Τὴν μὲν Θεογονίαν ὁ γενναῖος Ἡσίοδος δοκεῖ μοι συνθεῖναι πάσης τῆς περὶ τὸν κόσμον τῶν θεῶν προνοίας τὰς ἀρχὰς ἐθελήσας παραδοῦναι τοῖς μεθʼ ἑαυτὸν κατὰ τὴν πάτριον τῶν Ἑλλήνων φήμην ἀπὸ τῶν ἐν τοῖς ἱεροῖς θρυλουμένων μύθων τὸ σύγγραμμα πᾶν ἐργασάμενος· τὰ δὲ Ἔργα καὶ τὰς Ἡμέρας τὸ βιβλίον εἰς τὴν οἰκονομίαν καὶ ἀπράγμονα ζωήν, παρακαλῶν τοὺς ἀνθρώπους ἀπὸ τῆς ἀγοραίου καὶ φορτικῆς, οὐχ ἁπλῶς εἰς ἡδονὴν ἀποβλέπων τῶν ἐντευξομένων, ἀλλὰ ταύτην μὲν πάρεργον θέμενος, τὴν δὲ ὠφέλειαν τὴν εἰς τὸ ἦθος προηγούμενον σκοπὸν ποιησάμενος, ἵνα τὸν ἴδιον βίον κοσμήσαντες οὕτω καὶ τῆς περὶ τῶν θείων γνώσεως ἐπήβολοι γενώμεθα. διὸ καὶ ἀπὸ τούτου προσήκει τοῦ συγγράμματος ἄρχεσθαι· τοὺς γὰρ τὸ ἦθος ἀκοσμήτους τὸν κόσμον γνῶναι παντελῶς ἀδύνατον.
Ὁ μὲν οὖν σκοπὸς τοῦ βιβλίου παιδευτικός· τὸ δὲ μέτρον ὥσπερ ἥδυσμά τι τῷ σκοπῷ τούτῳ τῆς ἑρμηνείας ἐπιβέβληται θέλγον τὰς ψυχὰς καὶ κατέχον εἰς τὴν πρὸς αὐτὸ φιλίαν. διὸ καὶ ἀρχαιότροπός ἐστιν ἡ ἐν αὐτῷ τῆς ποιητικῆς ἰδέα· τῶν γὰρ καλλωπισμῶν καὶ τῶν ἐπιθέτων κόσμων καὶ μεταφορῶν ὡς τὰ πολλὰ καθαρεύει· τὸ γὰρ ἁπλοῦν καὶ τὸ αὐτοφυὲς πρέπει τοῖς ἠθικοῖς λόγοις· καὶ τοῦτο μὲν δῆλον.
Ὅτι δὲ τὸ προοίμιόν τινες διέγραψαν ὥσπερ ἄλλοι τε καὶ Ἀρίσταρχος ὀβελίζων τοὺς στίχους καὶ Πραξιφάνης, ὁ τοῦ Θεοφράστου μαθητής, μηδὲ τοῦτο ἀγνοοῦμεν· οὗτος μέντοι καὶ ἐντυχεῖν φησιν ἀπροοιμιάστῳ τῷ βιβλίῳ καὶ ἀρχομένῳ χωρὶς τῆς ἐπικλήσεως τῶν Μουσῶν, ἐντεῦθεν· οὐκ ἄρα μοῦνον ἔην ἐρίδων γένος· καὶ γὰρ τοῦτο πρέπον ἦν, ὡς ἔοικεν, ἀνδρὶ γράφειν ἄνευ σκηνῆς ποιητικῆς ἐγχειροῦντι καὶ πρὸ θυρῶν ὄγκον ἐπιδεικνυμένῳ περιττόν. ἐπάγεται δέ τινας καὶ τὸ μὴ ἀπὸ τοῦ Ἑλικῶνος λαβεῖν, Βοιωτὸν ὄντα, τὰς Μούσας, ὥσπερ ἐν τῇ Θεογονίᾳ πεποίηκεν, ἀλλʼ ἀπὸ τῆς Πιερίας, εἰς τὸ μὴ προσίεσθαι τὸ προοίμιον· τάχα δʼ ἂν εἴη καὶ τοῦτο παιδευτικὸν εἰς τὸ μὴ πάντα τὰ οἰκεῖα σεμνύνειν, ἀλλὰ καὶ τὰ παρʼ ἄλλοις ὄντα μειζόνως ἀγαθὰ προτιμότερα τῶν οἰκείων τίθεσθαι· καὶ γὰρ τὰς Μούσας τετάχθαι μὲν ἐν τῇ Πιερίᾳ φασίν, ἐν δὲ τῷ Ἑλικῶνι χορεύειν, οἱ περὶ αὐτῶν μῦθοι, τῆς μὲν Πιερίας τὴν ὑπὲρ τὸν κόσμον αὐτῶν τάξιν δηλούσης, ἀφʼ ἧς εἰς τὸν κόσμον προῆλθον, τοῦ δὲ Ἑλικῶνος τὴν ἐγκόσμιον· ἐν γὰρ τούτῳ χορεύουσι ταῖς σφαίραις ἐννέα οὔσαις ἐπιβεβηκυῖαι. Ταῦτα μὲν οὖν καὶ ἐν ἄλλοις εἴρηται· νῦν δὲ τῶν ἐν τῷ βιβλίῳ λέξεων τὰς δεομένας τῆς σαφηνείας διερμηνεύσωμεν καὶ εἴ τι περιττότερόν ἐστιν ἢ κατὰ τοὺς πολλοὺς τῶν ταῦτα μετιόντων περιλαμβάνοντες.
Μετὰ τὴν ἡρωϊκὴν γενεαλογίαν καὶ τοὺς καταλόγους ἐπεζήτησε καινουργῆσαι πάλιν ἑτέραν ὑπόθεσιν· καὶ δὴ καταχρησθέντων τῶν εἰς πολέμους καὶ μάχας, καὶ τῆς γεωργίας διδασκαλίαν εἰσφέρει καὶ τῶν ἡμερῶν τὴν κρᾶσιν, πρόσωπον ἀναπλάσας καὶ παραλαβὼν τὸ τοῦ ἀδελφοῦ Πέρσου, εἴτε κατʼ ἀλήθειαν, εἴτε κατὰ τὸ εὐπρόσωπον καὶ ἁρμόζον τῇ ὑποθέσει, ὡς ἂν μὴ δυσπρόσωπον εἴη καὶ ἵνα δόξῃ ἐξ ἔριδος τῆς κατὰ τὸν ἀδελφὸν ἐπὶ τοῦτο ἐληλυθέναι.
Διὰ τί εἶπεν Ἡσιόδου Ἔργα καὶ Ἡμέρας καὶ οὐκ εἶπεν Ἡμέρας καὶ Ἔργα; καί φαμεν ὅτι καλῶς ἄρα εἶπεν Ἔργα καὶ Ἡμέρας· πῶς γὰρ εἰ μὴ εἶπε τὸ ὑποκείμενον, τὸ ὑπερκείμενον ἔμελλεν εἰπεῖν; ὑποκείμενον μέν ἐστι τὸ ἔργον, ὑπερκείμενον δὲ ἡ ἡμέρα. καὶ διὰ τοῦτο καλῶς ἄρα εἶπεν αὐτὸ ὅτι ὁ ἀδελφὸς ἤτοι ὁ Πέρσης εἰθισμένος ἦν τοῦ ἁρπάζειν ἐξ ἀδικίας προσπορίζεσθαι τὸ ζῆν· οὐκ ἄρα πρὶν διδάξαι αὐτὸν ἀπέχεσθαι τῶν πονηρῶν ἔργων καὶ τῆς πλεονεξίας, ἐθίσαι δὲ αὐτὸν τοῦ κάμνειν καὶ γεωργεῖν καὶ σωφρόνως ζῆν ἔμελλεν εἰπεῖν· ἡ ἡμέρα ἡ δεῖνα ἀργίας, ἡ δὲ δεῖνα καμάτου αἴτιος.
