρῶν ἁρπάξας, ἢ ψευσάμενος, ἢ ἐπιορκήσας κτήσηταί τι, τῇ φιλαργυρίᾳ τὸν νοῦν τυφλωθεὶς, αὐτός τε καὶ ὁ οἶκος αὐτοῦ φθείρεται, καὶ ἐπʼ ὀλίγον χρόνον ἔσται ὁ πλοῦτος αὐτοῦ.
ΕΙ ΓΑΡ ΤΙΣ ΚΑΙ ΧΕΡΣΙ ΒΙΗι. Ἐὰν γάρ τις κατασχών τινα πράγματα χειρὶ καὶ βίῃ ὀμόσῃ, ἢ ἴσως μὲν οὐ κατέχων αὐτὰ, ἐπιθυμίᾳ δὲ τοῦ κέρδους καὶ τῆς αὐτῶν κατασχέσεως ὀμόσῃ, ληϊσάμενος αὐτὸς καὶ αἰχμαλωτίσας τὸν ὅρκον τῇ γλώσσῃ, τουτέστι ψευδορκήσας, οἷα γίνεται τὸ καὶ τὸ, καὶ δικαιοσύνη κατοπάζει τὴν ἀναίδειαν, ἤγουν ὅταν ἐν παρέργῳ καὶ ὑστέρῳ λογισθῇ ταύτης, εὐκόλως τὸν ταῦτα ποιοῦντα οἱ θεοὶ, ἤγουν ἡ τῆς Εἱμαρμένης παντοδαπὸς δύναμις, μαυροῖ καὶ ἀφανίζει.
ΕΙ ΓΑΡ ΤΙΣ ΚΑΙ ΧΕΡΣΙΝ. Εἰ γάρ τις καὶ ἰσχύϊ τῶν χειρῶν αὐτοῦ μέγαν πλοῦτον ἀφέληται, ἢ οὗτος ἀπὸ τῆς ἐνεργείας τῆς γλώττης, ψευδομαρτυρῶν δηλονότι, ἢ ἐπιορκῶν, ἢ παραλογιζόμενος, ληΐσσεται, τουτέστιν ἀποστερήσει, ἀπὸ μεταφορᾶς τῶν πολεμίων τῶν τὰς λείας ἑλόντων, ὁποῖα πολλὰ εἴωθε γίνεσθαι, ὁπηνίκα ἂν τὸ κέρδος παρασύρῃ τὸν νοῦν τῶν ἀνθρώπων, τὴν αἰδῶ δὲ ἡ ἀναίδεια κατοπάζῃ, ἤγουν κατόπιν ἑαυτῆς ποιῇ, ἀποκρύπτῃ, καταβάλλῃ, ῥᾳδίως δὴ αὐτὸν μαυροῦσιν, ἤγουν ἀφανίζουσιν, οἱ θεοί. Ἄλλως κἀνταῦθα ἀρξάμενος ἄλλως ἀποδίδωσι· σύνηθες δὲ, ὡς εἴρηται, τὸ τοιοῦτον καὶ τῷ πεζῷ λόγῳ.
ΑΝΑΙΔΕΙΗ ΚΑΤΟΠΑΖΗι. Τοῦτο συνεχὲς τῆς διανοίας ἐστὶν, εἴτις ἢ βιαίως ἀλλότριον πλοῦτον ἀφέληται, ἢ ἀπατήσας, οἷα συμβαίνει τοῖς διὰ τὸ κέρδος ἐπὶ ταῦτα ὁρμῶσι τὰ ἔργα, ἢ ἐπὶ λόγους τοιούτους. Εἴτις οὖν εὔπορος οὕτω γένηται, καὶ τὴν αἰδῶ ἡ ἀναίδεια νικήσει· τοῦτο γὰρ τὸ, κατοπάζειν· τὸν τοιοῦτον πάντες οἱ θεοὶ ἀμαυροῦσιν, ὅπερ δηλοῖ τὸ, ἀφανίζοντες αὐτοῦ τὴν ζωὴν καὶ τὸν οἶκον ἐλαττοῦντες τιμωρίαν ἐπάγουσι τῆς ἀπὸ τῶν ἀλλοτρίων εὐπορίας, καὶ ἐπʼ ὀλίγον ὁ τοιοῦτος γενόμενος πλούσιος, ἀπόλλυσι τὴν περιουσίαν, διὰ τὴν ἀπὸ ἀδίκων ἔργων ἢ λόγων περιποίησιν. Ἡ αἰδὼς ὄπισθεν οὖσα καὶ παρευδοκιμηθεῖσα τὴν ἀναίδειαν ἔχει ἔμπροσθεν ὡς νικήσασαν, καὶ ἀκολουθεῖ κατόπιν αὐτῆς.
ΜΙΝΥΘΟΥΣΙ ΔΕ ΟΙΚΟΙ. Ἐλαττοῦνται οἱ οἶκοι τῷ ἀνέρι τούτῳ· τουτέστιν, ἐκ θεοεχθρείας τῆς Εἱμαρμένης καὶ τῆς Προνοίας οἰκοφθορίαν ὁρᾷ παντελῆ.
ΜΙΝΥΘΟΥΣΙ ΔΕ. Ἤγουν σμικρύνονται, φθείρονται οἱ οἶκοι τοῦ ἀνδρὸς τούτου· ἐπʼ ὀλίγον δὲ χρόνον ὁ πλοῦτος ἀκολουθεῖ.
ΠΑΥΡΟΝ ΔΕ Τʼ ΕΠΙ ΧΡΟΝΟΝ. Καὶ τοῦτο λύσις τοῦ ἀντιπίπτοντος· εἶπε γὰρ ἂν ἴσως ὁ Πέρσης, καὶ μὴν τοὺς ἐπιόρκους καὶ ἀναιδεῖς καὶ τοὺς τοιούτους ὁρῶμεν μᾶλλον εὐθηνουμένους. Ὅθεν ὁ ποιητὴς λύων τὸ ἀντιπίπτον οὕτως εἰρήκει· ἀλλὰ τὸ μὲν ΜΙΝΥΘΕΙ, τὸ ἐλαττοῦται, εἴπομεν πρὶν, ὅτι ἀπὸ τοῦ μινυὸς ὁ μικρὸς λέγεται Ἀττικῶς· τὸ δὲ ΠΑΥΡΟΝ, τὸ ὀλίγον, ἀπὸ τοῦ παύω παύσω, τὸ συντόμως παυόμενον. Ἐῤῥέθη δὲ ἢ ἀπὸ ἀνέμων τινῶν πνευσάντων καὶ πνευσθέντων, οἱονεὶ τὸ ἀνεμῶδες καὶ μικρὸν καὶ εὔπαστον· ἢ ἀπὸ τοῦ προφορικοῦ βραχυλογήματος, ὃ ἐξαχθὲν καὶ βραχυλογηθὲν διὰ γλώσσης εὐθὺς παύεται.
ΙΣΟΝ Δʼ ὉΣΘʼ ἹΚΕΤΗΝ. Διὰ τούτων καὶ τῶν ἑξῆς εἰρημένων στίχων ὀκτὼ, τοῖς εἰρημένοις ἁμαρτήμασιν, οἷς ἔφατο δίκην ἀκολουθεῖν παρὰ τῶν θεῶν, ἄλλα συναριθμεῖ διʼ ἔργων ἁμαρτήματα, ἀπὸ ἀνοσίου γινόμενα ζωῆς· ταῦτα δέ ἐστιν ἱκέτην παριδεῖν, εἰς ξένους κακουργεῖν, ἀδελφοῦ διαφθείρειν εὐνὴν, ἁμαρτάνειν περὶ ὀρφανοὺς, ὑβρίζειν εἰς γονέας γέροντας. Παντὶ γὰρ τῷ τοιούτῳ φησὶν ὁ ΖΕΥΣ ΑΓΑΙΕΤΑΙ, τουτέστι μέμφεται καὶ τιμωρίαν ἐπάγει. Διαφερόντως δὲ τοῦ Διὸς ἐμνημόνευσεν, ἐπειδὴ πάσας εἰς τὸν θεὸν τοῦτον ἀνῆγον τὰς τοιαύτας προσηγορίας, Ἱκέσιον καλοῦντες ὡς ἔφορον τῶν ἱκετῶν, καὶ Ξένιον ὡς τῶν ξένων προστάτην, Ὁμόγνιον ὡς τῶν συγγενῶν μάλιστα φύλακα, καὶ τῶν πρὸς τοὺς ὁμογνίους καθηκόντων. Οὕτω γὰρ καὶ τῶν ἐν ὀρφανίᾳ ζώντων αὐτὸν ἔλεγον κηδεμόνα, πατέρα νομίζοντες πάντων, καὶ ὧν οὐκ εἰσὶν ἄνθρωποι πατέρες, καὶ βοηθὸν τῶν ἀδικουμένων πατέρων ὑπὸ τῶν παίδων. Ἀγάλματα γάρ εἰσιν οἱ πατέρες τοῦ πάντων πατρὸς, τοῦ Διός· οἱ δὲ εἰς τὰ ἀγάλματα τῶν θεῶν δυσσεβεῖς, εἰς αὐτοὺς ἀναφέρουσι τοὺς θεοὺς, ὧν τὰ ἀγάλματα, τὴν δυσσέβειαν, ὥστε εἰκότως ἔφη τὸν Δία καὶ νεμεσᾷν τούτοις, καὶ πᾶσιν ὁμοῦ τῶν ἀδίκων ἔργων, ἅπερ διηριθμήσατο, χαλεπὴν ἀποδιδόναι ἔκτισιν. Αὕτη γὰρ ἡ ἀμοιβὴ τῶν ἀδικημάτων τιμωρία τὶς οὖσα τῆς ἀδικίας ἀκόλουθος.
ΙΣΟΝ Δʼ ὉΣΘʼ ἹΚΕΤΗΝ. Εἰπὼν ὄπισθεν, ὅτι τῷ ἐπιόρκῳ καὶ βιαίῳ τιμωρία καὶ ἀφανισμὸς εὐκόλως παρὰ τῆς Εἱμαρμένης καὶ τῆς Προνοίας δυνάμεως ἐπέρχεται, καὶ ἐπʼ ὀλίγον χρόνον εὐδαιμονία τούτῳ ἐπακολουθεῖ, λύει καὶ τὸ ἴσως ἀντιπεσούμενον παρὰ τοῦ Πέρσου· ἐγὼ γὰρ, ἂν ἴσως εἶπεν, οὐκ εἰμὶ ἐπίορκος. Ὅθεν ὁ ποιητὴς τοῦτο λύων, φησί· ἶσον τῷ ἐπιόρκῳ δρᾷ, ὅστις εἰς ἱκετεύοντα καὶ εἰς φίλον, ἢ εἰς ἀλλοδαπὸν, ἕρξει καὶ ποιήσει βλαβερόν τι. Ὅστις δὲ ἀναβαίνει διὰ κρυπταδίης εὐνῆς ἀνὰ τὰ δέμνια τῆς ἀλόχου τοῦ ἑοῦ κασιγνήτου παρακαίρια ῥέζων, τουτέστιν, ὅστις κρυφίως μοιχᾶται τὴν γυναῖκα τοῦ ἀδελφοῦ, ὅστις τε εἰς τεῦ καὶ τινὸς ὀρφανὰ τέκνα ἁμαρτάνει, τουτέστιν, ὅστις καταβλάπτει τοὺς ὀρφανούς.
ΚΑΚΟΝ ΕΡΞΕΙ. Ῥέζω ἐνεστὼς, ῥέξω μέλλων, ἀφʼ οὗ κατὰ μετάθεσιν ἔρξω.
ΙΣΟΝ Δʼ ὉΣΘʼ ἹΚΕΤΗΝ. Ὅμοιον δὲ ἁμαρτάνει καὶ ὅστις ἱκέτην κακὸν πράξει, καὶ ὅστις ξένον, — τὸν ἐναντίον τῷ ἀστῷ λέγει, οὐ τὸν φίλον — καὶ ὅστις εἰς τὴν στρωμνὴν ἀναβαίνει τοῦ ἑοῦ ἀδελφοῦ, ἤγουν τοῦ ἑαυτοῦ, ἕνεκα κρυφίου εὐνῆς τῆς ἀλόχου, τουτέστιν ἐπὶ τῷ λάθρα συνευνάζεσθαι τῇ γυναικὶ τοῦ ἀδελφοῦ.
ΠΑΡΑΚΑΙΡΙΑ ῬΕΖΩΝ. Ἤγουν ἀπρεπῆ καὶ ἀνάρμοστα πράττων, καὶ ὅστις διʼ ἀφροσύνην εἰς ὄρφανα τέκνα τινὸς ἁμαρτάνει, καὶ ὅστις πατέρα γέροντα ἐπὶ τῷ κακῷ γήρᾳ ὄντα νεικείει, ἤγουν φιλονεικεῖ, χαλεποῖς λόγοις λυπῶν αὐτόν. Τούτῳ δὴ τῷ τοιοῦτό τι ἐργασαμένῳ ὁ Ζεὺς αὐτὸς ἀγαίεται, ἤγουν νεμεσᾷ, ἀγανακτεῖ. Περὶ δὲ τὸν θάνατον αὐτοῦ ἀντὶ τῶν ἀδίκων ἔργων χαλεπὴν ἀνταπόδοσιν ἐπέθηκεν, ἀντὶ τοῦ ἐπιτίθησιν.
ΓΗΡΑΟΣ ΟΥΔΩι. Τῇ φλιᾷ, τῷ γήρει περιφραστικῶς. Ἶσον δὲ εἶπεν ἁμάρτημα ταῦτα πάντα τελεῖν, ἀντὶ τοῦ ὅμοιον· ὁμοίως γὰρ πάντα ἁμαρτήματα λέγονται. Οὐ μὴν ἰσόμετρον εἶπε· ποῦ γὰρ ταῦτα ἰσόμετρα; Οἱ παλαιοὶ δὲ, τὸ ἴσον ἀντὶ τοῦ ὅμοιον ἔλεγον· ἕως ὁ Πυθαγόρας, ἀρχηγὸς φιλοσοφίας γενόμενος, Ἀρχύτας τε καὶ Ἀριστοτέλης καὶ οἱ μετὰ αὐτοὺς τὴν πολυπραγμοσύνην τὴν περὶ πάντων φιλοσοφίαν καλέσαντες, τὸ ἶσον ἐθεσμοθέτησαν ἐπὶ τοῦ ποσοῦ λέγεσθαι, τὸ δὲ ὅμοιον ἐπὶ τοῦ ποιοῦ.
ΑΛΛΑ ΣΥ ΤΩΝ ΜΕΝ. Ἀλλὰ σὺ παντελῶς ἀπὸ τῶν τοιούτων ἔεργε καὶ κώλυε τὸν περιπετασμένον καὶ μάταια φρονοῦντα θυμὸν, ἤτοι τὴν ψυχήν.
ΑΛΛΑ ΣΥ. Τούτων μὲν παντελῶς ἄπεχε τὴν σὴν ψυχὴν τὴν ἐπηρμένην, ἀφʼ ὧν δὲ εὐπορεῖς θέλε θύειν ἱερεῖα τοῖς ἀθανάτοις θεοῖς, ἤγουν θυσίας διὰ σφαγίων ποιεῖν, ἁγνῶς, ἤγουν ἔξω ἀσελγείας καὶ ἀδικίας, καὶ ἐμπαθείας, καὶ τῶν τοιούτων.
ΚΑΔΔΥΝΑΜΙΝ Δʼ ἙΡΔΕΙΝ. Τὸ μὲν θύειν, ὅπερ εἰώθασιν οἱ νεώτεροι λέγειν, ἔρδειν ὠνόμαζον οἱ παλαιοὶ, καὶ ῥέζειν. Τὸ δʼ ἀπάρχεσθαι τῶν παρόντων διὰ τοῦ θύειν ἐδήλουν, καὶ θυηλὰς τὰς ἀπαρχὰς ἐκάλουν. ὁ δʼ ἐν πυρὶ βάλλε θυηλὰς φησὶν Ὅμηρος. Ἀμφοτέρων οὖν ὁ Ἡσίοδος κελεύει λιπαρῶς ἀντέχεσθαι, κατὰ δύναμίν τε ἱερὰ ῥέζοντας, ἀφʼ ὧν εὐποροῦμεν, ἁγνῶς καὶ καθαρῶς, καὶ θυέεσι καὶ σπονδαῖς ἱλασκομένους τοὺς θεοὺς ἀρχομένης ἡμέρας· τοῦτο γὰρ τὸ, ὅτʼ ἂν φάος ἱερὸν ἔλθῃ, καὶ εἰς ὕπνον τρεπομένους, νυκτὸς ἐπιούσης. Τὸ μὲν οὖν κατὰ δύναμιν ἔρδειν ἀφαιρεῖται πᾶσαν τὴν πολυτέλειαν ἐπὶ τῇ προφάσει τῆς εὐσεβείας ἡδυπάθειαν εἰσάγουσαν. Καλῶς οὖν τοῦ Λάκωνος εἰπόντος, ὃς ἐρωτηθεὶς, διὰ τί εὐτελῆ θύουσιν; ἔφη, ὅτι ἵνα πολλάκις θύωσιν. Οὕτω γὰρ καὶ Νουμᾶς Ῥωμαίοις, ὡς Λυκοῦργος Λακεδαιμονίοις προσέταξεν, ἀπὸ τῶν εὐτελεστάτων θύειν. Τὸ γοῦν μὴ ὑπερβάλλειν τὴν περιουσίαν ἐν τῇ θεραπείᾳ τῶν θεῶν πρεπωδέστατόν ἐστι παράγγελμα τοῖς εἰς αὐτὸ μόνον βλέπουσι τὸ ὅσιον· τὴν δʼ ἁγνείαν καὶ καθαρότητα μάλιστα προηγουμένως δεῖ σπουδάζεσθαι τοῖς ἱερουργεῖν μέλλουσι, τὴν μὲν ἐν αὐτῇ τῇ ζωῇ· τοιαύτη δέ ἐστιν, ὅση ἂν ἐξάντης ᾖ πάσης ἀσελγείας, πάσης ἀδικίας, πάσης ἐμπαθείας, ταύτην γὰρ ἂν εἴποιμεν κυρίως ἁγνεύειν· καὶ μετὰ ταύτην, τὴν ἀποχὴν τῶν βρωτῶν καὶ τῶν ποτῶν κατὰ τὰ πάτρια ἔθη· καὶ γὰρ ἄλλα ἄλλοις ἐστὶν, ὧν ὁ μετασχὼν εἴργεται τῶν νομίμων θυσιῶν· τὴν δὲ ἐν τοῖς ὀργάνοις πᾶσι καὶ τοῖς ἱεροῖς τόποις, ἐν οἷς δεῖ θύειν, καὶ τοῖς περὶ τὸ σῶμα ἡμῶν κόσμοις. Γελοῖον γὰρ τοῖς καθαρωτάτοις προσιόντας οἷς θύουσιν, ἀκαθάρτοις χρῆσθαι τισὶν, ἢ ἐν τοῖς μεμολυσμένοις οἴκοις τοῦτο πράττοντας, ἢ μοῖραν τῷ ἱερῷ προσάγοντας ἔκ τινος μεμιασμένης ἐνεργείας, ἢ ἐσθῆτα φέροντας ἀκάθαρτον, ὅπου γε καὶ τῷ πάντα καθαίροντι πυρὶ παρήγγελται χρῆσθαι μὴ ἐξ ἀκαθάρτου οἰκίας ληφθέντι. Τὸ αὖ ἱλάσκεσθαι τοὺς θεοὺς ταῖς ἀπαραλήπτοις σπονδαῖς, καὶ τοῖς μετὰ τούτων θυέεσιν, ἀρχομένης ἡμέρας ἢ νυκτὸς, οἷον ψαιστοῖς ἢ ἄλλοις τισὶ τοιούτοις, ἐνδείκνυται· καὶ ὅτι χρὴ ταῖς τοιαύταις ἀπαρχαῖς ταῖς εὐπορίστοις ἀπάρχεσθαι τῶν προσόδων αὐτοῖς, διὰ τῆς συνεχείας τηροῦντας αὐτῶν τὸ πρὸς ἡμᾶς εὐμενές· ἡ γὰρ ἱλέωσις οὐκ ἐκείνοις προστίθησιν ἃ μὴ εἶχον, ἀλλʼ ἡμᾶς ἐπιτηδειοτέρους ποιήσει πρὸς τὸ μενόντων αὐτῶν ἀεὶ τούτων οἷοί πέρ εἰσι μετέχειν ἀκωλύτως· καὶ τοῦτο δηλοῖ τὸ εὐμενὲς, τὸ μένειν ἡμῖν τὸ εὖ ἀεὶ παρὰ τῶν θεῶν, καὶ ὡς ἐκεῖνοι διαμένουσιν ἀεὶ ὅμοιοι ὄντες.
ΚΑΔΔΥΝΑΜΙΝ Δʼ ἙΡΔΕΙΝ. Κατὰ τὸ δυνατόν σοι ἕρδε καὶ θύε τοῖς θεοῖς, τουτέστι ταῖς ψυχικαῖς δυνάμεσιν, ἤγουν, ὡς δύνῃ, βουλεύου καὶ δρῶ τὰ λῷστα καὶ κάλλιστα. Ἢ θεοῖς θύε, τοῖς στοιχείοις νῦν καὶ τοῖς ἄστρασιν. Ὃ δὲ λέγει τοιοῦτόν ἐστι· κατὰ δύναμιν πρὸς τοὺς οἰκείους καιροὺς ἐργάζου, ἃ μέλλεις ἐργάζεσθαι, ἐν ἔαρι ἃ δεῖ, καὶ θέρει, καὶ τοῖς λοιποῖς ὁμοίως καιροῖς. Μετέχουσι γὰρ καὶ οἱ καιροὶ στοιχειακῶν συγκραμάτων. Προόρα δὲ καὶ τοὺς ἐφεστῶτας ἀστέρας, ὡς δυνατόν. Συμβάλλονται γὰρ καὶ οἱ ἀστέρες τὰ μέγιστα πρός τε γεωργίαν καὶ φυτουργίαν καὶ ἐμπορίαν, καὶ συνόλως εἰπεῖν, πρὸς πάντα τὰ κατὰ τὸν βίον γινόμενα· τὰ δὲ περὶ θυσίας τῶν μυθουργουμένων θεῶν, δῆλα τοῖς βαναύσοις.
ἉΓΝΩΣ ΚΑΙ ΚΑΘΑΡΩΣ. Ἁγνῶς ἐπὶ ψυχῆς λέγεται, καθαρῶς δὲ τὸ ἀῤῥυπάντως ἔχειν, ὡς ἐπὶ τοῦ σώματος.
ΕΠΙ Δʼ ΑΓΛΑΑ ΜΗΡΙΑ ΚΑΙΕΙΝ. Πραγματικῶς μὲν, δῆλον ὅτι μηριαῖα ὀστέα τοῖς θρυλλουμένοις θεοῖς ἔθυον· συμβολικώτερον δὲ, διὰ τούτων ἐπηύχοντο τὰς κατὰ τὸν βίον αὐτοῖς πορείας, καὶ τὰ ὁρμήματα, καὶ τῶν ἐνθυμήσεων καὶ τῶν λογισμῶν τὰ κινήματα εἰς αἴσιον ἀποβαίνειν, καὶ θεοειδῆ καταφαίνεσθαι· ὃ καὶ νῦν δηλοῖ, εὔθυνέ σου τὰς τῶν ἐργασιῶν πορείας, καὶ τὰ κινήματα τῶν λογισμῶν πρὸς τὸ θεοειδέστερον καὶ αἴσιον.
ΚΑΙ ΚΑΘΑΡΩΣ. Τουτέστι σὺν νεοπλυνεῖ ἐσθῆτι, καὶ ὀργάνοις καθαροῖς.
ΕΠΙΚΑΙΕΙΝ ΔΕ ΑΓΛΑΑ ΜΗΡΙΑ. Τουτέστι τὰ ὀστᾶ τῶν μηρῶν ἃ διὰ τὸ λευκὸν ἀγλαὰ λέγει. Ἄλλοτε δὴ διὰ σπονδῶν καὶ θυσιῶν, ἤγουν ἀπαρχῶν, ψαιστῶν δηλονότι, ἢ τοιούτων τινῶν, ἃ αἱ ὧραι δωροῦνται, θέλε ἐξευμενίζεσθαι αὐτοὺς, δηλονότι τοὺς θεούς· καὶ ὅτε εἰς ὕπνον τρέπῃ, τουτέστι νυκτὸς ἐπιούσης, καὶ ὅταν φάος ἱερὸν ἔλθῃ, ἤγουν καὶ ἀρχομένης ἡμέρας, ὡς ἄν σοι ἔχωσιν εὐμενῆ τὴν καρδίαν καὶ τὸν λογισμὸν, ἵνα ἄλλων ἀνθρώπων κληρονομίαν σὺ ὠνῇ, οὐ τὴν σὴν ἄλλος.
ΣΠΟΝΔΗιΣΙ. Σπονδὴ ἡ τοῦ οἴνου ἐπίχυσις, πρὸς τὰ ἱερουργούμενα· θῦος δὲ τὸ θυμίαμα, καὶ ἄρωμα καὶ ὀσφράδιον. Τοῦτο δέ φησι νῦν, προτρεπόμενος δεόντως πάντα ποιεῖν, βουλευόμενος καὶ φροντίζων, καὶ οἰκονομῶν σου τὸν βίον, ὁτὲ μὲν πρὸς τοὺς περὶ σὲ χρῶ δικαίῳ θυμῷ, ὁτὲ δὲ διακεχυμένος ἔσο καὶ ἱλαρὸς, καὶ μὴ ἀναιτίοις οὖσι χαλέπαινε. Ἀντὶ θυμοῦ δὲ λέγει νῦν τὴν σπονδήν· ὁ γὰρ οἶνος τὰς φρένας ἐξιστᾷ· ἐνίστε καὶ θυμὸν ἐπάγει, ὡς καὶ Ἱππώναξ, Ὀλίγα φρονοῦσιν οἱ χάλιν πεπωκότες. καὶ Μελάνθιος ὁ Τραγικὸς περὶ θυμοῦ φησι, Πράσσει τὰ δεινὰ, τὰς φρένας μετοικίσας. οὕτω γοῦν τέθεικε τὴν σπονδὴν, ἀντὶ τοῦ θυμοῦ· τὸ θῦος δὲ, ἀντὶ τοῦ ἱλαρότητος· τὸ γὰρ θυμίαμα εὐφραίνει ψυχάς. Ἢ καὶ τοὐναντίον· ὅτι τὸ ἄρωμα καπνὸν ἐγείρει, κἂν αἴσιον· ὁ δὲ οἶνος φιλιοῖ, καὶ συμπότας ποιεῖ.
Ἡ ΜΕΝ ΟΤʼ ΕΥΝΑΖΗι. Καὶ νυξὶ καὶ ἡμέραις τὰ δέοντα πράσσε.
ὩΣ ΚΕ ΤΟΙ ἹΛΑΟΝ. Ὅπως τὰ δέοντα βουλευομένῳ τε καὶ δρῶντι, ἔκ τε τῆς σῆς εὐβουλίας, καὶ τῆς τῶν στοιχείων καὶ τῶν καιρῶν εὐκρασίας, καὶ εὐκαιρίας, καὶ ἐπιστάσεως τῶν ἀστέρων, πάντα σοι γένοιτο κάλλιστα.
ΟΦΡʼ ΑΛΛΩΝ ΩΝΗι ΚΛΗΡΟΝ. Ὅπως οἰκονομικῶς καὶ εὐβούλως πάντα ποιῶν τὰς ἑτέρων αὐτὸς κληροδοσίας ὠνῇ.
ΤΟΝ ΦΙΛΕΟΝΤʼ ΕΠΙ ΔΑΙΤΑ. Ταῦτα καὶ τὰ ἑπόμενα τούτοις περὶ τῶν πρὸς τοὺς φίλους καὶ γονέας καθηκόντων ἔχει τὴν παραίνεσιν οὐκ ὄντα ἠθικὰ, ὥς τισιν ἔδοξεν, ἀλλʼ εἰς εὐγενὲς ἦθος καὶ δεξιὸν προσάγοντα τὸν πειθόμενον. Οὐ γὰρ δεῖ τὰ αὐτὰ φίλοις καὶ ἐχθροῖς ἀποδιδόναι, οὐδʼ ὁμοίως ἑκατέρους ὁμοτραπέζους ποιεῖσθαι καὶ ὁμοσπόνδους, ἡγουμένους καὶ τράπεζαν βωμὸν εἶναι τῆς ἑστίας καὶ πάντων τῶν τὴν τροφὴν δωρησαμένων. Θύειν μὲν οὖν καὶ ἡμῖν νόμος πρὸ τοῦ τῆς τροφῆς ἅψασθαι· δεῖ οὖν μὴ τοὺς ἐχθροὺς ἄγειν ἐπὶ δαῖτα φιλίαν δὴ ὑποκρινομένους, ἀλλὰ τοὺς ὄντως φίλους, οἷς καὶ κοινωνεῖν ὅσιον, ὡς τῆς ἄλλης φιλίας οὕτω καὶ ἁλῶν καὶ σπονδῶν καὶ ἑστίας θεῶν καὶ φιλοφροσύνης. Καὶ γὰρ εἰ ὡς ἔτυχε καὶ τοὺς ἐχθροὺς ἑστιῶμεν, τί ποιήσομεν ἐκείνων ἡμᾶς ἐν μέρει καλούντων ἐπὶ τὰ ὅμοια; Μὴ ὑπακούοντες γὰρ ἀδικήσομεν τοὺς ὑπακούσαντας, ὑπακούοντες δὲ προησόμεθα ἑαυτοὺς ἀνθρώποις ἀπεχθῶς διακειμένοις. Ταῦτα μὲν οὖν περὶ τῶν φίλων καὶ ἐχθρῶν τῆς συνεστιάσεως. Τὸν δὲ γείτονα τοῦ μὴ γείτονος αἱρετώτερον εἰς τοιαύτην ἡγεῖσθαι κοινωνίαν· δῆλον μὲν οὖν ὅτι λέγεται τῆς φιλίας κοινῆς οὔσης, οὐ γάρ που τὸν μὴ φίλον, γείτονα δὲ, διʼ αὐτὸ τοῦτο παραινεῖ μᾶλλον τοῦ φίλου ποιεῖσθαι συνέστιον, προειπὼν τὸν φιλέοντα ἐπὶ δαῖτα καλεῖν· τούτου δὲ ὄντος φανεροῦ, πῶς οὐκ εὔλογον πλέον τοῖς γείτοσι νέμειν, ἢ τούτους μὲν παρεῖναι, τοὺς δὲ μὴ γείτονας εὐφραίνειν ταῖς φιλοτησίαις; Οὐδὲ γὰρ τὰς γειτονίας ἴσως οἴεσθαι δεῖ μάτην ἡμῖν ἀπονέμεσθαι τοιῶν ἢ τοιῶν ἀνθρώπων θεόθεν, ἀλλὰ καὶ τοῦτο εἰς τάξιν εἱμαρμένης φέρειν ἔχειν, καὶ προσήκει καὶ πρὸς ταύτην ἀφοσιοῦσθαι τὸν ἔχοντα νοῦν· τρόπον γάρ τινα καὶ ὁ γείτων ἡμῖν σύνοικός ἐστι καὶ ὁμωρόφιος.
ΤΟΝ ΦΙΛΕΟΝΤʼ ΕΠΙ ΔΑΙΤΑ ΚΑΛΕΙΝ. Ἠθικὴ καὶ εὔληπτος ἡ παραίνεσις, καὶ μακρηγορίας οὐ χρὴ πρὸς τὴν ταύτης ἐξήγησιν. Εἰ δὲ ψευδοῦς μακρηγορίας τις δέοιτο, τὸν Πρόκλον ὁράτω. Τὸν φιλέοντα γὰρ νῦν, τὸν φιλικὴν καὶ εἰρηναίαν καὶ ἡσύχιον ἔχοντα γνώμην φησίν· ἐχθρὸν δὲ τὸν ἐχθρογνώμονα καὶ ταραχώδη τόνδε μάλιστα καλεῖν. Τοῦτον τὸν φιλόφιλον καὶ εἰρηναῖον καὶ ἡσύχιον κάλει, καὶ ὁμοτράπεζον ποίει, ὅστις πρὸς τῷ τοιοῦτος εἶναι γειτνιᾷ σοι.
ΤΟΝ ΦΙΛΕΟΝΤʼ ΕΠΙ ΔΑΙΤΑ ΚΑΛΕΙΝ. Τὸν φιλοῦντα θέλε καλεῖν ἐπὶ ἑστίασιν, τὸν δὲ ἐχθρὸν ὄντα, φιλίαν δὲ ὑποκρινόμενον ἐᾶσαι. Πάλιν ἀπὸ τῶν ὄντως φίλων τοῦτον μάλιστα θέλε καλεῖν, ὅστις πλησίον οἰκεῖ· τὸν πλησίον δὲ λέγω μάλιστα καλεῖν, ἐπεὶ εἰ καὶ ἄλλη τὶς χρεία ἐγχώριος γένηται, οἱ γείτονες ἄζωστοι ἔκιον, ἀντὶ τοῦ ἀπροφασίστως καὶ χωρὶς ἀναβολῆς ἔρχονται.
ΕΙ ΓΑΡ ΤΟΙ ΚΑΙ ΧΡΗΜʼ ΕΓΚΩΜΙΟΝ. Ταῦτα τὴν τῶν γειτόνων εἰς τὸ βοηθεῖν ἡμῖν ἐν ταῖς χρείαις προθυμίαν παρίστησιν, ἀζώστων ἐκτρεχόντων καὶ μονονουχὶ γυμνῶν, μὴ δεομένων περιμεῖναι ζωσαμένους ἐξελθεῖν· ἀλλʼ ἅμα τῷ συναισθέσθαι τῆς χρείας, τὴν παρʼ ἑαυτῶν συμμαχίαν ἕτοιμον παρεχόντων. Τοὺς συγγενεῖς ὁπωσοῦν ἐκάλεσε πηοὺς, τοὺς ἐξ ἐπιγαμίας συναφθέντας λέγων, οὕτω δεομένους καὶ ζώσασθαι καὶ στείλασθαι τοιῶσδε, καὶ οὑτωσὶ προσελθεῖν οἴκοθεν, ἵνʼ ἐπαμύνωσιν ἡμῖν δεομένοις. Τὸ μὲν ΕΓΚΩΜΙΟΝ ΧΡΗΜΑ δηλοῖ τὴν χρείαν τὴν συμπίπτουσαν πᾶσι τοῖς ἐν τῷ αὐτῷ δήμῳ κατοικοῦσι· κώμας γὰρ ἐκάλουν τοὺς δήμους, ἢ ἀπὸ τῶν χωμάτων ἃ περιέβαλον ταῖς οἰκήσεσιν, εὐερκεῖς αὐτὰς ποιοῦντες, ἢ κατὰ τὴν τοῦ διατρίβοντος ἔξω τῶν οἰκήσεων ἕνεκα τῶν ἔργων, διὰ τὸ κοιμᾶσθαι καὶ ἀναπαύεσθαι, καὶ τὰς οἰκήσεις ποιεῖσθαι· διὸ καὶ τὰ συστήματα τῶν οἰκήσεων, κώμας ὠνόμαζον. Τὸ δὲ ΕΖΩΣΘΑΙ, δύναται μὲν δηλοῦν τὸ ἄοπλον καὶ τὸ ὡπλισμένον· καὶ γὰρ Ὅμηρος τὸ ὁπλίζεσθαι, ζώννυσθαι, προσεῖπε· —ζώννυσθαι ἄνωγεν Ἀργείους. ἢ τὸ μὴ δὲ ζώνης δεηθῆναι, ὡς ἐπὶ ἔργον ἐξιόντας, δεόμενον τοῦ μὴ ἐμποδίζειν τὸν χιτῶνα χωρὶς ζώνης περικεχυμένον εἰς τὸ ἔργον, ἀλλὰ τὴν προθυμίαν φθάσαι τὸν ἐν τούτῳ λογισμόν· ὥσπερ τὸ ζώσασθαι, τὸ διὰ τὴν εἰρημένην τῆς ζώνης περίθεσιν ἀναβολὴν παρασχεῖν τῇ πρὸς τὴν καλοῦσαν χρείαν ἀπροφασίστως παῤῥησίᾳ.
ΕΙ ΓΑΡ ΤΟΙ ΚΑΙ ΧΡΗΜʼ ΕΓΧΩΡΙΟΝ. Κατασκευάζει καὶ δείκνυσι, διʼ ἣν αἰτίαν λέγει τὸν φιλικὸν γείτονα προτιμᾷν τῶν ἄλλων φίλων, καί τινων συγγενῶν· καί φησιν, εἰ γὰρ ὑπόθεσίς τις, ἢ θόρυβος ἐγχώριος παρεμπέσοι, οἱ μὲν τοιοῦτοι γείτονες ἄζωστοι καὶ ἄοπλοι ἢ ἡμίγυμνοι μονονουχὶ καὶ συντόμως ἐκθέουσι πρὸς ἀρωγὴν καὶ βοήθειαν.
ΖΩΣΑΝΤΟ ΔΕ ΠΗΟΙ. Ἠμέλησαν καὶ ἀνεβράδυναν οἱ πηοί. Πηοὶ δὲ λέγονται οἱ κατʼ ἐπιγαμίαν συγγενεῖς, ἐκ τοῦ πέος ὃ δηλοῖ τὸ αἰδοῖον· καταχρηστικῶς δὲ καὶ πάντες οἱ συγγενεῖς.
ΖΩΣΑΝΤΟ ΔΕ. Ἀντὶ τοῦ προφάσει χρῶνται καὶ ἀναβολῇ, οὐ μόνον οἱ φίλοι οἱ μακρὰν ὄντες, ἀλλὰ καὶ οἱ κατά τι προσήκοντες ἐν γένει. Πηοὶ γὰρ οἱ ἐξ ἐπιγαμίας συγγενεῖς.
ΠΗΜΑ ΚΑΚΟΣ ΓΕΙΤΩΝ. Ταῦτα καὶ διὰ τῆς ἱστορίας ὁ Πλούταρχος ἐπιστώσατο· καὶ γὰρ Αἰτωλοὺς καὶ Ἀκαρνάνας Ἕλληνας ὄντας καὶ γείτονας ἐκτρίψαντας διὰ πλεονεξίαν ἀλλήλους, καὶ Χαλκηδονίους καὶ Βυζαντίους διὰ ἔμφυτον δυσμένειαν περὶ σκαλμοῦ διενεχθέντας ἐν τῷ Βοσπόρῳ ναυμαχήσαντας, καὶ ἐπὶ τῶν ἰδιωτικῶν γειτνιάσεων πολλὰ μὲν ἀγαθὰ συμβαίνειν διὰ ταύτας, ὡς ἐπὶ Φλάκκου καὶ Κάτωνος· πολλὰ δὲ τὰ ἐναντία. Τὰς γὰρ γειτνιάσεις, ἀφορμὰς προξενεῖν ἐνίοτε πολλῶν ἐπηρειῶν. Αὐτὸς μὲν οὖν τὸν βοῦν εἰς παράδειγμα παρέλαβε· δεῖ δὲ ἐκτείνειν ἐπὶ τὰ ὅμοια τὸν λόγον, ὡς οὐκ ἂν οὐδὲν ἀπόλοιτο διὰ τὸν γείτονα. Πρὸς ἃ καὶ οἱ παλαιοὶ νόμοι βλέποντες, ἐδικαίωσαν τῶν ἀπολλυμένων τοὺς γείτονας συναλλαγμάτων.
ΠΗΜΑ ΚΑΚΟΣ ΓΕΙΤΩΝ. Τοῦτο δηλοῖ καὶ ἐξ ἱστορίας. Αἰτωλοὶ γὰρ καὶ Ἀκαρνᾶνες γείτονες ὄντες ἀλλήλοις κακοὶ, διὰ τὴν τοῦ Καλυδωνίου συὸς κεφαλὴν, καὶ τὸ δέρμα, πρὸς ἀλλήλους πολεμήσαντες συνετρίβησαν. Ὁμοίως δὲ τούτοις καὶ Χαλκηδόνιοι καὶ Βυζάντιοι, διὰ πλοιαρίου σκαλμὸν τινὸς διενεχθέντες, δεινῶς ἐναυμάχησαν ἐν τῷ Βοσπόρῳ, καὶ ἐπὶ τῶν κατὰ μέρος γειτνιάσεων πολλὰ τοιαῦτά τις καὶ ἐφευρήσειεν.
ὉΣΣΟΝΤʼ ΑΓΑΘΟΣ ΜΕΓʼ ΟΝΕΙΑΡ. Δείκνυσι τοῦτο Πλούταρχος. Θεμιστοκλέα γάρ φησιν, ἢ Κάτωνα, πιπράσκοντα τὸν ἀγρὸν λέγειν, ὅτι ἀγαθὸν ἔχει γείτονα.
ΠΗΜΑ ΚΑΚΟΣ ΓΕΙΤΩΝ. Βλάβη μεγάλη ἐστὶν ὁ κακὸς γείτων, καθʼ ὅσον μεγάλη ὠφέλεια ὁ ἀγαθός.
ΕΜΜΟΡΕΝ. Ἔτυχεν, ἐκ τοῦ μείρω, μερῶ, μέμορα, καὶ ἐκθλίψει ἔμορα, καὶ Αἰολικῶς ἔμμορα. Ἢ ἐκ τοῦ μοῖρα, ἡ μερὶς, ἔμοιρε τὸ ἔχειν, καὶ τροπῇ τοῦ ν εἰς μ, ἔμμοιρε, καὶ συστολῇ ἔμμορε.
ΤΙΜΗΣ. Τιμῶσι γὰρ ἀλλήλους οἱ χρηστοὶ τῶν γειτόνων.
ΕΜΜΟΡΕ καὶ ἔτυχε τιμῆς, ὅστις ἔτυχε γείτονος ἀγαθοῦ, οὐκ ἂν ἀπόλοιτο βοῦς τούτου, ἢ ἄλλο τι τοιοῦτον, εἰ μὴ ὁ γείτων εἴη κακός.
ΒΟΥΣ ΑΠΟΛΟΙΤʼ. Λέγεται ὅτι Θεμιστοκλῆς χωρίον πιπράσκων ἐκέλευσε κηρύττεσθαι, ὅτι ἀγαθὸν ἔχει γείτονα. Ἔνιοι δὲ βοῦν ἐδέξαντο τὴν γυναῖκα ἀπὸ τοῦ ἀλφεσίβοια, ὅτι οὐδʼ ἂν γυνὴ μοιχευθείη, εἰ μὴ γείτων κακὸς εἴη. Ἢ οὐ μόνον τὸν κατὰ τὴν κώμην γείτονα, ἀλλὰ τὰ κτήνη τὰ ἐν τῇ ἀγροικίᾳ, ἢ πᾶν ὁτιοῦν κτῆμα.
ΟΥΔʼ ΑΝ ΒΟΥΣ. Ἤγουν τὸ ἐργατικὸν αὐτὸ κτῆνος, οὐκ ἂν ἀφανισθείη, ἀγαθοῦ καὶ προσεκτικοῦ τοῦ γείτονος ὄντος· ἢ συμβολικώτερον, ἡ βοῦς ἡ ὑπὸ ζυγὸν, ἤγουν ἡ γυνὴ, οὐκ ἂν μοιχευθείη, μὴ κακοῦ γείτονος ὄντος.
ΕΥ ΜΕΝ ΜΕΤΡΕΙΣΘΑΙ. Ὁποῖον εἶναι παρακελεύεται. Μετρεῖσθαι γὰρ καλῶς, τοῦτο δέ ἐστιν, ὁμολογοῦντα χάριν ἐν τῷ μετρεῖσθαι τῷ μετροῦντι, καὶ ἀποδιδόναι τὰ δοθέντα παρὰ τοῦ γείτονος, ΑΥΤΩι ΤΩι ΜΕΤΡΩι. Τοῦτο μὲν οὖν ὡς ἀναγκαῖον· τὸ δὲ ΑΙΚΕ ΔΥΝΗΑΙ ΚΑΙ ΛΩΙΟΝ, ἵνα τὶ κερδάνῃ καὶ ὁ γείτων ἄρξας τῆς χάριτος, ὡς μὴ μόνον, ὅσον ἐλάβομεν, ἀποδιδόναι, μετὰ δέ τινος προσθήκης τῆς ἡμῖν δυνατῆς. Τοῦτο γὰρ καὶ ποιήσει καὶ ἡμᾶς αὖθις χρῄζοντας τυχεῖν ἐπαρκοῦντος τοῦ γείτονος. Ἡ γὰρ περὶ τὰ μικρὰ τῶν συναλλαγμάτων ἔλλειψις τῆς χάριτος ἐμποδὼν γίνεται ἡμῖν περὶ τὰ μείζονα, προδιαβάλλουσα τὴν τῶν λαμβανόντων γνώμην, ὡς ἀχάριστον· τοῦ δὲ πρέποντος τυχοῦσα προξενεῖ καὶ τὴν ἐν τοῖς μείζοσι τῆς χρείας ἐκπλήρωσιν.
ΕΥ ΜΕΝ ΜΕΤΡΕΙΣΘΑΙ ΠΑΡΑ ΓΕΙΤΟΝΟΣ. Εἰδὼς ὁ ποιητὴς τὸν ἀδελφὸν Πέρσην ἅρπαγά τε καὶ ἀργὸν, μεταῤῥυθμίζει τῆς τοιαύτης τοῦτον κακίας, ἠθικωτέρως παιδεύων, καὶ οἰκονομικὸν αὐτὸν ἀπεργάζεσθαι βούλεται, προνουθετήσας ὅσα προείρηκεν· εἰδὼς δὲ αὐτὸν τοῖς δανείζουσιν ἀποστεροῦντα τὰ δάνεια, καὶ περὶ τούτου διδάσκει καὶ νουθετεῖ, λέγων, καλῶς μὲν μετροῦ καὶ δανείζου παρὰ τοῦ γείτονος ἐν μέτρῳ καὶ σκεύει, καὶ μεδίμνῳ τινὶ, λαμβάνων ἅπερ δανείζῃ, οἷον σῖτον, ἔλαιον, οἶνον καὶ τὰ τοιαῦτα· καλῶς δὲ ἀπόδος τῷ γείτονι αὐτὸ τὸ μέτρον καὶ τὸν μοδισμὸν ὡς εἴπῃ τις· καὶ κρεῖττον, ἐὰν δύνῃ, ὅτι προκατήρξατο χάριτος, ὅπως καὶ ὕστερον χρηΐζων καὶ δανείζεσθαι ἐπιθυμῶν εὕρῃς αὐτὸν ἐπαρκοῦντα. Διαφέρει τὸ μετρεῖν, σταθμᾷν, ἀριθμεῖν. Τὸ μὲν γὰρ ἀριθμεῖν ἐπὶ ψήφου λέγεται, οἷον ἓν, δύο, καὶ τὰ λοιπὰ τῶν ἀριθμῶν· τὸ δὲ σταθμεῖν, ἐπὶ ζυγῶν, ὡς τὸ εἰπεῖν τυχὸν, ἐσταθμήθη καὶ ἔστι ταλαντιαίας ὁλκῆς· μετρεῖν δὲ λέγεται, τῷ μεδίμνῳ καὶ ἀγγείῳ τινὶ ἀποτίθεσθαί τι, ἢ διδόναι, οἷον σῖτον μεδίμνῳ, οἶνον καὶ ἔλαιον μετρηταῖς καὶ προχόοις.
ΕΥ ΜΕΝ ΜΕΤΡΕΙΣΘΑΙ. Καλῶς μὲν θέλε μέτρῳ δανείζεσθαι παρὰ γείτονος, καλῶς δὲ θέλε ἀποδοῦναι τοῦτο διʼ αὐτοῦ τοῦ μέτρου, καὶ κρείττονος ἐὰν δύνῃ, ὅπως ἂν χρῄζων καὶ ἐς ὕστερον, ἤγουν εἰς τὸ ἐπιὸν, εὕρῃς τὸ ἀρκοῦν σοι. Μέτρον λέγεται τὸ μετροῦν καὶ τὸ μετρούμενον· ἐνταῦθα τὸ πρότερον.
ΜΗ ΚΑΚΑ ΚΕΡΔΑΙΝΕΙΝ. Τὰς ἄτας ταῖς ζημίαις εἶναι τὰς αὐτάς φησι, τὰ δὲ κέρδη περιποιητικὰ τινῶν ὠφελημάτων. Ὅσοι οὖν κακὰ κερδαίνουσιν, οὗτοί εἰσιν οἱ αἰσχροκερδεῖς. Τὰ δὲ κέρδη ταῖς ζημίαις ἶσα κερδαίνουσι· διὰ γὰρ τὴν αἰσχροκέρδειαν ταύτην μείζοσιν ἔσθʼ ὅτε ζημίαις ἐνίσχονται.
ΜΗ ΚΑΚΑ ΚΕΡΔΑΙΝΕΙΝ. Μὴ κακῶς κέρδαινε, καὶ ἀπὸ φαυλοτάτων τρόπων.
ΜΗ ΚΑΚΑ ΚΕΡΔΑΙΝΕΙΝ. Μὴ κακὰ κέρδη θέλε κερδαίνειν· τὰ κακὰ κέρδη ἴσα ἄταις, ἀντὶ τοῦ ζημίαις· διὰ γὰρ τὴν αἰσχροκέρδειαν ἔσθʼ ὅτε μείζοσι ζημίαις ἐνίσχονται ἄνθρωποι.
ΤΟΝ ΦΙΛΕΟΝΤΑ ΦΙΛΕΙΝ. Τούτους ὁ Πλούταρχος ἐκβάλλει τοὺς στίχους. Ὁ γὰρ μέλλων λέγειν ὅτι τοῖς ἀγαθοῖς τὸ διδόναι προσήκει, καὶ ὡς χαίρουσι διδόντες, ἄτοπος ἂν εἴη λέγων καὶ διδόναι τῷ διδόντι, καὶ μὴ διδόναι τῷ μὴ διδόντι. Οὕτω γὰρ ἂν τὰς δόσεις ἀναγκαίας ἐποίει, τὰς δὲ προκαθηγουμένας τῶν εὐεργεσιῶν ἐξέκοψεν.
ΤΟΝ ΦΙΛΕΟΝΤΑ ΦΙΛΕΙΝ. Ὁ μὲν Πλούταρχος τούτους ὀβελίζει τοὺς στίχους, λέγων οὐδέποτε ἂν γενέσθαι φίλον, εἰ τῶν φιλιωθησομένων ἑκάτερος ἀναμένει παρὰ τοῦ ἑτέρου προσφιλιωθῆναι. Οὐκ ἔστι δὲ τοῦτο, ἀλλʼ οὕτως ἔχει τὰ ἔπη· τὸν μὲν φιλικὴν γνώμην ἔχοντα καὶ εἰδότα φιλεῖν φίλει· καὶ τῷ προσιόντι, καὶ εὐόμιλον γνώμην ἔχοντι, προσίεσο, καὶ εὐόμιλος ἔσο.
ΤΟΝ ΦΙΛΕΟΝΤΑ ΦΙΛΕΙΝ. Τὸν εἰδότα φιλεῖν, φίλει· καὶ τῷ προσερχομένῳ σοι θέλε προσεῖναι· ἀπὸ τοῦ προσιέναι κατὰ μετάθεσιν καὶ συναίρεσιν. Καὶ θέλε δοῦναι ἐκείνῳ ὃς ἂν δῷ, ἤγουν ὃς μεταδοτικός ἐστι, καὶ εἰ ἔχει, δοίη ἄν· καὶ μὴ θέλε δοῦναι ἐκείνῳ, ὃς οὐκ ἔστι μεταδοτικὸς, καὶ εἰ ἔχει οὐκ ἂν δοίη· τῷ μεταδοτικῷ μὲν ἔδωκέ τις, ἤγουν ἔχει λόγον δοῦναί τινα· τῷ μὴ μεταδοτικῷ δὲ οὐδεὶς ἔδωκεν, ἤγουν οὐκ ἔχει λόγον δοῦναι τινά. Ἡ δωρεὰ, ἀγαθόν ἐστι τῷ λαμβάνοντι δηλονότι, ἡ ἁρπαγὴ δὲ κακὸν τῷ ἁρπάσαντι.
ΔΟΜΕΝ ὉΣ ΚΕΝ ΔΩι. Εἰς ἀπανθρωπίαν παρεισίησι τὸν βίον ὁ Ἡσίοδος· εἰ γὰρ ἐκδεξόμεθα μὴ μεταδιδόναι τισὶν, ἕως οὗ λάβωμεν, οὐδὲν οὔτε ληψόμεθα οὔτε δώσομεν· ἀλλʼ ὃ βούλεται λέγειν, τοιοῦτόν ἐστι· τῷ μέντοι μεταδοτικῷ, εἰ καὶ μηδὲν ἔχει, φαίνοιτο δὲ ὅτι ἀεὶ ἐδίδου εἴπερ εἶχεν, μετεδίδου τῷ τοιούτῳ. Αὐτὸς γάρ φησιν ἐπεξηγούμενος, δώτῃ μέν τις ἔδωκε, τουτέστι τῷ μεταδοτικῷ ἔδωκέ τις· τῷ δὲ μὴ οὐκ ἔδωκε.
ΚΑΙ ΔΟΜΕΝ ὉΣ ΚΕΝ ΔΩ. Ὅστις εἰ εἶχε δωρητικὸς ἦν, καὶ εὐμετάδοτος.
ΚΑΙ ΜΗ ΔΟΜΕΝ. Τῷ τούτῳ ἐναντίον. Ὡς δόμεν, καὶ μὴ δόμεν, Ἰωνικῶς ἐνταῦθα ἐγράφησαν, καὶ τὸ, δώτῃ καὶ ἀδώτῃ, ὁμοίως τούτοις νοητέον τῷ δωρητικὴν γνώμην ἔχοντι, καὶ μὴ τοιαύτην· δότης δὲ καὶ ἀδότης ὀμικρογραφεῖται· Ἀττικῶς δὲ ἐνταῦθα ἐξετάθησαν.
ΔΩΤΗι ΜΕΝ ΤΙΣ ΕΔΩΚΕ. Τὸν δότην καὶ ἀδότην, οὐ λέγει τὸν δεδωκότα πρότερον ἢ μὴ δεδωκότα, καὶ γὰρ ἂν καὶ τοῦτο ὑπεναντίως ἔλεγε τοῖς περὶ τῶν ἀγαθῶν δόγμασιν, ἀλλὰ τὸν δωρητικὸν χαρίτων ἐμμελῶν καὶ χαριέντων καὶ μὴ δωρητικόν. Ὁ Πλούταρχος εἰκάζει τοὺς τοιούτους, ὅσοι προαίρεσιν δωρητικὴν ἔχουσι, τοῖς σφαιρίζουσιν, οἳ λαβόντες τὴν ὑπʼ ἀλλήλων ῥιφεῖσαν σφαῖραν, οὔτε κατέχουσιν, οὔτε ἀντιπέμπουσι τοῖς μὴ εἰδόσι σφαιρίζειν, ἀλλὰ τοῖς ἀντιπέμψαι δυναμένοις.
ΔΩΣ ΑΓΑΘΗ. Τὴν μὲν δωρεὰν ἀγαθόν τι τῷ λαβόντι γίνεσθαι, τὴν δὲ ἁρπαγὴν ὀλεθρίαν εἶναι τῷ ἁρπάσαντι. Καὶ τὴν αἰτίαν προσέθηκε, τὸν μὲν ἑκουσίως δόντα, καὶ εἰ μέγα τι δοίη, λέγων ἐφʼ ᾧ δίδωσι χαίρειν ὡς εὐεργέτην· τὸν δὲ ἀκουσίως ἀφῃρημένον, καὶ εἰ μικρὸν εἴη τοῦτο, παχνοῦσθαι καὶ ἀλγύνεσθαι διὰ τὴν ἀκούσιον ἀφαίρεσιν. Εὖ δὲ καὶ τὸ τὸν ἑκουσίως δόντα εἰπεῖν τέρπεσθαι ὃν κατὰ θυμόν. Οὐ γὰρ δεῖ τὴν δόσιν αὐτὸν κηρύττειν, ἀλλʼ ἐν ἑαυτῷ στέγειν, καὶ ἔνδον ἔχοντα τὴν ἐνέργειαν ἐπʼ αὐτῇ χαίρειν. Οὕτω γὰρ ἔσται δῆλος οὐχὶ διὰ τὸν ἔπαινον δοὺς τὸν παρὰ τῶν ἄλλων, ἀλλὰ διʼ αὐτὸ τὸ καλὸν τῆς δόσεως εἶναι τὸ ἔργον. Εἶπε γὰρ Μισθὸς δʼ ἀνδρὶ φίλῳ εἰρημένος. Τούτους δέ τινες τοὺς στίχους ἐξέβαλον· ὁ δὲ Πλούταρχος ἐγκρίνει. Δεῖν γὰρ καὶ τὸν φίλον συνεργὸν παραλαμβάνειν ἐπὶ ὡρισμένῳ μισθῷ· — ἔχθραν γὰρ προξενεῖ τὸ τῆς ἀμοιβῆς μετὰ τὸ ἔργον ἐλλιπὲς ἀδόκητον ὑπάρξαν· — τούτῳ δʼ ὅμοιον, καὶ τὸ τὰ πρὸς τοὺς ἀδελφοὺς συναλλάγματα μὴ ἀμάρτυρα ποιεῖσθαι, τὸ δʼ ἐπαχθὲς ἀφαιρῶν εἶπεν, ὅτι γελάσας, τουτέστιν ὡς παίζοντας καὶ μὴ σπουδάζοντας· πολλοὺς γὰρ ἀπολέσθαι διὰ τὸ πιστεῦσαί τισιν οἷς ἀπιστεῖν δέον, ἀπιστῆσαι δὲ πάλιν οἷς πιστεῦαι δέον. Διὸ χρεία τῆς ἐπὶ τῶν μαρτύρων ὁμολογίας, καὶ ἐπὶ τῶν ἀδελφῶν καὶ ἐπὶ τῆς τοῦ μισθοῦ προομολογίας, καὶ ἐπὶ τῶν φίλων.
ΔΩΣ ΑΓΑΘΗ. Οὐ δεῖται ἐξηγήσεως καὶ ἑρμηνείας, σαφῆ γάρ εἰσι.
ΘΑΝΑΤΟΙΟ ΔΟΤΕΙΡΑ. Θανάτου πρόξενος· ἤγουν τὸ δεδωκότος τινὸς λαβεῖν, οὐ κακὸν, ἀλλʼ ἀγαθόν· τὸ δὲ βιαίως λαβεῖν μὴ βουλομένου δηλονότι τοῦ κεκτημένου, κακὸν καὶ θανάτου πρόξενον. Εἶτα τὴν αἰτίαν προστίθησι· καὶ φησὶν, ὃς μὲν γὰρ ἂν ἀνὴρ δῴῃ ἐθέλων, οὗτος κἂν μέγα δῴῃ, χαίρει ἐπὶ τῷ δώρῳ, καὶ τέρπεται κατὰ τὴν ἑαυτοῦ ψυχήν· ὃς δʼ ἂν αὐτὸς ὑφʼ ἑαυτοῦ προτραπεὶς ἀφέληταί τι τῇ ἑαυτοῦ ἀναιδείᾳ πεισθεὶς, καὶ σμικρὸν ὂν τοῦτο τὸ λαμβανόμενον, ἐπάχνωσεν, ἤγουν ἐλύπησε, τὴν φιλουμένην ψυχὴν τοῦ ἀφαιρεθέντος. Ἐὰν γὰρ μὴ ἀγανακτοῦντος ἐκείνου σὺ λάβῃς μικρὸν, εἶτα πάλιν σμικρὸν ἐπὶ τῷ σμικρῷ ἐπιθεῖο, καὶ θαμινῶς τοῦτο πράττοις, ἴσως ἂν καὶ τοῦτο μέγα γένοιτο· ὅστις δὲ ἐπὶ τῷ ὑπάρχοντι καὶ ἕτερόν τι φέρων τίθησιν, οὗτος ἐκφεύξεται τὸν καυστικὸν λιμόν. Οὐ λυπεῖ δὲ ἄνθρωπον τὸ ἀποκείμενον ἐν τῷ οἴκῳ. Ἐν τῷ ἰδίῳ οἴκῳ βέλτιον εἶναι, ἐπεὶ τὸ ἐν ἀλλοτρίῳ οἴκῳ, τοῦτο γὰρ δύναται τὸ θύρῃφι, βλαβερὸν, τουτέστιν οὐκ ἀσφαλὲς, πταιστόν· ἀγαθὸν μὲν ἀπὸ τοῦ παρόντος λαβεῖν, πῆμα δὲ θυμῷ, ἀντὶ τοῦ ἀνία τῇ ψυχῇ καὶ πάθος, χρῄζειν ἀπόντος, ἅ τινα σκοπεῖσθαί σε διακελεύομαι.
ὉΣ ΜΕΝ ΓΑΡ ΚΕΝ ΑΝΗΡ. Ὅστις γὰρ ἐθελουσίως δώῃ, κἂν μέγα δῶ, χαίρει.
ὉΣ ΔΕ ΚΕΝ ΑΥΤΟΣ ἙΛΗΤΑΙ. Ὁ δὲ ἐξ ἀναιδείας ἀφελόμενός τι, κἂν μικρὸν ἀφέληται, λυπεῖ κατὰ τοῦτο τὸν ἀφαιρεθέντα. Παχνοῦν γὰρ τὸ λυποῦν, ἀπὸ μεταφορᾶς τῆς πάχνης, τῆς λυπούσης τὰ λήϊα.
ΕΙ ΓΑΡ ΚΕΝ ΚΑΙ ΣΜΙΚΡΟΝ. Δοκεῖ μὲν ἀπηρτῆσθαι τοῦτο τοῦ προῤῥηθέντος· ἔχει δὲ καὶ συνέχειαν. Ἐπειδὴ γὰρ εἶπεν ὅτι κἂν ᾖ σμικρὸν τὸ ἀφαιρεθὲν, παχνοῖ τὸν ἀφαιρεθέντα διὰ τὴν ἀκούσιον ἀφαίρεσιν, ἐπήγαγεν, ὅτι τὸ σμικρὸν ἐπισωρευόμενον μὲν μέγα τὶ γίνεται, ἀφαιρούμενον δὲ εἰς τὸ μηδὲν καταλήγει· ὥστε εἰκότως λυπεῖ καὶ τὸ σμικρὸν ἀφαιρούμενον. Καὶ εἰ τοῦτο ἀληθὲς, ὀρθῶς Ἀριστοτέλης ἔλεγεν, ὅτι χείριστον τῶν ἐν τῷ βίῳ τὸ ΜΗ ΠΑΡΑ ΤΟΥΤΟ λεγόμενον. Εἰ γὰρ καταφρονοῖτο ὡς μικρὸν ἕκαστον, καὶ ἐπιλέγοιμεν μὴ παρὰ τοῦτο, κακῶς πράξοιμεν. Ἐν μὲν οὖν οἰκονομίαις λιμώξομεν τοῦτο ἀεὶ ἐπᾴδοντες, ἐν δὲ τῇ διαίτῃ νοσήσομεν, πολλάκις μὲν παρορῶντες τὸ ὀρθὸν, λέγοντες δὲ ταύτην τὴν φωνήν· ἡ γὰρ καθʼ ἓν ἕκαστον ἔλλειψις μεγάλην ἀθροίζει τοῖς παρορῶσι τὴν βλάβην.
ΕΙ ΓΑΡ ΚΕΝ ΚΑΙ ΣΜΙΚΡΟΝ ΕΠΙ ΣΜΙΚΡΩι, Κατασκευάζει, πῶς ὁ σμικρὸν ἀφαιρεθεὶς λυπεῖται· καί φησι, εἰ γάρ κεν καὶ σμικρὸν ἐπὶ σμικρῷ ἐπάγοις καὶ συνεχῶς τοῦτο δρᾷς, ταχέως μεῖζον γένοιτο.
ὉΣ Δʼ ΕΠʼ ΕΟΝΤΙ ΦΕΡΕΙ. Εἰ αἱ κατὰ σμικρὸν ἀφαιρέσεις εἰς τὴν τοῦ παντὸς ἀπώλειαν ἄγουσιν, αἱ κατὰ σμικρὸν προσθέσεις ἀεὶ ἐπὶ τὸ πλεῖον ὁδεύουσαι, καὶ τῶν ἤδη προστεθέντων πλεῖον ἐπάγουσαι, δῆλον ὡς εὐπορίαν περιποιοῦσι. Τοῦτο οὖν καὶ κατακείμενον, ὅσον ἀεὶ ἐπισυνάγεται καὶ θησαυρίζεται, μὴ λυπεῖν τὸν συνάγοντα· τὴν δʼ ἀφαίρεσιν λυπεῖν, ὡς εἴρηται, διὰ τὴν ἐλπιζομένην διαφόρησιν, τοιαύτης ἀφαιρέσεως γινομένης πολλάκις ἀκουσίου τοῖς ἀπολλύουσιν.
ὉΣ Δʼ ΕΠʼ ΕΟΝΤΙ ΦΕΡΕΙ. ὅστις ἐπὶ τῷ ἐφυπάρχοντι φέρει, ἐκφευξεῖται τὸν καυστικὸν καὶ θερμὸν λιμόν.
ΟΥΔΕ ΤΟ Γʼ ΕΙΝ ΟΙΚΩι ΚΑΤΑΚΕΙΜΕΝΟΝ. Οὐδὲ τὸ ἐν οἴκῳ ἐναπόθετον τῶν ἐτησίων καρπῶν λυπεῖ ἀνέρα καὶ ἄνθρωπον.
ΟΥΔΕ ΤΟ Γʼ ΕΙΝ ΟΙΚΩι. Οὐδὲ τὸ ἔχειν, φησὶ, πάντα ἐν τῷ οἴκῳ, σαπρόν· κρεῖσσον γὰρ τὸ εἰπεῖν εἴσελθε φέρε, ἢ τὸ ἔξελθε φέρε· καὶ γὰρ τὰ ἐν τῷ οἴκῳ κείμενα ἀσφαλέστερά εἰσιν· εἰ γὰρ ἐν ἀγρῷ ἔχει τις οἶνον ἢ σῖτον, οὐκ εὐχερές ἐστιν εἰσιέναι καὶ φέρειν.
ΟΙΚΟΙ ΒΕΛΤΕΡΟΝ ΕΙΝΑΙ. Κατʼ οἴκους κρεῖττον εἶναι ἀποτεθειμένα τὰ ἐτήσια τῶν καρπῶν.
ΕΠΕΙ ΒΛΑΒΕΡΟΝ ΤΟ ΘΥΡΗΦΙ. Χαλεπὸν γὰρ τὸ μὴ ἀποκεῖσθαι ταῦτα ἐν τῷ οἴκῳ, ἀλλʼ ἐκ τῶν θύραθε καὶ ἔξω ταῦτα ὠνεῖσθαι.
ΕΣΘΛΟΝ ΜΕΝ ΠΑΡΕΟΝΤΟΣ ἙΛΕΣΘΑΙ. Ὅτι πρὸ τῶν χρειῶν εὐτρεπίζειν δεῖ τὰ ἐσόμενα χρήσιμα πρὸς τὰς χρείας, ἐκ τούτου διδασκόμεθα, Τότε γὰρ ἀπὸ τῶν παρόντων χρησόμεθα πᾶσιν, ὅτʼ ἂν αὐτὰ προευτρεπισμένα ἔχωμεν· κἂν ἐν τῷ παρόντι οὖν ἄχρηστον ᾖ τί, φυλακτέον αὐτὸ πρὸς τὴν χρείαν, εἰ μέλλοι ποτὲ χρήσιμον ἔσεσθαι· πῆμα γὰρ εἶναι τῷ θυμῷ, χρῄζειν μέν τινος, ἀπεῖναι δὲ τοῦτο χρῃζόντων ἡμῶν,
ΕΣΘΛΟΝ ΜΕΝ ΠΑΡΕΟΝΤΟΣ ἙΛΕΣΘΑΙ. Ἀγαθὸν γὰρ ἔσωθεν καὶ ἐν τῷ οἴκῳ ἀποκειμένων τῶν ἐτησίων τροφῶν λαμβάνειν ὅτε δεήσει· λυπηρὸν δὲ δεῖσθαι τούτων μὴ ὄντων ἐν τῷ οἴκῳ, καὶ ἐξ ἐργαστηρίων καὶ τῶν ἐμπορίων συνεχέστερον ἐξωνεῖσθαι.
Ἁ ΣΕ ΦΡΑΖΕΣΘΑΙ ΑΝΩΓΑ. Ἀντίπτωσις, περὶ ὧν σε βουλεύω καὶ νουθετῶ βουλεύεσθαι.
ΑΡΧΟΜΕΝΟΥ ΔΕ ΠΙΘΟΥ ΚΑΙ ΛΗΓΟΝΤΟΣ. Καὶ ἐν τοῖς πατρίοις ἐστὶν ἑορτὴ Πιθοιγία, καθʼ ἣν οὔτε οἰκέτην οὔτε μισθωτὸν εἴργειν τῆς ἀπολαύσεως τοῦ οἴνου θεμιτὸν ἦν, ἀλλὰ θύσαντας πᾶσι μεταδιδόναι τοῦ δώρου τοῦ Διονύσου· καλῶς οὖν εἴρηται δεῖν ἀρχομένου πίθου κορέσασθαι, καὶ τῇ ἑορτῇ συμφώνως· δεῖ δὲ καὶ φειδοῦς ταμιευομένοις τὴν ἀπόλαυσιν, ὥστε καὶ εἰσαῦθις ἡμῖν γενέσθαι καὶ αὖθις. Εἰ δὲ ἀπαναλωθέντος τοῦ πλείστου τὸ λειπόμενον ὀλίγον εἴη, χαλεπὴν εἶναι τὴν φειδῶ· τότε γάρ φησι τάχα ἂν καὶ τραπείη καὶ ἄχρηστον γένοιτο τοῖς φεισαμένοις. Τὸ μὲν οὖν ἀρχομένου κορέσασθαι, παιδεύει πρὸς κοινωνίαν, τὸ δὲ μεσσόθι φείδεσθαι, πρὸς οἰκονομίαν· τὸ δὲ χαλεπὴν εἶναι τὴν ἐν τῷ πυθμένι φειδῶ, πρὸς ἀπόλαυσιν τῶν κατὰ καιρόν. ΑΛΛΩΣ. ΑΡΧΟΜΕΝΟΥ ΔΕ ΠΙΘΟΥ. Ἵνα ἀκριβὴς ᾖ ἡ παραίνεσις, καὶ περὶ τῶν εὐτελῶν λέγει· τινὲς δὲ ἀλληγορικῶς λέγουσι τὸν λόγον εἶναι τῆς ἡλικίας, ὥστε ἀρχόμενον αὐτὸν καὶ γηρῶντα ἀπολαύειν, κατὰ δὲ τὴν μέσην ἡλικίαν ἐργάζεσθαι. Ἵνα εἴπῃ, κατὰ τὴν ἀρχὴν καὶ κατὰ τὸ τέλος τοῦ πίθου ἐσπουδασμένως πίνειν ὡς ἀσθενεστέρου· ὁ γὰρ μεταξὺ οἶνος ἰσχυρότερος ἅμα καὶ ἐπίμονος.
ΑΡΧΟΜΕΝΟΥ ΔΕ ΠΙΘΟΥ ΚΑΙ ΛΗΓΟΝΤΟΣ. Ἐν ταῖς πατρίοις τῶν Ἑλλήνων ἑορταῖς ἐτελεῖτο καὶ τὰ ἀσκώλια, καὶ ἡ πιθοιγία, εἰς τιμὴν Διονύσου, τουτέστι τοῦ οἴνου αὐτοῦ. Καὶ τὰ μὲν ἀσκώλια τοιῶσδε ἐγίνετο· ἀσκοὺς πεφυσημένους καὶ πνεύματος πεπληρωμένους τιθέντες κατὰ γῆς, ἑνὶ ποδὶ ἐφαλλόμενοι ἄνωθεν τούτων ἐφέροντο, καὶ πολλάκις κατολισθαίνοντες εἰς γῆν ἔπιπτον. Τοῦτο δὲ ἐποίουν, ὡς ἔφην, τιμῶντες τὸν Διόνυσον. Ὁ γὰρ ἀσκὸς δέρμα τράγου ἐστίν· ὁ δὲ τράγος τοὺς θαλλοὺς τῆς ἀμπέλου τρώγων λυμαίνεται. Ἡ πιθοιγία δὲ κοινὸν ἦν συμπόσιον· ἀνοίξαντες γὰρ τοὺς πίθους πᾶσι μετεδίδουν τοῦ Διονύσου δωρήματος. Τοῦτʼ οὖν καὶ ἐνταῦθα λέγει, ἀποπωμάσας τὸν πίθον εἰς κόρον τοῦ οἴνου σὺν μισθωτοῖς καὶ οἰκέταις ἀπόλαυε. Ἐαθεὶς γὰρ ἐπιχειλὴς μετὰ τὴν ἄνοιξιν ὀξίνης ἂν καὶ ἐκτροπίας γένοιτο, καὶ λήγων δὲ ὁμοίως ἄχρηστος ἔσται· πρὸς τούτοις δὲ καὶ ἡ τρὺξ ἐνοχλεῖ καὶ λυπεῖ.
ΑΡΧΟΜΕΝΟΥ ΔΕ ΠΙΘΟΥ. Ἀρχὴν δὲ λαμβάνοντος ἀναλοῦσθαι τοῦ ἐν πίθῳ οἴνου, καὶ λήγοντος, ἤγουν ὅτε ἄρχεται ὁ πίθος ἀναλοῦσθαι, καὶ ὅτε λήγει ἀναλούμενος, κορέσθητι· κατὰ τὸ μέσον δὲ ἐγκρατῶς αὐτῷ χρῶ· χαλεπὴ δὲ ἐν τῷ τέλει ἡ φειδώ. Ὁ γὰρ καταλειπόμενός φασιν ὀλίγος οἶνος ἐν ἀγγείῳ εὐκόλως ἔχει τραπῆναι καὶ ἄχρηστος γενέσθαι.
ΜΕΣΣΟΘΙ ΦΕΙΔΕΣΘΑΙ. Ὅτι τε ἄριστος τότε ὁ οἶνος, καὶ ὅτι δέος ἐστὶ, μὴ πρὸ τοῦ δέοντος ἐπιλείψῃ. Ἄλλοι δὲ ἀλληγορικῶς ἐπὶ τῶν τριῶν ἡλικιῶν τὸν πίθον φασὶ, παιδικῆς, ἀκμαστικῆς, καὶ γεροντικῆς. Καί φησιν, ὅτι παῖς ὢν καὶ γηρῶν ἀπόλαυε τῶν τοῦ βίου ἡδέων· κατὰ δὲ τὴν ἀκμαστικὴν ἡλικίαν ἐργάζου.
ΜΙΣΘΟΣ Δʼ ΑΝΔΡΙ ΦΙΛΩι. Πρὸς φίλον δὲ ἄνδρα, ὃν λαμβάνεις δηλονότι συνεργὸν ἐπʼ ἔργοις, μισθὸς ἔστω σοι συμπεφωνημένος ἱκανὸς τῇ γνώμῃ αὐτοῦ. Καὶ πρὸς τὸν ἀδελφὸν δὲ θέλε θεῖναι ἐπιμάρτυρα, εἰ συνάλλαγμά τι δηλονότι ποιεῖς μετʼ αὐτοῦ, γελάσας, ὡς παίζων δηλονότι, οὐ σπουδάζων, διὰ τὸ ἐπαχθές. Αἱ πίστεις, αἱ πρὸς ἐκείνους δηλονότι, οἷς οὐκ ἔδει πιστεύειν, καὶ αἱ ἀπιστίαι αἱ πρὸς ἐκείνους, οἷς ἔδει πιστεύειν, ὤλεσαν ἄνδρας.
ΜΗ ΔΕ ΓΥΝΗ ΣΕ ΝΟΟΝ. Τὸν ἄτοπον τῶν γυναικῶν καλλωπισμὸν διὰ τῶν περιβλημάτων δηλοῖ, τὸν ἐπίθετον, καὶ τὴν ἑταιρικὴν κολακείαν τὸ αἱμύλα κωτίλλειν. Δεῖ οὖν ὑπὸ τούτων μὴ ἀπατᾶσθαι· ταῦτα γὰρ γυναικὸς εἶναι καλλωπιστικῆς καὶ ἀπατηλῆς, ὁρώσης εἰς ἀπάντησιν τῆς καλιᾶς. ΚΩΤΙΛΛΟΥΣΑ δὲ σημαίνει, ἡδέα λέγουσα. καὶ γὰρ τὴν χελιδόνα κωτίλλειν λέγει, ὡς ἔστι παρὰ Ἀνακρέοντι κωτίλη χελιδών.
ΠΥΓΟΣΤΟΛΟΣ. Οἱ μὲν τὴν μαστρωπὸν λεγομένην, ἤγουν τὴν προαγωγὸν, οἱ δὲ αὐτὴν τὴν γυναῖκα τὴν ἑταιρίδα, τὴν περὶ τὴν πυγὴν στολιζομένην, τουτέστι κοσμοῦσαν ἐκεῖνα τὰ μέρη πανούργως τοῖς ἱματίοις· στέλλειν γάρ ἐστι τὸ κοσμεῖν. Ἄλλοι, τὴν κοσμοῦσαν τὰς χεῖρας· πυγούσιον γὰρ ὁ πῆχυς κεκαμμένων τῶν δακτύλων· λέγεται στόλος καὶ ἡ πορεία.
ΜΗ ΔΕ ΓΥΝΗ ΣΕ ΝΟΟΝ ΠΥΓΟΣΤΟΛΟΣ ΕΞΑΠΑΤΑΤΩ. Σαφῆ ταῦτα, ἐν οἷς μᾶλλον ὁ Πρόκλος λαλεῖ.
ΣΕ ΝΟΟΝ, Σοῦ τὸν νοῦν. Τὸ σχῆμα ἀντίπτωσις.
ΠΥΓΟΣΤΟΛΟΣ. Ἡ στολίζουσα καὶ κοσμοῦσα τὰ περὶ τὴν πυγὴν καὶ τὴν ἕδραν μέρη ζωνίοις, καὶ λοιποῖς. Ἢ ἡ στολίζουσα τοὺς πυγόνας καὶ τοὺς πήχεις καὶ τὰς χεῖρας περιβραχιόνοις καὶ δακτυλίοις.
ΜΗ ΔΕ ΓΥΝΗ ΣΕ ΝΟΟΝ. Μὴ δὲ γυνὴ ἑταιρὶς ἑαυτὴν ἐπὶ πορνείᾳ στολίζουσα — διὰ τῆς πυγῆς γὰρ τὴν πορνείαν αἰνίττεται — παρασυρέτω σε κατὰ τὸν νοῦν, ἀπατηλὰ κωτίλλουσα, ἤγουν ἡδέως λέγουσα, τὴν σὴν οἰκίαν διφῶσα, ζητοῦσα, καὶ πολυπραγμονοῦσα καὶ λέγουσα δεῖξον ἡμῖν τὸν οἶκον σοῦ. Ὅστις δὲ πέποιθε γυναικὶ, οὗτος πέποιθεν ἀπατεῶσιν.
ΚΩΤΙΛΛΟΥΣΑ. Πολυλογοῦσα. Κωτίλη γὰρ ἡ χελιδὼν, διὰ τὸ λάλος εἶναι, παρά τε Ἀνακρέοντι καὶ Σιμωνίδῃ καλεῖται.
ΚΑΛΙΗΝ. Τὴν φωλεάν· νῦν δὲ ἢ τὸν κόλπον, ἢ τὸν οἶκον δηλοῖ.
ὉΣ ΔΕ ΓΥΝΑΙΚΙ ΠΕΠΟΙΘΕ. Τοῦτον Πλούταρχος χαράττει τὸν στίχον. Σημαίνειν δὲ τοὺς φηλήτας τοὺς ἀφαιρεῖσθαί τι καὶ ἐκφορεῖν ἐθέλοντας, παρὰ τὸ ἀφαιρεῖν καὶ ὑφελεῖν τοῦ ὀνόματος αὐτοῖς τεθέντος.
ΦΙΛΗΤΗιΣΙ. Κλέπταις, ὑφαιρουμένοις τὰ ἀλλότρια, καὶ πᾶσι κακοῖς· παρὰ τὸ φιλεῖν τὰς ἄτας, καὶ διὰ τοῦ ι· ἢ παρὰ τὸ φηλεῖν, τὸ ἀπατᾷν, διὰ τοῦ η.
ΜΟΥΝΟΓΕΝΗΣ ΔΕ ΠΑΙΣ. Δόξειεν ἂν ἄτοπος ὁ στίχος εἶναι καὶ ἀγανακτοῦντος, ὅτι γέγονεν οὐ μόνος τῷ πατρί. Μήποτε, φησὶν ὁ Πλούταρχος, καὶ Πλάτων ἕπεται τῷ Ἡσιόδῳ, καὶ Ξενοκράτης, καὶ Λυκοῦργος πρὸ τούτων· οἳ πάντες ᾤοντο δεῖν ἕνα κληρονόμον καταλιπεῖν· καὶ τοῦτο ἦν τὸ ὑπὸ Ἡσιόδου λεγόμενον. Δοκεῖ δὲ ἡ λέξις εὐχομένου εἶναι καὶ οὐ συμβουλεύοντος. Τὸ γὰρ σώζοι πατρώϊον οἶκον, εὐκτικόν ἐστιν, ὥστε εἶναι τὸν λόγον, Εἰ καὶ μὴ πλείους εἶεν παῖδες, ἀλλὰ μονογενὴς, οὗτός γε σώζοι τὸν οἶκον. Τὸ δʼ ἑπόμενον στιχίδιον ἔτι μᾶλλον λύει τὴν διαβολήν. ΑΛΛΩΣ. Εἷς παῖς, φησὶν, ἀρκείτω, ἵνα μὴ ἡ περιουσία εἰς πλείονας διαιρεθεῖσα ποιήσῃ τοὺς λαμβάνοντας πένητας· ἢ ἵνα μὴ περὶ τῶν ὑπαρχόντων ἀεὶ μάχωνται οἱ πλείους, οἷα καὶ αὐτὸς πέπονθε πρὸς τὸν Πέρσην διαιρούμενος. Τὸ δέ γε ΓΗΡΑΙΟΣ ΔΕ ΘΑΝΟΙΣ παρέγγραπτον ὡς ἀδιανόητον.
ΜΟΥΝΟΓΕΝΗΣ ΔΕ ΠΑΙΣ. Τὰ μὲν τοῦ Πρόκλου ἐῶ τοῖς βουλομένοις σκοπεῖν. Ἐγὼ δὲ οὑτωσὶ φημί· παραινέσας τὸν Πέρσην περὶ πολλῶν, παρακελεύεται νῦν αὐτὸν καὶ μιᾷ γυναικὶ πλησιάζειν, καὶ μὴ πολλαῖς, ἵνα μὴ ἑτεροθαλεῖς παῖδας καὶ ἑτερογαστρίους τεκὼν λύπην αὑτῷ γεννήσῃ καὶ πρόωρον θάνατον, λαθραίως τῶν γυναικῶν καὶ τῶν παίδων πρὸς ἑαυτοὺς ἑκάστου τὸν τούτου βίον ὑφαιρουμένων, ὡς ὁ τοῦ Αἰσώπου μῦθος τὰς δύο γυναῖκας εἰσάγει ψιλόκρανον ἐργασαμένας τὸν μεσαιπόλιον.
ΜΟΥΝΟΓΕΝΗΣ ΔΕ ΠΑΙΣ. Ἀντὶ τοῦ, ἐκ μιᾶς γυναικὸς παῖδες ἀδελφοὶ, ὁμογάστριοι.
ΜΟΥΝΟΓΕΝΗΣ ΔΕ ΠΑΙΣ. Μουνογενὴς δὲ παῖς σώζοι ἂν, ἀντὶ τοῦ ἀρκείτω διοικεῖν τὸν πατρῷον οἶκον. Εὐχόμενος δὲ τοῦτο λέγει, οὐ προστάττων. Ἐπεὶ οὕτως, φησὶν, αὐξάνεται ὁ πλοῦτος ἐν τοῖς οἴκοις, οὐ μεριζόμενος εἰς πολλοὺς κληρονόμους. Θάνοις δὲ γηραιὸς οὕτω βιοὺς ὥς σε κελεύω, ἐγκαταλείπων, ἤγουν ἀφεὶς, ἐν τῷ βίῳ τὸν σὸν παῖδα, ἕτερον, ἤγουν ἄλλον, ἀντὶ σοῦ. Καὶ τοῖς πλείοσι δὲ παισὶ παράσχοι ἂν ὁ Ζεὺς ῥᾳδίως πολὺν πλοῦτον· πλείων μὲν ἐπὶ τοῦ πλείονος πλούτου ἡ φροντὶς, μείζων δὲ ἡ ἐπίδοσις αὐτοῦ συναύξοντος ἑαυτὸν τοῦ πλούτου διὰ τὴν τῶν ὀργάνων εὐπορίαν καὶ τῶν ὑπηρετῶν. Σοῦ δὲ ἡ ψυχὴ εἰ ἐπιθυμεῖ πλούτου ἐν τῷ ἑαυτῆς λογισμῷ, οὕτω θέλε πράττειν, ὡς ἐρῶ δηλονότι· ἔργον δὲ ἐπὶ ἔργῳ ἐργάζου.
ΦΕΡΒΕΜΕΝ. Ἀντὶ τοῦ τρέφεσθαι.
ὩΣ ΓΑΡ ΠΛΟΥΤΟΣ ΑΕΞΕΤΑΙ. Οὕτως γὰρ εἰ ἐκ μιᾶς γυναικὸς ἕξεις παῖδας, καὶ οὐ πολλαῖς πλησιάσεις, αὐξηθήσεται ἡ περιουσία, συμπονούσης σοι καὶ τῆς γυναικὸς καὶ τῶν τέκνων.
ΜΕΓΑΡΟΙΣΙ. Νῦν καταχρηστικῶς πᾶσαν οἰκίαν ἁπλῶς καλεῖ· κυρίως δὲ μέγαρον λέγεται ὁ πλούσιος καὶ ἐπίφθονος οἶκος, παρὰ τὸ μεγαίρω τὸ φθονῶ.
ΓΗΡΑΙΟΣ ΔΕ ΘΑΝΟΙΣ. Οἱ περὶ Πρόκλον καὶ Ἀρίσταρχον ἢ Πλούταρχον, ἀδιανόητον τοῦτό φασιν εἶναι καὶ περισσόν. Ἐγὼ δὲ φημὶ λίαν καλλίστως ἔχειν αὐτό. Οὕτω γὰρ μιᾷ γυναικὶ πλησιάζοντι, καὶ οὐ πολλαῖς, καὶ παιδοποιουμένῳ σοι αὐξηθήσεταί σου ἡ περιουσία, καὶ ἀλύπως ἐπὶ τῇ τοιαύτῃ συμβιώσει διάγων τελευτήσεις γηραιὸς, καὶ οὐ πρόωρος, ὥσπερ εἰ πολλαῖς πλησιάζων ἐπαιδοποίησας, ὑφαιρουμένης σοι παρὰ μέρος τὴν περιουσίαν ἑκάστης σὺν τοῖς ἰδίοις παισὶ, καὶ δαλῷ συμφορῶν εὐούσης καὶ φλογιζούσης καὶ θλιβούσης, καὶ ὠμῷ διδούσης σε γήραϊ, καὶ ἔτι μᾶλλον ἀώρῳ θανάτῳ ἐπισυμβάντι ἐκ θλίψεων, ἢ καὶ φαρμάκων ἐπισκευῆς γεγονότων, ζηλωτυπουσῶν ἀλλήλας τῶν γυναικῶν.
ἙΤΕΡΟΝ ΠΑΙΔʼ ΕΓΚΑΤΑΛΕΙΠΩΝ. Ἀντὶ τοῦ τὸν παῖδα, ἤγουν τοὺς παῖδας τῷ βίῳ ἐάσας.
ῬΕΙΑ ΔΕ ΚΕΝ ΠΛΕΟΝΕΣΣΙΝ. Ἀφʼ οὗ δῆλον ἐποίησεν ὅτι εὔχεται μὲν καὶ πλείους εἶναι παῖδας, καὶ περιουσίαν ἐκ Διὸς πλείοσιν ἀρκοῦσαν· εἰ δὲ μὴ, μουνογενεῖ παιδὶ δυναμένῳ εὐπορίαν ποιῆσαι.
ῬΕΙΑ ΔΕ ΚΕΝ ΠΛΕΟΝΕΣΣΙ. Κἂν πολλοὺς παῖδας ὁμογαστρίους γεννήσειας, καὶ οὕτως ὄλβος αὐτοῖς ἐκ τῆς εἱμαρμένης γενήσεται, δηλονότι συμπονοῦσιν ἀλλήλοις.
ΠΛΕΙΩΝ ΜΕΝ ΠΛΕΟΝΩΝ. Μελέτην μὲν λέγει τὴν φροντίδα παρὰ τὸ μέλλειν, ἐπιθήκην δὲ, τὴν ἐπάχθειαν καὶ τὴν βαρύτητα τὴν ἀπὸ τῆς φροντίδος. Ὁ δὲ ὅλος νοῦς· ἐὰν πλείους οἱ παῖδες ὦσι, πλείων μὲν ἀναγκαίως ἔσται ἡ φροντὶς τῆς περιουσίας· ἡ δὲ ἀπὸ τῆς φροντίδος ἐπάχθεια μείζων, καὶ πολλῆς δεομένη τῆς ἐκ τοῦ Διὸς προνοίας. Μήποτε δὲ, φησὶν ὁ Πλούταρχος, ἐκεῖνο λέγει τὸ τοῦ Λάμπιδος, ὅτι πλείων μὲν ἡ φροντὶς ἐπὶ τοῦ πλείονος πλούτου· μείζων δὲ ἡ ἐπίδοσις, ἣν ἐπιθήκην εἶπεν, αὐτοῦ συναύξοντος ἑαυτὸν τοῦ πλοῦτον διὰ τὴν τῶν ὀργάνων εὐπορίαν καὶ τῶν ὑπηρετῶν. Ὃ καὶ ὁ Λάμπις εἴρηκεν ἐρωτηθεὶς πῶς ἐκτήσατο; τὸν μὲν γὰρ ὀλίγον, ἔφη, χαλεπῶς, τὸν δὲ πολὺν ῥᾳδίως, πολλῶν ὄντων ἤδη τῶν ὑπουργούντων.
ΠΛΕΙΩΝ ΜΕΝ ΠΛΕΟΝΩΝ ΜΕΛΕΤΗ. Πολλὴ μὲν δαπάνη περὶ διατροφὰς ἐγγίνεται τοῖς πολύπαισι· μεῖζον δὲ τὸ ἐπιγιγνόμενον κέρδος ἐκ τῆς ἐργασίας αὐτῶν. Περὶ γεωργικῶν δὲ παίδων λέγει, οὐ περὶ πολιτικῶν καὶ ἀστείων· ἐκεῖνοι γὰρ, ὡς ἐπὶ τὸ πλεῖστον, μόνον δαπάνης παραίτιοι γίνονται.
ΣΟΙ Δʼ ΕΙ ΠΛΟΥΤΟΥ ΘΥΜΟΣ ΕΕΛΔΕΤΑΙ. Τὰ μὲν ἔμπροσθεν ῥηθέντα πάντα κοινὰ παιδεύματα ἦν, εἰς πολιτικὴν τείνοντα ζωὴν, ἀναμιμνήσκοντα τῶν τῆς κακίας αἰτιῶν, καὶ τῆς ποικιλίας τῶν βίων, καὶ τυποῦντα γνώμαις τισὶ τὸ ἦθος. Τὰ δὲ ῥηθησόμενα τῶν μὲν κακοπραγιῶν ἀπάγει τὸν ἀκροατὴν, ἄγει δὲ ἐπὶ τὸν γεωργικὸν βίον καὶ τὸν ἐκ τούτου δίκαιον πόρον, καιροὺς ὑπογράφοντα καὶ τύπους ἀροτριάσεων, ἀμητῶν, φυτείας, τρυγητοῦ, τῶν τοιούτων πάντων. Τούτοις δὲ ἑξῆς περὶ ναυτιλίας διαλέξεται τοῖς καὶ ἀπὸ ταύτης τρέφεσθαι βουλομένοις, ὁμοίως ὑπογράφων τὰς τοῦ πλεῖν ὥρας, καὶ τὰς τῶν πλοίων ἐπιμελείας.
ΣΟΙ Δʼ ΕΙ ΠΛΟΥΤΟΥ. Σοῦ δὲ ἡ ψυχὴ εἰ ἐπιθυμεῖ πλούτου κατὰ τοῦτον τὸν τρόπον, ἕρδε καὶ πράττε, καὶ ἄλλο ἐπʼ ἄλλῳ ἔργον ἐργάζου. Ἐντεῦθεν δὲ εἰσβάλλει ὁ ποιητὴς καιροὺς ἑκάστοις προσφόρους διδάσκειν, ἀροτριάσει, καὶ σπόρῳ, καὶ ἀμήτῳ, καὶ τρυγητῷ· καὶ ἔτι περὶ ναυτιλίας, καὶ τῶν λοιπῶν.
ΠΛΗΙΑΔΩΝ ΑΤΛΑΓΕΝΕΩΝ ΕΠΙΤΕΛΛΟΜΕΝΑΩΝ.Ὁ μὲν Ἄτλας λέγεται παῖς Ἰαπετοῦ, τὸν οὐρανὸν ἀνέχων καὶ τὰς κίονας, αἳ γαῖάν τε καὶ οὐρανὸν ἀμφὶς ἔχουσιν, αὐτὸς κατὰ μίαν συνοχὴν ἱδρύσας, δυνάμεις εἰληχὼς διοριστικὰς οὐρανοῦ καὶ γῆς, διʼ ἃς ὁ μὲν ἐξηρμένος τῆς γῆς περὶ αὐτὴν τὸν δινεῖται ἀεὶ χρόνον· ἡ δὲ ἐν μέσῳ σταθερῶς κειμένη πάντα λοχεύει μητρικῶς, ὅσα γεννᾷ ὁ οὐρανὸς πατρικῶς. Ταύτας γὰρ τὰς δυνάμεις, τὰς ἀμφοτέρων ἀκλινῶς τὸν διορισμὸν τηρούσας, κίονας ἐκάλεσεν, αἳ γαῖάν τε καὶ οὐρανὸν ἀμφὶς ἔχουσιν. ὃ δηλοῖ τὸ, χωρὶς ἀλλήλων ὄντα, καὶ ἄμικτα ἀλλήλοις ἀϊδίως. Τούτου δὲ παῖδας τὰς Πλειάδας ἐμυθολόγησαν ἑπτὰ οὔσας, τὴν Κελαινῶ, τὴν Στερόπην, τὴν Μερόπην, τὴν Ἠλέκτραν, τὴν Ἀλκυόνην, τὴν Μαῖαν, τὴν Ταϋγέτην. Πάσας ταύτας δυνάμεις ἀρχαγγελικὰς τῶν ἑπτὰ σφαιρῶν τοῖς ἀρχαγγέλοις ἐφεστώσας· τὴν μὲν Κελαινῶ τῆς Κρονίας σφαίρας, τὴν δὲ Στερόπην τῆς τοῦ Διὸς, τὴν δὲ Μερόπην τῆς Ἄρεος, τὴν δὲ Ἠλέκτραν τῆς Ἡλιακῆς, τὴν δὲ Ἀλκυόνην τῆς Ἀφροδίτης, τὴν δὲ Μαῖαν τῆς Ἑρμοῦ, τὴν δὲ Ταϋγέτην τῆς Σελήνης. Καὶ δῆλαι τούτων αἱ αἰτίαι. Μίαν δὲ ἄρα τῶν ἑπτὰ σύνταξιν ἐν τῷ ἀπλανεῖ τετάχθαι καθάπερ ἄγαλμα ἐνουράνιον, ὃ δὴ Πλειάδα προσαγορεύουσιν, ἄστρον ἐμφανὲς καὶ τοῖς ἰδιώταις, ἐν τῷ Ταύρῳ κατεστηριγμένον, ταῖς ἀνατολαῖς καὶ ταῖς δύσεσι παμπόλλην τοῦ ἀέρος τροπὴν ἐργαζόμενον. Τούτων οὖν τῶν Πλειάδων ἐπιτελουσῶν ἄρχεσθαι κελεύει τοῦ ἀμητοῦ· ἐπιτέλλουσι δὲ, ὅταν πρῶτον φαίνωνται πρὸ τοῦ ἡλίου τῆς ἀνατολῆς· ἐπιτολὴ γάρ ἐστιν αὐτῶν ἑώα μὲν, ἡ πρώτη πρὸ τῶν ἡλιακῶν αὐγῶν ἔμφασις, ἑσπερία δὲ ἡ μετὰ τὰς καταδύσεις εὐθὺς ἀνατολή· δύσις δὲ ἑώα μὲν ἡ πρὸ τῶν ἀνατολῶν ὀλίγον εἰς τὸν δυτικὸν ὁρίζοντα ἄφιξις, ἑσπερία δὲ ἡ μετὰ τὰς καταδύσεις τοῦ ἡλίου εὐθὺς κατάδυσις. Ἐπιτέλλουσι μὲν οὖν καὶ αἱ Πλειάδες, ἡλίου τὸν Ταῦρον διελθόντος ἀνέχουσαι πρὸ αὐτοῦ. Καὶ τότε κελεύει ἄρχεσθαι τοῦ ἀμητοῦ. Δυνουσῶν δὲ τὴν ἑώαν δύσιν ἄρχεσθαι τοῦ ἀρότου, τουτέστιν, ὅταν ὁ ἥλιος τὸν Σκορπίον ἤδη περατοῖ· τότε γὰρ ἑῶος ὁ Ταῦρος δύεται. Ταῦτα δὲ εἰπὼν, λέγει τούτοις ἐφεξῆς πόσον χρόνον αἱ Πλειάδες ὑπὸ ταῖς αὐγαῖς κρύπτονται ταῖς ἡλιακαῖς· καὶ ὅτι τεσσαράκοντα ἡμέρας. Καὶ γὰρ πρὸς τῷ τέλει τοῦ Κριοῦ ὄντος ἤδη κρύπτονται, καὶ εἰς Διδύμους μεταβάντος ἔτι ὡσαύτως, καὶ οὐ μόνον τὸν Ταῦρον διϊόντος, φαίνονται καὶ ἤδη ἐπιτέλλουσαι.
ΠΛΗΙΑΔΩΝ ΑΤΛΑΓΕΝΕΩΝ. Ἐντεῦθεν εἰσβάλλει ὁ ποιητὴς καιροὺς προσφόρους διδάσκειν ἀροτριάσεως καὶ ἀμητοῦ, καὶ τρυγητοῦ, καὶ ναυτιλίας, καὶ τῶν τοιούτων· καί φησι τῶν τοῦ Ἄτλαντος θυγατέρων Πλειάδων ἐπιτελουσῶν τὴν ἑώαν αὐτῶν ἐπιτολὴν, οὐ τὴν ἑσπερίαν, ἄρχου τοῦ ἀμητοῦ· τοῦ ἀρότου δὲ καὶ τοῦ ἀροτριασμοῦ ἀπὸ κοινοῦ πάλιν τὸ ἄρχου.
ΠΛΗΙΑΔΩΝ ΑΤΛΑΓΕΝΕΩΝ. Τῶν Πλειάδων τῶν τοῦ Ἄτλαντος θυγατέρων, τοῦτο γὰρ τὸ Ἀτλαγενέων, ἤγουν τῶν τὸ γένος, τουτέστι τὴν γένεσιν, τὴν εἰς φῶς προαγωγὴν ἀπὸ τοῦ Ἄτλαντος ἐχουσῶν.
ΕΠΙΤΕΛΛΟΜΕΝΑΩΝ. Ἀντὶ τοῦ ἐπιτελλουσῶν τὴν ἑώαν δηλονότι ἐπιτολὴν, ἥτις ἐστὶν ὅταν πρῶτον πρὸ τῆς τοῦ ἡλίου ἀνατολῆς φαίνωνται, παρελθόντος δηλονότι τοῦ ἡλίου τὸν Ταῦρον, καὶ τὸ συνανατελλούσας ἔχειν αὐτὰς, ἄρχου τοῦ ἀμητοῦ, τουτέστι τοῦ ἀμᾷν· τοῦ ἀρότου δὲ ἄρχου, τουτέστι τοῦ ἀροτριᾷν, δυσσομενάων, ἀντὶ τοῦ δυνουσῶν αὐτῶν τὴν ἑώαν δηλονότι δύσιν, ἤγουν ὅταν ὁ ἥλιος τὸν Σκορπίον ἤδη περατοῖ· τότε γὰρ αἱ Πλειάδες ὀλίγον πρὸ τῆς τοῦ ἡλίου ἀνατολῆς δύνουσιν, αἵ τινες δὴ Πλειάδες ἐπὶ νύκτας τε καὶ ἡμέρας τεσσαράκοντα κρύπτονται ὑπὸ τῆς αὐγῆς τοῦ ἡλίου τὸν Ταῦρον διερχομένου, ἔνθα εἰσὶν αὗται ἐστηριγμέναι. Αὖθις δὲ κυκλοφορουμένου τοῦ ἐνιαυτοῦ, ἀντὶ τοῦ ἡλίου τοῦ ἐνιαυτὸν ποιοῦντος· τουτέστιν, αὖθις δὲ ἐπεὶ ὁ ἥλιος οὐχ ἵσταται, ἀλλʼ ἀεὶ κυκλοφορεῖται καὶ ἀφίσταται αὐτῶν δηλονότι τῇ κυκλοφορίᾳ, φαίνονται ἤδη ἐπιτέλλουσαι. Τὰ πρῶτα ἐπιῤῥηματικῶς ἀντὶ τοῦ πρῶτον χαρασσομένου τοῦ σιδήρου, τοῦ πρὸς ἀμητὸν χρησίμου δηλονότι· ἤγουν ὅτε οἱ γεωργοὶ χαράσσουσι τὰ δρέπανα αὐτῶν.
ΑΡΟΤΟΙΟ ΔΕ ΔΥΣΣΟΜΕΝΑΩΝ. Εἰ μὲν ἄροτον τὸν νεατόν φησι, τὴν ἀπὸ τοῦ Ταύρου εἰσβολὴν πρὸς τοὺς Διδύμους τοῦ ἡλίου φησὶν, Ἰουνίου εʹ· εἰ δὲ ἄροτον τὸν σπόρον φησὶ, τὸν καιρὸν δηλοῖ καθʼ ὃν ὁ ἥλιος εἰς τὸν Σκορπίον ἐμβάλλει Ὀκτωβρίου καὶ Νοεμβρίου. Αἵ τινες Πλειάδες Μαΐου μηνὸς κατὰ τὴν ιγʹ ἐν τῷ Ταύρῳ κείμεναι προανατέλλουσι τοῦ ἡλίου, αὐτοῦ τοῦ ἡλίου μετὰ τὴν κʹ τοῦ Ἰουνίου ἐν τοῖς Διδύμοις ὄντος. Δύνουσι δὲ αὗται, κατὰ τὴν ιγʹ τοῦ Νοεμβρίου μηνὸς, τοῦ ἡλίου — μετὰ τὴν κʹ τοῦ Δεκεμβρίου μηνὸς — ἐν τῷ Τοξότῃ ὄντος. ΑΛΛΩΣ. ΠΛΗΙΑΔΩΝ. Ἐν τοῖς ἔμπροσθεν προτρεψάμενος αὐτὸν ἐργάζεσθαι, ἐντεῦθεν λοιπὸν ὑποτίθεται τὸ πῶς καὶ πότε δεῖ. Τοὺς δὲ καιροὺς τοῦ δεῖν τι πράσσειν οἱ παλαιοὶ καὶ ἀπὸ τῶν ἀστέρων ἐτεκμαίροντο, καὶ ἀπὸ τῶν βοτανῶν καὶ φυτῶν καὶ ζώων. Βούλεται οὖν αὐτῷ ὑποθέσθαι πότε δεῖ σπείρειν, καὶ πότε θερίζειν, καί φησιν, ὅτι Πληϊάδων δυνουσῶν. Τούτῳ δὲ δεῖ πάλιν προσεκδέξασθαι τὸ, ἕω ἄρχεσθαι τοῦ ἀρότου, ἤτοι τοῦ σπόρου, καὶ θερίζειν ἀνατελλουσῶν· τούτῳ δὲ δεῖ πάλιν προσεκδέξασθαι τὸ ἕω· ἐὰν γὰρ μὴ οὕτω συνεκδεξώμεθα, ἀσαφὲς τὸ λεγόμενον· ἕκαστον γὰρ τῶν ἄστρων ἑκάστῃ ἡμέρᾳ καὶ δύνει καὶ ἀνατέλλει. Ἅπαξ δὲ τοῦ ἔτους σὺν ἡλίῳ ἀνατέλλει, καὶ ἅπαξ ἑώαν δύσιν ποιεῖται, αἵ τινες σημαίνουσι τί τῶν ἔργων ἐστί. Πληϊάδων ἑώα ἀνατολὴ, ὅταν ὁ ἥλιος ᾖ ἐν Ταύρῳ· δύσις δὲ ἑώα, ὅταν ὁ ἥλιος ᾖ ἐν Ζυγῷ. Ἀνατολή ἐστιν, ἡ σὺν τῷ ἡλίῳ τῶν ἄστρων ἀναφορά· ἐπιτολὴ δὲ, ἡ φανέρωσις τῶν ἄστρων, ἡ μετὰ τὴν κρύψιν τὴν ἡλιακήν. Ὅτε δὲ δύνει ζώδιον μετὰ τοῦ ἡλίου, ἑσπερία δύσις. Διάμετρόν ἐστιν ἡ διὰ τοῦ κέντρου εἰς τὸ ζώδιον γραμμή. Ὁ μὴν, δυοδεκατημόριον λέγεται. Εἰσὶ δὲ μῆνες μοιρῶν κηʹ. Ἄλλως λαʹ, καὶ λʹ. Ὁ ἥλιος κατʼ ἐναντιότητα τοῦ πόλου τὸν ἴδιον δρόμον ποιεῖται. Τὸ δὲ ΑΤΛΑΓΕΝΕΩΝ, φασὶ γελοῖον· ἔδει γὰρ εἰπεῖν, Ἀτλαντογενέων. ΑΛΛΩΣ. ΠΛΗΙΑΔΩΝ, ιβʹ ὥρας τῆς νυκτὸς, προανατέλλουσι τοῦ ἡλίου, κατὰ τὴν ἀνατολὴν, μετὰ παρέλευσιν τοῦ Ταύρου, ἤτοι μηνὸς Μαΐου. Ἐπιτολὴ γάρ ἐστιν, ἡ μικρὸν πρὸ τοῦ ἡλίου τῶν Πλειάδων ἀνατολή. ιβʹ δὲ ὥρας τῆς νυκτὸς πρωϊναὶ δύσεις ἐν τῷ μεταξὺ τοῦ Ζυγοῦ καὶ τοῦ Σκορπίου, ἤτοι Ὀκτωβρίου καὶ Νοεμβρίου μηνὸς ὅτε ὁ σπόρος. ΑΛΛΩΣ. ΑΙ ΔΗ ΤΟΙ, ἐν ἀρχῇ τοῦ κριοῦ μηνὸς ιʹ μοῖραν καὶ πρὸ μοίρας τοῦ Ταύρου, καὶ προλάμποντος τοῦ ἡλίου καὶ προδύνοντος.
Πλειάδες λέγονται ἢ ἀπὸ Πλειόνης, ἢ ἀπὸ τοῦ πολλοῖς εἶναι χρειώδεις, ἢ ἀπὸ τοῦ εἰς πελείας μεταμορφωθῆναι ἐκ τοῦ φεύγειν τὸν Ὠρίωνα ὡς τοξότην. Ἢ ἀπὸ τοῦ πολεῖν ἐκ περιόδου καὶ συμπληροῦν τὸν ἐνιαυτὸν, ἐξ ὧν καὶ πλειὼν ὁ ἐνιαυτὸς, ἢ ὅτι πλείους εἰσὶ κατὰ συναγωγὴν, ἢ ὅτι πλείους εἰσὶ κἂν ἑπτὰ δοκῶσιν, ἢ παρὰ τὸ πλησίον κεῖσθαι, πλησιάδες τινὲς οὖσαι.
Ἄτλαντος τοῦ Ἰαπετοῦ, καὶ Αἴθρας τῆς Ὠκεανοῦ, ἣν καὶ Πλειόνην ὡς ἀπὸ τοῦ πλήθους τῶν παίδων φησὶν ὁ ποιητὴς, θυγατέρες ἐγένοντο δώδεκα, εἷς δὲ υἱὸς, Ὕας ὀνόματι, ὃν ἐν Λιβύῃ κυνηγετοῦντα ὄφις κτείνει. Καὶ αἱ μὲν πέντε τὸν ἀδελφὸν θρηνοῦσαι ἀπόλλυνται, αἱ δὲ λοιπαὶ ἑπτὰ ἤτοι αἱ πλείους ἐλεηθεῖσαι, κατηστερίσθησαν τῷ οὐρανῷ, Πλειάδες ὡς ἀπὸ τοῦ πλήθους κληθεῖσαι. Ὧν τὸν ἕνα ἀμαυρὸν εἶναί φασι, καὶ λέγεσθαι εἶναι τὴν μητέρα Δαρδάνου Ἠλέκτραν, μίαν οὖσαν τῶν Πλειάδων, ἥτις πορθουμένης τῆς Τροίας, τὴν ἀδελφικὴν πέφευγε συνοδίαν, καὶ πρὸς τὸν ῥυμὸν τῆς ἁμάξης ἐξέδραμεν· ὅθεν πολλοὶ ἀλώπεκα ταύτην φασὶ τὸ ζυγόλωρον ἐσθίουσαν.
ΔΥΣΣΟΜΕΝΑΩΝ, Καὶ μελλουσῶν δῦναι τὴν ἑσπερίαν δύσιν, οὐ τὴν ἑώαν. Ἀλλὰ λεκτέον πρῶτον τὴν ἱστορίαν, εἶτα καὶ μαθηματικώτερον διδακτέον μοι. Τοῦ οὐρανοῦ παιδὸς Ἰαπετοῦ καὶ Κλυμένης, ἢ Ἀσίας, τῆς Ὠκεανοῦ θυγατρὸς, γεννῶνται, ὡς οἱ μυθογράφοι φασὶ, Προμηθεὺς, Ἐπιμηθεὺς, Μενοίτιος, καὶ ὁ νῦν ἡμῖν προκείμενος Ἄτλας· ὃν καὶ μυθεύονται κίονας φέρειν μακρὰς, αἳ γαῖάν τε καὶ οὐρανὸν ἀμφὶς ἔχουσι. Τούτου καὶ Πλειόνης τῆς Ὠκεανοῦ θυγατρὸς γεννῶνται θυγατέρες ἑπτά· περὶ ὧν φησὶν Ἄρτος ἐν τοῖς Φαινομένοις ὧδέ πως· Ἑπτὰ δʼ ἐκεῖναι ἐπιῤῥήδην καλέονται, Ἓξ οἷαί περ ἐοῦσαι ἐπόψιαι ὀφθαλμοῖσι, Ἀλκυόνη, Μερόπη τε Κελαινώ τʼ Ἠλέκτρη τε, Καὶ Στερόπη, καὶ Τηϋγέτη, καὶ πότνια Μαῖα. Ταύτας, φασὶ, τὰς Πλειάδας, μετὰ τῆς μητρὸς αὐτῶν τῆς Πλειόνης, κατὰ Βοιωτίαν πέντε ὅλους ἐνιαυτοὺς Ὠρίων ἐδίωκεν ὡς συγγένοιτο, αἱ δὲ τοῖς θεοῖς εὐξάμεναι πρὸς πελειάδας μετήμειψαν. Ζεὺς δὲ τῆς κακοπαθείας οἰκτείρας, αὐτὰς ἐν τῷ Ζωδιακῷ κατηστέρισεν. Ἄλλοι δέ τινες δώδεκα θυγατέρας φασὶ γενέσθαι τῷ Ἄτλαντι, καὶ υἱὸν Ὕαντα, ὃν ἐν Λιβύῃ θηρῶντα ὄφις ἀνεῖλεν. Καὶ αἱ μὲν πέντε τὸν ἀδελφὸν τοῦτον θρηνοῦσαι ἀπώλοντο· Ζεὺς δὲ ἀστέρας ταύτας πεποίηκε, τὰς λεγομένας Ὑάδας, ὧν τὰ ὀνόματα ὁ Ἀσκραῖος οὗτος Ἡσίοδος ἐν τῇ Ἀστρικῇ αὐτοῦ βίβλῳ διδάσκει, λέγων, —νύμφαι Χαρίτεσσιν ὁμοῖαι, Φαισύλη, ἠδὲ Κορωνὶς, ἐϋστέφανός τε Κλέεια, Φαιώ θʼ ἱμερόεσσα, καὶ Εὐδώρη τανύπεπλος· Ἃς Ὑάδας καλέουσιν ἐπὶ χθονὶ φῦλʼ ἀνθρώπων. Αἱ δὲ Πλειάδες προείπομεν ὅπως κατηστερίσθησαν. Ἀλλὰ καὶ τὰ περὶ Ἄτλαντος καὶ τὴν τούτου καταστέρισιν ἀλληγορίᾳ καὶ ἱστορίᾳ δεούσῃ σαφηνιστέον μοι. Ἄτλας ἐστὶν ἀλληγορικώτερον ὁ ἄξων ὁ ὁρίζων καὶ διακρίνων τὸ ὑπὲρ γῆν καὶ ὑπὸ γῆν ἡμισφαίριον· Ἰαπετοῦ δὲ, ἤτοι κινήσεως οὐρανοῦ, παῖς, ὅτι καταρχὰς συγκεχυμένου τοῦ παντὸς κοσμικοῦ σώματος, συνέβη τὸν ἀέρα καθʼ Ἕλληνας σφοδροτέρας κινήσεως τετυχηκέναι, καὶ οὕτω διορίσαι τὸ ἄνω καὶ κάτω ἡμισφαίριον, καὶ διαρθρῶσαι τὸ πᾶν. Θυγατέρες δὲ Ἄτλαντος, αἱ Πλειάδες καὶ Ὑάδες, καὶ τὰ λοιπὰ τῶν ἄστρων καὶ τῶν ἀστέρων, ὅτι μετὰ τὸ διορισθῆναι τὰ ἡμισφαίρια, καὶ διαρθρωθῆναι τὸ πᾶν, οἱ ἀστέρες ἐφάνησαν, καὶ πᾶν τὸ τῶν ἄστρων σύστημα. Κίονες δὲ, ἃς ὁ ἄξων οὗτος Ἄτλας κατέχει, ὁ Βόρειος πόλος ἐστὶ καὶ ὁ Νότιος. Καὶ ταῦτα μὲν περὶ τοῦ στοιχειακοῦ Ἄτλαντος, τοῦ καὶ ἄξονος. Γέγονε δὲ καί τις Λίβυς ἀνὴρ μαθηματικώτατος, Ἄτλας τὴν κλῆσιν, ὃς ἐμυθεύθη τὸν οὐρανὸν ἔχειν, διὰ τὸ ἀρίστως ἀστρολογεῖν, καὶ περὶ τῶν οὐρανίων ἀκριβέστατα διδάσκειν, οὗ καὶ υἱοὶ Ἕσπερος καὶ Ὕας, καὶ θυγατέρες Πλειάδες καὶ Ὑάδες φιλαδελφόταται· οὓς καὶ ἃς ἐν τοῖς ἄστροις σοφώτατος ὢν κατηστέρισεν, ὡς καὶ τοῖς ἀστρολόγοις οἱ ἀστέρες ὦσιν εὐσύνοπτοι, ὀνόματα ἔχοντες, καὶ τῶν παίδων αὐτοῦ τοῖς ἄστροις παραμένῃ τὸ ὄνομα, τῷ παντὶ αἰῶνι περιφερόμενον· τοῦτο δὲ καὶ μύριοι ἕτεροι πεποιήκεσαν, ὡς καὶ ἐπὶ Πτολεμαίου ὁ Κόνων καταστερίσας τῆς Βερενίκης τὸν πλόκαμον. Οὕτω μὲν οὗτοι καὶ οἱ λοιποὶ πάντες ἀστέρες καὶ τὰ ἄστρα κατηστερίσθησαν· οὐ γὰρ ἐπειδὰν ἀποθάνωμεν, κατά τινας τῶν ἔξω σοφῶν, ἀστέρες γινόμεθα, οὓς ὁ κωμικὸς Ἀριστοφάνης ἐμπέπαιχε· ἀλλὰ τὸ ψυχρὰ λέγειν καὶ κατασκευάζειν παρέντες, τήν τε ἱστορίαν τὴν περὶ τῆς διώξεως τῶν Πλειάδων ὑπὸ Ὠρίωνος ὕστερον πολλαῖς γενεαῖς τῶν Πλειάδων ὑπάρχοντος, καὶ τὴν τῆς Ἠλέκτρας πυράκτωσιν ἐν τῇ πορθήσει τῆς Τροίας, μετὰ ἑπτὰ γενεὰς γενομένης, μικρὸν δέ τι φάμενοι περὶ τοῦ πόθεν καλεῖται Πλειὰς, καὶ περί τινων ἑτέρων βραχυτάτων, χωρήσομεν πρὸς τὴν διδασκαλίαν τῶν ἀστρικῶν ἐπιτολῶν καὶ τῶν δύσεων. Ἀρχαγγελικὰς δὲ δυνάμεις ὅστις ἱμείροιτο τὰς Πλειάδας μανθάνειν, ὡς καὶ τὰς Μούσας, προσεχέτω τῷ Πρόκλῳ· οὐδὲν γὰρ ἡμεῖς τοιοῦτο λάβρον, οὐδὲ σοφὸν ἐπιστάμεθα, ἀλλὰ σαφές τε καὶ σύντομον καὶ τῆς ἀληθείας ἐχόμενον, εἰ μή που ἢ ψευδῆ τινὰ ἱστορίαν ἐλέγχοιμεν ἢ διορθοίημεν, ἤ τι μυθῶδες ἀλληγοροίημεν, ἢ ἀτέχνως γεγραμμένον τεχνικῶς διαγράφοιμεν, οὐ μεταρσίοις λόγων συνθήκαις, οὐ κόμπῳ ῥημάτων, ἀλλὰ σαφεῖ καὶ περιπεζίῳ τῇ λέξει, ὡς ὁ διδασκαλικὸς τρόπος παρακελεύεται. Πλειάδες λέγονται, ἀπὸ Πλειόνης τῆς αὐτῶν μητρός· ἢ ἀπὸ τοῦ πελειάδας αὐτὰς γεγονέναι φευγούσας τὸν Ὠρίωνα· ἢ παρὰ τὸ εἰς πολλὰ χρησιμεύειν· σημαντικαὶ γὰρ θέρους καὶ σπόρου· ἢ ὅτι πλησίον ἀλλήλων κεῖνται περὶ τὸ λαιὸν κέρας τοῦ ταύρου. Λήθῃ κατασχεθεὶς καὶ περὶ Ὑάδων γράφειν, εἶπον τὰς Πλειάδας παρὰ τὸ λαιὸν κέρας κεῖσθαι τοῦ ταύρου· ἰστέον οὖν ὅτι αἱ Ὑάδες κεῖνται περὶ τὸ λαιὸν μέρος τὸ ῥηθὲν, αἱ δὲ Πλειάδες περὶ τὸ οὐραῖον τοῦ αὐτοῦ ταύρου, ὅπερ ἡμίτομόν ἐστιν.
ΑΤΛΑΓΕΝΕΩΝ. Οἱ περὶ τὸν Πρόκλον γελοῖον φασὶ τὸ Ἀτλαγενέων, Ἀτλαντογενέων λέγοντες εἶναι δέον. Ἐγὼ δέ φημι καλῶς ἔχειν καὶ ἀμφοτέρως. Κλίνεται γὰρ Ἄτλας Ἄτλαντος, καὶ Ἄτλας Ἄτλα. Ἐξ οὗ τὸ Ἀτλαγενέων.
ΕΠΙΤΕΛΛΟΜΕΝΑΩΝ. Περὶ ἀνατολῶν καὶ δύσεων ἀστρικῶν εἰπεῖν ὡρμημένῳ δέον μοι πρῶτον κεφαλαιωδέστερον καὶ συντόμως ἐκθεῖναι πᾶσαν ἀστροθεσίαν τὴν ἐν τῷ Ζωδιακῷ λοξοκινήτῳ κύκλῳ, ὃς ἀπὸ βοῤῥᾶ πρὸς νότον κινεῖται. Ἄστρων ὑπάρχουσι τμήματα δυοκαίδεκα, ἃ καὶ ζώδια καλοῦνται· ὧν τὰ ὀνόματα, Κριὸς, Ταῦρος, Δίδυμοι, Καρκίνος, Λέων, Παρθένος, Ζυγὸς, Σκορπίος, Τοξότης, Αἰγόκερως, Ὑδροχόος, Ἰχθύες. Ἐν ἑκάστῃ δὲ τῶν ἑπτὰ οὐρανίων ζωνῶν, αἳ καὶ σφαῖραι καλοῦνται, εἷς εἶναι λέγεται τῶν πλανωμένων ἀστέρων. Ἐν μὲν τῇ ἀνωτάτω καὶ πρώτῃ, Κρόνος· ἐν δὲ τῇ δευτέρᾳ Ζεὺς, ἔπειτα Ἄρης, καὶ μετʼ αὐτὸν Ἥλιος, εἶτα Ἀφροδίτη, καὶ μετʼ ἐκείνην Ἑρμῆς, ἡ δὲ Σελήνη πάντων ὑστέρα καὶ κατωτάτη. Πλάνητες δὲ ὀνομάζονται, ὡς ἀπὸ δυσμῶν ἐπʼ ἀνατολὰς κινούμενοι, ἐναντίως τῇ κινήσει τοῦ οὐρανοῦ. Ζώδια μὲν οὖν — ὡς ἔφην — εἰσὶ δώδεκα· πλάνητες δὲ ἀστέρες ἑπτά· ἄστρα δὲ ἀπλανῆ λη, Ἄρκτος μεγάλη, Προκύων, Ἄρκτος μικρὰ, Ἵππος, Ὄφις, Ἀετὸς, Δελφὶς, Ὀϊστὸς, Κασσιέπεια, Λαγωὸς, Περσεὺς, Κῆτος, Ἀνδρομέδα, Ὠρίων, Ἡνίοχος, Κένταυρος, Κόραξ, Ὕδρος, Αἲξ, Λύρα, Ἔριφοι, Ἐνγόνασι, Στέφανος βόρειος, Στέφανος νότιος, Ἀργὼ, Ἠριδανὸς ποταμὸς, Πλειάδες, Θυμιατήριον, Ὑάδες, Ἀρκτοφύλαξ, ὁ καὶ Βοώτης, Ὀφιοῦχος, Κηφεὺς, Κύων, Τόξον, Κύκνος, Κρατὴρ, Ἰχθῦς, Δεσμά. Ταῦτα πάντα τὰ ζώδια καὶ τὰ ἀπλανῆ, καὶ οἱ πλάνητες, διττὰς ποιοῦνται ἀνατολάς τε καὶ δύσεις· μίαν μὲν, ἣν σὺν τῷ παντὶ οὐρανῷ ἀνατέλλουσι καθʼ ἑκάστην ἡμέραν, ἀπὸ τοῦ ὑπογείου ἡμισφαιρίου εἰς τὸ ὑπέργειον, καὶ πάλιν ἀπὸ τοῦ ὑπεργείου εἰς τὸ ὑπόγειον δύνουσιν. Ἑτέραν δὲ δισσουμένην ἀνατολήν τε καὶ δύσιν ποιοῦνται σὺν τῷ ἡλίῳ κατʼ ἐνιαύσιον κύκλον, ἀνατολὴν ἑώαν καὶ ἑσπερίαν καὶ δύσιν ὁμοίως. Τίνες δὲ αὗται, καὶ πῶς, καὶ πότε γίνονται, μάνθανε. Ὅταν τις ἀστὴρ, ἢ ἄστρον, ἐν ταῖς προηγουμέναις καὶ πρώταις μοίραις τινὸς ζωδίου ἐνσταίη, ἅσπερ καὶ δεξιὰς καὶ ἀνατολικὰς λέγουσιν, ὁ δʼ ἥλιος προδραμὼν ταύτας ἐν ταῖς ἑπομέναις, καὶ μετʼ αὐτὰς ἐνστῇ, ἃς καὶ ἀριστερὰς καὶ δυτικὰς καλοῦσι, πεντεκαίδεκα μοίρας ἀπέχων τοῦ ἀστέρος, λέγεται τότε ὁ ἀστὴρ ἑώαν ἀνατολὴν πρὸς τὸν ἥλιον ἔχειν. Ἂν δὲ ταῖς πρώταις μοίραις ὁ ἥλιος τρέχῃ, ὁ δʼ ἀστὴρ ἐν ταῖς ἑπομέναις ιε προλαβὼν ἑώας μοίρας τὸν ἥλιον, τότε λέγεται ἑσπερίαν ἀνατολὴν πρὸς τὸν ἥλιον ἔχειν. Δύσις δὲ ἑώα ἐστὶν ἀστέρος, ὅταν ἐν ταῖς ἡγουμέναις ὁ ἀστὴρ φαίνῃ, ἐν δὲ ταῖς ἑπομέναις ὁ ἥλιος τρέχῃ, ἀφεστηκὼς τοῦ ἀστέρος ιδ, ἢ ιγ, ἢ ἐλάττονας μοίρας· δύσις δὲ ἑσπερία, ὅταν ὑπάρχῃ τὸ ἀνάπαλιν, ἐν ταῖς ἡγουμέναις μὲν μοίραις ὁ ἥλιος τρέχῃ, ταῖς ἑπομέναις δὲ ὁ ἀστὴρ ιδ, ἢ ιγ, ἢ καὶ ἐλάττονας μοίρας ἀπέχων τοῦ ἡλίου. Αὗται εἰσὶν αἱ ἀνατολαὶ καὶ δύσεις. Στηριγμοὺς δὲ καὶ ἀποῤῥοίας, καὶ συναφὰς καὶ πήξεις, καὶ κολλήσεις καὶ ἐπεμβάσεις, καὶ τὰ λοιπὰ σχήματα τούτων, ἐῶ λέγειν, ὡς περιττά. Ἡ ἐπιτολὴ δὲ τῶν Πλειάδων γίνεται ἀπὸ Μαΐου ἐνάτης, μέχρις Ἰουνίου κγ· ἡ δὲ τούτων δύσις, ἀπὸ Ὀκτωβρίου η μέχρι Δεκεμβρίου ἐνάτης, σαφῶς καὶ ἰατρικῶς, μαθηματικῶς δὲ καὶ ἀκριβέστερον ἔμπροσθεν μάθῃς. Τὸ ΑΡΧΕΣΘΑΙ, καὶ πάντα τὰ ἀπαρέμφατα, ἀντὶ προστακτικοῦ τίθησιν ὁ ποιητής· ἢ νοεῖται ἐπὶ πᾶσι τὸ θέλε, οἷον, θέλε ἐργάζεσθαι, θέλε σπείρειν, βοωτεῖν, καὶ τὰ ὅμοια. Ἄμητος, ἀσπόρητος ἐστὶν ὁ σπόρος. Ὀξυτόνως δὲ τοὺς χρόνους διαγράφει. Τὸ ζῴδιον ὁ Ἥλιος πρὸς τέλος φθάνει. Συνεγγίζουσι δὲ αἱ Πλειάδες, ἐπειδὴ μετὰ τὸν Κριὸν ὁ Ταῦρος ἐστὶν, οὗ τῇ ζώνῃ αὗται κεῖνται, πάντη ἀμαυροῦνται τοῦ Ἡλίου σύνεγγυς προσβάλλοντος αὐταῖς. Τὸν γοῦν ὅλον Ἀπρίλλιον μῆνα διέρχεται τὸν κριόν. Ἐν γοῦν ταῖς ἐνάταις ἡμέραις τῆς ἀνατολῆς τοῦ μηνὸς οὔσης, ὡς σύνεγγυς ὄντος τοῦ Ἡλίου αὐταῖς, ὑπὸ τοῦ πλείστου φωτὸς ἀμαυροῦνται. Ἀφʼ οὗ δὲ τελειώσει τὸν Κριὸν, προσβάλλει τῷ Ταύρῳ, κατὰ Μάϊον ἅπαντα· ὁ δὲ Μάϊος ἔχει λα. θʹ γοῦν καὶ λα, μ. μεθʼ ὃ δὲ τελειώσει τὸν Μάϊον, καθʼ ὃν κατέρχεται τὸ τοῦ Ταύρου ζῴδιον, προσβάλλει τῷ Διδύμῳ, κατὰ τὸν Ἰούνιον μῆνα· διελθὼν δὲ τὸν Ταῦρον, καὶ σὺν ἐκείνῳ τὰς Πλειάδας, καὶ προσβαλὼν τῷ Διδύμῳ κατὰ τὸν Ἰούνιον, τότε μηδενὸς ἐμποδίζοντος ἐκεῖναι ἀνατέλλουσι, κατὰ τὸν Ἰούνιον μῆνα, καθʼ ὃν ἄρχονται θερίζειν. — Σημείωσαι ἐναντίως οὗτος φησὶ τῇ τοῦ Τζέτζου ἐξηγήσει. —
ΠΛΗΙΑΔΩΝ ΑΤΛΑΓΕΝΑΩΝ. Καθʼ ὃν γὰρ καιρὸν ἔνι τὸ ἀροτριᾷν, ἤγουν τὸν Ὀκτώβριον καὶ Νοέμβριον μῆνα, τότε κυρίως ἀνατέλλουσι. Ἐπιτολὴ γὰρ, ἡ μετὰ τοῦ ἡλίου δύσιν ἔκλαμψις τῶν ἄστρων. Αὗται γὰρ κατὰ τὸν καιρὸν τοῦ ἀρότου, ἤγουν τὸν Ὀκτώβριον καὶ Νοέμβριον μῆνα, ἀνατέλλουσιν ἀφʼ ἑσπέρας, μετὰ τὴν ἡλίου δύσιν· κατὰ δὲ τὸν καιρὸν τοῦ θέρους, τὸν Ἰούνιον καὶ τὸν Ἰούλιον, ἀνατέλλουσι τῷ πρωΐ.
ΑΙ ΔΗ ΤΟΙ ΝΥΚΤΑΣ ΤΕ ΚΑΙ ἨΜΑΤΑ. Μ νυχθήμερα. Πρῶτος κεῖται ἐν τῷ ζωδιακῷ κύκλῳ ὁ Κριός· μετʼ αὐτὸν ὁ Ταῦρος· μετὰ τὸν ταῦρον ὁ Δίδυμος· ἐν τῇ μέσῃ δὲ τοῦ Ταύρου, ἤγουν ἐν τῇ ζώνῃ, κεῖνται αἱ Πλειάδες αἱ ἓξ, αἵ τινες λέγονται καὶ κοινῶς ἑξάστερον. Ὁ δὲ Ταῦρος ἐσχημάτισται μέχρι τῆς μέσης πόδας μὴ ἔχων. Ὅτε δὲ ἔλθῃ ὁ ἥλιος ἐν τῷ ζῳδίῳ τοῦ Κριοῦ, καὶ διερχόμενος τοῦτο, — κατὰ μῆνα δὲ Ἀπρίλλιον αὐτὸ διέρχεται, — προσβάλλει τῷ Ταύρῳ κατὰ Μάϊον ἅπαντα, καθὼς προείπομεν.
ΧΑΡΑΣΣΟΜΕΝΟΙΟ ΣΙΔΗΡΟΥ. Τοῦ πρὸς ἀμητὸν χρησίμου. Καὶ προσέθηκε ΠΕΡΙΠΛΟΜΕΝΟΥ ΕΝΙΑΥΤΟΥ, δηλῶν ὅτι οὕτως ἀεὶ γίνεται, διὰ τὴν ἐγκύκλιον τοῦ ἡλίου κίνησιν, ἐν τεταγμένοις χρόνοις τὸν Ζωδιακὸν κύκλον περιπολοῦντος, καὶ τὰ μὲν ἀπολείποντος τῶν ζωδίων, τὰ δὲ ἐπιόντος· καὶ ἃ μὲν ἀπολείπει, τούτων αὐτοῦ προανατελλόντων, οἷς δὲ σύνεστι, τούτων αὐτῷ συνανατελλόντων. Ὧν δὲ γίνεται ἀπʼ ἐναντίας, τούτων ἀνατελλόντων μὲν, ὅτε καταδύεται· καταδυομένων δὲ, ὅταν αὐτὸς ἀνατέλλῃ, καὶ τὸ ζῴδιον ἐν ᾧ ἐστίν.
ΧΑΡΑΣΣΟΜΕΝΟΙΟ ΣΙΔΗΡΟΥ. Ὑποθέμενος ὁ Ἡσίοδος τῷ Πέρσῃ ἐξ ἀνατολῆς καὶ δύσεως τῶν Πλειάδων, εἰδέναι θέρους καιρὸν καὶ ἀρότου, ἐπεὶ δυσχερὴς ἡ τούτων γνῶσις ἰδιώτῃ ἐδόκει ἀνδρὶ, σαφεστέρως νῦν καὶ ἐξ ἰδιωτικωτέρου παραδείγματος δείκνυσιν αὐτῷ τὴν τῶν Πλειάδων ἀνατολὴν, λέγων τότε αὐτὰς ἐπιτέλλειν, ὅτε οἱ γεωργοὶ χαράσσουσι καὶ στομοῦσι τὰ δρέπανα, καὶ πρὸς θερισμὸν εὐτρεπίζουσιν. Ἐξ ἀμήτου δὲ οὐκ ἐξ ἀρότου εἶπε κατάρχεσθαι, ὅπως διὰ τὴν ἐλπίδα τοῦ κέρδους προτρέψῃ πρὸς γεωργίαν αὐτὸν, ἀργὸν φύσει τυγχάνοντα, καὶ νωθέστατον.
ΟΥΤΟΣ ΤΟΙ ΠΕΔΙΩΝ ΠΕΛΕΤΑΙ. Πάσας περικόπτων τὰς προφάσεις τῶν ἀναβαλλομένων τὸν ἀμητὸν, ἢ τὸν σπόρον, αἷς προφασίζονται λέγοντες ἢ πεδινὴν ἢ ὀρεινὴν οἰκεῖν γῆν, καὶ διὰ τοῦτο μὴ ὅτε οἱ ἄλλοι σπείρειν ἢ θερίζειν, ἐγκελεύεται μόνον τὸν καιρὸν ἐπιτηρεῖν. Τοῦτον γὰρ μόνον ἀμητοῦ καὶ ἀρότου καιρὸν, τῶν πεδινῶν, τῶν ὀρεινῶν, τῶν παραλίων· καὶ δεῖν ἀπροφασίστως ἐν τούτῳ καὶ ἀμᾶσθαι καὶ ἀροτριᾷν ἁπαξάπαντας τοὺς γεωργούς.
ΑΛΛΩΣ. ΟΥΤΟΣ ΤΟΙ ΠΕΔΙΩΝ. Ὅτι ἀνὰ πᾶσαν τὴν γῆν ὁ αὐτὸς νόμος ἐστὶ τοῦ καιροῦ καὶ τοῦ ἀροτριᾷν καὶ τοῦ θερίζειν.
ΟΥΤΟΣ ΤΟΙ ΠΕΔΙΩΝ ΠΕΛΕΤΑΙ ΝΟΜΟΣ. Περιαιρῶν πᾶσαν πρόφασιν τοῦ Πέρσου, φησίν· οὗτος τῆς γεωργίας νόμος ἐστὶν, ἀροτριᾷν Πλειάδος δυούσης, ἀμᾷν δὲ ἀνατελλούσης, κἂν ἐν παραθαλασσίῳ καὶ ἀμμώδει καὶ λυπρογέῳ τινὲς κατοικῶσι χώρᾳ, κἂν ἐν μεσογείῳ καὶ λιπαρᾷ, καὶ μακρὰν ἀπεχούσῃ θαλάσσης.
ΟΥΤΟΣ ΤΟΙ ΠΕΔΙΩΝ ΠΕΛΕΤΑΙ ΝΟΜΟΣ. Αὕτη ἡ τάξις ἐστὶ τῆς σπορίμου γῆς, καὶ ἐκείνοις, οἵ τινες ἐγγὺς θαλάσσης οἰκοῦσι, καὶ ἐκείνοις, οἵ τινες ἄγκεα βησσήεντα οἰκοῦσιν, ἤγουν ἀγκωνοειδεῖς τόπους κοίλους, καὶ καταδύσεις ἔχοντας· πίονα λέγω χῶρον, ἤγουν λιπαρὰν γῆν, ἀπόπροθι, τουτέστιν ἄπωθεν κατʼ ἐπίτασιν τοῦ μήκους, τοῦ κύματα ἐγείροντος πόντου. Ἀνατολὴ ἐπὶ ἡλίου, ἐπιτολὴ δὲ ἡ φανέρωσις τῶν ἄστρων μετὰ τὴν κρύψιν τὴν ἡλιακήν· ὥστε εἰ καὶ ὀλίγον πρὸ τῆς τοῦ ἡλίου ἀνατολῆς φαίνεται ἄστρον, ἐπιτέλλειν λέγεται, μετὰ γὰρ τὴν ἀνατολὴν τοῦ ἡλίου φαίνεται, εἰ καὶ ἐπὶ πάνυ πολὺ προὐχώρησεν ὁ ἥλιος, ὡς ἤδη ἑτέραν ποιεῖσθαι ἀνατολήν. Ἀμητὸς, ὁ καιρὸς ὅτε ἀμῶσι, καὶ ὁ καρπὸς ὁ ἀμώμενος, καὶ ἡ ἐνέργεια, ἤγουν αὐτὸ τὸ ἀμᾷν, ὥσπερ ἀλοητὸς ὁ καιρὸς ὅτε ἀλοῶσι, καὶ ὁ καρπὸς ὁ ἀλοώμενος, καὶ τὸ ἀλοᾷν, καὶ τρυγητὸς ὁ καιρὸς ὅτε τρυγῶσι, καὶ ὁ καρπὸς ὁ τρυγώμενος, καὶ τὸ τρυγᾷν. Ἀροτὸς δὲ ὁ καιρὸς ὅτε ἀροῦσιν, καὶ τὸ ἀροῦν. Δοκοῦσι δὲ ὀξύνεσθαι, ὡς νεατὸς, ἐπαινετὸς, νοητὸς, ἀγαπητὸς, θεατὸς, ὑμνητός. Καὶ ἁπλῶς πάντα τὰ εἰς ος ἁπλᾶ ὅσα ἀπὸ παθητικῶν παρακειμένων γίνεται περισπωμένων συζυγιῶν. Αἰτία δὲ οὐ φαίνεται διʼ ἣν ἕκαστον τούτων ἐπὶ τοῦδε μὲν τοῦ σημαινομένου ὀξυτονηθήσεται, ἐπὶ δὲ τοῦδε προπαροξυνθήσεται. Δύσσομαι ποιητικῶς, δύνω κοινῶς.
ΓΥΜΝΟΝ ΔΕ ΣΠΕΙΡΕΙΝ. Τὰ τῆς γεωργίας ἔργα σπείρειν, βοηλατεῖν, θερίζειν, πάντα κελεύει γυμνὸν μετιέναι· δηλῶν ὅτι τοῦ ἀέρος ὄντος εὐδιηνοῦ ταῦτα δὴ ποιητέα, καὶ μήτε κρυμώδους ὄντος, μήτε ὕοντος τοῦ θεοῦ· οὕτω γὰρ καὶ αἱ βλαστήσεις ἔσονται εὐφυεῖς, καὶ αἱ συγκομιδαὶ τῶν καρπῶν ἐπωφελεῖς. Φασὶ δέ τινες χρῆναι τὰς νειοὺς μετὰ χειμῶνα ποιεῖν, στρέφοντας αὐτὴν ἐν τῷ νεάζειν καὶ σπείρειν οὐκ οὖσαν κατάξηρον. Κάλλιον δέ φησιν ὁ Πλούταρχος μετὰ τὸν σπόρον ὑετὸν συμβῆναι, ἢ πρὸ σπόρου. Δῆλον δέ· τὰ γὰρ μετὰ Πλειάδα σπαρέντα καὶ πρὸ τροπῶν φύεσθαι ἑβδομαῖα, ἐν Αἰγύπτῳ δὲ καὶ τριταῖα· τὸν δὲ μετὰ τροπὰς, μόλις ἐν τριπλασίῳ τούτου τοῦ χρόνου· οὕτως τὸ ἐπιγενέσθαι ὑετὸν ἀγαθὸν μᾶλλον, ἢ τὸ προγενέσθαι. Οἱ δὲ ἀρχαῖοι καὶ πρωϊαίτερον ἔσπειρον, καὶ δῆλον ἐκ τῶν Ἐλευσινίων τελετῶν.
ΒΟΩΤΕΙΝ. Ἢ τὸ ἀροτριᾷν, ἢ τὸ βοῦς βόσκειν.
ΓΥΜΝΟΝ ΣΠΕΙΡΕΙΝ. Γυμνὸν ἀμᾷν, γυμνὸν δὲ βοωτεῖν, καὶ ἀροτριᾷν. Τοῦτο δέ φησι, προτρεπόμενος αὐτὸν προφθάνειν τὸν χειμῶνα, καὶ προεργάζεσθαι· ἢ ὡς ἂν οὕτως εὐῤῥώστως καὶ γενναίως ἐργάζοιτο. Τὸ ΕΙΧʼ ὩΡΙΑ καὶ τὸ ὩΣ ΤΟΙ ἙΚΑΣΤΑ ὩΡΙʼ ΑΕΞΗΤΑΙ ἄντικρυς ἐρεσχελία καὶ φλυαρία ἐστί.
ΠΕΡΙΠΛΟΜΕΝΟΥ. Πολεῖν τὸ στρέφειν, καὶ ἀναπολεῖν τὸ ἀναστρέφειν, καὶ περιπολεῖ ὁ οὐρανὸς, ἤγουν περὶ τοὺς πόλους στρέφεται, ἀφʼ οὗ περιπολοῦμαι καὶ περιπολούμενος, εἶτα κατὰ συγκοπὴν περιπλόμενος, ἐπεὶ τὸ περιπολούμενος ἀνοικείως πρὸς τὸ μέτρον εἶχε, τρία ἐφεξῆς ἔχον βραχέα.
ΓΥΜΝΟΝ ΣΠΕΙΡΕΙΝ. Γυμνόν σε παρακελεύομαι σπείρειν.
ΓΥΜΝΟΝ ΔΕ ΒΟΩΤΕΙΝ. Ἤγουν βοηλατεῖν.
ΓΥΜΝΟΝ Δʼ ΑΜΑΕΙΝ. Ὡς ἂν πρόθυμος ἔσῃ περὶ τὸ ἔργουν μὴ φορῶν τὸ ἱμάτιόν σου, ἵνα μὴ ἐμποδίζῃ ὑπʼ αὐτοῦ. Εἴγε ὥρια πάντα θέλεις ἀπὸ τῆς γῆς κομίζεσθαι. ΑΜΑΕΙΝ, συναθροίζειν ἢ θερίζειν.
ΓΥΜΝΟΝ Δʼ ΑΜΑΣΘΑΙ. Τουτέστιν ἀμᾷν, ἀντὶ τοῦ σὺν προθυμίᾳ σπεῖρε, καὶ βοηλάτει, καὶ θέριζε, ἐὰν ἐθέλῃς κομίζεσθαι, ἀντὶ τοῦ συγκομίζειν, ἤγουν συνάγειν καὶ ἀποτιθέναι, πάντα τὰ ἔργα τῆς γῆς, τουτέστι τοὺς καρποὺς, οὓς ἡ γῆ βλαστάνει καὶ ζωογονεῖ.
ΜΗ ΠΩΣ ΤΑ ΜΕΤΑΞΥ ΧΑΤΙΖΩΝ. Ταῦτα πρὸς τὸν ἀδελφὸν ἰδίως ἀπέστρεψεν, ἀπάγων αὐτὸν τῆς ἀργίας καὶ τοῦ πτωχεύειν, ὅ ἐστι πτώσσειν ἀλλοτρίους οἴκους· καὶ γὰρ ὁ πτωχὸς εἴρηται παρὰ τὸ πτώσσειν καὶ ὑποκατακλίνεσθαι τοῖς δοῦναι δυναμένοις. Συμβαίνει δὲ καὶ ἀναισχυντεῖν τοῖς δεομένοις, πολλάκις προσιοῦσι τοῖς εὐπόροις, καὶ μὴ διδόντων, μάταια λέγειν αἰτοῦσι. Χρῆναι οὖν — φησι — διὰ τῶν ἔργων εὐπορίαν ἀγείρειν καὶ τὸν λιμὸν διώκειν, οὐ διὰ τοῦ πτωχεύειν· καὶ ἀναιδοῦς ὄντος εἰ γίγνοιτο πολλάκις καὶ ματαίου, τῶν ἐπαρκεῖν δυναμένων οὐκ ἀεὶ ὑπακουόντων. ΑΛΛΩΣ. Μετὰ τὴν συγκομιδὴν τῶν καρπῶν, ΜΕΤΑΞΥ ἐν τῷ μετὰ ταῦτα, τουτέστι μετὰ τὸ ἐξελθεῖν τὸν καιρὸν τοῦ δεῖν τι πράττειν, χρονίζων πλανᾷ ἄλλοτε πρὸς ἄλλον προσαιτῶν καὶ μηδὲν ὠφελούμενος.
ΜΗΠΩΣ ΤΑ ΜΕΤΑΞΥ ΧΑΤΙΖΩΝ. Μή πως μὴ ἔχων ἐν τῷ μέσῳ τοῦ καιροῦ, πτώσσῃς, πτωχεύῃς, ἢ δίκην πτωκὸς γυμνὸς καὶ περιδεὴς πορεύῃ πρὸς τοὺς ἀλλοτρίους οἴκους.
ὩΡΙΑ. Ἤτοι ὥριμα καὶ ἐν τῷ καιρῷ αὐτῶν, ἵνα σοὶ ἕκαστα αὐξάνηται κατὰ τὸν προσήκοντα αὐτοῖς καιρὸν, ἵνα μήπως τὰ μεταξὺ στερούμενος, πτώσσῃς, ἀντὶ τοῦ συνεσταλμένος καὶ τεταπεινωμένος ἔρχῃ, ἐπʼ ἀλλοτρίους οἴκους, αἰτῶν δηλονότι, καὶ μηδὲν ἀνύσῃς, καθὰ καὶ νῦν ἐπʼ ἐμὲ ἦλθες, ἐγὼ δέ σοι οὐκέτι ἐφʼ οἷς ἔδωκα δώσω.
ΟΥΚ ΕΠΙΔΩΣΩ. Οὐ χαριοῦμαι, ἐντεῦθεν καὶ δωτίνη ἡ δωρεά.
ΕΠΙΔΩΣΩ. Προῖκα καὶ κατὰ χάριν παρέξω, οὐδʼ ἐπιμετρήσω μέτρῳ τινὶ καὶ μεδίμνῳ.
ΟΥΔʼ ΕΠΙΜΕΤΡΗΣΩ. Ἀντὶ τοῦ οὐ χρήσω.
ΟΥΔʼ ΕΠΙΜΕΤΡΗΣΩ. Ἤγουν οὐδὲ ἐφʼ οἷς ἐμέτρησα μετρήσω. Ὥσπερ ἐφερμηνευτικὸν δοκεῖ τὸ ἐπιμετρήσω τοῦ ἐπιδώσω· τὸ μὲν γὰρ ἄδηλον εἶχε τὴν δόσιν, τὸ δὲ ἐπιμετρήσω ὁρίζει ταύτην ὅτι σῖτος, ἢ τοιοῦτό τι μέτρῳ διδόμενον.
ΕΡΓΑΖΕΥ ΝΗΠΙΕ ΠΕΡΣΗ. Ἐργάζου ἀνόητε Πέρση τὰ ἔργα, ἃ οἱ θεοὶ τοῖς ἀνθρώποις διετεκμῄραντο, ἀντὶ τοῦ ἐγνώρισαν, τεκμαίρεσθαι ἔδωκαν. Θεοὺς δὲ ἐνταῦθα τὰ στοιχεῖα λέγει, ἀφʼ ὧν τεκμαιρόμενοι οἱ ἄνθρωποι τὰ τῆς γεωργίας ἔργα ἐργάζονται.
ΘΕΟΙ ΤΕΚΜΗΡΑΝΤΟ. Καλῶς εἶπε τὸ, ἐτεκμήραντο· ἀπὸ γὰρ τῶν στοιχείων τεκμαιρόμεθα καὶ ἐργαζόμεθα· πρᾶγμα γὰρ δεινὸν μετὰ γυναικὸς καὶ τέκνων χρῄζειν.
ΘΕΟΙ ΔΙΕΤΕΚΜΗΡΑΝΤΟ. Οἱ ἀστέρες, ἢ τὰ στοιχεῖα νῦν θεοί. Ἐκ γὰρ τῶν ἀστέρων τὰ τῆς γεωργίας ἔργα, καὶ τὰ λοιπὰ ἐργαζόμεθα τεκμαιρόμενοι.
ΜΗ ΠΟΤΕ ΣΥΝ ΠΑΙΔΕΣΣΙΝ. Ἵνα μή ποτε σὺν παισὶ καὶ γυναικὶ κατὰ τὴν ψυχὴν ἀνιώμενος, ζητῇς τὰ πρὸς ζωὴν χρήσιμα κατὰ τοὺς γείτονας.
ΟΙ Δʼ ΑΜΕΛΩΣΙΝ. Ἤγουν ἀνεπιστρόφως ἔχωσι καὶ ἀφροντίστως πρὸς τὴν σὴν αἴτησιν. Δὶς μὲν γὰρ καὶ τρὶς ἴσως ἐπιτεύξῃ· ἐὰν δὲ ἐπιπλέον ἐνοχλῇς, χρῆμα μὲν, ἤγουν πρᾶγμα, οὐ πράξεις, τουτέστιν οὐκ ἀνύσεις, σὺ δὲ μάταια πολλὰ ἀγορεύσεις, ὁ δὲ νόμος, ἤγουν τὸ πλῆθος τῶν νόμων, ἀχρεῖος ἔσται, ἤγουν ἐπʼ οὐδενὶ χρησιμεύων. Ἀλλά σε παρακελεύομαι φράζεσθαι; ἀντὶ τοῦ μελετᾶν διὰ φροντίδος ποιεῖσθαι, χρεῶν τε λύσιν, καὶ λιμοῦ ἀλεωρὴν, τουτέστιν ἐκφυγήν.
ΕΤΩΣΙΑ. Μάταια, ἀπὸ τῶν γεωργῶν, οἵ τινες ὤσαντες καὶ παραδραμόντες τὸ δέον ἔτος γεωργίᾳ, ἢ φυτείᾳ, ἢ ἑτέροις τισὶ τοιούτοις ἐβλάβησαν.
ΟΙΚΟΝ ΜΕΝ ΠΡΩΤΙΣΤΑ. Τρία ταῦτα ἀναγκαῖα πρῶτα πρὸς εὐπορίαν· ὁ οἶκος, ὡς δεξόμενος· ἡ γυνὴ ὡς φυλάξουσα· ὁ βοῦς, ὡς ἐργασόμενος. Εἰπὼν δὲ γυναῖκα, ἵνα μὴ τὴν συντεκνοποιήσουσαν οἰηθῇς, ἐπήγαγε κτητὴν οὐ γαμετὴν, ἥτις καὶ βουσὶν ἕποιτο, μετὰ τοῦ φυλάσσειν τὸν οἶκον· διὰ τοῦτο γὰρ εἶπε καὶ βουσὶν αὐτὴν ἕπεσθαι, διότι καὶ ἄλλην πληρώσει χρείαν. Οὐ λέγει οὖν παλλακὴν, ἀλλὰ φύλακα τοῦ οἴκου καὶ τῶν βοῶν. Μάτην οὖν λέγουσιν οἱ περὶ Τίμαιον Ἡσιόδῳ τὸν Ἀριστοτέλην πειθόμενον μετὰ τὴν τῆς γυναικὸς τελευτὴν Ἑρπυλλίδι συνεῖναι τῇ θεραπαίνῃ, ἐξ ἧς αὐτὸν σχεῖν υἱόν.
ΟΙΚΟΝ ΜΕΝ ΠΡΩΤΙΣΤΑ. Παρακελεύεται τῷ ἀδελφῷ, πρῶτα μὲν οἴκου φροντίζειν, ὡς περιέξοντος καὶ αὐτὸν, καὶ τὰ κτηθησόμενα.
ΓΥΝΑΙΚΑ ΤΕ. Κτητὴν καὶ ὠνητὴν, οὐ γαμετὴν, ἥ τις καὶ τοῖς βουσὶν ἕποιτο· κτᾶσθαί φησι κατὰ δεύτερον λόγον· ὅπως τὰ τῆς ἀγροικικῆς οἰκίας συνέχῃ, οὐ παιδοποιὸς, λάτρις δὲ οὖσα γυνή.
ΟΙΚΟΝ ΜΕΝ ΠΡΩΤΙΣΤΑ. Τὸ ποιήσασθαι ἀπὸ κοινοῦ, οἶκον μὲν πρώτιστα παρακελεύομαί σε ποιήσασθαι, καὶ γυναῖκα κτήσασθαι δηλονότι· οὐ γὰρ δύναται συνυπακούεσθαι καὶ ἐπὶ τούτου τὸ ποιήσασθαι· συνυπακούεται οὖν τὸ οἰκεῖον κατὰ ἀναλογίαν τοῦ προῤῥηθέντος. Τὸ δὲ ἑξῆς, γυναῖκά τε κτητὴν, ἤγουν ὠνητὴν, οὐ γαμετὴν, ἤτοι οὐ γάμῳ συνημμένην σοι, ἀλλʼ οὐδὲ παλλακὴν, ἀλλʼ ἥτις καὶ τοῖς βουσὶν ἕποιτο μετὰ τοῦ φυλάττειν τὸν οἶκον δηλονότι, ὁ γὰρ καὶ σύνδεσμος καὶ ἑτέρας ἐργασίας ἔμφασιν ποιεῖ, εἶτα βοῦν ἀροτῆρα κτήσασθαι.
ΓΥΝΑΙΚΑ ΤΕ, ΒΟΥΝ Τʼ ΑΡΟΤΗΡΑ, ΚΤΗΤΗΝ ΟΥ ΓΑΜΕΤΗΝ. Πρὶν ἀποδοῦναι τὸν ἑξῆς λόγον ἐν τῷ μεταξὺ τίθησι τὸ βοῦν τʼ ἀροτῆρα. Συνήθως δʼ, ὡς ἔοικε, ποιεῖ τὸ τοιοῦτον, καὶ ἐν τοῖς ὄπισθε γὰρ, ἐν οἷς διέξεισι συλλογιζόμενος ὁποῖοι ἔσονται οἱ μετὰ τὸ πέμπτον γένος ἄνθρωποι, μετὰ πολλὰ ἐπάγει, μᾶλλον δὲ κακῶν ῥεκτῆρα καὶ ὕβριν Ἀνέρα τιμήσουσιν, ἐν τῷ μέσῳ τιθεὶς τὸ ὕβριν, διακόψας τὸν ἐφεξῆς λόγον· τὸ γὰρ ἑξῆς, μᾶλλον δὲ ἄνδρα κακῶν ἐργάτην τιμήσουσιν, εἶτα, καὶ ὕβριν τιμήσουσι δηλονότι. Ἀχέω ποιητικῶς, ἄχθομαι κοινῶς, ἐν δὲ τῷ ἀχεύων προσθήκη γίνεται τοῦ υʹ, ὥσπερ ἐν τῷ ζητεύῃς. Ἀροτὴρ ποιητικῶς, ἀρότης κοινὸν, ἕνη διʼ ἑνὸς νʹ, καὶ δασύνεται· ἀπὸ γὰρ τοῦ ἓν γίνεται, ἐὰν δὲ διπλασθῇ τὸ νʹ Αἰολικῶς, ψιλοῦται.
ΧΡΗΜΑΤΑ Δʼ ΕΙΝ ΟΙΚΩι ΠΑΝΤʼ ΑΡΜΕΝΑ. Πάντα ὅσα πρὸς γεωργίαν ὄργανα χρήσιμα προεῖπε χρήματα. Μετὰ γὰρ τὰ ἔμψυχα ὄργανα καὶ λογικὰ, οἷον ἦν ἡ ὠνὴ τῆς γυναικὸς, καὶ τὰ ἔμψυχα καὶ ἄλογα, οἷον ὁ βοῦς, τὰ ἄψυχά φησι χρῆναι παρασκευάζειν καὶ ἔχειν οἴκοι κείμενα· καὶ τὴν αἰτίαν προστίθησιν.
ΧΡΗΜΑΤΑ. Τὰ χρειώδη τῶν γεωργικῶν ἐργαλείων, καὶ τὰ λοιπὰ ἄρμενα καὶ ἁρμόδια, καὶ μὴ τοῦ πρέποντος ἀποδέοντα, ποιήσασθαι; καὶ ποίησον ἐν τῷ οἴκῳ σου. Τὸ ΑΡΜΕΝΑ δὲ καίπερ ἀπὸ τοῦ ἁρμοζόμενα γεγονὸς, ψιλοῦται, ὡς συγκοπῇ Αἰολικῇ· πάντα γὰρ τὰ τοιαῦτα, ἐντελῆ μὲν ὄντα δασύνεται, συγκοπέντα δὲ ψιλοῦται. Ὡς τὸ, ἁλλόμενος, ὁ πηδῶν, καὶ ἁρμοζόμενος, δασύνονται· ἐφαρμοζόμενος γὰρ φαμὲν, καὶ καθαλλόμενος. Ὡς Ὅμηρος, Ἥτε καθαλλομένη, ἰοειδέα πόντον ὀρίνει. τὸ δὲ ἄρμενος, καὶ ἄλμενος, συγκοπέντα Αἰολικῶς ψιλοῦνται, ὡς νῦν τὸ ΠΑΝΤʼ ΑΡΜΕΝΑ. Καὶ παρʼ Ὁμήρῳ, ἐπάλμενος ὀξέϊ δουρί.
Χρήματα δὲ, ἤγουν τὰ ὄργανα τὰ πρὸς γεωργίαν χρήσιμα, πάντα ἅρμενα, ἤγουν ἁρμόδια, ποιήσασθαι ἐν τῷ οἴκῳ, ἵνα μὴ σὺ μὲν ἄλλον αἰτῇς, ὄργανον δηλονότι, ὁ δὲ ἀρνῆται, ἤγουν ἀνανεύῃ πρὸς αἴτησιν, σὺ δὲ στερίσκῃ τοῦ ὀργάνου, ὁ δὲ προσήκων καιρὸς παρέρχηται, ἐλαττοῖτο δὲ τὸ ἔργον.
ΜΗ ΣΥ ΜΕΝ ΑΙΤΗιΣ ΑΛΛΟΝ. Εἰ μὴ ἔχοις ἐν τῷ οἴκῳ πάνθʼ ὅσα δεῖ τὴν γῆν ἐργαζόμενον ἔχειν, τῆς ὥρας ἡκούσης τοῦ σπείρειν, εἰ τύχοι, ἢ ἀροτριᾷν ἢ θερίζειν, μὴ ἔχων, ἄλλον αἰτήσεις τὰ πρὸς τὴν χρείαν τῶν ἔργων τούτων, οἷον ἄροτρον, ἢ δρέπανον, ὁ δὲ οὐ δώσει, ΣΥ ΔΕ ΤΗΤΑι, τουτέστι στερίσκῃ τοῦ ὀργάνου καὶ τοῦ ἔργου· τὸ γὰρ τητᾶσθαι τὸ στερίσκεσθαι δηλοῖ. Τητῶμαι γὰρ τὸ πρῶτον, ὡς βοῶμαι, καὶ τητᾷ τὸ δεύτερον, ὡς βοᾷ. Τούτου δὲ συμβαίνοντος, πάρεστιν ἡ προσήκουσα ὥρα τοῦ ἔργου, καὶ τὸ ἔργον ἐλαττοῦταί σοι κατὰ τὴν ὠφέλειαν, ἣν εἰκὸς ἦν αὐτῷ παρασχεῖν ἐν ὥρᾳ τῇ οἰκείᾳ γινόμενον.
ἩΔʼ ὩΡΗ ΠΑΡΑΜΕΙΒΗΤΑΙ. Παρατρέχει δὲ ἡ ἁρμόδιος ὥρα ἑκάστοις, νεατῷ, σπόρῳ, καὶ τοῖς λοιποῖς.
ΜΙΝΥΘΗι. Σμικρύνεται, ἐλαττοῦται· μινυὸς γὰρ, ὁ μικρός.
ΜΗ Δʼ ΑΝΑΒΑΛΛΕΣΘΑΙ ΕΣΤʼ ΑΥΡΙΟΝ. Τὸ μὲν ὙΠΕΡΤΙΘΕΣΘΑΙ τῶν μέσων εἰώθασι λέγειν, ὡς γινόμενον εὖ καὶ οὐκ εὖ, τὸ δὲ ΑΝΑΒΑΛΛΕΣΘΑΙ πάντως οὐκ εὖ γίνεσθαί φασι. Διὸ τοῦτον ἀποτρέπει τῆς ἀναβολῆς, οὐ τῆς ὑπερθέσεως· οἱ δʼ ἀναβαλλόμενοι οὕτως εἰώθασι λέγειν, αὔριον ποιήσομεν, καὶ αὖθις ἐκείνης ἐλθούσης τὸ αὐτὸ λέγουσι· καὶ πάλιν τὸ αὐτὸ, καὶ τέλος εἰς τὴν ἐσχάτην ἀφικνοῦνται τοῦ μηνὸς, καὶ τὴν ἔνην καλουμένην καὶ νέαν, εἶτα πάλιν εἰς τὴν νουμηνίαν ἀναβάλλονται ὡς ἐπιτηδείαν, εἰ τύχοιεν, ἣν μόνην ἔνην καλοῦσιν, ὡς καὶ αὐτὸς ἐρεῖ προϊών. Συμπαρηκολούθησεν οὖν ταῖς τῶν ἀναβαλλομένων ἀεὶ φωναῖς τὸ δοκοῦν ἐντεῦθεν συμβαίνειν, μὴ πιμπλάναι τὴν οἰκίαν, ἀλλʼ ἀπορεῖν, ἐτωσιόεργον μὲν ὄντα, διὰ τὴν τῆς ὥρας τῶν ἔργων παρόρασιν, ἀναβλητικὸν δὲ, διὰ τὴν εὐπορίαν τῶν πολλῶν τῶν αὔριον λεγόντων, ἕως ἂν μὴν ὅλως διαδράμῃ· πᾶν δὲ, φησὶν, ἔργον ἡ μελέτη συναύξει. Μελέτην δὲ λέγει τὴν περὶ ἑκάστου φροντίδα καὶ ἐπιμέλειαν, οὐκ ἀναβολαῖς χαίρουσαν.
ΜΗ Δʼ ΑΝΑΒΑΛΛΕΣΘΑΙ. Μὴ δʼ ἀναβάλλου καὶ ὑπερτίθει τὴν σήμερον ἡμέραν τυχὸν, καὶ τὴν αὔριον, παρατρέχων μέχρι τῆς τοῦ μηνὸς ἔνης καὶ πρώτης, ἤτοι τῆς ἀρχιμήνου· ἐκ δὲ τοῦ ἑνὸς ἑνὶ γεγονὸς τὸ ἔνη, ὅμως διπλασιάζει τὰ δύο ν ν, καὶ ψιλοῦται, ὡς Αἰολικόν. Τοιοῦτοι γὰρ οἱ Αἰολεῖς.
ΜΗ Δʼ ΑΝΑΒΑΛΛΕΣΘΑΙ. Μὴ δʼ ἀναβάλλεσθαί σε παρακελεύομαι τὸ ἔργον, εἴς τε τὴν αὔριον, καὶ εἰς τὴν ἕνην, ἤγουν τὴν ἐσχάτην τοῦ μηνὸς, ἣ ἕνην καὶ νέαν φασίν. Ὁ ἀνὴρ γὰρ ὁ ἐτωσιοεργὸς οὐκ ἐμπιπλᾷ οἶκον, ἤγουν ὁ εἰς τὴν αὔριον ἀναβαλλόμενος τὸ ἔργον, καὶ ὡς εἰργασμένον ἤδη αὐτὸ νομίζων, εἶτα μηδὲ κατὰ ταύτην ἐργαζόμενος, ἀλλʼ εἰς τὴν ἑξῆς αὖθις ἀναβαλλόμενος. Τοῦτο γὰρ πάντως μάτην ἐστὶν ἐργάζεσθαι, ὅταν ὡς εἰργασμένον τὶς νομίζῃ ὃ οὐκ ἐργάσεται. Καὶ οὐ μόνον ὁ τοιοῦτος, φησὶν, οὐκ ἐμπιπλᾷ οἶκον, ἀλλʼ οὐδὲ ὅλως ὁ ἀναβαλλόμενος· πλέον γὰρ ἔχει τὶ ὁ ἐτωσιοεργὸς τοῦ ἀναβαλλομένου. Καὶ ὁ μὲν γὰρ ἀναβαλλόμενος εἰς τὴν αὔριον ἴσως ἐργάσεται κατὰ ταύτην ὃ ἀναβάλλεται· ὁ δὲ ἐτωσιοεργὸς καὶ τὰς εἰς τὴν αὔριον ἐπαγγελίας τῶν ἔργων μάτην ποιεῖται. Ἡ μελέτη δὲ, ἤγουν ἡ φροντὶς, καὶ ἡ ἐπιμέλεια, ὀφέλλει τὸ ἔργον, ἤγουν αὔξει. Ἀεὶ δὲ ὁ ἀμβολιεργὸς ἀνὴρ, ἤγουν ὁ τὸ ἔργον ἀναβαλλόμενος, τὸ ὠφέλιμον δηλονότι, βλάβαις καὶ ζημίαις ἐμπλέκεται.
ΚΑΛΙΗΝ. Καλιὰν κυρίως τὴν ἐκ κάλων φησί· μή πω γὰρ εὑρεθέντων λίθων εἰς ἐργασίαν, τούτοις τὰς οἰκίας εἰργάζοντο· ὡς καὶ νῦν καλιὰν, τὴν ἐκ φύλλων φησίν.
ΕΤΩΣΙΟΕΡΓΟΣ. Ὁ μετὰ παραδρομὴν τοῦ ἁρμοδίου καιροῦ ἐργαζόμενος. Ἀρίστως δὲ καὶ κυρίως τὸ ἐτώσιον ἐνταῦθα κεῖται, καὶ οὐχ ὥσπερ ἐν τοῖς ἄλλοις καταχρηστικώτερον.
ΚΑΛΙΗΝ. Νῦν τὸν οἶκον. Οἱ γὰρ παλαιοὶ, πρὸ τοῦ εὑρεθῆναι οἰκίας, κάλως ἀποδέοντες ἔν τισιν ἀρχαῖς, καί τισι παραπετάσαντες ἄνωθεν, σκηνίτην τὸν βίον διέζων. Ἢ ἀπὸ τοῦ καλὸν, τὸ ξύλον, καλιά.
ΑΙΕΙ Δʼ ΑΜΒΟΛΙΕΡΓΟΣ. Διὰ τούτου σαφηνίζει τὶ καλεῖ ἔργον, ὅτι τὸ ὠφελοῦν ὡς ἔμπροσθεν εἴπομεν, εἴπερ ὁ ἀμβολιεργὸς ἀνὴρ ἀεὶ ἐν ταῖς ζημίαις ἄλλαις ἐξ ἄλλων γίνεται. Διότι γὰρ πᾶν ἔργον ὠφέλιμον, ὅστις ἀναβολαῖς μὴ ἐπὶ τούτῳ χρῆται, τῆς ἀπʼ αὐτοῦ ὠφελείας οὐ στέρεται· τῶν δὲ μοχθηρῶν ἔργων αἱ ἀναβολαὶ χρήσιμοι.
ΗΜΟΣ ΔΗ ΛΗΓΕΙ ΜΕΝΟΣ ΟΞΕΟΣ. Τὸν καιρὸν ἐν τούτοις ἀφορίζει τῆς ὑλοτομίας· εἶναι δὲ τοῦτον, ἐν ᾧ τὸ μένος τοῦ ἡλίου, ὅπερ ἐστι τὸ εἰς ἡμᾶς ἐρχόμενον θάλπος, δυνατώτατον ὂν, λήγει τοῦ ἰδαλίμου καύματος. Καῦμα δὲ ἰδάλιμον, ἤτοι λαμπρὸν, διὰ τὸ φωτίζειν περιλάμπον ἡμᾶς· ἔδει γὰρ ἀνάλογον τὸ λαμπρὸν ἢ τὸ ἰδίειν ποιοῦν καὶ ἱδρῶτα κινοῦν διὰ τῆς ἐγκαύσεως. Ὅταν οὖν μηκέτι ὁ ἥλιος ἐπιφλέγῃ καθάπερ ἐν τῇ θερινῇ ὥρᾳ τοῦ Διὸς, ὅς ἐστι τῶν ὄμβρων κύριος, μετοπωρινὸν ὄμβρον ἤδη καταπέμψαντος, καὶ τὰ σώματα τὰ ἀνθρώπινα τρέπεται ἐπὶ τὸ ἀνειμένον ἐκ τῆς καυσώδους ὥρας, μήποτε αὖα φαινόμενα καὶ ἐπικεκαυμένα ταῖς χρόαις, μήποτε δὲ δύσφορα διὰ τὴν ἐκ τοῦ θερμοῦ διαφόρησιν· ὅπερ γίνεται θέρους ὄντος· καὶ αὐτὸς ὁ ἥλιος, ὃν ἐκάλεσε σείριον ἀστέρα διὰ τὸ λάμπειν, τὸ γὰρ σειριάειν τοῦτο δηλοῖ, ὅτε οὐκέτι πολὺν χρόνον ἐπὶ γῆς φέρεται, ἀλλʼ ἐλάσσω μὲν ποιεῖ τὴν ἡμέραν ὑπὲρ γῆς ὢν, τὸν δὲ ὑπὸ γῆς πλέονα ποιῶν, καὶ μείζω τὴν νύκτα. Τὸ γὰρ πλέον νυκτὸς ἐπαυρεῖν, τουτέστι τὸ πλέον ἐπιλαμβάνειν καὶ ἀπολαύειν τῆς νυκτὸς ἐν τῷ μείζονα ταύτην ποιεῖν. Ὅταν οὖν ἤδη ταῦτα γίγνηται πάντα, ἡ τοῦ καύματος ἐλάττωσις, ἡ τοῦ μετοπωρινοῦ ὄμβρου φορὰ, ἡ τῶν σωμάτων τῶν ἀνθρωπίνων ἀνάψυξις, ἡ τῆς ἡμέρας ἐλάττωσις, ἡ τῆς νυκτὸς ἐπίδοσις, τηνικαῦτα δεῖ ὑλοτομεῖν· μετὰ θέρος ἀρχομένου τοῦ μετοπώρου, τῶν δένδρων φυλλοροούντων, ὅσα τοῦτο πάσχειν πέφυκε· τοῦτο γὰρ σημαίνει τὸ τῆς μὲν βλαστήσεως αὐτὰ τῆς τῶν κλάδων λήγειν, καταχεῖν δὲ τὰ φύλλα εἰς τὴν γῆν· τότε γὰρ ὡραίαν εἶναι τὴν ὑλοτομίαν κατὰ τὸν καιρὸν τοῦτον γινομένην. Τὸ μὲν οὖν εἶναι τὴν τεμνομένην ὕλην τηνικαῦτα ΑΔΗΚΤΟΤΑΤΗΝ, δηλοῖ τὴν ἀθηροτάτην· δάκη γὰρ εἶναι τὰ θηρία, διὰ τὸ δάκνοντα μόνως λυπεῖν. Λέγοι δʼ ἂν καὶ τὴν ἄβρωτον ὑπὸ τῶν ἐγγινομένων θηριδίων τοῖς φυτοῖς, ὡς ἀδηκτοτάτην οὖσαν, οἷον θριπῶν καὶ τερηδόνων, ἃ διεμφύεται τοῖς δένδρεσι, σηπομένης τῆς ἐν αὐτοῖς ὑγρότητος. Τὸ δʼ ἐν τούτῳ ὑλοτομεῖν, ὀρθὸν, ὅτε ξηρὰ μέν ἐστι τὰ δένδρη ἀποδεδωκότα τὸν οἰκεῖον καρπὸν, καὶ οὐκέτι κάμνει περὶ τὴν ἐκτροφὴν αὐτοῦ, μετρίας δὲ ἔτυχεν ὑγρότητος, ἀλλʼ οὐ πολλῆς ἤδη πρὸς τὸ οἰκεῖον τοῖς τέμνουσιν, ὥστε γε μὴ σήπεσθαι μετὰ τὴν τομὴν, εἰς ὅ τινας βλέποντας, καὶ φθινούσης τέμνειν τῆς σελήνης, ἀλλὰ μὴ πανσελήνου μὴ δʼ αὐξανομένης· ἡ γὰρ τοῦ φωτὸς ἐπίδοσις ὑγρότερα ποιεῖ τὰ δένδρα, καὶ εὐεπίφορα τεμνόμενα πρὸς τὴν σῆψιν. Ἑπόμενα δὲ λέγει πρὸς τὸ ἑξῆς τοῖς περὶ ὑλοτομίας τὰ περὶ κατασκευῆς τῶν ξυλίνων σκευῶν. ΗΜΟΣ ΔΗ ΛΗΓΕΙ, ἐν τῷ χειμῶνι καὶ ἡ δύναμις τοῦ ἡλίου ἀσθενεστέρα ἐστὶ, καὶ αἱ ἡμέραι μικραὶ, καὶ αἱ νύκτες μεγάλαι, καὶ τὰ σώματα πυκνοῦται καὶ ἐλαφροῦται, τότε οὖν λέγει δενδροτομεῖν. ΑΔΗΚΤΟΤΑΤΗ δὲ, ἀβρωτάτη, ὅτι τότε σκώληξ οὐκ ἐσθίει τὴν ὕλην, καὶ ἐστὶ παραμονωτέρα, ἐπειδὴ διὰ τὴν ψύξιν τοῦ ἀέρος ἀποκέκλεισται ἐν βάθει ἡ ὑγρότης. Καὶ τότε αἱ ῥίζαι τρέφονται καὶ αὔξονται καὶ τὰ φύλλα πίπτει μὴ ἐπιπολαζούσης αὐτῆς, ἐν θέρει δὲ ἐπιπολάζει διὰ τὴν τοῦ καιροῦ θερμότητα· τὸ γὰρ ψυχρὸν οὐκ ἐᾷ τὴν θερμότητα εἰς τὴν τῶν ξύλων ἐπιφάνειαν ἐλθεῖν· οὐδὲ ποιεῖ σῆψιν ἡ ὑγρότης πλεονάζουσα, καὶ τότε στεῤῥά ἐστιν ἡ ὕλη μὴ εἴκουσα τῷ δάκνεσθαι.
ΗΜΟΣ ΔΗ ΛΗΓΕΙ ΜΕΝΟΣ. Μετὰ τὸν καιρὸν τοῦ θέρους, καὶ τοῦ σπόρου. Διδάσκει νῦν καὶ τὸν τῆς ὑλοτομίας καιρὸν, καί φησιν, ἡνίκα ἡ φθινοπωρινὴ ἰσημερία γενήσεται, καὶ ὁ ἥλιος τὸ πολὺ τοῦ ἱδρῶτας ποιοῦντος καύματος σβέσει, οὐκέτι κατὰ κορυφὴν ἡμῶν τῷ τῆς ἡμέρας πλείονι ἑστηκὼς διαστήματι, ὥσπερ ἐν τῷ θερείῳ καιρῷ ξηραίνων ἡμᾶς ταῖς ἀκτῖσιν αὐτοῦ, ἀλλʼ ὅτε τὸ πλεῖον ἐστὶν ὑπὸ γῆν, καὶ μηκύνει τὰς νύκτας, ὀλίγον δὲ τῆς ἡμέρας ὑπὲρ κεφαλῆς ἡμῶν ἕστηκε, τότε ἄριστός ἐστιν ὁ τῆς ὑλοτομίας καιρός. Ἄσηπτα γὰρ τὰ τότε τμηθέντα ξύλα, διατηρεῖται, ὡς ἐξικμασθέντος αὐτοῖς τοῦ πολλοῦ τῆς ὑγρότητος· ἡ γὰρ ὑγρότης ἡ ἄμετρος σῆψιν καὶ σκώληκας ἐμποιεῖ, ὡς ἡ θερμότης ῥῶσιν καὶ εὐωδίαν. Καὶ τοῦτο ἰδεῖν ἔξεστιν ἔκ τε τῶν ἑλωδῶν καὶ καθύγρων τόπων, καὶ τῶν θερμῶν καὶ ἠρέμα ξηρῶν. Τὰ μὲν γὰρ ἑλώδη σῆψιν καὶ κώνωπας, καὶ μυίας, καὶ σκώληκας, καὶ τὰ τοιαῦτα γεννᾷ. Αἴγυπτος δὲ διὰ τὴν θερμότητα εὐωδιῶν καὶ ἀρωμάτων μήτηρ καθίσταται. Κἂν τοῖς ἀνθρωπίνοις δὲ σώμασιν ὑπάρχει τὰ ὅμοια· οἱ μὲν γὰρ σωμασκοῦντες, καὶ πιαλέοι, καὶ κάθυγροι ἀποφορὰν ἀφόρητον ὄζουσι, καὶ μᾶλλον ἐν θέρει, καὶ μύρῳ χριόμενοι δυσωδέστεροι γίνονται· οἱ δὲ θερμοτέρας καὶ ξηροτέρας μετεσχηκότες τῆς κράσεως, οἱ μὲν ἐν τῷ καθεστηκότι καὶ μέσῳ τετάχαται, μήτε ὄζοντες, μήτε εὐωδίαν ἐκπέμποντες. Ἔνιοι δὲ καὶ ἀρωμάτων ἐκ τῶν σωμάτων ὀσμὴν ἀποπνέουσιν, ὥσπερ ὁ Θεόφραστος Ἀλέξανδρον λέγει τὸν Μακεδόνα· καὶ ἡμῖν δὲ πολλάκις τις διηπίστησεν, ὡς οὐ κεχρημένοις ἀρώμασι, καὶ περιχρίουσι τὰ ἐντὸς, καί τοι γε μηδὲ λουτροῖς κεχρημένοις, εἰ μή που κατʼ ἐνιαυτὸν καὶ β καὶ γ.
ΗΜΟΣ ΔΗ ΛΗΓΕΙ ΜΕΝΟΣ. Ὁπηνίκα δὴ τὸ μένος, ἤγουν ἡ ἰσχὺς, ἡ ἔντονος ἔκτασις τῶν ἀκτίνων· τοῦ ταχέος ἡλίου, ὃς καὶ θοαῖς ἵπποις εἱλίσσει τὴν ἑαυτοῦ φλόγα παρʼ Εὐριπίδῃ, λήγει τοῦ θάλπους ὃ ποιεῖ πρὸς ἡμᾶς τὸ θέρος, τοῦ ἱδρῶτα κινοῦντος, τοῦτο γὰρ τὸ ἰδαλίμου, μετοπωρινὸν ὄμβρον καταπέμψαντος τοῦ ἰσχυροτάτου Διὸς τοῦ κυρίου τῶν ὄμβρων. Ἀπὸ δὲ τοῦ ὄμβρου τοῦ μετοπωρινοῦ τὸ μετόπωρον θέλει δηλοῦν· ὥσπερ εἰ ἔλεγε, τοῦ μετοπώρου καὶ τῶν ἐν αὐτῷ ὄμβρων τὸ καῦμα καὶ τὴν ξηρότητα τοῦ θέρους διαδεξαμένων. Μεταβάλλεται δὲ τὸ ἀνθρώπινον σῶμα ἀπὸ τοῦ ἀνειμένου ἐπὶ τὸ πυκνὸν καὶ ἰσχυρὸν, καταπολὺ ἐλαφρότερον γινόμενον. Τότε γὰρ ὁ Σείριος ἀστὴρ, ἀντὶ τοῦ ὁ ἥλιος, ἐπʼ ὀλίγον χρόνον ἔρχεται ἡμερινὸς, ἀντὶ τοῦ κατὰ τὴν ἡμέραν, ἐπιῤῥηματικῶς, ὑπὲρ τῆς κεφαλῆς τῶν κηριτρεφέων ἀνθρώπων, ἤγουν τῶν τῷ θανάτῳ τρεφομένων, τουτέστι τῶν θνητῶν. Πλεῖον δὲ ἀπολαύει τῆς νυκτὸς, τῷ μείζονα ταύτην ποιεῖν. ΤΗΜΟΣ ΑΔΗΚΤΟΤΑΤΗ ὅτε δένδρα, τοῦτο γὰρ ἡ ὕλη, σιδήρῳ τμηθέντα ἀδηκτότατά ἐστιν, ἤγουν ἄβρωτα τοῖς ἐγγινομένοις θηριδίοις τοῖς δένδρεσι, μὴ εἴκοντα τῷ δάκνεσθαι ὑπʼ αὐτῶν, διὰ τὸ στεῤῥὰ εἶναι τότε καὶ ξηρὰ, τοῦ χειμῶνος τὴν ἐν αὐτοῖς ὑγρότητα εἰς τὸ βάθος ἐλαύνοντος· τὰ φύλλα δὲ αὐτῶν εἰς τὴν γῆν χέει, ἤγουν φυλλοῤῥοεῖ, ὅσα δηλονότι τοῦτο πέφυκε πάσχειν, ἐπεὶ πολλὰ ἀειθαλῆ εἰσί· καὶ τοῦ πτόρθου λήγει, ἤγουν τοῦ αὔξειν τοὺς κλῶνας, τοῦ κλωνοφυεῖν,
ΗΜΟΣ. Ἡνίκα. Τὸ ἦμος ψιλοῦται παρὰ τοῖς Ἴωσι καὶ οὐχ ὑποτάσσει, παρὰ δὲ Ἀττικοῖς καὶ δασύνεται, καὶ ὑποτάσσει, καὶ ὁ ὅτε καὶ ὁ κεν ὑποτάσσει παρὰ τοῖς Ἀττικοῖς. Καὶ τὰ δεύτερα πρόσωπα τῶν παθητικῶν διφθογγογράφεται, πεύσομαι πεύσει, ὄψομαι ὄψει, καὶ τὰ ὅμοια. Ὅθεν οἱ τοὺς γρίφους τῶν νοημάτων συνθέντες γραμματικοὶ, τὸ ὀρθὸν τῆς τέχνης τοῖς αὐτῶν φλυάροις νοήμασι περιφθείραντες, καὶ μὴ τὰς διαλέκτους εἰδότες, ψυχρὰς παρασημειώσεις ἀπεσημείωσαν, πλὴν τῶν Δωρικῶν πάντων· ἐκεῖνοι γὰρ πᾶν ἀπαρέμφατον ἠταγραφοῦσι. Τὸ δὲ στενώτατον καὶ ξενώτατον παρὰ πᾶσι μεγάλα, παρʼ Αἰολεῦσι δὲ μικρὰ, διὰ τὸ μετὰ βʹ νν τὰ Αἰολικὰ ταῦτα ἐκφέρεσθαι. Τὸν ἔρον δὲ, καὶ τὸν γέλον ὁμοίως Αἰολικῶς μικρὸν, Ἀττικῶς δὲ μέγα. Οὕτως ἔδει ταῦτα διδάσκειν. Ἀμαθεῖς δὲ τῶν διαλέκτων καὶ τῆς ὡς ἀληθῶς Γραμματικῆς ὄντες, οἱ τῶν νοημάτων πλοκεῖς ἐπαινούμενοι, τοῖς βατράχοις κραυγάσοις καὶ ἀνοήτοις παισὶ τοιαῦτα ζιζάνια δυσαπόσπαστα τῇ τέχνῃ παρενεφύτευσαν, καὶ ταύτην διέφθειραν, μὴ γινώσκοντες εἰπεῖν, ὡς τοῦτο Ἰωνικῶς οὕτω γράφεται, ἐκεῖνο δὲ Ἀττικῶς, καὶ τόγε καὶ τόγε Κοινῶς, ἀλλὰ μόνον λοξώσεως καὶ γριφώσεως τῶν λόγων φροντίζοντες. Τοιαῦτα δὲ καὶ περὶ τὴν μετρικὴν τέχνην συμβήσεται, ἀλληνάλλως τῶν νῦν μετρικῶν καὶ μὴ κατὰ τοὺς πάλαι σοφοὺς τοῖς διχρόνοις καὶ τοῖς ὀνόμασι κεχρημένων, καὶ γραφόντων διθυραμβικά τε καὶ κάπηλα, καὶ Γραμματικῆς ἀποδέοντα, καὶ ὅμως τοῖς νῦν καπήλοις τιμώμενα· καπήλους γὰρ καλῶ καὶ τοὺς νῦν παραδυναστεύοντας ἐν ταῖς βασιλείαις αὐλαῖς, ὡς ὑπαγομένους θωπείαις, καὶ τὰ κάπηλα τῶν συγγραμμάτων ἀκριβεστάταις μὴ ἀποδοκιμάζοντας κρίσεσιν, ἀλλʼ ἐνιαχοῦ, μᾶλλον δὲ πανταχοῦ, καὶ τῶν κατὰ τέχνην γεγραμμένων ἐξαίροντας· ὡς οἱ πάλαι τὰ Εὐριπίδου κάπηλα γράμματα τῶν σοφῶν συγγραμμάτων Αἰσχύλου προκρίναντες, τὸν μακρὸν αἰῶνα τῆς σφῶν ἀβελτηρίας παραστησάμενοι μάρτυρα· ἐξελέγχονται γὰρ τοῖς ἀμφοτέρων συγγράμμασι μέχρι καὶ νῦν. Εὐριπίδην γὰρ προκεκρικότες Αἰσχύλου, ὡς κάπηλον, καὶ τούτοις συμποσιάζοντα, καὶ ἀγοραῖον, καὶ εἴρωνα. Αἰσχύλος γὰρ ἀρχικὸς ἦν, καὶ σοφὸς, καὶ βασιλείου γένους εἷλκε σειρὰν, καὶ τοῖς ἀδελφοῖς στρατηγοῦσι τὸν Ξέρξην συνκατεναυμάχησεν, καὶ ἐν ἠπείρῳ νενίκηκε, καὶ συμποσίων, καὶ ἀγορῶν ἐκτὸς ἦν, καὶ ἀθώπευτος, καὶ τὸ εὐγενὲς ἐν πᾶσι τηρῶν· ὅθεν τῆς εὐγενείας καὶ τῆς σοφίας παρʼ ἐκείνων τοιαύτην ὑπέσχε τὴν δίκην. Ὡς καὶ πρὸ Αἰσχύλου τῆς ἀληθείας ὁ τραγικὸς Φρύνιχος δίκας ἐξέτισε, ζημιωθεὶς χιλίας δραχμὰς, ὅτι Μιλήτου παρὰ Περσῶν γεγράφηκεν ἅλωσιν, καὶ τὸ θέατρον πρὸς ὀλοφύρσεις ἐκίνησεν. Ὁμοίως καὶ Πίνδαρος χιλίας δραχμὰς ἐξέτισε Θηβαίοις, ὅτι τὰς Ἀθήνας Ἑλλάδος γεγράφηκεν ἔρεισμα. Τοιαῦτα πρίν τε καὶ νῦν τῆς ἀθωπευσίας καὶ ἀληθείας τὰ ἐπίχειρα.
ΟΞΕΟΣ ΗΕΛΙΟΙΟ. Τοῦ ὀξυκινήτου ὑπὲρ τοὺς λοιποὺς τῶν ἀπλανῶν ἀστέρων, οὐ μὴν ὑπὲρ τὸν οὐρανόν· ὃ γὰρ οὐρανὸς εἰς νυχθήμερον διάστημα περιστρέφεται, τοῦτο ὁ ἥλιος περιδινεῖται ἐνιαυτῷ. Τοσοῦτον ὁ ἥλιος τοῦ οὐρανοῦ μὲν βραδύτερος, Κρόνου δὲ καὶ τῶν λοιπῶν ἀστέρων ταχύτερος. Κρόνος μὲν γὰρ τριάκοντα ἔτεσι περιοδεύει τὴν τοῦ οὐρανοῦ ἣν ἔφην νυχθημερησίαν περιστροφήν. Ζεὺς δὲ ἔτεσι ιβ. Ἄρης, Ἥλιος, ὡς ἔφην, ἐνιαυτῷ· Ἀφροδίτη, μησὶ ιδ. Ἑρμῆς ἐνιαυτῷ, ἢ μᾶλλον μησὶν ὀκτώ· ἡ δὲ Σελήνη ἑνὶ μόνῳ μηνί· Ἥλιος δὲ δασύνεται. Ἅλιος γάρ τις ἐστὶν, ὡς ἀπὸ τῆς ἁλὸς ἔχων τὴν ἄναψιν. Ἠέλιος δὲ ψιλοῦται· τὸ γὰρ α ι ε πρὸ φωνήεντος ὄντα κατὰ διάστασιν ψιλοῦνται, ἠέλιος, ἀΐδης, καὶ τὰ ὅμοια.
ΚΑΥΜΑΤΟΣ ΙΔΑΛΙΜΟΥ. Διύγρου. Πῶς δὲ ξηραντικοῦ ὄντος τοῦ καύματος, δίυγρον αὐτὸ λέγει; ὅτι θερμαῖνον καὶ ξηραῖνον ἡμᾶς, ἐξέλκει τὴν τῶν ἡμετέρων σωμάτων ὑγρότητα διὰ τῶν ἀδήλων πόρων, καὶ ἱδρῶτας ποιεῖ.
ΖΗΝΟΣ ΕΡΙΣΘΕΝΕΟΣ. Τῆς μεγαλοδυνάμου εἱμαρμένης ἢ Ζηνὸς, νῦν τοῦ οὐρανοῦ.
ΠΟΛΛΟΝ ΕΛΑΦΡΟΤΕΡΟΣ. Λείπει τὸ γεγονώς. Ἐλαφρὸς δὲ, ὁ ταχύς. Ἐκ τοῦ ἔλαφος, ἐλαφηρός.
ΣΕΙΡΙΟΣ. Ἀστὴρ ἐστὶ κείμενος ὑπὸ τὸ γένειον τοῦ κυνὸς, ὥς φησιν Ἄρατος. Νῦν δὲ Σείριον τὸν ἥλιον λέγει, παρὰ τὸ σειριᾷν καὶ λάμπειν καὶ ξηραίνειν. Ἀστὴρ καὶ ἄστρον διαφέρει· ὅτι τὸ ἄστρον σύστημά ἐστιν ἐξ ἀστέρων συνεστὸς, ὁ δὲ ἀστὴρ μονήρης ἐστίν· ὡς ἥλιος, σελήνη, καὶ εἷς ἕκαστος τῶν συμπληρούντων τὰ ἄστρα.
ΚΗΡΙΤΡΕΦΕΩΝ. Τῶν συντεθραμμένων μοίρᾳ καὶ θανάτῳ.
ΕΠΑΥΡΕΙ. Πλησιάζει, ἐπαπολαύει. Ἢ πνέει τροπικώτερον, ἀντὶ τοῦ φέρεται, ὑποκάτω τῆς γῆς.
ΑΔΗΚΤΟΤΑΤΗ. Ἄσηπτος, μὴ γεννῶσα σκώληκας· δὴξ γάρ ἐστιν εἶδος σκώληκος ἐγγινομένου ἔνδον ξύλου· ἲψ δὲ σκώληξ ἐστὶ κεράτων, ἲξ ἀμπέλων, σὴς ἐσθημάτων, τρὼξ ὀσπρίων, ψὴν σύκων, καὶ ἕτεροι ἄλλων.
ΠΤΟΡΘΟΙΟ ΤΕ ΛΗΓΕΙ. Τοῦ κλωνοφυεῖν τε παύεται.
ΤΗΜΟΣ ΑΡʼ ὙΛΟΤΟΜΕΙΝ. Τότε ἄρʼ ὑλοτόμει τὸ ὥριον ἔργον, μεμνημένος τῆς ἐμῆς δηλονότι παραινέσεως.
ὩΡΙΟΝ ΕΡΓΟΝ. Τέσσαρές εἰσιν ὧραι καιροῦ, ἔαρ, θέρος, φθινόπωρον, καὶ χειμών. Ἐν μιᾷ οὖν τῶν δ τούτων ὡρῶν, ἤγουν τῇ φθινοπωρίδι περὶ τὸ τέλος, κελεύει τοῦτον ὑλοτομεῖν, καὶ τοῦτο τὸ ἔργον ἐργάζεσθαι.
ΜΕΜΝΗΜΕΝΟΣ. Ἤγουν ἐν μνήμῃ στρέφων φροντίδα ἔχων, ἵνα μή σε παραδράμῃ ὁ καιρὸς οὗτος ἐπιλαθόμενον, ὑλοτόμει, ἔργον ποιῶν ὥριον, ἤγουν ἔγκαιρον κατὰ τὸν προσήκοντα αὐτῷ καιρὸν γινόμενον.
ΟΛΜΟΝ ΜΕΝ ΤΡΙΠΟΔΗΝ ΤΑΜΝΕΙΝ. Εἰς κατασκευὴν μὲν ὄλμου, ἤγουν ἴγδης, τέμνε ξύλον τριῶν ποδῶν τὸ μῆκος· εἰς ὑπέρου δὲ κατασκευὴν, ἤγουν τοῦ κοινῶς κοπάνου, τέμνε ξύλον τριῶν πήχεων· εἰς κατασκευὴν δὲ ἄξονος, τέμνε ξύλον ἑπτὰ ποδῶν τὸ μῆκος· λίαν γὰρ ἁρμόδιον οὕτω ποιεῖν. Ἐὰν δὲ ὀκτὼ ποδῶν τάμῃς δηλονότι, ἀποτάμοιο ἂν, ἀντὶ τοῦ ἀποτάμοις, καὶ σφύραν ἀπʼ αὐτοῦ, τὸν ἕνα πόδα δηλονότι, ἀρκούντων τῶν ἑπτὰ τῷ ἄξονι, εἰς κατασκευὴν δὲ ἁψῖδος τέμνε ξύλον τριῶν σπιθαμῶν ἕνεκα ἁμάξης δεκαδώρου, ἤγουν ἵνα ποιήσῃς ἅμαξαν, τουτέστι τὸν τροχὸν τῆς ἁμάξης, δεκάδωρον τὴν διάμετρον ἔχοντα· πολλὰ καμπύλα κάλα, ἤγουν περιφερῆ ξύλα, ἐπιτεμὼν, ἐπεὶ πλειόνων δεῖ τοιούτων τῇ ἁψῖδι, ὧν ἕκαστον ὀφείλει εἶναι τρισπίθαμον. Καμπύλα δὲ λέγει αὐτὰ ὡς καμπύλα γενησόμενα, οὐ γὰρ τοιαῦτα αὐτὰ τέμνεται ἀπὸ τοῦ ὄρους. Ὅταν δὲ εὕρῃς ξύλον πρίνινον ἁρμόδιον εἰς γύην κατὰ τὸ ὄρος ἢ κατὰ τὴν ἄρουραν, διζήμενος, ἤγουν ἐν νῷ ἔχων καὶ ζητῶν εὑρεῖν αὐτὸ, φέρε εἰς τὸν οἶκόν σου καὶ ἀπόθου, καὶ μὴ ἀμελήσῃς· ὁ τοιοῦτος γὰρ γύης, ὁ πρίνινος δηλονότι, ἐστὶν ἰσχυρότατος τοῖς βουσὶν εἰς τὸ ἀροῦν, ὁπηνίκα ἂν ὁ δοῦλος τῆς Ἀθηνᾶς, τουτέστιν ὁ τέκτων, ἐν τῷ ἐλύματι πήξας αὐτὸν διὰ σφηνισκῶν τινῶν πελάσας προσαρήρεται, ἀντὶ τοῦ προσαρήρῃ, ἤγουν ἁρμόσῃ τῷ ἱστοβοεῖ. Δύο δὲ ἄροτρα πονησάμενος, ἀντὶ τοῦ κατασκευάσας, ἀπόθου ἐν τῷ οἴκῳ σου· τὸ μὲν αὐτόγυον, ἤγουν ἔμφυτον ἔχον τὸν γύην, καὶ οὐ προσηρμοσμένον· τὸ δὲ πηκτὸν, τουτέστι προσηρμοσμένον ἔχον τὸν γύην, ἐπεὶ καταπολὺ βέλτιον οὕτω ποιεῖν δηλονότι, ἐὰν τὸ ἕτερον αὐτῶν ἄξαις, ἤγουν ἐὰν συντριβῇ σοι τὸ ἕτερον, τὸ ἕτερον ἂν ἐπιβάλοιο, ἀντὶ τοῦ ἐπιβάλοις, τουτέστιν ἐπιθείης τοῖς βουσίν. Ἀπὸ δάφνης δὲ ἢ πτελέας γινόμενοι ἱστοβοεῖς ἀκιώτατοι ἔσονται, ἤγουν ἀσηπτότατοι. Ἀπὸ δρυὸς κτῶ τὸ ἔλυμα, τὸ γὰρ πλησιάζον τῇ γῇ δεῖ δύσσηπτον εἶναι, τοιοῦτον δὲ ἡ δρῦς. Ἀπὸ πρίνου δὲ τὸν γύην, ἵνʼ εὔτονος ᾖ· εὔτονον γὰρ δεῖ εἶναι τὸ μέσον τοῦ ἀρότρου. Βόας δὲ ἐνναετεῖς ἄρσενας κτῶ· τούτων γὰρ τῶν τοσούτων ὄντων, ἐτῶν δηλονότι, ἡ ἰσχὺς οὐκ ἀσθενής. Οὗτοι ἡλικίας συμμετρίαν ἔχοντες ἄριστοί εἰσιν εἰς τὸ ἐργάζεσθαι. Οὐκ ἂν οὗτοι ἐρίσαντες, ἀντὶ τοῦ ζυγομαχήσαντες, ἐν αὔλακι, ἤγουν ἐν τῷ τέμνειν τὰς αὔλακας, κατάξειαν μὲν, ἤγουν συντρίψειαν, τὸ ἄροτρον, τὸ δὲ ἔργον μάταιον, τουτέστιν ἄπρακτον, αὐτόθι καταλίποιεν. Τούτοις δὲ τοῖς βουσὶν ἅμα ἑπέσθω ἄνθρωπος τεσσαρακονταετὴς, ἀντὶ τοῦ περί που τὰ τεσσαράκοντα ἔτη ὢν, τουτέστι καθεστηκὼς τῇ ἡλικίᾳ, ἄρτον φαγὼν τετράτρυφον, ἤγουν εἰς τέσσαρα κλάσματα τεμνόμενον· τρύφος γὰρ τὸ κλάσμα.
ΟΛΜΟΝ ΜΕΝ ΤΡΙΠΟΔΗΝ. Πολὺς ἐν τούτοις ὁ Πλούταρχος, ἀμυνόμενος τοὺς γελῶντας τὸν Ἡσίοδον τῆς μικρολογίας, καὶ Πλάτωνα λέγων περὶ τῆς τῶν σκευῶν ἐν τοῖς οἴκοις διειλέχθαι συμμετρίας, καὶ Λυκοῦργον περὶ τῆς τῶν θυρῶν κατασκευῆς, ἵνʼ ἀπὸ πρίονος ὦσι καὶ πελέκεως μόνον ἀποίκιλοι. Δεῖ οὖν ἀποδέχεσθαι καὶ τὸν Ἡσίοδον μέτρα παραδόντα καὶ ὄλμου καὶ ὑπέρου καὶ ἄξονος καὶ σφύρας. Καὶ τοὺς ἀρχαίους δὲ πολὺν καὶ τούτων ποιεῖσθαι λόγον, καὶ τῶν εὑρετῶν Πάμφων μὲν τιμᾷν, διότι τὸν λύχνον πρῶτος εὗρε καὶ τὸ ἐκ τούτου φῶς εἰσήγαγε· τὸν δὲ τῶν Πιτθέων δῆμον διὰ τοῦτο οὕτως ὀνομάσαι, διότι τῶν πίθων ἐπενοήσαντο τὴν πλάσιν· ὥστε μὴ τὴν πολυτέλειαν προσήκειν θαυμάζειν, ἀλλὰ τὴν τῶν χρειωδῶν, κἂν εὐτελῆ τυγχάνῃ, περιποίησιν. Δεῖν οὖν τὸν μὲν ὄλμον τέμνειν, ἀντὶ τοῦ ξύλον εἰς ὄλμου κατασκευὴν, τριῶν ὂν ποδῶν· τὸ δὲ ὕπερον ὡσαύτως τριῶν πήχεων, τὸν δὲ ἐσόμενον ἄξονα τῆς ἁμάξης ὁμοίως ἑπτὰ ποδῶν· εἰ δὲ εἴη τὸ ξύλον ὀκτὼ ποδῶν, ἀφʼ οὗ δεῖ γενέσθαι τὸν ἄξονα, τὸν ἕνα πόδα χρήσιμον εἰς σφύρας ἔσεσθαι τοῦ ξύλου τούτου κατασκευὴν ἀποτμηθέντα τῶν ἑπτὰ ποδῶν ἐξ ὧν ὁ ἄξων. Εἰπὼν δὲ περὶ ἄξονος ἡλίκον εἶναι δεῖ, προστίθησι καὶ τὴν ἁψῖδα ἡλίκην, τρισπίθαμον λέγων τάμνειν ἅψιν· καὶ αὐτὴν τὴν ἅμαξαν ἡλίκην, δεκάδωρον εἶναι δεῖ καὶ τὴν ἅμαξαν. Δεῖ δὲ τό γε τοσοῦτον περὶ τῶν μέτρων εἰδέναι τούτων· ὅτι σπιθαμὴ μέν ἐστιν ἁπλωθείσης τῆς χειρὸς ἐπὶ τὸ ἄκρον τοῦ σμικροτάτου δακτύλου διάστημα· τρὶς τοσοῦτον οὖν εἶναι κελεύουσι τῆς ἁψῖδος τῶν ἁμαξικῶν κύκλων τὸ μέγεθος. Ἔστι δὲ ἡ ἁψὶς, ἡ περιέχουσα τὰς λεγομένας κνημῖδας, τὰς ἐκ τοῦ ἄξονος εἰς τὴν ἁψῖδα τεινούσας. Δῶρον δὲ τὸ αὐτό πως καὶ παλαιστὴ, ἀλλʼ οὕτως ἐκ τῶν τεσσάρων δακτύλων ὀρθῶς συντεθέντων· δῶρον δὲ τούτων συστραφέντων καὶ τοῦ ἀντίχειρος ἐγερθέντος. Δεῖν οὖν τὴν διάμετρον τῆς ἁμάξης εἶναι δέκα τοιούτων μέτρων, τὴν δὲ ἁψῖδα τρισπίθαμον· οὐχ ἵνα ὅλην ἐκ τοσούτων ποιήσωμεν, ἀλλʼ ἑκάστην καὶ τῶν περιφερειῶν ἐξ ὧν ἡ ἁψὶς συμπέπηγε. Διὸ καὶ ἐπήγαγε ΠΟΛΛʼ ΕΠΙ ΚΑΜΠΥΛΑ ΚΑΛΑ, τὰς περιφερείας δηλῶν χρῆναι τρισπιθάμους εἶναι τῆς ἁψῖδος· ἐξ ὧν πλειόνων οὐσῶν ἡ ἁψὶς γέγονεν. ΑΛΛΩΣ. Πρώτου τοῦ ὄλμου ἐμνημόνευσε· δεῖ γὰρ πρῶτον τῆς τροφῆς ἐπιμελεῖσθαι. Τοῦτο δὲ ὑπουργεῖ τὸ ἐργαλεῖον, ἢ ὅτι τὰ σπέρματα ἐκεῖ ἀπεκδύονται τὸ λέπυρον· ὄλμος δὲ ἐκλήθη διὰ τὸ ὀλλύειν καὶ φθείρειν τὰ ἐμβαλλόμενα· ὕπερον δὲ τὸ κόπανον. Πόδα καλεῖ τὸ ἀπὸ τοῦ τρίτου δακτύλου διὰ τοῦ δευτέρου μέχρι τοῦ πρώτου διάστημα. ΑΛΛΩΣ. ΤΡΙΣΠΙΘΑΜΟΝ Δʼ ἉΨΙΝ, ἑκάστην ἁψῖδα ἁμάξης τρισπίθαμον εἶναι. Σύγκειται δὲ ἡ ἅμαξα, τουτέστιν ὁ τροχὸς, ἐκ τεσσάρων ἁψίδων· ὡς εἶναι τὸ πᾶν περιφερὲς τοῦ τροχοῦ σπιθαμὰς ιβʹ, παλαιστὰς δὲ λϛʹ· ἔχει γὰρ ἡ σπιθαμὴ παλαιστὰς γʹ. οὐκοῦν ἔδει τὴν πᾶσαν περιφέρειαν ἔχειν λʹ καὶ ϛʹ παλαιστάς. Καὶ πῶς εἶπε ΔΕΚΑΔΩΡΩι ἉΜΑΞΗι; ἔδει γὰρ εἰπεῖν δωδεκαδώρῳ, τὸ διάμετρον τοῦ τροχοῦ· πᾶν γὰρ διάμετρον τὸ τρίτον ἐστὶ μέρος τῆς πάσης περιφερείας. Δῆλον οὖν ὅτι τὰς ϛʹ παλαιστὰς ἀνάλωσεν εἰς τὰ λεγόμενα γλωσσίδια, ἑκάστης ἁψῖδος τῆς ἁρμόσεως τῆς εἰς ἀλλήλας· ἡ δὲ παλαιστὴ καὶ δῶρον καλεῖται· ἡ δὲ σπιθαμὴ, καὶ δοχμή.
ΟΛΜΟΝ. Ὄλμος λέγεται μέρος τοῦ ἀνθρωπίνου σώματος, ὃ καὶ θώραξ καλεῖται· ἔστι δὲ τὸ ἀπὸ τραχήλου μέχρι αἰδοίων. Νῦν δὲ ὄλμος ἡ ἴγδη, ἐν ᾗ κέγχρον καὶ ἕτερα τοιαῦτα οἱ γεωργοὶ κατατέμνουσι.
ΤΡΙΠΟΔΗΝ. Τριῶν ποδῶν μῆκος ἔχοντα· ὁ δὲ ποῦς δακτύλων ἐστὶν ιϛ. Καὶ τριπόδης μὲν καὶ τετραπόδης, καὶ τὰ ὅμοια, ὁ ἔχων μῆκος τοσῶνδε ποδῶν. Τρίπους δὲ καὶ τετράπους, ὁ τρεῖς ἢ δ πόδας ἔχων.
ὙΠΕΡΟΝ. Λάκτην, ναγέα, τριβέα, ἢ κόπανον.
ΑΞΟΝΑ Θʼ ἙΠΤΑΠΟΔΗΝ. Ἄξων ἐστὶ τὸ ξύλον τῆς ἁμάξης καὶ τῶν ἁρμάτων, οὗ ἑκατέρωθεν ἐμβέβληνται οἱ τροχοί. Νῦν δὲ περὶ τοῦ τῆς ἁμάξης ἄξονος λέγει κακῶς, ὅτι ἑπτὰ ποδῶν δεῖ ἔχειν αὐτὸν τὸ πλάτος· μόλις γὰρ ἂν ἄξων ὑπερβαίη τοὺς δ πόδας.
ΑΡΜΕΝΟΝ ΟΥΤΩ. Ὁ μὲν Ἡσίοδος πάνυ ἁρμοδίως ἄξονα τὸν ἑπταπόδην φησίν. Ἐγὼ δὲ τοῦτον φαίην ἂν πάνυ ἀνάρμοστον, καί τοι μὴ ἔγγιστα ὢν τῶν γεωργικῶν.
ΕΙ ΔΕ ΚΕΝ ΟΚΤΑΠΟΔΗΝ. Εἰ δὲ ὀκτώ φησι ποδῶν τάμῃς ξύλον εἰς ἄξονος ποίησιν, ἀπὸ τούτου τὸν ἕνα πόδα ταμὼν ξυλίνην σφύραν ποιήσειας. Ἐκ δὲ τῶν τριῶν περισσῶν ΚΕ, ΕΙ ΔΕ ΚΕΝ, ΑΠΟ ΚΕΝ, καὶ ΣΦΥΡΑΝ ΚΕΝ, ἀδυναμίην πολλὴν μετρικὴν τοῦ Ἡσιόδου καταγινώσκειν ἐστί.
ΔΩΔΕΚΑΔΩΡΩι. Κατὰ διάμετρον εἶπε δεκαδώρῳ· ἡ δὲ τὸ τρίτον ἐστὶ τῆς ὅλης περιφερείας· καὶ οὐ τὸν ἔξω κύκλον ἐδήλωσεν, ἀλλὰ τὸν μέσον τὸν εἰς δύο τὸν κύκλον τέμνοντα.