ἀρνειῶν καλέειν εὔαδεν ἀλλὰ βροτῶν· χαῖρʼ Ἑλικὼν ὃς τοῖον ἐθρέψαο, χαίρετε λεπταὶ ῥήσιες Ἡσιόδου μουσοπνόων στομάτων.
Ὡς δὲ ποιητὴς τὰς Μούσας καλεῖ ἵνα δόξῃ τὸ ποίημα εἶναι Μουσῶν.
Ὁ σκοπὸς τοῦ βιβλίου παιδευτικός ἐστιν, ὅπως τὸν ἴδιον βίον κοσμήσαντες οὕτω καὶ τῆς περὶ τὸ θεῖον γνώσεως μέτοχοι γενώμεθα. μέτρῳ δὲ τοιούτῳ διατέθειται τὰς τῶν ἀκροατῶν ψυχὰς θέλγων καὶ κατέχων εἰς τὴν πρὸς αὐτὸ φιλίαν. Οὐκ ἐξ Ἑλικῶνος δὲ τὰς Μούσας, ἀλλʼ ἐκ τῆς Πιερίας καλεῖ, ἵνα μὴ πάντως τὰ οἰκεῖα σεμνύνων φανῇ, ἀλλὰ καὶ τὰ παρʼ ἄλλοις ὄντα ἀγαθὰ τῶν οἰκείων προτιμώμενος.
Εἰ γὰρ ἐν τῷ Ἑλικῶνι χορεύειν λέγονται, ἀλλʼ οὖν ἐν τῇ Πιερίᾳ ταύτας φασὶ γεγενῆσθαι. Μούσας δὲ ὠνομάσθαι λέγουσιν ἀπὸ τοῦ μῶσθαι· τοῦτο γὰρ σημαίνει τὸ ζητεῖσθαι, ἐπειδὴ καὶ παιδείας εἰσὶ παρεκτικαί. διὰ τοῦτο γὰρ Μούσας αὐτὰς ὠνόμασαν οἱ πρῶτοι τὰ ὀνόματα θέντες.
… Μοῦσαι Πιερίηθεν: ὦ Μοῦσαι, αἱ ἐκ τῆς Πιερίας ὁρμώμεναι καὶ ταῖς ὑμετέραις ᾠδαῖς καὶ φωναῖς τὰ πάντα δοξάζουσαι διʼ ἡμᾶς τοὺς ποιητάς, καὶ τὸν ὑμέτερον πατέρα ὑμνοῦσαι, δεῦτε τὸν Δία προσείπατε καὶ ἐν ἡμῖν τὸν ὑμέτερον πατέρα.
Μοῦσαι Πιερίηθεν: ὦ Μοῦσαι, αἱ ἀπὸ τῆς Πιερίας τὴν γένεσιν ἔχουσαι, ἐν δὲ τῷ Ἑλικῶνι χορεύουσαι, ταῖς ᾠδαῖς ὑμῶν δοξάζουσαι καὶ ὑμνοῦσαι τὸν ἴδιον ὑμῶν πατέρα Δία ὡς προνοητὴν τοῦ παρόντος.
Μοῦσαι: γνώσεις.
ἀοιδῇσι: χρώμεναι.
… Δίʼ: πατέρα δὲ τῶν Μουσῶν τὸν Δία εἰρήκασι καὶ μητέρα τὴν Μνημοσύνην, διότι νοητικὸν εἶναι δεῖ καὶ μνημονευτικὸν τὸν παιδευθησόμενον· ὧν τὸ μὲν νοητικὸν δίδωσιν ὁ Ζεύς, τὸ δὲ μνημονευτικὸν ἡ Μνημοσύνη.
σφέτερον: καταπεφρόνηκε τῶν ἀντωνυμιῶν· δεύτερον γὰρ πρόσωπόν ἐστιν· ἔδει δὲ εἰπεῖν ὑμέτερον, ἀλλʼ ἀντὶ δευτέρου τρίτῳ ἐχρήσατο.
ὅν τε διὰ βροτοί: διʼ ὃν πάντα καὶ οὐκ αὐτόματα· πάντα δὲ τῷ Διὶ προσαναπλάττει παραινῶν αὐτῷ μὴ νομίζειν διὰ βίας αὔξειν τὸν πλοῦτον.
ὅν τε διὰ βροτοί: ἤτοι διʼ ὅντινα τρόπον οἱ ἄνδρες, οἱ ὁμοίως πάντες βροτοὶ καὶ φθαρτοὶ ὄντες, οἱ μὲν ἐκ τούτου εἰσὶν ἄφατοι καὶ ἀνονόμαστοι, οἱ δὲ φατοὶ καὶ ὀνομαστοὶ πανταχοῦ, ὁμοίως ῥητοὶ καὶ ἔνδοξοί τινες τῶν ἀνθρώπων, ἄλλοι δὲ ἄρρητοι καὶ ἄδοξοι καὶ μηδόλως ὀνομαζόμενοι καὶ φημιζόμενοι διὰ τὸ ταπεινόν.
ὅν τε διὰ βροτοί: διʼ ὃν οἱ φθορᾷ ὑποκείμενοι ἄνθρωποι ὁμοίως οἵ τε λογικοὶ καὶ ἀμαθεῖς.
ὁμῶς ἄφατοί τε φατοί τε: περὶ ὧν φᾶναί τι δυνατὸν ὡς ἐγνωσμένων ἡμῖν, περὶ ὧν καὶ μηδὲν ὡς μὴ ἐγνωσμένων ἡμῖν, ἀφʼ ὧν δηλοῦσθαι τὸ ἐπίσημον καὶ ἄσημον· ἢ οἱ ζῶντες καὶ οἱ ἀποθανόντες.
ὁμῶς ἄφατοί τε φατοί τε: ὁμοίως· ἄδοξοι· ἔνδοξοι.
… ῥητοί τʼ ἄρρητοί τε: καὶ λογικοὺς καὶ ἀλόγους, καὶ Ἕλληνας καὶ βαρβάρους, καὶ μετρίους καὶ πλουσίους, πάντας ἐκ τοῦ Διὸς λέγει γεγενῆσθαι.
ῥητοί τʼ ἄρρητοί τε: διάδηλοι· ἀφανεῖς.
ἕκητι: ἕνεκα· βουλῇ
… ῥεῖα μὲν γὰρ βριάει: πάντα ὁ Ζεὺς διοικῶν καὶ τοὺς ἀδυνάτους δυναμοῖ καὶ τοὺς δυνατοὺς δυνατῶς καθαιρεῖ τῆς δυνάμεως, ὧν τὸ μὲν δηλοῖ τὸ βριάει, τὸ δὲ τὸ βριάοντα χαλέπτει. οὐχ ἁπλῶς δέ, ἀλλὰ καὶ διὰ κακίαν καὶ πονηρίαν μηνιᾷ· ἄδηλον δὲ τὸν τεταπεινωμένον καὶ ἀφανῆ καὶ ἄδοξόν φησιν.
ῥεῖα: εὐκόλως.
βριάει: ἰσχυροποιεῖ· αὔξει.
χαλέπτει: εἰς χαλεπώτατα ἄγει.
ἀρίζηλον μινύθει: ἔνδοξον πτωχεύει.
ἄδηλον ἀέξει: ἀφανῆ πλουτεῖ.
… ῥεῖα δέ τʼ ἰθύνει σκολιόν: τὸν ποικίλον τὸ ἦθος διὰ πανουργίαν σκολιὸν ὀνομάζει· τοῦτον οὖν ἰθύνειν τὸν Δία πάλιν εἰς τὸ ἁπλοῦν ἐπανάγοντα ἦθος, διὰ τὸ κολάζειν αὐτὸν ἐπὶ τῇ πανουργίᾳ.
ἰθύνει σκολιὸν καὶ ἀγήνορα κάρφει: εὐθύφρονα ποιεῖ τὸν ταπεινωθέντα καμφθέντα, ἄδικον ὑπερήφανον ξηραίνει.
… καὶ ἀγήνορα κάρφει: τὸν αὐθάδη καὶ ὑπερόπτην εὐτελῆ ποιεῖ καὶ ταπεινόν. ἡ γὰρ αὐθάδεια πρὸς καταφρόνησιν ἐγείρει τῶν ἄλλων ἁπάντων· ἡ δὲ ταπείνωσις εἰς ἔννοιαν ἄγει τοῦ μηδὲν ἡμᾶς διαφέρειν τῶν ὁμοίων καὶ μετρίους ποιεῖ τὸ ἦθος.
… Ζεὺς ὑψιβρεμέτης: καταπλήττει αὐτὸν τῷ ἐπιθέτῳ τῆς ἀξιοπίστου οἰκήσεως διὰ τοῦ εἰπεῖν· Ζεὺς ὑψιβρεμέτης.
… ὑπέρτατα δώματα: τὰ ἄκρα τοῦ κόσμου τὰ ὑπὲρ ἡμᾶς ὄντα, ἐν οἷς ὁ Ζεὺς ἵδρυται, δώματά ἐστι τοῦ Διός· ὡς καὶ Ὅμηρος εἶπε καθῆσθαι αὐτὸν ἐν ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο.
… κλῦθι ἰδὼν ἀίων τε: ὅπερ δὲ Ὅμηρος ἐπὶ τοῦ ἡλίου φησί, τοῦτο Ἡσίοδος ἐπὶ τοῦ Διὸς εἶπεν· ὅμοιον γάρ ἐστι τὸ· ἠέλιός θʼ ὃς πάντʼ ἐφορᾷ καὶ πάντʼ ἐπακούει. ὁρᾶν δὲ τὸν Δία πάντα καὶ ἀκούειν πάντων εἴρηκε· τῶν γὰρ αἰσθήσεων τὴν ὅρασιν καὶ τὴν ἀκοὴν ὡς χαριεστάτας ἐπὶ τοὺς θεοὺς ἀναφέρουσιν.
κλῦθι ἰδὼν ἀίων τε: καὶ ὁρᾶν τὸν Δία πάντα καὶ ἀκούειν πάντων ὡς εἴρηται· καὶ Ὅμηρος περὶ τοῦ ἡλίου· ἠελίου ὃς πάντʼ ἐφορᾷ καὶ πάντʼ ἐπακούει· τῶν γὰρ αἰσθήσεων τὴν ὅρασιν καὶ τὴν ἀκοὴν ὡς χαριεστάτας ἐπὶ τοὺς θεοὺς ἀναφέρουσιν.
κλῦθι ἰδὼν ἀίων τε: ὡς πάντα ἐφορῶν καὶ ἀκούων τῶν γινομένων ἐπόπτης γενοῦ καὶ μὴ μόνον διʼ ἀκοῆς παραδέξῃ τὰ ῥηθησόμενα, ἀλλὰ καὶ διʼ ὄψεως. σύ, φησι, ἴθυνον· ἐγὼ δὲ καταλέξω τῷ Πέρσῃ.
κλῦθι ἰδὼν ἀίων τε: καὶ εἰ μὲν νοήσεις ὅτι πρὸς αὐτὸν τὸν ἀδελφὸν αὐτοῦ Πέρσην προσδιαλέγεται ἄγροικον ὄντα, λέγει τινὰ θάμβους ἄξια, ἵνα εἰς ἔκπληξιν ἄγῃ αὐτόν· εἰ δὲ μὴ νοήσεις αὐτὸν οὕτως, ἀλλὰ πρός τινα τῶν ἐχεφρόνων καὶ ἐπισταμένων, ταῦτα λέγει πρὸς τὸν Δία· καὶ οἱ μὲν ποιηταὶ τρεῖς Δίας καλοῦσιν, καθὸ καὶ ἀδελφοί· τόν τε Δία τὸν ἐν οὐρανῷ, τὸν Ποσειδῶνα καὶ τὸν Πλούτωνα· καὶ ὡς εἴπομεν ἀδελφῶν ὄντων ἀπὸ πατρὸς Κρόνου καὶ μητρὸς Ῥέας, ἐκληρώσατο δὲ αὐτοῖς τῷ μὲν τὸν οὐρανόν, τῷ δὲ τὰ ἐπίγεια, τῷ δὲ τὰ καταχθόνια· λοιπὸν οὐδένα ἄλλον λέγει εἰ μὴ τὸν ἐν οὐρανῷ.
κλῦθι ἰδὼν ἀίων τε: καὶ τοῦτο διττῶς νοεῖται· σύ, ὦ Ζεῦ, ἐπάκουσον ἰδὼν ἀκούων τε· καὶ τὸ ἰδὼν καὶ νοήσει ὅτι οὐκ ἀντὶ τοῦ θεασάμενος ἔλαβεν, ἀλλʼ ἀντὶ τοῦ γινώσκων· ἰδὼν πάντα πρὸ γενέσεως, ἐπάκουσόν μου· καὶ οὕτως ἰδὼν ἀίων τε ὡς καὶ ἐν τῇ Ὀδυσσείᾳ γέγραπται· ὃς πάντʼ ἐφορᾷ καὶ πάντʼ ἐπακούει.
κλῦθι ἰδὼν ἀίων τε: σύ, ὦ Ζεῦ, ὁ ἰδὼν τότε τὰς τιμωρίας τοῦ ἀδελφοῦ μου Πέρσου καὶ τὰς ἀδικίας ἀρτίως ἀκούων, ἐμοῦ ἐπάκουσον. καὶ πῶς τὸ ἰδών ἐστι δευτέρου ἀορίστου μετοχικοῦ καὶ παρεληλυθότος καιροῦ, τὸ δὲ ἀκούων ἐστὶν ἐνεστῶτος; τὸ θεῖον τὰ ἐνεστῶτα καὶ τὰ μέλλοντα ἀντὶ παρεληλυθότων ἔχει ὡς καὶ ἐν τῇ Ἰλιάδι· ὃς ᾔδη τά τʼ ἐόντα τά τʼ ἐσσόμενα.
… δίκῃ δʼ ἴθυνε θέμιστας: τουτέστι κατὰ δίκην πᾶσαν σὺ τὰς κρίσεις κρίνε, πάντα ὁρῶν τὰ πράγματα τὰ ἀνθρώπινα καὶ πάντων ἀκούων· ὁρῶν μὲν τὰς πράξεις ἡμῶν, ἀκούων δὲ τῶν λόγων ὧν φθεγγόμεθα οἱ ἄνθρωποι.
τύνη: ὅτι πρὸς τὸν Δία. Πολύζηλος δὲ ἐν τοῖς Ῥοδιακοῖς Τύνην ἄρχοντα Χαλκιδέα φησίν, ἐφʼ οὗ κρίνεσθαι τὸν Ἡσίοδον μετὰ τοῦ ἀδελφοῦ, Διονύσιος δὲ Φαίδριστον, ἀγνοοῦντες ὅτι ἀντωνυμία ἐστὶ παράγωγος ἀπὸ τοῦ τύ, ὡς ἐγὼ ἐγώνη, τὺ τύνη.
ἐγὼ δέ κε Πέρσῃ: ἐγὼ δὲ τῷ Πέρσῃ λέξω.
… οὐκ ἄρα μοῦνον ἔην: οὐχ ἕν, ὡς ἔοικεν, ἦν τὸ τῶν Ἐρίδων γένος, ἀλλὰ δύο. λαμβάνεται δὲ ἑαυτοῦ, ἐπειδὴ ἐν τῇ Θεογονίᾳ μίαν γέννησιν Ἔριδος παρέδωκεν, ὅθεν ἐνταῦθα ὥσπερ συναισθησόμενος ἑαυτοῦ δύο λέγει διὰ τὸν καιρὸν καὶ τὸν σκοπὸν τοῦ γράμματος.
οὐκ ἄρα μοῦνον: ἀναγνωστέον ἔστω σοι καὶ τὸ οὐκ ἄρα μοῦνον ἔην. διὰ τί εἶπεν οὐκ ἄρα μοῦνον πρὶν εἴπῃ τίνος; εἶπε δὲ τὸ οὐκ ἄρα· πῶς καί; εἶπε γὰρ ἐν τῇ Θεογονίᾳ ὅτι ἓν γένος ἐστὶ φιλονεικίας, καὶ ὧδε ἔμελλεν εἰπεῖν ὅτι δύο εἰσί· καὶ εἶπεν τὸ οὐκ τάχα ὅτι ἐψεύσατο ἐν τῷ εἰπεῖν, ὅτι ἓν γένος ὑπάρχει φιλονεικίας.