ΤΡΙΣΠΙΘΑΜΟΝ Δʼ ἉΨΙΝ ΤΑΜΝΕΙΝ. Ἐκ τεσσάρων ἁψίδων συνίσταται ὁ τροχὸς τῆς ἁμάξης, οὗ τροχοῦ τὴν μέσην εὐθεῖαν νῦν δεκάδωρον ἅμαξαν καλεῖ. Φησὶν οὖν, ὅτι ἑκάστη ἁψὶς τοῦ τροχοῦ ἔστω τριῶν σπιθαμῶν, ὡς εἶναι τὴν πᾶσαν περιφέρειαν τοῦ ὅλου τροχοῦ, ἤγουν τὸν κύκλον, δώδεκα σπιθαμῶν, δωρῶν δὲ λϛ. Ἡ γὰρ σπιθαμὴ ἔχει δωρὰς, ἤγουν παλαιστὰς, τρεῖς, ὁ δὲ παλαιστής ἐστι δακτύλων δ. Πῶς δὲ λϛ δωρῶν εἰπὼν τὴν πᾶσαν περιφέρειαν εἶναι τοῦ τροχικοῦ κύκλου, τὴν μέσην διήκουσαν εὐθεῖαν τούτου, οὐ δωδεκάδωρον εἶπεν, ἀλλὰ δεκάδωρον, τοῖς ἐπιστημονικοῖς τῶν γεωμέτρων λόγοις καὶ τῇ ἀληθείᾳ ἐναντιούμενος; πᾶσα γὰρ περιφέρεια κύκλου τριπλασίων ἐστὶ τῆς οἰκείας διαμέτρου εὐθείας, ὡς πρὸς τὰς ἐκτὸς ἐπιφανείας τοῦ κύκλου. Οὐκ ἐλυμήνατο τὸν γεωμετρικὸν ὅρον καὶ τὴν ἀλήθειαν, ἀλλὰ καὶ οὗτος τριπλασίονα λέγει τὴν περιφέρειαν τῆς διαμέτρου, καὶ δωδεκάδωρον. Ἀλλʼ αἱ μὲν δέκα δωραὶ τῆς εὐθείας ἐν τῇ τοῦ κύκλου εἰσὶν ἔντοσθεν ἐπιφανείᾳ φαινόμεναι, περὶ ὧν καὶ διαλαμβάνει. Αἱ γὰρ δύο δωραὶ εἰς τὰς συμβολὰς συνεκρύβησαν, τὰς ἀπὸ τῆς ἐντὸς ἐπιφανείας μέχρι τῆς ἐκτὸς, ἑκατέρωθεν τοῦ τροχοῦ μία δωρά.
ΚΑΜΠΥΛΑ ΚΑΛΑ. Ξύλα ἐπικαμπῆ ὄντα τὰ ἀμφίδεα.
ΓΥΗΝ. Τὸ λεγόμενον γονάτιον τοῦ ἀρότρου. Ὁσάκις οὖν εὕρῃς, φέρε καὶ ἀπόθου αὐτὸ καὶ μὴ ἀμελήσῃς. Λέγεται δὲ ΓΥΗΣ, ὅτι ἀεὶ παρὰ τὴν γῆν ἐστιν. ΕΛΥΜΑ μέρος τὶ τοῦ ἀρότρου, ἐν τῷ μέσῳ ὂν, ἔνθα συμβάλλεται ὁ γύης τῷ ἱστοβοεῖ. Ἔλυμα δὲ παρὰ τὸ ἐλύειν, ὅ ἐστι καλύπτειν. ἹΣΤΟΒΟΕΥΣ λέγεται παρʼ ἐνίοις καὶ τὸ μετὰ τὴν ἐχέτλην ξύλον. ΑΥΤΟΓΥΟΝ δὲ τὸ μονόβελον λέγει, τὸ ἔχον ἐξ αὐτογύου τὸν ἱστοβοέα.
ΦΕΡΕΙΝ ΔΕ ΓΥΗΝ. Περὶ ἀρότρου κατασκευῆς ἐν τούτοις διδάσκει, καὶ δεῖ εἰδέναι τὶς ἡ ὕννις, τὶ τὸ ἔλυμα, τὶς ὁ γύης, τὶς ὁ ἱστοβοεὺς, τὶς ἡ ἐχέτλη, ἐξ ὧν ἐστι τὸ ἄροτρον. Ἡ μὲν οὖν ὙΝΝΙΣ ἐστὶ τὸ σίδηρον αὐτὸ τὸ ἐν τῷ ἀροτριᾷν σχίζον τὴν γῆν· τοῦτο δὲ τῷ ἐλύματι περιήρμοσται ἄνωθεν ἐμβεβλημένον εἰς αὐτὸ κοῖλον ὄν. Τὸ δὲ ἜΛΥΜΑ ἐστι, τὸ ἐμβληθὲν εἰς τὸ τὴν ὕννιν κατέχον ξύλον κατὰ τὸ ἄκρον, ὃ καλοῦσι νύμφην, ὃ κατὰ θάτερον μέρος τὸ ἄνω συγγεγόμφωται πρὸς τὸν γύην. Ὁ δὲ ΓΥΗΣ ξύλον ἐστὶ μακρὸν ἔχον οὐ πόῤῥω τοῦ ἐλύματος ὀρθὸν ἐμπεπηγὸς ξύλον ἐν αὐτῷ, ὃ κατέχοντες οἱ ἀροτριῶντες ὅλον κινοῦσι τὸ ἄροτρον, καὶ διὰ τοῦ ἀρότρου τοὺς βόας· καὶ τοῦτο τὸ ξύλον καλεῖται ΕΧΕΤΛΗ. Τούτῳ δὲ τῷ γύῃ ἐμπέπηγεν ἄλλο ξύλον μεῖζον κατὰ τὸ ἕτερον μέρος τὸ ἄκρον ἕως τοῦ ζυγοῦ διῆκον τοῦ ἐπικειμένου τοῖς ὤμοις τῶν βοῶν καὶ ζευγνύντος αὐτοὺς, ἐμπέπηγε δὲ σφηνωθὲν διά τινων σφηνισκῶν. Εἰ μὲν οὖν ἓν ξύλον ᾖ τὸ ὅλον ὁ γύης μέχρι τοῦ ζυγοῦ ἀπὸ τοῦ ἐλύματος, καλεῖται τὸ ἄροτρον αὐτόγυον· ἐὰν δὲ μικρότερος ᾖ τῆς χρείας ὁ γύης, ἐνσφηνοῦται τὸ ἕτερον αὐτῷ ξύλον τὸ συνάπτον αὐτὸν καὶ τὸν ζυγὸν, καὶ καλεῖται τὸ μὲν ὅλον ΠΗΚΤΟΝ, τὸ δʼ ἐνσφηνωθὲν ἹΣΤΟΒΟΕΥΣ. Διὸ καὶ αὐτὸς λέγει δύο παρασκευάσασθαι ἄροτρα· τὸ μὲν πηκτὸν, τὸ δὲ αὐτόγυον, ἵνʼ εἰ τὸ ἕτερον κατεαγῇ, τὸ λοιπὸν ἐκπληρώσῃ τὴν χρείαν. Τὸν μὲν οὖν γύην εἶναι κελεύει πρίνινον, προσθεὶς ἢ κατʼ ἄρουραν, εἰ εὕροις, ἢ κατʼ ὄρος, πρίνινον· οὐ γὰρ εὔπορος Βοιωτοῖς ἡ πρίνος, φησὶν ὁ Πλούταρχος, ἀλλὰ τοῖς πτελεΐνοις ἀντὶ τῶν πρινίνων χρῶνται, τοὺς γύας κατασκευάζοντες· Εἰ δʼ οὖν εὕροις, ὁ πρίνινος ἄριστος γύας ὡς μάλιστα στερεός. Πῶς δὲ ὁ γύας κατασκευάζεται σημαίνων εἶπε.
ἉΨΙΝ. Ἡ ἁψὶς κατὰ παρασχηματισμὸν Ἀττικῶς.
ΠΟΛΛʼ ΕΠΙ ΚΑΜΠΥΛΑ ΚΑΛΑ. Ἐπὶ πολλὰ καμπύλα καὶ λελοξευμένα καὶ ἁψιδοειδῆ κάλα καὶ ξύλα. Τοῦτο δὲ εἶπεν, ἵνα δείξῃ ὅτι οὐ μίαν ἁψῖδα λέγει ἔχειν τὸν τροχὸν, ἀλλὰ τέσσαρας. Ὁ κάλως τὸ σχοινίον, τὸ κάλον δὲ τὸ ξύλον.
ΦΕΡΕΙΝ ΔΕ ΓΥΝΗ. Φέρε δὲ γύην εἰς τὸν οἶκον σοῦ ἀπὸ πρίνου δένδρου, ὅταν εὕρῃς ψηλαφῶν ἐν ὄρεσιν, ἢ πεδινοῖς καὶ ἀροσίμοις τόποις. Ὁ πρίνινος γὰρ γύης ὀχυρώτατός ἐστιν εἰς τὸ ἀροτριᾷν, ἡνίκα ὁ δοῦλος ὑπουργὸς τῆς φρονήσεως Ἀθηνᾶς, τέκτων, ἢ ἀροτρεὺς, πήξας αὐτὸν τὸν γύην ἐν τῷ ἐλύματι, ἐν γόμφοις καὶ ξυλίνοις ἥλοις προσαρήρεται, καὶ προσαρμόσῃ τῷ ῥυμῷ. ΓΥΗΣ ἐστὶ τὸ ὑπὸ γῆν ξύλον τοῦ ἀρότρου, εἰς ὃν ἡ ὙΝΝΙΣ, ἤγουν τὸ σίδηρον, ἐμβάλλεται. ΕΛΥΜΑ τὸ μέσον τοῦ ἀρότρου, ὅπου ὁ γόμφος βληθεὶς συνηλοῖ τὸν γύην καὶ τὸν ῥυμόν. ΓΟΜΦΟΣ ὁ ἧλος· ἹΣΤΟΒΟΕΥΣ δὲ, καὶ ΕΝΔΡΥΟΝ, ὁ ῥυμός.
ΕΥΤʼ ΑΝ ΑΘΗΝΑΙΗΣ ΔΜΩΟΣ. Οὗτος ἐστιν ὁ τέκτων τῆς Ἀθηνᾶς δμώς· εὖ εἰδὼς σοφίης ὑποθημοσύνῃσιν Ἀθήνης, καὶ Ὅμηρός φησι περὶ τέκτονος ὡσαύτως. Ἐπειδὰν οὖν οὗτος ἐν ἐλύματι πήξῃ τὸν γύην, καὶ γόμφοις ἑνώσας αὐτὸν πρὸς τὸ ἔλυμα τὸν γύην ἁρμόσῃ, τότε ὀχυρώτατός ἐστιν οὗτος, οὕτω κατασκευασθεὶς καὶ ἐκ τοιαύτης ὕλης. Ὁ μὲν δὴ γύης πρίνινος ἔστω· ὁ δὲ ἱστοβοεὺς, ἢ δάφνινος, ἢ πτελέϊνος· οὕτω γὰρ ἄσηπτος ἔσται, τὸ δὲ ἄσηπτον ἐδήλωσεν εἰπὼν ΑΚΙΩΤΑΤΟΝ· ὁ δὲ Πλούταρχος ἐξηγήσατο τὴν αἰτίαν, λέγων, εἶναι τὶ θηρίδιον ὃ καλεῖται κὶς, διεσθίον τὰ ξύλα· τοῦτο καὶ Πίνδαρον οὕτω καλεῖν περὶ τοῦ χρυσοῦ λέγοντα, κεῖνον οὐ σῆς οὐ κὶς δάμναται. ὡς ἄσηπτον. Ἐγγίνεται δʼ οὖν τὰ τοιαῦτα θηρίδια τοῖς γλυκέσι καὶ μαλακοῖς ξύλοις· δάφνη δὲ καὶ πτελέα δριμύτατα. Τό γε μὴν ἔλυμα ἐκ δρυὸς εἶναι, καθάπερ τὸν γύην εἶπεν εἶναι δεῖ πρίνινον· καὶ γὰρ δὴ τοῦ ἀρότρου τὸ μὲν ἔγγιον τῆς ὕννεως εἶναι δεῖ δύσσηπτον, διὸ δρύϊνον τὸ ἔλυμα· τὸ δὲ μέσον εὔτονον, πρίνινον δὲ τὸν γύην.
ΔΜΩΟΣ. Ὁ δοῦλος, κατὰ διάλυσιν.
ΠΡΟΣΑΡΗΡΗΤΑΙ ὤφειλεν, οἱ Ἴωνες δὲ οὐκ ἐκτείνουσιν· ὅθεν ΠΡΟΣΑΡΗΡΕΤΑΙ γράφεται, ὡς καὶ παρὰ τῷ Πισίδῃ· ὅπως ἀκλινὴς τῆς φορᾶς ἡ σφοδρότης. ἐξ ἀντιπλεύρων σφίγγεται καταδρόμων.
ΔΟΙΑ ΘΕΣΘΑΙ ΑΡΟΤΡΑ. Δύο δὲ κτῆσαι καὶ ἀπόθου ἄροτρα κατὰ τὴν οἰκίαν, πονησάμενος καὶ φροντίσας· αὐτοφυῆ τε ἔχοντα τὸν γύην καὶ συμβεβλημένον, ὅπως τοῦ ἑνὸς ἀχθέντος χρᾷ τῷ ἑτέρῳ. Τοῦτο δὲ εὔηθές ἐστι τὸ λέγειν, ἔχε αὐτόγυον καὶ πηκτὸν ἄροτρον, μή πως καταχθῇ τὸ ἕτερον. Ὤφειλε γὰρ εἰπεῖν ἁπλῶς, ἔχε δύο ἄροτρα, εἰ μή που τὸ αὐτόγυον ἔν τισι χρήσιμον, ἐν ἑτέροις δὲ τὸ πηκτόν· ὃ καὶ δοκεῖ μοι οὕτως ἔχειν, κἂν οὕτως φόβῳ τοῦ μὴ καταχθῆναι τὸ ἕτερον λέγῃ.
ΔΑΦΝΗΣ Δʼ Η ΠΤΕΛΕΗΣ. Ἡ δάφνη καὶ ἡ πτελέα δριμύταται οὖσαι οὐ σήπονται ῥᾳδίως· ἐπεὶ μὴ δʼ ἀπογεννῶσι σκώληκας, οὓς κίας καλοῦσι, καθάπερ τὰ γλυκύχυμα καὶ χαῦνα ξύλα. Τὸ δὲ παρακελεύεσθαι ἢ δάφνινον ἁπλῶς, ἢ ὀρεινῆς δάφνης εἶναι τὸν ἱστοβοέα, ἤγουν τὸν ῥυμόν, τὸ ἔλυμα δὲ καὶ τὸν γόμφον ἀπὸ δρυὸς, ἀπὸ πρίνου δὲ τὸν γύην, ψευδοῦς τερατείας Ἡσιοδείας ὄγκος ἐστίν. Ἔδει γὰρ ἔκ τινος μονοειδοῦς στεῤῥοῦ ξύλου ταῦτα εἰπεῖν, πτελέας, ἢ τινὸς ἑτέρου τοιούτου, κατασκευάσαι, καὶ μὴ καταναλίσκειν λόγον εἰκαίως.
ΒΟΕ Δʼ ΕΝΝΑΕΤΗΡΩ. Εἰκότως δεῖ τοὺς βόας τοσούτους καὶ τοιούτους εἶναι, ἵνα καὶ διὰ τὴν φύσιν ὦσιν εὐσθενεῖς, καὶ διὰ τὴν ἡλικίαν ἀφυβρικότες, μὴ ὡς οἱ νεώτεροι θυμοειδεῖς ὄντες καὶ ζυγομαχοῦντες τὰ ἄροτρα κατακλῶσιν, καὶ τὸ ἔργον μάταιον καὶ ἄπρακτον ποιῶσιν.
ΒΟΕ Δʼ ΕΝΝΑΕΤΗΡΩ. Οὐδʼ ὅλως ἀκοῦσαι ἀνάσχοιτό τις γεωργὸς, μή τοι γε παραδέξασθαι, ὡς ἐξώρους, καὶ γεγηρακότας καὶ ἀσθενεῖς, οὓς οὗτος, ὁ τοῖς ἀπαιδεύτοις δοκῶν Ὁμήρου ἀνθάμιλλος, οὐκ ἀλαπαδνὸν λέγει ἔχειν τὸ σθένος.
ἩΒΗΣ ΜΕΤΡΟΝ ΕΧΟΝΤΕ. Συμμετρίαν φησὶν ἡλικίας ἔχοντες, καὶ μή τε ἄζυγες πῶλοι, μή τε γηραιοὶ ὄντες, ἐν τῷ ἐργάζεσθαι ἄριστοι, τῷ καὶ οὗτοι ἐργάζεσθαι ἀρίστω. Οὐκ οἶδα δὲ εἰ μή που διʼ ἀπειρίαν γεωργικὴν τοῦ ἀδελφοῦ ἐμπείρους ὑποζεύγνυσι βόας, κἂν γηραιοὶ ὦσιν· ὅπως, μὴ κατὰ τὸ δέον αὐτοὺς διϊθύνοντος, μόνοι ἐργάζωνται.
ΟΥΚ ΑΝ ΤΩ Γʼ ΕΡΙΣΑΝΤΕΣ. Οὐ σκιρτήσαντες δηλονότι ἢ οὐ ζυγομαχήσαντες κατακλάσειαν τὸ ἄροτρον· ἐὰν δὲ τὸ ἄροτρον κλασθῇ, οὐ προβαίνει τὸ ἔργον, ἀλλὰ μάταιον ἐγκαταλιμπάνεται. Οὐ ζυγομαχοῦσι δὲ, διὰ τὸ εἶναι ὁμήλικες.
ΟΥΚ ΑΝ ΤΩ Γʼ ΕΡΙΣΑΝΤΕΣ. Οὐκ ἂν οὗτοι οἱ βόες στασιάσαντες κατὰ τὴν ἀρουμένην αὐτοῖς γῆν κατάξειαν μὲν καὶ συντρίψειαν τὸ ἄροτρον, τὸ δὲ ἔργον τοῦ ἀροτριασμοῦ αὐτόθι μάταιον λίποιεν, ὥσπερ ἂν εἰ ἦσαν σφριγῶντες ἀρτιζυγεῖς.
ΤΟΙΣ Δʼ ἉΜΑ ΤΕΣΣΑΡΑΚΟΝΤΑΕΤΗΣ. Τὸ μὲν σκάψαι καὶ ὑλοτομεῖν καὶ φυτεῦσαι, νέων δεῖται, τὸ δʼ ἀροτριάσαι, καὶ βουσὶν ἐπιστῆναι, καθεστῶτος ἤδη καὶ ὡς ἡνιόχου σωφρονοῦντος, μηκέτι παπταίνοντος εἰς τὰς τῶν νέων παιδίας, ἀλλʼ ἀρκούμενον ἄρτῳ ΤΕΤΡΑΤΡΥΦΩι. Τοιοῦτος δὲ ὁ εἰς τέσσαρα κλάσματα τεμνόμενος. ΟΚΤΑΒΛΩΜΩι δὲ, ὡς καθέκαστον τρύφος εἰς ὀκτὼ διαιρεῖσθαι ψωμούς· καὶ οὕτω δὴ πιμπλάναι τὸν ἀροτριατὴν αἰζηόν.
ΤΕΣΣΑΡΑΚΟΝΤΑΕΤΗΣ. Οὐ πάντως τοσούτων χρόνων, ἀλλὰ καθεστηκότα δεῖ εἶναι τῇ ἡλικίᾳ. ΑΙΖΗΟΣ δὲ σημαίνει δύο, ποτὲ μὲν τὸν ἄνθρωπον, ποτὲ δὲ τὸν νέον.
ΤΟΙΣ Δʼ ἉΜΑ. Τοῖς δὲ τοιούτοις βουσὶν ἔστω τοῦ ἔργου ἐπιστατῶν ἀνὴρ τέλειος, ὅπως φροντίζῃ τοῦ ἔργου, μή πως νεώτερος ὢν, καὶ πρὸς ὁμήλικας ἀποτρέχων, τὸ ἔργον ἐᾷ.
ΤΕΣΣΑΡΑΚΟΝΤΑΕΤΗΣ. Τεσσαρακονταετὴς, καὶ τριακονταετὴς ἄνθρωπος, καὶ τὰ ὅμοια, ὀξύνεται· τεσσαρακονταέτης δὲ, καὶ τριακονταέτης, χρόνος. ΑΙΖΗΟΣ, κυρίως ὁ νεανίας· νῦν δὲ τὸν τέλειον ἄνδρα φησί. Σημείωσαι περὶ τῶν ἑπτὰ ἡλικιῶν. Ἑπτὰ δέ εἰσι κατὰ ἀστρονόμους αἱ τοῦ ἀνθρώπου ἡλικίαι· βρέφος ἀπὸ γενέσεως μέχρι δ ἐτῶν, ἀναλογεῖ δὲ τῇ Σελήνῃ. Εἶτα παιδίον, μέχρι δεκαετίας, καὶ ἀναλογεῖ Ἑρμῇ. Μείραξ ἀπὸ δεκαετίας, μέχρι ιη, ἀναλόγει Ἀφροδίτῃ. Ἀπὸ τῶν ιθ, μέχρι τῶν λζ, νεανίας, ἀναλογεῖ τῷ Ἡλίῳ. Ἀπὸ τῶν τριακονταοκτὼ μέχρι τῶν νβ, ἀνὴρ, ἀναλογεῖ Ἄρει. Ἀπὸ τῶν νγ μέχρι τῶν ξδ, πρεσβύτης, ἀναλογεῖ Διΐ. Γέρων ἐπʼ αὐτοῖς μέχρι ζωῆς ἐσχάτης, ἀναλογεῖ δὲ τῷ ψυχρῷ τότε Κρόνῳ.
ΤΕΤΡΑΤΡΥΦΟΝ. Τετράκλαστον· τρύφος γὰρ τὸ κλάσμα. Οὐδὲν δὲ ἄλλο διὰ τούτου δηλοῖ ἢ τὸ ἀπέριττον καὶ σύντονον τῆς τροφῆς, ἤτοι τῆς διαίτης, ἵνα μὴ σχολῇ τρυφᾷ. Διὸ καὶ εἰς τέσσαρα τὸν ἄρτον διακλάσαι, καὶ εἰς ὀκτὼ δήγματα ἀναλῶσαί φησιν· ὥστε ἐπὶ τὸ ἔργον συντόμως ὁρμῆσαι.
ΔΕΙΠΝΗΣΑΣ. Δειπνός ἐστι τὸ πρόγευμα· ἄριστον τὸ γεῦμα· δόρπος ὁ παρʼ ἡμῖν λεγόμενος δεῖπνος.
ΤΕΤΡΑΤΡΥΦΟΝ. Δʼ κλάσματα ἔχοντα, σταυροειδῶς.
ΟΚΤΑΒΛΩΜΟΝ. Ὀκτὼ δήγματα ἔχοντα· ἢ τὸν ὅλον τετράκλαστον ἄρτον. Ἢ τὸ δ μόνον κλάσμα. Ὡς τὸν ὅλον ἄρτον ἔχειν δήγματα λβ. βλωμὸς γὰρ τὸ δῆγμα.
ΟΚΤΑΒΛΩΜΟΝ. Ἤγουν ἕκαστον τῶν κλασμάτων ἔχοντα ὀκτὼ δήγματα ποιεῖν δυνάμενον.
ὉΣ Κʼ ΕΡΓΟΥ ΜΕΛΕΤΩΝ. Ὅστις καθεστηκὼς ἀνὴρ μελετῶν καὶ φροντίζων τοῦ ἔργου, εὐθυτάτην τὴν αὔλακα, καὶ τὴν τομὴν τοῦ ἀρότρου ἐλαύνοι.
ὉΣ ΑΝ ΤΟΥ ΕΡΓΟΥ ΜΕΛΕΤΩΝ. Ἤγουν φροντίδα ἔχων. Καὶ ἐν ἄλλοις, μελετᾷς βίου ὥς σε κελεύω.
ΙΘΕΙΑΝ ΤΕΜΝΟΙ ΤΗΝ ΑΥΛΑΚΑ. Ἀντὶ τοῦ κατʼ εὐθεῖαν, ἐπιῤῥηματικῶς· τὸ εὔτακτον δὲ αὐτοῦ καὶ ἀσύγχυτον ἀπὸ τῆς εὐθύτητος τῆς αὔλακος θέλει δηλοῦν, μηδαμῶς παπταίνων, ἤγουν ἀποβλέπων, τὴν γνώμην τρέπων ἐπὶ τοὺς ἡλικιώτας, τουτέστιν ἐπὶ τὰς μετὰ τῶν ἡλικιωτῶν παιδιὰς ὥσπερ οἱ νέοι, ἀλλʼ ἐπὶ τῇ ἐργασίᾳ ἔχων τὸν λογισμόν. Τούτου οὐδαμῶς ἐστιν ἄλλος νεώτερος ἀμείνων, εἰς τὸ δάσασθαι σπέρματα, ἤγουν καταβάλλεσθαι εἰς τὴν ἀρουμένην γῆν, εὐτάκτως μεριζόμενα, καὶ ἐκφυγεῖν τὴν ἐπισπορίην, ἤγουν τὴν ἐπὶ τοῖς σπαρεῖσι σπορὰν, ὃ γίνεται ὅταν ἐλλιπῶς ἡ προτέρα γένηται σπορά. Νεώτερος γὰρ ἀνὴρ ἐπὶ τοὺς ὁμήλικας ἐπτοίηται, ἀντὶ τοῦ ἐπτόηται, ἤγουν ἠσχόληται, περισπᾶται· Μένος ἡ μνησικακία, καὶ τὸ μένειν ἐν πολέμῳ καὶ μὴ φεύγειν, καὶ μένος χειρῶν, τὸ ἔμμονον ἔργον· πάντα ἀπὸ τοῦ μένειν· ἀπὸ τούτων μένος καὶ τὸ σθένος. Ἐνταῦθα δὲ μένος ἡλίου λέγει, διὰ τὸ ἔντονον τῶν ἀκτίνων αὐτοῦ καὶ μὴ ἐκκεχυμένον. Γύης, τὸ λεγόμενον γονάτιον τοῦ ἀρότρου. Ἐχέτλη τὸ ἐμπεπηγὸς ξύλον τῷ γύῃ, ὃ κατέχοντες οἱ ἀροτριῶντες κινοῦσιν ὅλον τὸ ἄροτρον. Ἔλυμα τὸ προσηρμοσμένον τῷ γύῃ, εἰς ὃ ἐμβάλλεται ἡ ὕνις. Ἱστοβοεὺς, ὃς καὶ ἱστοβόη λέγεται, τὸ ξύλον τὸ διῆκον μέχρι τοῦ ζυγοῦ τοῦ ἐπικειμένου τοῖς ὤμοις τῶν βοῶν καὶ ζευγνύντος αὐτούς· ἐμπέπηγε δὲ καὶ οὗτος τῷ γύῃ σφηνωθεὶς διά τινων σφηνισκῶν. Ἐνναετὴρ ποιητικὸν, ἐνναετὴς κοινὸν, ὁ ἐννέα ἐτῶν ὢν, ἐνναέτης δὲ χρόνος παροξυτόνως.
ΤΟΥ Δʼ ΟΥ ΤΙ ΝΕΩΤΕΡΟΣ ΑΛΛΟΣ ΑΜΕΙΝΩΝ, ΣΠΕΡΜΑΤΑ ΔΑΣΣΑΣΘΑΙ. Τὸ μὲν σπέρματα δάσσασθαι δηλοῖ τὸ καταβάλλεσθαι ταῦτα, μερίζοντα εὐτάκτως, εἰς τὴν ἀροτριωμένην γῆν. Τὸ δʼ ΑΛΕΑΣΘΑΙ τὴν ΕΠΙΣΠΟΡΙΑΝ, τὸ μὴ ἀνομάλως ῥίπτειν ἀλλὰ συμμέτρως τὰ σπέρματα, μὴ ἐπάλληλα ταῦτα εἰς ἕνα τόπον· αὐτὴ γὰρ ἡ ἐπισπορία· ὡς τῶν δευτέρων σπερμάτων θλιβόντων τὰ πρότερα, τόπων δὲ ἄλλων ἀσπόρων μενόντων. Τοῦτο γὰρ καὶ πείρας δεῖται καὶ μὴ μετεώρου διανοίας, ἀλλʼ ἐπιτατικῆς· διὸ τὴν τοιαύτην εἶναί φησιν ἡλικίαν χρήσιμον. ΑΛΛΩΣ. Τοῦ τοιούτου τεσσαρακονταετοῦς οὐκ ἔστιν ἀμείνων ἡλικία εἰς τὸ καλῶς σπείρειν, καὶ ἐπισπορίην ἀλέασθαι. Ἐπισπορία δέ ἐστιν, ὅταν σπείρῃ τὶς ἐλλιπῶς, καὶ πάλιν ἄνωθεν σπόρον ἐμβάλλῃ.
ΣΠΕΡΜΑΤΑ ΔΑΣΣΑΣΘΑΙ. Τὰ σπέρματα καλῶς διαμοιρᾶσαι καὶ σπεῖραι.
ΕΠΙΣΠΟΡΙΗΝ. Τὴν δευτέραν, καὶ ἐπανασπορὰν φυγεῖν. Οἱ γὰρ κακῶς σπείροντες πάλιν ἐπανασπείρουσιν ἐπιβάλλοντες ἕτερον σπόρον.
ΚΟΥΡΟΤΕΡΟΣ. Ὡσανεὶ ῥέμβεται ὁ νοῦς τοῦ τοιούτου ἐπὶ τοὺς ὁμήλικας.
ἙΠΤΟΙΗΤΑΙ, Περιπέτασται, ἠσχόληται.
ΦΡΑΖΕΣΘΑΙ Δʼ ΕΥΤʼ ΑΝ ΦΩΝΗΝ ΓΕΡΑΝΟΥ. Ὅτι μὲν ἡ γέρανος δοκεῖ φροντίδα ἔχειν, τουτέστι πρόγνωσιν, ὥς φησι Πλάτων, καὶ χειμῶνα προσιόντα δηλοῦν, φύσει δειλὴν οὖσαν πρὸς αὐτὸν, ὥς φησιν Ὅμηρος, δῆλον. Κελεύει δὲ ταύτην παρατηρεῖν κεκραγυῖαν καὶ δηλοῦσαν τὸν τοῦ σπόρου καιρόν. Μετὰ γὰρ τὴν ἀπὸ τῶν ἄστρων σημείωσιν, ἣν ἀπὸ τούτων παρέσχον, οἰκεῖον ἦν καὶ ἀπὸ τῶν ὀρνίθων ταύτην ποιήσασθαι. Τότε δὴ οὖν ὁ μὲν ἀβούτης δάκνεται διὰ τὴν ἀπορίαν τῶν βοῶν σπείρειν καὶ ἀροῦν ἀδυνατῶν· ὁ δὲ βοῶν εὔπορος χορταζέτω τὰς βοῦς, ὡς χρησόμενος αὐταῖς ἤδη πρὸς ἔργον τῆς σπορᾶς.
ΦΡΑΖΕΣΘΑΙ Δʼ ΕΥΤʼ ΑΝ. Βουλεύου καὶ φροντίζου τῶν γεωργικῶν, ἡνίκα γεράνου φωνὴν ἀκούσῃς, κραυγαζούσης τῆς γεράνου ὑψόθι χρονίως, ἥτις φωνὴ σημεῖον φέρει ἀροτριάσεως, καὶ χειμῶνος καιρὸν κατόμβρου δεικνύει, λυπεῖ δὲ τὴν ψυχὴν τοῦ μὴ ἔχοντος βοῦς γεωργοῦ. Μετὰ τὴν τῶν ἄστρων διδασκαλίαν, ἀπὸ τῶν γεράνων παιδεύει τὸν ἀδελφὸν εἰδέναι τοὺς καιρούς· προλέγει δὲ τοὺς καιροὺς ἡ γέρανος, ἔαρ τε καὶ χειμῶνα, οὐχ ὡς ἀστρολόγος καὶ ἀναλεξαμένη βίβλους τοῦ Πτολεμαίου, καὶ Μέτωνος, καὶ Ζωροάστρου, καὶ τῶν ἄλλων· ἀλλʼ ἐστὶν ὄντως δειλότατον ζῶον ἡ γέρανος, καὶ εὐαίσθητον θέρμης καὶ ψύξεως· ὑψιπετῶς δὲ φερομένη διὰ τὸ βάρος τοῦ σώματος, ὅπως μὴ πρὸς τὴν γῆν ἐνεχθῇ, εὐπαθοῦς ὄντος τοῦ ἄνω ἀέρος, καὶ πρὸς ψύχος ἢ θέρμην ῥαόνως ἐκτρεπομένου, ψυχομένου μὲν ἀλγοῦσα βοᾷ, πρὸς θερμοτέραν δὲ τρεπομένου κατάστασιν ἀλύπως σὸν ἠρεμαίᾳ φωνῇ περϊίπταται. Καὶ οὕτως ἡμεῖς ἐκ τῶν ἐκείνης φωνῶν χειμῶνα καὶ ἔαρ ἐπιγινώσκομεν.
ΦΡΑΖΕΣΘΑΙ Δʼ ΕΥΤʼ ΑΝ. Σκόπει δὲ ὁπηνίκα ἂν ἀκούσῃς φωνὴν γεράνου ἐνιαύσια κεκληγυίης, ἤγουν συνήθη κατʼ ἔτος φωνὴν κεκραγυίας ὑψόθεν ἀπὸ τῶν νεφῶν, ἥτις σημεῖον δίδωσι καὶ τοῦ καιροῦ τοῦ προσήκοντος τῷ σπόρῳ, καὶ τοῦ χειμῶνος τοῦ καθύγρου τὴν ὥραν δεικνύει, τὴν καρδίαν δὲ τοῦ ἀνδρὸς τοῦ μὴ βοῶν εὐποροῦντος, γεωργοῦ δηλονότι ὄντος, λυπεῖ. Τότε δὴ χορτάζειν τοὺς ἕλικας βοῦς ἔνδον ὄντας, ἤγουν ἐν τῷ οἴκῳ. Εὔκολον γὰρ τῷ μὴ ἔχοντι βοῦς εἰπεῖν ἔπος πρὸς τὸν ἔχοντα, δός μοι βόε καὶ ἅμαξαν, ῥᾴδιον δὲ τῷ εὐποροῦντι βοῶν, ἀπαρνούμενον τὴν αἴτησιν, ἀποκρίνασθαι, πάρεστι δὴ ἔργα τοῖς βουσί. Φησὶ δὲ ἀνὴρ οὐκ ὢν εὔπορος, εἶτα κατὰ τὰς ἑαυτοῦ φαντασίας τὰς κενὰς οἰόμενος εἶναι εὔπορος, πῆξαι ἅμαξαν ὅταν θέλῃ· ἀνόητος, οὐδὲ τοῦτο οἶδεν ὅτι ἑκατὸν, ἀντὶ τοῦ πολλὰ, εἰσὶ τὰ ξύλα τῆς ἁμάξης, ὧν πρέπει πρότερον φροντίδα ἔχειν ὥστε ἐν τῇ οἰκίᾳ αὐτὰ ἀποθεῖναι. Ὁπηνίκα δʼ ἂν πρώτιστα καιρὸς σπόρου τοῖς ἀνθρώποις φανείη, ἐφορμήθητι, ἤγουν πρόθυμος γενοῦ, καὶ αὐτὸς καὶ οἱ σοὶ θεράποντες, ἀροτριᾷν, κατὰ τὸν καιρὸν τοῦ σπόρου, καὶ ξηρὰν οὖσαν τὴν γῆν καὶ δίυγρον, μὴ πρόφασιν ἔχων τὸ τοιάνδε ἢ τοιάνδε αὐτὴν εἶναι, πρωῒ μάλα τῆς ἡμέρας δηλονότι σπεύδων, ἵνα σοι εὐθηνούμεναι ὦσιν αἱ ἄρουραι.
ΑΒΟΥΤΕΩ. Τὴν τελευταίαν χώραν συνίζησιν ἔχει ὁ στίχος.
ῬΗΙΔΙΟΝ ΓΑΡ ΕΠΟΣ ΕΙΠΕΙΝ. Τούτων τὸ μὲν ΑΒΟΥΤΗΣ εἴποι ἂν αἰτῶν βόας ἵνʼ ἀροτριάσῃ τοῦ καιροῦ καλοῦντος, τὸ δὲ ὁ εὐπορῶν βοῶν ἀποκρίναιτο ἂν, ὅτι καὶ οἱ παρʼ αὐτῷ βόες ἔργα ἔχουσι, καὶ διὰ τοῦτο οὐκ ἂν αἰτούμενος δοίη. Ὃ καὶ ὁ Λάκων, τὴν κυνῆν αἰτούμενος, εἰπεῖν λέγεται πρὸς τὸν αἰτοῦντα· εἰ μὲν εὐδία, ἔσται καὶ σοὶ ἄχρηστος· εἰ δὲ χειμὼν, καὶ ἐμοὶ χρήσιμος. Καὶ γὰρ καὶ περὶ τῶν βοῶν ἐρεῖ ταυτὸν ὁ αἰτηθείς· εἰ μὲν μὴ καιρὸς τοῦ ἀροῦν, καὶ σοὶ ἄχρηστοι· εἰ δὲ καιρὸς, κἀμοὶ χρήσιμοι. ΑΛΛΩΣ Τὸ γὰρ αἰτῆσαι εὐχερές ἐστιν, ἀλλὰ τὸ ἀπαρνήσασθαι καὶ μὴ δοῦναι, εὐχερέστερον. Ἔχει γὰρ εἰπεῖν, ὅτι οὐ δίδωμι. καὶ γὰρ κἀμοὶ πάρεισιν ἔργα βοῶν δεόμενα.
ΔΗ ΤΟΤΕ ΧΟΡΤΑΖΕΙΝ. Τότε δὴ χόρταζε. Τὸ ἀπαρέμφατον ἀντὶ προστακτικοῦ, Ἀττικῶς.
ἙΛΙΚΑΣ ΒΟΑΣ. Ἑλικοειδῶς καὶ ἡμικυκλοειδῶς τοὺς πόδας εἱλοῦντας καὶ συστρέφοντας. Τὸ δὲ ἕλιξ Ἀττικοὶ δασύνουσιν, οἱ δὲ λοιποὶ πάντες ψιλοῦσιν· οἱ γὰρ Ἀττικοὶ δασυνταί εἰσιν, ἀμφελίσσειν καὶ ἀμφέχειν, καὶ καθείργειν λέγοντες, καὶ αὖθις, καὶ λίσφοι, καὶ τὰ ὅμοια, ὡς καὶ τὸ ἅμαξα. Ἡ δὲ Κοινὴ διάλεκτος καὶ τὸ ἅμαξα ψιλοῖ, καθὼς Δωρὶς, καὶ Αἰολὶς, καὶ Ἰωνίς.
ῬΗΙΔΙΟΝ ΓΑΡ ΕΠΟΣ. Εὔκολον γὰρ λόγιον τῷ μὴ ἔχοντι γεωργῷ βόας, αἰτεῖσθαι παρʼ ἑτέρου. Ῥᾳδιώτερον δὲ κἀκεῖνο ἐστὶν ἀπαρνήσασθαι καὶ εἰπεῖν, ὅτι πάρεισιν ἔργα τοῖς ἐμοῖς βουσίν. Αἰτῶ καὶ αἰτοῦμαι διαφέρει.
ΕΠΟΣ. Τὸ πος μακρὸν, κοινὴ συλλαβή· εἰς γὰρ μέρος λόγου λήγει.
ΦΗΣΙ Δʼ ΑΝΗΡ ΦΡΕΝΑΣ ΑΦΝΕΙΟΣ. Ὁ μὲν φρένας ἀφνειός ἐστιν, ὃς οὐκ ὢν εὔπορος ταῖς ἑαυτοῦ φαντασίαις ταῖς κεναῖς οἴεται εἶναι εὔπορος· διὸ καὶ νήπιος, οἰόμενος τὰ μὴ ὄντα. Ἀπὸ δὲ τῆς κατὰ τὴν ἅμαξαν οἰήσεως πᾶσαν τὴν τοιαύτην διασύρει ζωὴν, ὡς ἀνόητον. Ὁ γὰρ τὰς φρένας ἀφνειὸς εἴποι ἂν καὶ περὶ ἁμάξης, ὡς εὔκολον αὐτὴν, ὅταν θέλῃ, πήξασθαι, ἀγνοῶν ὅτι τὰ ξύλα αὐτῆς πολλά ἐστιν, ἃ δεῖ οἰκεῖα ἔχειν τὸν μέλλοντα κατασκευάσειν ἅμαξαν· τυγχάνει δὲ ἐκεῖνα διὰ τὸ πλῆθος οὐκ εὐπόριστα. Οὕτως οὖν καὶ περὶ βοῶν τοῦ ἀρότρου ἕνεκα καὶ περὶ πάντων οἰήσεται νοῦν τὶς οὐκ ἔχων, ὀφείλων ἐννοεῖν, ὅτι πρὸ καιροῦ δεῖ παρασκευάζειν καὶ οἰκείους ἔχειν, οὐκ ἀλλοτρίους αἰτεῖν. ΑΛΛΩΣ. Τοῦτο εἶπε πρὸς τοὺς θαῤῥοῦντας ἔχειν καὶ μὴ πρὸ καιροῦ εὐτρεπίζοντας· ἔχει γὰρ εἰπεῖν θαῤῥῶν, ὅτι ἔχει ὕλην, Ἐξέλθετε, ποιήσατέ μοι ἅμαξαν· μὴ εἰδὼς ὅτι πολλὴν δυσχέρειαν ἔχει· καὶ γὰρ ἑκατόν εἰσι τὰ ξύλα τῆς ἁμάξης. Φρένας δὲ ἀφνειὸς, ἤτοι οὐκ ἀληθῶς πλούσιος, ἀλλὰ τῇ ψυχῇ δοκῶν πλουτεῖν, καὶ ἑαυτὸν ἐξαπατῶν, ἢ κατὰ ἀντίφρασιν ἄφρων. Πολλάκις γάρ τις τῶν τὴν ψυχὴν ἐπηρμένην ἐχόντων καὶ ὑπερήφανόν φησι, Τί γάρ ἐστιν εὐχερέστερον τοῦ ποιῆσαι ἅμαξαν, εἴτε ἄροτρον; ὁ δὲ ἄφρων οὐκ οἶδεν ὡς ρ ξύλων ἔσται συναγωγὸν εἰς τὴν ταύτης κατασκευήν· ρʹ δὲ, ἀντὶ τοῦ πολλῶν.
ΦΡΕΝΑΣ ΑΦΝΕΙΟΣ. Εἰρωνικῶς, πλούσιον κατὰ τὰς φρένας τὸν ἄφρονα λέγει, ὅστις λογίζεται ἐφεστηκότων ἤδη τῶν τῆς γεωργίας καιρῶν, τεκταίνεσθαι ἅμαξαν καὶ γεωργικὰ ἐργαλεῖα, καὶ οὐκ ἔθετο πρώην σκοπὴν φροντίσαι αὐτῶν.
ΝΗΠΙΟΣ. Ἀπέθετο τὸ τῆς εἰρωνείας πρόσωπον, καὶ φανερῶς ἄφρονα λέγει τοῦτον, ὡς οὐκ εἰδότα ὅτι πολλὰ τὰ τῆς ἁμάξης εἰσὶ ξύλα, καὶ οὐ ῥᾳδίως τεκταίνονται, καὶ ἀκαριαίᾳ ῥοπῇ, ἀλλὰ δεῖται προμελετήσεως καὶ φροντίδος.
ἙΚΑΤΟΝ. Πολλά· οὐ γὰρ ἑκατὸν εἰσὶ ταῦτα. Τὸ ΠΡΟΣΘΕΝ, καὶ τὸ ΕΧΕΜΕΝ, κοιναὶ συλλαβαί.
ΕΥΤʼ ΑΝ ΔΗ ΠΡΩΤΙΣΤΑ. Οὐ λέγει τὴν μέσην καὶ ξηράν πως καὶ ὑγρὰν ἀροῦν γῆν χρῆναι, ἀλλʼ εἴτε αὔην εἴτε νοτερὰν, τῆς ὥρας ἀπαιτούσης, δεῖν ἀροτριᾷν, καὶ μὴ προφασίζεσθαι τὴν ποιότητα τῆς γῆς, ὡς ξηρᾶς ἢ ὑγρᾶς ἤδη οὔσης. ΑΛΛΩΣ. Πρὸς τοὺς ἀναβαλλομένους τὸ ἐργάζεσθαι λέγει· εἰσὶ γάρ τινες λέγοντες, ὅτι πολύ ἐστι ξηρὰ ἡ γῆ, ἀναμείνωμεν ἵνα ὑγρανθῇ· ἄλλοτε πάλιν ὑγρά ἐστι πολὺ, ἀναμείνωμεν ἵνα ξηρανθῇ. Φησὶν οὖν Ἡσίοδος κἄν τε ξηρὰ ᾖ κἄν τε ὑγρὰ, ἐργάζου τὴν γῆν τῷ καιρῷ προλαβὼν, καὶ μὴ ἀναβαλλόμενος, ὡς μετεχούσης αὐτῆς τοῦ ὑγροῦ ἢ τοῦ ξηροῦ, ἀλλὰ χωρὶς προφάσεως ἐργάζου.
ΘΝΗΤΟΙΣΙ ΦΑΝΕΙΗ. Μαρτίου, καὶ Ἀπριλλίου, καὶ Μαΐου μηνός. Εἰ δὲ τὸν σπόρον θελήσεις εἰπεῖν, τὸν Ὀκτώβριον φήσεις, καὶ Νοέμβριον.
ΕΥΤʼ ΑΝ ΔΕ ΠΡΩΤΙΣΤʼ ΑΡΟΤΟΣ. Προευτρέπιζέ σου, φησὶ, τὰ γεωργικὰ ἐργαλεῖα. Ἡνίκα δὲ πρῶτον ὁ ἀροτὸς, καὶ ὁ καιρὸς τοῦ ἀροτριασμοῦ φανῇ, ἢ ὁ ἄροτος καὶ ἀροτριασμὸς, δὴ τότʼ ἐφορμηθῆναι, καὶ ἐφορμήθητι Ἀττικῶς, οἱ δμῶές τε καὶ σὺ, ἀρόων καὶ ἀροτριῶν καθʼ ὥρην ἀρότρου καὶ τοῦ ἀροτριασμοῦ, καὶ αὔην καὶ ξηρὰν οὖσαν τὴν γῆν, καὶ διερὴν καὶ δίυγρον, καὶ μὴ εἰς προφάσεις καὶ ὑπερθέσεις χωρήσας, ὡς τυχὸν πάνυ ὑγρὰ ἐστὶν, ἢ πάνυ ξηρά.
ΔΜΩΕΣ ΤΕ ΚΑΙ ΑΥΤΟΣ. Ὅμοιον τὸ, δαίμονι δʼ οἷος ἔησθα· τὸ ἐργάζεσθαι ἄμεινον.
ΑΥΗΝ ΚΑΙ ΔΙΕΡΗΝ. Τὴν ξηρὰν καὶ τὴν ὑγράν· καὶ αὔην δὲ τὴν χερσεύουσαν, ὑγρὰν τὴν εἰργασμένην, τὴν μήτε ξηρὰν οὖσαν, μήτε ὑγράν.
ΠΡΩΙ. Πρωϊμώτερον. Οὐ γὰρ κατὰ τὴν αὐγὴν λέγει ἀροῦν.
ἹΝΑ ΤΟΙ ΠΛΗΘΩΣΙΝ ΑΡΟΥΡΑΙ. Ὅπως πρωϊμώτερόν σου ἀροτριάσαντος τὴν ἄρουραν καὶ σιτοφόρον γῆν, συμβαίνῃ γέμειν σταχύων.
ΕΙΑΡΙ ΠΟΛΕΙΝ. Τὸ μὲν ἔαρος ὄντος τὴν γῆν πολεῖν τὴν σπείρεσθαι μέλλουσαν, δηλοῖ τὸ σχίζειν αὐτὴν, τὴν γὰρ δὶς ἠροσμένην δίπολον, καὶ τὴν τρὶς τρίπολον καλοῦσι. Τὸ οὖν στρέφειν ΠΟΛΕΙΝ ἔλεγον, καὶ τὸ ἀναστρέφειν, ἀναπολεῖν· ὥσπερ καὶ τὸν οὐρανὸν εἰώθαμεν. διὰ τὴν στροφὴν τὴν περὶ τοὺς πόλους λέγειν περιπολεῖν. Τὸ δὲ θέρους νεωμένην, μὴ ἀπατᾷν, ἀλλʼ εἶναι πρὸς τὸν σπόρον ἐπιτηδείαν καὶ τὴν τῶν καρπῶν γένεσιν, ἐκεῖνο σημαίνει τὸ δεῖν ἁπαλύνειν αὐτὴν καὶ θρύπτειν τὴν συνεστῶσαν καὶ ὁμαλύνειν, ἀνακαινιζόντων αὖθις αὐτὴν καὶ νέαν ποιούντων. Διὸ καὶ ἐπάγει· νειὸν δὲ σπείρειν ἔτι κουφίζουσαν ἄρουραν. ἡ γὰρ ἄγαν ὑπὸ τῶν ὄμβρων πιληθεῖσα συμπίπτει, ἡ δὲ ἀραιὰ καὶ κούφη τῷ ἀρότρῳ εἴκουσα ῥᾳδίως διὰ χαυνότητα δέχεται τὸν σπόρον. Εἰ μὲν οὖν ἀρκέσει τὸν ἐν τῷ ἔαρι πολεῖν, οὐ δέονται τοῦ νεάσαι ἐν τῷ θέρει. Ἔνιοι δὲ ἄμφω ποιοῦσι προευτρεπίζοντες τὸν σπόρον, διὰ τοῦ νεάσαι καὶ τοῦ σχίσαι τὸ ἔπαρμα καὶ τὸ ὕψος μηχανώμενοι τὸ ἐν τῷ σπείρειν χρήσιμον. Τούτοις οὖν ἐπιφωνεῖ εἰκότως, ΝΕΙΟΣ ΑΛΕΞΙΑΡΗ, διότι τοῖς παισὶν ὕπνον προξενεῖ καὶ ἡσυχίαν εὐθηνουμένοις. Τὰ γὰρ λιμώττοντα, καὶ ἡ πεῖνα χαλεπῶς διατίθεται, καὶ θηριώδη ὄντα πρὸς τὴν ἡρεμίαν ἀπαγορεύει.
ΕΙΑΡΙ ΠΟΛΕΙΝ. Ἔτι διδάσκει, πῶς ἂν κρείττονα τὰ τῆς γεωργίας γένηται, καί φησιν· ἐν τῷ ἔαρι τὰς βώλους τῆς γῆς ἀνάστρεφε τῇ δικέλλῃ, Μαρτίῳ μηνὶ, ἢ καὶ Ἀπριλλίῳ· τῆς ἀργῆς δὲ γῆς καὶ μὴ ἐσπαρμένης φησί· τὸ γὰρ πολεῖν τοῦτο δηλοῖ. Τὸ πόλει καὶ ἀνάστρεφε, καὶ μικρὸν γραφόμενον, ὑπὸ τοῦ λ ἐκτείνεται, καὶ γίνεται κοινὴ συλλαβὴ, Ἀττικῶς δὲ μέγα γράφεται.
ΘΕΡΕΟΣ ΔΕ. Συνίζησις· μετὰ δὲ τὸν καιρὸν τοῦ θέρους νεαθεῖσα, καὶ εἰς νείατα καὶ μικρὰ συντριβεῖσα τῷ ἀρότρῳ οὐ ψεύσει σε, ἀλλὰ σταχύων ἐμπλήσει· τὸ μὲν θε ἐκτείνεται ὑπὸ τοῦ, καὶ ρ γίνεται κοινὴ συλλαβή. Τὸ ρε γινώσκοις ὅτι ἐστι φύσει βραχὺ, τὸ δὲ, ΟΣ ΔΕ, ἡ μακρὰ καὶ ἡ βραχεῖα συλλαβὴ, ἀντὶ μιᾶς βραχείας. Καὶ ἔστι τὸ ὅλον ΘΕΡΕΟΣ ΔΕ, ἀντὶ δακτύλου. Καὶ τὸ ΝΕΩΜΕΝΗ, συνίζησίς ἐστιν, εἰς τάξιν ἀμφιμάκρου· καὶ τὸ μὲν ΝΕΩ, ἡ βραχεῖα καὶ ἡ μακρὰ, ὡς μία μακρά. Τὰ δὲ ἄλλα μένουσιν ἐν τῇ οἰκείᾳ τάξει, καὶ ποιοῦσι τὸν ἀμφίμακρον· ἢ οὕτως ΕΙΑΡΙ ΠΩ, τὰ δὲ λοιπὰ, οὐκ ἔχουσιν ἀμφιβολίαν.
ΕΙΑΡΙ ΠΟΛΕΙΝ. Κατὰ τὸ ἔαρ σχίζε τὴν γῆν τὴν μέλλουσαν σπείρεσθαι· ἐπὶ τοῦ θέρους δὲ ἡ σχισθεῖσα τῷ ἔαρι νεωμένη, ἤγουν ὁμαλυνομένη καὶ νέα αὖθις γινομένη, οὐ ψεύσεταί σε κατὰ τὸν σπόρον καὶ τὴν τῶν καρπῶν γένεσιν, ἀλλʼ ἐπιτηδεία σοι πρὸς ταῦτα ἔσται. Τὴν νεαθεῖσαν δὲ ἄρουραν σπεῖρε ἔτι κούφην οὖσαν καὶ μὴ πιληθεῖσαν ὑπὸ τῶν ὄμβρων. Ἡ νειὸς ἀλεξιάρη ἐστὶν, ἤγουν ἀποσοβοῦσα τὰς ἀρὰς, τουτέστι τὰς βλάβας. Παίδων εὐκηλήτειρα, ἤγουν κατευνάστρια, ἡσυχίας καὶ ἀναπαύσεως αὐτοῖς πρόξενος.
ΝΕΙΟΝ ΔΕ ΣΠΕΙΡΕΙΝ. Σπεῖρε δὲ τὴν νεαθεῖσαν γῆν, καὶ ἔτι κούφην οὖσαν, καὶ μὴ συμπιληθεῖσαν, καὶ στερεωθεῖσαν, ἀλλὰ σπογγώδη. Εἶτα τρέπεται πρὸς ἔπαινον τῆς νεαθείσης γῆς· καί φησιν, ὅτι ἡ νεαθεῖσα γῆ εἰ σπαρείη, ἀπελαύνει τὰς ἀρὰς καὶ βλάβας· πληροῖ γὰρ σίτου τοὺς γεωργούς.
ΠΑΙΔΩΝ ΕΥΚΗΛΗΤΕΙΡΑ. Ἡ καλῶς θέλγουσα τοὺς παῖδας· οὐχ ὅτι δὲ ἄνδρας καὶ γέροντας οὐ θέλγει, οὕτως εἰρήκει· θέλγει γὰρ πάντας· ἀλλὰ τὴν ἔξωρον ἥβην ἐᾷ, τὴν δὲ αὔξουσαν καὶ προσδόκιμον χρησιμεύειν παρέλαβεν· ἢ ὅτι τῶν ἄλλων πασῶν ἡλικιῶν λιχνοτέρα ἡ παιδικὴ, καὶ θέλγεται μᾶλλον ἀνδρῶν καὶ γερόντων ταῖς τροφαῖς· εἰ δὲ μὴ, κλαυθμυρίζεται.
ΕΥΧΕΣΘΑΙ ΔΕ ΔΙΙ ΧΘΟΝΙΩι. Ταῦτα καὶ θεοσεβείας ἐστὶ δόγματα, τρέποντα τοὺς ἔργων ἁπτομένους ἐπὶ τὰς παρακλήσεις τῶν τὰ ἔργα ταῦτα ἐφορώντων καὶ τελειοῦν δυναμένων θεῶν· καὶ οὐδὲν ἀπολείπει πρὸς τέρψιν εἰ ἐννοήσομεν τὸν ἀροῦν μέλλοντα, λαμβανόμενον τῆς ἐχέτλης, ἣν προείπαμεν ὅ τι ποτὲ δηλοῖ τοῦ ἀρότρου μέρος, πρὶν ἐλάσῃ τοὺς βόας, μάρτυρα καλοῦντα τοῦ ἔργου τὸν Δία καὶ τὴν Δήμητραν· τὸν μὲν, ὡς τελεσιουργὸν διὰ τῶν ὄμβρων τῆς σπορᾶς, τὴν δὲ, ὡς προστάτιν τῶν γονίμων δυνάμεων τῆς γῆς. Ὁ γοῦν πάντα τὰ παρʼ ἑαυτοῦ ποιήσας οὐχ ἁπλῶς αἰτεῖ τοὺς θεοὺς, ἀλλʼ ὥσπερ ἀπαιτεῖ τὸ τέλος. Ὡς οὖν ἔλεγε Σωκράτης εὔχεσθαι δεῖν μουσικὴν τὸν μανθάνοντα, καὶ γονὴν παίδων τὸν γαμοῦντα, οὕτω καὶ Ἡσίοδος καρπῶν γονὴν τὸν τῆς ἐχέτλης ἤδη λαμβανόμενον, καὶ ὅρπηκα φέροντα, καὶ ἐπάγοντα τοῖς νώτοις τῶν βοῶν, ὥστε κινηθῆναι καὶ ἑλκύσαι τὸ ἄροτρον. Τοῦτο μὲν οὖν δῆλον. Τὸν δὲ ἱμάντα τῷ ζυγῷ περιβαλλόμενον μεσάβουν ὀνομαζόντων, ὃν περιάπτουσι κερκίδι· εἰς τὸ μέσον ἐνθέντες τοῦ ζυγοῦ, ἣν ἔνδρυον καλοῦσιν, εἰκότως εἶπεν, ὅτι διὰ τοῦ ὅρπηκος, ὃν ἐπὶ τὰ νῶτα φέρει τῶν βοῶν, κινεῖ αὐτοὺς τὸ ἔνδρυον ἕλκοντας τῷ μεσάβῳ, Συντεινόμενος γὰρ οὗτος ὁ ἱμᾶς περὶ τὸ ἔνδρυον ἐφέλκεται τὸ ἄροτρον. Εἰ δὲ γράφοιτο μετὰ τοῦ νʹ μεσάβων, λέγοι ἂν αὐτὸ τὸ ἔνδρυον μεσάβων· διότι μέσον ἐστὶ τῶν βοῶν τῷ ζυγῷ ἐμπεπηγός. Εὔχου ἐπιλαμβανόμενος εὐθέως τὸν ὅρπηκα τῇ χειρὶ, καὶ ἐπὶ τὸν ὦμον ἐκτείνων τῶν βοῶν, ὡς ἂν πρόθυμος γένηται τῶν βοῶν ἡ ὁρμὴ ἑλκόντων τὸ ἔνδρυον, ἀπὸ μέρους τὸ ὅλον ἄροτρον. Τὸ γὰρ ἔλυμα ἔνδρυον εἶπεν, ὅρπηκα δὲ λέγει τὸ βούκεντρον· τὸν δρύϊνόν φησι πασσαλίσκον ἑλκέτω ὁ μέσος τῶν βοῶν λῶρος.
ΕΥΧΕΣΘΑΙ ΔΕ ΔΙΙ ΧΘΟΝΙΩι. Ἀρχόμενος δὲ τὰ πρῶτα τοῦ ἀρότου καὶ τοῦ ἀροτριασμοῦ, ὅταν λαβὼν τὸ ἄκρον τῆς ἐχέτλης καὶ τοῦ κρατήματος τοῦ ἀρότρου, ἵκηαι καὶ πέμψῃς τὸν ὅρπηκα καὶ τὸ βούκεντρον ἐπὶ τὸ νῶτον τῶν βοῶν, ἤγουν ὅταν ἀρχόμενος ἀροτριᾷν, κεντήσῃς τοὺς βόας, εὔχου τῇ χθονίῳ καὶ γηΐνῃ εἱμαρμένῃ, καὶ τῇ Δημήτερι τῇ ἁγνῇ καὶ καθαρᾷ, ἐκπληρέστατον βρίθειν καὶ βαρύνεσθαι τὸν ἀκτὴν καὶ τὸ δώρημα τῆς Δήμητρος, ἤγουν τὸν στάχυν. Ἡ Δημήτηρ γὰρ καὶ ὁ Διόνυσος Αἰγύπτου βασιλεῖς ὄντες γεωργίαν καὶ φυτουργίαν ἐδίδαξαν. Ζεὺς δὲ χθόνιος ἐνταῦθα ἡ εἱμαρμένη, ἤτοι ἡ τὰ περὶ τὴν γῆν ἐποπτεύουσα δύναμις.
ΕΥΧΕΣΘΑΙ. Ἤγουν εὔχου εὐτυχίαν γενέσθαι τῆς γῆς, καὶ ἁδροτάτους τοὺς στάχυας.
ΕΥΧΕΣΘΑΙ ΔΕ ΔΙΙ ΧΘΟΝΙΩι. Εὔχου δὲ τῷ Διῒ τῷ χθονίῳ, — ζήτει τὴν αἰτίαν ἐν τῷ Πρόκλῳ, διʼ ἣν Χθόνιον αὐτὸν λέγει — καὶ τῇ Δήμητρι τῇ ἁγνῇ, τελεσφορηθεῖσαν βαρεῖσθαι τῇ μεστότητι τὴν ἱερὰν ἀκτὴν τῆς Δήμητρος, ἤγουν τὸ ἐξαίρετον δώρημα, ἀρχόμενος πρῶτον τοῦ ἀροτριᾷν, λέγω ὅταν λαβὼν τῇ χειρὶ τὸ ἄκρον τῆς ἐχέτλης τὸ βούκεντρον ἐκτείνῃς ἐπὶ τὸ νῶτον τῶν βοῶν, διὰ τοῦ μεσάβου, ἤγουν τοῦ λώρου τοῦ παρὰ τῷ ζυγῷ ᾧ προσδέδεται ὁ ἱστοβοεὺς, ἑλκόντων τὸ ἔνδρυον, ἤγουν αὐτὸν τὸν ἱστοβοέα· ἀπὸ μέρους δὲ ὅλον λέγει τὸ ἄροτρον· ὁ δὲ μικρὸς δοῦλος ὄπισθεν ἐρχόμενος ἀροῦντός σου, κρατῶν μακέλην, τὸ παρὰ τοῖς κοινοῖς τζαπίον, ὀδύνην τοῖς ὄρνισι ποιείτω κατακρύπτων τὸ σπέρμα, ἵνα μὴ εὐπετῶς αὐτὸ οἱ ὄρνιθες ἀναλέγωσιν ἐπὶ γῆς ἐῤῥιμμένον. Τὸ καλῶς γὰρ διατιθέναι τὰ ἔργα καὶ ἁρμοδίως, ἄριστον τοῖς θνητοῖς ἀνθρώποις· τὸ κακῶς δὲ διατιθέναι, κάκιστον. Οὕτως ποιοῦντός σου, οἱ στάχυες ἂν νεύοιεν εἰς τὴν γῆν τῇ μεστότητι βαρούμενοι, εἰ τέλος ἀγαθὸν αὐτὸς ὁ Ὀλύμπιος ὕστερον παρέχοι. Ἐκ τῶν ἀγγείων δὲ ἐλάσειας τὰ ἀράχνια, ἤγουν τὰ ὑφάσματα τῶν ἀραχνῶν, ἐπὶ τῷ ἐπιθησαυρίσαι τοὺς καρπούς. Καί σε ἐλπίζω τερφθήσεσθαι τῶν πρὸς ζωὴν ἐπιτηδείων ἐρευγόμενον ἔνδον ὄντων· Ἀττικῶς, ὡς τὸ ἔφαγε τοῦ ἄρτου· ἀπὸ δὲ τῆς ἐρυγῆς, τὴν ἀφθονίαν τοῦ πλούτου ἐδήλωσε, κατὰ μεταφορὰν ἀπὸ τοῦ στομάχου, ὃς ὅταν πολλῶν βρωμάτων πλησθῇ, τὰς ἐρυγὰς ἐργάζεται.
ἙΛΚΟΝΤΩΝ ΜΕΣΑΒΩΝ. Τὰ μέσσαβα τῶν μεσσάβων· λέγονται δὲ αἱ τοῦ ζυγοῦ γλυφαί· καὶ ὁ Καλλίμαχος, Μέσσαβα βοῦς ὑποδύς. Ἑλκόντων τῶν βοῶν τὸ ἔνδρυον τῶν μεσσάβων, τὸν ζυγὸν ἐν ᾧ αἱ γλυφαὶ, ἔνθα οἱ αὐχένες τῶν βοῶν δέδενται. Μεσάβων· ὁ πρὸς τὸν ζυγὸν πλατὺς ἱμᾶς, ὃς εἰς τὴν ξυλίνην κέρκην ἐντίθεται, ἥτις ἔνδρυον καλεῖται, παρʼ ὅσον ξύλινον ἢ χλωρὸν, ἢ ὅτι πᾶν ξύλον δρῦς, καὶ μέσα τοίνυν τὰ ὑνία, τὰ μεταξὺ τῶν βοῶν προσδεδεμένα τῷ ἀρότρῳ, ἢ τὸν ζυγὸν, ἢ τὸν ἱστοβοέα.
Ὁ ΔΕ ΤΥΤΘΟΣ ΟΠΙΣΘΕΝ. Τῷ μὲν δεσπότῃ τὸ ἀροῦν καὶ τὸ βοωτεῖν ἀποδέδωκε, τῷ δὲ οἰκέτῃ τὸ ἐπισκάλλειν καὶ κατακρύπτειν τὸν σπειρόμενον καρπὸν, ἵνα μὴ εὐπετῶς αὐτὸν αἱ ὄρνιθες ἀναλέγωσιν ἐπὶ τῆς γῆς ἐῤῥιμμένον, ἀλλʼ ὑπὸ τῆς ἐπιφερομένης γῆς ὑπὸ τοῦ δμωὸς ἀποκρύπτηται περιστρεφόμενος· οἷς εἰκότως ἐπήγαγε, καθόλου γὰρ παντὸς ἔργου τὴν μὲν εὐθημοσύνην ἀρίστην εἶναι, τὴν δὲ κακοθημοσύνην κακίστην· δεῖ γὰρ ἕκαστον εὖ διατιθέναι, καὶ μὴ κακῶς ἀλλὰ καλῶς· ἐν παντὶ γὰρ ἔργῳ τὸ εὖ ἔστι καὶ τὸ κακῶς. Διὸ καὶ ἐν τῷ σπείρειν δεῖ τὸ εὖ ἐπιζητεῖν, τοῦτο δὲ, ἐν τῷ σπείροντα φροντίζειν, καὶ μὴ τὰ σπέρματα ταῖς ὄρνισιν ἐκκείμενα ποιήσωμεν. Εὐθημοσύνη, ἐπιμέλεια καὶ ἐργασία.
ΕΝΔΡΥΟΝ ἙΛΚΟΝΤΩΝ. Ἔνρυόν ἐστιν, ὃ καὶ ἱστοβοεὺς καὶ ῥυμὸς καλεῖται. Μέσαβοι δὲ οἱ λῶροι, οἱ μέσοι ὄντες τοῦ ζυγοῦ, καὶ συνδέοντες τὸν ῥυμὸν τῷ ζυγῷ. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· εὔχου τῇ χθονίῳ εἱμαρμένῃ, ὅταν ἄρξῃ ἀροτριᾷν, καὶ οἱ λῶροι τοῦ ζυγοῦ ἕλκωσι τὸν ῥυμὸν, δηλονότι τῶν βοῶν κινουμένων· ὁ δὲ τυτθὸς δοῦλος, ὁ μικρὸς δοῦλος, σου ἀροτριῶντος ὄπιθεν ἐπιπορευόμενος, καὶ μάκελλαν ἔχων, λυπείτω τοὺς περὶ τὴν σὴν ἄρουραν περιπετασθησομένους ὄρνις, συγχωννύων καὶ συγκρύπτων τὸ τοῦ σπόρου φαινόμενον. Τυτθὸς, ὁ μικρός· ἀπὸ τοῦ τιτθὸς, ὁ μαστός· καὶ τροπῇ τοῦ διχρόνου εἰς δίχρονον, τυτθὸς ὁ μικρός.
ΕΥΘΗΜΟΣΥΝΗ ΓΑΡ ΑΡΙΣΤΗ. Τὸ καλῶς διατίθεσθαι καὶ οἰκονομεῖν τινὰ τὰ ἑαυτοῦ, καλὸν, τοὐναντίον δὲ φαῦλον.
ὩΔΕ ΚΕΝ ἉΔΡΟΣΥΝΗι. Εἰ καὶ τὰ παρʼ ἡμῖν γίγνοιντο πάντα καὶ εὐξαμένοις ἐπακολουθήσει καὶ τὰ παρὰ τοῦ Διὸς, οἱ στάχυες ἁδροὶ γεννήσονται· τοιοῦτοι δὲ γενόμενοι νεύσουσιν ἔραζε, ὡς εἰώθασιν πλήρεις ὄντες καὶ ἐμβριθεῖς. Τὸ γὰρ πλῆρες βαρύνον τὸν στάχυν νεύειν ποιεῖ, ὁ δὲ ἀσθενὴς ὀρθὸς μένει διὰ κουφότητα. Δεῖ δὲ ἐφιστάνειν ὃν ἐκάλεσεν Δία Χθόνιον, Ὀλύμπιον πάλιν εἶπεν, ἐνδεικνύμενος ὅτι πανταχοῦ ὁ Ζεὺς, ἀλλʼ ἄνω μὲν Ὀλύμπιος, κάτω δὲ Χθόνιος· καὶ ἐπειδὴ τελειοῖ τοὺς ἐν τῇ γῇ καρποὺς καὶ τὰς τοῦ οὐρανοῦ κινήσεις ὄμβρους πέμπων, ἅμα καὶ Ὀλύμπιον αὐτὸν ὑμνητέον καὶ Χθόνιον, διὰ μὲν τὸ ἀφʼ οὗ ἡ τελείωσις, Ὀλύμπιον, διὰ δὲ τὸ ἐν ᾧ, Χθόνιον. ΑΛΛΩΣ. Οὕτως, φησὶ, ποιοῦντός σου, τῇ ἁδροσύνῃ τῶν γεννημάτων ἐπὶ τὴν γῆν οἱ στάχυες νεύσουσιν, εἰ συνευδοκήσει τῇ σπουδῇ σου καὶ ὁ λεχθεὶς χθόνιος Ζεὺς, ἤτοι ὁ Πλούτων.
ἉΔΡΟΣΥΝΗι. Τουτέστι τῷ βάρει καὶ τῇ πυκνότητι, ἁδρὸς γὰρ ὁ πολύς.
ὩΔΕ ΚΕΝ ἉΔΡΟΣΥΝΗι. Οὕτως καλλίστως τὰ περὶ τὸ ἄροτρον καὶ τὸν σπόρον σοῦ διατιθεμένου, ἐν τῇ ἁδρότητι καὶ τῷ βάρει οἱ στάχυες πρὸς τὴν ἔραν ἤγουν τὴν γῆν, ἐπικλίνοιντο, τουτέστι πλήρεις καὶ εὐθαλεῖς ἔσοιντο.
ΕΙ ΤΕΛΟΣ. Ἐὰν ὁ Ζεὺς, ἤτοι ἡ Εἱμαρμένη, ὕστερον τέλος ἀγαθὸν δοίη. Πολλοὶ μὲν γὰρ δεόντως ἀροτριῶσι, καὶ σπείρουσιν, ἐναντίας δὲ τῆς Εἱμαρμένης φανείσης ἀτελεσφόρητα καρπούμενοι φαίνονται.
ΕΙ ΤΕΛΟΣ ΑΥΤΟΣ ΟΠΙΣΘΕΝ. Κατὰ μὲν τὴν κίνησιν ἡμῶν, τὸ μὲν παρεληλυθὸς καὶ ἔστι καὶ λέγεται ὄπισθεν, τὸ δὲ μέλλον ἔμπροσθεν. Κατὰ δὲ τὴν τοῦ χρόνου κίνησιν τὸ ἀνάπαλιν, τὸ μὲν παρεληλυθὸς καὶ ἔστι καὶ λέγεται ἔμπροσθεν, τὸ δὲ μέλλον ὄπισθεν, καθʼ ὃ σημαινόμενον ἐνταῦθα τὸ ὄπισθεν λέγεται.
ΚΑΙ ΣΕ ΕΟΛΠΑ. Ἐκ πόνων, φησὶν, ἕξεις καρποὺς, καὶ ἐκ τῶν ἀγγείων, ἐν οἷς δεῖ τούτους ἀποθησαυρίζειν, ἐλάσεις τὰ ἀράχνια· ἐν τοῖς γὰρ κενοῖς ὑφαίνουσιν αἱ ἀράχναι. Διάξεις οὖν λιπαρῶς, καὶ τὸ ἔαρ ὄψει ἱλαρὸν, οὐδὲ πρὸς ἄλλον ἀποβλέψεις· τὸ γὰρ ΑΥΓΑΣΕΑΙ τοῦτο σημαίνει. Τοὐναντίον δὲ, εἰς σὲ βλέψει τις, ὡς ἐπικουρίας δεόμενος. Εὖ δὲ καὶ τὸ μέχρι τοῦ ἔαρος εὔθυμον διάγειν τὸν ἐπιμελούμενον τῆς γῆς, ὅτε τοὺς πολλοὺς εἰώθασιν ἀπολείπειν οἱ θερισθέντες καρποί. Πολιὸν δὲ τὸ ἔαρ οὗτος εἶπεν, ὡς ἄλλοι λευκὸν, διὰ τὴν ἐπʼ αὐτῷ ἡδονὴν, ὅτι μὴ στυγνὸν καὶ κατηφὲς, ἀλλʼ ἱλαρὸν, διὰ τὴν μέχρις αὐτοῦ τῶν καρπῶν εὐπορίαν, ἀφθόνων ἐκ τῆς ἐπιμελείας γεγονότων. Τὸ δὲ ΕΥΟΧΘΕΩΝ σημαίνει οὐχὶ ἀχθόμενος ἀλλʼ εὖ ἔχων, ἀντὶ ὀχθεῖν καὶ οἷον εὐωχούμενος, κατὰ παράθεσιν ἑνὸς γράμματος, εὐοχθέων γενόμενος. ΑΛΛΩΣ. Εὐεκτῶν καὶ εὐθηνούμενος, καλοὺς σωροὺς τῶν καρπῶν ἔχων· ὄχθος γάρ ἐστιν ἡ σωρεία τοῦ χώματος.
ΕΚ Δʼ ΑΓΓΕΩΝ ΕΛΑΣΕΙΑΣ ΑΡΑΧΝΙΑ. Ἀράχνη ἐστὶ τὸ ζωΰφιον· ἀράχνιον δὲ τὸ παρʼ αὐτοῦ ὑφαινόμενον. Ὃ δέ φησι, τοιοῦτόν ἐστι· Εἰ καλῶς ἀροτριάσεις καὶ σπείρεις, ἁδροὺς ἕξεις στάχυας. Ἐκ δὲ τῶν σιτοφόρων σου κιβωτίων τῶν μέχρι τότε κενῶν ἑστηκότων καὶ διὰ τοῦτο ἀραχνιώντων ἐξελάσειας τὰ ἀράχνια, καὶ ἐμπλήσεις δηλονότι ταῦτα τοῦ σίτου· καί σε νομίζω χαρῆναι ἐρεύμενον καὶ μεταλαμβάνοντα τοῦ βιότοιο καὶ τῆς ζωῆς, τοῦ ἐκ τῆς ἔρας καὶ τῆς γῆς ἔνδον ἀποκειμένου.
ΕΥΟΧΘΕΩΝ. Χαίρων, πληθύων τῆς ὀχῆς· ὀχὴ δὲ, ἡ τροφή. Εἴρηται οὖν κατὰ πλεονασμὸν τοῦ θʹ, ἢ ἐπειδὴ ὄχθος λέγεται ὁ κόπος. Εὐοχθέων, τουτέστιν, οὐ κεκοπιακὼς, ὡς τὸ, κάματον εὐκάματον παρʼ Εὐριπίδῃ. Εἰς τὸ ἔαρ, φησὶν, ἥξεις, ἔχων τοὺς καρποὺς καὶ τῶν πόνων τὰς ἀμοιβάς.
ΕΥΟΧΕΩΝ ΔΕ. Καὶ ἐπʼ ἐλπίσι τρεφόμενος καλαῖς καὶ εὐοχούμενος παραγενήσῃ μέχρι τοῦ λαμπροῦ ἔαρος. Οὐδὲ πρὸς ἄλλους αὐγάσῃ καὶ ἀποβλέψεις, τροφῶν ἕνεκα. Μᾶλλον δὲ ἕτεροί σου δεηθήσονται. ΕΥΟΧΕΩΝ μὴ γράψῃς, μὴ δʼ ἹΞΕΑΙ. Ἐσφαλμένον γὰρ οὕτω τὸ ἔπος εὑρίσκεται.
ΕΥΟΧΘΕΩΝ δὲ, ἤγουν εὖ ἔχων, ἀφίξῃ εἰς πολιὸν ἔαρ, ὃ δοκεῖ οὕτως εἰρῆσθαι, διὰ τὸ λευκὸν τῶν ἐν αὐτῷ ἀνθέων.
ΟΥΔΕ ΠΡΟΣ ΑΛΛΟΥΣ ΑΥΓΑΣΗι. Ἤγουν ἐπιβλέψεις ἐπικουρίας δεόμενος· σοῦ δὲ ἄλλος ἀνὴρ ἔσται δεόμενος. ἹΕΡΟΝ ΑΚΤΗΝ ἀντὶ τοῦ ἱερὰν, ὡς χάλκεον ὄπα ἀντὶ τοῦ χαλκῆν.
ΕΙ ΔΕ ΚΕΝ ΗΕΛΙΟΙΟ ΤΡΟΠΑΙΣ. Διὰ τούτων διδάσκει συντόμως, ὅτι οἱ περὶ τὰς τροπὰς τὰς χειμερινὰς ἢ μετὰ τὰς τροπὰς σπείροντες ὀλίγον ἕξουσι θέρος, καὶ τὴν ὀλιγότητα ποιητικῶς ἀπὸ τῶν παρεπομένων δηλοῖ, καὶ οὐδὲν θαυμαστὸν, ὅπου καὶ ὁ χρησμὸς ἀπορίαν ἁπλῶς τῶν καρπῶν εἶπε, Καὶ θέρος ἀδρέπανον θήσει καὶ ἄβοτρυν ὀπώρην. Οὕτως οὖν καὶ τὰ τοῦ Ἡσιόδου πολλὴν ἔμφασιν ἔχει τῆς ἀκαρπίας. Ὁ μὲν γὰρ καθήμενος ἐν τῷ θερίζειν καὶ ὀλίγον τῇ χειρὶ πλῆθος ἀσταχύων περιλαμβάνων τὸ ἄναυξες αὐτῶν ἅμα δηλοῖ, διὸ καθήμενος θερίζει· καὶ τὸ ἀραιὸν, διὸ ὀλίγους περιλαμβάνει· ὁ δὲ ἀντία δεσμεύων τὴν κολοβότητα καὶ σμικρότητα, ἀντιβάλλοντες γὰρ αὐτοὺς καὶ ἀλλήλοις ἐναντίως τιθέντες δεσμεύουσιν. Ὁ δὲ κεκονιμένος, τὴν ψιλότητα τοῦ πεδίου, καὶ τὸ μὴ συνεσκιᾶσθαι αὐτὸ ὑπὸ τῶν ἀσταχύων. Ὁ δὲ φέρων οὐκ ἐφʼ ἁμάξης αὐτοὺς ἀλλʼ ἐν φορμῷ, καὶ λανθάνων τοὺς πολλοὺς ὅτι φέρει, πάλιν τὴν ὀλιγότητα, διʼ ὧν πάντων δηλοῖ προσήκοντας εἶναι τῇ ἀκαιρίᾳ τῆς σπορᾶς τοὺς θερισμούς.
ΕΙ ΔΕ ΚΕΝ ΗΕΛΙΟΙΟ ΤΡΟΠΑΙΣ. Ὑποθέμενος διὰ τῶν προτέρων ἐπῶν τῷ Πέρσῃ τὸν οἰκεῖον καὶ πρέποντα τοῦ σπόρου καιρὸν, νῦν διδάσκει καὶ τὸν ἀπᾴδοντα, ὅπως τοῦτον ἐκφεύγῃ. Ἔστι δὲ οὗτος ὁ περὶ χειμερινὴν τροπήν. Λεκτέον δὲ καὶ περὶ τῶν τοῦ ἡλίου τούτων τροπῶν. Τέσσαρας τροπὰς ἑκάστῳ ἐνιαυτῷ ποιεῖται ὁ ἥλιος· ἐαρινὴν, θερινὴν, φθινοπωρινὴν, καὶ χειμερινήν. Τινὲς δὲ τὴν μὲν ἐαρινὴν καὶ φθινοπωρινὴν, ἰσημερίας καλοῦσιν, οὐ τροπὰς, τὴν δὲ θερινὴν καὶ χειμερινὴν, μόνας τροπάς. Ἕτεροι δέ τινες, οἵ τινές εἰσιν οἱ φιλόσοφοι, θέλοντες λαβρηγορεῖν καὶ κομπάζειν κἂν τοῖς μαθήμασι οἷς οὐχ ὡμίλησαν, τὰ παρὰ τοῖς ἀστρολόγοις ταῦτα τέσσαρα τεταρτημόρια τοῦ ἐνιαυτοῦ, ἃ καὶ τετράγωνα τοῦ ζωδιακοῦ κύκλου καλοῦνται, κύκλους κατωνόμασαν τέσσαρας· ἰσημερινὸν, θερινὸν τροπικὸν, ἀρκτικὸν βόρειον καὶ χειμερινὸν τροπικόν. Τὸν δὲ καλούμενον γαλαξίαν, πέμπτον κύκλον ὠνόμασαν, ἀνταρκτικὸν καὶ κεκαυμένον καὶ νότιον. Ἀλλὰ τὰ πολλὰ ἐάσαντες, λέξωμεν ὁπόσων ἡμερῶν ἐστὶ τὸ τοῦ ἐνιαυτοῦ τεταρτημόριον ἕκαστον, ἰσημερινῶν τε καὶ τῶν ἀμφοτέρων τροπῶν. Ἀπὸ Ὀϊστοῦ δύσεως, καὶ Ἵππου ἀνατολῆς, μέχρι Πλειάδων ἀνατολῆς, ἡμερῶν πε. Ἤγουν ἀπὸ Κριοῦ μοίρας ὀγδόης, μέχρι Καρκίνου μοίρας ἑβδόμης, ἰσημερία ἐαρινή. Ἀπὸ Πλειάδων ἐπιτολῆς, ἤτοι Καρκίνου μοίρας ὀγδόης, ἕως Ἀρκτούρου ἐπιφανείας, καὶ Αἰγοκέρου ἀνατολῆς, θερινὴ τροπὴ ἡμερῶν ρκδ. ἀπὸ Ἀρκτούρου ἐπιφανείας, καὶ Αἰγοκέρου ἐπιτολῆς, εἰς Πλειάδων καὶ Ὠρίωνος δύσιν, ἰσημερία φθινοπωρινὴ, ἡμερῶν νϛ ἀπὸ Πλειάδων καὶ Ὠρίωνος δύσεως εἰς Ὀϊστοῦ δύσιν, καὶ Ἵππου ἀνατολὴν, τροπὴ χειμερινὴ ἡμερῶν ἑκατόν. Οὕτως ἔχουσιν ἀκριβῶς αἱ τροπαὶ καὶ ἰσημερίαι κατὰ τοὺς μαθηματικούς.
ΕΙ ΔΕ ΚΕΝ ΗΕΛΙΟΙΟ ΤΡΟΠΑΙΣ. Εἰ δὲ κατὰ τὴν χειμέριον τροπὴν ἀρόσεις, θερίσεις καθήμενος· διὰ τὸ μὴ ἀναφῦναι δηλονότι τὸν στάχυν ἐν ταῖς ἀρούραις σου, ἁρμοδίῳ τῷ κόπῳ σου καὶ τῇ περιπολεύσει, διὰ τὴν συνέχειαν καὶ τὸ πλῆθος θερίζεσθαι· ἀλλὰ κομιδῆ ὀλίγον καὶ ἀραιὸν, ὃν διὰ τὸ ὀλίγον εἶναι καθήμενος θερίσεις, καὶ ἐν φορμῷ καὶ σάκκῳ, ἢ κοφίνῳ ἀποκομίσεις· διὰ δὲ τὸ ἀραιὸν εἶναι, κόνεως πλησθήσῃ.
ΕΙ ΔΕ ΚΕΝ ΗΕΛΙΟΙΟ ΤΡΟΠΑΙΣ. Ἐὰν δὲ κατὰ τὰς τροπὰς τοῦ ἡλίου, τὰς χειμερινὰς δηλονότι, ἀροτριᾷς τὴν χθόνα τὴν δῖαν, ἤγουν τὴν θείαν, καθήμενος θερίσεις, διὰ τὸ μὴ ἀξιολόγως ηὐξῆσθαι τὰ σπέρματα, ὀλίγον διὰ τῆς χειρὸς εἴργων, ἤγουν περιλαμβάνων, διὰ τὸ ἀραιόν·
ἩΜΕΝΟΣ ΑΜΗΣΕΙΣ. Κατέχων τὰ δράγματα μὴ χειρὶ πεπληρωμένῃ, ἀλλὰ κενῇ χειρὶ τὸ λεγόμενον, καὶ περὶ ὀλίγον τόπον αὐτῆς συσφίγγων τὰ δράγματα, διὰ σμικρότητα.
ΟΛΙΓΟΝ ΠΕΡΙ ΧΕΙΡΟΣ ΕΕΡΓΩΝ. Μικρὸν χειρόβολον τῶν σταχύων περὶ τῇ σῇ χειρὶ κρατῶν. Τὸ δὲ ΕΕΡΓΩΝ, Ἀττικῶς δασύνεται, κοινῶς δὲ ψιλοῦται. Πᾶσαι γὰρ αἱ ἐπαυξήσεις τὰ τῶν πρωτοτύπων φωνηέντων πνεύματα φυλάττουσιν· ὁρῶ ἑώρων, εἴργω ἑέργω, καὶ τὰ ὅμοια. Ἐπεὶ δὲ τὸ εἵργω, καθὼς ἔφην, διφορεῖται, καὶ τὸ ἑέργω ὁμοίως.
ΑΝΤΙΑ ΔΕΣΜΕΥΩΝ. Διὰ τὸ μικροὺς, καὶ κολοβοὺς εἶναι τοὺς στάχυς, καὶ μὴ δύνασθαι διὰ τοῦτο δεσμευθῆναι ἀντιστρέφων αὐτῶν τὰς ῥίζας καὶ δεσμῶν, ὥστε ἑκατέρωθεν εἶναι τοῦ δεσμήματος τῶν σταχύων τὰς κορυφὰς διὰ τὴν ῥηθεῖσαν κολοβότητα.
ΚΕΚΟΝΙΜΕΝΟΣ. Κεκονιάμενος, κόνεως πλήρης, διὰ τὸ ἀραιὸν τοῦ χωρίου.
ΟΥ ΜΑΛΑ ΧΑΙΡΩΝ. Ἀλλὰ δηλονότι λυπούμενος.
ΑΝΤΙΑ ΔΕΣΜΕΥΩΝ. Διὰ τὴν κολοβότητα καὶ σμικρότητα· ὅτε γὰρ τοιοῦτοι οἱ ἀστάχυς, ἀντιβάλλοντες αὐτοὺς καὶ ἀλλήλοις ἐναντίως τιθέντες, δεσμεύουσιν.
ΚΕΚΟΝΙΜΕΝΟΣ. Ἤγουν κονιορτοῦ πληρούμενος· διὰ τὸ ἀραιὸν αὐτῶν οὐ σκιαζομένου τοῦ τόπου, ἀλλʼ ὑπὸ τῶν τοῦ ἡλίου ἀκτίνων ἐξικμαζομένου, καὶ διὰ τοῦτο κονιορτὸν ἐμποιοῦντος.
ΟΥ ΜΑΛΑ ΧΑΙΡΩΝ. Ἀντὶ τοῦ κατὰ πολὺ δηλονότι ἀνιώμενος· οἴσεις δὲ ἐν καλαθίσκῳ καὶ οὐκ ἐφʼ ἁμάξης, διὰ τὴν ὀλιγότητα.
ΟΙΣΕΙΣ Δʼ ΕΝ ΦΟΡΜΩι. Ἀποκομίσεις δέ σου τὸ θέρος ἐν σάκκῳ καὶ κοφίνῳ. Παῦροι δὲ καὶ ὀλίγοι σε θαυμάσουσιν, ἀντὶ τοῦ οὐδείς. Μᾶλλον δὲ καὶ γελάσουσιν, ἢ ἐλεήσουσιν.
ΠΑΥΡΟΙ ΔΕ ΣΕ ΘΗΗΣΟΝΤΑΙ. Ὀλίγοι δέ σε θαυμάσονται, ἀντὶ τοῦ οὐδείς σε θαυμάσεται.
ΘΗΗΣΟΝΤΑΙ, Θεάομαι θεῶμαι τὸ βλέπω, ἐπὶ δευτέρας συζυγίας τῶν περισπωμένων· θεόω θεῶ ἐπὶ τρίτης, τὸ θεότητος μεταδίδωμι· καὶ ἀμφότερα παρὰ τοῖς κοινοῖς ἐν χρήσει· θεέομαι θεοῦμαι ἐπὶ πρώτης, τὸ θαυμάζω, παρὰ τοῖς ποιηταῖς ἐν χρήσει, καὶ οὐδέποτε παρὰ τοῖς κοινοῖς, οὗ τὸ εʹ καὶ τὸ οʹ εἰς τὴν ευ δίφθογγον αὐτοὶ κιρνῶσι· τὸ δὲ ε εἰς η τρέπουσι, καὶ ποιοῦσιν αὐτὸ θηεῦμαι, οὗ τὸ τρίτον θηεῖται· ὁ μέλλων θηήσομαι, οὗ τὸ τρίτον τῶν πληθυντικῶν, θηήσονται, ὁ ἀόριστος ἐθηησάμην. Ἀργαλέος, φησὶν, ὁ τοῦ Διὸς νοῦς τοῖς ἀνθρώποις κατανοῆσαι, ταυτὸ λέγων, ὥσπερ εἰ ἔλεγε τὸν τοῦ Διὸς νοῦν πολλὰ ἂν κάμοιεν ἄνθρωποι κατανοῆσαι ζητοῦντες, καὶ ὅμως οὐ κατανοήσουσιν· ἀργαλέος γὰρ ἀπὸ τοῦ ἄλγος· ἄλγος δὲ καὶ πόνος καὶ κάματος, σχεδὸν τὸ αὐτό. ΑΛΛΟΤΕ ΑΛΛΟΙΟΣ ἐστὶν ὁ νοῦς τοῦ Διὸς τοῦ αἰγιόχου, καὶ ἀποβαίη ἂν δηλονότι τὸ πρᾶγμα καὶ ἄλλως ἢ ἐγὼ λέγω, μετατιθέντος αὐτοῦ τὰς τάξεις τῶν πραγμάτων ἐστὶν ὅτε διʼ αἰτίας τινὰς ἀδήλους, τοῦτο δὲ σπάνιον, καὶ οὐδεὶς οἶδεν ὁπότε γενήσεται· ἀργαλέος γὰρ, ἤγουν χαλεπὸς, δύσκολος, ἐστὶν αὐτὸς ὁ τοῦ Διὸς νοῦς τοῖς ἀνθρώποις τοῖς θνητοῖς, εἰς τὸ κατανοῆσαι αὐτόν. Διὸ δεῖ ἡμᾶς τὰ ἐφʼ ἡμῖν μὴ παραλείπειν οὐκ εἰδότας τὸν τοῦ Διὸς νοῦν. Ἐὰν δὲ ὀψὲ τοῦ χρόνου ἀρόσῃς, ἤγουν βραδέως, καὶ μετὰ τὸν προσήκοντα καιρὸν, τόδε ἂν εἴη σοι φάρμακον, τουτέστι βοήθημα.
ΑΛΛΟΤΕ Δʼ ΑΛΛΟΙΟΣ ΖΗΝΟΣ. Ἕως τοῦ, ΘΝΗΤΟΙΣΙ ΝΟΗΣΑΙ. Τοῦτο οὐ μάτην προσέθηκεν· ἀλλʼ ἐπειδὴ καὶ τοῖς μὴ παριδοῦσι τὸν καιρὸν ἀπορεῖν ἔσθʼ ὅτε συμβαίνει, καὶ τοῖς παριδοῦσιν ἐκ τοῦ παραλόγου θερίζειν καρποὺς ἀφθόνους, πᾶν τὸ τοιοῦτον ἔργον εἶναι φησὶ τοῦ Διὸς, διʼ ἄλλας αἰτίας ἀδήλους ἡμῖν ταῦτα ποιοῦντος. Οὐκ εἰδότες οὖν οἱ ἄνθρωποι τὶς ὁ νοῦς τοῦ Διὸς, ὀφείλομεν τὰ ἐφʼ ἡμῖν μὴ παραλείπειν.
ΖΗΝΟΣ ΝΟΟΣ. Περιφραστικῶς ἡ Εἱμαρμένη. ΑΙΓΙΟΧΟΣ δὲ, ὡς καταιγίζουσα καὶ κατακλύζουσα οἷς ἐναντιωθῇ.
ΑΡΓΑΛΕΟΣ. Δυσχερὴς κατανοηθῆναι θνητοῖς ἀνθρώποις. Τοῦτο δὲ εἶπεν, ὅτι ὕστερον ἀροτριῶντές τινες, εὐτυχέστερον θέρος καρποῦνται τῶν ἀροτριασάντων εὐκαίρως.
ΕΙ ΔΕ ΚΕΝ ΟΨʼ ΑΡΟΣΗιΣ. Τί ἂν γίνοιτο βοήθημα τῷ ὀψὲ τοῦ καιροῦ ἀρόσαντι, διὰ τούτων λέγει· καὶ ὅτι δεῖ ὕδωρ ἐκ Διὸς γενέσθαι μεσοῦντος ἤδη ἔαρος, ἡνίκα ὁ κόκκυξ ᾄδειν ἄρχεται καὶ τέρπειν, οὐχ ὡς ἡδύφωνος — οὐ γάρ ἐστιν — ἀλλʼ ὡς μηνύων τὸ ἔαρ ἤδη πλατὺ εἶναι. Τότε ἂν εἰ γένοιτο ὑετὸς, ὥστε εἰς τρίτην ἡμέραν μήτε ὑπερβάλλειν τῷ πλήθει βοὸς ὁπλὴν, μήτε ἀπολείπειν, ἀλλὰ βρέχειν ὅλην, ἔσται βοήθημα τῷ ὀψαρότῃ, καὶ σχοίη ἂν καρποὺς ἐφαμίλλους τῷ πρωταρότῃ. Τὴν μὲν οὖν ὁπλὴν ἐπὶ βοὸς ῥηθεῖσαν οὐκ οὖσαν τῶν μονονύχων, συγγνώμης ἀξιωτέον. Διότι δὲ σημεῖον ἐξεῦρεν ἱκανὸν ἀρκοῦντος ὄμβρου τοῖς περὶ ἄροτρα καὶ βοῦς ἀσχολουμένοις, ἐπαινετέον. Ὅτι δὲ ὁ τοιοῦτος ὄμβρος χρήσιμος, πιστοῦται ἀπὸ τοῦ τὴν Σικελίαν εὐκαρπεῖν πολλοὺς δεχομένην ἐαρινοὺς ὄμβρους, καὶ ἀπὸ τοῦ προσηνὲς εἶναι τὸ ὕδωρ τότε τῇ γῇ ὑποθερμαινόμενον, καὶ νηπίοις οὖσι τοῖς καρποῖς συμφέρον· καὶ ἀπὸ τοῦ τινὰς καὶ ἐν ἰσημερίᾳ σπείραντας ἐαρινῇ, Μαρτίου μηνὸς κα, πολλοὺς θερίσαι καρπούς· καὶ γὰρ ὁ τριμηνιαῖος λεγόμενος πυρὸς ὑπὸ τοιούτων ὄμβρων ἐκτρέφεσθαι ἔοικε τῷ ἐαρινῷ. ΑΛΛΩΣ. ΕΙ ΔΕ ΚΕΝ ΟΨʼ ΑΡΟΣΗιΣ. Εἰ δὲ συμβῇ σοι βραδύνειν, φησὶ, τοῦτό σοι ἔσται σημεῖον, ἐὰν ἐπὶ τῷ σπόρῳ σου τῷ ἐαρινῷ ἐπιβρέξῃ ἡμέρας τρεῖς τοσοῦτον, ὥστε συστῆναι τὸ ὕδωρ τῇ γῇ μέχρι τοῦ σκεπάσαι τὸ ἴχνος τοῦ βοὸς, μήτε ὑπεράνω, μήθʼ ὑπερκατωτέρω, τότε ἐρίσειαν τὰ ὀψίμως ἐσπαρμένα τοῖς πρωΐμοις.
ΕΙ ΔΕ ΚΕΝ ΟΨʼ ΑΡΟΣΕΙΣ. Εἰ δʼ ὕστερον ἀροτριάσεις, τοῦτό σοι βοήθημα ὑπαρχέτω, ἀροτριᾷν δηλονότι, ἡνίκα τὸ πρῶτον ὁ κόκκυξ ἐν ταῖς δρυσὶ καθήμενος φθέγγεται· εὐφραίνει δὲ τοὺς ἀνθρώπους, κατὰ τὴν ἀπείρονα καὶ σφαιροειδῆ γῆν, ὡς καταγγέλλων τὸ ἔαρ δηλονότι, καὶ οὐχ ὡς ἡδύφωνος· δύσφωνος γὰρ καὶ ἀπηχής· ἔστι δὲ — ὡς τινές. φασι, — ὅμοιος ἱέρακι.
ΗΜΟΣ ΚΟΚΚΥΞ ΚΟΚΚΥΖΕΙ. Ὁπηνίκα ὁ κόκκυξ κοκκύζει τὴν ἀρχὴν ἐν τοῖς φύλλοις τῆς δρυὸς, τέρπει δὲ τοὺς ἀνθρώπους κατὰ τὴν κυκλοτερῆ γῆν, οὐχ ὡς ἡδύφωνος, οὐ γάρ ἐστιν, ἀλλʼ ὡς μηνύων τὸ ἔαρ ἤδη πλατὺ εἶναι, τότε εἰ ὕοι ὁ Ζεὺς, ἤγουν ὑετὸν καταπέμποι, τρίτῳ ἤματι, ἀντὶ τοῦ μέχρι τρίτης ἡμέρας.
ΤΗΜΟΣ ΖΕΥΣ. Τότε ἂν ἡ εἱμαρμένη τρεῖς ἡμέρας δῶ ὄμβρον, ἢ ὁ οὐρανὸς, ὥστε χωννύεσθαι τὸν τοῦ βοὸς πόδα ἐν τῷ πηλῷ ἄχρι τῆς στεφάνης τῶν αὐτοῦ χηλῶν, ἃς ὁπλὰς νῦν καταχρηστικώτερον εἶπεν. Οὗτος ὁ ὀψὲ ἀρόσας, τὸ ἶσον φέρεται τοῦ πρώτου ἀροτριάσαντος.
ΜΗ Δʼ ΑΠΟΛΗΓΟΙ. Μήτε ὑπερβάλλων, ἤγουν καλύπτων τῷ πλήθει τοῦ ὄμβρου τὴν ὁπλὴν τοῦ βοὸς, ἀντὶ τοῦ τὴν χηλὴν, τουτέστι τὸ ἴχνος τῆς χηλῆς.
ΜΗΤʼ ΑΠΟΛΕΙΠΩΝ. Ἤγουν ἐλαττούμενος, κατωτέρω ἐρχόμενος· οὕτως ὁ ὀψὲ τοῦ χρόνου ἀρόσας τὸ ἴσον ἂν φέροιτο τῷ πρωταρότῃ, ἤγουν τῷ τὴν ἀρχὴν ἀρόσαντι. Ἐν τῷ σῷ δὲ λογισμῷ πάντα φύλαττε, μὴ δέ σε λανθανέτω μήτε ἔαρ γινόμενον πολιὸν, ἤγουν λευκὸν, — λέγεται δὲ οὕτω διὰ τὸ λευκὸν τῶν ἐν αὐτῷ ἀνθέων, ὡς εἴρηται, — μήτε ὁ τοῖς καιροῖς ἁρμόδιος ὄμβρος.
ΕΝ ΘΥΜΩι Δʼ ΕΥ ΠΑΝΤΑ. Δεῖ τοὺς καιροὺς παραφυλάττειν τὸν γεωργὸν, καθʼ οὓς ἀποδοτέον ἕκαστα τῶν ἔργων, καὶ τὰ ἐκ τοῦ Διὸς γινόμενα, οἷον ὄμβρους, αὐχμοὺς, ἀνέμους ψυχροὺς, ἢ θερμούς. Ταῦτα γὰρ συνεργεῖ τοῖς ἐκ τῆς γῆς, ἢ καὶ ἐμποδίζει πρὸς τὴν γένεσιν, ὧν οὐ δεῖ τῆς παραφυλακῆς ἀμελεῖν.
ΕΝ ΘΥΜΩι Δʼ ΕΥ ΠΑΝΤΑ ΦΥΛΑΣΣΕΟ, Ἀκρίβου δὲ πάντα, καὶ γίνωσκέ σου τῇ ψυχῇ τοὺς καιροὺς, ἔαρός τε λευκοῦ, καὶ ὄμβρου μετοπωρίνου.
ΠΑΡ Δʼ ΙΘΙ ΧΑΛΚΕΙΟΝ. Διὰ τούτων καὶ τῶν ἐφεξῆς παρακελεύεται, μὴ δʼ εἰ χειμέριος ἀὴρ εἴη, ἢ καὶ κρυμώδης, ἀμελεῖν τῶν ἔργων, ἀλλʼ ἀντιπράττεσθαι πρὸς αὐτὸν ἀόκνως· τὸν γὰρ δεόμενον τῶν ἔργων διὰ τὸ ἐξ αὐτῶν τρέφεσθαι, τὰς λέσχας καταλαμβάνειν ἄτοπον. Τότʼ οὖν δεῖ ἐπὶ ταύτας χωρεῖν, ὅταν πάντη κωλύῃ τῶν ἔργων τὸ κρύος. Ὅτι δὲ τοὺς ἀλεεινοὺς οἴκους οἱ πένητες κατελάμβανον, ἐν οἷς συγκαθήμενοι ἐν λαλιαῖς ἦσαν, δῆλον, καὶ ὅτι λέσχας ἐκάλουν τούτους, καὶ γὰρ ἐν Ἀθήναις ἦσαν τοιοῦτοι τόποι καὶ ὠνομάζοντο λέσχαι ἑξήκοντα καὶ τριακόσιαι· καὶ ὅτι ἐδρᾶτό τινα θέσμια περὶ αὐτοὺς, ἵνα οἱ λόγοι γίνωνται σὺν τοῖς συνιοῦσιν ἐπωφελεῖς· εἰώθεισαν δὲ καὶ ἐγκαθεύδειν τινὲς τοῖς χαλκείοις κρυμῶν ὄντων, καὶ ἐν τοῖς ἄλλοις ἐργαστηρίοις, ἐν οἷς ἐξάπτεται πῦρ. Τότε οὖν ἐν τούτοις ἀλεαίνεσθαι μόνον, ὅταν τὸ κρύος μὴ συμφέρῃ τοῖς ἔργοις· ὅταν δὲ καὶ ἐν κρύει ἀπαιτῇ τὰ ἔργα, παρατακτέον, καὶ τῶν ἔργων ἀνθεκτέον. ΑΛΛΩΣ. Τὰ χαλκεῖα παρὰ τοῖς παλαιοῖς ἄθυρα ἦν, καὶ ὁ βουλόμενος εἰσῄει καὶ ἐθερμαίνετο, καὶ οἱ πένητες ἐκεῖ ἐκοιμῶντο. Λέσχη δέ ἐστι τόπος τις δημόσιος, ἀνειμένος τοῖς βουλομένοις διαιτᾶσθαι. Λέγει γὰρ ἡ Μελανθὼ πρὸς Ὀδυσσέα· Εἰ σὺ θέλεις εὕδειν χαλκήϊον ἐς δόμον ἐλθὼν Ἐς λέσχην θερμαίνου, — τουτέστιν εἰς τόπον λέσχης ἄπελθε. Καθεζόμενοι δὲ ἐν αὐτοῖς ἐθερμαίνοντο, καὶ τῶν ἔργων ἀπείχοντο. Παρέρχου οὖν φησι τοὺς τοιούτους τόπους ὥρᾳ χειμῶνος, τότε γὰρ μὴ ὀκνῶν ἀνὴρ μεγάλως αὔξει τὸν ἑαυτοῦ βίον· ὁ δʼ ἀεργὸς ἐλπίζων πάντα αὐτῷ αὐτόματα παραγενήσεσθαι διελογίσατο κακὰ, καὶ τὴν ἑαυτοῦ ψυχὴν ἐκακολόγησεν. ΑΛΛΩΣ. Νεοπτόλεμος ἐν τῷ περὶ γλωσσῶν φησι λέσχην εἶναι ὄνομα αὐλῆς, ἐν ᾗ πῦρ ἐστι. Φησὶν οὖν ὅτι ἀπερχόμενος ἐπὶ τὸ ἔργον σου μὴ, ἐὰν εὕρῃς τόπον θέρμην ἔχοντα, στῇς καὶ φλυαρῇς, ἀλλὰ πάρελθε· ἐκ τούτου οὖν καὶ λέσχη ἁπλῶς ἡ φλυαρία· ἀλέα δὲ ἡ θέρμη ἡ περὶ τὸν ἥλιον, κυρίως ὕπαιθρος τόπος ὑπὸ ἡλίου θερμαινόμενος. Μένανδρος, ἀλέας Ἀθήνας.