… Ἐρίδων γένος: διττή ἐστιν ἡ Ἔρις· ἡ μὲν γὰρ ἅμιλλα καὶ ζῆλος εἰς τὴν τοῦ ἀγαθοῦ τεῦξιν, ἡ δὲ φιλόνεικος ζωὴ μετὰ φθόνου καὶ δυσμενείας. ἀλλʼ αὗται μὲν αἱ δύο περὶ γῆν εἰσιν, ἐπείπερ ἐνταῦθα καὶ τὰ κακὰ τὰ μαχόμενα τοῖς ἀγαθοῖς· ἡ δʼ ἀμείνων Ἔρις τοῦ ἀγαθοῦ ἕνεκα γινομένη καὶ ἐν τοῖς κρείττοσιν ἡμῶν ἐστιν.
… τὴν μέν κεν ἐπαινέσειε νοήσας: προσυπακουστέον τό τις· τὸ γὰρ ὅλον ἦν· ἐπαινέσειεν ἄν τις νοήσας· οὐ γὰρ ὁ τυχὼν τὴν ἀμείνω τῶν Ἐρίδων ἐπαινέσειεν, ἀλλʼ ὁ δυνηθεὶς αὐτὴν τῷ νῷ θεωρῆσαι, μεγάλων οὖσαν ἀγαθῶν αἰτίαν τοῖς ἀνθρώποις.
… ἣ δʼ ἐπιμωμητή: δηλονότι ἡ χείρων Ἔρις ἀπὸ φιλονείκου προαιρέσεως γινομένη, ἄλογος οὖσα τοῦ θυμοῦ κίνησις καὶ οὐχ ἁπλῶς μωμητή, ἀλλὰ μετὰ ἐπιτάσεως ἐπιμωμητή, ὡς ἐπιτεταμένως οὖσα ψεκτὴ παρὰ τοῖς ἐχέφροσι.
ἐπιμωμητή: μέμψεως ἀξία.
… διὰ δʼ ἄνδιχα θυμὸν ἔχουσιν: χωρὶς διεστήκασι κατὰ τὴν ζωήν· ταύτην γὰρ εἶπε θυμόν· καὶ γὰρ πᾶσα ψυχικὴ ζέσις καλεῖται θυμός.
διὰ δʼ ἄνδιχα: παρηλλαγμένην τὴν διαφορὰν ἔχουσιν τὴν γνώμην.
ἣ μὲν γὰρ πόλεμον: ὑπερβατόν· ἡ μὲν γὰρ σχετλίη πόλεμόν τε κακὸν καὶ φιλονεικίαν αὔξει.
… ἀλλʼ ὑπʼ ἀνάγκης: τὴν χείρονά φησιν Ἔριν ἀκούσιον εἶναι τοῖς ἀνθρώποις· εἰκότως. καὶ γὰρ ἅπαν τὸ κακὸν ἀκούσιόν ἐστι, ὥς φησι καὶ Πλάτων, ὑπʼ ἀνάγκης δὲ τιμᾶσθαι παρὰ τῶν ἀνθρώπων διὰ τὴν ἄλογον ζωὴν ἣν ἔσχον εἰς σῶμα πεσούσης τῆς ψυχῆς. καὶ τοῦτο κατὰ βούλησιν γεγονέναι τῶν θεῶν τὸ τῇ ἀνάγκῃ τοιαύτῃ συσχεθῆναι, ἵνα δηλονότι μισήσωσι τὸ μετὰ τῶν σωμάτων ζῆν. οὐ γὰρ ἐνδέχεται σώμασι συνόντας ἔξω παντελῶς εἶναι τῶν κατὰ τὸ σῶμα παθῶν.
ἀλλʼ ὑπʼ ἀνάγκης: οὐ πάνυ μέμφεται τὸν ἀδελφόν, ἀλλὰ τὴν ἀνθρωπίνην φύσιν οἰκτείρει, ὅτι τὴν κακὴν Ἔριν οὔτις ἀγαπᾷ, ἀλλὰ ὑπὸ τῆς ἀνάγκης· καὶ γὰρ διὰ τὸ ἐν τῇ θ … καὶ συνεργὸν τῶν θεῶν γενέσθαι τὸν ἄνθρωπον καὶ δεδέσθαι τὸ σῶμα μετὰ τῆς ψυχῆς, ἀνάγκη τοὺς ἀνθρώπους καὶ ἄκοντας δουλεύειν τοῖς πάθεσι τοῦ σώματος· καὶ γὰρ ἐκ τῆς ὀργίλου γνώμης συνίσταται τὰ τῆς Ἔριδος, καὶ πᾶς ὁποῖος τὸ κακὸν θεραπεύει τὸ κακὸν καὶ τιμᾷ, ὡς πολλοὺς τῶν ἀνθρώπων διὰ φόβον καὶ ἀνάγκην τιμῶμεν, οὐκ ἀγαπῶμεν δέ, ἢ θεὸς ἔχει τὰς δύο Ἔριδας· τοῦτο δὲ ᾠκονόμηται ἵνα οἱ ἄνθρωποι μισῶσι τὴν τοῦ σώματος ζωήν. τὸ πρῶτον ἦν τὸ ἀγαθὸν δεδομένον ἐκ θεοῦ, καὶ ἐκ τοῦ ἀφανοῦς τὸ κακὸν ἐγένετο· τοῦ δὲ κακοῦ οὐκ ἦν τις ὑπόστασις, ἀλλʼ ἐξ ἀπροσεξίας ἡμῶν ἦλθε. Νὺξ δὲ ἔτεκεν, ὅτι ἐκ τοῦ ἀφανοῦς ἦν τὰ πάντα.
ὑπʼ ἀνάγκης· βιαζόμενοι.
… Ἔριν τιμῶσι: τὴν Ἔριν τιμῶσι πληροῦντες τὴν πληροφορίαν αὐτῆς τυχόν, ἵνα μὴ ᾖ δύσφημον τὸ τιμᾶσθαι θεόν, καὶ φιλοτίμως ἔχουσι πρὸς τὸ μάχεσθαι· τιμῶσι μέν, καλῶς εἶπεν, οὐ γὰρ φιλοῦσι.
ἀθανάτων βουλῇσιν: πάντων αἰτίους Ἑλληνικῷ φρονήματι τοὺς θεοὺς εἶναί φησιν· ἡμεῖς δὲ οὐχ οὕτως, ἀλλʼ εἶναι μὲν τὸν Θεὸν ἀγαθῶν πάντων αἴτιον, τὰ φαῦλα δὲ ὕστερον παρελθεῖν. φασὶ δὲ ὅτι αἱ ψυχαὶ προϋπάρχουσι τῶν σωμάτων, ἐπειδὴ τῆς εἱμαρμένης βουλήσει σώμασιν ἐγκατεκλείσθησαν· ἃ δὴ καὶ πολλῶν ἐν χρείᾳ καθίσταται· οὕτω θελήσει θείᾳ καὶ τὰ φαῦλα ὑφίσταται.
… τὴν δʼ ἑτέρην προτέρην: τὴν ἀμείνω λέγει καὶ αὐτὴν οὖσαν τῆς λογικῆς ψυχῆς ἅμιλλαν σύντονον πρὸς τὸ ἀγαθὸν ὁρῶσαν. ταύτην οὖν γεννηθῆναι παρὰ τῆς Νυκτός φησιν—ἔστι γὰρ ἡ Νὺξ θεὸς ὑπὲρ τὸν κόσμον ἀφανὴς τοῖς ὄμμασιν ἡμῶν καὶ διὰ τοῦτο ἐρεβεννή— ὥσπερ καὶ αὐτὸν τὸν Δία πατέρα τῶν ψυχῶν. ἐκείνη οὖν ἐγέννησε τὴν κρείττω Ἔριν ὡς πάντα ἀνάγουσαν ἐπὶ τὴν ἀφανῆ καὶ θείαν ζωήν· αἰτία γάρ ἐστι πάντων τῶν ἀοράτων.