ΠΑΡ Δʼ ΙΘΙ ΧΑΛΚΕΙΟΝ ΘΩΚΟΝ. Ἐν δὲ τῇ ἀροσίμῳ ὥρᾳ, κἂν εἴη χειμέριος, παράδραμε τὸν χάλκειον θῶκον, ἤγουν τὴν ἐν τοῖς χαλκείοις καθέδραν, καὶ τὴν λέσχην καὶ συντυχίαν καὶ φλυαρίαν τὴν ἐπὶ τῇ ἀλέᾳ καὶ θέρμῃ γινομένην. Τὸ γὰρ παλαιὸν τὰ χαλκεῖα, καὶ πάντα τὰ ἐργαστήρια τὰ πῦρ ἔχοντα ἄθυρα ἦν· ἃ καὶ λέσχας ἐκάλουν, ὅτι οἱ πένητες εἰσερχόμενοι, καὶ μᾶλλον ἐν χειμῶνι ἐν τῷ θερμαίνεσθαι λέσχας καὶ φλυαρίας λόγων συνέπλεκον. Ἐν τῷ ἀροσίμῳ οὖν καιρῷ, παράδραμε, φησὶ, τὴν ἐν τοῖς χαλκείοις καθέδραν, ἢ τὸ καθῆσθαι ἐν τῷ σῷ οἴκῳ, καὶ θερμαίνεσθαι κατὰ τὴν ἐν τοῖς χαλκείοις τῶν πενεστέρων καθέδραν.
ΠΑΡ Δʼ ΙΘΙ ΧΑΛΚΕΙΟΝ ΘΩΚΟΝ. Παρέρχου δὲ τὴν καθέδραν τὴν ἐπὶ τοῖς χαλκείοις, ἀπερχόμενος ἐπὶ τὸ ἔργον, καὶ τὴν φλυαρίαν τὴν ἐπὶ τῇ ἀλέᾳ· ἀντὶ τοῦ τὴν ἐπὶ τοῖς ὑπαίθροις τόποις καὶ ὑπὸ τοῦ ἡλίου θερμαινομένοις, κατὰ τὴν ὥραν τὴν τοῦ χειμῶνος, ὁπόταν τὸ κρύος τοὺς ἄνδρας περιλαμβάνον ἔχῃ.
ὉΠΟΤΕ ΚΡΥΟΣ. Τὸ ὁπότε παρὰ μὲν τούτοις ἀεὶ ὑποτάσσει, παρὰ δὲ τοῖς κοινοῖς οὐδέποτε.
ΕΝΘΑ Κʼ ΑΟΚΝΟΣ ΑΝΗΡ. Τότε ἢ ὁπότε δὴ ὁ ἄοκνος ἀνὴρ μεγάλως τὸν ἑαυτοῦ οἶκον αὔξει, πολλὰ δὲ συνῆξε κακὰ ἐν τῇ ψυχῇ ὁ ἀργὸς χρῄζων βιότου καὶ τροφῆς, μένων εἰς ματαίαν ἐλπίδα. Εἶτα λέγει καὶ τὰς ἐλπίδας, ὅτι τὸν ἄνδρα τὸν κεχρημένον καὶ πένητα, ᾧ τινι μὴ ἀρκοῦσα εἴη τροφὴ, καθήμενον ἐν χαλκείοις οὐκ ἀγαθὴ ἐλπὶς κομίζει καὶ κατέχει· ἀλλὰ δηλονότι κλοπῆς, ἢ λῃστείας, ἢ τῶν ἀπηγορευμένων τινός.
ΕΝΘΑ Κʼ ΑΟΚΝΟΣ ΑΝΗΡ. Ἔνθα κεν, ἀντὶ τοῦ ὅταν ὁ ἄοκνος ἀνὴρ μεγάλως αὔξῃ τὸν ἑαυτοῦ οἶκον, ἵνα μή σε ἀπορία βαρέος χειμῶνος κατάσχῃ, σὺν πολλῇ λέγω πενίᾳ, τῇ σαυτοῦ δὲ χειρὶ λεπτῇ οὔσῃ τὸν πόδα καταψᾷς· τοῦτο γὰρ τὸ πιέζῃς παχὺν ὄντα. Τῶν γὰρ λιμωττόντων οἱ μὲν πόδες παχύνονται, τὸ δʼ ἄλλο σῶμα λεπτύνεται. Τὴν δὲ αἰτίαν ὁ Πλούταρχος λέγει.
ΜΗ ΣΕ ΚΑΚΟΥ ΧΕΙΜΩΝΟΣ. Ἕως τοῦ ΠΟΔΑ ΧΕΙΡΙ ΠΙΕΖΟΙΣ. Τῶν λιμωττόντων τοὺς πόδας φησὶ παχύνεσθαι, τὸ δʼ ἄλλο σῶμα λεπτύνεσθαι. Καὶ εἷς νόμος ἐν Ἐφέσῳ, μὴ ἐξεῖναι πατρὶ παῖδας ἀποθέσθαι ἕως ἂν διὰ λιμὸν παχυνθῇ τοὺς πόδας. Ἴσως δὲ καὶ τὴν ἀπὸ καθίσεως καὶ ἀργίας πάχυνσιν δηλοῖ τῶν ποδῶν· γίνεται γὰρ τοῦτο τοῖς ἐπὶ πολὺ καθημένοις. Ἐὰν οὖν ἐν τοῖς ἀλεεινοῖς οἴκοις ἀργὸς καθιζάνῃς, λεπτῇ χειρὶ διὰ λιμὸν τοὺς παχεῖς ὄντας πόδας πιέσεις. Ἔοικε δὲ καὶ ἡ ἐν τοῖς λιμοῖς πάχυνσις εἶναι κατὰ φύσιν, ὡς ὁ Πλούταρχος· δεῖται γὰρ τὸ ἐν ἡμῖν θερμὸν, ἵνα μένῃ, τῆς ἔξωθεν τροφῆς, ἣν οὐ δεχόμενον δαπανᾷ τὸ σῶμα, καὶ αὐτοῦ τὶ ἀποσπᾷ· διʼ ἀσθένειαν δὲ ἀδυνατοῦν ἀλλοιῶσαι τὸ ἀποσπώμενον, ἄπεπτον ἀφίησι· καὶ αὐτὸ μὲν, τὰ μέσα καὶ τὰ ἄνω λεπτύνει τοῦ σώματος, ἐν οἷς ἐστι τὸ πλεῖον· ἐκεῖνο δʼ ἄρα τὸ ἄπεπτον εἰς τὸ κάτω φέρεται, καὶ οὕτω δὴ παχύνει τοὺς πόδας.
ΠΟΛΛΑ Δʼ ΑΕΡΓΟΣ ΑΝΗΡ. Τοὺς ἐν ἀργίᾳ ζῶντας, καὶ τὰς ἐλπίδας κενὰς ἔχοντας, ἅτε μηδὲν ἑαυτοῖς συνειδότας ἔργον εἰς εὐπορίαν συντεῖνον, ἀνάγκη πολλὰ τῷ ὄντι κακὰ προσεννοεῖν διὰ τὴν ἀπορίαν ὅπως ἂν τραφῶσιν· ἐντεῦθεν λωποδύται γίνονταί τινες, ἐντεῦθεν ἱερόσυλοι, ἐντεῦθεν φιλοπράγμονες, καὶ πάντες ὅσοι τὸν βίον ἐκ τῶν ἀλλοτρίων ἔχειν ἐπινοοῦσι.
ΠΟΛΛΑ Δʼ ΑΕΡΓΟΣ ΑΝΗΡ. Πολλὰ δὲ κακὰ προσελέξατο· τουτέστιν ἐνενόησεν ἐν τῇ ἑαυτοῦ ψυχῇ, ἤγουν καθʼ ἑαυτὸν, ἄνθρωπος ἀργὸς, τροφῆς δεόμενος, ματαίαν ἐλπίδα ἐπιμένων, ἀντὶ τοῦ ἀναμένων· ἐννοεῖ γὰρ ἢ κλέπτης ἢ ἱερόσυλος ἢ πειράτης ἐν θαλάττῃ, ἢ τοιοῦτό τι γενέσθαι. Ἐλπὶς γὰρ οὐκ ἀγαθὴ ἄγει ἐνδεῆ ἄνδρα καθήμενον ἐν φλυαρίᾳ· λέγω, ᾧ τινι μὴ βίος αὐτάρκης εἴη, ἀντὶ τοῦ ἐστίν· ἐλπίζει γὰρ κτήσασθαι βίον ἀπὸ φαύλων τινῶν τρόπων.
ΔΕΙΚΝΥΕ ΔΕ ΔΜΩΕΣΣΙ. Διὰ τούτου τοῦ παραγγέλματος, καὶ τὰ ὅμοια νοητέον· οὐκ ἀεὶ εὐτυχήσομεν· παρασκευαστέον οὖν καὶ πρὸς τὰς περιστάσεις· οὐδὲ ἀεὶ ὑγιανοῦμεν· φροντιστέον οὖν καὶ τῶν ταῖς νόσοις ἐπιτηδείων· οὕτως οὖν καὶ οἰκήσεων ἐν θέρει, διὰ τὴν ἐλπίδα τῆς τοῦ χειμῶνος προσβολῆς. ΑΛΛΩΣ. Καθηγοῦ τοῦ ἔργου, καὶ πρόλεγε τοῖς δούλοις ὅτι οὐκ ἀεὶ θέρος ἔσται, ὡς ἂν ἀπὸ τοῦ θέρους εὐτρεπισθῶσιν καὶ τὴν στέγην σου ὡς πρὸ τοῦ χειμῶνος στεγάσωσι διὰ τοὺς ὄμβρους· καὶ Ὅμηρος, Πηλείδη μὲν ἐγὼν ἐνδείξομαι.
ΔΕΙΚΝΥΕ. Προφροντίζων περὶ τῶν μελλόντων πρόλεγε τοῖς σοῖς δούλοις ἔτι θέρους ὑπάρχοντος ποιεῖσθαι καλιὰς, καὶ οἰκήματα· τουτέστι προφροντίσατε τῶν τοῦ χειμῶνος καὶ καλῶς διάθεσθε τὰ τῆς οἰκίας· οὐ γὰρ ἀεὶ θέρος ἐσσεῖται.
ΔΕΙΚΝΥΕ ΔΕ ΔΜΩΕΣΣΙ. Δείκνυε δὲ τοῖς σαυτοῦ δούλοις, ἀντὶ τοῦ εἰσηγοῦ, ἔτι τοῦ θέρους ἐν τῷ μέσῳ ὄντος, ἤγουν ἐν τῇ ἀκμῇ, λέγων, οὐκ ἀεὶ θέρος ἔσται.
ΠΟΙΕΙΣΘΕ ΚΑΛΙΑΣ. Ἀντὶ τοῦ οἰκίας.
ΜΗΝΑ ΔΕ ΛΗΝΑΙΩΝΑ. Πλούταρχος οὐδένα φησὶ μῆνα Ληναιῶνα καλεῖσθαι παρὰ Βοιωτοῖς· ὑποπτεύει δὲ ἢ τὸν Βούκαιρον αὐτὸν λέγειν, ὅς ἐστιν ἡλίου τὸν αἰγόκερων διϊόντος, καὶ τὸν βούδορα τῷ βουκέρῳ συνᾴδοντος, διὰ τὸ πλείστους ἐν αὐτῷ διαφθείρεσθαι βόας· ἢ τὸν Ἑρμαῖον, ὅς ἐστι μετὰ τὸν βούδορα, καὶ εἰς ταυτὸν ἐρχόμενος τῷ Γαμηλιῶνι, καθʼ ὃν καὶ τὰ Ληναῖα παρʼ Ἀθηναίοις. Ἴωνες δὲ τοῦτον οὐδʼ ἄλλως, ἀλλὰ Ληναιῶνα καλοῦσι. Τοῦτον οὖν ὡς ψυχρὸν κελεύει φυλάττεσθαι, καὶ ἐν τοῖς ἄλλοις μησὶ τὰς ἐξαπίνης γινομένας πηγάδας, αἳ δὴ γίνονται πήξεις τῶν ὑδάτων τοῦ Βορέου πνεύσαντος, ἃς οὐ ῥᾴδιον ὑπομεῖναι διὰ τὴν σφοδρότητα τῆς πήξεως. ΑΛΛΩΣ. ΜΗΝΑ ΔΕ ΛΗΝΑΙΩΝΑ. Ὄνομα μηνὸς κατὰ τοὺς Βοιωτούς· ἀναιρετικὸς δὲ οὗτός ἐστι τῶν βοῶν, εἰς ὃν ἐξέδερον τοὺς βόας. Ληναιὼν δὲ εἴρηται, διὰ τὸ τοὺς οἴνους ἐν αὐτῷ εἰσκομίζεσθαι· οὗτος δὲ ὁ μὴν ἀρχὴ χειμῶνός ἐστιν. Οἱ δὲ Ληναιῶνα φάσκουσιν αὐτὸν καλεῖσθαι, διὰ τὰ λήναια, ὅ ἐστιν ἔρια, καὶ προβατοδόραν καὶ αἰγιοδόραν καλοῦμεν· ἢ ἐπειδὴ Διονύσῳ ἐποίουν ἑορτὴν τῷ μηνὶ τούτῳ, ἣν Ἀμβροσίαν ἐκάλουν. Προτρεψάμενος οὖν αὐτὸν τῷ χειμῶνι ἐργάζεσθαι, παραιτεῖται τὸν πρῶτον μῆνα· ΒΟΥΔΟΡΑ δέ φησιν ἀλεύου, ἤτοι τὰ αἴτια τοῦ ἀποδέρεσθαι τοὺς βόας, ὅπερ συνεκδοχικῶς τελευτᾷν σημαίνει. Ἀπὸ δὲ τοῦ ἰσχυροτάτου ζώου καὶ τὰ ἄλλα δεδήλωκεν. Αἱ δὲ ΠΗΓΑΔΕΣ χαλεπαί εἰσι πνέοντος τοῦ Βορέου· ἢ τὰς παγερὰς ποιούσας ἡμέρας, ἢ τὰς πάχνας αὐτῆς τῆς χιόνος.
ΜΗΝΑ ΔΕ ΛΗΝΑΙΩΝΑ. Τὸν Χοιὰκ, ἤγουν τὸν Ἰαννουάριον, ὃς Ληναιὼν παρʼ Ἴωσι καλεῖται, ἢ ὅτι ἡ τῶν οἴνων συγκομιδὴ κατὰ τοῦτον ἐγίνετο, ἢ ὅτι τῷ τῶν ληνῶν αἰτίῳ Διονύσῳ ἑορτὴν τὴν λεγομένην Ἀμβροσίαν ἐτέλουν, ἣ παρὰ Ῥωμαίοις Βρουμάλια καλεῖται, Βροῦμος γὰρ παρʼ αὐτοῖς ὁ Διόνυσος. Τοῦτον γὰρ τὸν μῆνα κελεύει προφθάσαι καὶ προλαβεῖν καὶ πρὸ αὐτοῦ ἀπαρτίσαι τὰ τοῦ σπόρου καὶ ἐκφυγεῖν τὸν τότε παγετὸν, ὅστις τοῦ Βοῤῥᾶ πνεύσαντος γίνεται. Τὰ δὲ ἔπη ἐκ τῶν Ὀρφέως μετεβλήθη. Φησὶ γὰρ Ὀρφεὺς, Πολλαὶ δʼ οὐρανόθεν καὶ ἐπάρτεες ἐκ νεφελάων Τῆμος ἐπόρνυνται φηγοῖς καὶ δένδρεσιν ἄλλοις Οὔρεσί τε σκοπέλοις τε καὶ ἀνθρώπων ἐριθύμοις Πηγυλίδες, καὶ ἔσονται ἀμείδεες· αἱ δὲ γὰρ ὄντως Τρύξουσιν καὶ θῆρας ἐν οὔρεσιν, οὐδέ τις ἀνδρῶν Προβλώσκειν μεγάρων δύναται κατὰ γυῖα δαμασθεὶς Ψύχεϊ λευγαλέῳ· πάχνῃ δʼ ὑπὸ γαῖα μέμυκε. Οἱ μῆνες δὲ κατʼ Αἰγυπτίους καὶ Ῥωμαίους καὶ Ἕλληνας καὶ Ἀθηναίους καὶ Ἑβραίους ὀνομάζονται οὕτως. Οἱ τῶν Αἰγυπτίων· Τυβὶ, Μεχὶρ, Φαμενὼθ, Φαρμουθὶ, Παχὼν, Παυνὶ, Ἐπιφὶ, Μεσωρὶ, Θὼθ, Φαωθὶ, Ἀθὺρ, Χοιάκ. Οἱ τῶν Ῥωμαίων· Ἰανουάριος, Φευρουάριος, Μάρτιος, Ἀπρίλλιος, Μάϊος, Ἰούνιος, Ἰούλιος, Αὔγουστος, Σεπτέμβριος, Ὀκτώβριος, Νοέμβριος, Δεκέμβριος. Οἱ τῶν Ἑλλήνων· Αὐδωναῖος, Περίτιος, Δῦστρος, Ξανθικὸς, Ἀρτεμίσιος, Δέσιος, Πάνεμος, Λῶος, Γορπιαῖος, Ὑπερβερεταῖος, Δῖος, Ἀπελλαῖος. Οἱ τῶν Ἀθηναίων· Ἑκατομβαιὼν, Ληναιὼν, Κρόνιον, Βοηδρομιὼν, Πυανεψιὼν, Μαιμακτηριὼν, Ἀνθεστηριὼν, Ποσειδεὼν, Γαμηλιὼν, Ἐλαφηβολιὼν, Μουνυχιὼν, Σκιροφοριών. Οἱ τῶν Ἑβραίων, Νισὰν, Σιεγὰν, Ἐβαὰδ, Θερσὶ, Ἀλεὺ, Σαβὰτ, Ἰαὲ, Θαμνὶ, Ἰλοὺλ, Μουσουὰν, Τιβὴν, Ἰλάν.
ΚΑΚʼ ΗΜΑΤΑ. Κακαὶ ἡμέραι, δυσχείμεροι.
ΒΟΥΔΟΡΑ. Ἀναιρετικὰ τῶν ζώων καὶ ἐκδαρτικά. Ἀπὸ δὲ τοῦ βοὸς, μείζονος ὄντος, συμπεριέλαβε καὶ τὰ λοιπὰ τῶν θρεμμάτων.
ΜΗΝΑ ΔΕ ΛΗΝΑΙΩΝΑ. Κατὰ τὸν μῆνα δὲ τὸν ληναιῶνα, ὅστις ἐστὶν ὁ Ἰανουάριος, ἐκλήθη δὲ οὕτως ἐπειδὴ τῷ Διονύσῳ τῷ τῶν ληνῶν ἐπιστάτῃ ἐτέλουν ἑορτὴν τῷ μηνὶ τούτῳ, ἣν Ἀμβροσίαν ἐκάλουν, κακαί εἰσιν ἡμέραι· αἴτιαι πᾶσαι τοῦ ἀποδέρεσθαι τοὺς βόας, ἀντὶ τοῦ τελευτᾷν. Ἀπὸ δὲ τοῦ ἰσχυροτέρου ζώου καὶ τἄλλα ἐδήλωσε.
ΑΛΕΥΑΣΘΑΙ. Ἔκφυγε. Τὸ ἀπαρέμφατον ἀντὶ προστακτικοῦ.
ΠΗΓΑΔΑΣ. Παγετούς.
ΤΟΥΤΟΝ ΑΛΕΥΑΣΘΑΙ. Ἀντὶ τοῦ ἔκφυγε, φύλαξαι, καὶ τὰς πηγάδας, ἤγουν τοὺς παγετοὺς τοὺς κατὰ τοὺς ἄλλους μῆνας δηλονότι ἐξαπίνης γινομένους, οἵ τινες ἐπὶ γαῖαν, ἀντὶ τοῦ κατὰ γῆν, τελέθουσιν, ἤγουν τελοῦσιν, ὑπάρχουσι, κακῶν φροντίδων πάροχοι, τοῦ Βορέου πνεύσαντος, ὅστις διὰ τῆς Θράκης τῆς ἱπποτρόφου — ἄνωθεν γὰρ φέρεται ἀπὸ τῶν τῆς Θράκης βορειοτέρων — ἐμπεσὼν τῷ πλατεῖ πόντῳ ὤρινεν, αὐτὸν δηλονότι, ἤγουν διήγειρεν. Μέμυκε δὲ ἡ γῇ, καὶ τὰ δένδρα, ἢ ἀντὶ τοῦ ἠχεῖ, ἢ ἀντὶ τοῦ συμμέμυκεν, ἤγουν συμπέπτωκε, συγκέκλεισται διὰ τὴν πυκνότητα τοῦ κρύους· ἐν τῷ ἔαρι γὰρ καὶ ἡ γῇ καὶ τὰ δένδρα ἀνοίγεται.
ΔΥΣΗΛΕΓΕΕΣ. Κακὴν φροντίδα τιθεῖσαι, καὶ δυσμέριμνον.
ὉΣΤΕ ΔΙΑ ΘΡΗΚΗΣ. Ταῦτα καὶ τὰ ἑξῆς τὸν κρυμὸν ἐκτραγῳδεῖ τὸν βόρειον. Διὰ Θρήκης μὲν οὖν αὐτὸν πνέειν ἄμεινον εἰρῆσθαι, ἢ καὶ παρʼ Ὁμήρῳ ἐκ Θρήκης· ἄνωθεν γὰρ φέρεται ἀπὸ τῶν τῆς Θράκης βορειοτέρων, διὰ τῆς εἰς ἡμᾶς πορείας. Διατίθησι δὲ χαλεπῶς τὰ μὲν πελάγη, τὸν πόντον ὀρίνεσθαι τὴν δὲ γῆν μεμυκέναι λέγων διὰ τὰς ἐμπτώσεις τοῦ πνεύματος, τὴν δὲ ὕλην συνεπτηχέναι μετὰ τῆς γῆς, εἰ τύχοι, δένδρων οὖσαν πολλῶν, καὶ τὰ δένδρα τὰ στερεώτατα, δρῦς καὶ ἐλάτας προῤῥίζους πίπτειν εἰς γῆν, τοὺς δὲ θῆρας φρίσσειν, καὶ τὸ γινόμενον ὑπʼ αὐτῶν προστιθεὶς φυσικῶς, τὸ συστέλλειν ἐπὶ τὰ μήδη τὰς οὐρὰς, καὶ ταῦτα τῶν θηρῶν λαχνῆεν καὶ δασὺ τὸ δέρμα ἐχόντων, σκεπόμενον ὑπὸ τῶν τριχῶν. Διόπερ οὐκ ἔδει καθικνεῖσθαι τὸν κρυμὸν αὐτῶν, ὡς ἡμῶν τῶν ἀτρίχων· καθικνεῖται δὲ ὅμως, ὥστε καὶ τῶν βοῶν τὰ δέρματα παχέα ὄντα μὴ ἀντέχειν, καὶ τὰς αἶγας κάμνειν· μόνους τοὺς ὄϊς διὰ τὴν τῶν μαλλῶν σκέπην αὐτάρκη τούτου ἀντεχομένους. Καὶ τέλος προστίθησιν, ὅτι ΤΡΟΧΑΛΟΝ, ἀντὶ τοῦ δίκην τροχοῦ κεκαμμένον καὶ κεκυφότα, γέροντα τίθησιν ὁ τοιοῦτος πάγος, ἐπειγόμενον σκέπην καταλαβεῖν, καὶ ἀλέας ποῦ τυχεῖν.
ΟΣ ΤΕ. Ὅς τις Βοῤῥᾶς διὰ τῶν βορειοτέρων μερῶν τῆς Θρᾴκης πνέων ταράσσει τὸ πέλαγος· μεμυκέναι δὲ καὶ ἠχεῖν, ἢ συστέλλεσθαι, καὶ συσφίγγεσθαι ποιεῖ τὴν γῆν καὶ τὴν ὕλην.
ΜΕΜΥΚΕ ΔΕ ΓΑΙΑ ΚΑΙ ὙΛΗ. Ἤτοι συμμέμυκε καὶ οἱονεὶ συμπέπτωκε διὰ τὴν πυκνότητα τοῦ κρύους· ἐν ἔαρι γὰρ πᾶσα γῆ ἀνοίγεται, διὸ καὶ τὰ ἄνθη καὶ τοὺς καρποὺς ἀναδίδωσιν· ἐν χειμῶνι διὰ τὸ ψύχος ἄγονός ἐστι καὶ μεμυκυῖα ἡ γῆ. Ἢ μέμυκεν, ἀντὶ τοῦ μυκᾶται καὶ βοᾷ. ΝΗΡΙΤΟΣ δὲ ὙΛΗ ἡ μεγάλη, καὶ πολλή· πρὸς ἣν οὐδεὶς φιλονεικήσειε διὰ τὸ πλῆθος. ΑΛΛΩΣ. Πᾶσα δὲ ἠχεῖ τὸ τηνικαῦτα ἡ ἄπειρος ὕλη, καὶ οἱ σύμφυτοι τόποι τῶν ὀρῶν, οἷς οὐδὲν ἀντίσχει, ἢ διὰ τὸ πλῆθος ἐρίσειεν.
ΔΡΥΣ ὙΨΙΚΟΜΟΥΣ, ΕΛΑΤΑΣ ΤΕ. Δρὺς, καὶ ἐλάτη, εἴδη δένδρων.
ΠΟΛΛΑΣ ΔΕ ΔΡΥΣ ὙΨΙΚΟΜΟΥΣ. Ἤγουν εἰς ὕψος παρατεινούσας τὰς κορυφὰς, τουτέστιν ὑψηλὰς, καὶ ἐλάτας παχείας ἐν κοιλάσιν ὄρους πιλνᾷ, ἤγουν πελάζει, ἐμπίπτων τῇ πολυειδεῖς τροφὰς δωρουμένῃ γῇ· καὶ πᾶσα ἠχεῖ τότε ἡ ἄπειρος ὕλη· τοῦτο γὰρ δύναται ἡ νήριτος· οἱ θῆρες δὲ φρίσσουσιν, ἤγουν τὰς τρίχας ὀρθιάζουσι, συστελλομένου τοῦ δέρματος ὑπὸ τοῦ ψύχους. Τὰς οὐρὰς δὲ αὐτῶν μεταξὺ τῶν μηρῶν τιθέασιν ὑπὸ τὰ αἰδοῖα· δύσριγοι γὰρ αὗται ὡς νευρώδεις καὶ ὀστώδεις, καὶ ἐκεῖνοι οἱ θῆρες τοῦτο πάσχουσιν, ὧν καὶ τὸ δέρμα λάχνῃ, ἤγουν τριχώσει, κατάσκιον· ἀλλὰ καὶ διὰ τούτων ἔρχεται πνέων, ἤγουν καὶ τούτων καθικνεῖται ψυχρὸς ὢν, καίπερ ὄντων δασυστέρνων, ἀπὸ τῶν στέρνων ὅλον τὸ σῶμα δηλοῖ, τουτέστι, καίπερ ὑπὸ μαλλῶν συνεχῶν ὅλον τὸ σῶμα σκεπομένων, καὶ διὰ δέρματος βοὸς ἔρχεται, οὐδὲ ἀντέχει αὐτὸν, καὶ ταῦτα παχὺ ὄν.
ΒΟΑι. Ἤχει.
ΝΗΡΙΤΟΣ. Πολλὴ, πρὸς ἣν οὐ δύναταί τις ἐρίσαι διὰ τὸ πλῆθος.
ΟΥΡΑΣ Δʼ ὙΠΟ ΜΕΖΕʼ ΕΘΕΝΤΟ. Ἀπὸ τοῦ παρακολουθοῦντος· εἴωθε γὰρ τὰ ζῶα διὰ τὸ ψύχος, τὰς οὐρὰς μεταξὺ τῶν μηρῶν ἀποθλίβοντα, ἐγγὺς τῶν αἰδοίων ποιεῖν· ὡς καὶ παρὰ Καλλιμάχῳ, Ἕζεσθαι θερμότατον ῥιζοῦχε Ποσειδῶν. ΜΕΖΕΑ δὲ ὡς μήδεα. Αἱ δʼ οὐραὶ, ὡς νευρώδεις καὶ ὀστώδεις, δύσριγοί εἰσιν. Ἀριστοτέλης φησὶ μὴ μόνον τὰς αἶγας δυσρίγους εἶναι, ἀλλὰ καὶ τὰ πρόβατα.
ΦΡΙΣΣΟΥΣΙ. Πυκνοῦνται, συστέλλονται.
ΜΕΖΕʼ. Μέζεα, τὰ αἰδοῖα· ψυχόμενοι γὰρ οἱ θῆρες τὰς οὐρὰς περὶ τὰ μέρη τῶν αἰδοίων ὑποκρύπτονται· αἱ γὰρ οὐραὶ, ὡς νευρώδεις καὶ ὀστώδεις, δυσριγόταται.
ΤΩΝ ΚΑΙ ΛΑΧΝΗι. Ὧν τινων θηρῶν τὸ δέρμα καὶ ἐν λάχνῃ καὶ ἐν τριχώσει κατάσκιον καὶ σκεπόμενον.
ΑΛΛΑ ΝΥ ΚΑΙ ΤΩΝ. Ἀλλὰ καὶ διὰ τούτων τῶν θηρῶν, καὶ δασέα στέρνα ἐχόντων, ὁ βοῤῥᾶς ψυχρὸς ὢν διάησι καὶ διαπνέει. Τὸ δὲ ΑΗΣΙ ἐκ τοῦ ἄημι τὸ πνέω, ἄης, ἄησι.
ΑΛΛΑ ΝΥ ΚΑΙ ΤΩΝ ΨΥΧΡΟΣ ΕΩΝ ΔΙΑΗΣΙ. Ποιητικῶς οὕτω λέγεται· ὤφειλε γὰρ, καὶ διὰ τούτων ἄησιν· ἡ γὰρ δια ἐν τοῖς τοιούτοις εἰ μὲν μετὰ τοῦ ῥήματος κεῖται, πρὸς αἰτιατικὴν ἀεὶ λέγεται· εἰ δὲ μετὰ τοῦ πτωτικοῦ, γενικῇ ἐξ ἀνάγκης συντάσσεται. Οὗτοι δὲ ἀντιστρόφως ταῦτα ποιοῦσιν ὅταν ἐθέλωσι· καὶ μετὰ τοῦ ῥήματος γὰρ αὐτὴν τιθέντες πρὸς γενικὴν λέγουσι, καὶ μετὰ τοῦ πτωτικοῦ πάλιν αἰτιατικῇ συντάττουσιν, ὡς ἐν τῷ, διά τʼ ἔντεα καὶ μέλαν αἷμα. καὶ ἐνταῦθα οὕτως, Καί τε διʼ αἶγα ἄησιν. Πολύχρυσον ἔλεγον τὴν Ἀφροδίτην, διὰ τὰς προῖκας καὶ τὸν διδόμενον ταῖς νύμφαις χρυσόν.
ΚΑΙ ΤΕ ΔΙΑ ῬΙΝΟΥ. Διέρχεται καὶ διὰ τοῦ δέρματος τοῦ βοός.
ΟΥΔΕ ΜΙΝ ΙΣΧΕΙ. Οὐδὲ μὶν καὶ αὐτὸν τὸν βοῤῥᾶν κρατεῖ τὸ δέρμα τοῦ βοός.
ΚΑΙ ΤΕ ΔΙʼ ΑΙΓΑ. Καὶ διὰ τῆς μακρότριχος αἰγὸς διαπερᾷ.
ΠΩΕΑ Δʼ ΟΥΤΙ. Διὰ δὲ τῶν πωέων καὶ τῶν προβάτων οὔτι διαπνέει, ὅτι συνεχεῖς αἱ τρίχες αὐτῶν, ἀλλὰ διάησι, δηλονότι τούτων πάντων περιγίνεται, πλὴν τῆς οἰκουρούσης παρθένου, ἡ τοῦ βοῤῥᾶ δύναμις.
ΚΑΙ ΤΕ ΔΙʼ ΑΙΓΑ. Ἀντὶ τοῦ διʼ αἰγὸς τανύτριχος, ἤγουν τεταμένας ἐχούσης τὰς τρίχας καὶ μὴ οὔλας.
ΑΗΣΙ. Τουτέστιν ἔρχεται πνέων. Τὰ πώεα δὲ, ἀντὶ τοῦ τὰ πρόβατα, τὸ καθόλου ἀντὶ τῶν κατὰ μέρος. Οὔτι οὐ διάησιν ἡ δύναμις τοῦ ἀνέμου τοῦ Βορέου, ἤγουν οὐδαμῶς οὐ διέρχεται ἐκ παραλλήλου· διότι αἱ τρίχες αὐτῶν ἐπηεταναί· ἐπηετανὸν τὸ διηνεκὲς ἐπὶ χρόνου· ἐνταῦθα δὲ ἐπηεταναὶ τρίχες αἱ δασεῖαι καὶ οὐ διαλείπουσαι. Τροχαλὸν δὲ ποιεῖ τὸν γέροντα, ἤγουν δίκην τροχοῦ κεκαμμένον καὶ κεκυφότα· τροχαλοὶ ἰδίως οἱ κόχλακες, οἳ καὶ χερμάδια λέγονται, ἤγουν οἱ ποτάμιοι καὶ θαλάττιοι λίθοι· ἐνταῦθα δὲ ἐπιθετικῶς λέγεται τοὔνομα ἀπὸ τοῦ τροχοῦ.
ΤΡΟΧΑΛΟΝ. Ἐκ μεταφορᾶς τοῦ τροχοῦ, ἐπικαμπῆ, ἢ ὀξὺν ἐν τῷ δρόμῳ· ἀναγκάζεται γὰρ καὶ ὁ γέρων ὑπὸ τοῦ ψύχους τρέχειν ἐπὶ τὸν θερμὸν οἶκον· ἢ κυρτὸν καὶ ἐπικαμπῆ.
ΤΡΟΧΑΛΟΝ. Κεκυφότα ὑπὸ τοῦ ψύχους τὸν γέροντα ποιεῖ. τινὲς δὲ περὶ τῶν προβάτων οὕτω φασί. Πώεα δʼ οὔτι διάησιν, ὅτι δασέα ἐστίν. Τὴν δὲ μίαν οὐ περισσὴν κεῖσθαι.
ΚΑΙ ΔΙΑ ΠΑΡΘΕΝΙΚΗΣ. Μόνην ἐξαιρεῖ τοῦ λόγου τῶν ὑπὸ τοῦ κρύους δαμαζομένων τὴν παρθένον· ἣν καὶ ἁπαλόχρουν διὰ τὸ οἰκουρεῖν οὖσαν ἄπληκτον τῆς ἐξ αὐτοῦ φρίκης μετὰ τὰ λοετρὰ καὶ τὰς ἀλοιφὰς, εἴσω μυχῶν τοῦ οἴκου παρθενευομένην, καὶ διὰ τοῦτο μένουσαν ἀπείραστον τοῦ κρύους. Καὶ γὰρ ἐκείνων ἑκάτερον βοηθεῖ καὶ ἡ οἰκουρία.
ἉΠΑΛΟΧΡΟΟΣ. Τρυφερόσωμος.
ΚΑΙ ΔΙΑ ΠΑΡΘΕΝΙΚΗΣ. Ἀντὶ τοῦ παρθένου ἁπαλόχροος, ἤγουν τρυφερᾶς, οὐ διέρχεται πνέων ὁ Βορέας· τουτέστι καὶ τῆς παρθένου τῆς τρυφερᾶς οὐ καθικνεῖται, ἥτις ἐντὸς τῶν δόμων παρὰ τῇ προσφιλεῖ αὐτῆς μητρὶ μένει, οὔπω ἔτι γινώσκουσα τὰ ἔργα τῆς πολυχρύσου Ἀφροδίτης, ἤγουν ὁμιλίαν ἀνδρὸς, ὁπηνίκα λουσαμένη τὸ ἁπαλὸν σῶμα, καὶ λιπαρῷ ἐλαίῳ ἀλειψαμένη, νυχίη, ἤγουν νυκτερινὴ, ἐπιῤῥηματικῶς ἀντὶ τοῦ κατὰ τὴν νύκτα, εὐνασθήσεται ἔνδοθεν, ἀντὶ τοῦ ἐντὸς τοῦ οἴκου, κατὰ τὴν ἡμέραν τὴν χειμερινήν· ἔχει γὰρ ταῦτα βοηθήματα τοῦ μὴ πειραθῆναι τοῦ Βορέου, τὴν οἰκουρίαν δηλονότι, τὰ λουτρὰ, τὴν τοῦ ἐλαίου χρίσιν. Ὅτε ὁ ἀνόστεος, ἤγουν ὁ πολύπους — καὶ παρὰ Λακεδαιμονίοις γάρ φασιν ἰδίως οὗτος ὠνομάζετο ἀνόστεος — τὸν ἑαυτοῦ πόδα ἐσθίει.
ΕΡΓʼ ΕΙΔΥΙΑ ΠΟΛΥΧΡΥΣΟΥ ΑΦΡΟΔΙΤΗΣ. Τὴν συνουσίαν, τὴν μίξιν. ΠΟΛΥΧΡΥΣΟΝ δὲ, ἢ μεταφορικῶς εἶπεν, ὡς οὖσαν τιμίαν κατὰ πολὺ, ἢ ὅτι πολὺν χρυσὸν αἱ γυναῖκες διδοῦσαι ἀνδράσι συζεύγνυνται.
ΛΙΠʼ ΕΛΑΙΩι. Οἱ μὲν ἄλλοι πάντες λιπαρῷ ἐλαίῳ φασὶ, καὶ κατὰ ἀποκοπὴν καὶ λίπα εἶναι. Ἐγὼ δέ φημι, λίπει ἐλαίῳ, ἤγουν τῷ ἐξ ἐλαίας· κουφίζονται γὰρ καὶ τὰ μακρὰ, ὡς τὸ βούλομʼ ἐγὼ— ὅς μʼ ἔθελεν φιλότητι μιγήμεναι οὐκ ἐθελούσῃ καὶ τὰ ὅμοια· ἠλείφοντο δὲ τὸ πρὶν αἱ παρθένοι τῷ τοῦ βαλσάμου ἐλαίῳ, ὑπὸ τούτου θαλπόμεναι.
ὉΤʼ ΑΝΟΣΤΕΟΣ ὉΝ ΠΟΔΑ. Τὸν μὲν ἀνόστεον δεῖ νοεῖν τὸν πολύποδα, διότι καὶ αὐτὸς ἕν τι τῶν μαλακίων ἐστί. Τὰ δὲ μαλάκια γένος τῶν ἀλόγων ζώων ἓν, τεττάρων ὄντων· ἐντόμων, μαλακοστράκων, ὀστρακοδέρμων, μαλακίων. Τὸ δὲ ΤΕΝΔΕΙ σημαίνει τὸ ἐσθίει, κατὰ τροπὴν τοῦ ἀντιστοίχου οὕτω ῥηθὲν, ἐπεὶ τένθης λέγεται ὁ ὀξυπείνης καὶ προτένθης. Λέγεται γὰρ καὶ ὁ πολύπους ἐν τοῖς χειμῶσιν ἐκμυζᾶν τὸν πόδα συνεσταλμένος ἐν τοῖς μυχοῖς τοῖς ἑαυτοῦ. Τὸ δὲ ΑΠΥΡΟΝ εἶναι τοῦ πολύποδος τὸν οἶκον, νοεῖν ὡς ψυχρόν. ΚΑΙ ΕΝ ΗΘΕΣΙΝ αὐτὸν τότε ζῆν ΛΕΥΓΑΛΕΟΙΣ, τουτέστι κακοῖς, παρὰ τὸ λυγρὸν τοῦ λευγαλέου ῥηθέντος, ὥσπερ καὶ τὸ λυγρὸν αὐτὸ πεποίηται λίαν ὑγρὸν ὄν. Εἰ οὖν τὰ ἤθη λευγαλέα καὶ ὁ οἶκος ἄπυρος, ἐξ ἀμφοτέρων δείκνυται καταγωγὴν ἔχων ὑγρὰν καὶ ψυχράν· ἤθη γὰρ τὰς εἰωθυίας λέγουσι διαίτας ἑκάστῳ. Καὶ δὴ καὶ τὴν αἰτίαν ἐπήγαγε, διʼ ἣν τὸν ἑαυτοῦ πόδα ἐσθίει καθήμενος ἐν τῷ φωλεῷ· οὐ γὰρ αὐτῷ ὁ ἥλιος ἐκλάμπων δείκνυσι τὸν τόπον τῆς νομῆς, διὰ τὴν δυσαερίαν τοῦ χειμῶνος· κατεσθίει οὖν τὰς ἰδίας πλεκτάνας· διὸ καὶ εὑρίσκονται οἱ παλαιοὶ πολύποδες ἔχοντες κολοβοὺς τοὺς πόδας. Κλείταρχος δὲ ἐν Γλώσσαις τὸν πολύποδα ὑπὸ Λακεδαιμονίων ἀνόστεόν φησι καλεῖσθαι, Ἀριστοτέλης δέ φησι ψεῦδος εἶναι τὸ κατὰ τοὺς πολύποδας· αὐτοὺς γὰρ ἑαυτοὺς μὴ κατεσθίειν, ἀλλʼ ὑπὸ τῶν παγούρων κατεσθίεσθαι. Ἔδει οὖν εἰπεῖν τένθει, διὰ τοῦ θʹ. οἱ γὰρ Ἀττικοὶ τένθην καλοῦσι τὸν γαστρίμαργον. Κατʼ ἐναλλαγὴν οὖν εἴρηται τοῦ θʹ εἰς δʹ.
ΑΝΟΣΤΕΟΣ. Ὁ πολύπους.
ΤΕΝΔΕΙ. Ἐσθίει· τένθης γὰρ ὁ ὀξυπείνης καὶ λαίμαργος. Χειμῶνος γὰρ πολλοῦ γεγονότος τὸ θηρίον ἡ ἄρκτος ἐν τῷ ἑαυτῆς φωλεῷ καθημένη τοὺς ἰδίους πόδας περιλιχμάζουσα διαζῇ, τῷ ἀπορεῖσθαι τροφῆς· ὁ δὲ πολύπους ὁ θαλάσσιος τοὺς ἑαυτοῦ πλοκάμους ἐσθίει. Ὅθεν πολλάκις πολύποδες εὑρίσκονται κολοβόποδες. Ἀριστοτέλης δὲ ὑπὸ παγούρων φησὶ τούτους, οὐχ ὑπὸ τῶν πολυπόδων, ἐσθίεσθαι.
ΕΝ Τʼ ΑΠΥΡΩι ΟΙΚΩι Ἄπυρον οἶκον, ἤγουν μὴ ἔχοντα πῦρ, καὶ ἤθη, καὶ διατριβὰς λευγαλέους καὶ ἀγούσας θάνατον, καλεῖ τὴν θάλασσαν.
ΕΝ ΑΠΥΡΩι ΟΙΚΩι. Ἤγουν ἀθερμάντῳ, τουτέστι ψυχρῷ, καὶ ἐν διατριβαῖς λευγαλέοις· ἤγουν λυγραῖς, χαλεπαῖς. Εἶτα ἐπάγει τὴν αἰτίαν, διʼ ἣν τὸν ἑαυτοῦ πόδα ἐσθίει καθήμενος ἐν τῷ φωλεῷ· καὶ φησὶν, οὐ γὰρ δείκνυσιν αὐτῷ ὁ ἥλιος λάμπων νομὸν, ἀντὶ τοῦ τόπον νομῆς, ὥστε ὡρμηθῆναι ἐπʼ αὐτὸν, ἀλλʼ ἐπὶ τὴν πόλιν καὶ τὸν δῆμον τῶν κυανέων ἀνδρῶν, ἤγουν τῶν Αἰθιόπων· ἀπὸ τούτων δὲ πάντας τοὺς κατὰ τὸ νότιον μέρος ἐδήλωσε.
ΛΕΥΓΑΛΕΟΙΣΙΝ. Ἀπὸ τοῦ λυγρὸν γίνεται τὸ λευγαλέον, τὸ δὲ λυγρὸν ἀπὸ τοῦ λίαν ὑγρόν· λέγεται δὲ οὕτω τὰ κακὰ, ὡς λύπην ἐμποιοῦντα· ἐκ γὰρ τῶν ὑγρῶν καὶ ψυχρῶν φασι τὰ λυπηρὰ, ἐκ δὲ τῶν θερμῶν τὰ ἡδέα.
ΟΥ ΓΑΡ ΟΙ ΗΕΛΙΟΣ. Οὐ γὰρ λάμπων παρʼ ἡμῖν τότε ὁ ἥλιος δείκνυσιν αὐτῷ ὁρμηθῆναι πρὸς ὁρμήν· ἀλλὰ τότε περὶ τὸν τοξότην ὢν, ἐπὶ τοὺς μέλανας ἄνδρας τοὺς Αἰθίοπας ἀναστρέφεται καὶ λάμπει. Βράδιον δὲ περὶ τὴν ἡμέραν ἡμῖν τοῖς Πανέλλησι φαείνει, βορείοις τυγχάνουσι.
ΑΛΛʼ ΕΠΙ ΚΥΑΝΕΩΝ ΑΝΔΡΩΝ. Ἔοικεν ἔννοιαν ἔχειν τῶν διαφόρων οἰκήσεων ἐπὶ γῆς, τῶν μὲν, ὡς βορείων, τῶν δὲ, ὡς νοτίων· καὶ συνορᾶν ὅτι χειμῶνος ἡμῖν ὄντος, τοῖς τὸ βόρειον μέρος οἰκοῦσιν, οὐ κωλύει θέρος ἄλλοις εἶναι, ὧν ἐστιν ἐγγὺς ὁ ἥλιος, τὰ νότια τοῦ ζωδιακοῦ περιπολῶν. Τοῦτο οὖν δηλοῖ λέγων, ὅτι χειμερίας παρʼ ἡμῖν οὔσης καταστάσεως, ὁ ἥλιος πολὺς μὲν παρʼ ἄλλοις, οὓς ἐκάλεσε κυανέους ὡς μέλανας, ἀπὸ τῶν Αἰθιόπων, μεσημβρινωτέρων ἡμῶν ὄντων, πάντας οὕτως καλέσας, ὥσπερ καὶ τοὺς βορείους πάντας διὰ τῶν Ἑλλήνων ἐσήμανε.
ΒΡΑΔΙΟΝ ΔΕ ΠΑΝΕΛΛΗΝΕΣΣΙ ΦΑΕΙΝΕΙ. Βράδιον δὲ φαίνει παρʼ ἡμῖν, ὡς πολὺν χρόνον τὰ ὑπὸ γῆν τμήματα διϊὼν, ἐλάχιστον δὲ τὰ ὑπὲρ γῆν. Ὁ γὰρ ἶσος χρόνος ἐκείνοις μὲν ἡμέραν ποιεῖ· νύκτα δὲ ἡμῖν μεγίστην ἑκατέραν.
ΣΤΡΩΦΑΤΑΙ. Ἤγουν στρέφεται. Βράδιον δὲ, ἤγουν βραδέως, φαίνει τοῖς Πανέλλησιν, ἀντὶ τοῦ πᾶσι τοῖς Ἕλλησι καὶ τοῖς ἄλλοις τοῖς κατὰ τὸ Βόρειον μέρος, ὡς πολὺν χρόνον τὰ ὑπὸ τὴν γῆν τμήματα διϊὼν, ἐλάχιστον δὲ τὰ ὑπὲρ γῆν. Καὶ δὴ τότε οἱ θῆρες οἱ ἐν ταῖς λόχμαις κοιταζόμενοι, τοῦτο γὰρ τὸ ὑληκοῖται, οἱ κεραιοὶ, ἤγουν οἱ κερασφόροι, οἱ κέρατα ἔχοντες, καὶ οἱ νήκεροι, ἤγουν οἱ μὴ κέρατα ἔχοντες· χαλεπὸν μυλιόωντες, ἤγουν τοὺς ὀδόντας συγκρούοντες. Μῦλαι γὰρ αἱ ἀλήθουσαι τὴν τροφὴν ὀδόντες· ἀφʼ ὧν πάντας λέγει τοὺς ὀδόντας, καὶ τὰς σιαγόνας.
ΣΤΡΩΦΑΤΑΙ. Ἀπὸ τοῦ στρέφω, στρωφάομαι στρωφῶμαι· τὸ δὲ στρω ὤφειλε μὲν μικρὸν γράφεσθαι, ὡς τὸ φο, ἐν τῷ φορέω φορῶ, ἀπὸ τοῦ φέρω· ἐπεὶ δὲ ἔχει τὸ ςʹ, τὸ τʹ, καὶ τὸ ρʹ, ὧν ὄπισθεν εἰ πεσεῖταί τι βραχὺ, ὑπʼ αὐτῶν πάντως ἐκταθήσεται. Ἔχει δὲ καὶ ἔμπροσθεν μακρὸν ὅποι ἂν κινηθείη, εἶτα εἰ μικρὸν τοῦτο ἦν, ἦν ἂν βραχὺ μεταξὺ δύο μακρῶν δυνάμει. Τὸ τοιοῦτο δὲ τῷ ἡρωϊκῷ οὐ συνᾴδει μέτρῳ, ἐξ ἀνάγκης μέγα ἐγένετο, ἵνʼ αὐτῷ τούτῳ ἡρωϊκῷ μέτρῳ ἁρμόσῃ.
ΚΑΙ ΤΟΤΕ ΔΗ ΚΕΡΑΟΙ ΚΑΙ ΝΗΚΕΡΟΙ ὙΛΗΚΟΙΤΑΙ.Οἱ μὲν ὑληκοῖται, οἱ κερατηφόροι καὶ ἀκέρατοι, δῆλον ὡς οἱ θῆρες εἰσίν. Οὗτοι δὲ λέγονται φεύγειν ἐν ταῖς ἄκραις ταῖς δυσβάτοις τῶν ὀρέων, ἕως ἂν καταλάβωσι θάμνους ἢ σπήλαια. ΜΥΛΙΟΩΝΤΕΣ δὲ, διεστραμμένοι καὶ συγκαμφθέντες ὑπὸ τοῦ κρύους, ἢ τὰ χείλη κινοῦντες, ὑπὸ τῆς ψυχρότητος. Κράτης δὲ γράφει ΜΑΛΚΙΟΩΝΤΕΣ. Νήκεροι δὲ κατὰ στέρησιν, κέρατα μὴ ἔχοντες· τὸ γὰρ νη στερητικόν ἐστιν. Ὑληκοῖται δὲ, οἱ ἐν ὕλαις κοιταζόμενοι.
ΚΑΙ ΤΟΤΕ ΔΗ ΚΕΡΑΟΙ. Καὶ τότε δὴ οἱ θῆρες οἱ ἐν τῇ ὕλῃ καὶ τῷ ὄρει κοιμώμενοι, οἵ τε κέρατα ἔχοντες, καὶ οἱ ἄκεροι, φεύγουσιν ἀνὰ τὰ δρυμὰ καὶ τὰ ὄρη βησσήεντα, τὰ ἐξοχὰς καὶ προβάσεις ἔχοντα. Φεύγουσι δὲ λυγρὸν καὶ χαλεπῶς ΜΥΛΙΟΩΝΤΕΣ, ἤγουν συγκεκρουκότες ὑπὸ τοῦ κρύους τὰς μύλας, καὶ τοὺς ὀδόντας· ἀπὸ μέρους δὲ τὰς ὅλας αὐτῶν σιαγόνας δηλοῖ. Καὶ πάντες δὴ θῆρες φεύγειν ἐν τοῖς κοίλοις καὶ δασέσι φροντίζουσιν.
ΑΝΑ ΔΡΙΑ ΒΗΣΣΗΕΝΤΑ ΦΕΥΓΟΥΣΙΝ. Ἤγουν ἐπὶ τοὺς θάμνους, τοὺς ἐν ταῖς κοιλάσι τῶν ὀρῶν. Καὶ πᾶσιν ἐν τῷ λογισμῷ τοῦτο διὰ φροντίδος ἐστὶν, οἵ τινες σκέπασμα ζητοῦντες καταδύσεις οἰκοῦσι πυκνοὺς, δένδροις δηλονότι, ἤγουν δασεῖς, καὶ κοίλωμα πέτρινον, ἤγουν ἄντρον. Τότε δὴ οὗτοι τρίποδι βροτῷ ἴσοι, ἀντὶ τοῦ ὅμοιοι, τουτέστι γέροντι βακτηρίᾳ χρωμένῳ, καὶ διὰ τοῦτο τρίποδι· οὗ τινος τὰ νῶτα ἐπέαγεν, ἤγουν ἐπικέκλασται, τὸ κάρα δὲ, ἤγουν ἡ κεφαλὴ, ἐπὶ τὸ ἔδαφος ὁρᾶται κλίνουσα, τούτῳ ὅμοιοι φοιτῶσιν, ἀντὶ τοῦ σπεύδουσιν, ἐκφεύγοντες τὴν νιφάδα τὴν λευκήν.
ΚΑΙ ΓΛΑΦΥ ΠΕΤΡΗΕΝ. Τὸ γλάφυ εἰ μὲν ἀντὶ τοῦ γλαφυρὸν εἴη, οὐδὲν λέγει, τὸ γὰρ γλαφυρὸν μετουσιαστικόν ἐστι καὶ οὐκ ἀποτελεῖ ἔννοιαν μόνον, ὥσπερ οὐδὲ τὸ πετρῆεν καὶ τὸ πέτρινον· συνυπακουόμενον δὲ ἔχειν τὸ ἄντρον, ἐπαχθές. Δοκεῖ δὴ οὐκ ἀποκοπὴν ἔχειν τὸ γλάφυ, ἀλλʼ οὕτως ἐσχηματίσθαι ἀπὸ τοῦ γλάφω, ὡς τὸ δάκρυ ἀπὸ τοῦ δακρύω· ἵνʼ ᾖ καὶ γλάφυ πετρῆεν, ἤγουν κοίλωμα πέτρινον· κοίλωμα δὲ πέτρας καὶ σπήλαιον, ταυτόν.
ΟΙ ΣΚΕΠΑ ΜΑΙΟΜΕΝΟΙ. Ἕως τοῦ, ΑΛΕΥΑΜΕΝΟΙ ΝΙΦΑ ΛΕΥΚΗΝ. Τρισὶν ἀποκοπαῖς ὀνομάτων ἐχρήσατο· τὸ μὲν σκέπασμα, σκέπα καλῶν, τὴν δὲ νιφάδα, νίφα· τὸ δὲ γλαφυρὸν, γλάφυ· διʼ ὧν δηλοῖ τοὺς θῆρας καταλαμβάνειν σκέπασμα ζητοῦντας, ἢ τοὺς κευθμῶνας τοὺς θαμνώδεις, ἢ τὸ ἄντρον τὸ γλαφυρὸν καὶ πέτρινον, τὴν νιφάδα φεύγοντας, ἐοικότας γέροντι τρίποδι, τρίπους γὰρ, ὁ βακτηρίᾳ χρώμενος· οὗτος κέκαμπται μὲν τὰ νῶτα, κυπτάζει δὲ εἰς γῆν.
ΟΙ ΣΚΕΠΑ. Οἵ τινες θῆρες σκέπην μαιόμενοι, καὶ ψηλαφῶντες τοὺς δασεῖς κευθμῶνας ἔχουσιν.
ΚΑΙ ΓΛΑΦΥ ΠΕΤΡΗΕΝ. Καὶ σκέπασμα, ἤγουν σπήλαιον πετρῶδες.
ΤΟΤΕ ΔΕ ΤΡΙΠΟΔΙ ΒΡΟΤΩι. Τότε δὴ ἀνθρώπῳ γηραιῷ κεκυφότι, καὶ πρὸς γῆν βλέποντι, καὶ βακτηρίαν κατέχοντι, ὅμοιον πορεύονται πρὸς τὰ δάση, τὴν νιφάδα καὶ τὴν χιόνα τὴν λευκὴν ἀλευόμενοι καὶ ἐκφεύγοντες. Τρισὶ δὲ ἀποκοπαῖς ἐνταῦθα ἐχρήσατο, σκέπα, γλάφυ, καὶ νίφα.
ΝΙΦΑ. Νιφάδα. Ὑετὸς ἡ καταφορὰ τοῦ ὄμβρου καὶ τὸ καταφερόμενον ὕδωρ, καὶ ὄμβρος ὁμοίως ἐπὶ τῶν δύω τούτων σημαινομένων· νιφετὸς δὲ ἐπὶ μόνου τοῦ πράγματος, οὐκέτι καὶ ἐπὶ τῆς καταφερομένης χιόνος· χιὼν γὰρ λέγεται ἡ καταφερομένη· νιφάδες δὲ ἐπὶ χιόνος, σταλαγμοὶ ἐπὶ ὄμβρων, ῥανίδες δὲ κυρίως αἱ ἀπὸ κεράμων ἢ τοιούτων τινῶν καταῤῥέουσαι.
ΚΑΙ ΤΟΤΕ ἙΣΣΑΣΘΑΙ. Πῶς δεῖ τὸν γεωργικὸν στέλλεσθαι κρύους ὄντος, διὰ τούτων ὑφηγεῖται· χλαμύδα περιβάλλεσθαι θάλπειν δυναμένην· τοιαύτη δὲ ἡ μαλακή· καὶ χιτῶνα τοιοῦτον καθειμένον, εἶθʼ ὅπως ἔσται μαλακὰ διδάσκων φησί· χρῆναι τὸν μὲν στήμονα τούτων εἶναι μὴ πολὺν, τὴν δὲ κρόκην πολλήν. Μαλακὴν μὲν οὖν χλαῖναν, οὐ τὴν Μιλησίαν λέγειν αὐτὸν ἢ τὴν Ἀττικὴν, ἢ ὅλως τὴν θρυπτομένοις οἰκείαν, οἵαν νῦν οἱ βαρυδαίμονες φοροῦσιν, ἀλλὰ τὴν ἐκ τῶν ἐρίων ἔχουσαν. Διδάσκει δὲ καὶ πῶς ἂν γένοιτο τοιαύτη διὰ τῆς πολλῆς κρόκης. Οἱ μὲν γὰρ στήμονες ἅτε στερεώτεροι ὄντες, ἐὰν ὦσι συνεχεῖς, δερματῶδες τὸ ὕφασμα ποιοῦσιν· ἡ δὲ κρόκη πλεῖον ἐγκαταμιγνυμένη διὰ τὸ εἶναι χαυνοτέρα τοῦ στήμονος ἀναδίδωσι κροκύδα, διʼ ἧς πολλῆς οὔσης καὶ τὸ σῶμα περιπτυσσομένης, ἀλεαίνεται ὁ φορῶν.
ΚΑΙ ΤΟΤΕ ἙΣΣΑΣΘΑΙ. Κατὰ τὸν χειμέριον τοῦτον καιρὸν, ὅτε οἱ θῆρες φεύγοντες χωροῦσι πρὸς τὰ δάση, ἕσασθαι καὶ ἐνδύθητι ἔρυμα καὶ φύλαγμα τοῦ σώματος, ὥς σε κελεύω, χλαῖναν καὶ παχὺ ἱμάτιον μαλακὸν, καὶ χιτῶνα τερμιόεντα· μέχρι τοῦ τέρματος, ἤγουν τῶν ποδῶν. ΧΙΤΩΝ δέ ἐστι κατὰ τοῦτον νῦν, καὶ κατὰ τὴν συνήθειαν, τὸ λεγόμενον ἐπικάμυσον· κατʼ ἐμὲ δὲ, καὶ τοὺς ἀκριβεστάτους τῶν παλαιῶν, χιτὼν καὶ φάρος ἐστὶ τὸ διεσχισμένον ἱμάτιον, ὃ καλοῦμεν ἐπιλώρικον, καὶ πᾶν τὸ οὕτω διεσχισμένον. ΧΛΑΙΝΑ δὲ, καὶ χλανίσκιον, τὸ νῦν καλούμενον σφικτούριον, καὶ πᾶν παχὺ ἱμάτιον. ἙΣΣΑΣΘΑΙ, ἐκ τοῦ ἕω τὸ ἐνδύομαι, δασύνεται· ὅθεν εἷμα, τὸ ἱμάτιον.
ΚΑΙ ΤΟΤΕ ἙΣΣΑΣΘΑΙ. Εἰπὼν ὄπισθεν καὶ τότε δὴ κεραοὶ καὶ νήκεροι ὑληκοῖται, πρὸς αὐτὸ ἐπάγει, καὶ τότε ἕσσασθαι μετὰ τοῦ και, καὶ τότε ἔνδυσαι, περιβαλοῦ ἀσφάλειαν τοῦ σώματος, ἤγουν ἐνδύματα ὀχυροῦντα καὶ ἀσφαλιζόμενα τὸ σῶμα, καθά σε κελεύω· οὔπω κελεύει, ὃ δὲ ποιήσει αὐτίκα, ὡς ἤδη τοῦτο ποιῶν λέγει· τοῦτο δὲ σύνηθες καὶ παρὰ τοῖς κοινοῖς. Ἔρυμα ἰδίως τὸ φρούριον, ὃ καὶ πολίχνιον λέγεται· ἐνταῦθα δὲ ἔρυμα λέγει τὴν ἀσφάλειαν ἁπλῶς καὶ φυλακήν. Χλαῖναν μὲν μαλακὴν ἔνδυσαι, ἤγουν χλαμύδα, καὶ χιτῶνα μαλακὸν, δηλονότι τερμιόεντα, ἤγουν ποδήρη· χλαῖνα τὸ ἐκτὸς καὶ παχύτερον, χιτὼν τὸ ἐνδοτέρω· σύνθες δὲ, ὕφανον, τοῦτο γὰρ τὸ μηρύσασθαι ἐν ὀλίγῳ στήμονι πολλὴν κρόκα, ἀντὶ τοῦ κρόκην κατὰ μεταπλασμόν· οὕτω γὰρ ἂν εἴη δηλονότι μαλακὴ ἡ χλαῖνα, κροκύδος ἀναδιδομένης, οὐ συνεχῶν ὄντων τῶν στημόνων, ταύτην περιβαλοῦ, ἵνα σοι αἱ τρίχες ἀτρεμέωσιν, ἤγουν ἀκίνητοι ὦσιν, ἥσυχοι κατακέωνται.
ΜΗΡΥΣΑΣΘΑΙ. Ἐπισπεύσασθαι ὑφάναι. Μήρυμα δὲ κυρίως τὸ ξαινόμενον ἔριον· νῦν δὲ ποιήσασθαι εἶπεν.
ΣΤΗΜΟΝΙ Δʼ ΕΝ ΠΑΥΡΩι. Εἰπὼν χλαῖναν μαλακὴν, διδάσκει καὶ πῶς μαλακὴ γένοιτο, καί φησι, ἐν ὀλίγῳ στήμονι πολλὴν κρόκα καὶ ὕφασμα μηρύσασθαι, καὶ μηρύου καὶ ὕφαινε, καὶ οὕτω μαλακὴν αὐτὴν ἀπεργάσῃ.
ΤΗΝ ΠΕΡΙΕΣΣΑΣΘΑΙ. Τοῦτο συμβαίνει τοῖς ῥιγῶσι. Πιεζομένων γὰρ τῶν τριχῶν κατὰ τὰς ῥίζας ὑπὸ τῆς ψυχρότητος καὶ πυκνώσεως τῆς περὶ αὐτὰς γινομένης, αἴρονται ὀρθαί. Καὶ τοῦτό ἐστι τὸ τῆς φρίκης πάθος, ἡ διὰ πυκνώσεων σύντασις τῶν τριχῶν.
ΤΗΝ ΠΕΡΙΕΣΣΑΣΘΑΙ. Ταύτην τὴν χλαῖναν τῷ χειμῶνι ἐνδύθητι, ἵνα σου αἱ τρίχες ἐν τῷ καθεστηκότι ὦσι, καὶ μὴ ψυχομένης σου τῆς κεφαλῆς, καὶ οὕτω τοῦ ταύτης δέρματος πυκνουμένου, ἀνίστωνται ὄρθιοι.
ΜΗ Δʼ ΟΡΘΑΙ ΦΡΙΣΣΩΣΙΝ ΑΕΙΡΟΜΕΝΑΙ ΚΑΤΑ ΣΩΜΑ. Μὴ δὲ αἰρόμεναι ὀρθαὶ κατὰ σῶμα, γίνωνται, ὤφειλεν· ὁ δέ φησι φρίσσωσιν, ὃ καὶ μόνον τὸ τὰς τρίχας ὀρθίας γίνεσθαι δηλοῖ, καὶ Εὐριπίδης ὅμοιόν τι ποιεῖ ἐν τούτοις· μὴ τελεσφόρους Εὐχὰς θεοὶ κραίνωσιν. ὀφείλων γὰρ εἰπεῖν μὴ τελεσφόρους ποιήσωσιν, ὁ δὲ φησὶ τελεσφόρους κραίνωσιν ἐκ παραλλήλου, ὡς πετρώματι λευσίμῳ ἐν ἄλλοις, ἤγουν λιθοβολισίμῳ. Καὶ ἁπλῶς πολὺ παρὰ τούτοις τὸ τοιοῦτον· ἐνταῦθα δὲ καὶ οὕτως ἂν ὁ λόγος λέγοιτο, μὴ δὲ φρίσσωσι λέγω, ὀρθαὶ κατὰ τὸ σῶμα αἰρόμεναι, ἵνʼ ᾖ τὸ ὀρθαὶ αἰρόμεναι, ὥσπερ ἐφερμηνευτικὸν τοῦ φρίσσωσι· φρίσσειν γάρ ἐστιν ὅταν αἱ τρίχες ὀρθαὶ γίνωνται πυκνουμένου τοῦ δέρματος.
ΑΜΦΙ ΔΕ ΠΟΣΣΙ. Ἐκ βοείων δερμάτων εἶναι κελεύει τὰ ὑποδήματα, καὶ τούτων τῶν ἰσχυρῶν· τοιαῦτα δὲ εἶναι τὰ τῶν σφαγέντων βοῶν, ἀλλʼ οὐ τὰ τῶν αὐτομάτως ἀποθανόντων. Εἰκότως. Ἀποθνήσκουσι μὲν γὰρ ἢ νοσήσαντες, ἢ γηράσαντες, ὥστε ἠσθενηκότες. Τῶν δὲ σφαγέντων ἡ ἐν τοῖς δέρμασιν ἐνοῦσα δύναμις μένει. Δεῖν οὖν ἐκ τούτων εἶναι τὰ ὑποδήματα· δεῖν δὲ καὶ πίλοις ἔνδοθεν χρῆσθαι συμφύεσθαι τοῖς ποσὶ δυναμένοις, καὶ μειζόνως ἀλεαίνειν. Τὰ γὰρ ἄκρα μείζονος δεῖται βοηθείας, ὡς ποῤῥώτερον ὄντα τοῦ μέσου, ἐν ᾧ τὸ ἔμφυτον θερμόν.
ΑΜΦΙ ΔΕ ΠΟΣΣΙ. Περὶ δὲ τοῖς ποσὶν ἔνδυσαι ὑποδήματα ἀπὸ βοὸς δέρματος μὴ νόσῳ τελευτήσαντος· ἀσθενῆ γὰρ τὰ τοιαῦτα δέρματα, ὡς δαμασθέντα τῇ νόσῳ· ἀλλὰ ἀπὸ δέρματος βοὸς, ἐν τῷ ὑγιῶς καὶ ἐῤῥωμένως ἔχειν σφαγέντος.
ΑΜΦΙ ΔΕ ΠΟΣΣΙ ΔΗΣΑΣΘΑΙ. Ὅμοιον τῷ, κνημῖδας μὲν πρῶτα περὶ κνήμαισιν ἔθηκεν. Δεῖ δὲ ἐν τούτοις τὴν πρόθεσιν τῷ ῥήματι συνάπτειν, ἵνʼ οἰκείως ἔχῃ πρὸς τὴν δοτικὴν, ὡς τὸ περιαρτῶ, καὶ πολλὰ ἕτερα. Ὡς γὰρ περιαρτῶ τόδε τῷδε λέγεται, οὕτως ἂν οἰκείως λέγοιτο καὶ περιτίθημι ταῖς κνήμαις τὰς κνημῖδας, καὶ περιδῶ τοῖς ποσὶ τὰ πέδιλα, ἤγουν περιτιθεὶς δεσμῶ. Τοῖς ποσὶ δὲ περίδησον πέδιλα, ἤγουν ὑποδήματα ἁρμόδια, τουτέστι σύμμετρα αὐτοῖς, ἀπὸ δέρματος βοὸς ἶφι κτανθέντος· ἤγουν κραταιῶς καὶ ἐν τῇ ἰσχύϊ αὐτοῦ σφαγέντος, ἀλλʼ οὐκ αὐτομάτως ἀποθανόντος, ἀπὸ νόσου δηλονότι ἢ γήρως, οὗ τὸ δέρμα ἀνίσχυρον γίνεται· ἀλλʼ ἐν τῇ ἰσχύϊ σφαγέντος, ἵνʼ ἰσχυρὸν ᾖ τὸ δέρμα· πίλοις ἔνδον τῶν ὑποδημάτων πυκάσας αὐτοὺς, τοὺς πόδας δηλονότι, ἤγουν ἀσφαλισάμενος. Δέρματα δὲ πρωτογόνων ἐρίφων, ἵνʼ ἰσχυρότερα ᾖ δηλονότι, τῶν τεκόντων αὐτοὺς ἔτι ἀκμαζόντων, συνάπτων ἕτερον ἑτέρῳ, ῥάπτε νεύρῳ βοός· καὶ τοῦτο διὰ τὸ ἰσχυρόν· ὁπότε ἔλθῃ τὸ κρύος τὸ ὥριον, ἤγουν τὸ συνήθως ἐν τῇ τεταγμένῃ αὐτοῦ ὥρᾳ γινόμενον· ἢ ἀντιστρόφως, τὸ κρύος τὸ ὥριον, ἀντὶ τοῦ ἡ ὥρα ἡ τοῦ κρύους· ἵνα περιβάλλῃ ἐπὶ τὼ ὤμω ὁμοῦ, ἀντὶ τοῦ ἐνδύσῃ· ὑετοῦ ἀλεὴν, ἀντὶ τοῦ ἀλεωρὴν, κατὰ συγκοπὴν, ἤγουν καταφυγήν.
ΑΡΜΕΝΑ. Καὶ ἁρμόδια καὶ προσφυῆ τῷ χειμῶνι καὶ τῷ σῷ ποδί.
ΔΗΣΑΣΘΑΙ. Ὑπόδησαι.
ΠΙΛΟΙΣ. Πίλοις, κυρίως τοῖς ἐξ ἐρίων πεπιλημένοις καὶ συμπατηθεῖσι, καὶ συσφιγχθεῖσιν ὑφάσμασιν, ἃ οἱ ἰδιῶται νῦν κέντουκλά φασι. Νῦν δὲ πίλα, τὰ ἀρτάρια.
ΠΡΩΤΟΓΟΝΩΝ Δʼ ΕΡΙΦΩΝ. Βούλεται καὶ δέρματι σκέπειν ἑαυτὸν τὸν γεωργικόν· εὔραφον δὲ εἶναι τοῦτο ἐκ πολλῶν δερμάτων ἐριφίων, ἐκ πρωτογόνων δὲ ἐρίφων, οἰόμενος ἰσχυρότερα εἶναι καὶ τὰ τούτων δέρματα, ὡς τεχθέντων ἔτι τῶν τεκόντων αὐτοὺς ἀκμαζόντων· ὥσπερ καὶ τὰ νεῦρα τὰ βόεια, οἷς χρῆναι τὰ δέρματα συῤῥάπτειν, διὰ τὴν ἰσχὺν ἔκρινεν. Τὸ δʼ οὖν τοιοῦτον δέρμα περίβλημα εἶναι τῶν νώτων, ἵνα τὴν διφθέραν ταύτην φορῶν ὁ ἐργάτης ἀμύνηται τὰς ἐκ τοῦ ὑετοῦ προσβολὰς, ἀλέαν ἔχων καὶ τὴν ἀπʼ ἐκείνου ψύξιν διαφεύγων.
ΠΡΩΤΟΓΟΝΩΝ Δʼ ΕΡΙΦΩΝ. Ἀπὸ δέρματος πρωτογόνων ἐρίφων συῤῥάπτων δέρματα, ποίει ἱμάτια ἐν τῷ χειμῶνι. Διὰ τί δὲ ἀπὸ τοιούτων; ἵνα δυνατὰ ᾖ τὰ δέρματα, νέων ὄντων καὶ σφριγώντων τῶν αὐτοὺς γεννησάντων τράγων. Τῶν γὰρ νεαζόντων πατέρων τὰ τέκνα γενναῖα καὶ σθεναρὰ, ὡς τῶν γηραιῶν ἀσθενῆ μὲν ὡς ἐπὶ τὸ πλεῖστον, ἀλλὰ φρόνιμα.
ΝΕΥΡΩι ΒΟΟΣ. Διὰ τὸ ἰσχυρὸν εἶπεν. Ἐρίῳ γὰρ ταῦτα συῤῥάπτουσι· Σκύθαι δὲ νευρῷ.
ΚΕΦΑΛΗιΦΙ Δʼ ὙΠΕΡΘΕΝ. Δεῖ καὶ πῖλον ἔχειν ἐπὶ τῆς κεφαλῆς ἀσκητόν· ἔστι δʼ οὗτος ὁ ἐξ ἐρίων γεγονὼς, ἵνα μὴ ὑετὸς καταβρέχῃ τὴν κεφαλὴν, ἣν διὰ τῶν ὤτων ἐδήλωσεν ἐπʼ ἐσχάτης αὐτῆς κειμένων. Καὶ τέλος πάντων ἐπήγαγεν, ὅτι ψυχραὶ πάντων εἰσὶν αἱ καταστάσεις τῶν ἡμερῶν, βορέου πεσόντος· τοῦτο δʼ ἔστιν ἄνωθεν πνεύσαντος· πνεῖ γὰρ ἀπὸ ὑψηλοτέρων ὁ βορέας, ὃ δηλοῖ τὸ πεσεῖν. Διὸ χρὴ ταῦτα πάντα κατεσκευάσθαι τὰ περιβλήματα, τὴν χλαῖναν, τὸν χιτῶνα, τὰ ὑποδήματα, τοὺς ἐντὸς τούτων πίλους, τὴν διφθέραν, τὸν ἐπὶ τῆς κεφαλῆς ἄλλον πῖλον· οἷς ὁπλισθεὶς ὁ ἐργατικὸς, ἀμύνεται τὸν κρυμόν.
ΚΕΦΑΛΗιΦΙ Δʼ ὙΠΕΡΘΕΝ. Ἀντὶ τοῦ ἐπὶ τῇ κεφαλῇ πῖλον ἔχε ἀσκητὸν, ἤγουν τέχνῃ κατεσκευασμένον· ἔστι δὲ οὗτος ὁ ἐξ ἐρίων. Οὐ διαστέλλων δὲ ἀπὸ τῶν ἄλλων, οὓς ἐν τοῖς ποσὶν εἶπεν, ὡς ἂν ἐκείνων δηλονότι μὴ ἀσκητῶν, τοῦτον ἀσκητὸν λέγει· ἀλλὰ καὶ τοῦτον ἀσκητὸν λέγει, καὶ ἐν ἐκείνοις τὸ ἀσκητὸν δίδωσι συνυπακούειν· κἀκεῖνοι γὰρ ἀσκητοὶ, ἵνα τὰ ὦτα μὴ καταβρέχῃ, ἀντὶ τοῦ τὴν κεφαλὴν πᾶσαν· ἀπὸ τοῦ μέρους γὰρ τὸ ὅλον νοεῖν δίδωσιν. Θέλει δὲ ἴσως διὰ τούτου δηλοῦν, μέγαν δεῖ εἶναι τὸν πῖλον, καὶ καλύπτειν πᾶσαν τὴν κεφαλὴν, ὡς μηδὲ τὰ ἐν τῷ ἐσχάτῳ μέρει αὐτῆς κείμενα ὦτα ἄμοιρα τῆς σκέπης ἐᾷν, καὶ διὰ τοῦτο βρέχεσθαι.
ΨΥΧΡΗ ΓΑΡ Τʼ ΗΩΣ ΠΕΛΕΤΑΙ. Τὸ τότε συνυπακούεται, ἤγουν, ψυχρὰ γὰρ τότε γίνεται ἡ ἡμέρα, Βορέου πεσόντος, ἀντὶ τοῦ καταπνεύσαντος. Ἀπὸ γὰρ τῶν ὑψηλοτέρων μερῶν ὁ Βορᾶς πνεῖ.
ΗΩιΟΣ Δʼ ΕΠΙ ΓΑΙΑΝ. Ταῦτα λέγεται φυσικῶς περὶ τῶν εἰς τὸν ἀέρα φερομένων ἐκ τῶν ὑγρῶν τῶν ἐπὶ γῆς, οἷον ποταμῶν ἢ λιμνῶν, ἀναθυμιάσεων· ἀφʼ ὧν ποτὲ μὲν νέφη συνίστανται μόνον, ποτὲ δὲ ὑετοὶ φέρονται, πυκνωθεισῶν τῆς ληγούσης ἡμέρας τῶν ἀθροισθεισῶν ὀρθρίων. Ὁ μὲν οὖν ἀὴρ πυροφόρος λέγεται τῷ τρέφειν τοὺς καρποὺς διὰ τῶν ἀνέμων καὶ τῶν ὑδάτων ὧν καταπέμπει.
ΗΩιΟΣ Δʼ ΕΠΙ ΓΑΙΑΝ. Κατὰ γὰρ τὸν τότε πρωϊνὸν καιρὸν ἐπὶ τὴν γῆν ἐξαπλοῦται, καὶ χέεται ἀπὸ τοῦ οὐρανοῦ ἐν τοῖς γεωργίοις τῶν εὐδαιμόνων καὶ σωφρόνως γεωργούντων ἀνθρώπων, ἀὴρ σιτοφόρος καὶ ἀγαθός.
ΗΩιΟΣ Δʼ ΕΠΙ ΓΑΙΑΝ. Ὁ ἀὴρ δὲ, ὃς ἀπὸ τοῦ οὐρανοῦ τοῦ καταστέρου, ἀντὶ τοῦ ἀπὸ τοῦ αἰθέρος, μέχρι τῆς γῆς διήκει, τέταται ταύτην τὴν ἑαυτοῦ τάσιν ἐπὶ τοῖς ἔργοις τῶν μακάρων, ἤγουν τῶν γεωργῶν τῶν ἀπὸ οἰκείων κόπων εὐπόρων, καὶ διὰ τοῦτο ζηλωτῶν καὶ εὐδαιμόνων. Ἠῷος ἐπιῤῥηματικῶς ἀντὶ τοῦ κατὰ τὸν ὄρθρον. Πυροφόρος, ἀντὶ τοῦ θρεπτικὸς καὶ ζωογόνος τῶν καρπῶν· ἀπὸ γὰρ τοῦ σίτου πάντας τοὺς καρποὺς νοεῖ. Ἑῶον δὲ λέγει καρποφόρον, διὰ τὴν τοῦ ὄρθρου δρόσον, ἥτις τρέφει τὰ λήϊα, ὅστις ἀπὸ ποταμῶν ἀενάων ἀνιμησάμενος, τὰς ἀτμίδας δηλονότι, ἃς τὸ θερμὸν ἀναδίδωσιν, ἀπὸ τούτων, καὶ τῶν φρεάτων, καὶ τῶν λιμνῶν, εἴσω τῆς γῆς κεκλεισμένων διὰ τὴν ψυχρότητα, ὑψοῦ ὑπὲρ τῆς γῆς ἀρθεὶς, ἤγουν μετεωρισθεὶς ἀνέμου συστροφῇ, ἄλλοτε μὲν ὑετὸν καταπέμπει πρὸς ἑσπέραν, πυκνωθεισῶν καὶ ψυχθεισῶν τῶν ἀτμίδων, δηλονότι τῶν ἀθροισθεισῶν ὀρθρίων, ληγούσης τῆς ἡμέρας.
ΜΑΚΑΡΩΝ ΕΠΙ ΕΡΓΟΙΣ. Τοῖς τῶν εὐδαιμόνως ζώντων. Τὴν δὲ μεταξὺ θέσιν αὐτὴν γῆς καὶ οὐρανοῦ τάσιν ἐκάλεσεν, ὡς καὶ εἰς ὕψος χωροῦντος, καὶ εἰς τὰ κοῖλα καταδυομένου τῆς γῆς. Τοῦτον δέ φησιν ἀπὸ τῶν ποταμῶν ἀρυσάμενον τὰς ἀτμίδας αἴρεσθαι ὑπὲρ τὴν γῆν, ἀνάγοντα τὰς ἀτμίδας. Διὰ γὰρ τὴν ψύξιν τὸ θερμὸν εἴσω τῆς γῆς εἰργόμενον ἀναπέμπει τὰς ἀτμίδας, καὶ ἐκ τῶν ποταμῶν τῶν ἐν αὐτῇ καὶ ἐκ τῶν φρεάτων· καὶ ἔστιν ἰδεῖν τοῦτο ἐναργῶς ἀποτελούμενον ἀπὸ τῶν ἁλικῶν καὶ φρεατίων ἀνάδοσιν ἕωθεν τοιαύτην ἀτμώδη. Ὁ οὖν ἀὴρ δεχόμενος ταύτας ὑψοῖ διὰ τῆς τῶν ἀνέμων συστροφῆς· καὶ ὅταν τοῦτο γένηται, ποτὲ μὲν ὡς πρὸς ἑσπέραν ὕει, ψυχθείσης τῆς ἀτμίδος, ποτὲ δὲ εἰς πνευμάτων μεταβάλλει συστάσεις. Δεῖν οὖν ταῦτʼ εἰδότα τὸν γεωργικὸν τὰ ἔργα πειρᾶσθαι πληροῦν πρὸ τῆς ἑσπέρας, καὶ οἴκαδε ἀναχωρεῖν, μήποτε ἀσυμπληρώτων ὄντων τῶν ἔργων, νὺξ ἐπέλθῃ τοιαύτη, καὶ ποιήσῃ τὸ σῶμα μυδαλέον, δίυγρον ἐκ τοῦ ὑετοῦ γεγονός. ΑΛΛΩΣ. Πρωϊνὸς δὲ ἀὴρ εἰς γῆν ἁπλοῦται ἐξ οὐρανοῦ σιτοφόρος, ὅστις ἀνιμήσας ἀπὸ ποταμῶν καὶ ὑψωθεὶς, εἰς πνοὰς διαλέλυται.
ΑΗΡ ΠΥΡΟΦΟΡΟΣ. Ἡ δρόσος ἡ τὸν σῖτον φέρουσα, ἢ ἀὴρ δροσώδης τρέφων τὰ λήϊα, ἢ ὁ φέρων τὸν σῖτον, ἢ ὁ πυρετὸν καὶ κάματον φέρων, ἢ ὁ φέρων τὸν ἥλιον. Σέλευκος δὲ γράφει, ΑΗΡ ΟΜΒΡΟΦΟΡΟΣ. Ἴσως δὲ πείθων γεωργεῖν. Μάκαρας δὲ πάντας ἐκάλεσε πλουσίους.
ὉΣ ΤΕ ΑΡΥΣΣΑΜΕΝΟΣ. Ὅστις ἀὴρ ἐκ τῶν ὑγρῶν ἀτμίδων ἀνασπῶν καὶ μετεωρισθεὶς, ταύτας πνευματοῖ· καὶ εἰ μὲν παχεῖαι ὦσι, πυκνώσας αὐτὰς πάλιν ὕων καταβρέχει· εἰ δὲ λεπτότεραι, πνευματώσας ἐξανεμοῖ. Τοῦτον οὖν τὸν χειμέρινον ἀέρα, ἤτοι Χοιὰκ τὸν Ἰανουάριον μῆνα, προλαβὼν, καὶ πληρώσας τὰ γεωργήσιμα ἔργα, εἰς τὸν οἶκόν σου πορεύου, μήποτε τοιούτῳ νέφει ὀμβρίῳ καὶ χειμερίῳ κατασχεθεὶς διάδοχος γένῃ, ἀλλὰ προλαβὼν ἐν τῇ ἀρόσει καὶ τῷ σπόρῳ τὸν τοιοῦτον μῆνα, ἔκφευγε αὐτὸν ὡς χαλεπώτατον καὶ χειμέριον.
ΑΕΝΑΟΝΤΩΝ. Αἰὲν ἀέντων. Ἐξ ὑδάτων γὰρ τὰ πνεύματα. Καὶ Ἡρόδοτος, Ἐκ ψυχροῦ φιλέει αὔρη γίνεσθαι.
ΑΛΛΟΤʼ ΑΗΣΙ. Ἀντὶ τοῦ ἀνέμους κινεῖ. Εἶτα τῷ Βορᾷ τὴν ἐπικράτειαν θέλων ἀπονεῖμαι, ἐπάγει, τοῦ Θρακίου Βορέου συνεχῶς τὰ νέφη ταράττοντος, ὡς αὐτοῦ ἐπικρατοῦντος τότε καὶ συνεχῶς πνέοντος.
ΤΟΝ ΦΘΑΜΕΝΟΣ. Ἤγουν τοῦτον, τὸν Ληναιῶνα δηλονότι· ἀπὸ τούτου γὰρ ἀρξάμενος καὶ πολλὰ διὰ μέσου θεὶς, πάλιν ἐπαναλαμβάνει καὶ ἀποδίδωσι πρὸς αὐτὸν τὸν λόγον, καὶ φησὶ τοῦτον τὸν μῆνα προφθάσας, τελέσας τὸ ἔργον, ἤγουν τὴν ἀροτρίασιν, νέεσθαι, τουτέστι νέου, πορεύου, οἶκονδε, ἤγουν εἰς τὸν οἶκόν σου, ἐπιῤῥηματικῶς. Ἰστέον δὲ ὅτι ταῦτα τὰ εἰς δε, εἰ μὲν ἀπὸ αἰτιατικῆς τῶν ἑνικῶν γίνεται, παρὰ μόνοις τοῖς ποιηταῖς εἰσιν ἐν χρήσει, οἷον οἶκονδε, κῶονδε, ἅλαδε· εἰ δὲ ἀπὸ αἰτιατικῆς τῶν πληθυντικῶν, εἰ τὸ ὄνομα παρὰ τοῖς κοινοῖς ἐν χρήσει, καὶ ταῦτα πάντα ἐν χρήσει, οἷον Ἀθήναζε, Μυκήναζε, θύραζε, ἐφʼ οἷς καὶ τὸ ςʹ καὶ δʹ εἰς ζʹ κιρνάμενα λανθάνειν ποιεῖ τὴν ἀκολουθίαν. Εἰ τὸ ὄνομά ἐστιν ἐν χρήσει, εἴρηται διὰ τὸ ἔραζε· ἐπεὶ γὰρ τὸ ἔρα οὐκ ἦν ἐν χρήσει παρὰ τοῖς κοινοῖς, οὐδὲ τὸ ἔραζέ ἐστιν ἐν χρήσει.
ΜΗ ΠΟΤΕ Σʼ ΟΥΡΑΝΟΘΕΝ. Ἵνα μή σε ἀπʼ οὐρανοῦ νέφος σκοτῶδες περικαλύψῃ, μυδαλέον δὲ, ἤγουν δίυγρον, ποιήσῃ τὸ σῶμά σου· καταδεύσῃ δὲ, τουτέστι κάθυγρα ποιήσῃ, τὰ ἱμάτια.
ΑΛΛʼ ὙΠΑΛΕΥΑΣΘΑΙ· ΜΕΙΣ ΓΑΡ ΧΑΛΕΠΩΤΑΤΟΣ ΟΥΤΟΣ. Κατὰ Ῥωμαίους Ἰαννουάριος, ἐν ᾧ φησι τὸ κρύος γίνεται, μάλιστα τὸν Ληναιῶνα λέγων· καὶ προσέθηκεν ὅτι οὐ μόνον ἀνθρώποις χαλεπὸς, ἀλλὰ καὶ προβάτοις, καὶ ταῦτα σκέπην ἔχουσιν ἱκανὴν, ὡς εἶπεν, εἰ μὴ ἄρα καὶ ἁπλῶς τὰ βοσκήματα νῦν πρόβατα καλοίη.
ΜΕΙΣ ΓΑΡ. Μεὶς, ὁ μὴν, Αἰολικῶς.
ΑΛΛʼ ὙΠΑΛΕΥΑΣΘΑΙ. Ἀντὶ τοῦ ἐξαλέασθαι, τουτέστιν ἔκφυγε. Ὁ Ἰανουάριος γὰρ χαλεπώτατος οὗτος μὴν χειμέριος· χαλεπὸς τοῖς προβάτοις, ἀντὶ τοῦ τοῖς βοσκήμασιν ἁπλῶς· χαλεπὸς δὲ τοῖς ἀνθρώποις. Τότε τὸ ἥμισυ τῆς ἁρμαλιᾶς, ἤγουν τῆς τροφῆς, τῆς εἰωθυίας δηλονότι, εἴη, ἀντὶ τοῦ ἔστω, τοῖς βουσὶν, ἐπεὶ ἀναπαύονται· ἐπὶ τῷ ἀνδρὶ δὲ πλέον ἔστω τῆς συνήθους τροφῆς, ἴσως ὅτι πλέον καθικνεῖται τὸ κρύος τῶν σωμάτων τῶν ἀνθρωπείων, ὑφʼ οὗ ἡ θερμότης εἴσω καθειργνυμένη διὰ τὴν ἔξωθεν πύκνωσιν, πλείονα δαπανᾷ. Εἰ δὲ καὶ τοὺς βόας κατὰ τοῦτον τὸν λόγον ἡ τοῦ χειμῶνος πύκνωσις πλέον ἑαυτῶν ποιεῖ δαπανᾶν κατʼ ἀναλογίαν καθόσον αὐτῶν καθικνεῖται, ἀλλʼ οὔπω ὁ χειμὼν μετὰ τοῦ πάνυ ὀλίγον ἐργάζεσθαι πλείω τὴν δαπάνην ποιήσει, ἢ καιρὸς ἕτερος μετὰ μόχθων τοσούτων, ἀλλʼ οὐδὲ μὴ ἴσην, οὐδʼ ὀλίγῳ ἐλάττονα. Αἱ μακραὶ γὰρ εὐφρόναι, ἤγουν αἱ ἐπιτεταμέναι νύκτες, εἰσὶν ἐπίῤῥοθοι, ἤγουν βοηθοὶ, τοῖς βουσὶ δηλονότι, διόλου αὐτοῦς ἀναπαύουσαι.
ΧΑΛΕΠΟΣ ΠΡΟΒΑΤΟΙΣ, ΧΑΛΕΠΟΣ Δʼ ΑΝΘΡΩΠΟΙΣ. Χαλεπὸς οὐ μόνον τοῖς μὴ ἔχουσι στέγας βοσκήμασιν, ἀλλὰ καὶ τοῖς ἀνθρώποις, καίπερ ἱκανὴν πᾶσαν πρὸς τὸν χειμῶνα κεκτημένοις τὴν ἀποσόβησιν.
ΤΗΜΟΣ ΘΩΜΙΣΥ ΒΟΥΣΙΝ. Διὰ τὸν χειμέριον μῆνα τροφὴν πλείονα κελεύει διδόναι· τοῖς μὲν βουσὶ τὸ ἥμισυ τῆς εἰωθυίας προστιθέντα, τοῖς δὲ ἀνθρώποις πλέον ἢ τὸ ἥμισυ· εἰ μὴ ἄρα τὸ ἥμισυ καὶ τὸ πλέον δεῖ συντάττειν, ἵνʼ ἀμφοτέροις πλέον ἢ τὸ ἥμισυ δίδωσί τις τοῦ ἔθους· πέττεται γὰρ χειμῶνος ὄντος ἡ τροφὴ μᾶλλον ἐν μήκει τῶν νυκτῶν· ἥ τε γὰρ θερμότης εἴσω καθειργμένη διὰ τὴν ἔξωθεν πύκνωσιν πλείονα δαπανᾷ· καὶ μῆκος αἱ νύκτες ἔχουσαι πλείονα πέττουσι τροφὴν, ἣν ἁρμαλιὰν εἶπεν, ὡς προσφιλῆ τοῖς τρεφομένοις καὶ εὐάρμοστον.
ΘΩΜΙΣΥ ΒΟΥΣΙΝ. Τότε μὴ ἐργαζομένοις τοῖς βουσὶ τὸ ἥμισυ τῆς ταγῆς δὸς, ἀνδρὶ δὲ καὶ πλέον· ἁρμαλιῆς, τῆς τροφῆς, ἀπὸ τοῦ ἁρμόζειν τῇ ψυχῇ, ἢ ἀπὸ τοῦ αἴρειν τὰ σώματα.
ΘΩΜΙΣΥ. Κατὰ συναλοιφὴν Ἀττικὴν οὕτω γίνεται ἀπὸ τοῦ τὸ ἥμισυ, ὡς θάτερον ἀπὸ τοῦ τὸ ἕτερον, καὶ θοιμάτιον ἀπὸ τοῦ τὸ ἱμάτιον.
ΤΗΜΟΣ Θʼ ὩΜΙΣΥ. Τότε, φησὶ, κατὰ τὸν χειμέριον μῆνα τῆς εἰωθυίας τροφῆς τὸ ἥμισυ δίδου τοῖς βουσὶν, ὅτι μακρῶν οὐσῶν τῶν νυκτῶν τότε καθεύδουσι, καὶ οὐ κοπιῶσι τοσοῦτον, ὅσον πρότερον. Τοῖς δὲ ἀνθρώποις, δίδου πλεῖον τῆς τροφῆς τῆς πρότερον εἰωθυίας ἐκείνοις δίδοσθαι, ὅτι καὶ ἐν ταῖς μακραῖς ταύταις νυξὶν ἐγειρόμενοι ἐνίοτε τὶ ἐργάζονται, καὶ οὐκ ἀργοῦσι καθάπερ οἱ βόες, καὶ ὅτι ἐν χειμῶνι πλέον ἐσθίομεν οἱ ἄνθρωποι, ἡμῶν τοῦ δέρματος πυκνουμένου τῷ ψύχει, καὶ τῆς θερμότητος ἔνδον χωρούσης, καὶ πεττούσης ῥαόνως τὰ ἐσθιόμενα, συναιρομένης ἡμῖν εἰς πέψιν καὶ τῆς μακρᾶς ταύτης νυκτός. ΘΩΜΙΣΥ δὲ, συναλοιφὴ Ἀττική.
ΜΑΚΡΑΙ ΓΑΡ ΕΠΙΡΡΟΘΟΙ ΕΥΦΡΟΝΑΙ ΕΙΣΙ. Μακραὶ γὰρ οὖσαι αἱ νύκτες βοηθοῦσι τοῖς βουσὶ, ἐπειδὴ πολλὰ ἀναπαύονται καὶ ὀλίγα κάμνουσιν. Εὐφρόνας δὲ κατὰ παραγωγὴν τοῦ ὕπνου λαμβάνουσιν.
ἉΡΜΑΛΙΗΣ. Τροφῆς, ὡς συναρμοττούσης τὰ μέλη.
ΤΑΥΤΑ ΦΥΛΑΣΣΟΜΕΝΟΣ. Τοῦτον καὶ τοὺς ἑξῆς δύο διαγράφει Πλούταρχος. Δηλοῦσι δὲ χρῆναι διόλου τοῦ ἔτους βλέπειν εἰς τὰς νύκτας καὶ τὰς ἡμέρας, καὶ πρὸς ταύτας ἰσοῦν τὰ ἔργα, ἕως ἂν μετὰ τὸν σπόρον ἡ ὥρα ἀφίκηται τῆς τῶν καρπῶν συλλογῆς. Τούτων δὲ διαγραφέντων, ἀκόλουθα τὰ ἑξῆς ᾖ.
ΤΑΥΤΑ ΦΥΛΑΣΣΟΜΕΝΟΣ. Ταῦτα τηρῶν μου, φησὶ, τὰ παραγγέλματα, ἄχρις ὅλου ἐνιαυτοῦ, ἀπὸ θέρους μέχρι καὶ θέρους ἐξίσου, καὶ λογοπράγει τὰς ἡμέρας καὶ τὰς νύκτας, καὶ εἰ μὲν μακραὶ καὶ ἐργάσιμοι τοῖς βουσὶν αἱ ἡμέραι, δίδου τὴν δέουσαν τούτοις τροφήν· εἰ δὲ τοὐναντίον αἱ νύκτες μακραὶ καὶ ἀνέσιμοι, δίδου τούτοις ἐλάσσονα τὴν τροφὴν, πλείονα δὲ τοῖς ἀνθρώποις, διʼ ἃς αἰτίας ἔφημεν.
ΑΥΤΙΣ. Ἡ Κοινὴ διάλεκτος καὶ Ἰωνὶς, καὶ εἰς τοὐπίσω καὶ πάλιν ταῦ γράφει· ἡ δʼ Ἀττικὴ, θ.
ΕΥ Τʼ ΑΝ Δʼ ἙΞΗΚΟΝΤΑ. Ἕως τοῦ, ΑΚΡΟΚΝΕΦΑΙΟΣ. Αὕτη ἐστὶν ἡ ἑσπερία ἐπιτολὴ τοῦ Ἀρκτούρου, ἐν τῷ ἄκρῳ τοῦ καιροῦ τῆς νυκτὸς ἀνατέλλοντος· Κνέφας γὰρ ἡ νύξ· καὶ παρέσχεν οὗτος τοῖς ἀστρονόμοις ἀκρονύχους τούτους καλεῖν. Ἐν οὖν τῇ Ἑλλάδι τῇ Παρθένῳ συνανατέλλων ὁ Ἀρκτοῦρος, εἰκότως μετὰ ἑξήκοντα τῶν χειμερινῶν τροπῶν· ἑσπέριος δὲ ἐπιτέλλει· τότε γὰρ ἐν Ἰχθύσιν ἥλιός ἐστι, καὶ ἡ Παρθένος οὖσα κατὰ διάμετρον ἑσπέρας ἀνίσχει. Ταύτῃ δὲ καὶ ὁ Ἀρκτοῦρος.
ΕΥΤʼ ΑΝ Δʼ ἙΞΗΚΟΝΤΑ. Ἡνίκα δὲ ἑξήκοντα ἡμέραι χειμέριαι παρέλθωσι, μετὰ τὴν χειμερινὴν τοῦ ἡλίου τροπὴν, τότε ὁ Ἀρκτοῦρος ἀστὴρ ἐκ τοῦ Ὠκεανοῦ ἀνατέλλων, ἀκρόνυχος φαίνεται· μετὰ μικρὸν δὲ ἵσταται καὶ τὸ ἔαρ, καὶ ἡ χελιδὼν φαίνεται. Πρὸ γοῦν τοῦ ἔαρος καὶ τῆς ἐπιφανείας τῆς χελιδόνος προλαβὼν, φησὶ, κλάδευέ σου τὰς ἀμπέλους. Χειμερία δὲ τροπὴ τοῦ ἡλίου, ὅταν ἐν τῷ Τοξότῃ γένηται ὁ ἥλιος, ἤγουν μοιρῶν Δεκεμβρίου δέκα, ἢ ὀλίγον τι πλέον, ἢ ἔλασσον.
ΕΥΤʼ ΑΝ Δʼ ἙΞΗΚΟΝΤΑ. Ὁπηνίκα δʼ ἂν μετὰ τὰς τροπὰς τοῦ ἡλίου ἑξήκοντα ἡμέρας χειμερινὰς ὁ Ζεὺς ἐκτελέσῃ, τὰς ἡμέρας εἰπὼν χειμερινὰς, νοεῖν ἔδωκεν ὅτι καὶ αἱ τροπαὶ χειμεριναί. Σαφέστερον δʼ ἂν ἐποίει τὸν λόγον, εἰ τὰ μὲν τροπὰς ἔλεγε χειμερίας, μόνας δὲ τὰς ἡμέρας ἐπῆγεν. Ἔστω δὴ οὕτως ἵνα σαφέστερον λέγοιτο. Καὶ ἔχει τὸ πᾶν οὕτως· ὁπηνίκα δʼ ἂν μετὰ τὰς τροπὰς τοῦ ἡλίου τὰς χειμερινὰς ἑξήκοντα ἡμέρας ὁ Ζεὺς ἐκτελέσῃ, τότε δὴ πρῶτον ὁ ἀστὴρ ὁ ἀρκτοῦρος ὁμοταγὴς ὢν τῇ παρθένῳ, καταλιπὼν τὸν ἱερὸν ῥοῦν τοῦ Ὠκεανοῦ ἐπιτέλλει λάμπων, ἀκροκνέφαιος, ἐπιῤῥηματικῶς, ἀντὶ τοῦ κατὰ τὸ ἄκρον τῆς νυκτὸς, ἤγουν κατὰ τὴν ἑσπέραν· κνέφας γὰρ τὸ τῆς νυκτὸς σκότος. Μεθʼ ὃν, ἀντὶ τοῦ μετὰ τὴν ἐπιτολὴν αὐτοῦ, ἡ χελιδὼν, ἡ ὀρθρογόη, ἤγουν ἡ κατὰ τὸν ὄρθρον γοῶσα, ἡ τοῦ Πανδίονος θυγάτηρ, κατὰ τὸν μῦθον, εἰς φῶς ἔρχεται τοῖς ἀνθρώποις, νεωστὶ τοῦ ἔαρος καθισταμένου, ἤγουν ἤδη γινομένου τοῦ ἔαρος. Ταύτην προφθάσας, ἀντὶ τοῦ τὴν ἐπιφάνειαν αὐτῆς, περίτεμνε τὰς οἰνάδας, ἤγουν τὰς ἀμπέλους, τουτέστι κλάδευε· οὕτω γὰρ καλὸν τοῦτο ποιεῖν, ἤγουν πρὸ τῆς ἐπιφανείας τῆς χελιδόνος καὶ τοῦ ἔαρος.
ΖΕΥΣ. Ὁ οὐρανὸς, ἢ ἡ Εἱμαρμένη. Ἐν γὰρ τῷ Ζωδιακῷ κύκλῳ τοῦ οὐρανοῦ, ὁ ἥλιος τὰ τριάκοντα διχὰ τμήματα τοῦ δωδεκαζωδίου περιπολούμενος τὰ τῶν ἡμερῶν ἀπεργάζεται διαστήματα. Ἢ ὅτι ἡ Εἱμαρμένη, ἣν ἡμεῖς πρόνοιαν θείαν καλοῦμεν, οὕτως ἔταξε νυχθημέρους, καὶ μῆνας, καὶ ἐνιαυσιαίους κύκλους ἀποτελεῖσθαι.
ΑΣΤΗΡ. Τὸ ἄστρον ἀστέρας περιέχει.
ΑΡΚΤΟΥΡΟΣ. Ὁ τοῦ ἀρκτοφυλάκου ἀστὴρ, ὁ μεταξὺ τῶν σκελῶν αὐτοῦ ἀνατέλλων. Ὁ δὲ αὐτὸς Ἀρκτοφύλαξ καλεῖται καὶ Βοώτης.
ΑΡΚΤΟΥΡΟΣ. Τοῦτον υἱὸν λέγουσι Καλλιστοῦς τῆς Λυκάονος θυγατρὸς, Ἀρκάδα καλούμενον, ὅτι Διὸς μιγνυμένου τῇ Καλλιστοῖ, Ἥρα ζηλοτυπήσασα ταύτην ἄρκτον ἐποίησεν, ἐπερχομένην δὲ τὴν Καλλιστὼ ἐν κυνηγεσίῳ κατʼ αὐτοῦ ὁ παῖς τρώσας ἀνεῖλεν, καὶ ὁ Ζεὺς ἐλεήσας αὐτοὺς κατηστέρισεν. Ἔστι δὲ ὁ ἀστὴρ ὁ καλούμενος Ἀρκτοῦρος ἐπὶ τῆς ζώνης τοῦ Ἀρκτοφύλακος.
ΠΡΟΛΙΠΩΝ ἹΕΡΟΝ ῬΟΟΝ ΩΚΕΑΝΟΙΟ. Ἀνατείλας ἐκ τοῦ ὁρίζοντος, καὶ φανεὶς ἀκροκνέφαιος. Τὰς ἀκρονύχους εἰ μαθεῖν φάσεις θέλεις, Ἀνατολάς τε καὶ δύσεις τῶν ἀστέρων, Παρεὶς τὰ πολλὰ τῶν ὑποψύχρων λόγων, Ἄκουε τρανῶς τῶν ἐμῶν διδαγμάτων. Ἀστὴρ πρὸ μοιρῶν πεντεκαίδεκα τρέχων Ἐν τοῖς ἄνωθεν ζωδίων ἀναδρόμοις, Τὸν ἥλιον βλέπων δὲ τοῖς κάτω δρόμοις Ποστὴν ὑπεκτρέχοντα μοιρῶν ὧν ἔφην, Ἀνατολὴν ἑώαν εὐδρομῶν τρέχει. Εἰ δʼ αὖ προδράμοι προδρόμων τῶν ἡλίου Μοίρας ἐλάττους, δύσιν Ἠώαν τρέχει. Τὰς πέντε καὶ δέκα δὲ τῶν μοιρῶν πάλιν Ἀστὴρ ὁ ῥηθεὶς ὑστερήσας ἡλίου Ἀνατολὴν τρέχει μὲν, ἀλλʼ ἐξ ἑσπέρας, Ἑστὼς κατʼ αὐτοὺς τοὺς κάτω καταδρόμους, Εἰ δʼ αὖ ἐλάττους, τὴν δύσιν τὴν ἑσπέραν, Μοίρας δὲ πεντήκοντα προδραμὼν τρέχει, Μεσουράνημα, καὶ δρόμους ὑπερτάτους. Μοίρας δʼ ἑκατὸν ὀγδοήκοντα τρέχων, Ἀστὴρ ὄπισθεν ἡλίου διαμέτρως Δύνοντος εἰς γῆν, ἀκρονυχία τρέχει. Ταυτὶ μὲν ἔγνως, καὶ μαθὼν οὕτω νόει, Παρεὶς τὰ πολλὰ τῶν λόγων ληρήματα.
ΤΟΝ ΔΕ ΜΕΤʼ ΟΡΘΡΟΓΟΗ. Ἕως τοῦ, ὩΣ ΓΑΡ ΑΜΕΙΝΟΝ. Ἐν τούτοις ἀμπέλου τομῆς φράζει καιρόν. Οἰνάδας γὰρ καλοῦσι τὰς ἀμπέλους, ἤδη φαινομένου ἔαρος μεθʼ ἑσπερίην ἐπιτολὴν ἀρκτούρου καὶ χελιδόνος ἔκφρασιν. ΟΡΘΟΓΟΗ δὲ ἡ χελιδὼν διὰ τὸν μῦθον, ὅς φησιν αὐτὴν διὰ τὴν λύπην ᾄδειν τὴν Φιλομήλαν οὖσαν Ἀττικήν. Πλάτων δὲ οὐδὲν ζῶον λυπούμενον ᾄδειν φησὶν, οὐδὲ αὐτὴν τὴν χελιδόνα καὶ τὴν ἀηδόνα καὶ τὸν ἔποπα. Τί οὖν ἔδει καλεῖν αὐτὴν ὀρθογόην; εἰ μὴ ἄρα ὀρθοβόην γραπτέον, ὡς τίνες. ΑΛΛΩΣ. ΟΡΘΡΟΓΟΗ, ἡ ὑπὸ τὸν ὄρθρον θρηνοῦσα. Πανδίων Ἀθηναῖος δύο ἔχων θυγατέρας, Πρόκνην καὶ Φιλομήλαν, τὴν Πρόκνην ἐξέδωκε τινὶ Θρακικῷ, τοὔνομα Τηρεῖ, καὶ λαβὼν εἶχεν ἐν τῇ Θράκῃ. Ἔσχε δὲ Πρόκνη δύο παῖδας. Μετʼ ὀλίγον δὲ χρόνον ἦλθεν εἰς Τηρέα ἐπισκέψασθαι τὴν ἀδελφὴν Φιλομήλα· καὶ τῆς Πρόκνης πάλιν μεταπεμψαμένης αὐτὴν, καταπιστεύεται αὐτὴν ἀπειρόγαμον οὖσαν ὁ Τηρεὺς, καὶ δραξάμενος ἐρημίας μεταξὺ τῆς ὁδοῦ, τοῦ τρόπου τοῦ οἰκείου τετόλμηκεν ἄξιον· τὴν γὰρ τῆς γυναικὸς ἀδελφὴν Φιλομήλαν ποθήσας, οὐ μόνον ἀποπαρθενεύει, ἀλλὰ πρὸς τούτοις ἀφαιρεῖ αὐτῆς καὶ τὴν γλῶσσαν, ἵνα μὴ τῇ ἀδελφῇ ἐξείπῃ τὸ γεγονός. Ἡ δὲ μὴ δυναμένη λαλῆσαι τῇ ἀδελφῇ διὰ τὸ τῆς γλώττης πάθος, κατεποίκιλλε τὸ γεγονὸς θρῆνος τῷ ἱστῷ. Ταύτην δὲ ὁ Ζεὺς μετέβαλεν εἰς ὄρνεον χελιδόνα.
ΤΟΝ ΔΕ ΜΕΤʼ. Μετὰ δὲ ἀκρονυχίαν Ἀρκτούρου, ἡ ὀρθογόη, ἡ μεγάλως καὶ ὀρθίως γοῶσα, φαίνεται χελιδὼν, ἢ ὀρθρογόη, καὶ ἐν τῷ ὄρθρῳ γοῶσα· καὶ μὴν ἡ χελιδὼν πανημερίως βοᾷ, καὶ οὐκ ἐν ὄρθρῳ μόνον καὶ ἐν ἑσπέρᾳ καθάπερ ἡ ἀηδών. Ὁ δὲ σοφώτατος Πρόκλος, τὸν Πλάτωνα φέρων μάρτυρα, φησὶ μηδὲν ὄρνεον λυπούμενον ᾄδειν· ὅθεν οὐδὲ τὴν χελιδόνα ὀρθογόην, ἀλλʼ ὀρθοβόην βούλεται γράφειν. Ἡμεῖς δʼ ἴσμεν καὶ δίχα μαρτυρίας Πλάτωνος, ὅτι οὐδὲν ὄρνεον λυπούμενον ᾄδει· ἀλλὰ δεινῶς καὶ ῥητορικῶς ὁ ποιητὴς τὴν λαλιὰν τῆς χελιδόνος θρῆνον εἶναι λέγει, κατὰ τὸν μῦθον τῆς τοῦ Πανδίονος ἐκείνης θυγατρός· ὅθεν καὶ τὴν χελιδόνα Πανδίονος καλεῖ θυγατέρας κατὰ τὸν μῦθον, διὰ τὴν γεγονυῖαν χελιδόνα, τὴν Φιλομήλαν λέγω. Πῶς δὲ σὺ ὁ μὴ δεξάμενος θρηνεῖν τὴν χελιδόνα, Πανδίονος αὐτὴν ἐδέξω θυγατέρα; πῶς δὲ ὀρθοβόην βούλει γράφεσθαι ταύτην τὴν ὁλοημέρως βοῶσαν, ἐν ὄρθρῳ δὲ μᾶλλον οὔ; Ὁ δὲ Πλάτων περὶ ὀρνέων λέγων φησὶ, μηδὲν ὄρνεον ᾄδειν λυπούμενον, οὐ μὴν περὶ τῶν ὅσα μυθικῶς γέγραπται.
ΠΑΝΔΙΟΝΙΣ. Ἡ τοῦ Πανδίονος θυγάτηρ. Φασὶ δὲ μῦθον τοιόνδε· Πανδίων ὁ Ἀθηναῖος θυγατέρας ἔσχεν Πρόκνην, καὶ Φιλομήλαν· ὧν τὴν Πρόκνην Τηρεῖ τῷ ἐκ Θρᾴκης δίδωσι πρὸς γάμον, ὃς ἐξ ἐκείνης Ἴτυν γεννᾷ. Χρόνῳ δὲ ὁ Τηρεὺς ἐκ Θρᾴκης ἐλθὼν Ἀθήναζε λαμβάνει καὶ τὴν Φιλομήλαν ἀπάγειν πρὸς τὴν Πρόκνην εἰς Θρᾴκην, ἐν Αὐλίδι δὲ τῆς Βοιωτίας ἀποπαρθενεύει καὶ ταύτην, καὶ τὴν αὐτῆς γλῶτταν θερίζει, ὅπως μηδὲν ἰσχύῃ φράσαι τῇ ἀδελφῇ· ἡ δὲ εἰς Θράκην ἐλθοῦσα, διʼ ἱστουργίας τὸ πᾶν φανεροῖ. Πρόκνη δὲ τὸν υἱὸν ἀποσφάξασα Ἴτυν, ἑστιᾷ τὸν Τηρέα. Ὁ δὲ μαθὼν ὅτι τὸν παῖδα ἐβεβρώκει, ἀνελεῖν ταύτας ἔμελλεν, οἱ θεοὶ δὲ αὐτὰς ἐλεήσαντες ἀπωρνέωσαν. Καὶ Πρόκνη μὲν ἡ ἀηδὼν γεγονυῖα τὸν Ἴτυν ὀδύρεται· Φιλομήλα δὲ χελιδών, Τηρεὺς φησί με ἐβιάσατο. Ὁ δὲ Τηρεὺς ἔποψ γενόμενος, ποῦ ποῦ, φησὶν, αἵ μοι τὸν παῖδα κατατεμοῦσαι πρὸς εὐωχίαν παρέθεντο. Ταῦτά εἰσι τὰ λῆρα μυθύδρια. Γράφει δὲ περὶ τούτου Σοφοκλῆς ἐν τῷ Τηρεῖ δράματι.
ΟΙΝΑΣ ΠΕΡΙΤΑΜΝΕΜΕΝ. Τὰς ἀμπέλους κλαδεύειν λέγει πρὸ ἐπιφανείας χελιδόνος. Καὶ οὕτως μὲν ὁ Ἡσίοδος τυχαίως καὶ ἁπλῶς φησὶν ἀροτριᾷν τε καὶ φυτεύειν, καὶ σπείρειν, καὶ κλαδεύειν, καὶ πλεῖν, καὶ γαμεῖν, καὶ τὰ ὅμοια. Ὀρφεὺς δὲ μαθηματικῶς πάντα παρακελεύεται δρᾷν· οἷον, σελήνης τρεχούσης περὶ παρθένον πάντα φυτεύειν πλὴν μόνων ἀμπέλων μισεῖ γὰρ ἡ παρθένος τὴν ἄμπελον διὰ τὸν πατέρα Ἰκάριον. Διὸς ὑδροχόου περιπολεύοντος μὴ πλεύσῃς· χαλεπὴ γὰρ τότε λίαν ἐστιν ἡ θάλασσα. Τοῦ αὐτοῦ Διὸς ἐν Ἰχθύσιν ὄντος καλὸν γάμους ποιεῖν καὶ τὰ λοιπὰ ὁμοίως.
ΑΛΛʼ ὉΠΟΤʼ ΑΝ ΦΕΡΕΟΙΚΟΣ. Ἕως τοῦ ΑΡΚΙΟΣ ΕΙΗ. Ὁ μὲν Θρὰξ Διονύσιος ἔλεγε φερέοικον τὸν κοχλίαν· ἐπιτιμῆσαι δέ φησιν αὐτῷ τινὰ τοῦτο λέγοντι Ἀρκάδα, εἶναι γὰρ ἐν Ἀρκαδίᾳ τὸν φερέοικον, ὁρᾷν μελίττῃ ἐοικότα, σμικρότατον, κάρφη καὶ συρφετὸν ἑαυτῷ συνάγοντα, στεγοποιεῖσθαι διὰ τοὺς χειμῶνας, βαίνειν δὲ ἀνὰ τὰ φυτὰ θέρους· τὸν δὲ κοχλίαν μὴ φαίνεσθαι θέρους, ἀλλʼ ὁπόταν ὄμβρος γένηται, ἀναδυόμενον φαίνεσθαι διὰ τῶν φυτῶν βαίνειν, ἕλκοντα τὸ κοῦφον ἐξόπισθεν ὄστρακον. Τοῦτο μὲν οὖν ὅπως ἂν ἔχῃ χαιρέτω. Παρακελεύεται δὲ διὰ τούτου μετὰ Πλειάδων ἐπιτολὴν, ἣ γίνεται ἡλίου μεταβάντος εἰς Διδύμους, μὴ εἶναι καιρὸν ἔτι τομῆς ἀμπέλου καὶ σκάφης· ἤδη γὰρ ἡ γῆ ξηραίνεται, διὸ σκάπτειν οὐκ ἐπιτήδειον. Καὶ δεῖ τὴν ἄμπελον ἐκτρέφειν τὸν καρπὸν, διὸ τέμνειν οὐκ εὔκαιρον αὐτήν· καὶ γὰρ γυμνουμένας τότε τὰς ῥίζας τὸ μὲν καῦμα καὶ ἡ θερμότης ἀλλοιοῖ· καὶ ὅταν τοῦτο γένηται, λέγουσιν οἱ γεωργοὶ τὰς ἀμπέλους ἀστροβολεῖσθαι. Τίνα οὖν ἔργα μεταχειριστέον τηνικαῦτα; συλλήβδην εἰπεῖν, ὅσα πρὸς ἄμητον ἐπιτήδεια, τουτέστι τὰς δρεπάνας ὀξύνειν, καὶ παρασκευάζειν τοὺς οἰκέτας πρὸς θερισμὸν, καὶ ὑπὸ ἡλίῳ διάγειν, ὃ ποιοῦσιν οἱ θερισταὶ, καὶ μὴ σκιατραφεῖν, καὶ μὴ καθεύδειν ὄρθρου· ἀλλὰ προεξανίστασθαι τῶν οἰκετῶν, καὶ ἐγείρειν ἐπὶ τὰ ἔργα καὶ αὐτούς· τέλος δὲ τούτων, ἑαυτῷ παρασκευάζειν οἴκοι τὸν βίον καλῶς διὰ τῆς συγκομιδῆς τῶν καρπῶν.
ΑΛΛʼ ὉΠΟΤʼ ΑΝ ΦΕΡΕΟΙΚΟΣ. Ἀλλʼ ἡνίκα αἱ Πλειάδες ἀνατέλλωσιν, ἅσπερ πεφευγὼς ὁ φερέοικος καὶ κοχλίας, ἢ ζῶν ὅμοιον μελίσσῃ παρʼ Ἀρκάσιν ὂν, ἀνατρέχει πρὸς τὰ φυτὰ, τότε μηκέτι σκάφος γινέσθω σοι τῶν ἀμπέλων, μή πως σφοδρῶς φλέγων ὁ ἥλιος ἐγκύψας ταῖς ῥίζαις, ταύτας ἀποξηράνῃ γυμνωθείσας ἐν τῷ σκαφθῆναι.
ΑΛΛʼ ὉΠΟΤʼ ΑΝ ΦΕΡΕΟΙΚΟΣ. Ἀλλʼ ὁπότʼ ἂν ὁ φερέοικος, ἤγουν ὁ κοχλίας, ἀπὸ τῆς χθονὸς ἀνὰ τὰ φυτὰ βαίνῃ, τὰς Πλειάδας φεύγων, ἤγουν τὴν ἐπιτολὴν τῶν Πλειάδων, ἣ γίνεται ἡλίου μεταβάντος εἰς Διδύμους. Φεύγειν δὲ λέγει τὴν ἐπιτολὴν τῶν Πλειάδων, ἐπεὶ κατὰ τὸν καιρὸν ὅτε ἐπιτέλλουσι φεύγει, ἤδη τῶν ἀκτίνων τοῦ ἡλίου σφοδροτέρων γινομένων, ὡς δοκεῖν τὴν ἐπιτολὴν φεύγειν αὐτῶν, τότε δὴ σκάφος τῶν οἰνέων, ἤγουν τῶν ἀμπέλων, οὐκέτι ἐστί· ἀλλὰ τημοῦτος, ἤγουν τότε, σπεῦδε ἀπὸ κοινοῦ, δρεπάνας τε χαράσσειν, καὶ τοὺς δούλους διεγείρειν ἐπὶ τὰ ἔργα· φεύγειν δὲ τὰς κατασκίους καθέδρας, καὶ ἐπʼ ἠῶ κοῖτον, ἤγουν καὶ τὴν κατὰ τὸν ὄρθρον ἀνάπαυσιν, ἐν τῇ ὥρᾳ τοῦ ἀμητοῦ, ὅτε ὁ ἥλιος τὸ σῶμα ξηραίνει, τότε σπεῦδε καὶ οἴκαδε τὸν καρπὸν συνάγειν ἐπὶ τοῦ ὄρθρου, ἤγουν κατὰ τὸν ὄρθρον ἀνιστάμενος, ἵνα σοι βίος εἴη ἄρκιος, ἤγουν αὐτάρκης. Βίος δὲ, ὡς εἴρηται, τὰ πρὸς ζωὴν ἐπιτήδεια, ἀφʼ ὧν δηλονότι βιοῖ τις. Ἡ ἠὼς γὰρ, ἤγουν ὁ ὄρθρος, τρίτην μοῖραν ἀπομείρεται, ἤγουν ἀπομερίζεται, ἀποφέρεται, τοῦ ἔργου τοῦ διὰ πάσης τῆς ἡμέρας, ὡς τῶν ἐργατῶν κατὰ ταύτην ἀκμαζόντων, καὶ ὃ δύνανται διὰ πάσης τῆς ἡμέρας ἐργάζεσθαι, τούτου τὸ τρίτον κατὰ ταύτην δυναμένων ἀνύειν. Ἡ ἠὼς, προφέρει μὲν, ἀντὶ τοῦ ἐπίδοσιν ποιεῖ, τῆς ὁδοῦ, ἤγουν τῆς ὁδοιπορίας· προφέρει δὲ, ἀντὶ τοῦ ἐπίδοσιν ποιεῖ καὶ τῆς ἐργασίας, ἡ ἠὼς, ἥτις φανεῖσα πολλοὺς ἀνθρώπους ἐπέβησε κελεύθου, τουτέστιν ἐπεβίβασεν, ἐπιβῆναι ἐποίησεν. Ὁδοῦ ἐπέβην, καὶ ὁδῷ ἐπεθέμην, καὶ ὁδοῦ ἡψάμην, ταυτόν.
ἉΡΠΑΣ ΤΕ ΧΑΡΑΣΣΕΜΕΝΑΙ. Χάρασσε δὲ τὰ δρέπανα, καὶ τοὺς δούλους ἔγειρε, καὶ τὰ πρὸς θέρος εὐτρέπιζε· φεῦγε δὲ τὰς σκιερὰς καθέδρας, καὶ τὸν κοῖτον, ἤγουν τὴν κοίτην, καὶ τὸν ὕπνον, κατὰ μεταπλασμὸν, ἐν τῷ καιρῷ δὲ τοῦ θέρους, τὸν μέχρι πρωΐας· πρὸ τοῦ καύματος δὲ ἀνιστάμενος πρωϊαίτερον θέριζε ἐν εὐκράτῳ τοῦ ἀέρος τῷ καταστήματι. Ἀμητὸς καὶ θεριτὸς, οἱ καιροί· ἄμητος δὲ καὶ θέριτος, τὰ θεριζόμενα καὶ ἀροτριώμενα.
ΚΑΡΦΗ. Ἀττικῶς τὰ τοιαῦτα ἠταγράφεται· Ἴωνες δὲ οὐχ ὑποτάσσουσιν αὐτά.
ΤΗΜΟΥΤΟΣ ΣΠΕΥΔΕΙΝ. Τότε ἐν τῷ καιρῷ τοῦ θέρους, ὅταν αἱ Πλειάδες ἀνατέλλωσι, πρωῒ καὶ ὄρθριος ἀνιστάμενος, σύναγε εἰς τὸν οἶκόν σου τὸν καρπὸν, ἵνα ζωὴν ἔχῃς ἀρκοῦσαν.
ΗΩΣ ΓΑΡ. Ἠὼς τέσσαρα σημαίνει· τὴν ἡμέραν μόνην, τὸ νυχθήμερον, τὸ πρώϊνον κατάστημα, καὶ τὸ καθόλου καὶ ἁπλῶς λέγειν ἡμέραν, ὅπερ οἱ μυθογράφοι σωματοειδῆ θέαν ἐκάλεσαν. Νῦν δὲ τὸ πρωϊνὸν κατάστημα λέγει· καὶ ποιεῖται ἔπαινον τοῦ τοιούτου τῆς ἡμέρας καταστήματος, λέγων τὸ πρωϊνὸν καὶ ὄρθριον τῆς ἡμέρας κατάστημα τοῦ ὁλοημέρου ἔργου τὴν τρίτην ἀπόμοιραν ἐργάζεται· τοῦτο κάλλιστόν ἐστι καὶ τοῖς ἐργαζομένοις καὶ τοῖς ὁδεύουσι· τὸ πρωϊνὸν τοῦτο κατάστημα φαμὲν, πολλοὺς μὲν ὁδοιπόρους πρὸς τὴν ὁδὸν παρεκίνησε, πολλοῖς δὲ γεωργοῖς ἐπέζευξε τοὺς βόας ἐπὶ τὰ ζυγὰ, ὥστε ἐργάζεσθαι δηλονότι. Τὸ δὲ ΖΥΓΑ, ἀντὶ τοῦ ζυγοὺς, μεταπλασμός ἐστι.
ΗΩΣ ΓΑΡ Τʼ ΕΡΓΟΙΟ. Διὰ τούτου καὶ τῶν ἑξῆς τριῶν, ἔπαινον κατατείνει τοῦ ὄρθρου πολύν. Λέγεται γὰρ ἠὼς τὸ πρῶτον μέρος τῆς ἡμέρας, ὡς Ὅμηρος, Ἢ ἠὼς, ἢ δείλη, ἢ μέσον ἦμαρ. Ὁ δὲ Ἡσίοδος οὐ τοῦ χρόνου τὸ τρίτον ἔχειν τὴν ἠῶ φησιν, ἀλλὰ τοῦ ἔργου, ὃ δεῖ ἀνύσαι διὰ πάσης ἡμέρας, τὸν ὄρθρον τὴν τρίτην ἀνύειν μοῖραν, διὰ τὸ ἀκμάζειν τότε μάλιστα τοὺς ἐργάτας, οἷς καὶ τὰ ἑξῆς ἀκόλουθα· καὶ τοῖς ὁδεύουσι τὴν ἠῶ προφέρειν, καὶ πᾶσι τοῖς ἐργαζομένοις ἡντιναοῦν τέχνην, ἃ δὴ πάλιν ἑρμηνεύων ἐπήγαγεν.
ΠΟΛΕΑΣ ΕΠΕΒΗΣΕ ΚΕΛΕΥΘΟΥ. Πολλοὺς μὲν ἐπέβησε κελεύθου, πολλοὺς δʼ ἤγειρεν εἰς τὸ βοηλατεῖν· τὸ γὰρ τὰ ζυγὰ τοῖς βουσὶν ἐπιθεῖναι τοῦτο δηλοῖ. Ταῦτα περὶ τῆς ἐν τῷ ὄρθρῳ σπουδῆς. Ὡς οἵγε τοῦτον τὸν καιρὸν ἄπρακτοι καὶ τὴν ἐν τοῖς ἄλλοις μέρεσι τῆς ἡμέρας ἀμβλύνουσι συντομίαν. Τὸν μὲν οὖν Ὅμηρόν φησιν ὁ Πλούταρχος ἐπιθέτοις εἰς τέρψιν εὐδοκιμοῦσι τὴν ἡμέραν κοσμῆσαι, κροκόπεπλον αὐτὴν λέγοντα, καὶ ῥοδοδάκτυλον· τὸν δὲ Ἡσίοδον μειζόνως ἀπὸ τῶν ἔργων, ἐφʼ ἃ δὴ προϊοῦσα κινεῖ τοὺς ἀνθρώπους, καὶ ἀπὸ τῆς ἐκλύσεως εἰς τὴν ἐνεργὸν μεθίστησι ζωήν,
ΠΟΛΛΟΙΣ Δʼ ΕΠΙ ΖΥΓΑ ΒΟΥΣΙ ΤΙΘΗΣΙΝ. Πολλοῖς δὲ βουσὶν ἐπιτίθησι ζυγὰ, ἀντὶ τοῦ αἰτία γίνεται τοῦ ἐπιτίθεσθαι ζυγὰ τοῖς βουσὶν ἐπὶ τῷ ἀροῦν ἢ τοιοῦτό τι ἐργάζεσθαι.
ΗΜΟΣ ΔΕ ΣΚΟΛΥΜΟΣ. Τοῦ θέρους ἀρχομένου καὶ ὁ σκόλυμος ἀνθεῖν ἄρχεται· ἔστι δὲ λάχανον ἄγριον ἀκανθῶδες· καὶ ὁ τέττιξ ᾄδειν· ᾄδει δὲ ὑπὸ ταῖς πτέρυξι τρίβων ἑαυτὸν καὶ τὸν ἦχον ἐκπέμπων· οὕτω γὰρ αὐτὸν ᾄδειν φασί. Τηνικαῦτα πιόταται μὲν αἱ αἶγες, μετὰ τὸν ἀπογαλακτισμὸν τῶν ἐρίφων εἰς τὸ ἑαυτῶν σῶμα δαπανῶσαι τὴν ὕλην. Ὁ δὲ οἶνος ἄριστος, ὡς τότε ἤδη κεκριμένος, ὅτι πέφευγε τοῦ ἡλίου τὰς ἐκ τῆς μεταβολῆς τῶν ὡρῶν τροπὰς, οὐ χειμῶνος ἐπιόντος τραπεὶς, οὐκ ἔαρος, οὐ θέρους.
ΗΜΟΣ ΔΕ ΣΚΟΛΥΜΟΣ. Ἡνίκα δὲ ὁ ἀκάνθης τοῦ ὄνου ἀνθεῖ, ὁ καὶ σκόλυμος λεγόμενος, καὶ ὁ ἠχητικὸς τέττιξ ἐν δένδρῳ καθήμενος ᾄδει πυκνὸν διὰ τῶν πτερύγων· οὕτω γὰρ ᾄδει, τρίβων ἑαυτὸν ἐν τῷ καιρῷ τοῦ κοπιηροῦ θέρους, καὶ ἐπιπόνου· τότε αἱ αἶγες εἰσὶ λιπῶσαι, ὡς ἤδη παυθεῖσαι τοῦ θηλάζειν τὰς ἐρίφους, καὶ γαλουχεῖν, καὶ ὡς στερεωτέρας τροφὰς ἐσθίουσαι· καὶ ὁ οἶνος τότε ἄριστος καὶ δεδοκιμασμένος, ὡς οὐ διαφθαρήσεται ἔτι, καὶ ὀξίνης γενήσεται, φθινόπωρον παρελθὼν καὶ χειμῶνα καὶ ἔαρ, καὶ ἤδη θέρους ἁψάμενος, καὶ μὴ τραπείς· αἱ δὲ γυναῖκες τότε λαγνίστεραι μᾶλλον, καὶ καταφορώτεραι πρὸς συνουσίας καὶ ἀφροδίσια· ὑγρότεραι γὰρ φυσικῶς οὖσαι, καὶ ψυχρότεραι τῶν ἀνδρῶν, τότε τῷ ἡλιακῷ θερμῷ καταστήματι εὐκρατούμεναι, ὡς ἐξικμασθεῖσαι ὑπʼ αὐτοῦ τὸ περιττὸν τῆς ὑγρότητος, εὐορεκτότεραι πρὸς τὰς συνουσίας, καὶ ἀκρατέστεραι γίνονται· ἀσθενέστεροι δὲ οἱ ἄνδρες· ξηρότεροι γὰρ ὄντες φύσει τῶν γυναικῶν κἀπὶ πλέον ξηραινόμενοι, τότε ἀσθενοῦσιν. Ἐν δὲ τῷ χειμῶνι πλέον ὀργῶσι τῶν γυναικῶν, ξηρότεροι γὰρ ὄντες, τῇ χειμερίῳ ὑγρότητι εὐκρατοῦνται. Τὸ δὲ ἔαρ ἀνδράσιν καὶ γυναιξὶν ἰσομοιρίαν ἀφροδισίων παρέχει· τὴν ἰσομοιρίαν δὲ οὕτω μοι νόει, δεκαπλασίως ὀργᾷν τοῦ ἀνδρὸς τὴν γυναῖκα.
ΗΜΟΣ ΔΕ. Ὁπηνίκα δὲ ὅτε σκόλυμος ἀνθεῖ, καὶ ὁ μουσικὸς τέττιξ δένδρῳ ἐπικαθήμενος λιγυρὴν ᾠδὴν ἐπιχέει, ἤγουν ὀξεῖαν καὶ ἐμμελῆ.
ΠΥΚΝΟΝ ΥΠΟ ΠΤΕΡΥΓΩΝ. Ἄιδει γάρ φασι ταῖς πτέρυξι τρίβων ἑαυτὸν, κατὰ τὴν ὥραν λέγω τοῦ θέρους τοῦ καματώδους, ἤγουν τοῦ βαρέος, τοῦ ἐκλύοντος τὰ σώματα, Τότε καὶ αἱ αἶγες πιόταταί εἰσιν, ἤγουν λιπαρώταται, μετὰ τὸν ἀπογαλακτισμὸν τῶν ἐρίφων, εἰς τὸ ἑαυτῶν σῶμα δαπανῶσαι τὴν ὕλην· καὶ ὁ οἶνος ἄριστος, ὡς τότε ἤδη κεκριμένος, τὰς μεταβολὰς τῶν ὡρῶν ἐκφυγὼν, καθʼ ἃς ἦν κίνδυνος τραπῆναι.
ΜΑΧΛΟΤΑΤΑΙ ΔΕ ΓΥΝΑΙΚΕΣ. Ὡς ψυχρότεραι τὴν κρᾶσιν· καὶ διὰ τοῦτο βράδιον ὀργῶσαι ἀναθερμαινόμεναι. Οἱ δὲ ἄνδρες ἀφαυρότεροι, διὰ τῆς ἔξωθεν θέρμης ἀφαυαινόμενοι, φύσει θερμότεροι ὄντες καὶ ξηρότεροι τῶν γυναικῶν. Τοιαῦτα δὲ καὶ τὸν Ἀλκαῖον ᾄδειν· Τέγγε πνεύμονας οἴνῳ· τὸ γὰρ ἄστρον περιτέλλεται. Ἁ δʼ ὥρα χαλεπὰ, — ἀχεῖ δʼ ἐκ πετάλων … τάδε ἂν τέττιξ. — Ἀνθεῖ δὲ καὶ σκόλυμος. νῦν δὲ μιαρώταται γυναῖκες, Λεπτοὶ δέ τοι ἄνδρες, ἐπεὶ κεφαλὴν καὶ γόνατα σείριος ἄζει.
ΜΑΧΛΟΤΑΤΑΙ ΔΕ ΓΥΝΑΙΚΕΣ. Ἤγουν ἐπὶ συνουσίαν μάλιστα ὀργῶσαι, ὡς ψυχρότεραι τὴν κρᾶσιν καὶ ὑγρότεραι, καὶ ὑπὸ τοῦ καύματος οὐ καταπονούμεναι, ἀλλὰ μᾶλλον εὔκρατοι γινόμεναι, καὶ ὥσπερ ἀναζωπυρούμεναι· ἀσθενέστατοι δὲ οἱ ἄνδρες· ἡ δʼ αἰτία, ἐπεὶ, φησὶ, τὴν κεφαλὴν αὐτῶν καὶ τὰ γόνατα ὁ ἥλιος ξηραίνει. Αὐαλέος δὲ γίνεται, ἤγουν ξηρὸς, ὁ χρὼς αὐτῶν ὑπὸ τοῦ καύματος. Τῶν ἀνδρῶν γὰρ ἅπτεται ὁ ἥλιος, ὡς θερμοτέρων ὄντων καὶ ξηροτέρων, καὶ τούτους ἀσθενεστέρους ποιεῖ· τὰς γυναῖκας δὲ ψυχρὰς καὶ ὑγρὰς οὔσας, ὡς εἴρηται, εὐκράτους ποιεῖ.
ΗΧΕΤΑ. Ἡ ἠχητικός· Βοιωτῶν καὶ Αἰολέων ἐστὶν ἰδίωμα, ἤτοι διάλεκτος.
ΣΕΙΡΙΟΣ. Νῦν καὶ ὁ ἥλιος νοεῖται, καὶ ὁ ὑπὸ τὸ γένειον τοῦ κυνὸς ἀστὴρ, Σείριος καλούμενος· τότε γὰρ καὶ οὗτος ἀνατέλλει ἑῶος.
ΑΥΑΛΕΟΣ ΔΕ ΤΕ ΧΡΩΣ. Ἕως τοῦ ΣΒΕΝΝΥΜΕΝΑΩΝ. Λέγοι μὲν ἂν σείριον καὶ αὐτὸν τὸν ἥλιον, ὡς καὶ ἔμπροσθεν· λέγοι δʼ ἂν καὶ τὸν ἐπὶ τοῦ κυνὸς λαμπρότατον· καὶ γὰρ οὗτος τότε τοῦ ἡλίου προανατέλλων ὀξέα σειριάει, καὶ καυμάτων αἴτιός ἐστι τῶν ὑπὸ κύνα καλουμένων· εἰκότως οὖν αὐαλέος ὁ χρὼς γίνεται ταῖς τούτων ἐμπύροις δυνάμεσιν αὐαινόμενος. Τίνα οὖν ἄκη τοῦ καύματος πετραίη σκιά; τοιαύτη δὲ ὑπὸ ταῖς πέτραις ἐν τοῖς σπηλαίοις· αὕτη γὰρ οὐχ ἁπλῶς παραμύθιόν ἐστι τῆς αὐάνσεως· ἀλλὰ καὶ δίυγρος ἀπὸ τῆς τῶν πετρῶν ψύξεως. Καὶ οἶνον Βύβλινον ὂν ἀξιοῖ παρʼ αὐτοῖς γεωργεῖσθαι, φασὶ ποταμὸν οὕτω καλούμενον. Ὅτι δὲ οὗτος ὁ οἶνος ὡς ὁ Θάσιος εὐδοκίμει, λέγει καὶ Εὐριπίδης. ΜΑΖΑ δὲ ΑΜΟΛΓΑΙΗ, ἤτοι ἡ πυκνὴ, ὡς καὶ νυκτὸς ἀμολγὸν εἶπεν Ὅμηρος τὸ ἐκεῖ πυκνὸν διὰ τὸ σκότος· ἢ τὴν μεμιγμένην ἐν τῷ ἀμολγεῖ· καλοῦσι δὲ οὕτω τὸ ἀγγεῖον εἰς ὃ τὸ γάλα ἀμέλγουσι. Τὸ δὲ ΓΑΛΑ τῶν ΑΙΓΩΝ ἤδη ΣΒΕΝΝΥΜΕΝΑΩΝ ἔχει τὶ διαφέρον, ὡς μήτε ὀρῶδες, μήτε πνευματῶδες, ἀλλὰ μάλιστα πεπεμμένον, ὡς ἀπὸ νομῆς στερεωτέρας συστὰν, καὶ μετρίαν ἔχον εὐκρασίαν. ΒΙΒΛΙΝΟΣ οἶνος, ἤτοι ἀπὸ ἀμπέλου οὕτω καλουμένης, ὡς καὶ Πράμνειος, ἢ πόλις Θρακική.
ΑΛΛΑ ΤΟΤʼ ΗΔΗ ΕΙΗ. Ἀντὶ τοῦ ἔστω πετραία τε σκιά. Αὕτη γὰρ βαθεῖα καὶ δίυγρος ἀπὸ τῆς τῶν πετρῶν ψύξεως, καὶ ὁ οἶνος ὁ βίβλινος. Βίβλος, ὥς φησι, ποταμὸς, ἢ πόλις Θράκης. Καὶ Μάζα ἀμολγαίη, ἤγουν ἄρτος γάλακτι ἐζυμωμένος, ἢ τυρός.
ΕΙΗ ΠΕΤΡΑΙΗ ΤΕ ΣΚΙΗ. Σπηλαιώδης σκιά. Φαίνεται δὴ νῦν ἀντιφατικῶς καὶ ἐναντίως αὑτῷ γράφειν ὁ Ἡσίοδος. Ἄνω γὰρ εἰπὼν φεύγειν δὲ σκιεροὺς θώκους, νῦν αὐτὸν ἐν σπηλαιώδει παρακελεύεται καθῆσθαι σκιᾷ. Οὐκ εἰσὶ δὲ, ἃ φησὶν, ἐναντία καὶ μαχόμενα, ἀλλὰ μᾶλλον ἀλλήλοις συντρέχοντα. Ὃ γὰρ ἀνωτέρω εἶπεν, ὅτι πρωῒ ἀναστὰς ἐν τῷ ψυχεινῷ τῆς ἡμέρας μέρει θέριζε καὶ σύναγε τὸν καρπὸν, τοῦτο πάλιν ἐπισφραγίζων φησὶν, πρὸ τῆς καυσώδους ὥρας ἀναστὰς θέριζε. Ὅταν δὲ καυσωδέστερον γένηται τὸ τῆς ἡμέρας κατάστημα, τότε εἰς τὰς σπηλαιώδεις καὶ πετρώδεις ὑπεισέρχου σκιὰς, καὶ οἶνον βίβλινον πῖνε, ἀπὸ βιβλίας ἀμπέλου Θρακίας. Ἢ ἐλαφρὸν καὶ ὑδατώδη, κατʼ ἐμὲ, ἀπὸ τῶν Ἀσσυρίων τῶν περὶ τὴν Βίβλον καὶ Λίβανον· ἐκεῖνοι γὰρ ὑδροπόται· τοῦτο γὰρ δηλοῖ ἐκ τοῦ ἐπάγειν, τρὶς ὕδατος προχέειν, τὸ δὲ τέτρατον ἵεμεν οἴνου· τουτέστι, τεταρτημόριον ἔχε μέρος τοῦ οἴνου, καὶ τρεῖς μερίδας ἐξ ὕδατος, ἵνα ὑδαρὴς γένηται. Ἐν χειμῶνι γὰρ δέον ἀκρατοτέρων ὡς θερμοτέρων τῶν οἴνων ἀρύεσθαι.
ΠΕΤΡΑΙΗ ΤΕ ΣΚΙΗ. ΗΤΕ ΣΚΙ δάκτυλος. Τὸ γὰρ ΤΕ κοινή ἐστι συλλαβὴ, καὶ νῦν οὐκ ἐκτείνεται, ὡς καὶ παρʼ Ὁμήρῳ, Οὐδὲ Σκάμανδρος ἔληγε τὸ ὃν μέρος, ἀλλʼ ἔτι μᾶλλον.
ΜΑΖΑ Τʼ ΑΜΟΛΓΑΙΗ. Ἄρτος μετὰ γάλακτος ἐντεθρυμμένος ἢ τυρός. ΑΛΛΩΣ. ΑΜΟΛΓΑΙΗ, ἀντὶ τοῦ κρατίστη, ἀκμαία· τὸ γὰρ ἀμολγὸν ἐπὶ τοῦ ἀκμαίου τίθεται· Ἐρατοσθένης δὲ ποιμενικὴν, Καλλίστρατος δὲ τὸν τυρόν φησιν, ἢ ὀλλύραν βεβρεγμένην γάλακτι. Μάζα οὖν ἀμολγαίη, ἢ τυρὸς, ἢ ἄρτος ἐκ γάλακτος ἐζυμωμένος.
ΣΒΕΝΝΥΜΕΝΑΩΝ. Παυομένων τοῦ θηλάζειν, καὶ διὰ τοῦτο τὸ γάλα ψυχρὸν ἐχουσῶν. Τῷ γὰρ καιρῷ τοῦ θέρους, οὐκέτι θρομβῶδες ἐστὶ τὸ γάλα, ἀλλʼ ὑδατῶδες, ἢ μετὰ τοκετὸν ἀμελγόμενον.
ΜΑΖΑ. Τὸ ἁπαλὸν, παρὰ τὸ μὴ ἄζα τις εἶναι· οὐ μὴν δὲ καθὼς φασὶ τὸ παξαμάτιον.
ΜΑΖΑ Τʼ ΑΜΟΛΓΑΙΗ. Ὁ νεοφύρατος καὶ λεπτὸς καὶ τρυφερὸς ἄρτος· παρὰ τὸ μαζῶ, τὸ φύρω· ἢ παρὰ τὸ μάσσω, τὸ μαλάσσω. Ἄρτος δὲ, ὁ μέγας καὶ ἄρτιος· κἂν οἱ τῶν γραμματικῶν γριφοπλόκοι μᾶζα μᾶλλον καλῶσι τὸ ξηρὸν καὶ στεῤῥὸν ἀρτίδιον.
ΜΑΖΑ Τʼ ΑΜΟΛΓΑΙΗ. Ἄρτος γενναῖος ἀμολγεῖ καὶ ποιμένι ἁρμόδιος, ἢ γάλακτι πεφυρμένος.
ΣΒΕΝΝΥΜΕΝΑΩΝ. Παυθεισῶν τοῦ θηλάζειν.
ΓΑΛΑ Τʼ ΑΙΓΩΝ ΣΒΕΝΝΥΜΕΝΑΩΝ. Ἤγουν τοῦ θηλάζειν παυσαμένων, καὶ κρέας βοὸς ὑλοφάγου, τουτέστιν ἀδαμάστου, νομάδος, μήπω τετοκυίας· οὐκ εἶπε δὲ ἄῤῥενος, ἐπεὶ ἀπὸ ἐνιαυτοῦ ὁ ἄῤῥην ἀσθενέστερός ἐστι, διὰ τὴν ἐπιθυμίαν τοῦ ἔρωτος· καὶ πρωτοτόκων ἐρίφων κρέας· ἐπιπίνειν δή σε παρακελεύομαι αἴθοπα οἶνον, ἤγουν καυστικὸν, ἐν σκιᾷ καθεζόμενον, κεκορεσμένον τὴν ψυχὴν τροφῆς, ἐναντίον τρέψαντα τὰ πρόσωπα, τουτέστι τὸ πρόσωπον, ὡς τὰ τόξα ἀντὶ τοῦ τὸ τόξον, τοῦ ζεφύρου τοῦ ἀκραέος, ἤγουν τοῦ καθαροῦ καὶ ἀμιγοῦς, ἢ τοῦ ἠρέμα πνέοντος, καὶ ἀπὸ τοῦ ὕδατος κρήνης ἀενάου καὶ ἀποῤῥύτου, ἤγουν κινουμένης ἐκ παραλλήλου, ἥτις ἐστὶν ἀθόλωτος, ἤγουν καθαρὰ καὶ λεπτὸν ποιοῦσα τὸ ἑαυτῆς ὕδωρ τῇ κινήσει. Τρὶς προχεῖν, ἀντὶ τοῦ ἐγχεῖν, τὸ δὲ τέταρτον εἶναι, ἤγουν ἐμβαλεῖν, ἀπὸ οἴνου. Τοῖς δούλοις δὲ ἐπίταττε παροτρύνων, τὴν ἱερὰν ἀκτὴν τῆς Δήμητρος δινεῖν, ἤγουν τῇ δινήσει τῶν βοῶν ἀλοᾷν ἐν χώρῳ εὐαέϊ, τουτέστι καλῶς καταπνεομένῳ, ἵνʼ ἐπιτηδείως ἔχῃ πρὸς τὰς λικμήσεις, καὶ ἐν ἁλωνοτοπίῳ εὐτροχάλῳ, ἤγουν ὁμαλῷ, ἵνα καλῶς τε ἀλοῷτο ὁ καρπὸς, καὶ εὐκόλως ἀθροίζοιτο. Τοῦτο δὲ ποίει, ὁπηνίκα ἂν πρῶτον φανῇ τὸ σθένος τοῦ Ὠρίωνος, ἤγουν ὁ Ὠρίων περιφραστικῶς, τουτέστιν ὁπόταν ἐπιτείλῃ ὁ Ὠρίων πρῶτον τὴν ἐῷαν αὐτοῦ ἐπιτολήν· ἐπιτέλλει δὲ οὗτος μετὰ τὰς Πλειάδας, ὀλίγων ἡμερῶν παρερχομένων· συγκόμισον δὲ τοὺς γεωργηθέντας σοι καρποὺς καλῶς ἐν τοῖς ἄγγεσι· μέτρῳ, ἤγουν διὰ μέτρου, μετρουμένους, καὶ ποσουμένους. Μέτρῳ δίδωσί τις ἢ λαμβάνει σῖτον, ἢ τοιοῦτό τι· ἀριθμῷ δὲ καὶ σταθμῷ νομίσματα, ἢ ἕτερόν τι τοιοῦτον. Ἐπειδὰν δὲ δὴ πάντα τὰ πρὸς ζωὴν ἐπιτήδεια ἔνδον τοῦ οἴκου κατάθῃ, ἀντὶ τοῦ ἀπόθῃ ἁρμοδίως, κελεύω σε ποιεῖσθαι, ἀντὶ τοῦ κτᾶσθαι, θῆτά τε, ἤγουν οἰκέτην μισθωτὸν, ἄοικον, τουτέστι μήτε γυναῖκα, μήτε παῖδας ἔχοντα, ἵνα μὴ προφασίζηται ἐν τοῖς ἔργοις.
ΚΑΙ ΒΟΟΣ ὙΛΟΦΑΓΟΙΟ. Ἕως τοῦ ΤΟ ΔΕ ΤΕΤΡΑΤΟΝ ἹΕΜΕΝ ΟΙΝΟΥ. Ἐργάτῃ μὲν ἡ τροφὴ πρέπουσα πληροῦν βοείων κρεῶν τὴν γαστέρα, καὶ ἐν σκιᾷ δὲ καθήμενον καὶ ὑπὸ τοῦ Ζεφύρου καταπνεόμενον, πίνειν ἐπὶ τῇ κρεωφαγίᾳ, μίξαντα κρηναῖον ὕδωρ τῷ οἴνῳ, τρία μέτρα πρὸς ἕν· οὐ γὰρ διαῤῥέουσιν ἀνθρώποις γράφει δίαιταν, ἀλλʼ ἐκπονοῦσι τὴν γῆν, καὶ αὐτουργοῖς καὶ βιωτικοῖς· τοῖς γὰρ τοιούτοις οὐδὲν προσφορώτερον τῆς ἰσχυρᾶς καὶ δυσφθάρτου ταύτης τροφῆς, οὐ χιόνων δεομένοις, οὐδὲ ῥιπιδίων, ἀλλὰ φυσικῆς εὐπνοίας, οἷος ὁ ΑΚΡΑΗΣ ΖΕΦΥΡΟΣ, καθαρὸς ὢν Ζέφυρος· τὰ γὰρ βόρεια λήγοντα συνάπτεται τοῖς δυτικοῖς πνεύμασι. Τὸ δὲ ταύτην ἐπαινέσαι τὴν κρᾶσιν τοῦ οἴνου καὶ τοῦ ὕδατος, ἄτοπον εἶναι δοκεῖ. Λέγεται γὰρ, ἢ πέντε πίνειν, ἢ τρίʼ, ἢ μὴ τέσσαρα. Τὸ δὲ τρία μιγνύναι πρὸς ἓν, τοιοῦτον εἶναι δοκεῖ. Ἀλλʼ ἐκεῖναι μὲν αἱ κράσεις, δύο πρὸς ἓν, καὶ τριῶν πρὸς δύο, κατὰ λόγους διπλάσιον καὶ ἡμιόλιον, τοὺς ἡγεμόνας τῶν πολλαπλασίων καὶ ἐπιμορίων, εἰς μέθην εἰσὶ πινόντων· αὕτη δὲ σωφρόνως πινόντων. Καὶ μὴν καὶ περὶ ὕδατος ἄλλοι μὲν γράφουσιν εἰς σταθμὸν ἀποβλέποντες ἐκλεγόμενοι τὸ κουφότερον. Καί τινες καὶ ὑδροστάτας κατασκευάζουσι, διʼ ὧν τὸ βαρὺ καὶ κοῦφον ὕδωρ κρίνουσι· καίτοι πολλαχοῦ κοῦφον μέν ἐστι, πονηρὸν δὲ, ὡς ἐν Χαλκίδι Πλούταρχος ἱστορεῖ τὸ τῆς Ἀρεθούσης. Οἳ δὲ, καὶ τὸ ῥᾳδίως οἴνῳ κεραννύμενον δοκιμάζουσιν ὕδωρ ἄριστον, πολλῆς δεόμενον πείρας καὶ διαφόρων οἴνων εἰς τὸ μὴ φωραθῆναι τοιοῦτον ὄν· ἄλλοι δὲ καὶ εἰς κεράμειον ποτήριον ὕδωρ ἐμβαλόντες ἐῶσι διʼ ὅλης μεῖναι νυκτός· εἶτα γενομένης ἡμέρας ὁρῶσιν εἴ τινα ἐντὸς τῆς κύλικος ἔχει γεώδη περιφέρειαν συστᾶσαν καὶ μελανίζουσαν· καὶ τοῦτο σημεῖον τίθενται τῆς τοῦ ὕδατος φαυλότητος, οὐδʼ οὗτοι πεῖραν παραδιδόντες εὐπόριστον. Πάντων δὴ οὖν τῶν τοιούτων ἁπλούστερον ὁ Ἡσίοδος κελεύει τῷ γεωργικῷ μιγνύναι τῷ οἴνῳ ὕδωρ ἐκ κρήνης ἀποῤῥύτου, ἵνʼ ᾖ κινούμενον καὶ λεπτὸν καὶ ἀθόλωτον, ἀλλὰ μὴ γεῶδες. ΑΛΛΩΣ. Πῶς συνήθως ἐχόντων ἡμῶν τῷ περιττῷ κεχρῆσθαι ἐν τῷ πίνειν ἀριθμῷ, τιμῇ τῆς γεννήτορος τῶν ἀριθμῶν μονάδος, ὁ Ἡσίοδος οὐ τῷ τρίτῳ, οὐδὲ τῷ πέμπτῳ, τῷ δὲ τετάρτῳ ἐχρήσατο; διότι ὁ μὲν τρίτος εἰς τὸν δύο ἀριθμὸν καὶ τὴν μονάδα διαιρούμενος διπλασίονα λόγον ἀποτελεῖ, ὃς τῶν πολλαπλασίων ἐστὶν ἡγεμών· ὁ δὲ πέμπτος εἰς τὸν τρίτον διαιρούμενος καὶ τὸν ἥμισυν, ἡμιόλιον ἀποτελεῖ, ὃς τῶν ἐπιμορίων ἡγεμονεύει, ἤτοι τῶν ἀριθμὸν ἐχόντων καὶ μέρος αὐτοῦ, οἷον ὁ λ πρὸς τὸν κʹ. Ὡς οὖν ἡγεμόσιν οὖσι τῶν ἀριθμῶν τοῦ μὲν τῶν πολλαπλασίων, τοῦ δὲ τῶν ἐπιμορίων, τούτοις μὲν οὐκ ἐχρήσατο, τῷ δὲ τετάρτῳ μᾶλλον, ὃς εἰς τρία καὶ ἓν διαιρούμενος τριπλάσιός ἐστι, μήτε τῶν πολλαπλασίων ἡγεμονεύων, μήτε τῶν ἐπιμορίων. Τοῖς ἄλλοις οὖν οὐκ ἐχρήσατο ὡς ἡγεμόσιν, οἷς οἱ πρὸς μέθην πίνοντες κεχρῆσθαι εἰώθασιν.
ΑΛΛΩΣ. ὙΛΟΦΑΓΟΙΟ. Ἀδαμάστου, ἀγρίας. Οὐκ εἶπε δὲ ἄῤῥενος, ἐπεὶ ἀπὸ ἐνιαυτοῦ ὁ ἄῤῥην ἀσθενέστερός ἐστι διὰ τὴν ἐπιθυμίαν τοῦ ἔρωτος. ΑΚΡΑΕΟΣ δὲ, τοῦ ἄκρως φυσῶντος εὐκραοῦς καλοῦ καὶ ἀμιγοῦς, ἢ ἠρέμα πνέοντος. ΑΠΟΡΡΥΤΟΥ τῆς ῥεούσης καὶ μὴ ἐχούσης ἀκαθαρσίαν· θόλος γὰρ ἡ ἀκαθαρσία.
ΚΑΙ ΒΟΟΣ ὙΛΟΦΑΓΟΙΟ. Ὑπαρχέτω σοι, φησὶ, τόδε καὶ τόδε, καὶ κρέας, ὥστε τοῦτο ἐσθίειν, ὀρειτρόφου καὶ ἀγελαίας καὶ ἀδαμάστου βοὸς στείρας, ἢ παρθένου καὶ ἀτόκου, καὶ πρωτογόνων ἐρίφων κρέας, καὶ χαίρων ἐπὶ τῷ θεριτῷ καὶ καθήμενος τρύφα, πρὸς ζεφυρίους αὔρας τρέψας τὸ πρόσωπον, καὶ τοὺς δούλους κελεύων τὸν σῖτον ἀλοᾷν. Πῶς δὲ, ὦ Ἡσίοδε, ὁ πρὸ μικροῦ περιλεσχήνευτος σὸς ἀδελφὸς καὶ πένης καὶ ἀγοραῖος ἕξει τοιαύτας τροφὰς, ἃς μόλις ἕξουσι καὶ οἱ τῆς μοίρας ὄντες τῆς κρείττονος; βοὸς ἀγελαίας καὶ ἀτόκου κρέας καὶ πρωτοτόκων ἐρίφων; εἰ μή που αἴφνης αὐτῷ τὰ τοῦ Ἰὼβ παρεσύρησαν θρέμματα, ἢ αἱ τοῦ Ἐριχθονίου ἀγέλαι προσεπεγένοντο, ἢ πᾶσα σχεδὸν ἡ οὐσία Τριταίχμου τοῦ Βαβυλωνίου τοῦ Ἀρταβάζου υἱοῦ, ὃς ἑκάστης ἡμέρας ἐκ τῶν αὐτοῦ χωρίων φόρον ἐλάμβανεν ἀργυρίου ἀρτάβην, ἤτοι μέδιμνον, ἵπποι δὲ τούτῳ φορβάδες ἦσαν ἑξακισχίλιαί τε καὶ μύριαι, κήλωνες δὲ ὀκτακόσιοι, πλὴν μέν τοι τῶν πολεμιστηρίων· κύνες δὲ θηρευτικοὶ, ὡς μόλις ὑπὸ φόρου τεσσάρων χωρίων δύνασθαι τρέφεσθαι.
ΤΡΙΣ Δʼ ὙΔΑΤΟΣ ΠΡΟΧΕΕΙΝ. Προείπομεν περὶ τούτου. Πρόκλος δὲ ἀριθμοὺς φησάτω ἀρτίους καὶ περιττοὺς, περισσαρτίους, καὶ ἀρτιπερίσσους, ἡμιολίους, καὶ ἐπιτρίτους, καὶ ἐπιμορίους, καὶ πολλαπλασίους, καὶ πολλασιεπιμορίους, καὶ τὰ λοιπὰ, ὁπόσα μὴ ἐγκαίρως λεγόμενα, καταψοφεῖ μὲν τῶν νέων τὰς ἀκοὰς, περιπέττει δὲ ἀπαιδευσίας ἐξηγητῶν· ὥσπερ αἱ ἐν τοῖς τοίχοις ὑπολευκάνσεις, καὶ παραχρίσεις καὶ ζωγραφίαι τῶν λιθουργῶν καὶ τεκτόνων, τὰ ἄῤῥυθμά τε καὶ κακοσύνθετα.
ἹΕΜΕΝ. Πέμπε, ἔμβαλε. Ὅθεν δασυντέον τὸ ἱέμεν. Καὶ περὶ διαγνώσεως δὲ ὑδάτων ὁ σοφὸς Πρόκλος ἔξω τοῦ καιροῦ φιλοσοφεῖ. Οὐδὲν γὰρ ἐνταῦθα περὶ ὑδροσκοπικῶν Ἡσίοδος διαλέγεται. Ἐν οἷς δέ τι τοιοῦτον ἐμπέσοι, οὐ τερατείᾳ ψευδεῖ, πρὸς δὲ τὴν ἐξήγησιν συντεινούσῃ, δείξομεν ἀκριβέστερον, ἵνʼ εἰδῆτε ὁπόσας ὑδροσκοπικὰς βίβλους ἀνεγνώκειμεν τῶν παλαιῶν, ὥσπερ δὴ καὶ ἑτέρας παντοίας, κἂν περιπέζια γράφωμεν πρὸς ὑμετέραν ὠφέλειαν. Ἔξω δὲ καιροῦ περὶ τῆς τοῦ ὕδατος διαγνώσεως ἕν τι καὶ ἡμεῖς τοῖς Προκλείοις προσθήσομεν· ἄριστον ὕδωρ, ὃ ταχὺ θερμανθὲν ταχέως πάλιν ἐναποψύχεται.
ΤΡΙΣ ὙΔΑΤΟΣ. Ἐν Διδύμοις διὰ τὸ θέρος καὶ διὰ τὸ καταψύχειν, τρία πίνειν ὕδατος καὶ ἓν οἴνου· ἢ ἐν τῷ ἐκπώματι τρεῖς ἐμβάλλειν ὕδατος κράσεις, μίαν δὲ οἴνου· ἢ τὸ πολλάκις ὕδατος, μίαν δὲ οἴνου.
ΔΜΩΣΙ Δʼ ΕΠΟΤΡΥΝΕΙΝ. Ταῦτα περὶ τῆς τὸν ἄμητον εἰς τὴν ἅλω τῶν θερῶν καταθέσεως· τὸ γὰρ ΔΙΝΕΜΕΝ, ἐστὶ τὸ περικυκλοῦντας καὶ περιελαύνοντας τοὺς βόας ἐν αὐτῇ τὰ θέρη τρίβοντας ἀλοᾷν. Ταῦτα δὴ κελεύει τοῖς δμωσὶ πράττειν ἐν τῷ τόπῳ τοῦ ἀγροῦ τὴν ἅλω καταστησαμένοις δύο ἔχοντι, τό τε ΕΥΑΕΣ, ὅ ἐστιν εὔπνουν, καὶ τὸ ΕΥΤΡΟΧΑΛΟΝ, ὅ ἐστιν ὁμαλόν· ἄν τε γὰρ ἀνόμαλος ᾖ, πρὸς τὸ ἀθροίζεσθαι τὸν ἀλώμενον καρπὸν ἐμπόδιον, ἄν τε μὴ εὔπνους, οὐκ ἂν ἔχοι τὴν ἀπὸ τοῦ παρέχοντος σύλληψιν πρὸς τὸν σκεδασμὸν τῶν ἀχύρων. Μετὰ δὲ τὸ ἀλοηθῆναι μετρεῖν χρὴ, καὶ εἰς ἀγγεῖα τὸν καρπὸν ἐμβάλλειν ἀποθησαυρίζοντα πρὸς τὸ ἔτος. Τὸν δὲ καιρὸν εἶναι τοῦτον μετὰ τὰς Ὠρίωνος ἐπιτολὰς, καὶ τοῦ ἀλοᾷν καὶ τοῦ μετρεῖν, καὶ τοῦ ἀποθησαυρίζειν οἴκοι, τὸν κατὰ καιρὸν ἐπιγινόμενον καρπόν.
ΔΗΜΗΤΕΡΟΣ ἹΕΡΟΝ ΑΚΤΗΝ. Τὸ ἱερὸν δῶρον τῆς Δήμητρος, ἤγουν τὸν σῖτον. Δήμητραν δὲ νῦν φησιν, ἢ τὴν γῆν, ἢ τὴν Διονύσου Ὀσίριδος γυναῖκα, ἡ τὴν φυτείαν καὶ γεωργίαν μετὰ Διονύσου πορευομένη ἐδίδαξε. Τὴν δὲ τῆς Κόρης καὶ Δήμητρος ἱστορίαν κατʼ ἀρχὴν τῆς βίβλου καὶ μυθικῶς εἶπον, καὶ ἠλληγόρησα.
ΕΥΤʼ ΑΝ ΠΡΩΤΑ ΦΑΝΗι ΣΘΕΝΟΣ ΩΡΙΩΝΟΣ. Ὁ σοφὸς Πρόκλος ἀριθμῶν καὶ ὑδροσκοπῶν, ἐν οἷσπερ οὐ δεῖ, τὰ χρειώδη καὶ ἐξηγήσεως χρῄζοντα παρατρέχει, ὡς νῦν τὴν Ὠρίωνος ἀνατολήν· ἀλλʼ ἡμεῖς οἱ μηδὲν εἰδότες τοιοῦτον σοφὸν, οἷον καὶ ὁ Πρόκλος, τὴν μὲν μυθικὴν τοῦ Ὠρίωνος ἱστορίαν, ὅτι κυνηγὸς Βοιώτιος ἦν, υἱὸς Ὑριέως καὶ Εὐρυάλης τῆς Μίνωος θυγατρὸς, ὑπʼ Ἀρτέμιδος δὲ ἀνῃρέθη, σκορπίον ἀναδούσης, ὃς αὐτὸν ἔτρωσε καὶ ἀνεῖλε, παραδραμόντες, μαθηματικωτέρως οὖν διδάξομεν πλὴν σαφῶς τὴν τούτου ἐπιτολὴν μὴ μακρολογήσαντες, καίπερ τῆς ὑποθέσεως διδούσης μακρηγορεῖν. Δέκα παριππεύουσιν ἡμερῶν δρόμοι, Ἐξ Ὠρίωνος φάσεως πρὸς τὸν κύνα. Οὕτως ἔφημεν καὶ σαφῶς καὶ συντόμως· Εἰ δʼ αὖ θελήσει τις παρεκτείνω πλέον, Ἥλιος εἰσβὰς ταυρικοὺς δρόμους τρέχειν Τρισσῶν δεκάδων ἡμερῶν τρέχει δρόμους, Καὶ τρεῖς ἐπʼ αὐταῖς φωσφορήσας ἡμέρας Τροπὰς ἐλαύνειν ἄρχεται θεριτρόπους. Ἐκ τῶν τροπῶν δὲ τῶνδε τῶν θεριτρόπων, Παραδραμούσης ἡμερῶν δισεννάδος, Ἐπιτολὴν δείκνυσι λαμπρὰν Ὠρίων. Ἐντεῦθεν ἑξάκυκλος ἡμερῶν δρόμος, Δύνει δὲ λοιπὸν ὁ κράτιστος ὀρνέων. Ἐξ ἀετοῦ κρυβεὶς δὲ πρὸς κυνὸς φάσιν Ὅλη τετρακτὺς ἡμερῶν παραῤῥέει. Καὶ τί πλατύνω τοὺς δρόμους τῶν ἀστέρων, Εἰδὼς ἀκριβῶς ἀστρικὴν πᾶσαν θέσιν; Σιγῶ τὸ λοιπὸν, μὴ θολώσω συγγράφων.
ΑΥΤΑΡ ΕΠΗΝ ΔΗ ΠΑΝΤΑ ΒΙΟΝ. Ταῦτα καὶ τὰ ἑπόμενα περὶ τῶν ἀναγκαίων εἰς κτῆσιν ἐμψύχων ὀργάνων διδάσκει, τοῦ θητὸς, τῆς ἐρίθου, τοῦ κυνὸς, ἑκάστου τὸ χρήσιμον λέγοντος· τοῦ μὲν, τὸ μὴ ἔχειν οἶκον ἴδιον, ἵνα σοὶ προσέχῃ τὸν νοῦν· τῆς δὲ, τὸ μὴ ὑπόπορτιν εἶναι, παῖδα μὴ ἔχουσαν, ἵνα μὴ ἀσχολῆται περὶ τὴν πόρτιν· τοῦ δὲ, τὸ ἀμυντικὸν, ἵνα μὴ διʼ ἀσθένειαν μάτην τρέφηται. Οὐ θηρατικὸν οὖν, οὐδὲ μελιταῖον θρέψει κύνα γεωργὸς, ἀλλὰ τὸν τὸ δάκνειν ἕτοιμον, καὶ τὸν ἡμερόκοιτον ἄνθρωπον φοβεῖν, ὃς διαπαντὸς ἀποβλέπει, οὐκ εἰς τὸ ἀναπαύειν τὸ σῶμα, ἀλλʼ εἰς τὸ τὰ τῶν ἄλλων συλᾷν.
ΜΕΤΡΩι Δʼ ΕΥ ΚΟΜΙΣΑΣΘΑΙ. Μοδισμῷ δὲ καλῶς ἀποκόμισον τὸν σῖτον ἐν τοῖς σοῖς κιβωτίοις· τουτέστι, καλῶς μετρήσας ὁπόσους μεδίμνους ἐγεώργησας.
ΑΥΤΑΡ ΕΠΗΝ ΔΗ. Ἐπειδὰν δὲ ἀποθησαυρίσῃς πᾶν σου γεώργιον, ὃ συντείνει πρὸς τὸν βίον καὶ τὴν ζωὴν, κτῆσαι καὶ μίσθιον ἄοικον, καὶ μισθίαν ἄτεκνον· ἵνα μὴ ὁ μὲν ἀποκλέπτων τι τῶν σῶν ἐς τὸν ἴδιον οἶκον ἀποκομίζῃ, ἡ δὲ περὶ τὸν παῖδα ἢ τὸ θυγάτριον ἀσχολουμένη ἀμελεστέρα γένηται περὶ τὰ ἔργα, ἢ ἀναλίσκῃ τὶ τῶν σῶν πλειόνως, ὡς ἔχουσα καὶ παῖδα, τοῦτο γὰρ σημαίνει τὸ ὙΠΟΠΟΡΤΙΣ. Ἐῤῥήθη δὲ ἀπὸ τῶν βοῶν τῶν ἐχουσῶν ὑπομάζιον πόρτιν, ἤγουν δάμαλιν.
ΘΗΤʼ ΑΟΙΚΟΝ. Μήτε ἔχοντα γυναῖκα μήτε παῖδα, ἵνα μὴ προφασίζηται ἐν τῷ ἀγρῷ.
ΚΑΙ ΑΤΕΚΝΟΝ ΕΡΙΘΟΝ. Ἤγουν γυναῖκα ἐργατικὴν δίζεσθαι, τουτέστι ζητεῖν· χαλεπὴ γὰρ ἔριθος ὑπόπορτις, ἀντὶ τοῦ τέκνα ἔχουσα. Καὶ κύνα κομεῖν, ἤγουν ἐπιμελεῖσθαι· καρχαρόδοντα, τουτέστιν ὀξεῖς ἔχοντα τοὺς ὀδόντας, ὡς εἶναι τὴν συστοιχίαν αὐτῶν ὥσπερ κεχαραγμένην, ὡς τὸν πρίονα. Μὴ φείδου σίτου, ἤγουν τροφῆς ἄρτου, ἵνα μή σε φυλάττοντος αὐτοῦ τὰ χρήματα ἀφέληται, ἀντὶ τοῦ τὸν πλοῦτον, τὴν περιουσίαν, ἀνὴρ ἡμερόκοιτος, ἤγουν κλέπτης, ὃς τὴν μὲν ἡμέραν ἀναπαύεται καὶ ὑπνώττει, τὴν δὲ νύκτα ἀγρυπνεῖ ἐπὶ τῷ ὑφελέσθαι τινὸς χρήματα. Χόρτον τε εἰσκόμισον καὶ συρφετὸν φυλλάδος καὶ ἀχύρου καὶ τῶν τοιούτων, ἵνα σοι εἴη τοῖς βουσὶ καὶ τοῖς ἡμιόνοις ἐπηετανὸν, ἀντὶ τοῦ εἰς τὸ διηνεκὲς, ἐπιῤῥηματικῶς. Ἔπειτα δὲ τοὺς δούλους ἀνάψυξον, ἤγουν ἀνάπαυσον κατὰ τὰ φίλα γόνατα, ἵνα πάλιν ἀκμαιότεροι ἐν τοῖς πόνοις ὑπουργήσωσι. Καὶ τοὺς βόας λῦσον, ἤγουν τοῦ ζυγοῦ ἀπάλλαξον καὶ τῶν ἔργων.
ΚΑΡΧΑΡΟΔΟΝΤΑ. Ὀξυόδοντα, δηκτικὸν, εἰς τὸ ἀποσοβεῖν τοὺς ἡμεροκοίτους, ἤγουν τοὺς κλέπτας.
ΗΜΕΡΟΚΟΙΤΟΣ δὲ ἀνὴρ, ὁ κλέπτης, ὁ τὴν ἡμέραν μὲν ὑπνῶν, τὴν δὲ νύκτα ἀγρυπνῶν.
ΧΟΡΤΟΝ Τʼ ΕΣΚΟΜΙΣΑΙ. Ταῦτα μετὰ τὴν συγκομιδὴν ἀναγκαῖα τοῦ χειμῶνος, χάριν τῶν βοῶν καὶ ἡμιόνων ἀθροῖσαι τροφὴν, ὡς τὴν τῶν ἀνθρώπων. Χειμῶνος γὰρ ὄντος ἄλλως τε καὶ σφοδροῦ, τρέφειν ἀπὸ τῆς χώρας οὐκ ἔστι τὰ θρέμματα. Χρήσιμον οὖν καὶ χόρτον ἀποτεθεῖσθαι, καὶ συρφετόν τινα φυλλάδος καὶ ἀχύρων, καὶ τῶν τοιούτων. Χρήσιμον δὲ καὶ ἐν τῷ καιρῷ τούτῳ, καθʼ ὃν οὐδέν ἐστι πονεῖν, ἀναπαύειν τοὺς οἰκέτας καὶ τοὺς βόας, ἵνα πάλιν ἀκμαιότεροι τοῖς πόνοις ὑπουργήσωσιν, οὐχ ὡς ἔνιοι τρύχουσιν αὐτοὺς ἄλλοις πόνοις οὐ γεωργικοῖς, παραδιδόντες εἰς οἰκοδομὰς καὶ μαρμάρων ἕλξεις, καὶ τὰ τοιαῦτα τῶν ἔργων, οὕτω καὶ σὺ ποιεῖν.
ΧΟΡΤΟΝ Δʼ ΕΣΚΟΜΙΣΑΙ. Χόρτον τε καὶ ἄχυρον ἀπόθου, ἵνα τοῖς σοῖς θρέμμασιν ᾖ διʼ ὅλου τοῦ ἔτους ἀρκοῦσα τροφή. Ἔασον δὲ μετὰ τὸν θεριτὸν τοὺς γεωργοὺς βόας καὶ τοὺς οἰκέτας ἀναπαύσεως τυχεῖν, καὶ μὴ κατατρυχώσῃς ἔτι αὐτοὺς, ὥσπερ τινὲς τῶν βαρυτάτων δεσποτῶν, ἔργοις ἑτέροις, ἵνα πάλιν ἔχῃς αὐτοὺς ὑπουργοῦντάς σοι γενναιότερον.
ΕΥ Τʼ ΑΝ Δʼ ΩΡΙΩΝ ΚΑΙ ΣΕΙΡΙΟΣ. Σαφῶς ἐν τούτοις τὸν ἐπὶ τῆς γένυος τοῦ κυνὸς Σείριον λέγει, συντάξας αὐτὸν τῷ Ὠρίωνι· καὶ τούτων μεσουρανούντων, εἶπεν ἑῶον ἐπιτέλλειν τὸν ἀρκτοῦρον. Ἐν τούτῳ δʼ οὖν τῷ καιρῷ, ὅς ἐστιν ἡλίου ζυγὸν μετελθόντος καὶ τῆς παρθένου ἑώας ἀνισχούσης, ᾗ παρανατέλλει ὁ ἀρκτοῦρος, κελεύει τοὺς βότρυας τέμνειν· καὶ γὰρ ὁ προτρυγητὸς καλούμενος ἑῶος τότε γίνεται ἐκφανής. ΑΛΛΩΣ. Οὗτος τὸν κύναστρον λέγει Σείριον· ἐγγὺς γάρ ἐστι τῷ Ὠρίωνι. Ἀεὶ δʼ ἓξ ζώδια ὑπὸ γῆν εἰσὶ, καὶ ἓξ ὑπὲρ γῆν. Μεσουρανεῖ δὲ τὸ δʼ ζώδιον, ἀπὸ ἡλίου εἰς τὸ ἀνάπαλιν τῶν ζωδίων μετρουμένων, διὰ τὸ ἐναντίον δρόμον ποιεῖσθαι τὸν ἥλιον τῷ πόλῳ. Ὅταν οὖν γένηται ὁ ἥλιος ἐν τῷ Λέοντι, ἢ ἐν Παρθένῳ, διὰ τὸ τὸν Ὠρίωνα Ταύρῳ καὶ Διδύμοις πλησιάζειν, τότε ἐπιτήδειον τρυγᾷν. Ὁ δὲ Ἀρκτοῦρος ὁμοταγὴς τῇ Παρθένῳ. Ἔστι δὲ ὁ Σκορπίος ὁμοταγὴς τῷ Ὀφιούχῳ, ὁ καὶ δύο ζωδίων κατέχων τόπον. Ὅτε φθάνει, τουτέστιν ὁ ἥλιος γένηται ἐν Διδύμοις καὶ ἐν Καρκίνῳ — ἡ δὲ κεφαλὴ αὐτοῦ πρὸς τῷ Ταύρῳ κεῖται, ὁ δὲ ποὺς πρὸς τοῖς Διδύμοις — τότε ἐπιτήδειον ἀροτριᾷν.
ΕΥΤʼ ΑΝ Δʼ ΩΡΙΩΝ ΚΑΙ ΣΕΙΡΙΟΣ. Ἡνίκα δὲ ὁ Ὠρίων μεσουρανίσῃ, καὶ ὁ Κύναστρος· ὀλίγον γὰρ ἀπέχουσιν ἀπʼ ἀλλήλων διάστημα. Ὁ Ἀρκτοῦρος δὲ ὁ ἐπὶ τῆς ζώνης τοῦ Ἀρκτοφύλακος λαμπρὸς ἀστὴρ, ὁ καὶ Ἑωσφόρος καλούμενος, ἀνατείλῃ ἑώαν ἀνατολήν· ἥ τις γίγνεται μετὰ ἑκκαίδεκα ἡμέρας τῆς τοῦ κυνὸς ἐπιτολῆς, ἤγουν μετὰ Αὐγούστου ἡμέραν ἐνάτην· τότε, φησὶν, ὦ Πέρση, τοῦ τρυγητοῦ μέμνησο. Ἆρα δὲ οὐ μάταιος καὶ περισσὸς ὁ Ἡσίοδος βαναύσῳ καὶ ἰδιώτῃ ἀνδρὶ ὄντι τῷ ἀδελφῷ, θέρους καὶ τρυγητοῦ καὶ τῶν τοιούτων ἁπάντων σαφεστάτων ὄντων ἐπάγων ἀσαφῆ τὰ τεκμήρια, ἃ καί τισι τῶν ἀστρολόγων ἠγνόηται; οἶμαι δὲ καὶ Ἡσιόδῳ αὐτῷ· οὐ γὰρ ἂν Αὐγούστῳ τρυγᾶν παρεκελεύετο. Μεσουράνημα δέ ἐστιν, ὡς πρώην ἐδίδαξα στοιχειακῶς, ὅταν ἐνενήκοντα μοίρας πρὸ ἡλίου ἀστὴρ ἀνατείλῃ· τουτέστιν, ὅταν τρία ὅλα ζώδια προδράμῃ τὸν ἥλιον. Ἀεὶ γὰρ καθʼ ἕκαστον νυχθήμερον ἓξ εἰσὶ ζώδια περὶ τὸ κάτω καὶ ὑπὸ γῆν ἡμισφαίριον· τὰ δὲ ἕτερα ἓξ περὶ τὸ ἄνω καὶ ὑπὲρ γῆν. Τότε οὖν ὁ Ὠρίων τρία ὅλα ζώδια προανατέλλων τοῦ ἡλίου μεσουρανεῖ σὺν τῷ ταύρῳ ἀναφερόμενος. Ὁ δὲ ἥλιος μετὰ τὸν Ταῦρον, τοὺς Διδύμους, τὸν Καρκίνον, σὺν τῷ Λέοντι ἀναφέρεται.
ΕΥΤʼ ΑΝ Δʼ ΩΡΙΩΝ. Ὁπηνίκα δʼ ἂν ὁ Ὠρίων καὶ ὁ Σείριος, ἤγουν ὁ ἐπὶ τῆς γένυος τοῦ κυνὸς ἀστὴρ, ἐγγὺς γὰρ ἀλλήλων ὁ Κύων καὶ ὁ Ὠρίων, εἰς μέσον ἔλθῃ τὸν οὐρανὸν, ἀντὶ τοῦ εἰς τὸ μέσον τοῦ οὐρανοῦ, τουτέστι μεσουρανίσῃ, τὸν Ἀρκτοῦρον δὲ ἴδῃ ἡ ῥοδοδάκτυλος Ἠὼς, ἤγουν ἡ λαμπρὰ, καὶ τερπνὴ, ἀντὶ τοῦ ὁ Ἀρκτοῦρος δὲ ἐπιτείλῃ τὴν ἑώαν ἐπιτολὴν, τουτέστιν ὅταν ὁ ἥλιος ἐπὶ τὸν Ζυγὸν μεταβῇ, τότε γὰρ ἑώα ἡ παρθένος ἀνίσχει, ᾗ ἐστιν ὁ Ἀρκτοῦρος ὁμοταγὴς, μεσουρανεῖ δὲ ὁ Ὠρίων τῷ τετάρτῳ ζωδίῳ ἀπὸ ἡλίου πλησιάζων τοῖς Διδύμοις, ἀεὶ γὰρ ἓξ ζώδια εἰσὶν ὑπὸ γῆν, καὶ ἓξ ὑπὲρ γῆν, μεσουρανεῖ δὲ τὸ τέταρτον ἀπὸ ἡλίου ζώδιον, τότε, ὦ Πέρση, πάντας τοὺς βότρυς ἀποδρέπων, ἤγουν τέμνων, κόμιζε εἰς τὸν οἶκόν σου, δεῖξον δὲ τῷ ἡλίῳ ἐπὶ δέκα τε ἡμέρας καὶ ἐπὶ δέκα νύκτας. Συνυπάγει δὲ καὶ τὰς νύκτας τῷ λόγῳ, ὡς ἑπομένας ταῖς ἡμέραις ἐξ ἀνάγκης· οὐ γὰρ δὴ καὶ κατʼ αὐτὰς δυνατὸν τῷ ἡλίῳ δεικνύναι τοὺς βότρυς, οὐκ ὄντος ἡλίου. Ἐπὶ πέντε δὲ ἡμέρας συσκίασον, ἤγουν ὑπὸ σκιὰν θὲς, μετὰ τὸ δεῖξαι αὐτοὺς τῷ ἡλίῳ, κατὰ τὴν ἕκτην δὲ ἡμέραν, εἰς τὰ ἀγγεῖα ἀφύσσαι, ἀντὶ τοῦ ἀποθλίψας ἄρυσαι τὰ δῶρα τοῦ Διονύσου τοῦ πολυγηθέος, ἤγουν τοῦ πολλῆς τέρψεως αἰτίου.
ΔΕΙΞΑΙ Δʼ ΗΕΛΙΩι. Τοὺς βότρυς ἐκτεμόντες ἐτίθεσαν ὑπὸ τὸν ἥλιον, ἐξικμάζοντες αὐτῶν διὰ τῆς ἡλιώσεως τὸ λεπτὸν καὶ ὑδαρὲς καὶ εὔτρεπτον· καὶ ἐκάλουν τοῦτο θειλοπεδεύειν. Μετὰ δὲ τοῦτο ἐν τῇ σκιᾷ πάλιν διετίθεντο μηχανώμενοι πυκνωθῆναι τὸν καρπὸν μετὰ τὴν ἡλίωσιν, τὴν ζέσιν ἐξιώμενοι τὴν ἀπʼ αὐτῆς διὰ τῆς σκιᾶς, καὶ τῆς ἐν αὐτῇ ψύξεως· καὶ τρίτον οὕτως ἐπάτουν ἐκθλίβοντες τὸν οἶνον, συνεστῶτα λοιπὸν καὶ εὔτονον ἔχειν νομίζοντες· ὃ δὴ καὶ ὁ Ἡσίοδος ὑφηγεῖται διὰ τούτων. ΑΛΛΩΣ. ΔΕΙΞΑΙ Δʼ ΗΕΛΙΩι δέκα ἡμέρας ἁπλῶσαι τὴν σταφυλὴν ἐν τῷ ἡλίῳ καὶ εʹ ἐν τῇ σκιᾷ, καὶ τότε πατῆσαι.
ΔΕΙΞΑΙ Δʼ ΗΕΛΙΩι. Ἐξίκμασον δὲ τοὺς βότρυς ἀποτεμὼν, ἁπλώσας ἐν ἡλίῳ ἡμέρας ι, καὶ πέντε πάλιν ἐν σκιερῷ τόπῳ κατάθου, ἵνα μετρίου ἀέρος μετάσχωσιν· ἔπειτα δὲ συμπατήσας αὐτοὺς οἰνοποίησον ἐν τοῖς πίθοις ἀπαρυσάμενος. Καὶ τὸ περὶ τοιαύτης οἰνοποιΐας διδάσκειν τῷ Πέρσῃ μάταιον, καὶ παρεμφερὲς τοῖς ἀσυστάτοις νόμοις τοῦ Πλάτωνος· οὔτε γὰρ Πέρσης, οὐδὲ Ἡσίοδος τοιοῦτον οἶνον εἰργάσαντο, οἶμαι, οὐδὲ πεπώκασι.
ΔΩΡΑ ΔΙΟΝΥΣΟΥ. Οὐκ οἶδεν ὁ Ὅμηρος δῶρον Διονύσου τὸν οἶνον.
ΑΥΤΑΡ ΕΠΗΝ ΔΗ. Τῇ ἀρχῇ τὸ τέλος συνῆψε τῶν γεωργικῶν ἔργων, τῷ ἀρότρῳ τὸ ἄροτρον· καὶ γὰρ ἤρξατο ἐντεῦθεν ἀπὸ τῆς δύσεως τῶν Πληϊάδων καὶ ἀρότρου, καὶ κατέληξεν εἰς αὐτά. Διὸ καὶ ἐπήγαγε διὰ πάντων διεξελθὼν, ὅτι ὁ πλειὼν, ὅς ἐστιν ὁ ἐνιαυτὸς, τῶν ἐπὶ γῆς ἔργων οὕτως ἂν ἔχοι τέλος ἐναρμόνιον. Πλειὼν δὲ ὁ ἐνιαυτὸς, ὡς τὰς ἡμέρας συμπληρώσας, καθʼ ἃς τὴν γεωργίαν διεῖλε. Τὸ δὲ ἐντεῦθεν ἐπὶ ναυτιλίαν μέτεισιν, ὡς καὶ ταύτης δυναμένης βίον πορίζειν, εἰ καὶ ἡ γεωργία πρεπωδεστέρα χθονίοις ἡμῖν οὖσι ζώοις, καὶ ἐκ γῆς τρέφεσθαι τῆς γεννησαμένης ἡμᾶς ὀφείλουσι. Διὸ καὶ τὴν εἰσβολὴν τῆς ναυτιλίας ἐποιήσατο τοιαύτην, οὐχ οὕτως ὡς τῆς γεωργίας ἐραστὴς αὐτῆς ὑπάρχων.
ΔΙΟΝΥΣΟΥ. Τὸ ο καὶ μικρὸν γραφόμενον ὑπὸ τοῦ ν ἐκτείνεται· Ἀττικῶς δὲ μέγα γράφεται.
ΑΥΤΑΡ ΕΠΗΝ ΔΗ. Ἐπειδὰν δὲ δὴ αἱ Πλειάδες τε καὶ αἱ Ὑάδες, καὶ τὸ σθένος τοῦ Ὠρίωνος, ἤγουν ὁ Ὠρίων περιφραστικῶς, δύνωσι, τὴν ἑώαν δηλονότι δύσιν, τότʼ ἔπειτα, ἀντὶ τοῦ πάλιν, ἀρότρου μεμνημένος ἔσο ὡραίου, ἤγουν ἐγκαίρου· ὁ πλειὼν δὲ, ἤγουν ὁ ἐνιαυτὸς, ἁρμόδιος εἴη, ἀντὶ τοῦ ἔστω, κατὰ χθονὸς, ἀντὶ τοῦ ἐπὶ τῶν τῆς γῆς ἔργων.
ΠΛΗΙΑΔΕΣ Θʼ ὙΑΔΕΣ ΤΕ. Περὶ τούτων προέφημεν. Ὑάδες δὲ λέγονται, ὡς τῷ υ στοιχείῳ ἐοικυῖαι ἢ ὡς ὄμβρων ποιητικαί. Δυνουσῶν γοῦν τὴν ἑσπερίαν δύσιν τούτων, παρακελεύεται ἀροτριᾷν, ὡς κατʼ ἀρχὰς ἔφην. Πλειὼν, ὁ χρόνος, ἀπὸ τοῦ πάντα πληροῦν· αὐτὸς γάρ ἐστι πατὴρ πάντων· ἢ ὁ συμπληρούμενος εἰς σπόρον καὶ θέρος ἐκ τῶν Πλειάδων· ἢ ὁ ἐκ πολλῶν συνεστὼς, καὶ εἰς πολλὰ διῃρημένος· λέγω δὲ, καιροὺς, μῆνας, ἑβδομάδας, ἡμερόνυκτα, ὥρας, λεπτὰ, δευτερόλεπτα.
ΑΡΜΕΝΟΣ ΕΙΗ. Ἐὰν ταῦτα ποιήσῃς, ὁ ἐνιαυτὸς, φησὶν, ὅλος ἁρμόδιος ἔσται. Πλειὼν δὲ ὁ ἐνιαυτὸς, ἀπὸ τοῦ πάντα πεπληρῶσθαι· ἢ ἀπὸ τῶν Πληϊάδων. Ἐξ αὐτῶν γὰρ οἱ στοχασμοὶ τοῦ πότε δεῖ καὶ σπεῖραι καὶ θερίσαι.
ΕΙ ΔΕ ΣΕ ΝΑΥΤΙΛΙΗΣ. Ἕως τοῦ ΔΙΟΣ ΟΜΒΡΟΣ. Καὶ διὰ τῆς εἰσβολῆς τὴν ναυτιλίαν διέβαλεν, εἰπὼν αὐτὴν δυσπέμφελον, ὡς ἐργώδη, καὶ δυσκολίαν παραπέμπουσαν τῷ βίῳ, καὶ τῷ μὴ πρότερον εἰπεῖν πότε δεῖ πλεῖν, ἀλλὰ πότε παύεσθαι τοῦ πλεῖν. Πότε οὖν τοῦτο ποιητέον; ὅταν, φησὶν, αἱ Πλειάδες δύνωσιν ἑῶαι, φυγοῦσαι τὸν Ὠρίωνα. Τοῦτο δὲ, ἐπεὶ προδύνουσι, καὶ ἐπʼ αὐτῶν ὁ Ὠρίων διώκειν αὐτὰς δοκῶν, καὶ οἵ γε ναυτικοὶ Πανδυσίαν καλοῦσι τοῦτον τὸν καιρόν. Τότε οὖν παντοῖα πνεύματα πνεῖ δύσκριτα, καὶ χρῆναι μᾶλλον ἐργάζεσθαι τὴν γῆν ἢ πλεῖν. Ἀνέλκειν οὖν τὴν ναῦν καὶ ἑδράζειν ἐπὶ τῆς γῆς, λίθοις πυκάσαντα κελεύει πάντοθεν, ἵνα μὴ σαλεύσωσιν οἱ ἄνεμοι τὴν ναῦν νεωλκηθεῖσαν, καὶ κατεάξωσιν ἀντεχόντων πανταχόθεν τῶν ὑποστηριζόντων αὐτὴν λίθων· ὅπως δὲ μὴ σήπηται ὑομένη, δεῖν τὸν χείμαρον ἐξερύσαι. Ἔστι δὲ οὗτος τρημάτιόν τι τῆς νεὼς, εἰς ὃ πλεούσης ἔμφραγμα ποιοῦσι, νεωλκηθείσης δὲ, ἀφαιροῦσι τὸ ἔμφραγμα, ἵνα ὁ ὑετὸς, ὁ ἐπʼ αὐτὴν φερόμενος, διεξίῃ διὰ τοῦ τρήματος, καὶ μὴ σήπῃ συνιστάμενος ἔσω τῆς νεώς· ὃ δηλοῖ λέγων καὶ αὐτὸς, ἵνα μὴ πύθῃ Διὸς ὄμβρος τὴν ναῦν,
ΕΙ ΔΕ ΣΕ ΝΑΥΤΙΛΙΗΣ. Ἀπεχθῶς φαίνεται τῇ ναυτιλίᾳ Ἡσίοδος διακείμενος, ἔκ τε τοῦ δυσπέμφελον, καὶ δυσπαράπομπον, καὶ δυσέμπορον ταύτην καλέσαι· ἔτι δὲ καὶ ἐκ τοῦ τὴν διδασκαλίαν ποιήσασθαι ἀπὸ τοῦ, ὅτε οὐ δεῖ πλεῖν. Φησὶν οὖν, ὅτι ὅταν δύνωσιν ἑσπέριον αἱ Πλειάδες, φεύγουσαι τὸν Ὠρίωνα ὡς κυνηγὸν, μετὰ γὰρ τρεῖς ἡμέρας δύνει καὶ αὐτὸς ὁ Ὠρίων, τότε ἀνέμων παντοίων ὁρμῶσι πνοαί. Καὶ μὴ ἔχῃς ναῦν ἐν πελάγει, ἀλλὰ ἕλκυσον αὐτὴν ἐν τῷ λιμένι, καὶ ὑποστήριξον λίθοις, μή πως ὁ σάλος αὐτὴν ἀναρπάξῃ, τὴν δὲ πᾶσαν ἐξάρτυσιν τοῦ πλοίου ἀποκόμισον ἐν τῷ οἴκῳ σου, καὶ περίστειλον ὡς χρή. Ἐργάζου δὲ τότε τὴν γῆν, ὥς σε κελεύω· μεμνημένος δηλονότι τῶν παραινέσεων.
ΕΙ ΔΕ ΣΕ ΝΑΥΤΙΛΙΗΣ. Εἰ δέ σε ἐπιθυμία κρατεῖ τῆς ναυτιλίας τῆς κακῶς παραπεμπούσης, τοῦτο γὰρ τὸ δυσπεμφέλου, ὁπηνίκα ἂν αἱ Πλειάδες τὸ φοβερὸν σθένος τοῦ Ὠρίωνος φεύγουσαι, ἀντὶ τοῦ τὸν Ὠρίωνα περιφραστικῶς, πίπτωσιν εἰς τὸν ἠεροειδέα πόντον, ἤγουν τὸν σκοτεινόν· ἀὴρ γὰρ τὸ σκοτεινὸν καὶ ὁμιχλῶδες· τουτέστιν ὁπηνίκα ἂν αἱ Πλειάδες δύνωσι τὴν ἑώαν δύσιν, φεύγουσαι τὸν Ὠρίωνα, προδύνουσι γὰρ αὐτοῦ, εἶτα αὐτὸς εὐθὺς μετʼ αὐτὰς δύνει· ὡς δοκεῖν αὐτὰς μὲν τοῦτον φεύγειν, τοῦτον δὲ ταύτας διώκειν.
ΦΕΥΓΟΥΣΑΙ. Ὅταν δύνωσιν ἑώαν δύσιν· τότε γὰρ ὁ ἥλιος ἐν Σκορπίῳ, ὅ ἐστιν ἕβδομον ζώδιον. Τὸ δὲ ΦΕΥΓΟΥΣΙ χαριέντως εἶπεν, ἐπειδὴ πλησίον ἐστὶν ὁ Ὠρίων.
ΔΗ ΤΟΤΕ ΠΑΝΤΟΙΩΝ ΑΝΕΜΩΝ ΘΥΟΥΣΙΝ ΑΗΤΑΙ. Ἀντὶ τοῦ πνοαὶ θύουσι, τουτέστι σφοδρῶς κινοῦνται. Καὶ τότε μηκέτι ἔχε νῆα ἐν τῷ πόντῳ τῷ οἴνοπι, ἤγουν τῷ μέλανι, τὴν γῆν δὲ ἐργάζου καθά σε κελεύω ἐργάζεσθαι, μεμνημένος, ἤγουν ἐν τῇ μνήμῃ φυλάττων τὴν περὶ τούτων διδασκαλίαν, τὴν ναῦν δὲ ἐπʼ ἠπείρου ἕλκυσον, καὶ πύκασον, ἤγουν ἀσφάλισαι αὐτὴν πάντοθεν λίθοις, ἵνα ἐπέχωσι τὸ μένος τῶν ἀνέμων τῶν ὑγρὸν πνεόντων, τοῦ κατάξαι αὐτήν· τὸν χείμαρον ἐξερύσας, ἤγουν ἐκβαλὼν, ἵνα μὴ πύθῃ αὐτὴν, ἤγουν σήπῃ, ὁ τοῦ Διὸς ὄμβρος συνιστάμενος ἐν αὐτῇ. Χείμαρος δὲ λέγεται ὁ πάσσαλος ὁ ὑπὸ τὴν τρόπιν, οὗ ἐξαιρουμένου τὸ ὕδωρ προχωρεῖ· καλεῖται δὲ καὶ εὐδιαῖος. Τὰ ὅπλα τε πάντα τὰ ἁρμόδια τῇ νηῒ, ἤγουν τὸν ἱστὸν, τὰ ἱστία, τοὺς κάλως, καὶ τὰ τοιαῦτα, τῷ σῷ οἴκῳ ἐγκατάθου· εὐτάκτως στολίσας, ἀντὶ τοῦ συστείλας, εὐτρεπίσας τὰ πτερὰ τῆς νηὸς, τουτέστι τὰ ἱστία, ὅτι διὰ τούτων κινεῖται ἡ ναῦς ἀνηπλωμένων, ὡς διὰ τῶν πτερῶν οἱ ὄρνιθες· τῆς ποντοπόρου, ἤγουν τῆς τὰς θαλάσσας περώσης. Τὸ πηδάλιον δὲ τὸ καλῶς εἰργασμένον ἐπάνω τοῦ καπνοῦ κρέμασον, ἵνʼ ἀπόθηται τὴν ἑαυτοῦ νοτίδα. Σὺ δὲ ἀνάμενε ἔγκαιρον πλοῦν, ἕως οὗ ἂν ἔλθῃ, ἤγουν ἐπιστῇ. Καὶ τότε ἕλκε εἰς τὴν ἅλα νῆα θοήν· θοὸν τὸ κατὰ κίνησιν ὀξὺ, καὶ τὸ κατὰ σχῆμα· αἱ νῆες δὲ καὶ κατʼ ἀμφότερα ἂν λέγοιντο θοαί. Ἐν αὐτῇ δὲ τὸν φόρτον τὸν ἁρμόδιον, ἤγουν τὸν ἐπιτήδειον πρὸς τὸ διακομισθῆναι εἰς ἄλλον τόπον καὶ μὴ φθαρῆναι, καὶ πρὸς τὸ πραθῆναι ἐν αὐτῷ, ἐντύνασθαι, ἀντὶ τοῦ εὐτρεπισμένον ἔχων ἔνθου, ἵνα εἰς τὸν οἶκόν σου κέρδος ἄρηαι, ἀντὶ τοῦ λαβὼν κομίσῃς, ὥσπερ ὁ ἐμός τε καὶ ὁ σὸς πατὴρ μέγα νήπιε Πέρση, ἤγουν μεγάλως ἀνόητε Πέρση, ἔπλει ἐν ναυσὶ, βίου κεχρημένος, ἤγουν χρείαν ἔχων, ἐσθλοῦ, τουτέστιν ἀγαθοῦ καὶ δικαίου, ὅστις ποτὲ καὶ ὧδε ἦλθεν ἐν νηῒ μελαίνῃ πολὺν πόντον διανύσας, καταλιπὼν τὴν Κύμην τὴν Αἰολίδα.
ὙΓΡΟΝ ΑΕΝΤΩΝ. Ὑγρὸν πνεόντων. Τὸ γὰρ ὕδωρ λεπτυνθὲν, ἀὴρ γίγνεται· ἔτι δὲ πλέον λεπτυνθὲν, πνεῦμα.
ΧΕΙΜΑΡΟΝ ΕΞΕΡΥΣΑΣ. Χείμαρος λέγεται ὁ ὑπὸ τὴν τρόπιν πάσσαλος, οὗ ἐξαιρουμένου, ὅταν ὕσῃ, τὸ ὕδωρ προχωρεῖ. Καλεῖται δὲ καὶ εὐδιαῖος.
ΧΕΙΜΑΡΟΝ. Πάσσαλον νεὼς, οὗ ἀνασπωμένου ἐκχεῖται ἡ ἀντλία.
ὉΠΛΑ Δʼ ΕΠΑΡΜΕΝΑ ΠΑΝΤΑ. Τὰ μὲν ὅπλα δηλοῖ τῆς νεὼς πάντα ὧν δεῖται ἡ ναῦς, τὸν ἱστὸν, τὰ ἱστία, τὰς διφθέρας, τοὺς κάλους, τὰ πηδάλια. Τούτων δὲ τὰ ἱστία, πτερὰ τῆς νεὼς ἐκάλεσεν, ὅτι διὰ τούτων κινεῖται ἀνηπλωμένων, ὡς τῶν πτερῶν οἱ ὄρνιθες. Ταῦτα οὖν εὐκόσμως στολίσαντα κελεύει οἴκοι καταθέσθαι, ἵνα μὴ ἠμελημένως ὅπου ποτὲ ῥιφέντα ἄχρηστα γένηται· καὶ ἐπὶ τούτοις τὸ πηδάλιον ὑπὲρ τοῦ καπνοῦ κρεμάσαι, ἵνα ξηραίνηται καὶ μὴ ὑπὸ τῆς ἐναπομεινάσης ὑγράνσεως κατασαπῇ κείμενον ὡς ἔτυχεν.
ὉΠΛΑ. Πᾶσαν τὴν τῆς νεὼς διαρτίαν.
ΕΥΚΟΣΜΩΣ. Εὐτάκτως, φησὶ, μὴ μετὰ θορύβου.
ΣΤΟΛΙΣΑΣ. Γυμνάσας συναγαγών. Σεσημείωται δὲ ὡς πρὸς τὸ ἄνω· ἐκεῖ γὰρ κατακαῦσαι σημαίνει. Καὶ Ὅμηρος, κάπνισάν τε κατὰ κλισίας.
ΕΥΚΟΣΜΩΣ ΣΤΟΛΙΣΑΣ. Κοσμίως καὶ καλλίστως περικρύψας καὶ στείλας.
ΝΗΟΣ ΠΤΕΡΑ. Τὰ ἱστία, τοὺς σχοίνους, καὶ τὰ λοιπά.
ΠΗΔΑΛΙΟΝ Δʼ ΕΥΕΡΓΕΣ. Τὸ καλῶς δὲ εἰργασμένον πηδάλιον ἐν τῷ καπνῷ κρεμάσας, τὴν τούτου ὑγρότητα ἔξελε, καὶ κατίκμασον, μὴ τῷ πολλῷ τῆς ὑγρότητος συσσαπῇ,
ΑΥΤΟΣ Δʼ ὩΡΑΙΟΝ ΜΙΜΝΕΙΝ ΠΛΟΟΝ. Ἐπειδὰν ὁ πλώϊμος ἔλθῃ καιρὸς, καθέλκειν τὴν ναῦν ἔχοντα προευτρεπισμένον τὸν ἐπιτήδειον φόρτον, πρὸς τὸ διακομισθῆναι εἰς ἄλλον τόπον, ἐν ᾧ χρήσιμος ἔσται τοῖς ὠνουμένοις· καὶ οὐ διαφθαρήσεται πλωϊζόμενος οὕτως, ἀλλʼ ἄρμενος ἔσται καὶ πρὸς τὸ σωθῆναι, καὶ πρὸς τὸ πραθῆναι.
ὩΡΑΙΟΝ. Τὸν ὥριμον, τὸν δυνάμενον πλούσιόν σε ποιῆσαι καὶ θρέψαι.
ΑΥΤΟΣ Δʼ ὩΡΑΙΟΝ. Σὺ δὲ καρτέρει καὶ καραδόκει τὸν ὥριον πλοῦν, ὃν προϊὼν ἐρεῖ πεντήκοντα· ἡμερῶν εἶναι, ἀπαρχῆς τῆς θερινῆς τροπῆς μέχρις ὅλου θέρους· καὶ τότε μόνον, φησὶ, ναυτίλλου.
ΑΡΜΕΝΟΝ ΕΝΤΥΝΑΣΘΑΙ. Ἀντὶ τοῦ ἁρμόδιον εὐτρεπίζεσθαι.
ΑΡΜΕΝΟΝ. Ἁρμόδιον. Πολλοὶ γὰρ διʼ ὑπερβάλλουσαν αἰσχροκέρδειαν ὑπέρμετρον φόρτον ἐνθέμενοι ταῖς ναυσὶ κἀκείνας ὑποβρυχίους ποιοῦσι, καὶ ἑαυτοὺς προσαπολλύσουσιν.
ὩΣΠΕΡ ΕΜΟΣ ΤΕ ΠΑΤΗΡ. Τοῦτό φησι, διὰ τὸ μιμεῖσθαι τὸν πατέρα. Ἑλλάνικος δὲ Φορωνίδι ἀπὸ Ὀρφέως φησὶν εἶναι τὸν Ἡσίοδον.
ὩΣΠΕΡ ΕΜΟΣ ΤΕ ΠΑΤΗΡ. Ταῦτα καὶ τὰ ἑξῆς εἰς ζῆλον ἀνεγείρει τοῦ πατρὸς τὸν Πέρσην, εἰ μὴ γεωργεῖν ἐθέλοι, ναυτίλλεσθαι· καὶ γὰρ ἐκεῖνον ἐκ τῆς Κύμης, μία δὲ αὕτη τῶν Αἰολίδων πόλεων, ἥκειν εἰς Βοιωτίαν, διὰ τὸ βίον ἐθέλειν ἑαυτῷ περιποιήσασθαι, οὐ πλοῦτον φεύγοντα, ἀλλὰ πενίαν, καὶ οἰκῆσαι τοῦτο δὴ τὸ λυπρότατον πολίχνιον, τὴν δὲ Ἄσκρην χαλεπὴν καὶ θέρους ὥρᾳ καὶ χειμῶνος ὑπάρχουσαν καταλιπεῖν. Κεῖται μὲν οὖν ὑπὲρ τὴν ὁδὸν ἣν βαδίζουσιν οἱ ἐπὶ τὸ Μουσεῖον ἀπιόντες αὕτη ἡ Ἄσκρη. Τοῦ δὲ Ἑλικῶνος ἐκκειμένου τοῖς ἀνέμοις, καὶ θαυμαστὰς μὲν ἀναπαύλας ἔχοντος ἐν θέρει, δυσηνέμου δὲ ὄντος ἐν χειμῶνι, τὴν Ἄσκρην ἐν τῷ μεσημβρινῷ κειμένην τοῦ ὄρους, τῆς μὲν ἐκ τῶν ἀνέμων ἀπολαύειν βίας, ἐν δὲ τῷ θέρει τὸ εὔπνουν μὴ ἔχειν. Ἀοίκητον δὲ αὐτὸ ὁ Πλούταρχος ἱστορεῖ καὶ τότε εἶναι, Θεσπιέων ἀνελόντων τοὺς οἰκοῦντας, Ὀρχομενίων δὲ τοὺς σωθέντας δεξαμένων· ὅθεν καὶ τὸν θεὸν Ὀρχομενίοις προστάξαι τὰ Ἡσιόδου λείψανα λαβεῖν, καὶ θάψαι παρʼ αὐτοῖς, ὡς καὶ Ἀριστοτέλης φησὶ, γράφων τὴν Ὀρχομενίων πολιτείαν. Τὰ μὲν οὖν κατὰ τὴν Ἄσκρην, ταῦτα. Τὸν δὲ πατέρα φησὶ μετανάστην γενέσθαι, ἐκ τῆς Κύμης ἐλθόντα, ἀφʼ ἧς καὶ Ἔφορος ἦν, βίου δεόμενον· καὶ ἐθέλων εἰπεῖν ὅτι ἦλθον εἰς Βοιωτίαν, οὕτως εἶπεν, ὅς ποτε καὶ τῇδʼ ἦλθε, βαθὺν διὰ πόντον ἀνύσσας. Δηλοῖ γὰρ αὐτὸ τοῦτο τὸ, τῇδε, οὐκ ἄλλο τι, ἢ τὸ τῇδε καὶ ἐνταῦθα. Καὶ οἱ λεξογράφοι Κρητῶν εἶναι τὴν φωνὴν ἀνέγραψαν. Μέλει γὰρ οὐδὲν τοῖς ποιηταῖς τὴν πολλῶν συνήθειαν ἐκτρεπομένοις καὶ τοιαύταις διδόναι χώραν λέξεσι.
ΕΜΟΣ ΤΕ ΠΑΤΗΡ ΚΑΙ ΣΟΣ. Ὁ Δῖος, οὗτος γὰρ ἦν τούτοις πατήρ· μήτηρ δὲ ἡ Πυκιμήδη.
ΠΛΩΙΖΕΣΚΕΝ ΝΗΥΣΙΝ. Ἐνεπορεύετο, ἐναυτίλλετο.