τὴν δʼ ἑτέρην προτέρην: ἐκ Νυκτὸς γεγενῆσθαι λέγει· ἐξ ἀδήλου γάρ ἐστι τὰ ἀγαθὰ καὶ τὰ κακά, καὶ τὰ μὲν οὖν καλὰ προγενέστερα· μετὰ ταῦτα δὲ ἐφάνη ἡ κακία. Νὺξ δὲ ἔτεκεν, ὅτι ἀπὸ τοῦ ἀφανοῦς εἰς φῶς προῆλθε τὰ πάντα.
θῆκε δέ μιν Κρονίδης: τὴν μὲν συνέπειαν οὕτω δεῖ καθιστάναι· ὁ Ζεὺς ὁ ἐν τῷ αἰθέρι ναίων καὶ ἐν τοῖς ἀνδράσι καὶ ἐν ταῖς ῥίζαις τῆς γῆς ἀμείνω τὴν Ἔριν ἔθηκε ταύτην ἐκείνης, ἵνα διὰ μὲν τοῦ αἰθέρος τὸ ἀκρότατον δηλώσῃ, διὰ δὲ τῶν ἐν τῇ γῇ ῥιζῶν τὸ ἔσχατον, διὰ δὲ τῶν ἀνδρῶν τὸ μέσον—οὔτε αἰθερίων ὄντων οὔτε χθονίων φυτῶν—, διὰ πάντων δὲ ὅτι πανταχοῦ ἐστι τὸ θεῖον καὶ ἐν πᾶσι πρώτοις μέσοις ἐσχάτοις. εἰπὼν δὲ ὅτι Νὺξ ἔτεκε τὴν ἀμείνω Ἔριν, φησὶ παρὰ τοῦ Διὸς ἀρείονα γενέσθαι δόντος αὐτῇ καὶ ἐν τῷ κόσμῳ δύναμιν σεμνοτέραν τῆς ἑτέρας.
γαίης τʼ ἐν ῥίζῃσι: ἐν τοῖς φυτοῖς τοῖς ἐρριζωμένοις τῇ γῇ ἢ ὅτι ἐρρίζωσεν αὐτὴν ἐν τῇ γῇ ἢ ὅτι ἡ ἀγαθὴ φιλονεικία καὶ ἐπὶ τὰ φυτὰ καὶ ἐπὶ πάντα τὰ γεωργικὰ ἐδόθη, ὥστε ζηλοῦν τοὺς ἀνθρώπους εἰς τὸ ἐργάζεσθαι.
γαίης τʼ ἐν ῥίζῃσι: ἢ ὅτι ἐρρίζωσεν αὐτὴν ἐν τῇ γῇ ἢ ὅτι τὴν ἀγαθὴν φιλονεικίαν ἐπὶ τὰ φυτὰ καὶ πάντα τὰ γεωργικὰ ἔθηκε ὥστε ζηλοῦντας ἀλλήλους τοὺς ἀνθρώπους ἐργάζεσθαι καὶ πονεῖν ἐν τοῖς ἐπιτηδεύμασιν.
ἥ τε καὶ ἀπάλαμον: τὸν ἀκίνητον πρὸς τὰ ἔργα καὶ οἷον μὴ ἔχοντα χεῖρας ἀλλʼ ἀργὸν κινεῖ πρὸς τὸ ἐργάζεσθαι τοῖς ἐργαζομένοις ἁμιλλώμενον ἡ κρείσσων Ἔρις.
ἥ τε καὶ ἀπάλαμον: ἥτις καὶ τὸν ἀργὸν καὶ μὴ παλαμώμενον ἐπὶ τὸ ἔργον ἐγείρει· παλαμᾶν γὰρ τὸ διὰ τῶν παλαμῶν γεωργίας ἐργάζεσθαι· ὁ γὰρ σπουδαῖος κἂν ᾖ ἀσθενὴς σπεύδει τὸ ἐργάζεσθαι.
ἀπάλαμον: ἄτεχνον· ἀργόν· ἄπειρον ἔργων· ἀσθενῆ.
εἰς ἕτερον γάρ τις: ἰδὼν γάρ τις πένης τὸν πλούσιον ἐκ τῶν ἔργων πλουτήσαντα σπεύδει καὶ αὐτὸς πλουτῆσαι.
εἰς ἕτερον γάρ τίς τε ἰδών: εἰς ἕτερον γὰρ πλούσιον θεωρῶν τις ἔργου χρῄζων, ὃς σπουδάζει μὲν ἀροτριᾶσθαι καὶ φυτεῦσαι καὶ τὸν οἶκον καλὸν κατασκευάσαι, ἐγείρεται.
ἔργοιο χατίζει: ὁ τῆς γεωργίας, τουτέστι ὁ ἀεργὸς ζητεῖ.
ζηλοῖ: ὀργίζεται, φθονεῖ, βασκαίνει.
ζηλοῖ: ἁμιλλᾶται.
εἰς ἄφενος: τὸν πλοῦτον ἄφενος καλοῦσι τὸν ἀπὸ τῶν ἔργων τῶν ἐνιαυσιαίων ἀθροιζόμενον· ἔνος γὰρ καλεῖται ὁ ἐνιαυτός.
εἰς ἄφενος σπεύδοντʼ: προτρέπεται πρὸς γεωργίαν διὰ τοῦτο. ἐν γὰρ ταῖς ῥίζαις τῶν γεωργικῶν ὑφίσταται ἡ ἀγαθὴ Ἔρις, φησίν, οὐχὶ δὲ ἐν ταῖς ἀδικίαις· ἢ ὅτι ἐκ τοῦ ἀφανοῦς καὶ ἀδήλου παρυφίσταται τὰ κακὰ καὶ τὰ ἀγαθά.
καὶ κεραμεὺς κεραμεῖ κοτέει: τοῦτο δεῖ μᾶλλον ἐπανάγειν εἰς τὰ εἰρημένα περὶ τῆς χείρονος Ἔριδος· καὶ γὰρ τὸ κοτέειν καὶ τὸ φθονεῖν κακά ἐστι καὶ ἐκείνης οἰκεῖα καὶ οὐ τῆς ἀμείνονος.
κοτέει: ἁμιλλᾶται· χαλεπαίνει· ὀργίζεται.
ὦ Πέρση: τὸ ποίημα γέγραπται πρὸς τὸν Πέρσην τὸν ἀδελφόν. νουθεσία δὲ καὶ δικαιολογία· νειμάμενος γὰρ τὴν πατρῴαν οὐσίαν κατηνάλωσε θεραπεύων τοὺς ἐν τῇ πολιτείᾳ καὶ καταδυναστεύων Ἡσιόδου καὶ πολλὰ παρενοχλῶν, ἐζημίου πρὸς ἄρχοντας καὶ κριτήρια ἕλκων διὰ τὴν τῶν χρημάτων ἐπίθεσιν.
ὦ Πέρση: τὰ κατὰ τὸν Πέρσην, ἤτοι ἱστορικῶς ἐκληπτέον ἢ πλασματικῶς καὶ ὑποθετικῶς διὰ τὸ εὐπρόσωπον τοῦ λόγου.
ὦ Πέρση: ἀποστροφὴ τὸ σχῆμα· ἀποστρέφεται γὰρ πρὸς Πέρσην τὸν ἀδελφὸν αὐτοῦ παρακαλῶν αὐτὸν ἐμβαλεῖν τὰ προρρηθέντα εἰς τὴν ἑαυτοῦ ψυχήν.
ὦ Πέρση: λέγουσι τοῦτον τὸν ἀδελφὸν Ἡσιόδου τὰ ἑαυτοῦ δαπανήσαντα καλὰ διὰ τὴν τῆς γυναικὸς μοχθηρίαν καὶ τοῖς ἄρχουσι προσιόντα κακοπραγμονεῖν τὸν ἀδελφὸν διὰ τὴν τῶν χρημάτων ἐπιθυμίαν.
ἐνικάτθεο: ἔμβαλε.