ΒΙΟΥ ΚΕΧΡΗΜΕΝΟΣ ΕΣΘΛΟΥ. Ἑξαχῶς τοῦ βίου λεγομένου, τοῦ κόσμου, τῆς ζωῆς, τῶν τροφῶν, τῆς περιουσίας, τῆς τέχνης, καὶ τοῦ τρόπου, νῦν τροφῆς πλέον, ἢ τῆς περιουσίας λέγει.
ΠΛΩΙΖΕΣΚΕΝ. Ἀπὸ τοῦ πλέω πλώω, ἀφʼ οὗ πλωΐζομαι, καὶ ἀπὸ τούτου πάλιν πλωϊζέσκω ἐνεστὼς, καὶ πλωΐζεσκον παρατατικός. Ἐπὶ δύο σημαινομένων τίθησι τὸ κεχρῆσθαι· ἐνίοτε μὲν ἐπὶ τοῦ ἔνδειαν ἔχειν, ἐνίοτε δὲ ἐπὶ τοῦ χρείαν ἔχειν. Ἔμπορος ὁ ἐπʼ ἀλλοτρίας νεὼς τὸν πλοῦν ποιούμενος, καὶ ἐμπορεύεσθαι ἐπὶ τούτου· ἔμπορος καὶ ὁ ἀποδημῶν ἐπὶ τῷ πορίζεσθαι πλοῦτον διὰ τοῦ πιπράσκειν καὶ ὠνεῖσθαι, καὶ ἐμπορεύεσθαι τὸ τοῦτο ποιεῖν· καθʼ ὃ σημαινόμενον λέγεται ἐνταῦθα ἡ ἐμπορία.
ὉΣ ΠΟΤΕ ΚΑΙ ΤΗιΔΕ. Λέγουσι τὸν πατέρα Ἡσιόδου πένητα ὄντα, δανειστὰς πολλοὺς ἐσχηκέναι, διὸ καὶ πέφευγε τὴν πατρίδα. Ἔφορος δέ φησι τοῦτον εἰς Ἄσκρην ἐλθεῖν, οὐ διʼ ἐμπορίαν, ἀλλὰ φόνον ἐμφύλιον ἐργασάμενον.
ὉΣ ΠΟΤΕ. Ὅστις πατὴρ ἡμῶν καὶ ἐν τῇ Ἄσκρῃ ταύτῃ ἐλθὼν κατῴκησε, διανύσας καὶ περάσας πολλὴν θάλασσαν ἐν νηῒ, καταλιπὼν Κύμην τὴν ἑαυτοῦ πατρίδα, τὴν νῦν Φρικώνιδα καλουμένην, οὖσαν μίαν τῶν Αἰολικῶν πόλεων· αἱ δὲ Αἰολίδες πόλεις περὶ Μιτυλήνην εἰσὶ, καὶ αἱ νῆσοι ὁμοίως. Ἔστι δὲ καὶ ἑτέρα Κύμη τῆς Ἰταλίας, ὅθεν ἦν ἡ Σίβυλλα, καὶ Αἰολίδες νῆσοι τοῦ Ῥηγίου, ὧν ἦρχεν Αἴολος ὁ Ἱππότου ὁ μαθηματικὸς, καὶ ναυτικώτατος, ὃν καὶ δεσπότην ἀνέμων ἐμυθεύσαντο.
ΟΥΚ ΑΦΕΝΟΣ ΦΕΥΓΩΝ. Ἐπειδή τινες φεύγουσι τὴν πατρίδα μηδενὸς δεόμενοι· οὗτος δὲ πένης ὢν διέφυγε. Μένανδρος δέ φησι· Δεῖ γὰρ ἢ πλουτεῖν ὅπως μὴ μάρτυρας πολλοὺς ἔχειν Τοὺς ὁρῶντας. — Ἐν εἰρωνείᾳ δέ φησι· πένης γὰρ ἦν. Τρισὶ δʼ ἰσοδυναμούσαις ἐχρήσατο λέξεσιν οὗτος.
ΟΥΚ ΑΦΕΝΟΣ ΦΕΥΓΩΝ. Εἰρωνικὰ ταῦτα, καὶ ἠθικά. τουτέστιν, οὐ πλουτῶν πέφευγεν, ἀλλὰ διὰ χρείαν.
ΟΥΚ ΑΦΕΝΟΣ ΦΕΥΓΩΝ, ΟΥΔΕ ΠΛΟΥΤΟΝ ΤΕ ΚΑΙ ΟΛΒΟΝ, Ἐκ παραλλήλου, ΑΛΛΑ ΚΑΚΗΝ ΠΕΝΙΑΝ, ἣν ὁ Ζεὺς δίδωσι τοῖς ἀνθρώποις. Τουτέστιν, οὐ πλούσιος ὢν ἔφευγεν, ὅπερ τινὲς ποιοῦσι φεύγοντες τὴν πατρίδα μηδενὸς δεόμενοι, ἀλλὰ πένης· ᾤκησε δὲ πλησίον τοῦ Ἑλικῶνος, ἐν κώμῃ οἰκτρᾷ τῇ Ἄσκρῃ, κατὰ τὸν χειμῶνα κακῇ οὔσῃ, κατὰ τὸ θέρος ἀργαλέᾳ, ἤγουν βαρείᾳ, ἀλγεινῇ· οὐδέποτε ἐσθλῇ, ἤγουν ἀγαθῇ. Κώμη δέ ἐστιν ἡ ἀτείχιστος τῶν ἀνθρώπων συνοικία.
ΤΗΝ ΖΕΥΣ. Ἥντινα ἡ εἱμαρμένη δίδωσι τοῖς ἀνθρώποις.
ΝΑΣΣΑΤΟ. Κατῴκησεν, ἄγχι καὶ πλησίον τοῦ Ἑλικῶνος ὄρους.
ΟΙΖΥΡΗι. Ἐπιπόνῳ, χαλεπῇ.
ΚΩΜΗι. Οὐχ ἡ πόλις, ἀλλʼ ἡ μείζων ἀγροικία, ἤγουν τὸ μέγιστον χωρίον.
ΑΣΚΡΗι, ΧΕΙΜΑ ΚΑΚΗι. Ἄριστον τὸ σχῆμα ἐκ παραλλήλου.
ΑΣΚΡΗι, ΧΕΙΜΑ ΚΑΚΗι. Εὔδοξος οὖν φησι ταύτην ἀνήλιον εἶναι ἐν χειμῶνι, διὰ τὸ ὄρος τὸ ἐν Ἑλικῶνι, ἔστι δὲ τοῦτο τῆς Βοιωτίας· καὶ ἐν τῷ θέρει φλέγεσθαι. Ἔστιν οὖν ἡ Ἄσκρη δυσχείμερος· ἀνάγκη γὰρ χιονίζεσθαι αὐτὴν οὖσαν ἐγγὺς τοῦ ὄρους.
ΑΣΚΡΗι ΧΕΙΜΑ ΚΑΚΗι. Ἔφη μὲν καὶ κατʼ ἀρχὰς ὅτι δυσχείμερος καὶ κακοθέρειος ἡ Ἄσκρη, ἐν μὲν τῷ θέρει τῇ ὑπεροχῇ τοῦ ὄρους ἀπειργομένη καταπνέεσθαι, ἐν χειμῶνι δὲ τῆς ἐκείνου χιόνος εἰς αὐτὴν καταῤῥιπτουμένης μετέχουσα, καὶ τῆς ἡλιακῆς τοῦτο ἀκτῖνος κεκτημένη διάφραγμα.
ΤΥΝΗ Δʼ Ω ΠΕΡΣΗ. Τὸν καιρὸν μεμνῆσθαι διδάσκει, καθάπερ ἐπὶ τῆς γεωργίας, καὶ ἐπὶ τῆς ναυτιλίας. Καὶ πρὸς τοῦτον εἰ θέλοι φόρτον ἐντιθέναι, μὴ ὀλίγην ναῦν, ἀλλὰ μεγάλην παρασκευάζεσθαι. ΤΗΝ δὲ ΟΛΙΓΗΝ ΑΙΝΕΙΝ, τουτέστι χαίρειν ἐᾶν τὴν μικρὰν ναῦν, ὥστε ὁ αἶνος εἴρηται κατʼ εἰρωνείαν. Εἰ οὖν βούλει, φησὶ, συλλέξαι βίον ἑαυτῷ ἀντὶ γεωργίας ναυτιλίαν αἱρούμενος· καὶ πάλιν ΑΕΣΙΦΡΟΝΑ εἴρηκε τὸν τοῦτο αἱρούμενον, ναῦν δὲ μείζονα παραλαμβάνειν καὶ γὰρ μεῖζον τὸ κέρδος, καὶ ἧττον τὸ κινδυνεύειν. Καὶ πείθεσθαι τὸν καιρὸν αὐτῷ διδάσκοντι εἰ καὶ μὴ ἔχοι πεῖραν τῶν κατὰ θάλατταν. Περὶ ναυτιλίης μάλιστα μελέτω σοι. Ἡ γὰρ ἐν τῇ γῇ ἀστοχία ζημίαν μόνον οὐσίας ποιεῖ, ἡ δὲ θάλασσα καὶ αὐτῆς τῆς ζωῆς.
ΤΥΝΗ. Σὺ, Δωρικῶς· σὺ δὲ ὦ Πέρση, ἔσο μεμνημένος πάντων τῶν ἔργων εὐκαίρως, περὶ ναυτιλίας δὲ ἐξαιρέτως, τὴν ὀλίγην καὶ μικρὰν νῆα παραιτοῦ. Τοῦτο γὰρ σημαίνει τὸ αἴνει εἰρωνικῶς. Ἐν τῇ μεγάλῃ δὲ φορταγώγει τὰ τῆς ἐμπορίας, ὅπως μείζονος ὄντος σοι τοῦ φόρτου τοῦ ἐμπορεύματος, μεῖζον ἐπακολουθήσει σοι καὶ τὸ κέρδος, εἴπερ οὐ τρικυμία καὶ ναυαγία γενήσεται. Ἄλλοι δὲ οὕτω φασί· περὶ ναυτιλίας δὲ καὶ εἰς διαπόρθμευσιν αἴνει καὶ ἐπαίνει μικρὰν ὁλκάδα· εἰς φορταγωγίαν δὲ καὶ ἐμπορίαν, τὴν μεγάλην ναῦν.
ΤΥΝΗ Δʼ Ω ΠΕΡΣΗ. Σὺ δὲ ὦ Πέρση. Τὸ σὺ οὐ πρὸς ἕτερον πρόσωπον λέγεται, ἀλλʼ οὕτω κἀνταῦθα λέγεται ὡς ἐν τῷ, σοὶ δʼ οὐκέτι δεύτερον ἔσται ὧδʼ ἕρδειν, ἐπὶ δοτικῆς. Σὺ δὲ ὦ Πέρση πάντων τῶν ἔργων μεμνημένος εἶναι, τουτέστιν ἔσο, ὡραίων, ἐπιῤῥηματικῶς, ἀντὶ τοῦ κατὰ τὸν προσήκοντα αὐτοῖς καιρόν. Περὶ ναυτιλίας δὲ μάλιστά σε παρακελεύομαι, νῆα ὀλίγην, ἀντὶ τοῦ μικρὰν, αἰνεῖν, τουτέστι χαίρειν ἐᾷν· μεγάλῃ δὲ ἐνθεῖναι τὰ φορτία· μείζων μὲν ὁ φόρτος ἔσται ἐν τῇ μεγάλῃ νηῒ, μεῖζον δὲ τὸ κέρδος, ἐπὶ τῷ καὶ ἐν ἀσφαλεστέρῳ εἶναι. Τοῦτο γὰρ βούλεται τὸ ἐπὶ κέρδει ἐὰν οἱ ἄνεμοι μακρὰν ἔχωσι τὰς ἀήτας, ἀντὶ τοῦ τὰς πνοὰς τὰς κακὰς, ὁπηνίκα ἂν ἐπʼ ἐμπορίαν τρέψῃς τὸν μετέωρόν σου λογισμὸν, βούλῃ δὲ τὰ χρέα τε φυγεῖν καὶ τὸν ἀτερπῆ λιμὸν, ἤγουν ἐφʼ ᾧ οὐδεὶς τέρπεται· δείξω δή σοι, ἤγουν διδάξω σε τὰ μέτρα, τουτέστι τὴν τάξιν τῆς θαλάσσης τῆς πολυφλοίσβου, οὔτε ἕνεκα ναυτιλίας δεδιδαγμένος ὢν κατά τι, οὔτε ἕνεκα νηῶν δεδιδαγμένος ὢν κατά τι· οὐ γὰρ πώποτε ἐπὶ νηῒ ἔπλεον πλατὺν πόντον, εἰ μὴ ὅτε ἔπλευσα εἰς Εὔβοιαν ἐξ Αὐλίδος, ὅπου ποτε οἱ Ἀχαιοὶ πολὺν λαὸν συνήγειραν, ἤγουν συνήθροισαν, ἀπὸ τῆς ἱερᾶς Ἑλλάδος ἐς τὴν Τροίαν τὴν καλλιγύναικα, ἀπελευσόμενοι δηλονότι. Ἐνθάδε ἐγὼν, ἤγουν ἐκεῖσε, εἰς τὴν Χαλκίδα ἐπέρασα. Διὰ μὲν τοῦ ἐκεῖσε τὸ καθόλου δηλοῖ, διὰ δὲ τοῦ εἰς τὴν Χαλκίδα τὸ μέρος ὁρίζει, εἰς ὃ ἀπῆλθεν, ἐπὶ τὰ ἆθλα, ἀντὶ τοῦ τοὺς ἀγῶνας, καὶ τὰ ἐπὶ τοῖς ἀγῶσι βραβεῖα τοῦ Ἀμφιδάμαντος, ἤγουν τὰ ἐπὶ τῷ Ἀμφιδάμαντι τῷ δαΐφρονι, τουτέστι τῷ συνετὰ δεδιδαγμένῳ. Τὰ δὲ ἆθλα τῶν μελλόντων ἀγωνίζεσθαι οἱ παῖδες αὐτοῦ τοῦ Ἀμφιδάμαντος οἱ μεγαλόψυχοι ἔθεσαν πολλὰ προπεφραδμένα, ἤγουν προκεκηρυγμένα, ὅπου φημὶ νικήσαντα ἐμὲ ὕμνῳ, ἀντὶ τοῦ ποιήσει, ᾠδῇ, φέρειν ἆθλον τρίποδα ὠτώεντα, ἤγουν ὠτία ἔχοντα· τὸν μὲν ἐγὼ Μούσαις Ἑλικωνιάσιν ἀνέθηκα, ὅπου με τοπρῶτον ἐμμελοῦς ἐπεβίβασαν ποιήσεως· κατὰ τοσοῦτον πεπείραμαι τῶν νηῶν τῶν πολυγόμφων· ἀλλὰ καὶ οὕτως ἐρῶ τὸν νοῦν τοῦ Διὸς τοῦ αἰγιόχου, ἤγουν τὸ θέλημα, ὅτε ποιεῖ δηλονότι ἄφοβον τὸν πλοῦν· αἱ Μοῦσαι γάρ μʼ ἐδίδαξαν ποίησιν ποιεῖν ἀθέσφατον, ἤτοι ἄγαν θείαν. Ὁδεύειν ἐπὶ ξηρᾶς, πλεῖν καὶ στέλλεσθαι ἐπὶ θαλάσσης, πορεύεσθαι ἐπʼ ἀμφοτέρων· ἀφʼ ὧν ὀνόματα, ὁδὸς ἐπὶ ξηρᾶς, πλοῦς καὶ στόλος ἐπὶ θαλάσσης, τὸ μὲν κοινὸν, τὸ δὲ στόλος ποιητικὸν, πορεία δὲ ἐπʼ ἀμφοτέρων. Νεῖν δὲ καὶ κολυμβᾶν ταυτόν· ἀπὸ τοῦ κολυμβᾶν ὄνομα ὁ κολυμβητής.
ΝΗʼ ΟΛΙΓΗΝ. Τὴν μικρὰν ναῦν εἰς τὸ πλεῖν διʼ ἀπόκρισιν, διὰ τὸ σύντομον· τὴν δὲ μεγάλην, εἰς τὸ ἐμπορεύεσθαι. Αἰνεῖν δέ τινες παραιτεῖσθαι παρέλαβον, ὥσπερ ἐπαινὴν Περσεφόνειαν.
ΕΥΤʼ ΑΝ ΕΠʼ ΕΜΠΟΡΙΗΝ. Ὁπόταν ἐπὶ τῷ ἐμπορεύεσθαι τρέψας ἑαυτὸν βουληθῇς τὰ χρέα σου φυγεῖν, καὶ τὸν τῆς ἀργίας λιμὸν, ἐγώ σοι δείξω πότε δεῖ πλεῖν, οὐκ ἔμπειρος ὢν τοῦ πλοῦ· οὐ γάρ ποτʼ ἔπλευσα εἰ μὴ εἰς Χαλκίδα τῆς Εὐβοίας ἀπὸ τῆς Αὐλίδος, ὅτε ἠγωνισάμεθα ἐπὶ τῷ τάφῳ Ἀμφιδάμαντος τοῦ βασιλέως Εὐβοίας.
ΕΥΤʼ ΑΝ ΕΠʼ ΕΜΠΟΡΙΗΝ. Ἡνίκα δὲ τὸν σὸν λογισμὸν τρέψῃς, ἀπὸ τῆς βίας καὶ τῶν ἁρπαγῶν δηλονότι, βουληθῇς δὲ ἐμπορευόμενος τὰ χρέα φυγεῖν, καὶ τὸν λιμὸν, δείξω καὶ ὑποθήσομαί σοι τὰ μέτρα, καὶ τὰ ἁρμόδια τῇ θαλάττῃ, καὶ τῇ ναυτιλίᾳ, οὐ σεσοφισμένος ὢν τῆς ναυτικῆς, οὐ γὰρ ἔπλευσά ποτε εἰ μὴ εἰς Εὔβοιαν, ἤτοι τὸν Εὔριπον ἀπʼ Αὐλίδος. Πάνυ δὲ ὅ φησι διάστημα ὀλίγον· ἡ γὰρ Αὐλὶς τοῦ Εὐρίπου ἐστίν. Κωμῳδεῖται δὲ, ὑπισχνούμενος διδάξαι περὶ ὧν οὐδʼ ὅλως ἐπίσταται. Εὔβοια δὲ ἐκλήθη ἀπὸ Εὐβοίας τροφοῦ Διός. Αὐλὶς δὲ ἀπὸ τοῦ ἐκεῖσε αὐλισθῆναι τοὺς Ἕλληνας, ὅτε ἐποιοῦντο τὸν πρὸς τὴν Τροίαν ἀπόπλουν, ἢ ἀπὸ Αὐλίδος τῆς Φορωνέως.
ΟΥΤΕ ΤΙ ΝΑΥΤΙΛΙΗΣ. Σημειοῦται ὁ στίχος οὗτος. Εἰπὼν γὰρ εἶναι ἄπειρος ναυτιλίας πῶς ὑποτίθεται αὐτὴν, ΕΙ ΜΗ ΕΙΣ ΕΥΒΟΙΑΝ, οὐχ ἱμείρων τοῦ πλοῦ. Ἐκλήθη δὲ Εὔβοια, ἀπὸ Εὐβοίας τῆς θρεψαμένης τὴν Ἥραν.
ΟΥ ΓΑΡ ΠΩΠΟΤΕ ΝΗΙ Γʼ ΕΠΕΠΛΩΝ. Ταῦτα πάντα περὶ τῆς Χαλκίδος τοῦ Ἀμφιδάμαντος, καὶ τοῦ ἄθλου, καὶ τοῦ τρίποδος, ἐμβεβλῆσθαι φησιν ὁ Πλούταρχος οὐδὲν ἔχοντα χρηστόν. Τὸν μὲν οὖν Ἀμφιδάμαντα ναυμαχοῦντα πρὸς Ἐρετριέας ὑπὲρ τοῦ Ληλάντου ἀποθανεῖν· ἆθλα δὲ ἐπʼ αὐτῷ καὶ ἀγῶνες ἐγένοντο τελευτήσαντος παρὰ τῶν ἑαυτοῦ παίδων· νικῆσαι δὲ ἀγωνιζόμενον τὸν Ἡσίοδον, καὶ ἆθλον μουσικὸν τρίποδα λαβεῖν, καὶ ἀναθεῖναι τοῦτον ἐν τῷ Ἑλικῶνι, ὅπου καὶ κάτοχος ἐγεγόνει ταῖς Μούσαις, καὶ ἐπίγραμμα ἐπὶ τούτῳ θρυλλοῦσι. Πάντα οὖν ταῦτα ληρώδη λέγων ἐκεῖνος ἀπʼ αὐτῶν ἄρχεται τῶν εἰς τὸν καιρὸν τοῦ πλοῦ συντεινόντων, ἤματα πεντήκοντα λέγων. Τὸ δὲ Ἡι ΠΟΤʼ ΑΧΑΙΟΙ ἀντὶ τοῦ ὅπου ποτὲ οἱ Ἕλληνες συνήχθησαν.
ΑΜΦΙΔΑΜΑΝΤΟΣ. Οὗτος ὁ Ἀμφιδάμας Εὐβοίας ὢν βασιλεὺς πρὸς Ἐρετριέας ναυμαχῶν ἀνῃρέθη· καὶ οἱ παῖδες αὐτοῦ ἐπʼ αὐτῷ προεκήρυξαν ἀγῶνας παντοίους, καὶ ἆθλα, ὅπερ τὸ ΠΡΟΠΕΦΡΑΔΜΕΝΑ δηλοῖ, ἤγουν προκεκηρυγμένα. Οὗ νικήσας Ἡσίοδος, ὡς ληροῦσι, τὸν ἡμίθεον Ὅμηρον, τρίποδα ἔλαβε, καὶ ταῖς Ἑλικωνίτισι Μούσαις ἀνέθετο, ὅπου πρῶτος ὢν παῖς ἐπαιδεύετο· ἢ καὶ κόπῳ καὶ μόχθῳ ἀνυπερβλήτῳ χρησάμενος ἐμεμαθήκει, ἅπερ μεμάθηκεν. Ὅτι δὲ ὕστερος ἦν Ἡσίοδος τοῦ παλαιοῦ Ὁμήρου, καὶ πρότερον εἰρήκειν, κἂν καὶ ὁ Ἡρόδοτος, ὁ ἐν πολλοῖς ἐμοὶ ἐλεγχθεὶς ὡς ψευδηγορῶν, ὁμοχρόνους τούτους φησί. Καὶ εἰ ὁμόχρονος ἦν Ἡσίοδος, ὁ θεῖος ἐκεῖνος ἀνὴρ ἡττήθη ἂν εὖ οἶδα, καὶ οὐκ ἐνδοιάζων φημί. Αἰεὶ γὰρ κατὰ τοῦτον τὰ χερείονα νικᾷ.
ΤΑ ΔΕ ΠΡΟΠΕΦΡΑΔΜΕΝΑ. Τὰ ἆθλα, τῶν ἀγωνιζομένων δηλονότι, προκεκηρυγμένα ἦσαν.
ὙΜΝΩι ΝΙΚΗΣΑΝΤΑ. Ἄλλοι γράφουσιν, Ὕμνῳ νικήσαντʼ ἐν Χαλκίδι θεῖον Ὅμηρον.
ΤΟΝ Τριπόδα ἐγὼ, φησὶν, ἀνέθηκα εἰς τὸν τόπον, ὅπου ἐποίησάν με ἐκ ποιμένος ἀοιδὸν αἱ Μοῦσαι.
ΕΝΘΑ ΜΕ ΤΟ ΠΡΩΤΟΝ. Ἢ ἐν Χαλκίδι, ἢ ἐν ἄλλῳ τόπῳ, ὅπου πρῶτον ὑπήντησαν αὐτῷ αἱ Μοῦσαι.
ΝΟΟΝ ΑΙΓΙΟΧΟΙΟ. Τὸ θέλημα τοῦ Διός. τὸ πότε ἐστὶ πλεῖν ἀφόβως.
ΗΜΑΤΑ ΠΕΝΤΗΚΟΝΤΑ. Οὐ λέγει μετὰ πεντήκοντα τῆς τροπῆς τῆς θερινῆς ἡμέρας ὡραῖον εἶναι τὸν πλοῦν, ἀλλὰ μετὰ τὴν τροπὴν ὡραῖον εἶναι, πεντήκοντα πάσας ἡμέρας, εἰ μή τις θεομηνία συμπεσοῦσα τῶν θαλαττίων δαιμόνων κατεάξοι τὴν ναῦν, ἢ καὶ αὐτοῦ τοῦ Διός· ἐν γὰρ τούτοις εἶναι τὸ τέλος καὶ τῶν ἀγαθῶν καὶ τῶν κακῶν τῶν κατὰ θάλατταν· Ποσειδῶνι μὲν ὡς λαχόντι τὸν κλῆρον τοῦτον· Διῒ δὲ, ὡς διὰ τοῦ ἀέρος παντοίως κινοῦντι τὴν θάλασσαν. Τότε δʼ οὖν εὐκρινεῖς εἶναι τοὺς ἀνέμους καὶ ἀπήμονα τὸν πλοῦν· καὶ γὰρ μεθʼ ἡμέραν ἐτήσιοι πνέουσι, καὶ νύκτωρ ἐκ τῶν δρόσων αὖραι γίνονται μέτριαι τοῖς παρὰ τὴν γῆν πλέουσιν. ΑΛΛΩΣ. Μετὰ πεντήκοντα ἡμέρας τῆς τροπῆς τοῦ θέρους, τότε γὰρ λεπτότεροι καὶ καθαρώτεροί εἰσιν οἱ ἄνεμοι. Μετὰ γὰρ τὰς πεντήκοντα θερινὰς ἡμέρας πνέουσιν οἱ ἄνεμοι οἱ ἐτήσιοι, ὅτε ὁ ἥλιος ᾖ ἐν Λέοντι· Ἕλληνες δὲ ἐν Καρκίνῳ τὸν ἥλιον εἶναί φασιν, ὅταν θέρος γένηται· Αἰγύπτιοι δὲ ἐν Κριῷ· Χαλδαῖοι δὲ ἄλλως.
ΗΜΑΤΑ ΠΕΝΤΗΚΟΝΤΑ. Ἐντεῦθεν ἀπάρχεται τῆς ὑπεσχημένης διδασκαλίας τοῦ πλοῦ, καί φησι· μετὰ τὸ ἐνστῆναι τὰς τροπὰς τοῦ ἡλίου τὰς θερινὰς, ν ὅλας ἡμέρας ἄχρις ἂν τελεσθῇ τὸ κοπιηρὸν θέρος, ἡ κοπιηρὰ καὶ ἐργωδέστατος ὥρα, καίριος ὁ πλοῦς τυγχάνει καὶ δεξιώτατος· οὐ κατάξαις δὲ τὴν ναῦν τότε, ὑπὸ τρικυμίας δηλονότι, καὶ τῆς τῶν πνευμάτων σφοδρότητος, οὔτε οἱ ἄνθρωποι ναυαγήσουσιν, εἰ μή τι καινότερον συμβαίη περὶ τὴν θάλασσαν. Ἢ ὁ Ζεὺς καὶ ἡ Εἱμαρμένη, ἡ καὶ ἀνέμων καὶ στοιχείων κρατοῦσα, ἀντιπράττει τοῖς σοῖς ναυκληρήμασι, τότε ἀνέμων πνεόντων εὐκράτων, καὶ τῆς θαλάσσης γαληνιώσης, ἕλκε τὴν ὁλκάδα πρὸς πλοῦν· καὶ ταχέως τὴν ἐμπορίαν ἀνύσας πρὸ τῶν ὀπωρινῶν ὄμβρων καὶ νότων τῶν τότε, ἔχου τῆς οἴκαδε ἀνακομιδῆς.
ΜΕΤΑ ΤΡΟΠΑΣ. Τὸ πας μακρὸν ὂν ἐδείχθη βραχὺ, ὡς κοινὴ συλλαβή· λήγει γὰρ εἰς μέρος λόγου.
ΗΜΑΤΑ ΠΕΝΤΗΚΟΝΤΑ ΜΕΤΑ ΤΡΟΠΑΣ ΗΕΛΙΟΙΟ. Μετὰ τὰς τροπὰς τοῦ ἡλίου, τὰς θερινὰς δηλονότι, ἀπὸ τῶν ἑξῆς δὲ τοῦτο γίνεται δῆλον· ἐπάγεται γὰρ εἰς τέλος ἐλθόντος τοῦ θέρους. Ἔχει δὲ πᾶς ὁ λόγος οὕτως· ἐφʼ ἡμέρας πεντήκοντα μετὰ τὰς τροπὰς τοῦ ἡλίου τὰς θερινὰς, εἰς τέλος ἐλθόντος τοῦ θέρους, τουτέστι μέχρι τοῦ τέλους τοῦ θέρους, τῆς ὥρας λέγω τῆς καματώδους, ἤγουν τῆς βαρείας καὶ ἐκλυούσης τὰ σώματα, αἱ πεντήκοντα γὰρ ἡμέραι ἱκαναὶ ἀναλῶσαι τὴν ἀκμὴν αὐτοῦ ὡς εἰς τέλος ἤδη αὐτὸ καθίστασθαι, ἔγκαιρός ἐστιν ὁ πλοῦς τοῖς ἀνθρώποις· οὔτε ναῦν κατʼ αὐτὰς, τὰς ἡμέρας δηλονότι, κατάξαις ἂν, οὔτε ἀνθρώπους ἀποφθίσειεν ἂν, ἀντὶ τοῦ φθείρειεν, ἡ θάλασσα, εἰ μὴ δὴ πρόφρων, ἀντὶ τοῦ προφρόνως καὶ κατὰ προθυμίαν ἰδίαν, ἐθέλῃ ἀπολέσαι αὐτοὺς ὁ Ποσειδὼν ἐνοσίχθων, ἤγουν ὁ τὴν γῆν σείων· οὗτος γάρ ἐστιν αἴτιος τῶν σεισμῶν· ἢ ὁ Ζεὺς ὁ βασιλεὺς τῶν θεῶν· ἐν τούτοις γάρ ἐστιν ὁμοίως τὸ τέλος τῶν ἀγαθῶν καὶ τῶν κακῶν τῶν κατὰ θάλασσαν· τῷ Ποσειδῶνι μὲν, ὡς λαχόντι τὸν κλῆρον τοῦτον· τῷ Διῒ δὲ, ὡς διὰ τοῦ ἀέρος παντοίως κινοῦντι τὴν θάλασσαν.
ΚΑΥΑΞΑΙΣ. Κατάξαις, συντρίψαις, Αἰολικῶς. Οἱ γὰρ Αἰολεῖς μετὰ ἄλφα, ἂν ᾖ φωνῆεν, προστιθέασιν τὸ υ· οἷον, ἀὴρ αὐὴρ, ἀὼς αὐὼς, ἅγιος αὕγιος, ἀάτην τὴν βλάβην καὶ τὴν ἀκόρεστον αὐάταν, καὶ τὰ ὅμοια· συμφώνου δʼ ὄντος μεταξὺ, οὐκέτι· ἐπὶ δὲ τῶν μετὰ φωνῆεν τιθεμένων συμφώνων διπλασιάζουσιν αὐτὰ, ἢ τοῖς αὐτοῖς συμφώνοις, ἢ ἁπλῶς συμφώνοις· τοῖς αὐτοῖς μὲν, ὡς τὸ ἔννη, ἄμμες, ὔμμες, πέῤῥαμος ὁ πρίαμος· ἁπλῶς δὲ συμφώνοις, οἷον, νώνυμνος, ὄκχος. Ἀποβάλλουσι δὲ καὶ τὸ γ ἐκ τῶν εἰς υξ, φάρυξ καὶ φόρμιξ λέγοντες, καὶ ἕτερα μυρία· Χροισὸς διὰ διφθόγγου γράφουσι, καὶ Ἀμφιτρυὼν, καὶ ἄδων, καὶ γηρυὼν λέγουσι, καὶ ὕρνιν τὴν ὄρνιν καὶ ἄγυια καὶ ὄργυια καὶ σωπάσομαι, καὶ η γράφεται τὸ κέντη, καὶ τὰ ὅμοια προστακτικὰ, καὶ παρηὰ, καὶ τὰ ὅμοια· καὶ πᾶν ἀπαρέμφατον, καὶ ἕτερα μυρία.
ΕΙ ΔΗ ΜΗ ΠΡΟΦΡΩΝ. Ἐὰν μὴ ἰδικῶς αὐτοῖς ὁ θεὸς ὀργισθῇ.
ΕΝΟΣΙΧΘΩΝ. Ὁ κινῶν τὴν γῆν· τὸ γὰρ ὕδωρ αἴτιον τῶν σεισμῶν.
ΕΝ ΤΟΙΣ ΓΑΡ ΤΕΛΟΣ. Ἐν γὰρ τῇ θαλάσσῃ καὶ εἱμαρμένῃ κεῖται τοῖς ναυτιλλομένοις τὸ τέλος ἐσθλῶν τε καὶ φαύλων.
ΤΗΜΟΣ Δʼ ΕΥΚΡΙΝΕΕΣ Τʼ ΑΥΡΑΙ. Εὐκρινεῖς, οἷον εὐδιηνοὶ καὶ εὐδιάγνωστοι.
ΤΗΜΟΣ Δʼ ΕΥΚΡΙΝΕΕΣ. Τότε δὴ εὐκρινεῖς τέ εἰσιν αἱ ὧραι, ἤγουν καθαραὶ καὶ διακεκριμέναι, αἷς ἐναντίως ἄκριτα λέγεται πνεύματα, ἤγουν συγκεχυμένα καὶ μαχόμενα. Καὶ ὁ πόντος, ἤγουν ἡ θάλασσα, ἀπήμων, τουτέστιν ἀβλαβὴς, εὔκηλος, ἤτοι ἥσυχος· τότε θαῤῥήσας τοῖς ἀνέμοις ἕλκε ναῦν θοὴν εἰς τὴν θάλασσαν. Πάντα δὲ τὸν φόρτον καλῶς ἐν αὐτῇ τίθει, ἤγουν ἁρμοδίως, ἐκφεύγων δηλονότι τὴν ἀμετρίαν· σπεῦδε δὲ ὅτι τάχιστα εἰς τὸν οἶκόν σου ἐπαναστρέφειν, τοῦτο γὰρ δύναται ὁμοῦ, τὸ πάλιν νέεσθαι. Μηδὲ ἀνάμενε οἶνόν τε νέον καὶ τὸν ὄμβρον τὸν τοῦ μετοπώρου καὶ χειμῶνα ἐπερχόμενον, καὶ τὰς δεινὰς πνοὰς τοῦ νότου. Ἀπὸ τούτων δὲ πάντων τὸ φθινόπωρον θέλει δηλοῦν, καὶ τὰς ἐν αὐτῷ ταραχάς· ἐν αὐτῷ γὰρ καὶ ὄμβροι πολλοὶ καταφέρονται καὶ χειμῶνος γίνεται κινήματα, καὶ ὁ νέος οἶνος ἀποθλίβεται, καὶ συνεχεῖς καὶ χαλεπαὶ πνοαὶ τοῦ νότου συμπίπτουσιν· ὅστις, φησὶν, ὤρινε τὴν θάλασσαν, ἤγουν διήγειρεν, ἀντὶ τοῦ διεγείρει, ταράσσει· ὁμαρτήσας, ἀντὶ τοῦ ἐπελθὼν, σὺν Διὸς ὄμβρῳ πολλῷ μετοπωρινῷ. Χαλεπὸν δὲ, ἤγουν δυσχερῆ, τὸν πόντον ἐποίησε· τὴν δὲ αἰτίαν τοῦ ἐμπίπτειν τότε τοὺς νότους σὺν πολλῷ ὄμβρῳ ὁ Πρόκλος λέγει· φησὶ γὰρ, τῶν ἐτησίων παυομένων οἱ νότοι ἐμπίπτουσι, τῆς μεσημβρίας ἀνταπόδοσιν ποιούσης, καὶ ὄμβρους κινοῦσι, δεῦρο πάλιν ὠθοῦντες τὰ νέφη, ὑπὸ τῶν ἐτησίων εἰς ἐκεῖνον ἀπωσθέντα τὸν τόπον.
ΣΠΕΥΔΕΙΝ Δʼ ὉΤΤΙ ΤΑΧΙΣΤΑ. Τῶν ἐτησίων παυομένων οἱ νότοι ἐμπίπτουσι, τῆς μεσημβρίας ἀνταπόδοσιν ποιούσης, καὶ ὄμβρους κινοῦσι, καὶ ἐνταῦθα πάλιν ὠθοῦντες τὰ νέφη τὰ ὑπὸ τῶν ἐτησίων εἰς ἐκεῖνον ἀπωσθέντα τὸν τόπον, καὶ εἰκότως τόν τε ἀέρα καὶ τὴν θάλατταν ἐκταράττουσιν.
ΜΗ ΔΕ ΜΕΝΕΙΝ ΟΙΝΟΝ ΤΕ ΝΕΟΝ. Τὸ γὰρ μετοπωρινὸν μεγάλοι ὄμβροι καταῤῥέονται, καὶ ἅμα τῷ ὄμβρῳ νότος· τοῖς γὰρ ἐτησίοις παυομένοις ἐπακολουθεῖν νότος εἴωθεν, ὃς ποιεῖ τὸν ὄμβρον.
ΑΛΛΟΣ Δʼ ΕΙΑΡΙΝΟΣ ΠΕΛΕΤΑΙ ΠΛΟΟΣ. Τὸν ἐαρινὸν πλοῦν λέγει παραβολώτατον εἶναι, διὸ καὶ ἁρπακτικὸν αὐτὸν καλεῖ. Τὸ γὰρ συνεχὲς οὐκ ἔχει τὰ πνεύματα, καὶ μόλις ἄν τις ἁρπάσειεν ἐπιτηδείου πνεύματος προσβολὴν εἰς τὸ διανύσαι τὸν πλοῦν, ὃν στέλλεται, μετʼ ὀξύτητος. Φράζων δὲ τὸν καιρὸν τοῦτον εἶναί φησιν ἐν ᾧ τῆς συκῆς τὰ ἄκρα φύλλα ποδὶ κορώνης ἐστὶν ὅμοια· τοιαῦτα γὰρ τῷ σχήματι καὶ τηλικαῦτα τὰ φύλλα τότε ποδὶ κορώνης τὴν θέσιν, καὶ τὰς σχέσεις ὁμοίας ἔχοντα· καὶ πάλιν οἰκείοις σημείοις χρῆται καὶ γνωρίμοις, καὶ ταῖς τροπαῖς, ὡς ταῖς φωναῖς τῶν ὀρνίθων γεράνου τινὸς ἢ κόκκυγος, οὕτως καὶ τῆς ἀπὸ τῶν φυτῶν, ὡς τῷ σκολύμῳ ἀνθοῦντι πρότερον, καὶ νῦν τοῖς φύλλοις τῆς συκῆς. Πλείων μὲν οὖν ἡ θάλασσα ἤδη τῆς συκῆς τὰ φύλλα τοιαῦτα σχούσης· ἁρπακτικὸς δὲ ὁ πλοῦς, καὶ οὐκ ἂν ῥᾳδίως ἐκφύγῃ τὶς τὸν κίνδυνον, ἐμπίπτων ἐξαίφνης εἰς πνεύματα ἐναντία, δοκοῦντα οὔρια, οἷς πιστεύοντες κινδυνεύουσιν. ΑΛΛΩΣ. Οὗτος μὲν ὁ πλοῦς ἄριστος καὶ ἀβλαβὴς, ὃν ἄνω εἴρηκεν. Ἄλλον δέ σοι λέγω δεύτερον πλοῦν, οὐ χρηστὸν μὲν, ἀλλὰ διὰ τὴν ἀπληστίαν τῶν ἀνθρώπων, ὅτε γένηται τὸ φύλλον τῆς συκῆς ὅσον ἐπιβᾶσα ἡ κορώνη ἐν τῇ γῇ ποιεῖ τύπον τοῦ ποδὸς, τὸ μέγεθος τοῦ φύλλου ὅτε ᾖ τοσοῦτον, πλεῦσον. Ἔχει δὲ ἐμφερὲς ἡ κορώνη τὸ τοῦ ποδὸς εἶδος τοῖς φύλλοις τῆς συκῆς. Κράδας δὲ λέγουσι τοὺς νέους συκίνους βλαστοὺς, ἀπὸ τοῦ εὐκραδάντους ὑπάρχειν.
ΑΛΛΟΣ Δʼ ΕΙΑΡΙΝΟΣ. Οὗτος μέν ἐστι, φησὶν, ὁ καίριος καὶ εὐπορώτατος πλοῦς· ἔστι δὲ καὶ ἄλλος παρακεκινδυνευμένος, οὐκ ἐμοὶ ἀρεστὸς, ὁ ἐν καιρῷ γινόμενος ἔαρος, ὁπότε ἐν τῇ συκῇ τοσαῦτα φανῶσι τὰ φύλλα, ὅσον πατησάσης ἐν γῇ τῆς κορώνης τὸ ἴχνος ἐστίν. Οὗτος μὲν ὁ πλοῦς ἀμφίβολος, καὶ οὐκ ἐμοὶ ἀρεστός. Ἀλλʼ ὅμως καὶ τότε τινὲς πλέουσιν, ἐρασιχρήματοι ἄνθρωποι, τῷ κέρδει θελγόμενοι· ἰσόψυχα γάρ τισι τῶν ἀνθρώπων τὰ χρήματα.
ΑΛΛΟΣ Δʼ ΕΙΑΡΙΝΟΣ. Ἄλλος δὲ πλοῦς ἐστι τοῖς ἀνθρώποις ἐαρινὸς, ὁπηνίκα δὴ ὅσον τύπον τοῦ ἑαυτῆς ποδὸς ποιεῖ ἡ κορώνη ἐπιβᾶσα, τόσον φανείη τοπρῶτον τῷ ἀνθρώπῳ τὸ πέταλον, ἤγουν τὸ φύλλον, ἐν τῇ ἀκροτάτῃ κράδῃ, ἀντὶ τοῦ ἐν τῷ ἀκροτάτῳ τῆς κράδης, τουτέστι τῆς συκῆς· τότε ἐστὶν ἡ θάλασσα ἀμβατὸς, ἀντὶ τοῦ ἀμβατὴ, ἤγουν δυναμένη πλεῖσθαι. Ἐαρινὸς δέ ἐστιν οὗτος ὁ πλοῦς· οὐκ ἔγωγε αὐτὸν ἐπαινῶ· οὐ γάρ ἐστι κεχαρισμένος, ἤγουν ἀρέσκων, τῇ ἐμῇ ψυχῇ. Ἁρπακτός ἐστιν, ἤγουν βίαιος, οὐ τοῦ καιροῦ διδόντος, ἀλλὰ τῶν ἀνθρώπων ἁρπαζόντων αὐτόν. Χαλεπῶς ἂν τότε, ἤγουν δυσχερῶς, ἐκφύγοις κακὸν, ἤγουν βλάβην, κίνδυνον ἀλλὰ καὶ ταῦτα οἱ ἄνθρωποι πράττουσι διʼ ἀπειρίαν νοῦ, διʼ ἀγνωσίαν, τὰ χρήματα γάρ ἐστι τοῖς δειλαίοις ἀνθρώποις ψυχὴ, ἀντὶ τοῦ ἐν ἴσῃ μοίρᾳ τῆς ψυχῆς· διὰ ταῦτα παρακινδυνεύουσι. Χαλεπὸν δέ ἐστιν ἀποθανεῖν τινα ἐν τοῖς κύμασιν. Ἀλλά σε παρακελεύομαι φράζεσθαι, ἤγουν στρέφειν, φυλάττειν τάδε πάντα ἐν ταῖς φρεσὶν, ἤγουν ἐν τῷ λογισμῷ, καθά σε ἀγορεύω, ἀντὶ τοῦ διδάσκω, τοῦτο ποιεῖν δηλονότι· μηδὲ ἐν ναυσὶ κοίλαις ἅπαντα τὸν σὸν βίον, ἤγουν τὴν σὴν περιουσίαν τίθει· ἀλλὰ τὰ πλείονα τῆς περιουσίας σου ἐν τῷ οἴκῳ σου καταλίμπανε· τὰ δὲ μείονα, ἤγουν τὰ ἐλάττονα, φόρτισον, τουτέστι φόρτον ποίει, ἐν τῇ νηΐ. Εἶτα ἐπάγει τὴν αἰτίαν, διʼ ἣν λέγει μὴ φόρτον πολὺν ἐντιθέναι, καί φησι· χαλεπὸν γὰρ ἐγκύρσαι βλάβῃ μετὰ κύμασιν, ἀντὶ τοῦ ἐν τοῖς κύμασι τοῦ πόντου, ὃ δηλονότι εἰκὸς ποιεῖν τὸν πολὺν φόρτον, βαρουμένης ὑπʼ αὐτοῦ τῆς νεώς. Χαλεπὸν δὲ καὶ ἐὰν ἐφʼ ἅμαξαν ὑπερβολικὸν ἄχθος θῇς· τοῦτο γὰρ βούλεται τὸ ὑπέρβιον· ἔστι γὰρ ὑπέρβιον τὸ τὴν ἰσχὺν ὑπερβαῖνον. Ἀείρας, ἀντὶ τοῦ ἐπιθεὶς, τὸν ἄξονα κατάξαις, τὰ δὲ φορτία ἀμαυρωθείη, ἤγουν ἀπολεσθείη, ἀφανισθείη· καὶ ἁπλῶς δηλονότι πάντα τὰ ἀπὸ τῶν ἀμετριῶν συμβαίνοντα, χαλεπά. Τοῦτο γὰρ συνάγεται ἀπὸ τοῦ μὴ στῆναι ἐν τῇ νοῦ φόρτου τῆς νεὼς ἀμετρίᾳ, ἀλλὰ καὶ ἑτέραν προσθεῖναι· καὶ ἔτι ἀπὸ τοῦ ἐπαγομένου τοῦτο δίδοται συνυπακούεσθαι. Ἐπάγεται γὰρ μέτρα φυλάσσεσθαι, τουτέστι συμμετρίαν φύλαττε. Καιρὸς δʼ ἐπὶ πᾶσιν ἄριστος· ἤγουν ὁ ἁρμόδιος δὲ χρόνος ἔστιν ἄριστος ἐπὶ πᾶσιν· εἰς ὃν ὅρα δηλονότι πρὸ πάντων.
ΑΜΒΑΤΟΣ ΕΣΤΙ ΘΑΛΑΣΣΑ. Ἀττικῶς πέφραδεν, ὡς καὶ κλυτὸς Ἱπποδάμεια, καὶ θερμὸς ἀϋτμή.
ἉΡΠΑΚΤΟΣ. Ἁρπακτικὸς, φησὶν, ὁ τοιοῦτος πλοῦς. Ἐὰν οὖν ἐπιτύχῃς, ἥρπασας αὐτόν.
ΕΝ ΚΡΑΔΗι. Κράδη, τὸ νεαρὸν τῆς συκῆς φύλλον, κατὰ ἀντίφρασιν, τὸ ἀκράδαντον, καὶ μὴ ῥᾳδίως κινούμενον.
ΑΜΒΑΤΟΣ. Εὐεπίβατος, δεξιὸς εἰς τὸ ναυτίλλεσθαι.
ΑΙΝΗΜʼ. Αἴνημι, αἰνῶ, καὶ κατὰ παραγωγὴν Ἀττικὴν αἴνημι.
ἉΡΠΑΚΤΟΣ. Παράβολος καὶ ῥιψοκίνδυνος ὑπάρχων.
ΧΑΛΕΠΩΣ. Μόλις, δυσχερῶς.
ΚΑΙ ΤΑ. Καὶ ταῦτα τὰ περὶ τὸν ἐαρινὸν πλοῦν.
ΧΡΗΜΑΤΑ ΓΑΡ. Τὰ γὰρ χρήματα τὴν ψυχὴν νομίζουσιν οἱ ἄθλιοι τῶν ἀνθρώπων, ὡσανεὶ οἱ φιλάργυροι.
ΜΗ Δʼ ΕΝΙ ΝΗΥΣΙ. Ναυτιλλόμενος δὲ μὴ πᾶσαν σου τὴν περιουσίαν ἐν ταῖς ναυσὶν ἕνεκεν ἐμπορίας ἀποτίθου, ἀλλʼ ὑφορώμενος τὸ τῆς θαλάσσης ἀβέβαιον, τὸ τριτημόριον ἔχε πρὸς ἐμπορίαν, τὴν δὲ διπλομοιρίαν οἴκαδε καταλίμπανε· χαλεπὸν γὰρ δυσκληρώμασι θαλαττίοις περιπεσεῖν, σὺν πολυφόρτῳ νηΐ. Εἶτα φησὶ, καὶ τί φημὶ χαλεπὸν τοῦτο; χαλεπὸν, εἰ καὶ ἐν ἠπείρῳ ἐφʼ ἅμαξαν ὑπερβριθὲς θείης φορτίον, καὶ κατεάξῃς τὸν ἄξονα, καὶ τοῦτο διαχυθὲν ἀφανές σοι καὶ ἀχρεῖον γενήσεται. Τὴν συμμετρίαν ἐν ἅπασι πράγμασι, καὶ τοὺς δέοντας καιροὺς ἐπιτήρει. Οὐκ ἔστι δὲ ὑπὸ μέμψιν ὁ Ἡσίοδος, οὐκ εἰδὼς ναυτιλίαν διδάσκειν, ἀλλὰ θερείαις ὥραις μόνον κελεύων ναυτίλλεσθαι. Προειρήκει γὰρ, ὡς ἐμπειρόπλους οὐκ ἐγεγόνει, οὐδὲ τῶν ναυτικῶν ἐπιστήμων.
ΔΕΙΝΟΝ Δʼ ΕΙ Κʼ ΕΦʼ ἉΜΑΞΑΝ. Δεινὸν δʼ ἐστὶ τὸ εἰς ἅμαξαν θεῖναι πολὺν φόρτον, ἀλλʼ ἐν ἅπασι καλὸν ἡ εὐμετρία καὶ ἡ εὐκαιρία.
ΤΑ ΔΕ ΦΟΡΤΙʼ ΑΜΑΥΡΩΘΕΙΗ. Τὰ δὲ φορτία ἀφανισθῇ καὶ ἐλαττωθῇ· δύναται δὲ καὶ κατὰ συναλοιφὴν ἀκούειν ἀμαυρωθείη· δύναται δὲ καὶ μαυρωθῇ· καὶ γὰρ ἐν ἄλλοις, Ῥεῖα τέ μιν μαυροῦσι θεοί.
ΜΕΤΡΑ ΦΥΛΑΣΣΕΣΘΑΙ. Εἰπὼν μὴ δεῖν πάντα τῇ νηῒ πιστεύειν, ἀλλʼ οἴκοι τὰ πολλὰ καταλείπειν, διὰ τὴν ἀδηλίαν τῶν ἀνέμων, καὶ παραδείγματι τῷ τῆς ἁμάξης χρησάμενος — καὶ γὰρ ἐκείνῃ φόρτον ἐπιτιθέναι πολὺν οὐκ εὖ ἔχει, μήποτε κατάξῃ τὶς αὐτήν — πανταχοῦ παρακελεύεται τοῦ μέτρου στοχάζεσθαι, καὶ πρὸ πάντων εἰς τὸν καιρὸν ὁρᾷν. Ἔστι γὰρ οὗτος ἱκανὸς συλλήπτωρ ὧν ἐνεργοῦμεν, ὥσπερ καὶ δύσμαχος παροφθείς. Ἐναρμόζει γὰρ ἡμῶν τῷ παντὶ τὰς πράξεις, καὶ ποιεῖ πρὸς τὴν τοῦ παντὸς σύλληψιν αὐτὰς ἐπιτηδείους· ὀρθῶς καὶ τοῦ Πλάτωνος αἰτιωμένου τῶν ἀποβαινόντων τῷ καιρῷ, οὐ μόνον ἐν τοῖς γάμοις τῆς τῶν παίδων τῶν ἀφυῶν καὶ εὐφυῶν γενέσεως, ἀλλὰ καὶ ἐν πᾶσιν ἁπλῶς τοῖς πρακτικοῖς τούτοις, τύχην αὐτοῖς ἐπιστήσας καὶ μετὰ θεοῦ τὰ ἀνθρώπεια κυβερνῶντος.
ὩΡΑΙΟΣ ΔΕ ΓΥΝΑΙΚΑ. Τὰ μὲν περὶ ναυτιλίας αὐτῷ διδάγματα τέλος ἔχει· τὰ δὲ ἑπόμενα, κοινά εἰσιν εἰς πᾶσαν τείνοντα τὴν τῶν ἀνθρώπων ζωὴν, οὐ γεωργησόντων, οὐδὲ θαλαττουργησόντων· ὧν πρῶτόν ἐστι τὸ περὶ γάμου, καὶ τὸν καιρὸν ὁρίζει καὶ τῷ γαμήσοντι καὶ τῇ γαμηθησομένῃ, καὶ γὰρ τοῦτο ἀκόλουθον ἦν τῷ τὸν καιρὸν ἄριστον εἶναι πᾶσι. Τοῦ γάμου τοίνυν καιρὸν ὑπάρχειν, τὸν περὶ τριάκοντα ἔτη τῷ ἀνδρί· τῇ δὲ γυναικὶ τὸν τῶν ἐννεακαίδεκα χρόνον ἐτῶν. Τὸν μὲν γὰρ ἀξιοῖ γαμεῖν ἐγγὺς ὄντα τῶν λʹ· δεῖν γὰρ τὸν πρῶτον τῆς ἀκμῆς χρόνον ἀφέντας ἀφυβρίσαι, τὸν ἤδη σταθερὸν αἱρεῖσθαι πρὸς κοινωνίαν παιδουργίας· διὸ καὶ Πλάτων κολάζει τὸν εἰς πέμπτον καὶ τριάκοντα ἔτος ἄγαμον ἐλθόντα· τὴν δὲ γαμεῖσθαι μετὰ τὴν ἥβην, ἔτος πέμπτον ἄγουσαν. Εἶναι δὲ τὴν ἥβην τεσσαρεσκαιδέκατον ἔτος· τὴν γὰρ ὁμιλίαν ὑποδέχεται μᾶλλον ὀργῶσα, καὶ τὰς ἐκτροφὰς τῶν κυημάτων ἀποδίδωσιν ἐῤῥωμενεστέρας· τοῦτο οὖν δηλοῖ τὸ, ΤΕΤΟΡʼ ἩΒΑιΝ, ΠΕΜΠΤΩι ΔΕ ΓΑΜΕΙΣΘΑΙ, μετὰ τὴν δευτέραν τετράδα, τὴν πεντάδα προσθὲν τὸ ἔπος.
ὩΡΑΙΟΣ ΔΕ ΓΥΝΑΙΚΑ. Ἁρμοδίῳ δὲ χρόνῳ καὶ γάμῳ συναρμόσθητι. Λέγει δὲ τοῦτον εἶναι τὸν μήτε πολὺ ἐπαναβεβηκότα τῶν τριάκοντα ἐτῶν, μήτε πολὺ ἀποδέοντα· καὶ τοῦτον μέν φησιν ἁρμόδιον εἶναι χρόνον ἀνδράσι πρὸς γάμον· γυναιξὶ δὲ τὸν ιε, εἰ καὶ ἀσαφῶς εἴρηκε. Καὶ οὕτω μὲν ὁ Ἡσίοδος εἴρηκεν, ὅπως ἱκανοί τε ὦσιν οἰκονομεῖν τὰ καθʼ ἑαυτοὺς οἱ ἄνδρες ὡς τέλειοι, καὶ ὅπως μὴ πολλὰ τεκνουργήσαντες οὐκ ἔχωσιν εὐχερῶς αὐτὰ διατρέφειν, καὶ ὀδυνηρότατον βίον διάγωσι. Καὶ οὕτω μὲν ὁ Ἡσίοδος. Ἐμοὶ δὲ δοκεῖ ταύτας ἑτέροις νυμφαγωγεῖν, οὐχ οἷσπερ ταῦτα παρακελεύεται. Πολὺ παρηλικεστέροις γὰρ αὐτῶν ἀνδράσι ταύτας συνάπτων, ἀφυβρικέναι μονονουχὶ ταύτας παρακελεύεται πρὸς τὰς τούτων εὐνάς. Μικρὸν γὰρ ἤδη, καὶ οἱ μὲν τελέως γηράσαντες ἀσθενήσουσιν, αἱ δὲ, πρὸς τὸ σφριγοῦν τῆς ἡλικίας ἀναδραμοῦσαι, τὴν ἀνδρικὴν τριβάδα ὁπόθεν γενήσεται, αὑταῖς μηχανήσονται. Παρακελεύεται δὲ τὸν γάμοις συναρμοττόμενον καὶ παρθένον λαμβάνειν, καὶ ιε χρόνων. Ἐμοὶ δὲ διηπόρηται, εἰ καὶ τῆς μητρῴας νηδύος παρθένα νῦν, καὶ ἄσπιλα τὰ θήλεα τίκτεται. Ἐπὶ ὡρισμένῳ δὲ καιρῷ, καὶ ἐπιτηδείου χρόνου ὑπάρχου, ἢ ἁρμοδίου χρόνου. Ἡ δὲ γυνὴ γαμείσθω μετὰ τὴν ἥβην, ἔτος πέμπτον ἔχουσα. Εἶναι δὲ τὴν ἥβην τεσσαρεσκαιδεκάτων, καὶ πρόσθες καὶ τούτοις πέντε, ὡς εἶναι ιθ. τοῦτο γάρ ἐστι τὸ τέτορε, ὁ τεσσαρεσκαιδέκατος χρόνος. Τέτορε γὰρ σημαίνει τέσσαρας· λείπει τὸ δέκα, ἵνα ᾖ τετάρτῳ καὶ δεκάτῳ ἐνιαυτῷ. Ἤγουν μὴ ἄξῃς εἰς γάμον γυναῖκα ἄχρηστον ποτὶ οἶκον, ἵνα μὴ γένῃ αἴτιος γέλωτος τοῖς γείτοσι.
ὩΡΑΙΟΣ ΔΕ ΓΥΝΑΙΚΑ. Τὰ μὲν περὶ ναυτιλίας αὐτῷ διατάγματα τέλος ἔχει, τὰ δὲ ἑπόμενα κοινά εἰσιν, εἰς πᾶσαν τείνοντα τὴν ζωὴν τῶν ἀνθρώπων, οὐ γεωργησόντων, οὐ θαλαττουργησόντων, ὧν πρῶτόν ἐστι τὸ ὁρίζον τὸν περὶ τοῦ γάμου καιρὸν, καὶ τῷ γαμήσοντι, καὶ τῇ γαμηθησομένῃ. Καὶ γὰρ τοῦτο ἀκόλουθον ἦν τῷ τὸν καιρὸν ἄριστον εἶναι πᾶσι· φησὶ δὴ ὡραῖος δὲ, ἐπιῤῥηματικῶς, ἀντὶ τοῦ ἐγκαίρως, κατὰ τὸν προσήκοντα καιρὸν ἄγου γυναῖκα πρὸς τὸν σὸν οἶκον· οὔτε μάλα πολλὰ ἔτη ἀπολείπων, ἤγουν ἐλαττούμενος, κατωτέρω ὢν τῶν τριηκόντων ἐτῶν, ἤγουν τῶν τριάκοντα· μήτε μάλα πολλὰ ἐπιθεὶς τοῖς τριάκοντα δηλονότι.
ΜΗΤΕ ΤΡΙΗΚΟΝΤΩΝ. Ὡρίμως μὴ παρὰ καιρὸν γήμῃς, ἀλλʼ ὅτε ᾖς δυνατὸς διοικῆσαι οἶκον. λʹ ἐτῶν μήτε κάτωθεν μηδὲ πλέον.
ΜΗ ΤΕ ΤΡΙΗΚΟΝΤΑ. Μὴ γράψῃς ΤΡΙΗΚΟΝΤΩΝ, εἴτε Ἡσιόδου, εἴτε μεταγραφικὸν τὸ πταῖσμα τυγχάνει, ἀλλὰ ΤΡΙΗΚΟΝΤΑ. Πᾶσα γὰρ φωνὴ τὰ τρία γένη σημαίνουσα ἐν μιᾷ λέξει ἄκλιτός ἐστιν· οἷον τριάκοντα, πεντήκοντα, καὶ πάντες οἱ ἀριθμοί. Ὥσπερ καὶ τὸ ἐγὼ, σὺ, ἐμοὶ, καὶ τὰ ὅμοια. Οἷς δὲ βουλητὸν ἀποπηδᾶν τῶν ἐμῶν λόγων γραφέτωσαν τριακόντων, καὶ πεντηκόντων, καὶ ἑξηκόντων, καὶ ἑκατόντων, εἰ βούλοιντο.
ΓΑΜΟΣ ΔΕ ΤΟΙ ὩΡΙΟΣ ΟΥΤΟΣ. Ὁ δε, ἀντὶ τοῦ γαρ· ἤγουν συνάφεια γὰρ μετὰ γυναικὸς ἔγκαιρος αὕτη ἐστίν. Ἡ δὲ γυνὴ τέτορʼ ἡβῴοι, ἀντὶ τοῦ τέτταρα ἐπὶ δέκα· τουτέστιν, ἡ δὲ γυνὴ ἐπὶ τέσσαρα καὶ δέκα ἔτη ἀκμαζέτω, τῷ πέμπτῳ δὲ, ἀντὶ τοῦ τῷ πεντεκαιδεκάτῳ, γαμοῖτο, ἀντὶ τοῦ γαμείσθω, τουτέστιν εἰς γάμον ἐρχέσθω. Παρθενικὴν δὲ ἀντὶ τοῦ παρθένον γαμεῖν, ἤγουν εἰς γυναῖκα λάμβανε, ὡς ἂν διδάξῃς αὐτὴν ἤθη κεδνὰ, ἤγουν ἀγαθά. Ἀγαθὰ δὲ γυναικὶ ἤθη τὰ ἀρέσκοντα τῷ ἀνδρί. Ταύτην μάλιστα εἰς γυναῖκα λάμβανε, ἥτις πλησίον σου οἰκεῖ, πάντα μάλα τὰ κατʼ αὐτὴν ἀμφὶς, ἀντὶ τοῦ πανταχόθεν, μαθών· ἵνα μὴ γήμῃς χάρματα τοῖς γείτοσιν, ἀντὶ τοῦ χάρμα, τουτέστι γέλωτα. Οὐ γὰρ ληΐζεται, ἀντὶ τοῦ κτᾶται, ἄνθρωπος ἄλλο τι ἄμεινον, ἤγουν κρεῖττον, τῆς γυναικὸς τῆς ἀγαθῆς· τῆς δὲ κακῆς οὐδὲν ἄλλο ῥίγιον, ἤγουν χαλεπώτερον, κυρίως τὸ ἀλγεινότερον, ἀπὸ τοῦ ῥίγους τοῦ κρύους, ὥσπερ λυγρὸν ἀπὸ τοῦ λίαν ὑγρόν. Ἐκ τῶν ὑγρῶν φασι καὶ τῶν ψυχρῶν τὰ ἀλγεινὰ, ἐκ δὲ τῶν θερμῶν τὰ ἡδέα. Τῆς δειπνολόχης, ἤγουν τῆς συνδειπνούσης καὶ λοχώσης τὸν ὁμόκοιτον πρὸς τὸ δρᾶσαι τὶ κακὸν, ἢ τοῖς ἄλλοις συνδειπνούσης παρὰ τὴν ἀνδρὸς βούλησιν· εἶτα κατὰ μετάπτωσιν, ἥτις τὸν ἑαυτῆς ἄνδρα καί περ ὄντα ἴφθιμον, ἤγουν ἀνδρεῖον, γενναῖον, καίει χωρὶς δαλοῦ, τουτέστι παροξύνει καὶ εἰς ὀργὴν κινεῖ, ἢ τὴν περιουσίαν αὐτοῦ δαπανᾷ, δίκην πυρός· καὶ ἀώρῳ γήρᾳ δίδωσιν αὐτὸν, ὀδύνας αὐτῷ προξενοῦσα, καὶ πρὸ τοῦ καιροῦ ποιοῦσα αὐτὸν γηρᾷν. Σαφέστερος δʼ ἂν ὁ λόγος ἦν, εἰ χωρὶς μεταπτώσεως οὕτως ἂν ἐλέγετο· τῆς δὲ κακῆς οὐδὲν ἄλλο χαλεπώτερον ἄνθρωπος κτᾶται, τῆς δειπνολόχης, τῆς καιούσης τὸν ἑαυτῆς ἄνδρα, καίπερ ὄντα ἀνδρεῖον, χωρὶς δαλοῦ, καὶ ἀώρῳ γήρᾳ διδούσης αὐτόν.
ΤΕΤΟΡʼ ἩΒΩιΟΙ. Μετὰ τὸ παρελθεῖν αὐτὴν τὰ ιβʹ ἔτη ἄλλα δʹ, τότε φησὶν ἐπιτρέπει αὐτὴν γαμεῖσθαι, τουτέστιν ἑκκαίδεκα ἐτῶν. Τέτορε γὰρ σημαίνει δʹ. ἔστι δὲ καὶ τῷ πεντεκαιδεκάτῳ γαμεῖσθαι, ἢ μετὰ τεσσαρεσκαίδεκα, καὶ ἄλλα δʹ.
ΤΕΤΟΡʼ. Τεσσαρεσκαιδεκάτῳ χρόνῳ.
ΠΑΡΘΕΝΙΚΗΝ ΔΕ ΓΑΜΕΙΝ. Εἰκότως ἀξιοῖ παρθένον ἄγεσθαι, μᾶλλον γὰρ αὕτη εὐάγωγος τῆς ὑπʼ ἀλλοτρίοις ἤθεσιν ἤδη τραφείσης· τὸ δὲ, ΜΗ ΓΕΙΤΟΣΙ ΧΑΡΜΑΤΑ ΓΗΜΗιΣ, καὶ διὰ τοῦτο χρῆναι βουλεύεσθαι, ἐμφρόνως εἴρηται, πρὸς τὸ, τὸν σκοπὸν εἰς εὐζωΐαν ὁρᾷ, ἀλλὰ μὴ τὴν τυχοῦσαν εἰσφέρειν εἰς τὸν οἶκον, ἐπονείδιστον αὐτὸν ποιοῦσαν. Δηλοῖ δὲ ταῦτα καὶ τὰ ἑξῆς, ὁ τῆς ἀγαθῆς γυναικὸς ἔπαινος, καὶ ἡ κατηγορία τῆς μοχθηρᾶς. Τὴν δὲ δειπνολόχην καὶ τὴν καίουσαν ἄνευ δαλοῦ, καὶ τὴν ὠμὸν τὸ γῆρας τῷ ἀνδρὶ τιθεῖσαν, ταύτην εἶναι λέγει. Τὴν μὲν οὖν δειπνολόχην ῥητέον, ἢ τὴν δειπνεῖν μόνον εἰδυῖαν, ἀργὸν, ἢ τὴν συνδειπνοῦσαν καὶ λοχῶσαν τὸν ὁμόκοιτον πρὸς τὸ δρᾶσαι τὶ κακὸν, ἢ τοῖς ἄλλοις συνδειπνοῦσαν παρὰ τὴν τοῦ ἀνδρὸς βούλησιν. Ἡ δὲ ἄνευ δαλοῦ καίουσα, τὴν εἰς ὀργὴν κινοῦσαν καὶ ἀεὶ παροξυντικὴν σημαίνει· εἰ δὲ βούλει, καὶ τὴν δάπανον καὶ ἀφανιστικὴν τῶν ὄντων, ὡς τὸ πῦρ. Ἡ δὲ εἰς ὠμὸν γῆρας ἄγουσα, δηλοῖ τὴν ὀδυνῶν πρόξενον, καὶ πάσης ἂν τῷ ἀνδρὶ γινομένην αἰτίαν, καὶ τὸ γῆρας ἐπιπονώτερον αὐτῷ ποιοῦσαν. Τούτοις δὴ πᾶσιν ἡ ἀγαθὴ γυνὴ τὴν ἐναντίαν ἔχει διάθεσιν, ἐπικουφίζουσα τῷ ἀνδρὶ τὸ γῆρας, περισώζουσα τὰ ὄντα μετὰ τῆς περὶ τὸν ἄνδρα θεραπείας καὶ ἀταραξίας, συνδειπνήσεις ποιουμένη τοιαύτας, οἵας ὁ ἀνὴρ βούλεται. Τοῦτο οὖν ἀνασκοποῦντα χρῆναι, κἂν παρθένον τὶς ἄγηται, γάμον αἱρεῖσθαι.
ΠΑΡΘΕΝΙΚΗΝ ΔΕ. Παρθένον δὲ πρὸς γάμον λάμβανε, ὅπως θυμήρης σοι γένηται, καὶ τοῖς σοῖς ἤθεσι σύντροφος, οἷα μὴ συνδεθεῖσα ἑτέρῳ ἀνδρὶ, καὶ ξένοις συνεθισθεῖσα τοῖς ἤθεσι.
ἩΤΙΣ ΣΕΘΕΝ ΕΓΓΥΘΙ ΝΑΙΕΙ. Καὶ γειτνιῶσαν δέ σοι λάμβανε κόρην, ὅπως ἔκ τε πατρῴου καὶ μητρῴου γένους ταύτην εἰδὼς, καὶ τὰ ταύτης ἀκριβῶς ἀκροώμενος, μὴ ἀναξίαν γήμῃς, καί τι τῶν ἀθεμίτων ἐργασαμένην, ἐν οἷσπερ εἰώθασιν οἱ γειτνιῶντες γελᾷν. Οὐδὲν γὰρ ἄμεινον τῆς ἀγαθῆς γυναικὸς ἀνὴρ ἐπικτᾶται, ὥσπερ οὐδὲν χεῖρον τῆς φαύλης, τῆς περὶ δεῖπνα καὶ τρυφὰς ἠσχολημένης, καὶ καιούσης τὸν ἄνδρα, κἂν γενναῖός ἐστιν, ἀξύλῳ πυρὶ συμφορῶν, καὶ παρʼ ἡλικίαν τιθείσης γηραιὸν καὶ ἀφήλικα.
ΔΕΙΠΝΟΛΟΧΗΣ. Τῆς καθημένης καὶ ἀσωτευομένης καὶ παρεδρευομένης τῷ δείπνῳ.
ΔΕΙΠΝΟΛΟΧΗΣ. Τῆς λάθρα τοῦ ἀνδρὸς ἐσθιούσης, καὶ μὴ φανερῶς, τῆς τρωκτίδος, καθημένης καὶ ἀσωτευομένης, καὶ παρεδρευούσης τῷ δείπνῳ.
ΕΥ Δʼ ΟΠΙΝ ΑΘΑΝΑΤΩΝ. Τοῦτο μετὰ τοὺς περὶ γάμου λόγους προοίμιόν ἐστι τῶν ῥηθησομένων παιδευμάτων· δεῖ γὰρ πρὸ πάντων στοχάζεσθαι τοῦ κεχαρισμένου τοῖς θεοῖς. Καὶ γὰρ καὶ Πλάτων φησὶν, ὁ βλέπων εἰς τὸ θεῖον ἐξ ἀσελγημάτων αὐτοῦ φυλάττειν ἑαυτὸν σπουδάζει καὶ ἀσεβημάτων πάντων· καὶ γὰρ ὁ τοὺς ἀγαθοὺς ἄνδρας αἰσχυνόμενος, παρόντων αὐτῶν ἀπέχεται τούτων, μὴ ὅτι γε τοὺς θεούς. Καὶ τί λέγω τοὺς ἀγαθοὺς αὐτούς; ἀλλὰ καὶ εἰκόνας ἀγαθῶν τινες σέβονται, καὶ ὑπʼ αὐταῖς ὀκνοῦσι τινὰ πονηρὰν πρᾶξιν πρᾶξαι, ὡς ἡ μὴ προσιεμένη τὸν ἐραστὴν ἑταῖρα δρᾶσαι τὶ ἄσχημον ὑπὸ τῇ Ξενοκράτους εἰκόνι τοῦ σώφρονος, πολλῷ μᾶλλον ἐπὶ θεῶν τοῦτο χρὴ ποιεῖν.
ΕΥ Δʼ ΟΠΙΝ ΑΘΑΝΑΤΩΝ. Καλῶς δʼ ἐπιστροφὴν καὶ φροντίδα ἔσο καὶ ὕπαρχε φυλάσσων τῶν θεῶν, ἤτοι τῶν ψυχικῶν δυνάμεων· τουτέστιν νοῶν, ὡς χρὴ, φρόντιζε καλῶς τῶν δεόντων, καὶ μὴ τῷ ἀδελφῷ ποίει ἰσότιμον τὸν φίλον· τουτέστι, τῶν φυσικῶν μὴ προτίμα τὰ κατὰ θέσιν, μηδὲ τῆς πατρίδος τὴν ἀλλοτρίαν προτίμα, δωροληψίας ἕνεκα, ἢ ἑτέρου τινὸς, καὶ ἐπὶ τῶν ὁμοίων τὰ ὅμοια δρᾶ. Εἰ δὲ ποιήσεις, ὅρα μὴ παλίμβολος καὶ μεταπίπτων γενήσῃ καὶ ἄστατος, καὶ προκατάρχων κακοῦ.
ΕΥ Δʼ ὈΠΙΝ ΑΘΑΝΑΤΩΝ. Προοίμιον τοῦτο τίθησι μετὰ τοὺς περὶ γάμου λόγους τῶν ῥηθησομένων παιδευμάτων, ἀξιῶν πρὸς πάντων στοχάζεσθαι τοῦ κεχαρισμένου τοῖς θεοῖς· καλῶς δὲ ἔσο φυλάττων ἐπιστροφὴν τῶν θεῶν τῶν μακάρων, ἀντὶ τοῦ ἐπιστρέφου τῶν θεῶν.
ΜΗΔΕ ΚΑΣΙΓΝΗΤΩι. Τὴν κατὰ φύσιν ἡμῶν σχέσιν πρὸς ἀλλήλους τῆς κατὰ προαίρεσιν εἶναι τιμιωτέραν φησὶν οὗτος ὁ λόγος· καὶ γὰρ τὴν μὲν ἀποθέσθαι ἐφʼ ἡμῖν, τῆς δὲ τὸν δεσμὸν ἐπήγαγε, τὸ πᾶν αὐτὴν φυλάττειν βέβαιον· δεῖν οὖν μείζονα τιμὴν νέμειν ἀδελφοῖς, ἢ ἑταίροις· καὶ γὰρ τοῖς πατράσιν οὕτω φίλα πράττοντας δεῖ μετὰ θεοὺς τιμᾷν, ὡς ἀγάλματα, φησὶν, ὄντας ἐφʼ ἑστίᾳ θεῶν· οὕτω δὲ καὶ τὴν οἰκείαν πόλιν τινὲς εἶπον ἐγγιωτέραν τῆς μὴ οἰκείας, κἂν μᾶλλον τὶς ἐν ταύτῃ τυγχάνῃ τιμώμενος, διὰ τὴν κατὰ φύσιν σχέσιν. Καὶ ὀρθῶς ὁ Παναίτιος, πολίτην αὐτὸν Ἀθηναίων ποιεῖσθαι σπευδόντων, εἶπεν· Τῷ σώφρονι μὲν μίαν πόλιν ἀρκεῖν. Καὶ ὁ τῶν Σπαρτιατῶν δὲ βασιλεὺς πρὸς τὸν Ἀρκάδα τὸν ξένον, εἰπόντα πρὸς αὐτὸν ὅτι φιλολάκων οἴκοι καλοῖτο, Κάλλιόν τοι, εἶπεν, εἰ φιλόπολις ἐκάλου μᾶλλον ἢ φιλολάκων. Οὕτως αἱ κατὰ φύσιν ἡμῶν σχέσεις παρὰ πᾶσι τῶν κατὰ προαίρεσιν εἶναι δοκοῦσι κρείττους. Δεῖν μὲν οὖν τὸν ἀδελφὸν τοῦ ἑταίρου πάντως ἐπὶ μείζονος ἄγειν σπουδῆς· τούτῳ δὲ ἀκόλουθον τὸ ἑξῆς, ὅτι εἴ τινα ποιησόμεθα φίλον, ἀπροσκρούστους εἶναι δεῖ πρὸς αὐτόν. Καὶ γὰρ ἡ τῶν Πυθαγορείων παραίνεσις, οὐχ ὅτι προτέρους ἁμαρτάνειν εἰς φίλον διακωλύσειεν ἂν, ἀλλὰ καὶ τὰ τοῦ φίλου ἁμαρτήματα ὑπομένειν καὶ φέρειν, ἕως ἂν δυνώμεθα, παρακελεύεται. Καὶ ἔχει τὸ παράγγελμα πρὸς τῇ ἄλλῃ δικαιοσύνῃ καὶ τὸ ἔμφρον· εἰκὸς γὰρ ἡμᾶς καὶ θαῤῥήσαντας ἔστιν ὅτε τινὰ τῷ φίλῳ, καὶ δεῖ μηδὲν εἰς αὐτὸν ποιεῖν ἐναντίον, λύον τὴν σχέσιν. ΑΛΛΩΣ. Τοῦ ἀδελφοῦ σου μὴ προτίμα τὸν φίλον σου. Ἐὰν δὲ καὶ ποιήσῃς φίλον, μὴ πρότερος αὐτὸν ἀτιμάσῃς, μὴ δὲ καταψεύσῃς αὐτοῦ· ἐὰν δὲ αὐτὸς ἀρχὴν ποιήσῃ τοῦ ἀτιμάσαι σε, διπλασίασον αὐτῷ τὸ κακὸν καὶ ἀπόδος, μεμνημένος ὧν εἰς σὲ διεπράξατο· ἐὰν δὲ πάλιν διαλλαγῆναι, καὶ φιλιωθῆναι βουληθῇ, καὶ προσπέσῃ σοι, δέξαι αὐτόν.
ΜΗΔΕ ΚΑΣΙΓΝΗΤΩι. Μηδὲ τὸν ἑταῖρον, ἤγουν τὸν φίλον, ἴσον ποιοῦ τῷ ἀδελφῷ, ἀντὶ τοῦ ἐν ἴσῃ μοίρᾳ τάττε τοῦ ἀδελφοῦ. Δεῖ γὰρ τὴν κατὰ φύσιν ἡμῶν σχέσιν πρὸς ἀλλήλους τῆς κατὰ προαίρεσιν εἶναι προτιμοτέραν.
ΕΙ ΔΕ ΚΕ ΠΟΙΗΣΗιΣ. Οὐ λέγει, ἐὰν δὲ ποιήσῃς φίλον ἐν ἴσῃ μοίρᾳ τοῦ ἀδελφοῦ, τοῦτο γὰρ ἀπηγόρευσε, καὶ οὐκέτι πάλιν δοκεῖ ἐνδοῦναι αὐτῷ, ἀλλὰ πρὸς τὸν φίλον αὐτῷ ὁ λόγος ἁπλῶς ἀφορᾷ, ἤγουν ἐὰν δὲ ποιήσῃς φίλον, μὴ πρότερος ποιήσῃς αὐτὸν κακὸν, καὶ οὐ τοῦτο μόνον, ἀλλὰ μηδὲ ψεύδου αὐτὸν γλώσσης χάριν, ἀντὶ τοῦ ἕνεκα λόγων· τουτέστι μηδὲ ἐν τοῖς λόγοις, οἷς διαλέγῃ, εἰ καὶ μηδὲ βλάπτουσι, ψευδὴς γίνου πρὸς αὐτόν. Ὁ γὰρ ἑκουσίως ψευδόμενος, καθὰ Πλάτων εἴρηκεν, ἄπιστος εἰκότως ἐστίν· ὁ δὲ ἄπιστος, ἄφιλος.
ΜΗΔΕ ΨΕΥΔΕΣΘΑΙ ΓΛΩΣΣΗΣ ΧΑΡΙΝ. Μὴ μόνον παραιτεῖσθαι τὸν φίλον λυπεῖν διά τινος ἔργου προσκρούοντα, ἀλλὰ μηδὲ ψευδόμενον πρὸς αὐτὸν φαίνεσθαι, διὰ περιττὴν καὶ ἀνόνητον τῆς γλώττης ὁρμήν· καὶ γὰρ τοῦτο λυπηρὸν καὶ προάγον εἰς ἀπέχθειαν· ὁ γὰρ ψευδόμενος καὶ ἀπατῶν, οὐ φίλος· ὅθεν τοῦτο παραιτητέον. Ὃ καὶ Πλάτων εἶπεν, τὸν ἑκουσίως ψευδόμενον, ἄπιστον εἰκότως εἶναι· τὸν δὲ ἄπιστον, ἄφιλον. Μέγα οὖν σημεῖον ἤθους οὐ φιλητικοῦ τὸ ψευδολόγον εἶναι πρὸς ὃν οἴεται φίλον, καὶ ἐπιθολοῦν τὴν φιλίαν.
ΕΙ ΔΕ ΣΕ Γʼ ΑΡΧΗι. Τοῦτο κινητικόν ἐστι τοῦ ἀμυντικοῦ τῆς ψυχῆς· δεῖν γάρ φησιν ἐὰν ἐκεῖνος προκατάρχῃ λόγων ἡμῖν ἀποθυμίων ἢ ἔργων ἐπεξιέναι, διπλασίοις τιννύμενον καὶ ἀμυνόμενον. Ἐχθρὸν γὰρ αὐτὸν ἀντὶ φίλου τιθέναι χρῆναι, καὶ ποιεῖν ὡς ἐχθρὸν κακῶς, ὡς μὴ φυλάξαντα τὰ φιλικὰ καθήκοντα. Σιμωνίδης γοῦν ταύτην εἶναι δικαιοσύνην ὡρίσατο, τοὺς φίλους εὖ ποιεῖν· ἄμεινον δὲ ὁ Πυθαγόρειος λόγος εἰπὼν, χρῆναι φέρειν τὰ ἁμαρτήματα τῶν φίλων εἰς δύναμιν.
ΜΗΔΕ ΨΕΥΔΕΣΘΑΙ. Μηδὲ γινώσκων τὸ ἀληθὲς, παράτρεπε τοῦτο καὶ ψεύδου, γλώττῃ ῥητορικῇ καὶ δεινῇ τυχὸν χαριζόμενος. Ὁ γὰρ εἰδὼς τὸ ἀληθὲς, καὶ ψευδόμενος, μοιχὸς τῆς ἀληθείας ἐστὶν, καὶ ἀδικεῖ τὴν φρόνησιν· πανουργίας γὰρ ἔργον τοῦτο, καὶ οὐ φρονήσεως. Ὁ γὰρ μάλα φρονῶν, ψεῦδος οὐκ ἐρέησιν.
ΕΙ ΔΕ ΣΕ Γʼ ΑΡΧΗι. Εἰ δέ σε οὗτος προκατάρξει ὅπως δήποτε ἀνιᾶσαι, διπλῶς τοῦτον τιμώρει, μεμνημένος ἢ τῆς ἐμῆς ἐντολῆς, ἢ ὅτι πρῶτος εἰς τὴν φιλίαν παρεσπόνδησεν. Εἰ δὲ πάλιν μετατραπεὶς προηγεῖται εἰς τὴν φιλίαν, καὶ αἰτεῖ τιμωρίαν δοῦναι ὧν ἐξημάρτηκε, συγγνωμονήσας πάλιν αὐτὸν δέχου.
ΕΙ ΔΕ ΚΕΝ ΑΡΧΗι. Ἐὰν δὲ προηγῆται αὐτὸς τούτων, ἢ ἔπος εἰπών τι ἀποθύμιον, ἤγουν ἐπαχθὲς καὶ οὐκ ἀρέσκον τῇ σῇ ψυχῇ, ἢ καὶ πράξας πρᾶξιν δηλονότι τινὰ ἀποθύμιον, δὶς τόσα τίννυσθαι αὐτὸν, ἀντὶ τοῦ ἀπαίτει· τουτέστι δὶς τόσα τιμωροῦ αὐτὸν, μεμνημένος ὧν εἰς σὲ διεπράξατο.
ΕΙ ΔΕ ΚΕΝ ΑΥΘΙΣ ἩΓΗΤʼ ΕΣ ΦΙΛΟΤΗΤΑ. Καὶ ἀμύνασθαι τὸν ἁμαρτάνοντα παραινεῖ, καὶ προσιόντα μὴ ἀτιμάζειν, καὶ μάλιστα εἰ ἑαυτῷ δίκην τινὰ ἐπάγειν ἕτοιμος εἴη τοῦ ἁμαρτήματος· δῆλος γάρ ἐστιν ἑαυτοῦ καταψηφισάμενος, καὶ ἐν μεταμελείᾳ γεγονὼς, ὥστʼ εἰκὸς αὐτὸν μηκέτι ταυτὸν παθεῖν. Κοινὸν δὲ ἁπλῶς ἐπέθηκε παράγγελμα τοῖς περὶ φιλίας λόγοις, τὰς εὐχερεῖς μεταβολὰς τῶν φίλων ἀνθρώποις ἀθλίοις οἴεσθαι πρέπειν. Εἰσὶ δὲ ἄθλιοι πάντες οἱ τῶν θεσμῶν ὑπερόπται τῶν εἰς κοινωνίαν συντεινόντων, ὧν εἷς ἐστι καὶ ὁ περὶ τὰς τῶν φίλων καταστάσεις. Ὅτι μὲν οὖν τὸ μεταβάλλειν τὰς φιλίας, ἄτοπον καὶ οὐχ ἁπλῶς, ἀλλʼ ἄθλιον εἶπε καὶ αὐτός. Πλάτων δὲ καὶ τῆς φρουρᾶς τῆς περὶ φιλίαν εἰκόνα παραδέδωκε, τὰς μὲν ἡμετέρας εἰς τοὺς φίλους εὐποιΐας μικροτέρας ἡγεῖσθαι τῶν φίλων, τὰ δὲ ἐκείνων εἰς ἡμᾶς γινόμενα, μείζω κρίνειν ἢ ἐκεῖνοι νομίζουσι. Ταῦτα φυλάττοντες ἀσάλευτον τὴν φιλίαν φυλάξομεν. Φησὶν οὖν ὁ Ἡσίοδος παραινῶν ἀφαιρεῖν τὴν εὐχέρειαν.
ΕΙ ΔΕ ΚΕΝ ΑΥΘΙΣ. Ἐὰν δὲ πάλιν προηγῆται εἰς φιλίαν, δίκην δὲ ἐθέλῃ παρασχεῖν ὑπὲρ ὧν ἐξήμαρτεν εἰς σὲ, δέξαι αὐτόν· εἰκὸς γὰρ τοῦτον καταψηφισάμενον ἑαυτοῦ, καὶ ἐν μεταμελείᾳ γεγονότα, μηκέτι ταυτὸ παθεῖν.
ΔΕΙΛΟΣ ΤΟΙ ΑΝΗΡ. Ὁ ἄθλιος γὰρ καὶ οὐδενὸς λόγου ἄξιος, ἀλλοπρόσαλλος γίνεται περὶ τοὺς τῆς φιλίας θεσμοὺς, παραμείβων συνεχέστερον τοὺς φίλους.
ΔΕΙΛΟΣ ΤΟΙ ΑΝΗΡ. Ἕτερον τοῦτο παράγγελμα. Ἔχει δὲ οὕτως· δείλαιος ἀνὴρ, ἤγουν ἄθλιος, ποιεῖται φίλον ἄλλοτε ἄλλον.
ΣΕ ΔΕ ΜΗ ΤΙ ΝΟΟΝ. Τουτέστι μὴ τὸ μὲν φαινόμενον εὔσχημον πειρῶ φυλάττειν, τὴν δὲ τῆς ψυχῆς εὐσχημοσύνην μὴ φυλάττειν· τίς γὰρ ἂν ἡμῶν ἕλοιτο κατὰ πρόσωπον ἀλλοιώσεις ὑπομένειν παντοίας; ἄτοπον δὴ τὸ μὲν εἶδος εἶναι τοιούτους ἐθέλειν, ἐλέγχεσθαι δὲ κατὰ τὴν ψυχὴν εὐτρέπτους ὄντας. Τῶν γὰρ τοιούτων τὸ εἶδος κατηγορεῖ τοῦ ἤθους· τὸ ὅμοιον ἀεὶ τοῦ ἀνομοίου, τὸ βέβαιον τοῦ εὐχεροῦς. ΑΛΛΩΣ. Εἰς σὲ δὲ μὴ ὁ νοῦς ἄφιλος ὢν καὶ ὁ λογισμὸς ἐλεγχέτω τὴν ἰδέαν τοῦ προσώπου. ΑΛΛΩΣ. Εἰς σὲ μὴ τὸ συνειδὸς ἐλεγχέτω τὴν ἰδέαν, ἀλλʼ οἷον τὸ συνειδὸς ἔστω καὶ τὸ εἶδος.
ΣΕ ΔΕ ΜΗ ΤΙ. Σοῦ δὲ τὸν λογισμὸν μηδὲν εἶδος φιλίας ἀπρεποῦς ἐλέγξῃ· τουτέστι, μὴ ἐλεγχθῇς, ἢ ἄφιλος, ἢ πολύφιλος, ἢ κακῶν φίλος, ἢ ὑβριστὴς τῶν ἀγαθῶν φίλων. Ταῦτα δὲ καὶ ἕτερα μυρία εἰσὶν εἴδη φιλίας.
ΣΕ ΔΕ ΜΗ ΤΙ ΝΟΟΝ. Ὅμοιον καὶ τοῦτο τῷ, Ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων; σὲ δὲ κατὰ τὸν νοῦν μὴ κατελεγχέτω τὸ εἶδος, ἤγουν σοῦ δὲ μὴ κατηγορείτω κατὰ τὸν νοῦν τὸ εἶδος, ἤγουν ἡ μορφὴ, τὸ πρόσωπον, ὡς ἐναντίον δηλονότι τῷ νῷ· καθὰ τὸ μὲν ἄτρεπτον, μένον, τοῦ δὲ νοῦ μεταβαλλομένου συνεχῶς, καὶ τρεπομένου ἄλλοτʼ ἐπʼ ἄλλους φίλους.
Ἤγουν μὴ κατελέγξῃ σὺ τὸν νοῦν εἶδος φιλίας, ἢ ἄφιλος, ἢ πολύφιλος, ἢ φίλος οὐκ ἀγαθῶν ἀνδρῶν, ἢ φίλων ὑβριστὴς, ἢ τοιοῦτό τι γινόμενος· ἢ μὴ ἐλεγχθῇς ἁλισκόμενος τοῖς εἴδεσι τῶν ἀνδρῶν σεμνοπροσωπούντων· πολλοὶ γὰρ τὸ μὲν φαινόμενον εἰσὶν αἰσχροὶ, καὶ ἄλλως δυσπρόσιτοι ἀληθεῖς καὶ βέβαιοι φίλοι· ἕτεροι δὲ τοὐναντίον εὐέντευκτοι τὰ ἔξω καὶ ἀγαθοὶ φαινόμενοι, ῥαδιουργίας εἰσὶν πλήρεις καὶ ὑπουλότητος.
ΜΗΔΕ ΠΟΛΥΞΕΙΝΟΝ, ΜΗΔʼ ΑΞΕΙΝΟΝ. Εὐκαταφρόνητον τὸ πολλοὺς ξενίζειν· τὸ δὲ ἄξεινον, μὴ πολλούς φησι φίλους κτήσῃ, μηδὲ μὴν ἄφιλος ἔσο· ὡς ἂν συμμύστας σχῇς ὀλίγους, καὶ μὴ γένῃ ἑταῖρος τῶν κακῶν, μηδὲ ὑβριστὴς τῶν ἀγαθῶν, μηδὲ κακῶς εἴπῃς τοῖς ἀγαθοῖς.
ΜΗΔΕ ΠΟΛΥΞΕΙΝΟΝ. Τὸ μὲν μήτε πολύξεινον εἶναι μήτʼ ἄξεινον, ὅρον ἐπιτίθησι μετὰ τὰς φιλικὰς παραινέσεις ταῖς περὶ τοὺς ξένους ἡμῶν σπουδαῖς, μήτε διʼ εὐχέρειαν πλῆθος εἰσδέχεσθαι ξένων κωλύων, μήτε διʼ ἀγριότητα πρὸς πάντα ξένον ἀποκλείειν τὸν οἶκον. Τὸ δὲ μήτε κακοῖς συγκολλᾶν ἑαυτὸν, μήτε εἰς τοὺς ἀγαθοὺς ὑβρίζειν, καὶ Πλάτωνος κρατύναντος τὴν κρίσιν· αὐτὸς γοῦν ἔστιν ὁ λέγων ἐπʼ οὐδένι τὸν θεὸν οὕτω νεμεσᾶν, ὡς ἐπὶ τῷ τὸν ὅμοιον αὐτῷ ψέγειν, ἐπαινεῖν δὲ τὸν ἀνόμοιον· θεῷ δὲ ὁ ἀγαθὸς ὅμοιος, ὃν οὐ δεῖ νεικείειν· ὁ δὲ κακὸς ἀνόμοιος, ὃν οὐ δεῖ ἀσπάζεσθαι.
ΜΗΔΕ ΠΟΛΥΞΕΙΝΟΝ. Τὸ μὲν πρὸ τούτου παράγγελμα τὸ ἄστατον ἐμέμφετο τῆς φιλίας καὶ ἀβέβαιον, τοῦτο δὲ τὴν πολυφιλίαν ἀπαγορεύει, καὶ τὴν ἀφιλίαν. Ἔχει δὲ οὕτως· παρακελεύομαί σε, μηδὲ πολύφιλον ἐθέλειν καλεῖσθαι, μηδὲ μὴν ἄφιλον· τὸ μὲν γὰρ ἀφυλάκτου γνώμης, καὶ εὐχεροῦς εἰς ὅ τι ἂν τύχῃ, καὶ διὰ τοῦτο εὐκαταφρονήτου· τὸ δὲ σκληρᾶς καὶ ἀκοινωνήτου.
ΜΗ ΔΕ ΚΑΚΩΝ ἙΤΑΡΟΝ. Μηδὲ κακοτρόπων ἀνθρώπων ἐθέλειν καλεῖσθαι φίλον παρακελεύομαι, μηδὲ ἐσθλῶν ἀνθρώπων, ἤγουν ἀγαθῶν, νεικεστῆρα, ἀντὶ τοῦ κατήγορον.
ΜΗΔΕ ΠΟΤʼ ΟΥΛΟΜΕΝΗΝ ΠΕΝΙΗΝ. Τὴν πενίαν, ἣν ἡμεῖς αὐτοὶ προξενοῦμεν, διχῶς, ἢ διʼ ἀργίαν, ἢ διʼ ἀσωτίαν πενόμενοι, ἢ ἀπὸ τοῦ παντὸς ἔχομεν ἀποκληρωθεῖσαν ἡμῖν. Ταύτην οὖν ἀξιοῖ μὴ ὀνειδίζειν, ὡς τήν γε παρʼ ἡμᾶς ἀξίαν εἶναι μυρίων ὀνειδῶν, οὐ βοηθουμένην ὑφʼ ἡμῶν. Οὕτω δὴ καὶ νόσον τὴν μὲν εἱμαρμένην οὐ δεῖ ὀνειδίζειν, τὴν δὲ ἀπὸ τῆς ἡμετέρας ἀκρασίας διὰ τὴν ἀκρασίαν ὀνειδιστέον, οἷς ἐξὸν ὑγιαίνειν, οὐχ ὑπάρχει τοῦτο διʼ αὐτήν.
ΜΗΔΕ ΠΟΤʼ ΟΥΛΟΜΕΝΗΝ ΠΕΝΙΗΝ. Μηδὲ τὴν ἐξ εἱμαρμένης δοθεῖσαν πενίαν τοῖς ἀνθρώποις ὀνείδιζε. Ἡ ἑτέρα γὰρ πενία, ἡ ἐξ ἡμετέρας κακίας καὶ ἀσωτίας ἡμῖν γινομένη, μεμπτέα· οὐχ ἣν ἐξ εἱμαρμένης ἐκληρωσάμεθα.
ΜΗ ΔΕ ΠΟΤʼ ΟΥΛΟΜΕΝΗΝ. Μηδέποτε τέτλαθι, ἀντὶ τοῦ ἀνέχου ὀνειδίζειν ἀνδρὶ, πενίαν οὐλομένην, ἤγουν ἀπωλείας ἀξίαν· θυμοφθόρον, τουτέστι τῆς ζωῆς φθαρτικήν· δόσιν οὖσαν τῶν θεῶν τῶν ἀεὶ ὄντων. Οὐχ ἁπλῶς φησὶ τὴν πενίαν μὴ ὀνειδίζειν· ἀλλʼ ἣν οἱ θεοὶ παρέχουσι τοῖς ἀνθρώποις· ἐπεὶ ἔστι καὶ ἑτέρα πενία, ἣν οἱ θεοὶ οὐ παρέχουσιν, ἀλλʼ οἱ ἄνθρωποι αὐτὴν ἑαυτοῖς προξενοῦσι διʼ ἀργίαν ἢ ἀσωτίαν, ἣ καὶ μυρίων ἐστὶν ὀνείδων ἀξία.
ΓΛΩΣΣΗΣ ΤΟΙ. Ὁ μὲν θησαυρὸς τῆς γλώττης ἐστὶν ἡ κρύψις τῶν νοημάτων ἡ ἐν τῇ ψυχῇ, καὶ τῶν φαντασιῶν τῶν μὴ γενομένων ἐκφόρων ὑπὸ τῆς γλώττης προπετῶς κινουμένης· δεῖ γὰρ τὴν κίνησιν ἐπιμετρεῖν τῇ γλώσσῃ, καὶ τὸν καιρὸν τῆς κινήσεως, ἀλλʼ οὐ ταύτην κυρίαν εἶναι ἑαυτῆς. Τὸ δὲ πλείστην μὲν ἑαυτῆς εἶναι χάριν, μετρίας οὔσης, ἀρχὴν δὲ γίνεσθαι μειζόνων καὶ ἀλγεινοτέρων ἀκουσμάτων τὴν προπέτειαν αὐτῆς, ἄμφω παρέστησε, καὶ ὅτι αἱρετὸν τοῦτο τὸ μόριον, καὶ ὅτι φευκτόν. Ὡς Πιττακόν φασι πέμψαντος αὐτῷ τοῦ Ἀμάσιδος ἱερεῖον, καὶ ἀξιώσαντος ἀντιπέμψαι τῶν μορίων αὐτῷ τὸ κάλλιστον ἅμα καὶ χείριστον, ἐξελόντα τὴν γλῶσσαν ἀποστεῖλαι. Καὶ διὰ τοῦτο δέδωκεν ἡ φύσις διὰ μὲν τῶν ὀδόντων ἕρκος αὐτῇ πρόσθεν κατακλείουσαν, μαλακὴν αὐτὴν οὖσαν καὶ εὐκίνητον· τὸν δὲ ἐγκέφαλον ἄνωθεν ὑπάρχοντα, τοῦ λόγου τὸ μέτρον αὐτῇ παρέχειν ἐνδεικνυμένην. ΑΛΛΩΣ. Τῆς φθεγγομένης δηλονότι τὰ μέτρια· λείπεται δὲ τό ἐστιν· καὶ ἔστιν ὑπερβατόν· καὶ γλώσσης φειδωλῆς, τῆς κεχαλινωμένης, τῆς σμικρολόγου.
ΓΛΩΣΣΗΣ ΤΟΙ ΘΗΣΑΥΡΟΣ. Γλώσσης φησὶ θησαυρὸν τὸ φθέγγεσθαι πάνυ σμικρὰ καὶ ὀλίγα· χάριν δὲ πλείστην αὐτῆς τὸ σύμμετρον καὶ ἐν τοῖς καιροῖς τὰ δέοντα φθέγγεσθαι. Τοῦτο οὖν παραινεῖ καὶ τὸν Πέρσην, καὶ μὴ πολυλογίαν ἀσκεῖν. Οὐδὲν γὰρ οὔτε λῷστον, οὔτε χείριστον τῆς γλώττης ἐστίν. Ὃ καὶ Πιττακὸς ὁ Λέσβιος ἐνδεικνύμενος, ἐξ ἱερείου τὴν γλῶτταν, ὡς κάλλιστόν τε καὶ χείριστον, Ἀμάσιδι τῷ Αἰγυπτίῳ ἀπέσταλκεν· οὕτως ἐκείνου κελεύσαντος, τὸ κάλλιστόν τε καὶ χείριστον ἀπεσταλκέναι τοῦ ζώου. Ὁμοίως δὲ καὶ ὁ Φρὺξ πεποίηκεν Αἴσωπος.
ΓΛΩΣΣΗΣ ΤΟΙ ΘΗΣΑΥΡΟΣ. Τῆς γλώσσης τῆς φειδωλῆς, ἤγουν τῆς μετὰ φειδοῦς καὶ ἐγκρατῶς προτεινούσης τοὺς λόγους, τουτέστι τῆς κεχαλινωμένης, θησαυρός ἐστιν ἐν τοῖς ἀνθρώποις ἄριστος.
ΠΛΕΙΣΤΗ ΔΕ ΧΑΡΙΣ. Ἀντὶ τοῦ πλεῖστον δέ ἐστι τὸ ἐπαγωγὸν αὐτῆς κατὰ συμμετρίας ἰούσης, ἤγουν κινουμένης.
ΕΙ ΔΕ ΚΑΚΟΝ ΕΙΠΟΙΣ. Ἀλκαῖος· Εἴκʼ εἴποις τὰ θέλεις ἀκούσαις τά κʼ οὐ θέλεις· καὶ Ὅμηρος, Ὁπποῖόν κʼ εἴπησθα ἔπος, τοῖόν κʼ ἐπακούσαις.
ΕΙ ΔΕ ΚΑΚΟΝ. Εἰ δὲ λάλος ὢν ὑβρίσεις, μεῖζον ἀκούσεις. Τοῦτο δὲ ἐξ Ὁμήρου παρέσυρται· φησὶ γὰρ ἐκεῖνος· Ὁπποῖόν κʼ εἴπησθα ἔπος, τοῖόν κʼ ἐπακούσαις.
ΕΙ ΔΕ ΚΑΚΟΝ ΕΙΠΟΙΣ. Ἤγουν ἐὰν δὲ κακὸν εἴπῃς, τάχα ἂν αὐτὸς μεῖζον ἀκούσαις.
ΜΗΔΕ ΠΟΛΥΞΕΙΝΟΥ ΔΑΙΤΟΣ. Μηδὲ ἔσο δυσπέμφελος, ἤγουν σκληρὸς καὶ δυσάγωγος, ἕνεκα εὐωχίας. πολυφίλου, ἤγουν ἣν πολλοὶ ἀθροισθέντες φίλοι εὐωχοῦνται, ἐκ κοινοῦ.
ΜΗΔΕ ΠΟΛΥΞΕΙΝΟΥ ΔΑΙΤΟΣ. Ταῦτα χώραν δίδωσι ταῖς καλουμέναις συμβολαῖς· αὗται γὰρ πολύξεινοι ἂν εἶεν ἐκ κοινοῦ πολλοῖς συσσιτεῖν προξενοῦσαι. Μὴ οὖν εἶναι δυσπρόσιτον ἐν ταύταις καὶ δύσκολον, ἐχούσαις δαπάνην μὲν ἐλαχίστην, χάριν δὲ πλείστην διὰ τὴν κοινωνίαν· οὕτως γὰρ πάλαι συνεσίτουν καὶ παρὰ Λάκωσιν, καὶ παρʼ ἄλλοις, συνεισφέροντες εἰς τὸ κοινὸν ἕκαστοι, καὶ μετʼ ἀλλήλων ἑστιώμενοι. ΑΛΛΩΣ. Μὴ ἀποστρέφου, φησὶ, τὰς τῶν φίλων εὐωχίας· ἡ γὰρ ἐξ ἐράνων εὐωχία, καὶ δαπάνην ἐξκουσσεύει καὶ πολλὴν ἀνάπαυσιν ἔχει.
ΜΗΔΕ ΠΟΛΥΞΕΙΝΟΥ ΔΑΙΤΟΣ. Παρακελεύεται τοῦτον καὶ κοινωνικὸν εἶναι, ἀλλὰ μὴ ἀσυνδύαστον. Καί φησι· μὴ ἔσο δυσάρεστος ἐκ τῆς πολυξείνου δαιτός· τουτέστιν, ἐκ τῶν συσσιτίων καὶ εἰσφορῶν καὶ ἐράνων, καὶ ἃ καλοῦμεν καταβόλαια, ὅταν κοινῶς διδόντες δαπάνην τινὲς συμποσιάζωσιν. Εἶτα ἐπάγει καὶ τοῦ συσσιτίου τὸν ἔπαινον, καί φησιν, ἐκ τῆς τοιαύτης κοινωνίας πλείστη ἡδονὴ, ὀλίγον δὲ τὸ ἀνάλωμα γίνεται.
ΠΛΕΙΣΤΗ ΔΕ ΧΑΡΙΣ Ὁ δε κἀνταῦθα ἀντὶ τοῦ γὰρ, ἤγουν ἐκ τῆς ἑνώσεως γὰρ καὶ τοῦ ἀθροίσματος τῶν πλειόνων πλείστη χάρις ἐστὶν, ἀντὶ τοῦ τέρψις· καὶ δαπάνη ὀλιγίστη, ἤγουν καὶ ἀνάλωμα πάνυ ὀλίγον.
ΜΗΔΕ ΠΟΤʼ ΕΞ ΗΟΥΣ ΔΙΙ. Τοῦτο καθαρότητός ἐστι παράγγελμα. Πολλὰ γὰρ αἱ χεῖρες τῶν ἀναγκαίων μὲν, ἀκαθάρτων δὲ ποιοῦσι· εἰς οὖν πρὸς τὸ θεῖον ἐνέργειαν δέονται καθάρσεως, διότι τὸ θεῖον καθαρόν. Δεῖ δὲ τὸ ὅμοιον αὐτοῖς ὑπηρετεῖν· μὴ σπένδειν οὖν μὴ προκαθάραντας τὰς χεῖρας· πολλῷ ἄρα μᾶλλον τῷ ὅλῳ σώματι δεῖ καθαρῶς πράττειν τὰ πρὸς θεούς· ἐκ γὰρ ἀκαθάρτων ὀργάνων εἰ τιμῴημεν αὐτοὺς, ἀποπτύουσιν ἡμῶν τὰς ἐπὶ τοῖς τοιούτοις ἔργοις ἀράς· αὗται γάρ εἰσιν αἱ ἐπαραὶ ταῖς θυσίαις, ἢ ταῖς σπονδαῖς ἐπᾳδόμεναι. Ἐν μὲν οὖν Σπάρτῃ τοῖς εἰς ἀρχὴν καθισταμένοις οἳ ἔφοροι προεκήρυττον μὴ τρέφειν μύστακας, ἵνα τοὺς τὸ φαῦλον τοῦτο καὶ εὐτελὲς παραβάντας μειζόνως κολάζωσιν· ὁ δὲ Ἡσίοδος νίπτεσθαι τὰς χεῖρας παραινῶν πρὸ τοῦ σπένδειν, ἐνδείκνυται τὸν τοῦτο μὴ πεισόμενον μείζονος ἄξιον εἶναι καταγνώσεως, ὡς ἀνεπιτήδειον πρὸς παιδείαν.
ΜΗΔΕ ΠΟΤʼ ΕΞ ΗΟΥΣ. Τὰ μὲν μυθικὰ δῆλα καὶ τοῖς πάνυ ἰδιωτεύουσιν, ὅτι δεῖ καθαραῖς καὶ ἀῤῥυπάντοις θύειν χερσί· τὸ δʼ ἀλληγορικώτερόν ἐστι, συμβολικὴ παραίνεσις Πυθαγόρειος, ἐντελλομένη καὶ λέγουσα, μὴ ἄλλα μὲν βουλεύειν, ἄλλα δὲ δρᾷν. Φησὶ γὰρ ΜΗΔΕ ΠΟΤʼ ΕΞ ΗΟΥΣ καὶ τῆς πρώτης τοῦ λογισμοῦ προσβολῆς τὸν οἶνον, ἤγουν τὸ βουλευτικὸν, ὅπερ θερμαίνει καὶ συγκιρνᾷ, λεῖβε καὶ πρόσφερε τῷ Διῒ, ἤγουν τῷ λογισμῷ, χερσὶν ἀνίπτοις, ἤγουν πράξεσιν ἀνομοίαις καὶ ἀπᾳδούσαις, οἷς βουλεύῃ· καὶ ἵνα φαίην συντομώτερον, τοῦτο φησὶ, μηδὲ εἰς πρώτην ἀνέλθῃς προσβολὴν σοῦ λογισμοῦ, ἄλλα μὲν βουλεύεσθαι, ἄλλα δὲ δρᾷν· καθάπερ πανουργότατοι τινὲς καὶ κρυψίνοες.
ΜΗΔΕ ΠΟΤʼ ΕΞ ΗΟΥΣ. Μηδέποτε ἀρχομένης ἡμέρας — τοῦτο γὰρ δύναται τὸ ἐξ ἠοῦς — λεῖβε τῷ Διῒ, ἤγουν σπένδε οἶνον καυστικὸν, χερσὶν ἀνίπτοις, μηδὲ τοῖς ἄλλοις θεοῖς. Καθαρὸν γὰρ τὸ θεῖον, καὶ δεῖ καθαραῖς χερσὶ καὶ καθαροῖς ὀργάνοις καὶ καθαρῷ σώματι πράττειν τὰ πρὸς αὐτό. Εἰ γὰρ οὕτως ἀνίπτοις δηλονότι χερσὶ σπένδεις, οὐ κλύουσιν, ἀντὶ τοῦ ἐπακούουσιν, ἀποπτύουσι δὲ, ἤγουν ἀποστρέφονται, ἀπαξιοῦντες τὰς ἀρὰς, τουτέστι τὰς εὐχὰς, ἃς ἐπᾴδεις θύων, βοηθοὺς αὐτοὺς ἐπὶ τὰ σὰ ἔργα καλῶν.
ΜΗΔʼ ΑΛΛΟΙΣ ΑΘΑΝΑΤΟΙΣΙΝ. Ἀπὸ κοινοῦ τὸ λεῖβε ἀνίπτοις χερσίν. Ὁ δὲ νοῦς τοιοῦτος. Μήτε τῷ λογιστικῷ ἐναντίαν ἔχε τὴν πρᾶξιν, μήτε ταῖς ἄλλαις ψυχικαῖς δυνάμεσι, θυμῷ, ἐπιθυμίᾳ, καὶ τοῖς λοιποῖς· τουτέστι, μὴ ἔσο κρυψίνους, καὶ προσποιήτως δόκει τινὰς ἀγαπᾷν, ἢ μισεῖν· ἄλλως δὲ κατὰ πρᾶξιν ἔχε καὶ τὴν ἀλήθειαν, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως μὴ θέλε φαίνεσθαι πλούσιος, ἢ εὐδοκιμῶν ἔν τισιν, ἔργα δὲ τούτοις ἀπᾴδοντα κέκτησο.
ΟΥ ΓΑΡ ΤΟΙ ΓΕ ΚΛΥΟΥΣΙΝ. Οὐ γὰρ κατορθώσεις καὶ ὑπήκοα εὕροις, τοῖς ἐναντίοις τὰ ἐναντία· μάταιος δὲ λογισθήσῃ.
ΜΗΔʼ ΑΝΤʼ ΗΕΛΙΟΙΟ ΤΕΤΡΑΜΜΕΝΟΣ. Διὰ τούτων εἰς εὐσχημοσύνην παιδεύει καὶ τὰ ἀναγκαῖα κελεύων εὐσχημόνως ἐκπληροῦν. Μήτʼ οὖν ἀπεναντίας ἡλίου μήτʼ ἀνιόντος, ὅ ἐστι πρὸ μεσημβρίας, μήτε εἰς δύσιν ἰόντος, ὅ ἐστι μετὰ μεσημβρίαν, οὐρεῖν, ἔνθα δηλαδὴ τὴν πορείαν οὗτος ἀνύων ἐστὶ, μήτε προβάδην, ὅ ἐστι κινούμενον, τοῦτο πράττειν, ἢ ἐν ὁδῷ, ἢ ἐκτὸς ὁδοῦ σεβόμενον ὅπου μὲν τὴν εἰνοδίαν θεὸν, ὅπου δὲ τὴν ἀκτῖνα τοῦ ἡλίου τὴν πάσης ζωοποιὸν τῆς ὕλης, ὅπου δὲ ἁπλῶς τὴν ἀσχήμονα τοῦ σώματος διάθεσιν λογιζόμενον· δεῖ οὖν τὸν εὔνοιαν ἔχοντα θεοῦ ἢ καθήμενον ἐκπληροῦν τὴν ἀνάγκην, ἢ πρὸς τοῖχον τινὰ εἴσω τῆς αὐλῆς, οἷον ἀποκρύπτοντα τὸ αἶσχος τῆς φύσεως, καὶ ἐν παραβύστῳ πληροῦντα τὰ ἐλαττώματα τῆς γενέσεως. Ἐπειδὴ δὲ ἐν νυξὶν εἴωθε τὰ τοιαῦτα καταφρονεῖσθαι πολλοῖς καὶ τὸ ἀπογυμνοῦσθαι δοκεῖ τισιν ἐν ταύταις μὴ ἄξιον εἶναι μάρτυρα τῆς ἀσχημοσύνης, ἐμνημόνευσε μετὰ τῆς πρὸ ἡλίου ἀπογυμνώσεως, καὶ τοῦ μὴ ἐν νυκτὶ τοῦτο χρῆναι δρᾷν· ὡς μακάρων εἶναι τὰς νύκτας, ὡς τότε μάλιστα ἐπιφανειῶν θείων γινομένων, διὰ τὴν ἡσυχίαν τὴν ἀπὸ τοῦ πλήθους· τιμητέον οὖν αὐτὰς, καὶ οὐδὲν ἄσχημον πρακτέον.
ΜΗΔʼ ΑΝΤʼ ΗΕΛΙΟΙΟ ΤΕΤΡΑΜΜΕΝΟΣ. Τὸ μὲν πρόχειρον γνώριμον καὶ τοῖς ἰδιώταις καθέστηκεν, κατὰ τὴν τοῦ Πρόκλου μακρηγορίαν καὶ μεταχείρισιν· τὸ δὲ συμβολικὸν τοῦ παραγγέλματος τοιοῦτόν ἐστιν. Ἀπείργει τοῦτον τῆς φανερᾶς καὶ ἀνερυθριάστου ἀκολασίας, καί γε τῆς λαθραίας ὁμιλίας τῆς πρὸς τὰς πόρνας, ἔτι δὲ καὶ τῆς πρὸς τὰς ἑταίρας, ἤγουν τὰς παλλακίσκας ἢ πόρνας, ἀστάτου καὶ μεταπηδώσης ὁρμῆς. Καὶ ἔτι παρακελεύεται μηδὲν ἕτερον τῶν ἀπρεπῶν δρᾷν, κἂν ἔλαττον ᾖ τῶν προτέρων, καὶ λάθριον. Ἐσθλοῦ γὰρ καὶ μακαρίου ἀνδρὸς, κἂν οὐχ ὁρῶτο παρά τινων, ὅμως αἰδεῖσθαι αὐτὸν ποιεῖν τὰ αἰσχρά. Τοῦτο γὰρ δηλοῖ, τὸ, μακάρων τοι νύκτες ἔασιν· θείου δὲ καὶ φρονίμου ἀνδρὸς λέγει τὸ, ἑζόμενον οὐρεῖν, ἤγουν τὸ, ἐστηριγμένας καὶ οὐ μεταπηδώσας τὰς ὁμιλίας ποιεῖσθαι, ἀλλʼ ἔχειν παλλακὴν μίαν, ἣν καὶ ἑταίραν καλοῦσιν, ἢ δούλην. Τοῦτο γὰρ ὁ τοῖχος δηλοῖ τῆς αὐλῆς. Ὥσπερ γὰρ ἡ οἰκία ἐκ τῶν τοίχων συνίσταται, οὕτω καὶ οἱ δεσπόται δούλοις καὶ θεραπαίναις καὶ τοῖς μισθίοις ὠχύρονται. Τοιαῦτα τὰ περὶ τῆς ὀμιχήσεως. Οὐ γὰρ ὁ Πέρσης, Πέρσης, κἂν Πέρσης τὴν κλῆσιν, ὥστε ἐνουρεῖν ἐφεζόμενος τῷ Περσικῷ νόμῳ. Εἰ δέ τι καὶ ἀσαφὲς ἔχει τὰ εἰρημένα, τοῦτο διασαφήσομεν.
ΜΗΔʼ ΑΝΤʼ ΗΕΛΙΟΙΟ. Μηδὲ φανερῶς καὶ ἐναντίον πολλῶν βλεπόντων, ὀρθῶς ὀμίχει καὶ οὔρει, ἤτοι μὴ συνουσίαζε καὶ ὁμίλει γυναιξὶν ἀμφίβολος, εἴτε μεταστῇς τῆς αὐτῶν ὁμιλίας, εἴτε παραμείνῃς. Τοῦτο γὰρ δηλοῖ τὸ ΟΡΘΟΣ. Ὁ ἑστηκὼς γὰρ, οὔτε βαδίζει, ὅπερ παραδρομὴν δηλοῖ· οὔτε ἕζεται, ὅπερ δηλοῖ τὴν παραμονὴν, καὶ βεβαίωσιν, ἀλλʼ ἔστιν ὄντως ἀμφίβολος, εἴτε ἑδρασθήσεται, εἴτε κινηθήσεται.
ΜΗΔʼ ΑΝΤʼ ΗΕΛΙΟΙΟ ΤΕΤΡΑΜΜΕΝΟΣ. Μηδὲ ἀπʼ ἐναντίας τοῦ ἡλίου τετραμμένος ὀρθὸς ὀμίχει, ἤγουν οὔρει, ἐπειδὰν δὲ δύῃ, ἤγουν ἀφʼ οὗ ἂν καταδύηται ὁ ἥλιος, μεμνημένος, τουτέστιν ἐν νῷ στρέφων τοῦτο, ἔς τʼ ἀνιόντα, ἤτοι ἀπὸ τοῦ μετὰ τὴν μεσημβρίαν καιροῦ μέχρι τοῦ πρὸ μεσημβρίας· μέχρι γὰρ τούτου ἐστὶν ἡ ἀνάβασις τοῦ ἡλίου, εἶτα κλίνει καὶ καταδύεται. Μήτʼ ἐν ὁδῷ οὐρήσῃς, μήτε ἐκτὸς ὁδοῦ προβάδην, ἤγουν κινούμενος, οὐρήσῃς, ὅπου μὲν τὴν εἰνοδίαν θεὸν σεβόμενος, ὅπου δὲ τὴν ἀκτῖνα τοῦ ἡλίου τὴν πάσης ζωοποιὸν ὕλης, ὅπου δὲ ἁπλῶς τὴν ἀσχήμονα τοῦ σώματος διάθεσιν λογιζόμενος. Μηδʼ ἀπογυμνωθεὶς τοῦτο ποίει, εἰ καὶ νύξ ἐστι δηλονότι· δῆλον γὰρ τοῦτο ἀπὸ τοῦ ἐπαγομένου· ἐπάγεται γὰρ, τῶν μακάρων αἱ νύκτες εἰσὶν, ὥστε εἰ καὶ μὴ ἄνθρωπος δηλονότι ὁρᾷ τότε τὴν σὴν ἀσχημοσύνην, ἀλλʼ οἱ θεοὶ ὁρῶσιν, οὓς αἰδούμενος μὴ ἀπογυμνοῦ· καθεζόμενος γὰρ ὅγε θεῖος ἀνὴρ, τουτέστιν ὁ θεοῦ ἔννοιαν ἔχων, ὁ ἔνθεος, ὁ πεπνυμένα εἰδὼς, ἤγουν συνετὰ, οὐρεῖ δηλονότι, ἢ ὀφείλει οὐρεῖν, ἢ οὗτος πλησιάσας πρὸς τοῖχον αὐλῆς εὐερκοῦς, ἤγουν ἑρκίῳ καλῶς περιειλημμένος.
ΑΥΤΑΡ ΕΠΕΙ ΚΕ ΔΥΗι. Καὶ κρυφίως καὶ φανερῶς. Μήτʼ ἐν ὁδῷ καὶ πόρνῃ συνουσιάσῃς· ὁδῷ γὰρ ἔοικε δημοσίᾳ, διʼ αὐτῆς γὰρ διέρχονται πολλοί.
ΜΗΤʼ ΕΚΤΟΣ ὉΔΟΥ. Ἤτοι μὴ δημοσίᾳ μὲν, ἀλλὰ μηδὲ ἑταιρίδι καὶ παλλακῇ ἐοικυίᾳ παρόδῳ ὀλίγοις γνωστῇ, οὐρήσῃς καὶ ὁμιλήσῃς προβάδην καὶ ἀστάτως καὶ μεταπηδῶν· μήτʼ ἀπογυμνωθῇς, μήτε ἕτερον ἀπρεπὲς δράσῃς ἀνερυθριάστως.
ΜΑΚΑΡΩΝ ΤΟΙ ΝΥΚΤΕΣ ΕΑΣΣΙΝ. Μακαρίου γὰρ ἀνδρὸς, ὥσπερ ἔφημεν, κἂν οὐχ ὁρῶτο παρά τινων, ὅμως αἰδεῖσθαι αὐτὸν ποιεῖν τὰ αἰσχρά· τὸ ἑζόμενος δὲ, καὶ τὰ λοιπὰ ἐῤῥέθη. ΟΜΙΧΕΙΝ, οὐρεῖν. Τὸ ο πρὸ τοῦ μ δασύνεται· Ὅμηρος, ὅμιλος, καὶ τὰ λοιπὰ, πλὴν τοῦ ὀμιχῶ, καὶ ὀμίχλη, καὶ ὄμμα.
ΜΗΔʼ ΑΙΔΟΙΑ ΓΟΝΗι. Ταῦτα τῆς ἀπαιδευσίας ὄντα ἔκγονα, κἂν σμικρὰ ᾖ, δεῖ παραφυλάττειν, καλῶς τοῦ Πλουτάρχου λέγοντος, ὅτι καθάπερ ἐν λόγοις τὸ μὴ σολοικίζειν οὐ θαυμαστὸν, ἀλλὰ τὸ σολοικίζειν καταγέλαστον· καὶ ἐν τοῖς ἔργοις οὐ τὸ μὴ πράττειν τὰ τοιαῦτα ἐπαινετὸν, ἀλλὰ τὸ πράττειν ἐπονείδιστον. Δεῖν οὖν μεμολυσμένον ἀπὸ γονῆς ἀποκρύπτειν τὰ αἴτια τοῦ μολυσμοῦ, καὶ μὴ γυμνοῦν ἐγγὺς τῆς ἑστίας· βωμὸς γὰρ καὶ αὕτη τῶν θεῶν, καὶ καθημερινῶν θυσιῶν καὶ σπονδῶν ὑποδοχή. Μὴ οὖν ἀπογυμνούμενον μολύνειν τὴν ἑστίαν. Ἑστίῃ κυρίως μὲν τῇ ἑστίᾳ, οὐχ ὡς θεᾷ· νῦν δὲ ἐπὶ τοῦ πρώτου ἐστὶ τῷ ἐν τῷ οἴκῳ βωμῷ. ΕΜΠΕΛΑΔΟΝ δὲ ἢ πλησίον, ἢ τῇ γονῇ.
ΜΗΔʼ ΑΙΔΟΙΑ ΓΟΝΗι ΠΕΠΑΛΑΓΜΕΝΟΣ. Πάλιν ἐπʼ ἄλλην μεταβαίνει παραίνεσιν. Ἐντειλάμενος γὰρ αὐτῷ, μὴ ἀνερυθριάστως καὶ ἐν τῷ φανερῷ τοῦ κοινοῦ ποιεῖσθαι τὰς ὁμιλίας, ἀλλʼ ἔχειν μίαν ἐρηρεισμένην δούλην, ἢ παλλακήν· πάλιν αὐτὸν παραινεῖ, μηδὲ τοῖς κατʼ οἶκον αὐτὸν ὁρᾶσθαι συνομιλοῦντα τῇ λεχθείσῃ γυναικὶ, ἀλλὰ λεληθέναι καὶ τούτους τῆς σεμνότητος φροντίζοντα. Ὁ μὲν γὰρ ἥλιος δηλοῖ, τὸ ὑπὸ τῶν πολλῶν βλέπεσθαι, ἅτε κοσμικὸν καὶ πάνδημον φῶς· ἡ δὲ ἑστία, τὸ ὑπὸ μόνων τῶν ὄντων κατʼ οἶκον, ἅτε φῶς ἰδικὸν καὶ κατοίκιον. Ἑστίαν γὰρ τὸ κατʼ οἶκον φησὶ πῦρ, ἤγουν τοὺς κατʼ οἶκον ἀνθρώπους, διʼ ὧν τοῖς ἐκτὸς τὰ ἐν οἰκίᾳ κεκρυμμένα φανερὰ γίνεται. Οὕτως ἔχει καὶ ταῦτα. Εἰ γὰρ κατὰ τὸν πολὺν Πρόκλον ἑστίᾳ τοὺς ὄρχεις ἐμπελάσας παρέφηνεν ἁλὸς ἄν τις βώλακας εἰς τὴν ἀνθρακιὰν ἐπιῤῥίψας, τούτους ἂν μειδιῶν ἀπετόξευε, πυριστρόφοις ἅλμασιν ἁλσακοντίων.
ΜΗΔʼ ΑΙΔΟΙΑ ΓΟΝΗι. Μηδὲ πεπαλαγμένος ὢν, ἤγουν μεμολυσμένος, ἀπὸ τοῦ παλάσσω τὸ μολύνω, ἀπὸ γονῆς, ἤγουν μίξεως καὶ ἀποσπερματισμοῦ, τὰ αἰδοῖα τὰ αἴτια τοῦ μολυσμοῦ παράφαινε τῇ ἑστίᾳ, ἔνδον τοῦ οἴκου, ἐμπελαδὸν, ἤγουν πλησίον, ἀπὸ τοῦ ἐμπελάζειν, ἀλλʼ ἀλέασθαι, ἀντὶ τοῦ ἔκφυγε· βωμὸς γὰρ τῶν θεῶν καὶ ἡ ἑστία καὶ τῶν καθημερινῶν θυσιῶν καὶ σπονδῶν ὑποδοχή. Καὶ δεῖ μὴ μολύνειν σε ταύτην ἀπογυμνούμενον. ΠΑΡΑΦΑΙΝΕΜΕΝ, παριστῶ, τὸ εἰς φανερὸν ἄγων ἱστῶ· καθʼ ὃ λέγεται καὶ παράγειν τὸ εἰς φῶς ἄγειν· παραλογίζομαι δέ τινα, ἀντὶ τοῦ λαθὼν παρασύρω αὐτὸν εἰς ψευδῆ λογισμὸν, καθʼ ὃ λέγεται καὶ παράγειν τὸ ἀπατᾷν, παρακινῶ τὸ μεθιστῶ καὶ διεγείρω, τὸ μὲν, ἐπὶ ἀψύχων, τὸ δὲ διεγείρω ἐπὶ ἐμψύχων. Παρακαλῶ τὸ παρʼ ἐμὲ ἕλκω, ἢ παρά τι ἕτερον, παρατηρῶ δὲ, ἤγουν παρακολουθῶν σκοπῶ, παραφαίνω τὸ ἀμυδρῶς δεικνύω· καθʼ ὃ λέγεται καὶ παραψαύειν τὸ μετρίως ψαύειν. Παραφαίνω καὶ τὸ πλησίον ἄγων φαίνω, καθʼ ὃ λέγεται καὶ παρατιθέναι καὶ παραβάλλειν τὸ συγκρίνειν, καὶ παρεικάζειν· ἀφʼ ὧν παραβολὴ καὶ παράθεσις. Κατὰ τοῦτο τὸ σημαινόμενον λέγεται κἀνταῦθα τὸ παραφαίνειν, ὥστε τὸ ἐμπελαδὸν περισσῶς λέγεται καὶ ἀδολεσχίαν ἔχει.
ΜΗΔʼ ΑΠΟ ΔΥΣΦΗΜΟΙΟ ΤΑΦΟΥ. Τὴν ἀρχὴν ἑκάστου τῶν σπουδαίων ἔργων θεῖόν τι δεῖ νομίζειν· μιμεῖται γὰρ τὴν κυρίως ἀρχὴν θεὸν οὖσαν. Σπουδαῖον δὲ καὶ ἡ τέκνωσις, ἅτε συντελοῦσα πρὸς τὴν ἀειγενεσίαν. Οὐ δεῖ οὖν ποιεῖσθαι ταύτην ἀπὸ μιασμάτων, ἀλλʼ ἀπὸ καθαρότητος, πρὸς τὸ καὶ ὑπεναντίαν εἶναι τὴν τέκνωσιν τῇ τῶν τάφων ἐννοίᾳ· καὶ γὰρ γένεσίς ἐστι καὶ φθορά. Δεῖ οὖν ἀπὸ δαιτὸς θεῶν, τουτέστι θεοῖς προσελθόντα καὶ εὐωχηθέντα καὶ παρακαλέσαντα τοὺς θεοὺς οὕτω παιδουργεῖν, ἀπὸ τῶν κοινῶν πατέρων τῆς τιμῆς ἀρχόμενον τῆς παιδουργίας. Δύσφημος δὲ ὁ τάφος· ἐκεῖ γὰρ κλαυθμοὶ γίνονται ὁμοῦ καὶ ὀδυρμοὶ πολλοί. Ἢ ἀπὸ τοῦ περιδείπνου λέγει· Τάφος γὰρ λέγεται τὸ περίδειπνον, ὡς Ὅμηρος, δαίνυ τάφον Ἀργείοισι. Πλάτων δὲ, μὴ μεθύοντα μίγνυσθαι.
ΜΗΔʼ ΑΠΟ ΔΥΣΦΗΜΟΙΟ. Ἐντεῦθεν πρὸς ἑτέραν διδασκαλίαν μετέβη, καὶ διδάσκει ποδαποὺς ὄντας ἕνεκα παιδοποιΐας δεῖ πλησιάζειν ταῖς γυναιξὶν, καί φησιν· οὐδὲ σπερμαίνειν χρὴ τὰ τέκνα ἀπʼ ἐκφορᾶς νεκρῶν ὑποστρέφοντας, ἀλλʼ ἐξ εὐωχίας καὶ ἑορτῶν· τοιοῦτοι γὰρ οἱ παῖδες γίνεσθαι εἰώθασιν, ὁποῖοι οἱ πατέρες αὐτῶν εἰσὶν ἐν τῇ παιδογόνῳ καταβολῇ τῶν σπερμάτων. Μεθυόντων γὰρ μεθύοντες γίνονται, σωφρονούντων δὲ καὶ νηφαλίων σώφρονες καὶ νηφάλιοι, εὐφραινομένων ἱλαροί τε καὶ εὐφραινόμενοι, σκυθρωπαζόντων δὲ ὡρακιῶντες καὶ φιλόθρηνοι.
ΔΥΣΦΗΜΟΙΟ ΤΑΦΟΥ. Ἢ θρηνῴδους τάφου νεκρῶν, ἢ τάφου δυσφήμου καὶ δείπνου· ἤγουν καὶ πηλώδους καὶ κακοφήμου καὶ ἀσχήμονος.
ΜΗΔʼ ΑΠΟ ΔΥΣΦΗΜΟΙΟ ΤΑΦΟΥ. Μηδʼ ἀπὸ τάφου δυσφήμου διὰ τοὺς κλαυθμοὺς τοὺς ἐν αὐτῷ δηλονότι καὶ τοὺς θρήνους, παρακελεύομαί σε ἐπαναστρέψαντα, σπερμαίνειν, ἤγουν σπείρειν, γενεὰν, ἀντὶ τοῦ τέκνα. Ὡς ἀνοίκειον τοῦτο ἀπαγορεύει καὶ θεοῖς προσκροῦον, ἅτε τῆς μὲν τεκνώσεως οὔσης οἰκείας θεῷ, ὡς συντελούσης πρὸς τὴν ἀειγενεσίαν, τοῦ δὲ τάφον ἀνοικειοτάτου. Διὸ καὶ ἐπάγει, ἀλλʼ ἀθανάτων ἀπὸ δαιτὸς, ὡς ἂν δὴ οἰκείως οὕτω δηλονότι καὶ κεχαρισμένως τοῖς θεοῖς τῆς τεκνώσεως προχωρούσης, τοῦ οἰκείου τοῖς θεοῖς ἔργου, μετὰ τὸ προσελθεῖν αὐτοῖς καὶ εὐωχηθῆναι καὶ παρακαλέσαι αὐτοὺς, γινομένου.
ΑΘΑΝΑΤΩΝ ΑΠΟ ΔΑΙΤΟΣ. Μυθικῶς, ἀφʼ ἑορτῆς· ἀλληγορικῶς δὲ, μὴ ἀπὸ τάφου καὶ συμποσίου ἀπρεποῦς, ἀλλʼ ἐκ βουλευτηρίου, ὅπου αἱ τῶν ψυχικῶν δυνάμεων εὐωχίαι εἰσὶ, τοῦ λογικοῦ λέγω, καὶ φρονήσεως, καὶ ἀνδρείας, καὶ σωφροσύνης, καὶ δικαιοσύνης, καὶ τῶν τοιούτων θεῶν.
ΜΗΔΕ ΠΟΤʼ ΑΕΝΑΩΝ ΠΟΤΑΜΩΝ. Οἱ παλαιοὶ καὶ πᾶσαν μὲν τὴν τῶν ὑδάτων φύσιν ὡς τρόφιμον καὶ αὐξητικὴν τῶν φύσεων ἱερὰν ἐνόμιζον εἶναι τῶν ζωογόνων θεῶν· μάλιστα δὲ τοὺς ἀενάους ποταμοὺς θείους ἐνόμιζον, τὴν ἀνέκλειπτον τῶν θεῶν οὐσίαν ἱκανῶς μιμουμένους, καὶ δυνάμεις ᾤοντο θείας ἔχειν ἐφεστώσας αὐτοῖς. Εἰκότως οὖν διὰ πάντων ἡμᾶς παιδεύων εἰς εὐσέβειαν ἀξιοῖ μὴ διαβαίνειν εἰς ἀέναον ποταμὸν πρὶν εὐξώμεθα βλέποντες εἰς αὐτόν· εὔχεσθαι δὲ ἀπονιψαμένους πρότερον. Τὸν γὰρ ἄνιπτον διϊόντα διὰ κακίαν τοῦτο ποιεῖν τὴν καταφρονοῦσαν ὧν δεῖ μὴ καταφρονεῖν· καὶ ἔστι καὶ τοῦτο σημεῖον θεοσεβοῦς ζωῆς, τὸ μηδὲ ἐν τούτοις ἀμελεῖν τοῦ καθήκοντος.
ΜΗΔΕ ΠΟΤʼ ΑΕΝΑΩΝ ΠΟΤΑΜΩΝ. Ἀέναον ποταμὸν λέγει τὴν κατὰ νόμους συζυγεῖσαν ἀνδρὶ γυναῖκα, καὶ ἀεὶ συνοῦσαν αὐτῷ. Παραινεῖ δὲ ὡς ὅτε βούλει συνελθεῖν τῇ ἰδίᾳ γυναικὶ, μὴ πρότερον τοῦτο ποιήσῃς, πρὶν ἂν διʼ εὐχῆς καθαρθῇς, ὡς θεὸν εὐδοκοῦντα ἕξεις τῷ σπέρματι. ΚΑΛΛΙΡΡΟΟΝ δὲ λέγει ὙΔΩΡ αὐτὴν, ὡς καθαρὰν καὶ νόμιμον. ΑΛΛΩΣ. Καὶ τί φημὶ τοιαύταις μὴ μίγνυσθαι γυναιξὶν, ἀλλὰ μηδὲ θητεύειν ἐπιχειρεῖν ἀρχικωτάτοις ἀνδράσι, πρὶν ἐν ΠΟΛΥΗΡΑΤΩι ὙΔΑΤΙ ΛΕΥΚΩι, ἤγουν συμβουλῇ καὶ λόγοις καλλίστοις νιψάμενος τὰς χεῖρας, ἤτοι ἐξομοιώσας ἐκείνῳ τὰς σὰς πράξεις, εὐκτὸς ἐκείνῳ καὶ θυμήρης φανείης. Ἂν γὰρ σὺ τυχὸν σοφίας ᾖς μέτοχος, ἐκεῖνος δὲ ἡμιβάρβαρος· ἢ σὺ ἀρετῆς ἀντεχόμενος, ἐκεῖνος δὲ ἀσελγείας ἀνάμεστος, ἢ τοὐναντίον, πάριθι τὴν τοιαύτην λατρείαν, ὡς οὖσαν ἀπροσφυῆ καὶ ἀνάρμοστον. Συγχαίρειν γὰρ εἴωθε τῷ ὁμοίῳ τὸ ὅμοιον.
ΜΗΔΕ ΠΟΤʼ ΑΕΝΑΩΝ ΠΟΤΑΜΩΝ. Μηδέποτε διάβαινε τοῖς ποσὶν ὕδωρ μετὰ κάλλους ῥέον ποταμῶν ἀενάων, ἤγουν ἀειῤῥύτων, ἀπαύστως ῥεόντων, πρὶν ἂν εὔξῃ ἰδὼν ἐς τὰ καλὰ ῥέεθρα, ἀντὶ τοῦ εἰς αὐτὸν, τουτέστι, πρὶν ἂν εὔξῃ αὐτῷ νιψάμενος πρότερον τὰς χεῖρας διὰ τοῦ λευκοῦ ὕδατος τοῦ πολυεράστου. Καὶ διὰ τούτων εἰς θεοσέβειαν νομίζει παιδεύειν τὸν ἀδελφόν. Οἱ παλαιοὶ γὰρ καὶ πᾶσαν μὲν τὴν τῶν ὑδάτων φύσιν, καθά φησιν ὁ Πρόκλος, ὡς τρόφιμον καὶ αὐξητικὴν τῶν φύσεων, ἱερὰν ἐνόμιζον εἶναι τῶν ζωογόνων θεῶν· μάλιστα δὲ τοὺς ἀενάους ποταμοὺς θείους ἐνόμιζον τὴν ἀνέκλειπτον τῶν θεῶν οὐσίαν ἱκανῶς μιμουμένους. Καὶ δυνάμεις ᾤοντο θείας ἔχειν ἐφεστώσας αὐτοῖς. Εἰκότως οὖν, φησὶν, ἀξιοῖ μὴ διαβαίνειν ποταμὸν πρὶν εὔξασθαι αὐτῷ ὃς διαβῇ. Τοῦτο ἐπάγει, τὸ ἀποβαῖνον κακὸν ἀπὸ τῆς καταφρονήσεως τούτων θέλων ἐνδείξασθαι· ἤγουν ὃς ἂν διαβῇ ποταμὸν σὺν κακότητι, ἤγουν κακίᾳ τῇ καταφρονούσῃ, ὧν οὐ δεῖ καταφρονεῖν, καὶ ἄνιπτος τὰς χεῖρας. Τοῦτο ὥσπερ ἐφερμηνευτικὸν τοῦ σὺν κακότητι, τούτῳ οἱ θεοὶ νεμεσῶσιν, ἤγουν ἀγανακτοῦσιν ἀγανάκτησιν δικαίαν· καὶ ἄλγη, ἤγουν λύπας, ἔδωκαν, ἀντὶ τοῦ ἐπιφέρουσιν, ὀπίσω, τουτέστιν ὕστερον. Καλλίῤῥοον ὕδωρ, ἤγουν μετὰ κάλλους ῥέον. Σύνηθες τούτοις ἐπιθέτοις χρῆσθαι, ἐνίοτε μὲν πρὸς κόσμον τῶν ὑποκειμένων, ἐνίοτε δὲ πρὸς τὴν φύσιν ἀφορῶσιν αὐτῶν· ἐνταῦθα δὴ τὸ καλλίῤῥοον κατὰ τὸ πρότερον λέγεται, πρὸς κόσμον γὰρ λέγεται τοῦ ὑποκειμένου.
ὉΣ ΠΟΤΑΜΟΝ ΔΙΑΒΗι. Ἄλλοι γράφουσι ΚΑΚΟΤΗΤΑ· ἐπὶ κακότητα εἶδεν, ἀντὶ τοῦ ἐκακώθη. Ἀρίσταρχος δὲ ἀθετεῖ τὸν στίχον τοῦτον. Ἄλλοι κακότητα ἔπι, οἱονεὶ ἐπὶ κακῷ ἑαυτόν.
ὉΣ ΠΟΤΑΜΟΝ ΔΙΑΒΗι. Τὴν ἰδίαν κατὰ νόμους λέγει γυναῖκα. Τὸ δὲ ΔΙΑΒΗι, εἰ μὲν ἀντὶ τοῦ παρέλθῃ νοήσεις, οὕτω ἐρεῖς· ὃς τὴν κατὰ νόμους συναφθεῖσαν αὐτῷ γυναῖκα παρελθὼν, ἀλλοτρίᾳ συνέλθῃ, θεομισὴς ὁ τοιοῦτος· εἰ δὲ ἀντὶ τοῦ διέλθῃ, ἤτοι συνέσεται, εἴπῃς οὕτως· ὃς τῇ ἰδίᾳ γυναικὶ συνέλθῃ μὴ πρότερον εὐξάμενος, θεομισής. ΑΛΛΩΣ. Ὅστις περαιωθῇ ποταμὸν, ἤγουν πρὸς δυνάστου λατρείαν ὑπέλθῃ, μὴ ἐκκαθάρας ἐκ κακίας τὰς χεῖρας, τουτέστι μὴ ὁμοιότροπος ὢν ἐκείνῳ — κακία γὰρ τὸ ἐναντιότροπον ἐκείνου λογίζεται — τούτῳ ἡ εἱμαρμένη νεμεσᾷ, καὶ ἐναντία ἐστὶ, καὶ ἄλγεα δῶκεν, ἤτοι δυσκληρίας ἔχει καὶ ἀτυχήματα, σκυτέων καὶ βαρβάρων ὑπεραιρομένων καὶ αὐξομένων, ὡς ὁμοιοτρόπων ἐκείνου.
ΜΗΔʼ ΑΠΟ ΠΕΝΤΟΖΟΙΟ. Πέντοζον μὲν καλεῖ τὴν χεῖρα, τοὺς δακτύλους ὄζοις εἰκάζων. ΧΛΩΡΟΝ δὲ, τὸ σαρκῶδες τῶν ὀνύχων, ὡς ζῶν καὶ ὡς ἁπαλόν. ΑΥΟΝ δὲ τὸ ἄκρον τοῦ ὄνυχος, ὃ δὴ καὶ ἄζον ἐστὶ καὶ ἀναίσθητον. Παρακελεύεται τοίνυν μὴ ἐν εὐωχίαις θεῶν τέμνειν τοὺς ὄνυχας· τέμνοντας γὰρ πρότερον καὶ κεκαθαρμένους τῇ ἑορτῇ παραβάλλειν, ἀλλʼ οὐκ ἐν αὐταῖς τοῦτο ποιεῖν. Καὶ γὰρ τρόπον τινὰ νέκρωσίς ἐστι τῶν ἐν ἡμῖν μορίων τοῦτο, ἀφαιροῦντος αὐτὰ τοῦ σώματος, ὡς συμπεφυκότα τούτῳ καὶ συνυπάρχοντα ᾧ τρέφεται. Χρὴ οὖν εἰ μὴ ταῦτα προαποθήσεις τοῦ λοιποῦ σώματος πρότερον, τουτέστιν ἐκτμηθέντα ποιήσεις, ἐν ταῖς τῶν ἄσβεστον ἐχόντων ζωὴν θεῶν εὐωχίαις, μὴ ἀποστερεῖν ταῦτα ζωῆς· ἀλλότριον γὰρ ἐκείνων τὸ τοιοῦτον. ΑΛΛΩΣ. Πεντάκλαδος ἡ χείρ. Φησὶν οὖν ξηρὸν τὸν ὄνυχα, χλωρὸν δὲ τὸ ζωτικὸν αἷμα. Ἀσεβὲς δὲ ὀνυχίζεσθαι ἐν ἑορταῖς θεῶν.
ΜΗΔʼ ΑΠΟ ΠΕΝΤΟΖΟΙΟ. Τὸ μὲν πρόχειρον, καὶ οἷσπερ ὁ Πρόκλος μακρηγορεῖ, τοιοῦτόν ἐστιν· μὴ ἐξονυχίζου ἐν ταῖς ἑορταῖς, μηδὲ τὸν ξηρὸν ὄνυχα ἐκ τῶν χλωρῶν καὶ ζώντων δακτύλων τῆς πεντόζου χειρὸς ἀπότεμνε. Τὸ δʼ ἀλληγορικὸν τοιοῦτόν ἐστιν. Ὁπότε, φησὶ, περί τινων θείων καὶ ἀναγκαιοτέρων καὶ θειοτέρων λόγοι κινοῖντο σοφοὶ, οὓς καὶ θεοὺς καλεῖ, τὰς πέντε αἰσθήσεις οἱονεὶ ἔχε τῶν τοιούτων λόγων ἐξηρτημένας, καὶ μὴ σιδήρῳ, ἤγουν σκληρῷ καὶ ἄφρονι λογισμῷ, τῆς πεντάδος τῆς τῶν αἰσθήσεων τὴν ξηρὰν καὶ ἀπροσφυῆ πρὸς τοὺς τοιούτους λόγους ἀπότεμνε ἀπὸ τῶν χλωρῶν καὶ τούτοις προσφυεστάτων· ἀλλʼ ὅρα, καὶ ἄκουε, καὶ ὀσφραίνου, καὶ γεύου, καὶ ἅπτου, κἂν ἡ ἀκοὴ μόνη τότε προσφυής ἐστι καὶ χλωρὰ, αἱ δʼ ἄλλαι ξηραὶ καὶ ἀπρόσφοροι· τουτέστιν, ὅλος ἐξ ὅλης ψυχῆς, καὶ προσεκτικώτατος γίνου τῶν λεγομένων.
ΜΗΔʼ ΑΠΟ ΠΕΝΤΟΖΟΙΟ. Μηδὲ ἐν εὐωχίᾳ θαλλούσῃ θεῶν τέμνε αἴθωνι σιδήρῳ, ἤγουν τμητικῷ, ἀπὸ τῆς πεντόζου, τουτέστι τῆς χειρὸς, τῆς πέντε δακτύλους ἐχούσης, οἳ ὄζοις ἐοίκασι, τὸ αὖον, ἤγουν τὸ ξηρὸν, τουτέστι τὸ ἄκρον τοῦ ὄνυχος, ὃ δὴ καὶ ἄζωόν ἐστι καὶ ἀναίσθητον· ἀπὸ τοῦ χλωροῦ, τουτέστι τοῦ σαρκώδους τῶν ὀνύχων, ὃ χλωρὸν ἐκάλεσεν, ὡς ζῶν καὶ ὡς ἁπαλόν. Δεῖ γὰρ δηλονότι τεμόντα πρότερον καὶ καθαρθέντα παραβάλλειν ταῖς τῶν θεῶν εὐωχίαις, ἀλλʼ οὐκ ἐν αὐταῖς τοῦτο ποιεῖν. Ἄλλως δὲ οὐ χρὴ ταῦτα προαποθνήσκοντα τῆς ζωῆς τοῦ λοιποῦ σώματος ἀποστερεῖν ἐν ταῖς τῶν ἄσβεστον ἐχόντων τὴν ζωὴν θεῶν εὐωχίαις· ἀλλότριον γὰρ ἐκείνων τὸ τοιοῦτον.
ΑΙΘΩΝΙ ΣΙΔΗΡΩι. Αἴθων λέβης ὁ εἰς ὑπηρεσίαν τοῦ πυρὸς ἐπιτήδειος· αἴθων μεταφορικῶς καὶ ὁ δραστήριος καὶ διεγηγερμένος, καθʼ ὃ δοκεῖ καὶ αἴθων λέγεσθαι σίδηρος, ἤγουν τμητικὸς, ἀπὸ τῆς καυστικῆς τοῦ πυρὸς ἐνεργείας, ἣ καὶ ἐν τῇ λέξει ἐμφαίνεται. Ἐπεὶ δὲ τὸ πῦρ ἔχει καὶ τὴν φωτιστικὴν δύναμιν, ἔχει δὲ καὶ μάχαιρα καὶ σπάθη καὶ τὰ τοιαῦτα τὸ λαμπρὸν, λέγοιτο ἂν αἴθων τοιοῦτος σίδηρος καὶ διὰ τὴν λαμπρότητα.
ΜΗΔΕ ΠΟΤʼ ΟΙΝΟΧΟΗΝ. Πολλὰ τοιαῦτα καὶ τοῖς Πυθαγορείοις ἐλέγετο· ζυγὸν μὴ ὑπερβαίνειν, καὶ χελιδόνα μὴ εἰσδέχεσθαι, καὶ μαχαίρᾳ πῦρ μὴ σκαλεύειν· συμβολικῶς παραινοῦντας τῶν ὀργιζομένων μὴ ἐπεγείρειν διὰ λόγων παροξυντικῶν τὸ πάθος, καὶ φλυάρους μὴ εἰσάγειν εἰς τὸν οἶκον καὶ λάλους, καὶ μὴ δεῖν τὸ δίκαιον ὑπερβαίνειν. Τοιοῦτον οὖν καὶ τὸ ἐπιτιθέναι τῷ κρατῆρι τὴν οἰνοχόην συμβολικὸν παίδευμα· τουτέστι, μὴ ἐπίπροσθεν ἄγειν τοῦ κοινοῦ τὸ ἴδιον. Ὁ μὲν γὰρ κρατὴρ προὔκειτο κοινὸς ἐν ταῖς τραπέζαις· ἐκ δὲ τῆς οἰνοχόης ἀρυόμενοι ἔπινον οἱ συνδειπνοῦντες. Μήτʼ οὖν τὸ μέρος νομίζειν τοῦ ὅλου ὑπέρτερον, μήτε τὸ ἴδιον τοῦ κοινοῦ προτιμότερον· χαλεπὴν γὰρ εἶναι τὴν ἐπʼ αὐτῷ μοῖραν ὡς ἑπομένην ἔχοντι ποινὴν ἀπὸ τοῦ παντὸς, ἐν ᾧ τὰ ὅλα τῶν μερῶν ἐθέλει κρατεῖν. ΑΛΛΩΣ. Οἰνοχόην κύαθον λέγουσι· τοῦτο δὲ εἶπεν, ἐπεὶ ὁ κρατὴρ ἱερός ἐστι καὶ κοινός· ἡ δὲ οἰνοχόη διακονητικὴ, ἡ τὸν οἶνον ἑκάστῳ διανέμουσα. Ἀπαγορεύει οὖν μὴ ποιεῖσθαι τὸ χεῖρον ἐπίπροσθεν τοῦ βελτίονος, καὶ τοῦ δεχομένου καὶ φυλάττοντος τὸ ἐξαντλοῦν καὶ ἀναλίσκον. Ἄλλοι δὲ λέγουσι, μηδέποτʼ ἐν δείπνῳ πρόσκεισο τῷ πίνειν. Μόνοι γὰρ οἱ ἀεὶ πίνοντες ἀεὶ ἔχουσιν ἐπὶ τοῦ κρατῆρος τὴν οἰνοχόην· ἄλλοι δὲ μή φασι τὸ τρεφόμενον τοῦ τρέφοντος προτιμήσῃς, μηδὲ τὸ ἧττον τοῦ κρείττονος.
ΜΗΔΕ ΠΟΤʼ ΟΙΝΟΧΟΗΝ. Νῦν καὶ ὁ Πρόκλος εἰς νοῦν γεγονὼς συμβολικὸν παράγγελμα τοῦτό φησιν, ἀντὶ τοῦ, μὴ προκρίνῃς τὸ ἴδιον τοῦ κοινοῦ, μηδὲ τὸ μέρος τοῦ ὅλου.
ΜΗΔΕΠΟΤʼ ΟΙΝΟΧΟΗΝ. Μηδέποτε πινόντων τινῶν καὶ συμποσιαζόντων, τίθει τὴν οἰνοχόην ἐπάνω τοῦ κρητῆρος. Συμβολικὸν τοῦτό φασιν εἶναι παίδευμα· ἀπαγορεύειν δὲ μὴ ἐπίπροσθεν ἄγειν τοῦ κοινοῦ τὸ ἴδιον, καὶ τὸ χεῖρον τοῦ βελτίονος, καὶ τὸ ἐξαντλοῦν καὶ ἀναλίσκον τοῦ δεχομένου καὶ φυλάττοντος, καὶ τὸ μέρος τοῦ ὅλου. Οἰνοχόην γὰρ εἶναι τὴν κύαθον, κρατῆρα δὲ τὸ σκεῦος τὸ ἔχον τὸν οἶνον· εἶναι δὲ τὴν μὲν διακονητικὴν καὶ τοῦ οἴνου ἀναλωτικὴν καὶ διανεμητικήν· τὸν δὲ κρατῆρα ἱερὸν καὶ κοινὸν, καὶ τοῦ οἴνου δεκτικὸν καὶ φυλακτικόν.
ΠΙΝΟΝΤΩΝ. Ἤτοι μὴ συμβουλῆς γενομένης περὶ τοῦ κοινοῦ, τὸ οἰκεῖον συμφέρον τοῦ κοινοῦ προτίμα, μηδὲ τὸ μέρος τοῦ ὅλου· χαλεπὸν γὰρ τοῦτο. Ἢ μὴ προτιμήσειας τὸ χεῖρον τοῦ κρείττονος· εὐτελέστερον γὰρ καὶ διακονητικὸν ἡ οἰνοχόη τοῦ κρατῆρος. Ἡ μὲν γὰρ οἰνοχόη ὁ βίκος ἐστὶν, ἢ τὸ ποτήριον· ὁ δὲ κρατὴρ ὡς λέβης ἐστὶ, καὶ ἐτίθετο πρὶν ἐν συσσιτίοις καὶ ἑορταῖς, οὐχ ὡς ὁ βίκος καὶ ἀρυτὴρ ἐν ἰδικῷ ἑστιάματι.
ΟΛΟΗ ΓΑΡ ΕΠʼ ΑΥΤΩι. Χαλεπὴ γὰρ, φησὶ, μοῖρα ἐπὶ τῷ τοῦτο ποιεῖν τέτυκται, ἤγουν ἐστίν· ἀπὸ τοῦ παντὸς δηλονότι ἐν ᾧ τὰ ὅλα τῶν μερῶν ἐθέλει κρατεῖν.
ΜΗΔΕ ΔΟΜΟΝ ΠΟΙΩΝ. Οἱ μὲν, ὅτι δεῖ τὰς οἰκίας πρὸ χειμῶνος συντελεῖν· ὁ γὰρ κρωγμὸς τῆς κορώνης χειμῶνος σύμβολον· οἱ δὲ, ὅτι μὴ ἀτελῆ δεῖν τὸν οἶκον ἐᾷν, μὴ ψόγον ἐπαγάγῃ παρʼ ἄλλων, οὓς τῇ κορώνῃ ἀπείκασεν, ὡς πολλὰ ἂν φθεγξαμένους νεμεσῶντας ἐπὶ τῷ ἐλλειπεῖ. Δεῖ δὲ καὶ ἐπὶ τὰ ἄλλα τὸ παράγγελμα διατείνειν, καὶ μηδὲν τῶν ἡμετέρων ἔργων ἀτελὲς περιορᾷν φερόμενον, ἀλλʼ ἑκάστῳ τὸ προσῆκον ἐπάγειν τέλος.
ΑΝΕΠΙΞΕΣΤΟΝ. Ἀφιλοκάλητον, ἀκόσμητον. Ἔνιοι δὲ ΑΝΕΠΙΡΡΕΚΤΟΝ γράφουσι, τουτέστιν ἀθυμίατον.
ΜΗΔΕ ΔΟΜΟΝ ΠΟΙΩΝ. Τὸ μὲν πρόχειρον οὕτω· μὴ ἀτελῆ τὸν δόμον ἐάσῃς, μή πως καταγγελλούσης τῆς κορώνης χειμῶνα λυπήσῃ σε. Τὸ δὲ συμβολικὸν οὕτω· μηδὲν ἔργον ἀτελὲς καὶ ἀκαλλώπιστον ἐάσῃς, μή τις μωμοσκόπος καὶ λίαν κρωκτικὸς, καὶ λάλος, ἐπιστὰς τούτῳ, μώμους καταχέῃ σου.
ΜΗΔΕ ΔΟΜΟΝ ΠΟΙΩΝ. Μηδὲ οἶκον ποιῶν ἀνεπίξεστον καταλίμπανε, ἤγουν ἀφιλοκάλητον, ἀκόσμητον, τουτέστιν ἀτελῆ. Ἔνιοι δὲ ἀνεπίῤῥεκτον γράφουσι. Τοῦτο δὲ δηλοῖ τὸν ἀθυμίαστον, ἢ τὸν ἀτελείωτον. Ἡ δʼ αἰτία, ἵνα μὴ, φησὶν, ἐπικαθεζομένη αὐτῷ κορώνη πολλὰ κρώζουσα κράζῃ, τουτέστιν, ἵνα μὴ καταλάβῃ αὐτὴν οὕτως ἀτελῆ ὁ χειμὼν, καὶ κακῶς αὐτὴν διάθηται, ὁ γὰρ κρωγμὸς τῆς κορώνης χειμῶνός ἐστι σύμβολον. Ἀπὸ γοῦν τοῦ εἰπεῖν, ἵνα μὴ ἐπʼ αὐτῇ κρώζῃ ἡ κορώνη, τὸν χειμῶνα ἐδήλωσεν, ὃν ὁ κρωγμὸς τῆς κορώνης μηνύει. Ἢ οὕτως· Μηδὲ δόμον ποιῶν ἀτελῆ καταλίμπανε· ἀπὸ τοῦ δόμου δὲ καὶ πᾶν ἔργον δεῖ νοεῖν· ἤγουν μὴ ἔργον ποιῶν, ἀτελὲς καταλίμπανε, ἵνα μὴ ψέγοντες τινὲς τρόπον κορώνης πολλὰ κρωζούσης, πολλὰ φθέγξωνται ἐπὶ τῷ ἐλλιπεῖ.
ΜΗΔʼ ΑΠΟ ΧΥΤΡΟΠΟΔΩΝ ΑΝΕΠΙΡΡΕΚΤΩΝ. Θυσίαν ταύτην ὁ Πλούταρχος πρόχειρον καὶ καθημερινὴν εἶπεν ὀρθῶς ἀφʼ ὧν μέλλομεν ἐσθίεν, ἱερὰ πάντα ποιοῦντας διὰ τοῦ ἀπάρξασθαι. Καὶ γὰρ αἱ τῶν ἱερῶν τραπεζώσεις τοῦτο εἶχον· ἀπαρξάμενοι γὰρ ἀπʼ αὐτῶν ἐδαίνυντο. Χρῆναι δὲ καὶ ἐπὶ τῶν λουτρῶν τὸ αὐτὸ δρᾷν· ἐλούοντο δὲ περιχεόμενοι κατὰ κρατός τε καὶ ὤμων· χρῆν οὖν καὶ τούτου πρότερον ἀφορίσαι τὶ πρὸ τῆς ἡμετέρας χρήσεως τοῖς ἱεροῖς θεοῖς, καὶ οὕτω τὸ λοιπὸν εἰς τὴν ἀναγκαίαν χρείαν παραλαμβάνειν.
ΧΥΤΡΟΠΟΔΩΝ. Τῶν ἐσχάρων τῶν μαγείρων. Περιφραστικῶς δὲ χύτραν εἶπε. Τουτέστιν ἀπὸ χύτρας μὴ πρῶτον φάγῃς, πρὶν σπείσῃς ἐξ αὐτῶν τοῖς θεοῖς. ΑΝΕΠΙΡΡΕΚΤΩΝ δὲ, τουτέστιν ἀθύτων, ἐφʼ ὧν θυσίαν οὐκ ἐποίησας· ῥέζειν γὰρ τὸ θύειν· τουτέστι, σπένδε πρῶτον, καὶ τότε θύε. Μηδὲ μὴν λούσῃ, ἐὰν μὴ εὔξῃ καὶ σπείσῃς.
ΜΗΔʼ ΑΠΟ ΧΥΤΡΟΠΟΔΩΝ. Τὸ μὲν κοινὸν καὶ δημῶδες οὕτω· παρακελεύομαι καὶ ἐντέλλομαί σοι μηδὲ ἀπὸ χυτροπόδων καὶ πυριστατῶν ἀθύτων λαβόντα σε τὴν χύτραν, ἐσθίειν τὰ ἐν αὐτῇ. Τουτέστιν, εἰ μὴ θύσεις πρότερον, μὴ ἅψῃ τῶν ἐν τῇ χύτρᾳ βρωμάτων, μηδὲ λούσῃ, εἰ μὴ θύσεις ὁμοίως· καὶ ταῦτα μὲν οὕτω. Τὸ δὲ βαθύτερον οὕτω μὴ ἀπὸ τῶν ὑποτελῶν, ἤτοι τῶν σῶν δούλων ἀπανθρώπως τοὺς φόρους καὶ ἀνηλεῶς ἀφελόμενος ἔσθιε· ἀλλʼ ἔσο κἀκείνοις μέτριος, καὶ εὐχῆς μοῖραν παρʼ αὐτῶν κληρούμενος, μέτριος καὶ μὴ λίαν βαρύνων αὐτούς.
ΜΗΔʼ ΑΠΟ ΧΥΤΡΟΠΟΔΩΝ. Λάσανον καὶ χυτρόπους τὸ αὐτό· ἔστι δὲ ὁ κοινῶς πυριστάτης. Ἐνταῦθα δὲ χυτροπόδων φησὶν ἀντὶ τοῦ χυτρῶν. Ἔχει δὲ πᾶς ὁ λόγος οὕτως. Μηδὲ ἀπὸ χυτρῶν ἀνεπιῤῥέκτων, ἤγουν ἀθύτων, ἀφʼ ὧν θυσίαν οὐκ ἐποίησας δηλονότι, — ῥέζειν γὰρ τὸ θύειν· θυσίαν δὲ λέγει τὴν πρόχειρον, καὶ καθημερινὴν, — παρακελεύομαί σε ἀνελόντα, τουτέστι λαβόντα, μὴ ἐσθίειν· ἀλλὰ σπένδε δηλονότι πρότερον, καὶ τότε ἔσθιε.
ΜΗΔΕ ΛΟΕΣΘΑΙ. Ἀπὸ λουτρῶν δηλονότι ἀθύτων. Τὸ δὲ πᾶν τοιοῦτόν ἐστιν· οἰκέταις μὲν καὶ μισθίοις οἱ παραδυναστεύοντες κέχρηνται, τοῖς μὲν, ἐξ ὧν διατρέφονται, φόρους συλλέγοντες· τοῖς δὲ κόσμου χάριν, καὶ προπομπῆς, καὶ καλλύνσεως. Καὶ τοὺς μὲν, ἐξ ὧν τοὺς φόρους λαμβάνουσι, χυτρόποδας καλεῖ, ὡς φέροντας αὐτοῖς χύτρας καὶ βρώματα· τοὺς δὲ, ἐξ ὧν τὴν ἐπικόσμησιν καὶ τὴν προπομπὴν ἔχουσιν, λουτρὸν κατωνόμασεν, ὡς τούτους κοσμοῦντας. Τὸ δὲ ὅλον τοιοῦτον· μὴ βαρὺς, ἀλλʼ ἱλαρὸς ἔσο, καὶ ἀμφοτέροις τοῖς ὑποτεταγμένοις σοι, ἐξ ὧν τε τοὺς φόρους λαμβάνεις, καὶ οὓς ἔχεις πρὸς ἐπικόσμησιν, ἵνʼ εὐκταῖος αὐτοῖς γίνῃ. Τοῦτο δὲ καὶ εἰς τὸ κοινὸν ἀπέῤῥιψε, καὶ οὐ πρὸς μόνον τὸν Πέρσην φησί. Ποῦ γὰρ ἐκείνῳ θεραπεία τοιαύτη καὶ προπομπή;
ΜΗΔΕ ΛΟΕΣΘΑΙ. Ἤγουν μηδὲ λοῦσθαί σε παρακελεύομαι ἀνεπιῤῥέκτως δηλονότι, ἤγουν χωρὶς τοῦ πρότερον εὔξασθαι καὶ σπεῖσαι· ἐπεὶ καὶ τούτοις ἔνεστι ποινὴ, ἤγουν τιμωρία.
ΜΗΔʼ ΕΠʼ ΑΚΙΝΗΤΟΙΣΙ. Τὸ μὲν τετριμμένον ἐπὶ τάφων τὰ παιδία μὴ ἱδρύειν· ἀκινήτους γὰρ τούτους εἶναι δεῖν. Ἀλλʼ οὐ μόνον δωδεκαταῖον παῖδα ἢ δωδεκάμηνον, ἀλλὰ καὶ πάντα ἄνθρωπον φεύγειν τὰς τοιαύτας ἕδρας. Μήποτε κάλλιον Πλούταρχος· ὅτι μὴ δεῖν τὰ νεογνὰ ἀκίνητα ἐᾷν, καὶ ἀποτίθεσθαι ἐν ἀκινήτοις· ἀσθενέστερα γὰρ γίνεται· κινεῖν δὲ αὐτὰ ὅτι μάλιστα, κἂν ἐπί τινων αὐτὰ τίς καθιζάνῃ κινουμένων, καθιζάνειν καὶ σαλεύειν διὰ τούτων, οἷα τισὶν εὐκίνητα κλινίδια μεμηχάνηται πρὸς τὴν τῶν παιδίων εὐνήν. ΑΛΛΩΣ. Οἱ μὲν ἐπʼ ἀκινήτῳ τάφῳ ἢ βωμῷ· νόμος γὰρ παρὰ Ῥωμαίοις, ὅστις φησὶ τάφον μὴ κινεῖν, τουτέστιν ὀρύττειν. Ποτὲ οὖν φησὶ μὴ ἐάσῃς τὸν παῖδά σου δώδεκα ἐτῶν ἐπὶ τάφῳ καθέζεσθαι· ἐπεὶ, καὶ ἀνὴρ ἂν τοῦτο ποιήσῃ, βλάπτεται, πολλῷ μᾶλλον ὁ παῖς. ΑΛΛΩΣ. Ἄλλοι δέ φασι μὴ ἀγύμναστον ἀφήσῃς τὸν παῖδά σου ἀπὸ δώδεκα ἐτῶν, οὐ μὴν οὐδὲ δωδεκάμηνον· ὅθεν ἐπενοήθη τὸ ἀεὶ κινεῖν τὰ παιδία.
ΜΗΔʼ ΕΠʼ ΑΚΙΝΗΤΟΙΣΙ ΚΑΘΙΖΕΙΝ. Μηδʼ ἐπὶ τοῖς τῶν νεκρῶν τάφοις κάθιζε παῖδα δωδεκαετῆ, ἀσεβὲς γὰρ τοῦτο· ἀκίνητοι δὲ οἱ νεκροί. Ἢ δωδεκαετῆ παῖδα μὴ ἐάσῃς ἀκινητεῖν καὶ νωθρεύεσθαι· ἀλλὰ κίνει πρὸς ἔργα τούτῳ κατάλληλα· οἱ γὰρ νωθροὶ καὶ ἀκίνητοι μέχρι τῆς τοιαύτης ἡλικίας ἀχρήσιμοι τῷ βίῳ καὶ ἀδρανεῖς.
ΜΗΔʼ ΕΠʼ ΑΚΙΝΗΤΟΙΣΙ ΚΑΘΙΖΕΙΝ. Μηδὲ ἐπʼ ἀκινήτοις κάθιζε, ἤγουν ἵδρυε παῖδα σὸν δυωδεκαταῖον, ἤγουν δυοκαίδεκα ἐτῶν ὄντα, οὐ γὰρ ἄμεινον, ἀντὶ τοῦ καλὸν, ὅτʼ ἀνέρʼ ἀνήνορα ποιεῖ, ἤγουν ἐπεὶ τοῦτο ἄνδρα τέλειον ποιεῖ ἄνανδρον.
ΜΗΔΕ ΔΥΩΔΕΚΑΜΗΝΟΝ. Τὸν μὲν δωδεκαετῆ φησι, μὴ ἐάσῃς ἀκίνητον πρὸς ἔργα· τὸν δὲ δυωδεκάμηνον, οὐ πρὸς ἔργα, — ἠλίθιον γὰρ τοῦτο — ἀλλὰ πρὸς πορείαν κινῶν ἁμαξίσι καὶ κλινιδίοις καὶ λοιποῖς τοιούτοις ὑποτρόχοις, ἵνα μὴ κατεῤῥαθυμικὸς καὶ νωθρότατον καὶ ἀκίνητον τὸ βρέφος γένηται.
ΜΗΔΕ ΔΥΩΔΕΚΑΜΗΝΟΝ. Ἤγουν μηδὲ δυοκαίδεκα μηνῶν ὄντα ἐπὶ τοῖς ἀκινήτοις κάθιζε. ΙΣΟΝ ΚΑΙ ΤΟΥΤΟ ΤΕΤΥΚΤΑΙ, ἤγουν ἐστίν. Ἀκίνητον, τὸ μὴ δυνατὸν, ἢ τὸ μὴ φύσιν ἔχον κινηθῆναι, καὶ τὸ μὴ πρέπον ὑπό τινος κινηθῆναι, καὶ τὸ νενομοθετημένον ὑπὸ μηδενὸς κινηθῆναι. Κατὰ τὰ δύο ταῦτα σημαινόμενα, τοὺς τάφους ἰδίως ἔλεγον ἀκινήτους, καὶ ὡς οὐχ ὅσιον ὂν δηλονότι κινεῖν αὐτοὺς τινὰ, ἀντὶ τοῦ ἀνορύττειν, καὶ ὡς νενομοθετημένον ὂν μὴ κινεῖσθαι αὐτοὺς ὑπό τινος. Ἔστιν οὖν ἐνταῦθα τὸ μὲν πρόχειρον, μὴ ἵδρυε σὸν παῖδα ἐπὶ τοῖς τάφοις. Συμβολικῶς δὲ ἔχει ὁ λόγος οὕτως· μὴ ἀγύμναστον ἀφῇς τὸν παῖδά σου, δωδεκαετῆ γεγονότα, μηδὲ δυοκαίδεκα μηνῶν ὄντα, ἀλλὰ τὸν μὲν γύμναζε ἐπὶ τελεώτερα, ἡλικίας ἤδη ἐπειλημμένον οὐκ ἀκινητεῖν ἐπὶ τὰ τοιαῦτα προσηκούσης, τὸν δὲ ἐπὶ τὸ βαδίζειν ἔθιζε· ἐπεὶ τὸ ἀκινητεῖν καὶ ἄνδρα τέλειον βλάπτει· ἀσθενῆ γὰρ αὐτὸν ποιεῖ καὶ ἄνανδρον, καὶ ταῦτα γεγυμνασμένον ὄντα.
ΜΗΔΕ ΓΥΝΑΙΚΕΙΩι ΛΟΥΤΡΩι. Μὴ δεῖν συναπογυμνοῦσθαι ταῖς γυναιξὶ τοὺς ἄνδρας· πρὸς γὰρ τῷ ἀσχήμονι, καὶ ἀπόῤῥοιαί τινες ἐκ τῶν γυναικείων σωμάτων καὶ περιττωμάτων χωροῦσιν, ὧν ἀναπίμπλασθαι τοὺς ἄνδρας μολυσματῶδες ἐστί· καὶ τοῖς εἰς τὸν αὐτὸν ἀέρα εἰσιοῦσι, καὶ τοῖς εἰς τὸ αὐτὸ ὕδωρ, ἀνάγκη τούτων ἀπολαύειν. Διὸ καὶ ἐπὶ χρόνον τινά φασι ποινὴν παραμένειν τοῖς τοῦθʼ ὑπομείνασιν, ἐν ᾧ τὸν μολυσμὸν ἀνάγκη μένειν ἐπʼ αὐτοῖς.
ΑΛΛΩΣ. ΜΗΔΕ ΓΥΝΑΙΚΕΙΩι Περιεργασίας δίκην γυναικῶν· οἱ δὲ ὅτι κελεύει μὴ συλλούεσθαι γυναικὶ, ἢ μὴ, ὡς γυνὴ, ὡραΐζου λουόμενος, οἷον μὴ μύροις ἢ τισὶ χρίσμασι χρῶ, ἢ ὅτι αἱ γυναῖκες κόσμου χάριν κέχρηνται τῷ λουτρῷ, οἱ δὲ ἄνδρες διὰ κόπων ἀνάπαυσιν λούονται.
ΜΗΔΕ ΓΥΝΑΙΚΕΙΩι ΛΟΥΤΡΩι. Τὸ μὲν πρόχειρον καὶ κοινὸν τῆς ἐννοίας αὐτῆς πᾶσι σαφέστατον· τὸ δὲ βαθύτερον τοιοῦτόν ἐστιν. Ἐντέλλομαι μηδὲ γυναικείῳ καλλωπισμῷ καλλύνεσθαι ἄνδρα, φυκιούμενον καὶ ξυρούμενον, καὶ τοῖς λοιποῖς κεχρημένον, οἷς αἱ γυναῖκες· ὅνπερ καλλωπισμὸν καὶ λουτρὸν λέγει. Ὀλεθρία γὰρ ποινὴ καὶ ἐπὶ τῷ τοιούτῳ πράγματι, καὶ μέμψις ἔσται μὴ χρόνῳ μαραινομένη.
ΜΗΔΕ ΓΥΝΑΙΚΕΙΩι ΛΟΥΤΡΩι. Παρακελεύομαι μηδὲ ἐπὶ λουτρῷ γυναικείῳ, ἤγουν ἐν ᾧ λοῦνται γυναῖκες, τουτέστι μηδὲ μετὰ γυναικῶν λουομένων, ἄνδρα φαιδρύνεσθαι, ἤγουν καθαίρεσθαι τὸ σῶμα· τὴν δʼ αἰτίαν ὁ Πρόκλος λέγει. Πρὸς γὰρ τῷ ἀσχήμονι, φησὶ, καὶ ἀπόῤῥοιαί τινες ἀπὸ τῶν γυναικείων σωμάτων χωροῦσι περιττωματώδεις· ὧν ἀναπίμπλασθαι τοὺς ἄνδρας μολυσματῶδες ἐστὶ, καὶ τοὺς εἰς τὸν αὐτὸν ἀέρα καὶ εἰς τὸ αὐτὸ ὕδωρ εἰσιόντας καὶ συναπογυμνουμένους αὐταῖς ἀνάγκη τούτων ἀπολαύειν.
ΛΕΥΓΑΛΕΗ ΓΑΡ. Χαλεπὴ γὰρ καὶ ἐπὶ τούτῳ ποινὴ, ἤγουν τιμωρία· ἐπὶ χρόνον, ἀντὶ τοῦ κατὰ χρόνον τινά· καθόσον δηλονότι ἐστὶν ἐν αὐτοῖς ὁ μολυσμός. ΑΛΛΩΣ. Παρακελεύομαι μηδὲ καθαίρεσθαι ἄνδρα τὸ σῶμα διὰ λουτροῦ γυναιξὶν ἁρμόζοντος· τουτέστι, παρακελεύομαι μὴ μύροις καὶ χρίσμασι τισὶν ἐν λουτρῷ χρῆσθαι ἄνδρα, οἷς εἰώθασιν αἱ γυναῖκες χρῆσθαι.
ΜΗΔʼ ἹΕΡΟΙΣΙΝ. Μηδὲ ἐὰν συμβῇ σοι ἐν ἱεροῖς εὑρεθῆναι, μέμψῃ τὰ μυστήρια· ταῦτα γὰρ ὁ θεὸς πάνυ μέμφεται.
ΜΗΔʼ ἹΕΡΟΙΣΙΝ. Τὸ πρόχειρον, μηδὲ ἐν θυσίαις θεῶν τυχὼν μωμοσκόπει τὰ μυστήρια· ἢ μὴ περὶ τῶν ἐν οἴκοις τινῶν κρυφῆ τελουμένων αἰσχρῶν ἐν τοῖς ἱεροῖς διαλέγου. Τὸ δὲ βαθύτερον καὶ ἀλληγορικὸν οὕτως ἔχει· μὴ ὃ ἤκουσας μυστηριῶδες ἀπό τινος συμβούλῳ σοι χρησαμένου διάσυρε, καὶ φαύλιζε, καὶ φανέρου· θεὸς γάρ τις, ἤτοι σοφός τις καὶ φρόνιμος, καὶ ταῦτα αἰτιᾶται· ἢ μοῖρά τις ἕνεκεν τῶν τοιούτων τοὺς περὶ φίλους φαύλους τιμωρεῖ.
ΜΗΔʼ ἹΕΡΟΙΣΙΝ ΕΠʼ ΑΙΘΟΜΕΝΟΙΣΙ. Μηδὲ ἐπὶ ἱερείοις καιομένοις, ἤγουν θυσίαις τελουμέναις κατὰ συμβεβηκὸς εὑρεθείς· μωμεύειν, ἀντὶ τοῦ μώμει, μέμφου, ἀΐδηλα, τουτέστιν ἄξια ἀφανισμοῦ, ἤγουν μὴ μεμφόμενος τὰ ἱερὰ, λέγε λόγους ἀξίους ἀπωλείας· ὁ θεὸς καὶ ταῦτα νεμεσᾷ, ἤγουν μέμφεται. Ἢ οὕτως· μηδὲ ἐν θυσίαις τελουμέναις κατὰ συμβεβηκὸς εὑρεθεὶς, τοῦτο γὰρ τὸ κυρήσας, μώμει, ἤγουν βλασφήμει εἰς τινά. Εἶτα· ἀδήλως γὰρ ὁ θεὸς καὶ ταῦτα μέμφεται.
ΜΩΜΕΥΕΙΝ ΑΙΔΗΛΑ. Μὴ ἀδήλως κατὰ σεαυτὸν καὶ ἐν τῇ ψυχῇ σου μωμεῖν τὰ ἱερά. Ἔστι δὲ καὶ τοῖς ἑξῆς συνάψαι, ἀΐδηλα θεὸς νύ τοι καὶ τὰ νεμεσσᾷ. Ἀδήλως δηλονότι ἐπὶ τῶν τοιούτων μέμφεται. Ἢ οὕτως· μὴ ἐπὶ τοῖς αἰθομένοις ἱεροῖς ἀΐδηλα, τουτέστι μάταια, διανοηθῇς, θεὸς γὰρ καὶ ταῦτα μέμφεται. ΑΛΛΩΣ. Οὐ μόνον ὅτι δεῖ μὴ μωμεύειν τὰ ἱερά· τοῦτο γὰρ παντὸς ἦν εἰπεῖν· ἀλλὰ τὸν παραβάλλοντα ἱεροῖς δρωμένοις μηδένα βλάσφημον λόγον λέγειν, μηδὲ ὑβρίζειν μηδένα· καὶ γὰρ ταῦτα ἄδηλά ἐστι, καὶ ἀφανῆ ὄντα ποίαν ἕξει ποινὴν, παραιτητέον· νεμεσᾶν γὰρ αὐτοῖς τὸν θεὸν ὡς ἀλλοτρίοις τῆς ἰσότητος.
ΜΗΔΕΠΟΤʼ ΕΝ ΠΡΟΧΟΑΙΣ. Ταῦτα διαγράφει Πλούταρχος, ὡς εὐτελῆ καὶ ἀνάξια παιδευτικῆς Μούσης, μὴ οὐρεῖν ἐν προχοαῖς ποταμῶν ἢ κρηνῶν, μηδʼ ἀποπατεῖν, τοῦτο γὰρ τὸ ἀποψύχειν. Ἴσως δὲ καὶ ταῦτα παρακελεύεται τῆς ἰδιωτείας τῶν πολλῶν στοχαζόμενος. Οὐ γὰρ πάντες ἔχουσι νοῦν, ἀλλὰ καὶ ταῦτά τινες ἂν παρίδοιεν. ΑΛΛΩΣ. Ἀποψύχειν, ἀφοδεύειν, ἢ ἀποπνευματίζειν, ἢ ἀναψύξεως χάριν τοῦ σώματος, τοῖς ποταμίοις ῥεύμασιν ἵστασθαι, ἢ ἀποπλύνειν, ἢ ἀπονίπτειν.
ΜΗΔΕΠΟΤʼ ΕΝ ΠΡΟΧΟΗι ΠΟΤΑΜΩΝ. Πάλιν τῶν προτέρων ἔχεται λόγων, καί φησι, μὴ συνεύνους δυναστῶν ἢ μητέρας μοιχᾶσθαι θέλε, μηδʼ ἐναπόψυχε ἐν ποταμοῖς, τουτέστιν, τὸν φορυτὸν τῆς γαστρὸς ἔκχεε· ἤτοι, μηδʼ αἰσχρότερον δράσειας πασχητιῶν καὶ θηλυνόμενος. Προχοὴ δὲ τὸ τῶν ποταμῶν στόμιον, διʼ οὗ εἰσβάλλουσιν εἰς τὴν θάλασσαν. Νῦν δὲ τὰς συνεύνους τῶν δυναστῶν λέγει· ἅλα δὲ τὸν κόσμον, εἰς ὃν οἱ δυνάσται ῥέουσι τῷ πλούτῳ περιῤῥεόμενοι· κρήνας δὲ τὰς αὐτῶν μητέρας, ἐξ ὧν αὐτοὶ πρὸς τὴν κοσμικὴν εἰσέῤῥευσαν θάλασσαν. Αἱ γὰρ πηγαὶ μητέρες τῶν ποταμῶν εἰσίν.
ΜΗΔΕ ΠΟΤʼ ΕΝ ΠΡΟΧΟΗι. Μηδέποτε ἐν ῥεύμασι ποταμῶν εἰς τὴν θάλασσαν ῥεόντων οὔρει, μηδὲ ἐναπόψυχε, ἤγουν ἀποπάτει, μηδὲ ἐπὶ κρηνῶν, ἤγουν πηγῶν, ταῦτα ποίει, μάλα δὲ ἔκφευγε, τοῦτο γὰρ οὐδαμῶς ἐστὶ λώϊον· ἀντὶ τοῦ καλόν.
ΜΗΔʼ ΕΠΙ ΚΡΗΝΑΩΝ. Παρακελευσάμενος μὴ πλησιάζειν γυναικὶ χάριν παιδοποιΐας ἐκ μέθης ἐπανιόντα, ἀλλʼ ἐκ βουλευτηρίου ἐπανακάμψαντα, νῦν παραινεῖ μηδὲ τῶν δυναστῶν μοιχᾶσθαι γυναῖκας, ἀλλὰ τῆς τοιαύτης ἀφίστασθαι πράξεως· ὃν γὰρ τρόπον αἱ κρῆναι ποταμοὺς ἀποτίκτουσι, τὸν αὐτὸν τρόπον αἱ περιφανεῖς τοιαίδε γυναῖκες τοὺς ἐν τῷ βίῳ πολλῷ ῥεύματι χρυσοῦ περιῤῥέοντας ἄνδρας δυνάστας, καὶ ὑπερόχους, ὧν τοῦ πλούτου πολλοὶ ἀπαρύονται, ἀποτίκτουσιν· ἀλλὰ νῦν αἱ τοιαῦται κρῆναι παντοίων οὔρων ἐπλήσθησαν.
ὩΔʼ ἙΡΔΕΙΝ. Τοῦτο τὸ τέλος ἐστὶ τῶν παραγγελμάτων, ἱκανὸν δὲ εἰς τὸ παιδεῦσαι ἡμᾶς τὸ ἑαυτὸν ἦθος εὐλαβουμένους τὴν φήμην. Οὐ γὰρ ὅσον ἀρετῆς οἱ ἄνθρωποι σφάλλονται, τοσοῦτον καὶ κρίσεως ἀρετῆς, φησὶν ὁ Πλάτων. Τὴν οὖν χαλεπὴν φήμην φυλακτέον εἰς δύναμιν. Ἡ γὰρ κακὴ φήμη, κούφη μέν ἐστιν ὑπενεγκεῖν, κεντοῦσα τοὺς ὑπʼ αὐτῆς ὀνειδίστους γινομένους, ἔτι δὲ καὶ ἀρξαμένην ταύτην παῦσαι χαλεπόν· εἰώθασι γὰρ οἱ ἄνθρωποι πολλαπλασιάζειν, ἃς ἂν παραλάβωσι φήμας, καὶ ἐκ σμικρῶν μεγάλας ποιεῖν. Καὶ τέλος προσέθηκεν, ὅτι κινδυνεύει καὶ ὡς ἐπὶ τὸ πλεῖστον ἀληθὴς εἶναι πᾶσα φήμη, ἣν λαοὶ πολλοὶ φημίξωσι· καὶ διὰ τοῦτο ἔχειν τὶ καὶ αὐτὴν θεῖον. Πολλάκις γοῦν ὁ μὲν ἄρξας αὐτῆς οὐκ ἔστιν, εὔστοχος δὲ αὕτη διʼ αὐτῶν ἀναφαίνεται τῶν ἀποβαινόντων, ὥστε εἰκότως δεῖ φυλάττεσθαι τὴν κακὴν φήμην. Καὶ τοῦτο οὖν χρήσιμον, τὸ δεῖν καὶ δόξαν ὑφορᾶσθαι τὸν παιδευόμενον. Οὐ γὰρ ἁπλῶς ἀληθὲς ὃ λέγει Γοργίας· ἔλεγε δὲ, Τὸ μὲν εἶναι, ἀφανὲς, μὴ τυχὸν τοῦ δοκεῖν· τὸ δὲ δοκεῖν, ἀσθενὲς, μὴ τυχὸν τοῦ εἶναι. Παρὰ γὰρ τοῖς πολλοῖς καὶ τὸ δοκεῖν ἰσχὺν ἔχει, καὶ τὰ ἐκ τοῦ δοκεῖν ἀποβαίνοντα δυσχερῆ δείκνυται οὐκ ὄντα ὀλίγα. Μᾶλλον οὖν ὡς Ξενοκράτης ἔλεγε, Τοῦ μὲν οὖν φίλον Ἀλέξανδρον ἔχειν ἕνεκα, μηδʼ ἂν τὸν δάκτυλον κινῆσαι, τοῦ δὲ μὴ ἐχθρὸν, πάντα ἂν πράξαι· οὕτω καὶ Ἡσίοδος τῆς μὲν παρὰ τοῖς πολλοῖς δόξης ἀξιοῖ ποιεῖσθαι λόγον μηδένα, τῆς δὲ ἀδοξίας, ἵνα μὴ συμβῇ, πάντα ποιεῖσθαι λόγον.
ὩΔʼ ἙΡΔΕΙΝ. Ἐπιλογικὸν κεφάλαιον, οὕτως ἕρδε, ἢ οὕτως ἕρδειν ἐντέλλομαι· τὴν δʼ αἰσχρὰν φήμην ἔκφευγε.
ὩΔʼ ἙΡΔΕΙΝ. Οὕτω πράττε, τὴν κακὴν δὲ φήμην τῶν ἀνθρώπων, ἣν οἱ ἄνθρωποι δηλονότι αἴρουσιν, ὑπαλεύεο, ἤγουν ἔκφευγε, τουτέστιν, ἔργα πράττε ἀγαθὰ, ἵνα μὴ χώραν ἔχῃ κατὰ σοῦ ἡ φαύλη τῶν ἀνθρώπων φήμη· ἡ φήμη γὰρ ἡ κακὴ κούφη μέν ἐστι ῥαδίως πάνυ εἰς τὸ ἆραι αὐτήν τινα, ἤγουν κηρῦξαι, διαδοῦναι, ἀργαλέα δὲ, ἤγουν ἀλγεινὴ, βαρεῖα, εἰς τὸ φέρειν τινὰ αὐτὴν, ἀντὶ τοῦ ὑπομένειν. Χαλεπὴ δὲ, ἤγουν δυσχερὴς εἰς τὸ ἀποθέσθαι τινὰ αὐτὴν, ἤτοι ἀποφορτίσασθαι, ἀφʼ ἑαυτοῦ· ῥίψαι κινουμένην, δηλονότι κατʼ αὐτοῦ παῦσαι. Φήμη δὲ οὐδεμία παντελῶς ἀπόλλυται, ἤγουν ψευδὴς λέγεται, ἥντινα πολλοὶ φημίξουσι.
ΦΗΜΗ ΓΑΡ ΤΕ ΚΑΚΗ. Ἡ φαύλη γὰρ φήμη ῥᾴστη καὶ ἐλαφρὰ πάνυ, εἰς τὸ ἀρθῆναι καὶ κηρυχθῆναι, καὶ ἐπαρθῆναι, ἐργώδης δὲ καὶ δυσχερὴς στέγεσθαι καὶ καρτερεῖσθαι. Ἀδυνάτως δέ τις ἔχει ταύτην ἀποθέσθαι· ἡ γὰρ φήμη, ἣν πολλοὶ κηρύξουσιν, οὐκ ἀπόλλυται, ἀλλὰ θεοῦται, καὶ παράμονος μένει. Τῷ τοι μηδὲ σὺ δρᾶ τοιαῦτα αἰσχρὰ, καὶ οὐκ ἄν σε δύσφημος φήμη κατάσχῃ.
ΘΕΟΣ ΝΥ ΤΙΣ ΕΣΤΙ ΚΑΙ ΑΥΤΗ. Διά τε τὴν τῶν πολλῶν δηλονότι ὁμογνωμοσύνην, καὶ τὸ ἐπιτυγχάνειν τῆς ἀληθείας. Τοῦτο δὲ ἐπήγαγε θέλων δεῖξαι ἐφʼ ἡμῖν εἶναι τὸ φυγεῖν τὴν καθʼ ἡμῶν φαύλην φήμην, ἢ μὴ φυγεῖν· ὡς ἔχειν τὸν νοῦν πάντα τοῦ λόγου οὕτως· τὴν κακὴν δὲ φήμην τῶν ἀνθρώπων ἔκφυγε, ἤγουν μὴ ἔργα πράττε ταύτην κινοῦντα ἐπεὶ εἰ ταύτην κατὰ σοῦ κινήσεις, ἔργα δηλονότι φαῦλα πράττων, μετʼ ὀδύνης αὐτὴν βαστάσεις, ἀγανακτῶν δὲ καὶ θέλων αὐτὴν κατὰ σοῦ κινουμένην παῦσαι, δυσχερῶς τοῦτο δυνήσῃ. Εἰ δὲ νομίζεις μὴ ἐπὶ σοὶ εἶναι τὴν κατὰ σοῦ φαύλην ἐκφυγεῖν φήμην, ὡς ἂν δυνατὸν εἶναι μάτην αὐτὴν κατὰ σοῦ κινηθῆναι, μηδεμίαν αὐτῇ δηλονότι ἀφορμὴν δεδωκότος, οὐ καλῶς τοῦτο νομίζεις· ἐπεὶ εἰ μὴ σὺ αἰτίαν παρέξεις τινὰ, οὐκ ἂν αὐτὴ μάτην διαδοθείη. Οὐδεμία γὰρ φήμη μάτην παντελῶς διαδίδοται, ἥν τινα πολλοὶ λαοὶ φημίξουσιν, ὥστε διὰ τοῦτο καὶ θεός τις καὶ αὐτὴ δοκεῖ εἶναι.
ΗΜΑΤΑ Δʼ ΕΚ ΔΙΟΘΕΝ. Αἱ περὶ τῆς τῶν ἡμερῶν ἐκλογῆς καὶ ἀπεκλογῆς παραινέσεις ἔχουσι μὲν τὰς ἀρχὰς ἐκ τῶν παρατηρήσεων. Ἄλλαι δὲ παρʼ ἄλλοις ἐκράτησαν, ἐπεὶ καὶ παρʼ Ὀρφεῖ τινὲς αὐτῶν διακρίσεις, καὶ ἐν τοῖς Ἀθηναίων πατρίοις διωρίσθησαν, καὶ αἱ μὲν ἀγαθαί τινες, αἱ δὲ φαῦλαι, μέσαι δέ τινες εἶναι. Καὶ οὐχ ὅλας ἡμέρας μόνον ὑπέλαβόν τινες εὐκαιρίαν ἔχειν πρὸς καταρχὰς τινῶν πράξεων, ἀλλὰ καὶ μόρια τῆς ἡμέρας, ὅτε μὲν τὰ ἑωθινὰ ἐπαινοῦντες, ὅτε δὲ τὰ περὶ δείλην ὀψίαν, ὅπου δὲ καὶ τοῖς μὲν θεοῖς οἰκεῖα τὰ πρὸς μεσημβρίαν εἰρήκασιν, ἥρωσι δὲ τὰ μετὰ μεσημβρίαν. Ὁ γοῦν Ἡσίοδος τὰς πολλὰς ἐν τούτοις εἰδὼς τῶν κατʼ αὐτὸν παρατηρήσεις εἰς τὰς ἡλίου κινήσεις καὶ σελήνης, καὶ τὰς πρὸς ἀλλήλους σχέσεις αὐτὸς ἀποβλέψας, ἀνάγει τὰς τῶν ἐπιτηδείων καὶ ἀνεπιτηδείων διαφορὰς, ἀφʼ ὧν μάλιστα γίνεται πάντα μὲν τὰ θνητὰ τῶν κινουμένων, ἄλλα δὲ μᾶλλον ἄλλων· πρὸς τὰς δὲ τὰς περιόδους αὐτῶν οἰκείως ἢ ἀλλοτρίως ἔχει τῶν γινομένων. Δηλοῖ δὲ καὶ τῶν φυτῶν τὰ μὲν σελήνῃ συγκινούμενα, τὰ δὲ ἡλίῳ. Τὰ μὲν γὰρ ῥόδα καὶ ἴα καὶ μετὰ τούτων τὰ ἡλιοτρόπια, πρὸς ἥλιον ἀνίσχοντα τρέπει τὰ φύλλα, καὶ πρὸς καταδυόμενον ὡσαύτως εἰς ἑσπέραν ῥέποντα· τὰ δὲ τῶν ἐλαιῶν φύλλα διδάσκει καὶ τοὺς γεωργικοὺς γεγονέναι τροπὰς ἢ χειμερινὰς ἢ θερινὰς, διὰ τῆς ἑαυτῶν περιτροπῆς, ὅτε μὲν ἄνω τὸ μελάντερον ἰσχόντων, ὅτε δὲ τὸ λευκόν. Τὰ δὲ τῶν αἰλούρων ὄμματά φασι καὶ τὰ σπλάγχνα τῶν μυῶν πάντων φθίνειν μὲν σελήνης ληγούσης, αὔξεσθαι δὲ ἀκμαζούσης. Εἰ μὲν περὶ πανσέληνον ἐξαιρεθείη, τὴν γόνιμον ἀρχὴν ἔτι φυλάττει, καὶ αὖθις βλαστάνει κατὰ τὴν προσήκουσαν ὥραν· εἰ δὲ φθινούσης, ἄγονον γίνεται· καὶ ἁπλῶς, τὰ μὲν πληρουμένης, εὐθηνεῖται, τὰ δὲ ληγούσης αὐτῆς, τοῖς μὲν ὠφελίμου τῆς ὑγρότητος οὔσης, ἣν διαχεῖ τὸ σεληναῖον φῶς αὐξόμενον, τοῖς δὲ βλαβερᾶς. Ἄρχεται οὖν ὁ Ἡσίοδος ἐκ τῆς τριακάδος, καθʼ ἣν ἡ ἀληθής ἐστι σύνοδος, ὅτε μὲν οὖσαν τριακάδα ἄνευ ἐξαιρέσεως, ὅτε δὲ κθʹ, ὅτε καὶ ὑπεξαιρεῖται ἡ πρὸ αὐτῆς ὑπὸ Ἀθηναίων. Διὸ καὶ αὐτὸς ἀξιῶν τὴν οὖσαν τριακάδα λαμβάνειν εἶπεν, εὖτʼ ἂν δή μιν λαοὶ κρίνοντες ἄγωσιν. Εἰκότως δὲ ἀπὸ ταύτης ἤρξατο, καθʼ ἣν ἡ σύνοδος. Δεῖ γὰρ τὴν κοινωνίαν αὐτὴν ὡς μίαν ἀρχὴν οὖσαν ἀμφοτέρων ἀρχὴν ποιεῖσθαι καὶ τῶν ἡμερῶν, ἃς ἐκ τῆς πρὸς ἀλλήλους ποιοῦσι σχέσεως. Βούλεται δὲ ἐν ταύτῃ τά τε ἔργα τοῦ μηνὸς ἐφορᾷν πάντα, καὶ τὴν τροφὴν ἀπομερίζειν τοῖς ἐργάταις, τὸ μὲν εἰς τὴν τοῦ παρελθόντος συντεῖνον ἐπίσκεψιν τῶν πονηθέντων, τὸ δὲ εἰς τὴν τοῦ μέλλοντος συντελοῦν προτροπὴν τῶν πραχθησομένων.
ΗΜΑΤΑ Δʼ ΕΚ ΔΙΟΘΕΝ. Οὐ ταύτας μόνον, ὡς ἀπὸ τοῦ Διὸς λέγει εἶναι, τὰς δὲ λοιπὰς οὐχί. Διαιρεῖ δὲ μόνον ταύτας, τὰς μὲν ὡς πρὸς γνῶσιν καὶ τὸ φιλοσοφεῖν συμβαλλομένας, τὰς δὲ ὡς ἐργαστικὰς, καὶ τὰς μὲν, ὡς ἐν τῇ ἡμῶν σπουδῇ, τὰς δὲ, ὡς ἐν τῇ τοῦ ἀέρος φύσει κειμένας.
ΗΜΑΤΑ Δʼ ΕΚ ΔΙΟΘΕΝ. Μετὰ τὴν τῶν ἔργων διδασκαλίαν, καὶ τὴν λοιπὴν ὑποθήκην· τε καὶ παραίνεσιν, νῦν διαλαμβάνει περὶ τῶν τῆς σελήνης ἐφημερίδων. Κατάρχεται γοῦν καί φησιν ὁποία τούτων ποίῳ τῶν ἔργων καθέστηκε χρήσιμος, κἂν δεινῶς καὶ συγκεχυμένως καὶ κακοζήλως, ἔτι δὲ καὶ ψευδῶς, καὶ οὐχ, ὥσπερ ὁ μέγας Ὀρφεὺς, διδασκαλικῶς τε καὶ τεταγμένως καὶ κατʼ εὐκρίνειαν, καὶ τὸ πλέον τεχνικωτέρως καὶ ἀληθῶς. Ἐκεῖνος μὲν γὰρ οὕτω φησί· Πρῶτον μὲν πρώτῳ ἐνὶ ἤματι φαίνεται Ἄρης. Μήνη δʼ εἴς τʼ Ἄρην ἐπιτέλλεται· ἴσχεο δʼ ἔργων. Τὴν δὲ γὰρ ἐξανύσασα φύσιν δίκερων ἀναφαίνει. Αὐτὰρ ἐπὴν τρίτον ἦμαρ ἀπόπροθεν ἠελίοιο, Πᾶσιν ἐπιχθονίοισι φυτοσπόρου αἰτίη ἀλκῆς. Τετράδι δʼ αὐξομένη πολυφεγγέα λαμπάδα τείνει. Καὶ καθεξῆς, ε ϛ ζ μέχρι τῆς λ. οὗτος δὲ τριακοστὴν λέγει ἔννην. Εἶτα, δ, ζ, η, ια, ιβ, ιγ, ιϛ, ϛ, η, ιβ, κ, ι, ιδ, κδ, δ, ε, ιζ, δ, ιθ, θ, κβ. οὕτως ταῦτα συγκεχυμένως φησί. ΗΜΑΤΑ ΕΚ ΔΙΟΘΕΝ, ἐκ νοὸς καὶ φρονούντων, ἢ τοῦ οὐρανοῦ, φυλάσσων καὶ ἐπιτηρῶν τὰς ἡμέρας καλῶς καὶ κατὰ τὸ πρέπον, πέφραδε, καὶ λέγε τοῖς δμωσὶ, τὴν λ τοῦ μηνὸς τῆς σελήνης ἀρίστην εἴς τε τὸ ἐπιτηρεῖν τὰ ἔργα, καὶ διαδιδόναι τροφὰς, ὁπότε τέως οἱ λαοὶ κρίνοντες τὴν ἀλήθειαν ἔχωσι τὴν λ τῆς σελήνης, καὶ οὐ ψευδῶς.
ΕΚ ΔΙΟΘΕΝ. Ἤγουν ἐκ νοὸς καὶ φρονίμων μάνθανε, ἢ ὁρῶν τὴν σελήνην ἐν οὐρανῷ, καὶ τοὺς λοιποὺς ἀστέρας γίνωσκε.
ΗΜΑΤΑ Δʼ ΕΚ ΔΙΟΘΕΝ ΠΕΦΥΛΑΓΜΕΝΟΣ. Ποιητικῶς λέγεται τὸ, ἐκ Διόθεν, ὡς τὸ, ἐξ οὐρανόθεν. Φυλάττομαι τὸ ἐκφεύγω· ἐνταῦθα δὲ τὸ πεφυλαγμένος, ἀντὶ τοῦ φυλάττων, τουτέστι παρατηρῶν, ἡμέρας δὲ ἀπὸ τοῦ Διὸς λέγει, τὰς ἀγαθάς. Ἔχει δὲ πᾶς ὁ λόγος οὕτως· τὰς ἡμέρας δὲ τὰς ἀπὸ τοῦ Διὸς, τουτέστι τὰς ἀγαθὰς, παρατηρῶν καλῶς κατὰ τὸ πρέπον, ἐντέλλου τοῖς δούλοις σου· τοῦτο γὰρ τὸ ΠΕΦΡΑΔΕΜΕΝ· κατὰ τὴν τριακοστὴν τοῦ μηνὸς, τοῦ τῆς σελήνης δηλονότι, τὴν ἀρίστην — τὴν δὲ αἰτίαν, διʼ ἣν αὐτὴν ἐξαιρέτως ἀρίστην λέγει, ὁ Πρόκλος διέξεισιν — οὐκ ἐργάζεσθαι, ἀλλʼ ἡσυχίαν ἄγειν, καὶ ἐφορᾷν τὰ ἔργα τὰ πονηθέντα κατὰ τὸν παρελθόντα μῆνα. Καὶ τὴν τροφὴν αὐτοῖς ἀπομέριζε, παρασκευάζων αὐτοὺς ἐπὶ τὰς ἐργασίας τοῦ ἐπιόντος μηνὸς ὁπηνίκα ἂν ἄγωσιν αὐτὴν τὴν τριακάδα, δηλονότι οἱ λαοὶ, ἀλήθειαν κρίνοντες, οὐχ ὑπεξαίρεσιν, ὡς οἱ Ἀθηναῖοι δηλονότι, ποιοῦντες· οὗτοι γὰρ τὴν πρὸ τριακάδος ὑπεξαιροῦντες ἐνάτην καὶ εἰκοστὴν τὴν τριακάδα καλοῦσιν· οὐδʼ ἐμβολίμους μῆνας τιθέντες, ὡς συγχεῖσθαι τὴν ἀληθινὴν τοῦ μηνὸς τῆς σελήνης τριακάδα. Εἶτα θέλων διεξελθεῖν τὰς ἡμέρας, ἃς εἴρηκεν παρατηρεῖν αὐτὸν, ἐπαναλαμβάνει τὸν λόγον, καὶ φησίν· αἱ δὲ γὰρ ἡμέραι, ὁ γαρ ἀντὶ τοῦ δε, ἤγουν αὗται δέ εἰσιν αἱ ἡμέραι αἱ παρὰ τοῦ Διὸς τοῦ βουλευτικοῦ, ἃς εἶπον δηλονότι παρατηροῦντά σε, κατὰ τὴν τριακοστὴν τοῦ μηνὸς ἀργίαν ἄγειν, καὶ τὰ πονηθέντα ἐφορᾷν ἔργα.
ΤΡΙΗΚΑΔΑ ΜΗΝΟΣ ΑΡΙΣΤΗΝ. Διότι ἡ λʹ ἀπομιμεῖται τὴν ἀλήθειαν, κατὰ γὰρ ταύτην ἡ σελήνη τῷ ἡλίῳ συνέρχεται καὶ συνήνωται. Καὶ ἐπεὶ ἴδιον τῆς ἀληθείας τὸ μονοειδὲς ἐναντίως τοῦ ψεύδους ἐχούσης, τὸ γὰρ ψεῦδος πολυσχιδὲς, διὰ ταῦτα ὡς ἑνοποιὸς ἡ λʹ τῇ μονοειδεῖ ἀληθείᾳ ἀπείκασται.
ΤΡΙΗΚΑΔΑ ΜΗΝΟΣ ΑΡΙΣΤΗΝ. Ἰστέον, ὅτι μῆνα τὸν τῆς σελήνης λέγει· διὰ τοῦτο καὶ ἕνα μῆνα τοῦτον μόνον φησὶ καὶ τριακονθήμερον. Ὁ γὰρ τῆς σελήνης μὴν τοιοῦτός ἐστι, κθ ἥμισυ ἡμερῶν καὶ τετάρτης. Καὶ τὴν τριακοστὴν δὲ ἡμέραν, οὗτος ἀγαθὴν λέγει, ἣν Ὀρφεὺς φαύλην πᾶσιν ἔργοις φησὶ, δοσοληψίαις δὲ μόναις ἐσθλήν.
ΕΥΤʼ ΑΝ ΑΛΗΘΕΙΗΝ. Ὁπόταν τὴν ἀληθῆ σύνοδον οἱ λαοὶ διακρίνοντες ἄγωσι. Τοῦτο δέ φησιν, ὅτι ἄλλοι ἐν εἰκοσιοκτὼ ἡμέραις, ἕτεροι δʼ ἐν πλείοσι, τὴν σύνοδον γίνεσθαι φασίν· ἀλλὰ μὴν καὶ ἐμβολιμαίους ἀναπλάττονται μῆνας. ΑΛΛΩΣ. Ὅταν μετὰ ἀληθείας κρίνωσιν οἱ ἄνθρωποι τὰς ἡμέρας, ἤτοι ὅταν τὴν ἀληθῆ ἐπίστανται σύνοδον, καὶ μετὰ ἀκριβείας γινομένην. Ἄλλοι γὰρ ἀλλοίως δοξάζουσιν, ἐπειδὴ καὶ ἐμβολιμαίους μῆνας εἰώθασι τιθέναι. Αὗται γὰρ αἱ ἡμέραι εἰσὶ παρὰ τοῦ θεοῦ, αἱ τῆς σελήνης, οὐχὶ τοῦ μηνός· ἐπειδὴ αἱ τοῦ μηνὸς ἡμέραι, οὐχ αἱ αὐταὶ πανταχοῦ, αἱ δὲ τῆς σελήνης, αἱ αὐταί.
ΑΙ ΔΕ ΓΑΡ ἩΜΕΡΑΙ ΕΙΣΙ ΔΙΟΣ. Τὴν μὲν τριακάδα πεποίηται ἀρχὴν, διʼ ἣν εἴπομεν αἰτίαν, οὐκ ἐργάζεσθαι ἀξιώσας ἐν αὐτῇ, ἀλλʼ ἐποπτεύειν τὰ ἔργα. Φασὶ γοῦν τινες τότε καὶ τοὺς μύρμηκας ἡσυχίαν ἄγειν· ἐπιδήλως καὶ τοῦτο πολλοῖς γίνεται τεκμήριον τοῦ εἶναι τριακάδα, καὶ τὴν σελήνην σύνοδον ποιεῖσθαι πρὸς ἥλιον. Τὴν δὲ σῦν ἀνίερον Αἰγύπτιοί φασιν, ὅτι μίξεσι χαίρει κρυπτομένης ὑπὸ τοῦ ἡλίου τῆς σελήνης. Καὶ μήποτε καὶ τοῦτο τὸ ζῶον, ὡς χθόνιον καὶ γεννήσεσι χαῖρον, οἰκεῖόν ἐστι πρὸς ταύτην εἰκότως μάλιστα τῆς θεοῦ τὴν συνοδικὴν φύσιν, ἣν πρὸς ἥλιον λόγον ἔχειν, ὡς θήλεος πρὸς ἄῤῥενα, φασί. Μετὰ δὲ ταύτην ἀπὸ τῆς νουμηνίας ἀρξάμενος ἐπαινεῖ τὰς τρεῖς, τὴν ἕνην, οὕτως καλῶν τὴν νουμηνίαν παρὰ τὸ ἓν, τὴν τετράδα, τὴν ἑβδόμην, καὶ πάσας ἱερὰς λέγων, τὴν δὲ ἑβδόμην καὶ ὡς Ἀπόλλωνος γενέθλιον ὑμνῶν, διὸ καὶ Ἀθηναῖοι ταύτην ὡς Ἀπολλωνιακὴν τιμῶσι δαφνηφοροῦντες, καὶ τὸ κανοῦν ἀποστρέφοντες, καὶ ὑμνοῦντες τὸν θεόν. Ἔχουσι δὲ αἱ τρεῖς μεσότητα ἀριθμητικὴν, καὶ ἡ τετρὰς μετὰ τῆς ἑβδομάδος τὸν εἴκοσι καὶ ὀκτὼ ἀριθμὸν, καθόσον ἡ σελήνη δίησι τὸν Ζωδιακόν. Αἱ γὰρ λοιπαὶ ἐπικινήματα αὐτῆς ἔχουσιν, ἵνα καταλάβῃ τὸν ἥλιον. Ἡ μὲν οὖν πρώτη, ἡ καὶ ἕνη ῥηθεῖσα, ὡς ἀρχὴ, θεῖόν ἐστι, καὶ γὰρ πᾶσαν ἀρχήν φησι Πλάτων εἶναι θείαν, καὶ γενέθλιος αὐτοῦ καλεῖται τοῦ μηνός. Καὶ ὁ μὴν ἐν αὐτῇ παρʼ Ὀρφεῖ προσαγορεύεται μονόκερως μόσχος. Ἁπλῶς μὲν γὰρ ὁ μὴν, ὡς γενέσεως ἐργάτης, λέγεται βοῦς· ὡς δὲ πρώτην ἔχων τότε τῆς οἰκείας οὐσίας τὴν ἔκφασιν, μόσχος· καὶ διὰ τὸ μοναδικὸν, μονόκερως. Ἡ δὲ τετράς ἐστιν ἐν τῇ μονάδι συγγενής· διότι καὶ αὐτὴ πάντας περιέχει τοὺς ἁρμονικοὺς λόγους, οὓς εἶχεν ἡ μονὰς σπερματικῶς, τὸν μὲν ἐπίτριτον ποιοῦσα πρὸς τὴν τριάδα, τὸν δὲ διπλασίονα πρὸς τὴν δυάδα, τὸν δὲ τετραπλασίονα πρὸς τὴν αὐτὴν μονάδα. Οὗτοι δέ εἰσιν οἱ ἁρμονικοὶ λόγοι· ὁ διὰ τεσσάρων, ὁ διὰ πασῶν, ὁ δὶς διὰ πασῶν. Ἡ δὲ ἑβδομὰς ἄλλως ἐναρμόνιος, ἐκ μονάδος οὖσα, καὶ δυάδος, καὶ τετράδος, καὶ ἔχουσα δὶς τὸ διὰ πασῶν, καὶ ταύτῃ μὲν τῇ τετράδι συγγενὴς, τῇ τε μονάδι, καθόσον ἀπʼ αὐτῆς γεννᾶται μόνης τῆς εἴσω δυάδος· τῶν δʼ ἄλλων, ὁ μὲν ὑφʼ ἑνὸς, ὡς τετρὰς καὶ ἐννεάς· ὁ δὲ ὑπὸ δυοῖν, ὡς ἡ ἑξὰς, ὑπὸ τοῦ δύο καὶ τρία, καὶ ἡ ὀγδοὰς, ὑπὸ τοῦ δύο καὶ τέσσαρα· καὶ οὐδένα γεννᾷ, καθάπερ ἡ δυὰς καὶ ἡ τριὰς γεννῶσιν, ἡ μὲν ἄλλον, ἡ δὲ ἄλλον. Διὰ μὲν οὖν τὸ ἐναρμόνιον, Ἀπόλλωνος ἥρμοσε γενέσει· διὰ δὲ τὸ ἀμήτορα καὶ ἀθήλυντον εἶναι, τῆς Ἀθηνᾶς αὐτὴν εἶπεν ἱεράν.