Ἔρις κακόχαρτος: ᾗ χαίρουσιν οἱ κακοὶ καὶ φιλοδικοῦντες καὶ κακοπράγμονα βίον ζῶντες. διὸ καὶ ἀπὸ τῶν ἔργων κωλύει τρέπουσα αὐτοὺς ἐπὶ τὰς ἀγορὰς καὶ τὰς δίκας τὰς πρὸς ἀλλήλους.
μηδέ σʼ Ἔρις κακόχαρτος: μηδέ σʼ Ἔρις, φησί, τουτέστι ἡ φιλονεικία, κωλύσῃ ἀπʼ ἔργου εἰς τὸ περιβλέπεσθαι φιλονεικίας καὶ ἀκροᾶσθαι ῥημάτων καὶ φημῶν κινουμένων ἐν ἀγορᾷ.
μηδέ σʼ Ἔρις κακόχαρτος: μηδαμῶς σου, φησί, ἡ Ἔρις ἡ ἐπὶ κακῷ χαίρουσα ἀπὸ τοῦ ἔργου τὴν ψυχὴν κατάσχοι καὶ κωλύσοι· μηδὲ κακοὶ ἔστωσαν φίλοι φιλοδικοῦντες καὶ ἀπὸ τῶν ἔργων κωλύοντες καὶ πρὸς τὰς ἀγορὰς καὶ πρὸς τὰς δίκας πέμποντες καὶ κακοπράγμονα βίον ζῶντες.
κακόχαρτος: ἀμφίβολον τὸ κακόχαρτος· ἤτοι γὰρ ἡ ἐπὶ κακοῖς χαίρουσα ἢ ἐφʼ ᾗ οἱ κακοὶ ἐπιχαίρουσιν. δοκοῦσι γὰρ ὅτε σύγχυσις γίνεται ὠφελείας ἕξειν.
νείκεʼ ὀπιπτεύοντα: τουτέστι πρὸς μόνας τὰς φιλονεικίας βλέποντα καὶ ἐπήκοον ὄντα τῶν κατʼ ἀγορὰν κινουμένων φιλονεικιῶν, ὀφείλοντα τοῖς ἔργοις προσέχειν τοῖς γεωργικοῖς ἀφʼ ὧν τρέφεσθαι δυνατόν.
ὀπιπτεύοντʼ: ἐπιτηροῦντα.
ἐπακουὸν ἐόντα: ἐπακροώμενον· τῶν κριτηρίων ἀκροατήν.
ὤρη γάρ τʼ ὀλίγη: τουτέστι ἐλαχίστη φροντίς ἐστι τῶν ἀγορῶν καὶ δικῶν ἐκείνῳ τῷ μὴ ἔχοντι βίον ἐπηετανὸν τὸν ἀπὸ τοῦ ἔτους ἀθροιζόμενον ἐν τοῖς ἑαυτοῦ οἴκοις, ἀφʼ οὗ τραφήσεται ἀνὰ πᾶν τὸ ἔτος. ψιλοῦται δὲ τὸ ὤρη· νῦν γὰρ τὴν φροντίδα σημαίνει· ὅθεν καὶ ὀλιγωρία καὶ πολυωρία καὶ πολυωρῶ καὶ πυλωρός, ὁ τὴν τοῦ φυλάσσειν τὰς πύλας ἔχων ἐξουσίαν.
ὥρη: ὥρα γάρ ἐστι τοῦ παντός.
ᾧ τινι μὴ βίος: αὐτὸν κατʼ ὀλίγον νουθετεῖ ἀπαλλάσσων τῆς ἀργίας.
ᾧ τινι μὴ βίος: ὁ γάρ, φησι, μὴ ἔχων πλοῦτον ἐν τῷ οἴκῳ αὐτοῦ ὀφείλει ποτὲ μὲν ἐργάζεσθαι, ποτὲ δὲ ἀκροᾶσθαι. κάμνε, φησί, καὶ ὅτε οὖν κορεσθήσῃ, τότε φιλονείκει. τοῦτο δὲ εἶπεν ἵνα κατὰ μέρος ἀπάρῃ αὐτὸν τοῦ φιλονεικεῖν ἐπὶ τὸ ἐργάζεσθαι.
ὡραῖος: τὸν βίον προεῖπεν ὡραῖον, ὡς ἐκ τῆς τῶν ὡρῶν περιόδου συλλεγόμενον· ἐπειδὴ τὰ μὲν τὸ ἔαρ φέρει, τὰ δὲ τὸ θέρος, τὰ δὲ τὸ μετόπωρον, τὰ δὲ ὁ χειμὼν τῶν πρὸς τὸν βίον ἀναγκαίων· ὡραῖος μὲν γὰρ διὰ ταῦτα ὁ βίος.
ὡραῖος: εὔφορος· εὔκαιρος.
Δημήτερος ἀκτήν: πᾶσαν τὴν τῶν καρπῶν φορὰν ἐκάλεσεν, οὐ μόνον τῶν ἰδίως λεγομένων δημητριακῶν οἷον πυρῶν καὶ κριθῶν, ἀλλὰ καὶ τῶν ἄλλων. τὴν γὰρ γῆν, ἀφʼ ἧς οἱ καρποὶ πάντες, Δήμητραν ὠνόμαζον οἱ παλαιοί.
ἀκτήν: ἡ ἀκτή, φησι, θηλυκῶς· σημαίνει δὲ τὸν καρπόν.
τοῦ κε κορεσσάμενος: τούτου τοῦ βίου πλησθείς, φιλονείκει· τοῦτο εἶπεν οὐχ ὅτι πλούσιός τις ὢν ὀφείλει εἶναι φιλόδικος, ἀλλʼ ἐκ περιουσίας ἐνδείκνυται πρὸς τὸν Πέρσην, ὅτι μόλις πλούσιος ὢν σχολὴν ἄγειν ὤφειλες εἰς τὸ περὶ δίκας διατρίβειν καὶ ἀγορὰς ἐπʼ ἀλλοτρίοις κτήμασιν. νῦν δὲ ἄπορος ὢν πρὸς τοῖς ἔργοις ἂν μάλιστα διάγοις ἀφʼ ὧν δύνασαι πορίσαι σαυτῷ βίον.
τοῦ κε κορεσσάμενος: ὅταν, φησίν, εἰς χορτασίαν ἀποθῇς ἑαυτῷ, τότε φιλονείκει ἐπʼ ἀλλοτρίοις κτήμασιν. ἐπειδὴ οὐκ ἔστιν ἐκ δευτέρου ἐργάζεσθαι τὸ ἔργον, ὡς ἂν εἰ μὴ σπείρῃς τῷ χειμῶνι, οὐ δύνῃ μετὰ ταῦτα τῷ θέρει σπεῖραι.
σοὶ δʼ οὐκέτι: μετὰ τὴν διανομὴν τῶν πατρῴων ἥρπαζες τἀμὰ τοῖς ἄρχουσι χρώμενος συμμάχοις καὶ ἐμὲ συκοφαντῶν· οὐκέτι δὲ δεύτερον ὑπάρξει σοι διὰ τὴν φιλοπραγμοσύνην τὰ ἐμὰ ἁρπάζειν προσιόντι πάλιν ἐκείνοις κἀμὲ συκοφαντοῦντι.
σοὶ δʼ οὐκέτι: μετὰ τὴν διανομὴν τῶν πατρῴων ἥρπαζεν ὁ Πέρσης τὸν τοῦ Ἡσιόδου κλῆρον τοῖς ἄρχουσι χρώμενος συμμάχοις καὶ συκοφαντῶν· ὅθεν καὶ λέγει· οὐκέτι δὲ δεύτερον ὑπάρξει σοι διὰ τὴν φιλοπραγμοσύνην τὰ ἐμὰ ἁρπάζειν καὶ τοῖς ἄρχουσι διδόναι πρὸς τὸ συκοφαντεῖν ἐμέ.
δεύτερον: ἐκ δευτέρου.