ΑΙ ΔΕ ΓΑΡ ἩΜΕΡΑΙ. Αὗται γὰρ εἰσὶν αἱ ἡμέραι παρὰ τῆς ἀμετάτρεπτον βουλὴν ἐχούσης εἱμαρμένης, ἀγαθαὶ δηλονότι· ἡ ἕνη, ἡ τετράς τε, καὶ ἡ ἑβδόμη, ἱερὰ ἡμέρα· ἐν τῇ ζ γὰρ Λητὼ, φησὶν, ἐγέννησε τὸν Ἀπόλλωνα, ἤγουν τῇ ἑβδόμῃ ἐκ τοῦ χάους ἐφάνη ἥλιος. Κακῶς δέ φησι· τετάρτῃ γὰρ γέγονε, καὶ ἐφάνη. Ἡ ὀγδόη τε καὶ ἐννάτη, αὐξανομένης τῆς σελήνης, ἔξοχαι ἡμέραι εἰς τὸ πράττειν, ἡ ια καὶ ἡ ιβ, εἰς τὸ κείρειν ὄϊς — τοῦτο γὰρ νῦν τὸ πείκειν δηλοῖ — καὶ εἰς τὸ θερίζειν. Ἡ δὲ ιβ τῆς ια κρείττων. Ἐν τῇ ιβ γὰρ νήθει τὰ νήματα ὁ ἀράχνης, ὁ πετόμενος ἐν τῷ ἀέρι ἐν ταῖς μεγίσταις θερείαις ἡμέραις, ὅτε ὁ μύρμηξ σταχυολογεῖ. Ἕνη, ἡ πρώτη τῆς σελήνης, παρὰ τὸ ἕν ἕννη, ὅθεν νῦν δασύνεται, ὡς μὴ διπλασιάσαν τὸ ν. Ὅτε δὲ διπλασιοῖ τὸ ν, ψιλοῦται ὡς Αἰολικόν. Τετράς τε καὶ ἑβδόμη· Καπνοὺς Προκλικοὺς ἁρμονικοὺς ἐνθάδε, Καὶ τοὺς ἀριθμοὺς εἰ σκοπεῖν θέλεις, σκόπει.
ΠΡΩΤΟΝ ΕΝΗ, ΤΕΤΡΑΣ ΤΕ. Ἀντὶ τοῦ ἡ πρώτη ἡμέρα τῆς γεννήσεως. Φιλόχορος δὲ ἐν τῷ περὶ ἡμερῶν, ἡλίου καὶ Ἀπόλλωνος λέγει αὐτήν· ἡ δʹ Ἡρακλέους καὶ Ἑρμοῦ ἐστιν· ἡ δὲ ἑβδόμη ἱερὰ Ἀπόλλωνος, ἐν αὐτῇ γὰρ ἐτέχθη· διὸ καὶ ἑπτάτονος αὐτοῦ ἡ κιθάρα· ἡ τετρὰς, Ἡρακλέους· ἐν αὐτῇ γὰρ ἐτέχθη. Καὶ λέγομεν ὅτι Τετράδι κοῦρος ἔγεντο, καὶ οὔποτε πάγκακος ἔσση. ΑΛΛΩΣ. Τὴν ἔνην πρώτην φησὶν ὡς τῇ ἀριθμητικῇ ἁρμόζουσαν, ἣ πρώτη τῶν μαθηματικῶν, ἐν ᾗ προηγεῖται ἡ μονάς. Τὴν δὲ τετάρτην, ὡς τοὺς ἁρμονικοὺς περιέχουσαν λόγους· καὶ τὸν διὰ τεσσάρων, τὸν καὶ ἐπίτριτον· τρία γὰρ καὶ ἓν, τέσσαρα· τὸν διὰ πασῶν, τὸν καὶ διπλάσιον· δύο γὰρ καὶ δύο, τέσσαρα· τὸν δὶς διὰ πασῶν, τὸν καὶ δὶς διπλασιαζόμενον· δὶς γὰρ δʹ ὀκτώ.
ΠΡΩΤΟΝ ἙΝΗ ΤΕΤΡΑΣ. Πρῶτον ἡ ἕνη ἐστὶ, δηλονότι ἡμέρα ἀπὸ τοῦ· Διὸς, τουτέστιν ἀγαθὴ, ἤγουν ἡ πρώτη τοῦ μηνὸς, ἡ καὶ νουμηνία, καὶ ἡ τετάρτη, καὶ ἡ ἑβδόμη ἱερὸν ἦμαρ· εἶτα ἐπάγει τὴν αἰτίαν ὅπως ἱερὰ ἡ ἑβδόμη, καὶ φησί· κατὰ ταύτην γὰρ ἔτεκεν ἡ Λητὼ τὸν Ἀπόλλωνα, ἤγουν τὸν ἥλιον τὸν χρυσοειδεῖς ἀκτῖνας ἔχοντα· τοῦτο γὰρ δύναται τὸ χρυσάορα, τὸν χρυσῆν σπάθην φέροντα δηλονότι. Καὶ τὴν μὲν ἕνην φησὶ Πρόκλος εἰπεῖν αὐτὸν ἀγαθὴν, ὡς ἀρχὴν, καὶ διὰ τοῦτο θείαν, πᾶσαν γὰρ ἀρχὴν θείαν εἶναι ἐνόμιζον· τὴν δὲ τετάρτην, ὡς συγγενῆ οὖσαν τῇ μονάδι· περιέχειν γὰρ καὶ αὐτὴν πάντας τοὺς ἁρμονικοὺς λόγους, οὓς ἡ μονὰς εἶχε σπερματικῶς. Τὴν δὲ ἑβδόμην διότι ἱερὰν εἶπεν, αὐτὸς ἡρμήνευσεν ὁ Ἡσίοδος. Κατὰ τίνα δὲ λόγον ἥρμοσαν αὐτὴν τῇ γενέσει τοῦ Ἀπόλλωνος, ὁ Πρόκλος λέγει, καὶ ἁπλῶς πάσας αἰτίας, διʼ ἃς τὴν μὲν τῶν ἡμερῶν ἐπιτηδείαν ἐπὶ ταύτην τὴν ἐργασίαν ὁ Ἡσίοδος τίθησι, τὴν δὲ ἐπὶ ταύτην οὗτος λέγει, καὶ δεῖ προσέχειν αὐτῷ.
ΟΓΔΟΑΤΗ Τʼ ΕΝΑΤΗ ΤΕ. Τὴν ὀγδόην καὶ ἐνάτην εἰκότως καὶ ὡς συντελεστικὰς ἐπαινεῖ, καὶ διὰ τοῦτο ἡγεῖσθαι αὐτὰς τῶν ἀνθρωπίνων ἔργων. Ἡ μὲν γὰρ πρώτη πάσας ἔσχε τὰς διαστάσεις, κύβος οὖσα ἐκ τῆς δυάδος, καὶ τὴν ἐπὶ τῇ πρώτῃ ποιησαμένη πρόσοδον· ἡ δὲ δευτέρα πρώτη τετραγωνικὸν ἔχεν εἶδος, ἀπὸ περιττοῦ τῆς τριάδος αὐτὴν γεννησαμένης. Διὸ καὶ ἡ μὲν ὡς τελείως διαστᾶσα, ἡ δὲ, ὡς ἀπὸ τελείου γενομένη, τέλος ἐπάγουσι τοῖς κατειργασμένοις ἐν αὐταῖς.
ΟΓΔΟΑΤΗ Τʼ ΕΝΑΤΗ ΤΕ. Καὶ ἡ ὀγδόη καὶ ἡ ἐνάτη δύο γε μὲν αὗται ἡμέραι τοῦ μηνὸς αὐξομένου ἔξοχοι, ἤγουν ἐξαίρετοι, εἰς τὸ πένεσθαι, ἤτοι ἐνεργεῖσθαι τὰ ἔργα τὰ ἀνθρώπινα. Τὸ πένεσθαι παρὰ μὲν τοῖς κοινοῖς, τὸ πένητα εἶναι δηλοῖ, ἐνταῦθα δὲ τὸ ἐνεργεῖσθαι σημαίνει.
ΕΞΟΧʼ ΑΕΞΟΜΕΝΟΙΟ. Μετὰ τὴν ζʹ γίνεται ἀμφίκυρτος, ἤτοι ὑπὲρ τὸ ἥμισυ φωτιζομένη. Διὰ τοῦτό φησιν, Ἔξοχʼ ἀεξομένοιο. Τὴν δὲ ἑβδόμην ὡς ὑπὸ μόνης γεννωμένην τῆς μονάδος, καὶ ὡς μὴ γεννῶσαν τινὰ τῶν ἐντὸς δεκάδος ἀριθμῶν· τὴν δὲ ὀγδόην, ὡς κύβον καὶ πρώτην τὴν τριχῆ διάστασιν δεχομένην. Τοῦ γὰρ τετραγώνου ἐπιπέδου ὄντος — δὶς γὰρ δύο τέσσαρα — ὁ κύβος στερεός ἐστιν, ὡς τὴν εἰς μῆκος καὶ βάθος καὶ πλάτος ἔχων κίνησιν· δὶς γὰρ τέσσαρα, ὀκτώ· ὅθεν καὶ συντελεστικός ἐστι πάσης ἐργασίας· τὴν δὲ ἐννάτην, ὡς ἀπὸ τοῦ γʹ τετραγωνιζομένην, ὡς ἔστιν ἰδεῖν ἐν τῷ πλίνθῳ. Τετράγωνος δὲ ἀριθμός ἐστιν, ὁ ἰσάκις ἶσος μετρούμενος, ἤτοι ὑπὸ δύο ἴσων ἀριθμῶν· ὡς τὸ δὶς δύο, δʹ. κύβος δὲ, ὁ ἰσάκις ἶσος ἰσάκις, ἤτοι ὁ ὑπὸ τριῶν ἴσων ἀριθμῶν μετρούμενος, ὡς τὸ, δὶς δύο δʹ. καὶ τετράκις δύο, ὀκτώ. Ὁ τοίνυν ὄγδοος ἀπὸ τοῦ βʹ κύβος γίνεται. Λέγεται ἡ θʹ καὶ κατὰ τοῦτο συμφέρον εἶναι, ὡς ἀπὸ τελείου ἀριθμοῦ γενομένη τοῦ τρία, ἀρχὴν ἔχοντος τὴν μονάδα, μέσην τὴν δυάδα, καὶ τέλος τὴν τριάδα, ἤτοι τὴν τριχῆ διάστασιν καὶ τὸν τετραγωνισμόν. Πᾶς δὲ ἀριθμὸς ὁ ὑφʼ ἑαυτὸν πολυπλασιαζόμενος τετράγωνος λέγεται, ὡς τὸ τρὶς τρεῖς ἐννέα.
ΑΕΞΟΜΕΝΟΙΟ. Ἀπὸ α, μέχρι ιδ ἡμέρας καὶ ἡμίσεως ὁ σεληναῖος αὔξεται κύκλος, εἶτα μέχρι κθ φθίνει· τῇ δὲ λ φθίνει τελείως, καὶ πάλιν νέα προέρχεται, συνοδεύουσα τῷ ἡλίῳ. Ἐπεὶ δὲ ὁ Ἡσίοδος οὐκ ἐπετήρησεν εὐκρίνειαν καὶ τάξιν, ἀλλʼ ἀλληνάλλως καὶ συγκεχυμένως τὰς ἡμέρας διδάσκει, καὶ ὁμωνύμως, ὀγδόας ἢ τετάρτας, λέγων μόνον τὸν αὐξανόμενον μῆνα, εἶπεν, ἵνα νοήσῃς τὴν πρώτην ὀγδόην, καὶ τὴν πρώτην ἐνάτην· μηδὲ τὴν δευτέραν ὀγδόην καὶ τὴν δευτέραν ἐνάτην, ἤτοι τὴν ὀκτωκαιδεκάτην, ἢ ἐννεακαιδεκάτην, εἴτε τὴν τρίτην, ἤγουν τὴν κη, καὶ κθ. Πάντας γὰρ ἐνθάδε τοὺς ἀριθμοὺς, ἀπὸ μονάδος μέχρι δεκάδος, τριπλῶς λέγει, μονάδα πρώτην τὴν ἔνην, δευτέραν μονάδα τὴν ια. τρίτην τὴν κα. δυάδα πρώτην τὴν βʹ, δευτέραν, τὴν ιβ· γ, τὴν κβ. τριάδας τρεῖς, τὴν γ, τὴν ιγ, τὴν κγ. δ, ιδ, κδ, καὶ τὰ λοιπὰ ὁμοίως, μέχρι καὶ αὐτῆς τῆς δεκάδος. α δεκὰς ἡ ι. β, ἡ κ. γ, ἡ λ. Δύο, τὸ ο μικρὸν, καὶ ἔστι μακρὸν, ὡς λῆγον εἰς μέρος λόγου. Ἀττικῶς δὲ μέγα.
ΜΗΝΟΣ ΑΕΞΟΜΕΝΟΥ. Ὁ μὴν ὁ σεληναῖος, ὡς ἔφην, μέχρι ιθ ἡμέρας καὶ ἡμισείας αὔξεται· ἐκ τότε δὲ μέχρι τῆς λ φθίνει. Τοῦτο γοῦν δηλοῖ νῦν, ὅτι ὀγδόην ἡμέραν καὶ θ σοι λέγω τὰς τῆς αὐξήσεως τῆς σελήνης, ἤγουν τὴν πρώτην ὀγδόην, καὶ τὴν πρώτην θ, οὐ τὴν δευτέραν, ἤγουν τὴν ιη, ἢ τὴν ιθ, ἢ τὴν κη, ἢ κθ. Αἱ γὰρ τέσσαρες ἐκεῖναι φθίσεως εἰσὶ τῆς σελήνης, οὐκ αὐξήσεως.
ἙΝΔΕΚΑΤΗ ΤΕ. Τῶν μετὰ τὴν δεκάδα ἀριθμῶν ἡ ἑνδεκάτη τὴν μονάδα ἀποστοιχειοῦται. Διὸ καὶ ταύτην, ὡς ἀναλογοῦσαν πρὸς ἐκείνην, ἐπῄνεσεν, εἴς τε τὸ πόκους προβάτων ἐξαιρεῖν, καὶ καρποὺς ἐκ τῆς γῆς ἀμᾶσθαι· συγγενῆ γὰρ ταῦτα ἀλλήλοις, ἐπεὶ καὶ τὸ θερίζειν, κείρειν καλοῦσι τὴν γῆν, καὶ τὸ κείρειν, οἷον θερίζειν ἐστὶ τοὺς ὄϊς. Ἄμφω δὲ εἰς τὴν τοῦ σώματος τείνει θεραπείαν· τὸ μὲν, εἰς τὴν τροφὴν, τὸ δὲ, εἰς τὴν σκέπην. Καὶ οἰκεῖα τῇ ἑνδεκάτῃ μὲν, ὡς ἀρχῇ τῆς τρίτης πεντάδος, τῆς μάλιστα αὐξητικῆς τοῦ σεληναίου φωτός· τῶν γὰρ τριῶν πεντάδων ἡ πρώτη, ἀτελεστάτη· ἡ δὲ τρίτη, τελειοτάτη. Καὶ εἴτε τροφὴν αὐτῆς, εἴτε περίβλημα τὸ ἀφʼ ἡλίου φῶς λέγειν ἐθέλεις, οἰκείαν ἐρεῖς τὴν ἑνδεκάτην, ἀρχὴν οὖσαν τῆς τελειωτικῆς τοῦ φωτὸς πεντάδος, εἴς τε θερισμὸν, καὶ εἰς κουρὰν τῶν προβάτων. Τῇ δωδεκάτῃ δὲ, ὡς ἔτι μειζόνως αὐξητικὴ τοῦ φωτὸς, οὕτως τὴν ἀρχὴν εἶχε τῆς τελείας ἐπιδόσεως πρὸ αὐτῆς· ἔχει δὲ καὶ τὴν ἐννέα μετὰ τῆς πλευρᾶς καὶ μέχρι τῆς ἀπὸ τοῦ τρία τελειότητος, καὶ τῆς ἀπὸ τοῦ ἐννέα ἰσότητος. Εἰ δὲ καὶ δὶς ἔχει τὴν ἑξάδα τὴν πρώτην τοῖς ἑαυτοῦ μέρεσιν ἴσην καὶ διὰ τοῦτο τελείαν, εἰκότως ἔπρεπε ταῖς ἀπὸ τῶν τελείων καρπώσεσι. Διὸ καὶ μᾶλλον ἐσθλὴ λέγεται καὶ εἰκότως, διότι καὶ αὐτῶν ἐστι τῶν θεῶν ἀριθμὸς, τήν τε ἀῤῥενοποιὸν αὐτῶν ἑξάδα καὶ τὴν θηλυπρεπῆ περιλαβὼν οὗτος ὁ ἀριθμός. Ὅτι δὲ καὶ φυσικὴν ἔλαχεν ὁ ἀριθμὸς οὗτος οἰκειότητα πρὸς τὰ ὑφάσματα, ὧν ἕνεκεν καὶ τοὺς ὄϊς κείρουσι, διὰ τῶν ἑπομένων ὑπομιμνήσκει.
ΕΝΔΕΚΑΤΗ ΤΕ. Καὶ ἡ ἑνδεκάτη, καὶ ἡ δυωδεκάτη, ἄμφω γε μὴν ἀγαθαὶ καὶ εἰς τὸ πείκειν, ἀντὶ τοῦ κείρειν, ὄϊς, καὶ εἰς τὸ ἀμᾶσθαι, ἀντὶ τοῦ ἀμᾷν, ἤγουν θερίζειν, τὸν εὐφροσύνην ποιοῦντα καρπόν. Ἡ δὲ δυωδεκάτη μέγʼ ἀμείνων, ἀντὶ τοῦ καταπολὺ κρείττων, τῆς ἑνδεκάτης· κατὰ ταύτην γὰρ πλέκει τὰ ἑαυτοῦ νήματα ὁ ἀράχνης ὁ ἀερσιπότητος, ἀντὶ τοῦ ὁ ἀερσιπότης, ἤγουν ὁ ἐν τῷ ἀέρι πετόμενος.
ΠΕΙΚΕΙΝ δὲ κυρίως τὸ ξαίνειν· ὅθεν καὶ τὸ, πεξαμένη χερσί· νῦν δὲ τὸ κείρειν. ΕΥΦΡΟΝΑ ΚΑΡΠΟΝ. Ἡδύτατον, τέρποντα τὴν ψυχὴν, ἢ εὐφραίνοντα.
ΠΕΙΚΕΙΝ. Κυρίως τὸ κτενίζειν ἢ πλέκειν· νῦν δὲ τὸ κείρειν τῶν προβάτων τὰ ἔρια.
ΤΗι ΓΑΡ ΤΟΙ ΝΕΙ ΝΗΜΑΤΑ. Ὁ μὲν ἀράχνης φυσικῶς κινεῖται πρὸς τὰς ὑφάνσεις, ἔχων τὶ κατὰ τὴν φαντασίαν εὐδιάρθρωτον, ὡς δηλοῖ, κύκλους ἐπὶ κύκλοις ἐξυφαίνων, καὶ αὐτὸς ἐν τῷ κέντρῳ τῶν κύκλων ἐνεδρεύων τὰ θηρώμενα, ἵνα ἐξ ἴσου πάντων ἀπέχῃ τῶν ἐμπιπτόντων· καὶ θαυμαστὸν οὐδέν· ὥσπερ ἄλλα τῶν ζώων κινεῖται κατὰ φύσιν ὑπʼ ἄλλου τῆς φύσεως, ὃ καὶ προεῖπε πρότερον, τὰ μὲν συνοδικῶς, τὰ δὲ πληροσελήνων, οὕτω καὶ τὸν ἀράχνην πρὸς ταύτην ἔχειν συμπαθῶς τῶν πλήρεις οὐσῶν ἡμερῶν τελευταίαν. Εἰ γὰρ μετὰ γένοιτʼ ἂν ἀποκρουστικὴ, καὶ ἀφαίρεσιν ἀναγάγοι τοῦ φωτός· αὕτη δὲ ἀεὶ αὐξητικὴ μόνως, καὶ τοῦτο ἔχει τελευταία. Δεῖ δὲ κἀκεῖνο συνορᾶν, ὅτι μάλιστα δεῖ τοῖς ὑφαίνουσι φωτὸς, ὅπερ αὐτὴ προξενήσει, τέλειον ἔχουσα τὸ φῶς ἄδεκτον ἐλαττώσεως. Ὁ μὲν οὖν ψυχρὸς ἀὴρ καὶ νεφελώδης ἐμποδών ἐστι τοῖς ἔργοις· ὁ δʼ ὑπὸ τοῦ φωτὸς ἑκατέρου θερμαινόμενος συμπράττει πρὸς πάντα τὰ τοιαῦτα. Τὸ μὲν οὖν ἄρχεσθαι τῶν ἔργων ἐν αὐτῇ καλόν· καὶ τοῦτο φυσικῶς μὲν οἱ ἀράχναι, κατὰ δὲ πεῖραν οἱ ἄνθρωποι γινώσκουσι. Τὸ δʼ ἐναντίον, τὸ καθαίρειν τοὺς ἱστοὺς περὶ πανσέληνον, αἴτιον εἶναι τοῦ κόπτεσθαι τὰ ὑφάσματα, τῶν ἄκρως ἐστὶ δεδημευμένων. ΑΛΛΩΣ. Ἐν ᾗ νήθει τὰ νήματα αὐτοῦ ὁ ἐν τῷ ἀέρι πετόμενος ἀράχνης, ὅταν ὡς ἔμπειρος ἀνὴρ, ὁ μύρμηξ θησαυρὸν ἑαυτοῦ σωρεύῃ ἐκ πληρεστέρας ἡμέρας ὑπὲρ τὴν νύκτα, Ἰουλίου καὶ Αὐγούστου. ΑΛΛΩΣ. Ὡς ἐργαστικωτέρας οὔσης τῆς δωδεκάτης, τῷ νήματι τῆς ἀράχνης χρῆται· ΑΕΡΣΙΠΟΤΗΤΟΣ ΔΕ, τῆς ἐν ἀέρι πετομένης.
ΤΗι ΓΑΡ ΤΟΙ ΝΕΙ. Ἀγαθὴ, φησὶ, ἡ ιβ. εἰς τὸ ἐργάζεσθαι. Κατὰ γὰρ τὴν δυοδεκάτην τοῦ πλέου καὶ μεγάλου ἤματος, ἤτοι τοῦ θερείου, ἢ τοῦ ὁλοκύκλου, κατὰ γὰρ τὴν ιβ ὁλόκυκλος ἡ σελήνη, ὁ ἀράχνης ὁ ἀέρι πετόμενος ἄρχεται ἱστουργεῖν, ὅτε ὁ μύρμηξ ὁμοίως ἐν τῇ θερινῇ ιβ, κατάρχεται τοὺς στάχυας συλλέγειν· τότε γυνὴ τοῦ ἱστουργεῖν ἀρξαμένη προφερὴς τοῖς ἔργοις γενήσεται.
ΑΕΡΣΙΠΟΤΗΤΟΣ. Ὁ ἐν τῷ ἀέρι πετόμενος. Παρεσχηματίσθη δὲ ἡ εὐθεῖα αὕτη ἀπὸ γενικῆς. Ἀερσιπότης μὲν γὰρ κλίνεται ἀερσιπότου, ἀλλὰ καὶ τοῦ ἀερσιπότητος· ἀπὸ τῆς ἀερσιπότητος οὖν γενικῆς οὗτος τὴν εὐθεῖαν ταύτην παρεσχημάτισεν. ΑΡΑΧΝΗΣ λέγεται τὸ ζωΰφιον αὐτὸ τὸ ὑφαντουργόν· ἀράχνιον δὲ τὸ ὑπʼ ἐκείνου ὑφαινόμενον.
ΗΜΑΤΟΣ ΕΚ ΠΛΕΙΟΥ. Καθὸ τὸν φωτισμὸν ἡ σελήνη πλήρη ἔχει ἐν αὐτῷ.
ΗΜΑΤΟΣ ΕΚ ΠΛΕΙΟΥ. Ἢ ἐν μεγάλῃ ἡμέρᾳ, ἢ ἐκ τοῦ πλείστου τῶν ἡμερῶν. ΙΔΡΙΣ δὲ νῦν ὁ ἔμπειρος μύρμηξ· σωρὸς δὲ ὁ θησαυρός.
ΙΔΡΙΣ. Ἔμπειρος. Λέγει δὲ τὸν μύρμηκα, ὡς προγινώσκοντα καιροὺς καὶ ἀνέμους καὶ ἀναισίους ἡμέρας. Ἐν σαββάτῳ γὰρ καὶ λ τοῦ μηνὸς τῆς σελήνης οὐκ ἐργάζεται· καὶ χειμερίου καιροῦ γίνεσθαι μέλλοντος, κλείει τὴν θύραν τῆς ὀπῆς, ἔνθα κατοικεῖ· θερμοτέρου δὲ πάλιν ἀναπετάννυσι, καὶ τὸν σῖτον εἰς δύο τέμνων ἀποτίθησι, μήπως ἀναφύσῃ· καὶ ὄμβρου παρωχηκότος ἐξάγει τὸν νοτισθέντα σῖτον, καὶ τῷ ἡλίῳ ξηραίνει, μήπως σαπῇ τῇ ἰκμάδι· καὶ ἕτερα τοιαῦτα σοφῆς γνώμης ἐχόμενα. Ἢ ἴδριν αὐτὸν λέγει, ὡς πολύμοχθον καὶ κοπιηρὸν, ἐκ τοῦ ἰδίω.
ΗΜΑΤΟΣ ΕΚ ΠΛΕΙΟΥ. Ὅμοιον τῷ μηδέποτʼ ἐξ ἠοῦς Διῒ λείβειν, τουτέστιν ἀρχομένης τῆς μεγάλης ἡμέρας, κατὰ τὸ θέρος δηλονότι, ὅτε ὁ ἴδρις, ἤγουν ὁ μύρμηξ ὁ ἔμπειρος, σωρὸν ἀμᾶται, ἀντὶ τοῦ σῖτον συλλέγων ἀποθησαυρίζει. Κατὰ ταύτην εἰ ἱστὸν στήσαιτο γυνὴ, προβάλλοιτό τε, ἀντὶ τοῦ, ἐπίδοσιν σχοίη τὸ ἔργον αὐτῆς.
ΗΜΑΤΟΣ ΕΚ ΠΛΕΙΟΥ. Πλεῖον, τὸ πεπληθυσμένον καὶ γέμον, καθʼ ὃ λέγεται ἐνταῦθα, καὶ κλίνεται τοῦ πλείου. Ἔστι δὲ τριγενές· ὁ πλεῖος γὰρ, ἡ πλεία, καὶ τὸ πλεῖον, ὡς ὁ χρεῖος, ἡ χρεία, καὶ τὸ χρεῖον. Πλέων δὲ καὶ ἀνάπλεων ἐπὶ τοῦ αὐτοῦ, καὶ πλέως ἀφʼ οὗ εὐθεῖα τῶν πληθυντικῶν οἱ πλέω, ὡς, ἐν τούτοις· Οὐ γὰρ τῆς σῆς οὕνεκʼ ἐστρατεύσατο γυναικός· ὥσπερ οἱ πόνου πολλοῦ πλέω, καὶ ἀνάπλεως μεγάλα. Πλεῖον δὲ ἐπὶ συγκριτικοῦ τὸ περισσότερον, καὶ πλέον χωρὶς τοῦ ιʹ, καὶ κλίνεται τοῦ πλείονος καὶ πλέονος· καὶ ταῦτα τριγενῆ, ὁ πλείων γὰρ καὶ ἡ πλείων, καὶ τὸ πλεῖον, καὶ ἔτι τὸ πλέον· ὧν ἁπλᾶ μὲν, ὁ πολὺς, ἡ πολλὴ, καὶ τὸ πολύ· ὑπερθετικὰ δὲ ὁ πλεῖστος, ἡ πλείστη, καὶ τὸ πλεῖστον. Μόνα δὲ ἴσως ταῦτα τὰ ὑπερθετικὰ ἐνεργείᾳ διφθόγγους ἀπὸ τῶν συγκριτικῶν λαβόντα ἐφύλαξεν, ἐνεργείᾳ δὲ εἴρηται, ἐπεὶ τὰ δυνάμει διφθόγγους ἐπὶ τῶν συγκριτικῶν ἔχοντα τοὐναντίον ἔχουσι· τὰς αὐτὰς γὰρ ἀεὶ φυλάττουσιν ἐπὶ τῶν ὑπερθετικῶν· οἷον λῷον, λῷστον· ῥᾷον, ῥᾷστον.
ΜΗΝΟΣ Δʼ ἹΣΤΑΜΕΝΟΥ. Καλῶς ἐπέστησεν ὁ Πλούταρχος, ὅτι τὸ σπεῖραι καὶ τὸ φυτεῦσαι, οὐχ ὑπὸ τῶν αὐτῶν ἔοικεν ὠφελεῖσθαι. Τὸ μὲν γὰρ σπέρμα δεῖ καταβληθὲν κρυφθῆναι πρῶτον εἴσω τῆς γῆς καὶ σαπῆναι, καὶ οὕτως ἑαυτοῦ διαδοῦναι τὴν δύναμιν εἰς τὴν περικρύψασαν αὐτὸ γῆν, ἵνʼ ἐξ ἑνὸς πυροῦ τυχὸν ἢ κριθῆς γένηται πλῆθος. Διὸ καὶ ὑετοῦ δεῖσθαι καὶ πάχνης αὐτό φασι τὴν ἀρχὴν πιεζόντων ἔσω καὶ χεόντων τὰς ἐν αὐτῷ φυσικὰς δυνάμεις. Τὸ δὲ φυτὸν ῥιζωθὲν βλαστῆσαι χρὴ καὶ ἀναδοῦναι τὸν ἐν τῇ ῥίζῃ κρυπτόμενον λόγον, οἷον διοχευθείσῃ διὰ φωτός· ὥστʼ εἰκότως τὴν τρισκαιδεκάτην πρὸς μὲν τὸ σπείρειν ἀνεπιτήδειον εἶναι, πρὸς δὲ τὸ φυτεύειν ἐπιτηδείαν. Τὸ γὰρ προκαλέσασθαι τὸν ῥιζικὸν λόγον καὶ εἰς ἐπίδοσιν ἄγειν καὶ βλάστην, ἐσήμῃνεν διὰ τοῦ ὀνόματος πρὸς ἃ συντελεῖ, πλεῖον ὂν τὸ ἐκ τῆς σελήνης ἐν ταύτῃ φῶς. ΑΛΛΩΣ. Ἱστάμενον μῆνα, ὡς εἰκάδα ἔλεγον· μετὰ δὲ τοῦτο, πρώτην φθίνοντος, δευτέραν φθίνοντος. Φιλόχορος δὲ πάσας τὰς τρεῖς ἱερὰς λέγει τῆς Ἀθηνᾶς.
ΜΗΝΟΣ Δʼ ἹΣΤΑΜΕΝΟΥ. Αὐξανομένης δὲ τῆς σελήνης τῇ ιγ ἔκφευγε ἀροῦν, φυτοκόμει δέ· καὶ καλῶς εἶπεν· οὐ γὰρ ταυτόν ἐστι σπείρειν καὶ φυτεύειν. Ὁ μὲν γὰρ σπόρος καταβληθεὶς δεῖται πρῶτον ἐξυδατώσεως, εἶτα χυλώσεως, καὶ ἀπογαλακτώσεως, καὶ μετέπειτα ῥιζώσεως, εἶτα καὶ ἀναφύσεως· τὸ δὲ φυτὸν τέλειον ὂν δεῖται ῥιζώσεως μόνον, καὶ καλῶς οὕτω λέγει. Καὶ ταῦτα μὲν οὗτος· Ὀρφεὺς δὲ ἐκεῖνος ὃ Θρᾴκιος ἐν τῇ περὶ Γεωργίας οὐ τὴν ἁπλῶς ἡμέραν τῆς σελήνης τὴν τοιάνδε λέγει λυσιτελῆ, ἢ καὶ ἀνόνητον, ἀλλʼ ὅταν τοιῶσδε σχηματισθῇ καὶ συντρέχῃ ζωδίοις τε καὶ τοῖς ἄστρασιν. Ὁ δὲ σοφὸς Πρόκλος οὐκ εἰδὼς τὰς τοιαύτας δυνάμεις, οὐ βούλεται συνετῶς ἀσπάζεσθαι τὴν περὶ τούτων σιγὴν, ἀλλʼ ἐπεὶ λέγειν οὐκ οἶδε, λαλεῖν οὐκ αἰσχύνεται, ἀριθμητικοὺς λόγους καὶ ἁρμονίας ἐπάγων οἷσπερ οὐ δεῖ.
ΜΗΝΟΣ Δʼ ἹΣΤΑΜΕΝΟΥ. Ἱστάμενον μῆνα ἕως εἰκάδος ἔλεγον· μετὰ δὲ τοῦτο, πρώτην φθίνοντος, καὶ δευτέραν φθίνοντος, καὶ ἑξῆς. Τοῦ μηνὸς δὲ ἱσταμένου, κατὰ τὴν τρισκαιδεκάτην, ἀλέασθαι, ἀντὶ τοῦ ἔκφυγε, σπέρματος ἄρξασθαι. Εἰς τὸ ἐνθρέψασθαι δὲ φυτὰ, ἤγουν περιθάλψαι, καὶ βλάστην ἀναδοῦναι ποιῆσαι, ἀρίστη. Τὴν αἰτίαν δὲ τούτων ὁ Πλούταρχος λέγει. Ἡ ἕκτη δὲ ἡ μέση, ἤγουν ἡ ἕκτη καὶ δεκάτη, λίαν ἐστὶν ἀνάρμοστος τοῖς φυτοῖς, εἰς ἄῤῥενος δὲ γέννησιν ἀγαθή· κόρῃ δὲ οὐ συμφέρουσά ἐστιν, οὔτε γενέσθαι πρῶτα, ἤγουν τὴν ἀρχὴν, οὔτε γάμου ἀντιβολῆσαι, ἤγουν ἐπιτυχεῖν. Οὐδὲ μὴν ἡ πρώτη ἕκτη ἁρμοδία ἐστὶ κόρῃ εἰς τὸ γενέσθαι, ἀλλʼ ἔστιν ἤπιον ἦμαρ, ἀντὶ τοῦ ἀγαθὸν, εἰς τὸ τάμνειν ἐρίφους, τουτέστιν εὐνουχίζειν.
ἙΚΤΗ Δʼ Ἡ ΜΕΣΣΗ. Τὴν ἑκκαιδεκάτην μέσην ἕκτην εἰπὼν, ὠφέλιμον εἶναι τοῖς φυτοῖς φησὶν, διʼ ἣν εἴπομεν αἰτίαν· τὸ γὰρ φῶς χλιαρὸν ὂν τὸ σεληναῖον τότε καὶ ὑγρὸν προσκαλεῖται τὴν βλάστην αὐτῶν· τῶν δὲ ἀνθρώπων πῶς ἄῤῥεσι μὲν σπέρμασι σύμφορον, θήλεσι δὲ ἀσύμφορον· αἴτιον δὲ τούτων, ὅτι τὸ μέν ἐστι ξηρότερον, τὸ δὲ ὑγρότερον τῶν σπερμάτων, οἷς καὶ αὐτὸ τὸ ἄῤῥεν διαφέρει τοῦ θήλεος. Καὶ διὰ ταῦτα φασὶ καὶ τὰς συλλήψεις τὰς μὲν βορείων πνευμάτων ὄντων γινομένας εἶναι ἀῤῥενογόνους, τὰς δὲ νοτίων θηλυγόνους· καὶ μέντοι καὶ τὰς διαρθρώσεις τῶν θηλέων ἐμβρύων βραδυτέρας γίνεσθαι, ἢ τῶν ἀῤῥένων, διὰ τὸ ἐκεῖ τὴν ὑγρότητα μὴ ῥαδίως κρατεῖσθαι ὑπὸ τῆς δημιουργούσης ἐν τῇ φύσει θερμότητος. Φυσικῶς οὖν εἴρηται τὴν ἑκκαιδεκάτην ἀῤῥενογόνον μὲν ἄριστον εἶναι, θήλεσι δὲ ἀσύμφορον· ἔχει δέ τινα καὶ πρὸς γάμους ἐναντίωσιν, τῆς σελήνης πάμπολυ τοῦ ἡλίου διεστώσης. Διὸ καὶ Ἀθηναῖοι τὰς πρὸς σύνοδον ἡμέρας ἐξελέγοντο πρὸς γάμους, καὶ τὰ θεογάμια ἐτέλουν, τότε φυσικῶς εἶναι πρῶτον οἰόμενοι γάμον τῆς σελήνης οὔσης πρὸς ἡλίου σύνοδον. ΑΛΛΩΣ. Ἑξκαιδεκάτη οὐκ ἐπιτηδεία τοῖς φυτοῖς· τὸ γὰρ τῆς σελήνης φῶς χλιαρὸν ὂν σηπτικόν ἐστι. Τότε οὖν τὰ τμηθέντα ξύλα σήπεται, καὶ ὁ μεταχεόμενος οἶνος ὀξίζει.
ἙΚΤΗ Δʼ Ἡ ΜΕΣΣΗι. Ἡ β, ἤγουν ἡ ιϛ ἀσύμφορος φυτουργίᾳ. Πάλιν δʼ ὁ Πρόκλος φυσικῶς ψευδῆ γράφει. Τὸ φῶς γὰρ, φησὶ, τῆς σελήνης, ὡς χλιαρὸν, τὰ φυτευόμενα σήπει. Ἀλλʼ ὦ Πρόκλε, εἰ τὸν Ἰσοκράτην ἀνέγνωκας ῥήτορα γράφοντα, «Δύο καιροὺς τοῦ λέγειν ποιοῦ, ἢ περὶ ὧν οἶδας ἀκριβῶς, ἢ περὶ ὧν λέγειν ἐστὶν ἀναγκαῖον,» οὐκ ἂν παρὰ καιρὸν θρασυνόμενος ἐξελέγχου· ἐνιαχοῦ τε καὶ πολλαχοῦ, ὡς καὶ νῦν τὴν τῆς σελήνης ἑκκαιδεκαταίαν θερμὴν εἶναι λέγων καὶ σηπτικὴν τῶν φυτευομένων, οὐκ ἂν ἡμᾶς κατὰ σοῦ μακρηγορεῖν ἐπανηρέθιζες. Ἐμοὶ τὸ λοιπὸν χρώμενος διδασκάλῳ, Ἄκουε λεπτῶς τὴν σεληναίαν φύσιν, Φύσεις ἁπάντων τῶν χυμῶν κληρουμένην. Ὑγρὰ μέν ἐστι διχάδος πρώτης μέχρι, Τὴν βρεφικὴν αὔξησιν ἐκμιμουμένη, Θερμὴ δὲ πανσέληνον ἀντρέχει δρόμον. Ἀκμαστικὴ γὰρ καὶ σφριγᾶν δοκεῖ τότε. Εἶτα δὲ λοιπὸν εἰς διχάδα δευτέραν Ξηρὰ ταπεινή· πρὸς παρακμὴν γὰρ τρέχει. Ἔπειτα γηρᾷ καὶ δοκεῖ τεθνηκέναι, Ψυχρὰ, δυσειδὴς, συγκρυβεῖσα τῷ γνόφῳ. Κἂν ἐξ ἀδήλου πάλιν ἔρχεται νέα, Πρόσωπα καλλύνουσα καὶ πληρουμένη. Ταυτὶ μὲν οὕτως· ὡς δὲ Πρόκλος σὺ γράφεις, Καί τοι περισσὸν ἡ κενὴ στωμυλία.
ΑΝΔΡΟΓΟΝΟΣ Τʼ ΑΓΑΘΗ. Πρῶτα μὲν ἰστέον συντόμῳ λόγῳ, ὅτι τὰ περὶ τῶν ἡμερῶν τῇδε λεγόμενα παρʼ Ἡσιόδῳ λῆρος εἰσὶ πάντα καὶ ψευδῆ, ἐξαιρέτως δὲ τὰ περὶ τῶν γενεθλίων. Μόνη γὰρ ἡ σελήνη οὔτε ὠφέλιμος, οὔτε βλαβερὰ, εἰ μὴ τοιῶσδε ἢ τοιῶσδε σχηματισθῇ ζῳδίοις καὶ ἄστρασιν. Ἃ παραληπτέον μοι λέγειν, ὡς μαθηματικὰ, καὶ πολυπλήθειαν ἔχοντα· οὐ γὰρ — ὡς ὁ Πρόκλος — ἡμεῖς ἀκαίρως γράφειν ἐθέλομεν, οὐδὲ ἐπιδείκνυσθαι, καὶ Ἡσιόδῳ ἐναντιοῦσθαι, ἀλλὰ τοῦτον ἐπεξηγεῖσθαι. Καὶ δὴ λοιπὸν κατὰ τὸν Ἡσίοδον ἐξηγητέον μοι.
ΟΥΔΕ ΜΕΝ Ἡ ΠΡΩΤΗ. Τὴν πρώτην ἕκτην ἀνεπιτηδείαν πρὸς κόρης γέννησιν εἶναι βούλεται, καί τοι τῆς Ἀρτέμιδος οὖσαν ἱερὰν, ὡς γενέθλιον τῆς θεοῦ. Διὸ καὶ προτέραν γενέσθαι φασὶ τοῦ Ἀπόλλωνος, ἵνα καὶ μαιεύσηται τὸν ἀδελφόν. Καὶ πῶς γὰρ οὐ μέλλει θεοῦ λοχείας εἶναι πρεπόντως ἱερὰ ἡ ἕκτη, πρώτη τελεία οὖσα, καὶ τῆς λοχείας, οὐ τῶν ἔτι ἀτελῶν οὔσης, ἄμβλωσις γὰρ ἡ ἐκείνων ἐστὶ διάκρισις, ἀλλὰ καὶ τῶν τελείων; Ἡ μὲν οὖν Ἄρτεμις τελεσιουργὸς οὖσα τῶν κυημάτων, καὶ ἐκφαντικὴ τῶν φυσικῶν λόγων, τῶν κρατησάντων τῆς ὕλης, εἰκότως ἐν τῇ ἕκτῃ γενέσθαι μυθολογεῖται, Ταῖς δὲ τῶν θνητῶν θηλείων γενέσεσιν εἰκότως ἐστὶν ἀνάρμοστος αὕτη, διότι κρατεῖ μὲν ἡ θεὸς αὕτη τῶν σεληνιακῶν φωτισμῶν, ἔστι δὲ παρθένος καὶ γεννᾷν οὐκ ἐθέλουσα. Πρὸς οὖν τὴν τῶν θηλείων γένεσιν ταύτην ἀνεπιτήδειον δείκνυσι, συμφέρουσαν δὲ, ὡς ἐρεῖ, πρὸς τὴν ἀνδρῶν· ἐκτομαῖς δὲ ἐρίφων καὶ ἀρνίων, οὓς εἶπε ΠΩΕΑ ΜΗΛΩΝ, ἐμπρέπουσαν, ὡς τὸ γόνιμον καὶ τούτων τῆς ἐκτομῆς ἀφαιρούσης. Μήποτε δὲ καὶ αὕτη φυσικῶς ἡ ἑξὰς ἀνδράσι μὲν εἰς τελείωσιν οἰκεία, γυναιξὶ δὲ οὐ, δυοῖν ἔγγονος οὖσα, δυάδος καὶ τριάδος, καὶ τῆς τριάδος ἐν αὐτῇ κρατούσης. Ἔστι γὰρ τριμερὴς, ἐκ μονάδος, δυάδος, καὶ τριάδος, οἷς ἐστιν ἴση, καὶ διὰ τοῦτο τελεία. Πρὸς μὲν οὖν θείαν γένεσιν εὖ ἔχει, πρὸς δὲ θνητὴν ἀσυμμέτρως τὴν τοῦ ὁμόρου γένους.
ΚΑΙ ΠΩΕΑ ΜΗΛΩΝ. Περιφραστικῶς, ἀντὶ τοῦ ἀρνία, καὶ εἰς τὸ περιβαλεῖν σηκὸν τῶν προβάτων, τοῦτο γὰρ τὸ ποιμνήϊον. Σηκὸν δὲ λέγει τὸ κοινῶς μανδρίον. Ἀγαθὴ δὲ εἰς ἄῤῥενος γέννησιν ἡ πρώτη ἕκτη. Φιλεῖ δὲ, ἤγουν ἀγαπᾷ, τὸ γεννώμενον, ἐν αὐτῇ δηλονότι, ὑβριστικὰ λέγειν, καὶ ψεύδη φιλεῖ· καὶ λόγους αἱμυλίους, ἤγουν ἀπατηλοὺς, καὶ κρυφίους ὀαρισμοὺς, ἤγουν ὁμιλίας μετὰ γυναικῶν.
ΕΣΘΛΗ Δʼ ΑΝΔΡΟΓΟΝΟΣ. Εἰ ὁ περισσὸς ἄῤῥην δυσδιαίρετος ὢν, ὡς ὁ ἄρτιος θῆλυς εὐδιαίρετος, καὶ ὁ μὲν μονάδι φίλος, ὁ δὲ δυάδι, πρῶτον ὄντα τὸν τρία περισσὸν εἰκότως ἂν εἴποις ἀῤῥενωπότατον. Οὗτος δὲ καὶ συντεθεὶς ἑαυτῷ καὶ διπλασιασθεὶς ἐποίησε τὸν ἓξ, καὶ ἐπεὶ μονὰς καὶ δυὰς καὶ τριάς εἰσιν οὗτοι μόνη πρόοδος ἐπιστροφὴ τὸν ἓξ ἀπετέλεσεν· ὥστʼ εἰκότως ἀῤῥενογόνος ἑξὰς οὐκ οὖσα, τοῖς γεννᾷν ὀφείλουσιν εὐάρμοστος, ἀλλὰ τοῖς ἀναινομένοις τὴν γέννησιν. Εἰ δὲ φιλοψευδεῖς οἱ ἐν ταύτῃ γεννώμενοι λέγονται, καὶ παραλογισμοῖς χαίροντες, καὶ κρυφίαις συνουσίαις, οὐ θαυμαστόν. Καὶ γὰρ ἡ φάσις αὐτὴ τὸ εἶδος προφαίνει τῆς διχοτομίας ψευδόμενον· οὐ γάρ ἐστι κατὰ ἀλήθειαν ἶσον τῷ φωτιζομένῳ τὸ σκιερόν. Καὶ ὅτι εἰ ἀόρατος δυὰς εἰς τὴν γένεσιν αὐτῆς παρείληπται, τὸ ψεῦδος ὑποικουρεῖν μετὰ τῶν κρυφίων ὀαρισμῶν οὐκ ἂν θαυμάσαις.
ΑΝΔΡΟΓΟΝΟΣ. Τίκτειν παῖδας ἄῤῥενας ἐν αὐτῇ ἀγαθὸν, τὸ δὲ θηλείας, οὐ καλὸν, οὔτε εἰς τὸ γαμηθῆναι, οὔτε εἰς τὸ γεννηθῆναι.
ΜΗΝΟΣ Δʼ ΟΓΔΟΑΤΗι. Τὴν ὀγδόην τοῦ μηνὸς, τοῦ Ποσειδῶνος ἱερὰν ὡς ἐπὶ τρία διαστᾶσαν, πρώτην τῷ τριαινούχῳ θεῷ προσήκειν εἰκότως λέγουσι, καὶ τριχίτωνι τριῶν ἄρχοντι τῶν ἐν κινήσει στοιχείων. Διὸ καὶ τοὺς ταύρους αὐτῷ φέροντες ἀνῆκαν, ὡς ὁρμητικοὺς, καὶ τοὺς κάπρους· ἄμφω γὰρ διὰ θυμὸν ἀκάθεκτοι γίνονται, πραΰνονται δὲ ἐκτμηθέντες· εἰκότως οὖν τὴν τῷ κινητικῷ θεῷ προσήκουσαν ἡμέραν ὡς καὶ τὴν ἀκίνητον γῆν κινεῖν Ἐνοσίχθων καλούμενος ὠκείωσαν ταῦτα τὰ ζῶα ὁρμητικὰ ὄντα· καὶ μήποτε τὸν μὲν ταῦρον ὡς τῆς ὑγρᾶς οὐσίας τὰς ἀστάτους τῶν κινουμένων ὁρμὰς κινοῦντα. Διὸ καὶ ὁ θεὸς οὗτος οὐ μόνον Ἐνοσίχθων, ἀλλὰ καὶ Ἀσφάλειος ὑμνεῖται. Καὶ οἱ τοὺς σεισμοὺς παύειν ἐθέλοντες, Ποσειδῶνι θύουσιν. Ἔχει ἄρα καὶ ἡ πραΰνουσα διὰ τῆς τομῆς τὰ ζῶα οἰκεῖα τῷ θεῷ πρᾶξις οἰκειότητα πρὸς τὴν ἱερὰν τοῦ Ποσειδῶνος ταύτην ἡμέραν.
ΜΗΝΟΣ Δʼ ΟΓΔΟΑΤΗι. Ἡ δʼ ὀγδόη τῆς σελήνης ἀγαθὴ εἰς ἀπευνουχίσεις χοίρων καὶ κάπρων· ἡ δὲ δυοδεκάτη, εἰς ἐκτομὴν ἡμιόνων.
ΜΗΝΟΣ Δʼ ΟΓΔΟΑΤΗι. Κατὰ τὴν ὀγδόην δὲ τοῦ μηνὸς εὐνούχιζε κάπρον καὶ βοῦν ἐρίμυκον, ἤγουν πολλὰ μυκώμενον. Μετὰ τὴν δυωδεκάτην δὲ εὐνούχιζε οὐρῆας, ἤγουν ὀρέας· ἡμιόνους ταλαεργοὺς, τουτέστιν ἐπʼ ἔργοις καρτερικούς.
ΟΥΡΗΑΣ ΔΕ ΔΥΩΔΕΚΑΤΗι ΤΑΛΑΕΡΓΟΥΣ. Τὰς ἡμιόνους οἰκειοῦσι τῇ σελήνῃ· διὸ καί τινες αὐτήν φασιν ἐφʼ ἡμιόνων ὀχεῖσθαι. Καὶ γὰρ ὁ μὲν ἵππος ἡλιακόν ἐστι ζῶον, ὡς εὔδρομον, ὡς χθόνιον, καὶ τυφῶνι φίλον, καὶ συνουσιαστικόν· ἡ δὲ σελήνη μέση ἀμφοῖν, γῆς μὲν ἔχουσα τὸ σκοτίζεσθαι, ἡλίου δὲ τὸ οἰκεῖον εἰληχέναι φῶς. Ταύτῃ μὲν οὖν οἰκείωται πρὸς αὐτὴν ἡ ἡμίονος. Τῇ δὲ δυοκαιδεκάτῃ προσέταξε τούτους δαμάζειν, ἵνα πρᾳότεροι γίνωνται, διότι τὸ στάσιμον ἡ δυοδεκὰς ἔχει πέρας οὖσα τῶν αὐξήσεων πρῶτον, ὡς προείπομεν. Ἔχει δὲ καὶ ἡ πρὸς τὸ περατοῦν ἄλλως ἡ δυοδεκὰς οἰκειότητα, τοῖς εἴδεσι τοῦ ἀριθμοῦ τὸ πέρας ἐπάγουσα. Πρώτη γὰρ αὕτη περισσάρτιος, ὃς οὐκ ἦν πρὸ αὐτῆς, οὐδʼ εἴσω δεκάδος. Συγκλείουσα οὖν τὰ εἴδη τῶν ἀριθμῶν εἰκότως περατωτική ἐστι, καὶ ἱστᾶσα τὴν πρόοδον τῶν λόγων, ὅθεν δαμαστικαῖς πράξεσιν ἐμπρέπειν ἔδοξε, καὶ ἡμιόνων τῶν μικτὴν ἐχόντων γένεσιν καὶ αὕτη μικτὴ οὖσα ὡς περισσάρτιος, καθάπερ εἴπομεν. Δεῖν οὖν ἐν ταύτῃ δαμάζειν ἡμιόνους, ἐπιβάλλοντα τὼ χεῖρε καὶ πωλοδαμνοῦντα τοῦτο τὸ ζῶον.
ΕΙΚΑΔΙ Δʼ ΕΝ ΜΕΓΑΛΗι. Μεγάλην λέγει, παρʼ ὅσον τὸ πλεῖστον τῶν ἡμερῶν τοῦ μηνὸς ἔχει. Διὰ τοῦτο διὰ πάσης ἡμέρας ἐπιτηδεία εἰς τὸ γεννᾶσθαι. ΜΕΓΑΛΗΝ δὲ τὴν εἰκοστὴν εἶπεν, οἱονεὶ μεγάλων ἀποτελεστικήν. Ἄριστος δὲ καὶ πολυΐστωρ ὁ ἐν ταύτῃ τικτόμενος.
ΕΙΚΑΔΙ Δʼ ΕΝ ΜΕΓΑΛΗι. Μεγάλην εἶπεν, ὅτι τὸ πλεῖστον τῶν ἡμερῶν τοῦ μηνὸς ἔχει. Διὰ τοῦτο διὰ πάσης ἡμέρας ἐπιτήδειος εἰς τὸ γεννᾶσθαι. Ἢ μεγάλην τὴν εἰκοστὴν εἶπεν, οἷον μεγάλων ἀποτελεστικήν· ἄριστος δὲ καὶ πολυΐστωρ ὁ ἐν αὐτῇ τικτόμενος. Τίκτειν παῖδας ἄρσενας ἐν αὐτῇ ἀγαθὸν, τὸ δὲ θηλείας οὐκ ἀγαθὸν, οὔτε εἰς τὸ γεννηθῆναι, οὔτε εἰς τὸ γαμηθῆναι. Ἄλλοι ἄλλως οἰωνοὶ σημαίνουσιν, ἐκείνους δὲ εἶπεν τοὺς ἀληθῆ συμβάλλοντας εἰς τοῦτο· καὶ ἄλλως καλὴ μέν ἐστιν ἡ τετάρτη πρὸς τὸ γαμεῖν· ἀλλʼ ὅμως οἰωνοσκόπησον καλῶς, περιβλεψάμενος τοὺς ἄνδρας ἐν τῇ ἀλωῇ τῇ λείῳ ἀποθέσθαι τὰ γεννήματα. Ἀκοίτης ὁ ἀνὴρ ἦτα, ἄκοιτις ἡ γυνὴ ἰῶτα. Ὀλίγοι τὴν κζ ἀληθῶς καλὴν εἶναί φασιν εἰς τὸ τὴν ναῦν καθέλκειν εἰς τὴν θάλασσαν, πλὴν εἰ μὴ εἰς τὸ ἕτοιμον εἶναι κατὰ παρέλευσιν τοῦ τοιούτου καιροῦ ἀποπλεῦσαι. ΑΛΛΩΣ. Μεγάλην τὴν εἰκάδα εἶπεν, ὅτι τὸ δίμοιρον τοῦ μηνὸς, ἤγουν αἱ δύο δεκάδες, ἄχρι ταύτης παρέδραμον. Ἑτέρα δὲ μόνη μία δεκὰς μέχρι τῆς λ ὑπελείφθη. Διὰ τοῦτο δὲ καὶ πλέον ἦμαρ αὐτὴν λέγει. Φησὶ δὲ, ὅτι ἐν τῇ εἰκοστῇ ἐστὶ γεννᾶσθαι ἄνδρας πολυΐστορας καὶ σοφούς.
ΕΙΚΑΔΙ Δʼ ΕΝ ΜΕΓΑΛΗι. Ἐν τῇ εἰκάδι δὲ τῇ μεγάλῃ, τῷ πλέῳ λέγω ἤματι. Τοῦτο γὰρ ὥσπερ ἐφερμηνευτικόν ἐστι τοῦ μεγάλῃ, ἤγουν τῷ πεπληθυσμένῳ, τῷ τὴν πλείονα μοῖραν τοῦ μηνὸς ἔχοντι, πολυΐστορα φῶτα γεννῆσαι. Ἀσαφῶς δὲ τοῦτο εἰπὼν, — δοκεῖ γὰρ διδάσκειν αὐτὸν πολυΐστορα ἄνδρα γεννᾷν, ὥσπερ εἰ ἐπʼ αὐτὸ τοῦτο ἦν — ἐπάγει διασαφῶν τὸν λόγον, μάλα γάρ τε νόον πεπυκασμένος ἐστὶν, ἤγουν λίαν ἐστὶν ὁ γεννηθεὶς, ἐν αὐτῇ δηλονότι, πεπυκασμένος τὸν νοῦν, τουτέστι στιβαρὸς καὶ συγκεκροτημένος· ὥσπερ εἰ ἔλεγεν, Εἰ θέλεις παῖδα γεννῆσαι πολυΐστορα γενησόμενον, κατὰ τὴν εἰκοστὴν τῆς σελήνης τοῦτον γέννησον, μάλα γάρ ἐστι κατὰ τὸν νοῦν συγκεκροτημένος καὶ στιβαρὸς ὁ ἐν αὐτῇ γεννηθείς. Ἵστορα δὲ φῶτα λέγει γεννᾷν, ὡς γενησόμενον πάντως τοιοῦτον· οὐ γὰρ ἅμα τῷ γεννηθῆναι καὶ ἀνὴρ ἔσται πολυΐστωρ. Ἀγαθὴ δὲ ἀνδρογόνος, ἤγουν εἰς ἄῤῥενος γέννησιν ἀγαθὴ ἡ δεκάτη. Κόρῃ δὲ ἀγαθὴ, δηλονότι εἰς τὸ γεννηθῆναι, ἡ τετρὰς ἡ μέση, ἤγουν ἡ τεσσαρεσκαιδεκάτη. Κατὰ ταύτην τὴν τεσσαρεσκαιδεκάτην μῆλα, ἤγουν πρόβατα, καὶ βοῦς ἑλικοειδῶς τοὺς πόδας κινοῦντας, καὶ κύνα καρχαρόδοντα, καὶ ὀρέας ἐπʼ ἔργοις καρτερικοὺς πράϋνε, ἐπιτιθεὶς αὐτοῖς τὴν χεῖρα, καταψῶν αὐτοὺς δηλονότι.
ΕΣΘΛΗ Δʼ ΑΝΔΡΟΓΟΝΟΣ ΔΕΚΑΤΗ. Θηλειῶν δὲ γοναῖς, ἡ ιδ. ἀγαθὴ δὲ καὶ πρόβατα, καὶ βοῦς, καὶ κύνας, καὶ ἡμιόνους πραΰνειν, καὶ ἡμεροῦν, καὶ γυμνάζειν ἐπιβάλλοντα αὐτοῖς τὴν χεῖρα.
ΠΡΗΥΝΕΙΝ. Ἀντὶ τοῦ ῥαδίως τὶς ἐπιθεὶς χεῖρα πᾶν ὁτιοῦν ἡμερώσει. Φυλάττουσι δὲ μὴ λυπεῖσθαι ἡ τετάρτη καὶ ἡ εἰκὰς τετάρτη, ἐπειδὴ ἱεραί εἰσιν αἱ ἡμέραι καὶ τέλειαι εἰς τὸ βλάψαι.
ΠΕΦΥΛΑΞΟ ΔΕ ΘΥΜΩι. Τοὺς πρὸ τούτων δʹ στίχους οὐδὲ μνήμης ὁ Πλούταρχος ἠξίωσεν, ὡς ἂν μὴ φερομένους, τούτους δὲ ἐξηγούμενος ἀξιοῖ μὴ ἐγκαλεῖν τῷ Ἡσιόδῳ, ὡς ἂν γελοίως εἰπόντι, μὴ χρῆναι λύπας ἑαυτῷ κινεῖν ἐν ταύταις, ὡς δέον ἐν ἄλλαις τισὶ τοῦτο ποιεῖν· οὐ γὰρ τοῦτο λέγει, ἀλλʼ ὡς ἐν ἱεραῖς ταύταις μάλιστα τὰς λυπηρὰς ἀποσκευάζεσθαι ἐνεργείας· ἃς εἰ καὶ ἄλλοτε δεῖ ὡς ἀναγκαίας αἱρεῖσθαι, ἐν ταύταις οὐ δέον. Τὰς δὲ τετράδας ἄμφω εἶναι ἱεράς· τὴν μὲν ὡς μάλιστα τὸ σεληναῖον ἐκφαίνουσαν φῶς· τὴν δὲ, ὡς τοῦτον ἔχουσαν πρὸς τὴν τετράδα λόγον, ὃν ἡ ἑβδόμη πρὸς τὴν νουμηνίαν. Καὶ γὰρ ἡ τετάρτη καὶ εἰκοστὴν ἑβδόμην ἔχει τάξιν πρὸς τὴν ἐσχάτην.
ΠΕΦΥΛΑΞΟ ΔΕ ΘΥΜΩι. Φυλάσσου δὲ μὴ λυπηθῇς κατὰ τὴν δ, ἢ κατὰ τὴν κδ, ἀποτελεσματικαὶ γὰρ αὗται· καὶ ὡς ἂν τότε διατεθῇς, ἐπιπολὺ οὕτως διάξεις.
ΠΕΦΥΛΑΞΟ ΔΕ ΘΥΜΩι. Φύλαξον δὲ ἐν τῇ σῇ ψυχῇ ἐκφυγεῖν κατὰ τὴν τετράδα τοῦ μηνὸς καὶ φθίνοντος καὶ ἱσταμένου, ἤγουν κατὰ τὴν εἰκοστὴν τετάρτην, καὶ τὴν τεσσαρεσκαιδεκάτην, ἄλγη θυμοβορεῖν, τουτέστι λύπας σαυτῷ κινεῖν βιβρωσκούσας τὴν ψυχὴν, μάλα γάρ ἐστιν, ἡ τετρὰς δηλονότι ἡμέρα, τετελεσμένη, ἤγουν ἱερά.
ΕΝ ΔΕ ΤΕΤΑΡΤΗι ΜΗΝΟΣ ΑΓΕΣΘʼ ΕΙΣ ΟΙΚΟΝ ΑΚΟΙΤΙΝ. Ὅτι μὲν ἀρχαία ἡ διὰ τῶν οἰωνῶν μαντεία, καὶ ταῦτα δηλοῖ, καὶ ὅτι οἱ αὐτοὶ οἰωνοὶ πρὸς ἄλλα μὲν δεξιοὶ, πρὸς ἄλλα δʼ ἐναντίοι, σαφῶς ἐδήλωσεν, εἰπὼν, οἱ ἐπʼ ἔργματι τούτῳ ἄριστοι. τὴν δὲ τετάρτην εἶναι γαμικὴν, εἰκότως, ὡς πρώτην καὶ κατὰ σύνθεσιν καὶ κατὰ πολλαπλασιασμὸν, ἐκ τῆς γονίμου γενομένην δυάδος, ἧς τὸν γάμον ἱερὸν εἶναι φαμέν· καὶ ὡς τῶν ἁρμονικῶν λόγων περιεκτικὴν, ὧν ἔμπροσθεν εἴπομεν, τοῦ διὰ τεσσάρων, τοῦ διὰ πασῶν, τοῦ δὶς διὰ πασῶν, καὶ ὡς μητέρα τῆς δεκάδος, ἥτις κοσμικός ἐστιν ἀριθμὸς, καὶ ὡς μεσότης μονάδος καὶ ἑβδομάδος, κατὰ τὴν ἀριθμητικὴν μεσότητα· διὰ γὰρ ταῦτα πάντα γάμοις οἰκεία. ΑΛΛΩΣ. Καλὴ μέν ἐστιν ἡ τετάρτη εἰς τὸ γαμεῖν, ἀλλʼ ὅμως οἰωνοσκόπησον πρώτως. ΑΛΛΩΣ. Ἡ τετάρτη ἱερὰ Ἀφροδίτης καὶ Ἑρμοῦ, καὶ διὰ τοῦτο πρὸς συνουσίαν ἐπιτηδεία.
ΕΝ ΔΕ ΤΕΤΑΡΤΗι ΜΗΝΟΣ. Μὴ λυπηθῇς, φησὶν, ἐν τῇ δ, γάμους δὲ ποίει, οἰωνοὺς ἰδὼν γαμικοὺς, καὶ μὴ ἀπαισίους· οἷον κορώνας δύο, μὴ μίαν ἀλκυόνα, μὴ πελλὸν ἐρώδιον, μὴ κρέκα, μὴ μόνην τρυγόνα, μηδὲ χελιδόνα, πελαργὸν, ταῶνα· κἀκείνους ἀγαθοὺς καὶ αἰσίους, καὶ μὴ ἀπαίσιόν τι δρῶντας.
ΕΝ ΔΕ ΤΕΤΑΡΤΗι ΜΗΝΟΣ. Ἐν δὲ τῇ τετάρτῃ τοῦ μηνὸς, τῇ πρώτῃ δηλονότι, ἄγεσθαι, ἀντὶ τοῦ ἄγου, εἰς τὸν οἶκόν σου ἄκοιτιν, ἤγουν γυναῖκα ὁμόζυγον· οἰωνοὺς κρίνας πρότερον, ἀντὶ τοῦ σκοπήσας οἵ τινες εἰσὶν ἄριστοι ἐπὶ τῷ ἔργματι τούτῳ, ἤγουν ἐπὶ ταύτῃ τῇ πράξει.
ΠΕΜΠΤΑΣ Δʼ ΕΞΑΛΕΑΣΘΑΙ. Ὅτι μὲν ἡ πεμπτὰς δίκης ἐστὶν ἀριθμὸς, καὶ τῶν Πυθαγορείων ἠκούσαμεν λεγόντων, καὶ λέγονται σαφῶς αἰτίαι παρʼ ἐκείνοις. Διττὸν δέ ἐστι τὸ ἔργον τῆς δίκης, ἢ τὸ παραβαῖνον κολάζειν, καὶ τὴν πλεονεξίαν ἀφαιρεῖν, ἢ τὸ ἔλασσον ἐπανισοῦν καὶ εὐεργετεῖν. Ἄμφω οὖν αἱ πέμπται δικαστικαὶ ἂν εἶεν· ἡ μὲν αὐξητικὴ, ὡς προσθετικὴ τοῦ λείποντος, ἡ δὲ φθινὰς, ὡς ἀφαιρετικὴ τοῦ πλεονάζοντος. Εἰ δὲ ταῦτʼ ἀληθῆ, δηλονότι καὶ τὸν ὅρκιον θεὸν κολαστικὸν ὄντα τῶν συγχεόντων τοὺς ὅρκους εἰκότως ἐν τῇ πέμπτῃ γενέσθαι τῇ φθινάδι φασὶ, καὶ τὰς τιμωροὺς δαίμονας τὴν γένεσιν αὐτοῦ πενταδικὴν οὖσαν περιέπειν, καὶ γὰρ αὐτὴν τὴν πρωτίστην δίκην περιέχειν· καὶ τούτων τὴν αἰτίαν ὑμνοῦσιν, ὡς οὖσαν τῶν ἀπολειπομένων τοῦ θείου νόμου τιμωρὸν, ὥς φησι Πλάτων. Εἰκότως δʼ ἄρα τὸν Ὅρκον εἶναι τῆς Ἔριδος παῖδά φησι, διότι καὶ ἡ Ἔρις πασῶν ἐστι μονὰς τῶν ἐπιτροπευόντων τὰς κακεργέτιδας δυνάμεις. Καὶ αἰτιῶνται αὐτήν· προείρηται δὲ ἡμῖν πλείω περὶ τούτων ἐν ἄλλοις.
ΠΕΜΠΤΑΣ Δʼ ΕΞΑΛΕΑΣΘΑΙ. Παράτρεχε δὲ τὴν πεμπταίαν σελήνην εἰς γάμους, ἐπεὶ χαλεπὴ καὶ αἰνή. Ἢ ἐπεὶ χαλεπαὶ ἐν αὐτῇ αἱ εὐναὶ, τουτέστιν οἱ γάμοι. Ἐν αὐτῇ γάρ φασι τὰς Ἐριννύας ὁρᾶν τοὺς γινομένους ὅρκους, οὓς ἔτεκεν ἡ Ἔρις βλάβην τοῖς ἐπιόρκοις· τοῦτο δὲ ὁ Ἡσίοδος ἐκ τοῦ Μελάμποδος εἴληφε· φησὶ γάρ που ἐκεῖνος, Ἐν πέμπτῃ σελήνης τις ἐπίορκον ὀμόσας τοσαῖσδε ἡμέραις τελευτᾷ. Καὶ σημειωσάμενός ποτε εὗρον τοῦτο ἀληθές.
ΠΕΜΠΤΑΣ Δʼ ΕΞΑΛΕΑΣΘΑΙ. Τὰς πέμπτας, πάσας δηλονότι, ἔκφυγε, ἐπεὶ χαλεπαί εἰσι καὶ αἰναὶ, ἐκ παραλλήλου. Ἐν τῇ πέμπτῃ γάρ φασι τὰς Ἐριννύας ἀμφιπολεύειν, ἤγουν περιέρχεσθαι, ὅρκον τιννυμένας, ἤγουν ἀπαιτούσας, ζητούσας, ὃν ἡ Ἔρις ἔτεκε βλάβην τοῖς ἐπιόρκοις.
ΜΕΣΣΗ Δʼ ἙΒΔΟΜΑΤΗ. Τὴν ἑπτακαιδεκάτην ἐπιτηδείαν τίθεται πρός τε τὴν τῶν καρπῶν εἰς τὴν ἅλω θέσιν, καὶ πρὸς ὑλοτομίαν, τῶν τε πρὸς θαλάμους οἰκείων ξύλων εἰς ὀροφὴν, καὶ τῶν πρὸς νεῶν κατασκευήν. Τὸ μὲν οὖν ὑλοτομεῖν τηνικαῦτα συμβαίνει τοῖς ἔμπροσθεν, ἐν οἷς εἶπε, τότε χρῆναι τοῦτο ποιεῖν, ὅταν ἄρχηται τὸ μετόπωρον.
ΜΕΣΣΗ Δʼ ἙΒΔΟΜΑΤΗι. Τῇ ιζ ἀλοᾷν φησὶ καλὸν, καὶ ξυλοτομεῖν· τετράδι δὲ, ὡς στερεᾷ, ναυπηγεῖν.
ΜΕΣΣΗ Δʼ ἙΒΔΟΜΑΤΗ. Κατὰ τὴν μέσην δὲ ἑβδόμην, ἤγουν τὴν ἑπτακαιδεκάτην, παρακελεύομαί σε εὖ μάλα ὀπιπτεύοντα, ἤγουν παρατηροῦντα, σκοποῦντα, αὐτὴν, ἵνα μὴ παραδράμῃ, τὴν ἱερὰν ἀκτὴν τῆς Δήμητρος βάλλειν, τουτέστι στρωννύειν, ἐν ἀλωῇ εὐτροχάλῳ, ἤγουν ἀλωνοτοπίῳ ὁμαλῷ.
ΕΥ ΜΑΛʼ ΟΠΙΠΤΕΥΟΝΤΑ. Καλῶς περιβλεψάμενος τοὺς ἄνδρας, τῇ ἅλωνι ἐν τῇ ἑβδόμῃ ἀποθέσθαι τὰ γεννήματα, τῆμος ἀδηκτοτάτη πέλεται τμηθεῖσα σιδήρῳ, μετρίως ξηρῶν ὄντων τῶν ξύλων, ὑγρότητός τε τινὸς οὐκ ἐπιδεῶν. Εἰ γὰρ καὶ αὐτὴ τῆς ὥρης εὔκαιρος, καὶ μηνὸς ἡ ἑπτακαιδεκάτη χρήσιμος, ὅτε τὸ μὲν φῶς τῆς σελήνης πρόσθεσιν οὐκ ἔτʼ ἔχει πανσελήνου γεγονυίας, ἄνικμα δέ πως ἐστι τὰ ξύλα, καὶ διὰ τῆς ἐλαττώσεως τοῦ φωτὸς ἐλασσοῦται τὸ ὑγρὸν, ἀφʼ οὗ συμβαίνειν εἴωθεν ἡ σῆψις. Τὸ δὲ τῆς τῶν καρπῶν εἰς τὴν ἅλω συγκομιδῆς εὖ ἔχει, διότι μετὰ πανσέληνον τρέπεται ὁ ἀὴρ, καὶ ἀνέμων γίνονται κινήσεις, οἳ τοῖς λικμῶσίν εἰσι χρήσιμοι, διασκεδαννύντες ἀπὸ τῶν καρπῶν τὸ ἄκαρπον. Εἰ δὲ, ὥς φησιν Ὀρφεὺς, τῇ ἄτῃ ἀνεῖται ἡ ἑπτακαιδεκάτη, καὶ διὰ τοῦτο τῇ τε τομῇ τῆς ὕλης ἐστὶν οἰκεία, καὶ τῇ τοῦ καρποῦ γυμνώσει τῶν περικαρπίων, καὶ Ἡσίοδος οὐκ ἀμούσως τούτοις τοῖς ἔργοις ἀνῆκε τὴν ἡμέραν.
ὙΛΟΤΟΜΟΝ ΤΕ ΤΑΜΕΙΝ. Τὸν ὑλοτόμον δὲ, ἤγουν τὸν δρυτόμον παρακελεύομαι κατʼ αὐτὴν ταμεῖν τὰ θαλαμήϊα δοῦρα, ἤγουν τὰ ξύλα τὰ τῶν οἰκιῶν, τουτέστι τὰ εἰς ὀροφὴν καὶ ἑτέραν χρείαν οἰκιῶν συντελέσοντα, καὶ νήϊα ξύλα πολλὰ, ἤγουν καὶ τὰ εἰς κατασκευὴν νεῶν συντελέσοντα ξύλα πολλά. Πολλὰ δὲ λέγει, ἐπεὶ πολλῶν ἡ ναῦς δεῖται. Τά θʼ ἅρμενα, ἤγουν ἃ ἁρμόδιά ἐστι ταῖς ναυσί· τοῦτο ὥσπερ ἐφερμηνευτικὸν τοῦ νήϊα.
ΤΕΤΡΑΔΙ Δʼ ΑΡΧΕΣΘΑΙ. Καὶ τοῦτο συμβαίνει τοῖς περὶ τῆς τετράδος ἀξιώμασιν. Εἰ γὰρ στιγμῇ μὲν ἡ μονὰς ἀνάλογος, γραμμῇ δὲ ἡ δυὰς, ἐπιπέδῳ δὲ ἡ τριὰς, δῆλον ὡς τῷ στερεῷ προσήκοι ἂν ἡ τετράς· εἰκότως οὖν ἐπιτηδεία πρὸς σύμπηξιν τῶν νεῶν. Εἰ δὲ καὶ πρώτη τὸ ἰσάκις ἶσον ἔχει, καὶ πρώτη πάντας τοὺς ἁρμονικοὺς περιέχει λόγους, καὶ εἴπομεν καὶ ταύτῃ πρὸς τὸ εἰρημένον ἔργον εὐκαιρίαν δίδωσιν. Οὐδὲν γὰρ οὕτως ἁρμονίας δεῖται τῶν ἔργων, ὡς ναῦς μέλλουσα καὶ ἀέρος κινήσει μαχεῖσθαι, καὶ θαλάσσῃ πολλῇ, καὶ μόνην ἔχουσα τὴν ἀπὸ τῆς ἁρμονίας βοήθειαν τοῦ σώζεσθαι, τάχα καὶ Ὁμήρου διὰ τοῦτο μόνον καλέσαντος Ἁρμονίδην τὸν ναυπηγόν· εἰ δὲ τὰς ναῦς ὡς κούφας, ἀραιὰς ἐκάλεσε — δεῖ γὰρ αὐτὰς εἶναι κούφας ἐπιπλεῖν μελλούσας — δῆλός ἐστι καὶ αὐτὸς τὴν μὲν πύκνωσιν βαρύτητος αἰτίαν, τὴν δὲ μάνωσιν κουφότητος ὑπολαβών.
ΤΕΤΡΑΔΙ Δʼ ΑΡΧΕΣΘΑΙ. Πρῶτος γὰρ ὁ τῆς τετράδος ἀριθμὸς τετράγωνος ἀπὸ ἀρτίου γεγονὼς συνήρμοσται· διὸ ἀγαθὸν ἐν αὐτῇ ταῦτα ποιεῖν. Ἀραιὰς δὲ τὰς βλαπτικὰς, ἢ μᾶλλον τὰς λεπτὰς καὶ ἐλαφρὰς, ἢ μᾶλλον τὰς στενὰς καὶ περιμήκεις· ἐξ οὗ καὶ Ὅμηρος, Λάψοντες γλώσσῃσιν ἀραιῇσιν μέλαν ὕδωρ.
ΤΕΤΡΑΔΙ Δʼ ΑΡΧΕΣΘΛΙ. Κατὰ τὴν τετράδα δὲ, τὴν πρώτην δηλονότι, ἄρχου ναῦς πήγνυσθαι, ἤγουν κατασκευάζειν. Ἀραιὰς, τουτέστι κούφας, ἐλαφρὰς, ἀπὸ ξύλων ἀνίκμων δηλονότι, καὶ οὐ πυκνῶν ἀπὸ φύσεως.
ΕΙΝΑΣ Δʼ Ἡ ΜΕΣΣΗ. Τὴν ἐννεακαιδεκάτην, ὡς καὶ τὴν ὀκτωκαιδεκάτην, τὰ πάτρια τῶν Ἀθηναίων καθαρμοῖς ἀποδίδωσι καὶ ἀποτροπαῖς, ὡς Φιλόχορος λέγει καὶ ἀμφοτερὸς ἐξηγηταὶ τῶν πατρίων ἄνδρες. Τάχʼ οὖν καὶ διὰ τοῦτο ὁ Ἡσίοδος λέγει τὴν ἡμέραν ἱερὰν ταύτην, καὶ μάλιστα μετὰ μεσημβρίαν, διότι πρὸς τὰς καθάρσεις ἐπιτήδειον τοῦτο τὸ μέρος, ὡς ἐλαττωτικὸν πρὸς τὴν ἀφαίρεσιν τῶν περὶ ἡμᾶς μολυσμάτων.
ΕΙΝΑΣ Δʼ Ἡ ΜΕΣΣΗ. Ἡ ἐννάτη καὶ δεκάτη τῇ δείλῃ, ἤγουν τῇ μεσημβρίᾳ, ἀγαθή ἐστιν.
ΕΙΝΑΣ Δʼ Ἡ ΜΕΣΣΗ. Ἡ μέση δὲ ἐνάτη, ἤγουν ἡ ἐννεακαιδεκάτη. Ἐπιδείελα, ἐπιῤῥηματικῶς, ἤγουν μετὰ τὴν μεσημβρίαν· λώϊον ἦμαρ, ἀντὶ τοῦ ἀγαθὴ ἡμέρα.
ΠΡΩΤΙΣΤΗ Δʼ ΕΙΝΑΣ. Τὴν ἐννάτην ἱσταμένην ἐπιτηδείαν εἶναι πρὸς πάντα, καὶ πρὸς φυτείαν, καὶ πρὸς γένεσιν ἀῤῥένων ἠδὲ θηλειῶν γυναικῶν· ἀπὸ γὰρ τοῦ πρώτου τελείου τοῦ γʹ γεγονυῖα, ἀρχὴν καὶ μέσην καὶ τελευτὴν ἔχοντος, ἰσάκις ἴση πάσαις εὐκαιρίαν πράξεσι δίδωσι, καὶ μάλιστα ταῖς τῶν γενέσεων· καὶ γὰρ ὡς ἐννέουσα τὴν ἐπωνυμίαν ἔσχεν ἐννεάς· καὶ γέγονε μὲν ἀπὸ τῆς ὀγδόης μονάδα προσλαβούσης, γεννᾷ — δὲ — ἀφαιρέσει τῆς αὐτῆς μονάδος τὴν δέκα παντέλειον· τοῦτο δέ ἐστιν ἀπὸ τοῦ κύβου κατʼ ἐνέργειαν τῇ δυνάμει κύβον προσλαβούσης γεννᾷ δὲ ἀφαιρέσει τῆς αὐτῆς μονάδος τὸν δέκα παντέλειον ἀριθμόν· διὸ καὶ φυτείαις καὶ γενέσεσίν ἐστιν εὐάρμοστος.
ΠΡΩΤΙΣΤΗ Δʼ ΕΙΝΑΣ. Ἡ πρωτίστη δὲ ἐνάτη παναπήμων ἐστὶ τοῖς ἀνθρώποις, ἤγουν ἀγαθὴ ἐπὶ πάντα, καὶ οὐδεμίαν ἔχουσα βλάβην. Ἀγαθὴ μὲν γὰρ καὶ εἰς τὸ φυτεύειν, ἀγαθὴ καὶ εἰς τὸ γενέσθαι, ἀντὶ τοῦ γεννηθῆναι, καὶ ἀνδρὶ καὶ γυναικί· καὶ οὔ ποτε πάγκακον ἦμαρ, ἀντὶ τοῦ κακόν.
ΠΑΥΡΟΙ Δʼ ΑΥ Τʼ ΙΣΑΣΙ ΤΡΙΣΕΙΝΑΔΑ. Τρίτην ἑνάδα, τὴν εἰκοστὴν εἶπεν ἐνάτην, ἣν ὀλίγους εἰδέναι ἀρίστην οὖσαν ἀνοίγειν πίθους, καὶ καταζευγνύναι βόας, καὶ ἡμιόνους, καὶ ἵππους. Φησὶ γὰρ, τῆς σελήνης ἀρχομένης ἀποκρύπτεσθαι δοκεῖ καὶ τὰ θυμοειδέστερα τῶν ἀλόγων ἀμβλύνειν τὸν θυμὸν, καὶ μὴ ὁμοίως ἀνθίστασθαι τοῖς δαμάζουσιν ἀσθενέστερα γινόμενα. Καὶ τὸ περὶ τὴν ἄνοιξιν δὲ τοῦ πίθου φυσικῶς εἴρηκε. Μάλιστα γάρ φασι περὶ τὰς πανσελήνους ἐξίστασθαι τὸν οἶνον, διὰ τὴν ἀπὸ τῆς σελήνης ὑγρὰν θέρμην, ὥστʼ εἰκότως, ὅτʼ ἂν ἥκιστα τοῦτο προβάλῃ, κελεύει τὸν πίθον ἀνοίγειν, καὶ τοῦ οἴνου πεῖραν λαμβάνειν. ΑΛΛΩΣ. ΠΑΥΡΟΙ Δʼ ΑΥΤʼ. Ἄλλοι τὴν εἰκάδα, ἑβδόμην λέγουσιν, ἄλλοι τὴν κθʹ. ὀλίγοι δὲ αὐτὴν ἐπίστανται ἀγαθὴν οὖσαν. Τὴν δὲ κζʹ, ὅλην αὐτὴν εἶναι καλὴν, ὡσανεὶ οὐδεὶς τὴν κθʹ ἐπαινεῖ, ὡς ἀφώτιστον αὐτὴν οὖσαν, ἀλλὰ φυλάττου μηδὲν τούτων ποιεῖν ἐν αὐτῇ. Ὅτι ἐν ταῖς πανσελήνοις θέρμης ὅτι πλείστης καὶ ὑγρότητος οὔσης, τὸ τηνικαῦτα κελεύει τὸν πίθον μὴ ἀνοίγειν, ὡς εἰς ὀξίνην μεταβαλλομένου. Ἐν δὲ τῇ τρίτῃ ἐνάτῃ κελεύει τοῦ οἴνου πεῖραν λαμβάνειν, ἤδη καὶ τῆς θέρμης ληγούσης, καὶ τῆς ὑγρότητος. Ἐν δὲ τῇ ιδʹ τοῦτο προτρέπει, διὰ τὸ τὴν ἐκ τῆς αὐξήσεως βλάβην βοηθεῖσθαι τῇ ταύτης μειώσει. Ἑκατέρων γὰρ μετέχει ἡ μέση τετράς.
ΤΡΙΣΕΙΝΑΔΑ. Τὴν κθ ὀλίγοις λέγει νομίζεσθαι ἀγαθὴν εἰς πιθοιγίαν, καὶ τὰ λοιπὰ ἅ φησιν. Ὀλίγοις δὲ πάλιν τοῦτο ἀρέσκειν, ὅτι ἀγαθή ἐστι. Τὴν δὲ ιδ, ἀρίστην φησιν εἰς πιθοιγίαν. Ὀλίγοι δʼ ἀγαθήν φασιν εἰς πιθοιγίαν τὴν κα πρωΐα οὐ δείλη.
ΠΑΥΡΟΙ Δʼ ΑΥΤʼ ΙΣΑΣΙΝ. Ὀλίγοι δὲ γινώσκουσι τὴν τρισεινάδα τοῦ μηνὸς, ἤγουν τὴν ἐνάτην καὶ εἰκοστὴν, ἀρίστην οὖσαν ἄρξασθαί τε πίθου, καὶ ἐπιθεῖναι ζυγὸν τοῖς βουσὶ, καὶ ταῖς ἡμιόνοις, καὶ τοῖς ἵπποις τοῖς ταχύποσι, κατὰ τὸν αὐχένα. Ναῦν πολυκάθεδρον θοὴν ἐπὶ τὸν μέλανα πόντον ἐρύειν, ἤγουν ἕλκειν, ἐπὶ παρασκευῇ πλοῦ δηλονότι· ἀνεπιτήδειον γὰρ τότε πλεῖν, ταραχώδης γὰρ ὁ ἀὴρ ὡς ἐπὶ τὸ πᾶν ἐν ταῖς σύνεγγυς ἡμέραις τῶν συνόδων. Ὅτε δὲ οὐ δεῖ πλεῖν, δεῖ παρασκευάζεσθαι πρὸς τὸ πλεῖν. Ὀλίγοι δὲ τὴν ἀληθῆ ἐνάτην καὶ εἰκοστὴν δηλονότι καλοῦσι. Τοῦτο δέ φησιν, ἐπεὶ οἱ Ἀθηναῖοι τὴν τριακοστήν φασιν ἐνάτην καὶ εἰκοστήν.
ΝΗΑ ΠΟΛΥΚΛΗΙΔΑ ΘΟΗΝ. Ταῦτʼ ἐναργὲς ἐποίησεν, ὅτι τρίτην εἰνάδα κέκληκεν, οὐ κατὰ Ἀθηναίους τὴν δευτέραν καὶ εἰκοστὴν, ἀνάπαλιν ἀριθμοῦντας τὰς φθινούσας, δεκάτην, ἐννάτην, ὀγδόην, καὶ ἑξῆς, ἀλλὰ τὴν πρὸ τριακάδος, περὶ γὰρ ταύτης ἀμφιβάλλουσιν εἴτε ἐσχάτη ἐστὶν, εἴτε πρὸ τῆς ἐσχάτης. Εἰκότως οὖν ὀλίγοι τὴν ὡς ἀληθῶς ἐννάτην καὶ εἰκοστὴν καλοῦσιν· ἐν δʼ οὖν ταύτῃ καθέλκειν προστάττει ναῦς εἰς θάλασσαν· ὅτε γὰρ οὐ δεῖ πλεῖν, δεῖ παρασκευάζεσθαι πρὸς τὸ πλεῖν, οἷον δὴ τὸ καθέλκειν ἐστί. Πλοῦ δὲ καιρὸς ἥκιστα οὗτος. Ταραχώδης γὰρ ἀὴρ ὡς ἐπὶ τὸ πᾶν ἐν ταῖς σύνεγγυς ἡμέραις τῶν συνόδων· διόπερ ὅσοι πλεῖν τότε τύχωσι, τοὺς ὅρμους καταλαμβάνουσιν, ἕως ἂν ἐκφανῇ ὁ μήν. ΑΛΛΩΣ. Ὀλίγοι τε τὴν κθʹ ἀληθῶς καλὴν εἶναί φασιν εἰς τὸ τὴν ναῦν καθέλκειν εἰς θάλασσαν. Πλὴν εἰ μὴ εἰς τὸ ἑτοίμην εἶναι μετὰ παρέλευσιν τοῦ τοιούτου καιροῦ ἀποπλεῦσαι.
ΤΕΤΡΑΔΙ Δʼ ΟΙΓΕ ΠΙΘΟΝ. Τὴν μέσην τετράδα, ταύτην λέγει ιδʹ, ἣν καὶ ἐπαινεῖ ὡς πίθοιγον, καὶ ὡς ἐν πᾶσιν ἀρίστην· καὶ γὰρ τὸ φῶς τῆς σελήνης πλούσιον ἅμα τῷ ἡλίῳ καταδυομένῳ ἀνατελλούσης. Καὶ τὸν ἥμισυν ἀριθμὸν ἔχει τοῦ πλήθους, ἐν ᾧ τὸν κύκλον ἡ σελήνη συμπληροῖ τὸν ἑαυτῆς, ὥστε καὶ αὐτὴ τελεσιουργός ἐστιν, εἴπερ ἐν τῷ ἡμίσει ὑπὸ τοῦ παντὸς κύκλου τὸ τέλειον. Αἱ δὲ αὐξομειώσεις ἐφʼ ἑκάτερα τοῦ μέσου πᾶσαι. Ἴδιος δὲ αὐτῆς κύκλος πληρούμενος διὰ τῶν ὀκτὼ καὶ εἴκοσιν ἡμερῶν· διὸ καὶ τοσαῦται λέγονται τῆς σελήνης αἱ φεγγοφόροι εἶναι ἀκτῖνες. Καί τις Αἰγύπτιος μυθολογεῖ μῦθος τὸν Ὄσιριν τοσαῦτα ἔτη βασιλεῦσαι, ὁπόσος ἐστὶν ὁ τῶν ἡμερῶν τούτων ἀριθμὸς, ἐνδεικνύμενος, ὡς ἐμοὶ δοκεῖ, πάντων αὐτὸν εἶναι τῶν γεννητῶν δημιουργὸν καὶ τελεσιουργὸν, μετὰ τῶν σεληνιακῶν ἀκτίνων τέχνῃ τεύχοντα τὴν γένεσιν τῶν τε αὐξητικῶν καὶ τῶν μειωτικῶν, ἵνα καὶ γίνηται τὰ τῇδε καὶ φθείρηται.
ΤΕΤΡΑΔΙ Δʼ ΟΙΓΕ ΠΙΘΟΝ. Κατὰ τὴν τετράδα δὲ τὴν μέσην ἄνοιγε πίθον. Πέρι πάντων, ἤγουν περισσῶς πάντων, ἱερὸν ἦμαρ.
ΠΑΥΡΟΙ Δʼ ΑΥΤΕ ΜΕΤʼ ΕΙΚΑΔΑ ΜΗΝΟΣ ΑΡΙΣΤΗΝ. Εἴρηται μὲν ἐλλειπτικῶς τὸ πρότερον διστιχίδιον. Ἔστι γὰρ πλῆρες, τὴν μετʼ εἰκάδα τοῦ μηνὸς τετάρτην ἀρίστην οὖσαν παῦροι ἴσασι. Καὶ τὸ δεύτερον μετὰ ἀναστροφῆς. Οὕτω γὰρ ἂν γένοιτο σαφὲς, εἰ λέγοιτο, ἐπιδείελα δʼ ἐστὶ χερείων ἠοῦς γινομένης. Εἰ δὲ ταῦτα κρατοίη, πάσας ἐπαινεῖ τὰς τετράδας, τὴν πρώτην, τὴν μέσην, τὴν τρίτην· πλὴν ὅτι τὴν τρίτην ὀλίγους γινώσκειν ἀμείνονα εἶναι ἐν τοῖς ἑωθινοῖς μέρεσι. Καὶ εἰκότως· συνάπτει γὰρ κατὰ τὴν δείλην τῇ πέμπτῃ. Ταύτην δὲ εἶπεν ὡς χαλεπήν.
ΗΟΥΣ ΓΙΝΟΜΕΝΗΣ. Ἕως τῆς ἕκτης ὥρας οὕτω καλεῖ. Ὀλίγοι δὲ τὴν μετὰ τὴν εἰκάδα τοῦ μηνὸς τετάρτην ἀρίστην πρωΐας οὔσης φασὶν, χείρονα δὲ τῇ δείλῃ.
ΑΙ ΔΕ ΜΕΝ ἩΜΕΡΑΙ εἰσὶν, ἕως τοῦ ΑΛΛΟΤΕ ΜΗΤΗΡ. Τὰς μὲν ἐπιτηδείας ἡμέρας εἰς Δία ἀναπέμπει, τὰς δὲ παρεμπιπτούσας μεταξὺ τούτων, καλεῖ ΜΕΤΑΔΟΥΠΟΥΣ, ΑΚΗΡΙΟΥΣ, καὶ ΟΥ ΤΙ ΦΕΡΟΥΣΑΣ, σημαίνων ὅτι ἄπρακτοί εἰσι, καὶ μηδὲν ὄνειαρ περιποιῆσαι δυνάμεναι. Ἐκάλεσε δὲ τὰς μεταξὺ πιπτούσας, διότι δηλοῖ τὸ δουπῆσαι τὸ πεσεῖν. Καὶ τὸ ἀκήριον δὲ αὐτὸ τὸ ἀκέραιον σημαίνειν ἔοικε. Τούτοις δὲ προσέθηκεν, ὅτι οἱ μὲν ἄλλας ἐπαινοῦσιν, οἱ δὲ ἄλλας· καὶ γὰρ Ὀρφεὺς εἶπε περὶ τῶν ἡμερῶν τούτων, ἄλλας ἐπαινῶν, καὶ ἄλλας ἐκβάλλων. Καὶ Ἀθηναῖοι κατὰ τὴν παρατήρησιν ἴδια περὶ αὐτῶν ἐδόξασαν. Κατὰ πάντα δὲ αἱ μέν εἰσι ἄρισται τῶν ἡμερῶν, ἃς μητράσιν αὐτὸς ἀπείκασεν· αἱ δὲ φυλακτέαι, αἷς τὰς μητρυιὰς ἐπεφήμισεν. ΑΛΛΩΣ. ΜΕΤΑΔΟΥΠΟΙ ἀβέβαιοι αἱ μεταξὺ τούτων πεπτωκυῖαι, οὔτε ἀγαθαὶ, οὔτε κακαί· ΑΚΗΡΙΟΙ δὲ, ὡς ἐπὶ ἀνθρώπων εἶπεν, ἄψυχοι, ἢ ἀσθενεῖς, ἢ μὴ ἔχουσαι εἱμαρμένην ἀγαθοῦ καὶ κακοῦ.
ΑΙΔΕ ΜΕΝ ἩΜΕΡΑΙ. Συμπεράνας τὴν τῶν ἡμερῶν διδασκαλίαν νῦν ἐπιλογικῷ κεφαλαίῳ ἐπαναληπτικῶς λέγει, αἵδε μὲν ἡμέραι ἀνύσιμοι, αἱ δὲ λοιπαὶ ἀποφράδες· ἄλλος δʼ ἄλλην αἰνεῖ. Τοῦτο δέ φησιν, ὅτι Ὀρφεὺς ἄλλας παραδίδωσιν, ἑτέρας δὲ ὁ Μελάμπους· ὀλίγοι δὲ γινώσκουσι τὸ ἀληθές· ἡ γὰρ ἡμέρα ὅτε μὲν συνεργεῖ, καί ἐστι μητήρ· ὅτε δὲ ἐναντιοῦται, καὶ δοκεῖ μητρυιά. ΤΑΩΝ ΕΥΔΑΙΜΩΝ ΤΕ ΚΑΙ ΟΛΒΙΟΣ, ὁ ἀναίτιος τοῖς ἀθανάτοις, ὃς τάδε πάντα εἰδὼς ἀπὸ τῶνδε τῶν ἡμερῶν ἐργάζεται οἰωνοσκοπῶν, καὶ τὰ ἀπαίσια ἐκφεύγων.
ΑΙ ΔΕ ΜΕΝ ἩΜΕΡΑΙ ΕΙΣΙΝ. Αὗται μὲν εἰσὶν αἱ ἡμέραι αἱ ἀπηριθμημέναι, δηλονότι μεγάλη ὠφέλεια τοῖς ἀνθρώποις. Αἱ δʼ ἄλλαι, ἤγουν αἱ μὴ ἠριθμημέναι — οὐ γὰρ πάσας τὰς τοῦ μηνὸς ἀπηρίθμησε — μετάδουποι, ἤγουν μεταξὺ πίπτουσαι, — δουπῆσαι γὰρ λέγουσι τὸ πεσεῖν, διὰ τὸ τὰ πίπτοντα ἠχεῖν — περισσαὶ δηλονότι καὶ ἀνενέργητοι. Λέγω ἀκήριοι, ἤγουν ἄψυχοι, νεκραὶ, κατὰ μεταφορὰν, ἀντὶ τοῦ οὐδενὸς οὔτε ἀγαθοῦ οὔτε κακοῦ δύναμιν ἔχουσαι. Εἶτα ὥσπερ ἑρμηνεύων τοῦτο, ἐπάγει, οὔ τι φέρουσαι, ἤγουν οὐδὲν ἐπάγουσαι, οὔτε καλὸν δηλονότι, οὔτε κακόν.
ΜΕΤΑΔΟΥΠΟΙ. Πίπτουσαι, ἤτοι ἄστατοι καὶ ἀβέβαιοι, καὶ ἄψυχοι. Τὸ ΑΚΗΡΙΟΙ, ἤγουν ἀσθενεῖς καὶ ἄκαρποι, διὸ ἐπάγει ΟΥ ΤΙ ΦΕΡΟΥΣΑΙ· ἢ αἱ μεταξὺ τῶν ῥηθεισῶν πίπτουσαι, ἢ ἄζωοί εἰσιν, ἢ ἄμοιροι ἐνεργείας τῆς εἰς τὸν βίον παρεκτικῆς.
ΑΛΛΟΣ Δʼ ΑΛΛΟΙΗΝ ΑΙΝΕΙ. Ἄλλος δὲ ἀλλοίην, ἀντὶ τοῦ ἄλλην, ἐπαινεῖ. Καὶ γὰρ ὁ Ὀρφεὺς εἶπε περὶ τῶν ἡμερῶν τούτων, ἄλλας ἐπαινῶν, καὶ ἄλλας ἐκβάλλων· καὶ Ἀθηναῖοι κατὰ τὴν παρατήρησιν ἴδια περὶ αὐτῶν ἐδόξασαν.
ΠΑΥΡΟΙ ΔΕ Τʼ ΙΣΑΣΙΝ. Ἤγουν ὀλίγοι δὲ τὸ ἀληθὲς γινώσκουσιν.
ΑΛΛΟΤΕ ΜΗΤΡΥΙΗ. Ἐπειδὴ ἡ μήτηρ ἤπιος, ἡ δὲ μητρυιὰ κακὴ, εἶπεν· αἱ μὲν τῶν ἡμερῶν εἰσὶ μητέρες, ὡς ἂν ἀγαθαί· αἱ δὲ μητρυιαὶ, ὡς ἂν κακαί.
ΑΛΛΟΤΕ ΜΗΤΡΥΙΗ ΠΕΛΕΙ ἩΜΕΡΗ. Ἄλλοτε μητρυιά ἐστιν ἡ ἡμέρα, ἤγουν κακὴ καὶ βαρεῖα, ὥσπερ ἡ μητρυιὰ περὶ τοὺς προγόνους.
ΑΛΛΟΤΕ ΜΗΤΗΡ. Ἤγουν ἀγαθὴ, καὶ ἤπιος, ὥσπερ ἡ μήτηρ περὶ τοὺς ἑαυτῆς παῖδας.
ΤΑΩΝ ΕΥΔΑΙΜΩΝ ΤΕ ΚΑΙ ΟΛΒΙΟΣ. Διὰ τούτων ὁρίζεται τὶς ὁ ἀληθῶς εὐδαίμων. Ὁ γὰρ γνῶσιν ἔχων τῶν τε ἔργων, ἃ δεῖ πράττειν, καὶ τῶν ἡμερῶν, ἐν αἷς τὸ πραττόμενον τοῦ οἰκείου τεύξεται τέλους, οὗτός ἐστιν εὐδαίμων· ἀναίτιος μὲν παρὰ τοῖς θεοῖς, ὡς ἀνέγκλητος διαμένων διὰ τὸ σκοπὸν ἔχειν πάντα δίκαιον, δύο δὲ ταῦτα σπουδάζων ἀεὶ, τὰ μὲν ἄδηλα τῷ ἀνθρωπίνῳ λογισμῷ διὰ μαντικῆς ὁρᾶν, τοῦτο γὰρ τὸ, τοὺς ΟΡΝΙΘΑΣ ΚΡΙΝΕΙΝ, τὰ δὲ κατὰ λογισμὸν πράττειν, ἐκκλίνων τὰς παραβάσεις τοῦ ὀρθοῦ καὶ καλοῦ σκοποῦ, τοῦτο γὰρ δηλοῖ τὸ τὰς ΥΠΕΡΒΑΣΙΑΣ ΑΛΕΕΙΝΕΙΝ. Τοῦτο τέλος ἐπέθηκεν ὁ Ἡσίοδος τῷ ποιήματι, τὸν εὐδαίμονα ὁρισάμενος, ὅστις ποτέ ἐστι. Δεῖ γὰρ εἰς τοῦτο βλέπειν πᾶσαν ἡμῶν τὴν ζωὴν, καὶ τὴν τῶν ἔργων αἵρεσιν, καὶ τὴν τῶν ἡμερῶν ἐκλογήν. ΑΛΛΩΣ. Τούτων ὅστις εἰδὼς πασῶν τὰς ἀποτελέσεις ἐργάζεται, εὐσεβῶν μέντοι εἰς θεὸν, οὗτος εὐδαίμων ἀνήρ· ὑπερβασίας δὲ τὰς ὑπερβάσεις τοῦ καλῶς ἔχοντος. Τούτοις δὲ ἐπάγουσί τινες τὴν ὀρνιθομαντείαν, ἅ τινα Ἀπολλώνιος ὁ Ῥόδιος ἀθετεῖ.
ΤΑΩΝ ΕΥΔΑΙΜΩΝ. Τούτων τῶν ἡμερῶν ὃς ἂν τάδε πάντα εἰδὼς, ἤγουν ταύτας τὰς διαφορὰς καὶ τὰς δυνάμεις πάσας, ἐργάζηται τὰ εἰρημένα δηλονότι ἔργα, ἀναίτιος τοῖς ἀθανάτοις, τουτέστιν ἀνέγκλητος, ἄμεμπτος, διαμένων παρὰ τοῖς θεοῖς διὰ δικαιοπραγίαν, ὄρνιθας σκοπῶν, ἵνα δηλονότι τὰ ἄδηλα τοῖς ἀνθρωπίνοις λογισμοῖς διὰ τῆς τούτων μαντικῆς ὁρᾷ, καὶ τὰς μετὰ γνώσεως δηλονότι παραβάσεις καὶ ἐκτροπὰς τοῦ καλοῦ ἐκφεύγων, εὐδαίμων ἐστὶ καὶ ὄλβιος, ἤγουν μακάριος.