ἀλλʼ αὖθι διακρινώμεθα: ἀλλὰ νῦν μεταξὺ ἡμῶν ἀλλήλους διαλυσώμεθα ταῖς δικαίως κρινομέναις δίκαις ἐπʼ εὐθείαις, αἵτινες ἐκ τοῦ Διός εἰσιν ἄρισται.
ἀλλʼ αὖθι διακρινώμεθα: ἀλλʼ εὐθέως διαχωρίσωμεν τὸ ἡμέτερον φιλονείκημα ταῖς εὐθείαις καὶ ἐννόμοις δίκαις, αἵτινες ἐκ τοῦ Διὸς κράτισταί εἰσιν.
αἵ τʼ ἐκ Διός: δίκαι τίμιαι.
κλῆρον ἐδασσάμεθα: κλῆρον ἢ τὸν τῆς γῆς ἢ τὸν τῆς οὐσίας· ὅθεν ἄκληρος ὁ πτωχός, καὶ ἐπίκληρος ὁ κληρονόμος. ἤδη, φησί, ἐδασσάμεθα, ἅπαξ καὶ ἔξωθεν δέ· σὺ γὰρ ἐπλεονέκτησάς με καὶ ἄρχοντας ἐτίμησας ἐξ αὐτῶν δωροδοκῶν αὐτοὺς καὶ κολακεύων, ἵνα σοι χαρίσωνται. βασιλῆας δὲ νῦν τοὺς δικαστὰς καὶ τοὺς ἄρχοντας· οὕτως γὰρ αὐτοὺς ἐκάλουν οἱ παλαιοί, ὡς Ὅμηρος· ἀλλʼ ἤτοι βασιλῆες Ἀχαιῶν εἰσι καὶ ἄλλοι.
ἤδη μὲν γὰρ κλῆρον: καὶ γὰρ ἤδη μερισάντων ἡμῶν τὸν πατρικὸν κλῆρον ἀπὸ τότε αὖθίς με ἠδίκησας καὶ ἐπλεονέκτησας καὶ ἔλαβες ἐξ ἐμοῦ, ἀφʼ ὧν καὶ τοὺς κριτὰς ἐτίμησας, οἵτινες ταύτην τὴν κρίσιν κρῖναι βούλονται.
ἤδη: πάλαι.
κλῆρον: οὐσίαν.
ἐφόρεις: ἔκλεπτες· ἀνήλισκες.
κυδαίνων βασιλῆας: τιμῶν, δωροδοκῶν ἄρχοντας.
δωροφάγους: τοὺς ἄρχοντας οἷς χρώμενος καὶ δῶρα διδοὺς ἐκίνει κατὰ τοῦ Ἡσιόδου· οὐ δωροδόκους προσεῖπεν, ἀλλὰ δωροφάγους ὡς μὴ μόνον δῶρα λαμβάνοντας παρὰ τῶν φιλοδίκων, ἀλλὰ καὶ δαπανῶντας ἅπερ λάβωσι καὶ τρεφομένους ἐκ τῶν ἀλλοτρίων· οἷά τε τούτους προθύμους ὄντας καὶ αὖθις δικάζειν τῷ Πέρσῃ καὶ τῷ Ἡσιόδῳ διὰ τὴν ἐλπίδα τῶν δώρων.
δωροφάγους: ἀσώτους· ἐκ τῶν δώρων τρεφομένους.
δίκην: κρίσιν.
οὐδʼ ἴσασιν ὅσῳ πλέον: τὸ πλέον ἢ τῷ ποσῷ ἐστι πλέον ἢ τῇ ἀξίᾳ· τὸ οὖν ἥμισυ τοῦ παντὸς ἔλασσον ὂν κατὰ τὸ ποσόν, κατὰ τὴν ἀξίαν ἐστὶ πλέον. ποιεῖ δὲ τὴν ἀξίαν τὸ δικαιότερον· ὃν οὖν δεῖ μὴ τὸ πᾶν ἔχειν, ἀλλὰ τὸ ἥμισυ διὰ τὸ πρόσαλλον τῆς διανομῆς, τοῦτον δεῖ πλέον τοῦ παντὸς νομίζειν τοῦτο τὸ ἥμισυ, ὡς κρεῖττον ὂν καὶ δικαιότερον τοῦ τὸ πᾶν κεκτῆσθαι μετὰ ἀδικίας, καὶ μόνου τοῦ ἡμίσεως ἀπολαύειν· τὸ μὲν γὰρ ποιεῖ πλουσιώτερον, τὸ δὲ δείκνυσιν ὄντα δικαιότερον.
ἥμισυ παντός: τὸ ἥμισυ μετὰ δικαιοσύνης πλέον ἐστὶ τοῦ ὅλου τοῦ μετὰ ἀδικίας· ἢ πᾶν τὸ μὴ δυνάμενον διαιρεθῆναι ἄδικον, ὡς ὁλοτελὲς καὶ ἑνὶ ἐοικός· τὸ διαιρούμενον δίκαιον καὶ ἴσον. οὐ θέλω τὸ πᾶν ἐγώ, φησι, ἄδικον, ἀλλὰ τὸ δίκαιον τιμῶ ἰσότατον.
παντός: ὁλοκλήρου.
οὐδʼ ὅσον ἐν μαλάχῃ: τὰ εὐτελέστατα τῶν βροτῶν παρέλαβεν ἀφʼ ὧν τρέφεσθαι δυνατόν, τὴν μαλάχην καὶ τὸν ἀσφόδελον· καὶ γὰρ ἐκ τούτων χυλὸν ἐσκεύαζον εἰς βρῶσιν. ἐκ τούτου οὖν πολὺ τὸ ὄφελος καὶ πλέον ἢ τὸ ἐκ τῶν πολυτελεστάτων βρωμάτων ἀπὸ ἀδικίας συλλεγομένων, ἢ τὸ ἐκ τοῦ ῥᾴστου βίου λέγει. ἴσως δὲ καὶ ἀφʼ ἱστορίας τοῦτο λέγει … Ἕρμιππος γὰρ ἐν τῷ Περὶ τῶν ἑπτὰ σοφῶν περὶ τῆς ἀλίμου βρώσεως λέγει—μέμνηται δὲ ταύτης τῆς ἀλίμου καὶ Ἡρόδωρος ἐν τῷ πέμπτῳ τοῦ καθʼ Ἡρακλέα λόγου καὶ Πλάτων ἐν τῷ τρίτῳ τῶν Νόμων—Ἐπιμενίδην, φησί, μικρόν τι ἐδεσμάτιον προσφερόμενον ὧδε ὅλην διατελεῖν τὴν ἡμέραν ἄσιτον καὶ ἄποτον· ἦν δʼ ἐξ ἀσφοδέλου καὶ μαλάχης ὅπερ αὐτὸν ἄλιμον καὶ ἄδιψον ἐποίει.
ἐν μαλάχῃ τε καὶ ἀσφοδέλῳ: τῷ φυσικῷ λόγῳ ἐπιπλέκει τὸ μυθῶδες ὅτι τὴν ὠφέλειαν τὴν ἐκ τῆς μαλάχης ἀγνοοῦσιν.
ἐν μαλάχῃ τε καὶ ἀσφοδέλῳ: ἐν τοῖς εὐτελέσι λαχάνοις πλείων ἡ ὠφέλεια ἡ μετὰ δικαίου ἢ ἐν τοῖς ἐξ ἀδικίας πολυτελέσιν· ἢ μᾶλλον αἰνίττεται τὴν ἄλιμον βρῶσιν ἣν κατασκευάζοντες διαρκοῦσιν ἀσιτοῦντες, ἥτις ἐκ τῶν λαχάνων τούτων ἐστί· ἢ τὸν ῥᾷστον βίον καὶ ὀλιγαρκῆ λέγει, ἢ ὅτι τὰ οὐδαμινὰ σὺν δικαιοσύνῃ πολυτελῆ εἰσι.
μαλάχῃ: μαλάχην δέ φησι φυτὸν ἄγριον συκῇ παραπλήσιον.
κρύψαντες γὰρ ἔχουσι θεοί: τὸν βίον ἀποκεκρύφθαι φησὶ ὑπὸ τῶν θεῶν τοῖς ἀνθρώποις, τὴν τῶν ἀναγκαίων περιποίησιν βίον καλῶν· εἰ γὰρ μὴ ἀπεκέκρυπτο, ἀλλʼ ἦν ἐν μέσῳ κείμενος καὶ εὐπόριστος, οὐδὲν ἔδει γεωργεῖν ἢ οὐδὲ πλεῖν ἕνεκα τῆς τοῦ βίου κατασκευῆς. νῦν δὲ οὐκ οὖσα πᾶσιν εὐπετὴς ἡ τούτου πόρισις ὡς κρυφθεῖσα παρὰ τῶν θεῶν καὶ ὀλίγοις οὖσα καταφανής, κινεῖ τοὺς μὲν εἰς τὸ πλεῖν, τοὺς δὲ εἰς τὸ γεωργεῖν, μηχανωμένους ἀφορμὴν ἑαυτοῖς τοῦ συλλέγειν τὸν βίον.
κρύψαντες γὰρ ἔχουσι θεοί: βίον τὸν τῆς ἀρετῆς δηλονότι. λέγει δὲ ἔκρυψαν ὅτι οὐ πᾶσι δήλη ἡ ἀρετὴ καὶ ὅτι μετὰ κόπου πολλοῦ τις αὐτὴν εὑρίσκει· ἢ ἐπὶ γεωπονίᾳ ἔδωκαν τὸν πλοῦτον οὐ προσθέντες αὐτόν. τὸ δὲ σχῆμα Ἀττικόν· ἀντὶ γὰρ τοῦ κεκρύφασιν εἶπε κρύψαντες ... ἔχουσι. Σοφοκλῆς· κηρύξας ἔχω ἀντὶ τοῦ ἐκήρυξα.
κρύψαντες γὰρ ἔχουσι θεοί: τὸ εὐκόλως πλουτεῖν ἢ τὸ προγνωστικόν· εἰ γὰρ ᾔδει ὁ ἄνθρωπος ποῦ μέλλει δυστυχῆσαι καὶ ποῦ εὐτυχῆσαι, εὐχερῶς ἂν εἶχε πλουτεῖν φεύγων τὸ κακὸν καὶ τὸ καλὸν μετεχειρίζετο· ἀλλὰ τὸ μέλλον οὐ γινώσκει. τοῦτο δὲ ἐποίησεν ὁ θεός, ὥς φασί τινες, ἵνα μὴ τῇ τοῦ βίου ἀμεριμνίᾳ οἱ ἄνθρωποι εἰς μάχας καὶ φόνους κατʼ ἀλλήλων ἐγείρωνται ἐνθυμοῦντες. καὶ σύ, ὦ Πέρση, εἰ ἀγαπᾷς πλουτεῖν, κόπῳ πορίσῃ ὅτι οἱ θεοὶ τὸ εὐχερῶς πλουτεῖν ἔκρυψαν.
κρύψαντες γὰρ ἔχουσι θεοί: ἐζήτηται δὲ πῶς ὧδε πάντας τοὺς θεοὺς αἰτίους ποιεῖ τῆς κρύψεως τούτου, ἔμπροσθεν δὲ τὸν Δία. καί φαμεν ὅτι ἐκ τοῦ περιεκτικοῦ ἔλαβε τὸ περιεχόμενον, κυρίως δὲ τὸν Δία φησίν. εἰ δὲ εἴπῃ τις καὶ πρὸ τῆς ἀπάτης ποῖον γένος εὐθηνοῦν, καί φαμεν τὸ χρυσοῦν.
ῥηιδίως γάρ κεν: τοῦτο ἀκόλουθον τῷ κεκρύφθαι τὸν βίον ὑπὸ τῶν θεῶν καὶ μὴ εἶναι πᾶσιν εὐπόριστον· εἰ γὰρ ἦν πᾶσιν εὐπόριστος, ῥᾴδιον ἂν ἦν καὶ ἐπʼ ἤματι, τουτέστιν ἐν μιᾷ ἡμέρᾳ, μεταχειρίσασθαί τι τῶν ἔργων, ὥστε πάντα τὸν ἐνιαυτὸν ἀπὸ τούτου πορίσαντα τὴν τροφὴν τοῦ ἔτους ἀργεῖν, μηκέτι δεόμενον τοῦ ἐργάζεσθαι.
ῥηιδίως γάρ κεν καὶ ἐπʼ ἤματι ἐργάσαιο: εἰ γὰρ μὴ οὕτως ἦν κεκρυμμένον, εὐθέως μίαν ἡμέραν ἂν εἰργάσω καὶ εἰς τὸν ὅλον ἐνιαυτὸν ἱκανώθης ἐσθίειν ὡς ἀργός, καὶ τὸ αὐχένιον συνέστειλας ἐκ τοῦ ταχέως τὸν πλοῦν διανύσαι, ὡς ἔθος, ἢ ἔκαυσας, καὶ οἱ βόες τοῦ ἔργου ηὐκαίρησαν—οὐχὶ δὲ καὶ τὸ ὄνομα αὐτῶν ἐκ τοῦ γεωργίου ἠφανίσθη—ἀλλʼ ἐν ὀλίγῳ εἶχον ἐργάζεσθαι καὶ ἐπὶ πολὺ ἤρκουν.
ἐπʼ ἤματι: ἑνί.
αἶψά κε πηδάλιον: εἰ μὴ δυσπόριστος ἦν ὁ βίος καὶ τῶν ἐργαζομένων δεόμενος συνεχῶς, οὐκ ἔδει πλεῖν πολλάκις, ἀλλὰ τὸ πηδάλιον οἴκοι καπνισθησόμενον καταθεῖναι, ἅπαξ ποτὲ πλεύσαντα μόνον. εἰώθεισαν γὰρ νεωλκήσαντες τὰ πηδάλια ὑπὲρ τῶν καπνιζομένων κρεμαννύναι τόπων ξηρανθησόμενα τοῦ μὴ σῆψιν ὑπομεῖναι χάριν ἐγκειμένης αὐτοῖς τῆς ὑγρότητος. ἀλλʼ οὐδὲ γεωργεῖν καθʼ ἕκαστον ἔτος, ἀλλʼ ἅπαξ ποτέ· καὶ τοῦτο ποιήσαντα χαίρειν ἐᾶσαι τὰ τῶν βοῶν ἔργα καὶ τὰ τῶν ἡμιόνων τῶν πρὸς γεωργίαν χρησίμων. νῦν δὲ διὰ τὸ δυσπόριστον εἶναι τοῖς ἀνθρώποις τὸν βίον εὕρηται καὶ ναυτιλία καὶ γεωργία παρʼ αὐτοῖς.
αἶψά κε πηδάλιον: ὡς ἐντεῦθεν ἅπαξ πλεύσαντα τὸ πηδάλιον οἴκοι καταθεῖναι καὶ καπνισθῆναι διὰ τὸ μὴ σῆψίν τινα ὑπομεῖναι ἐγκειμένης αὐτῷ τῆς ὑγρότητος· ἢ ἀντὶ τοῦ καῦσαι· καὶ Ὅμηρος· καπνισσάν τε κατὰ κλισίας καὶ δεῖπνον ἕλοντο, ἀντὶ τοῦ ἔκαυσαν. ἀλλʼ οὐδὲ γεωργεῖν καθʼ ἕκαστον ἔτος, ἀλλʼ ἅπαξ· τοῦτο ποιήσαντα χαίρειν ἐᾶσαι τὰ τῶν βοῶν ἔργα καὶ τὰ τῶν ἡμιόνων τῶν πρὸς ἐργασίαν χρησίμων.
αἶψά κε πηδάλιον: ὁμοίως καὶ τὸ πλεῖν ἅπαξ καὶ καταθεῖναι καπνισθησόμενον τὸ πηδάλιον.
αἶψα: εὐθέως.
ὑπὲρ καπνοῦ: τῇ καύσει, ἵνα μὴ σήπηται.
καταθεῖο: ἀντὶ τοῦ κατέθου.
ἔργα βοῶν δʼ ἀπόλοιτο: οὐδεὶς γὰρ θέλει ἐργάζεσθαι.
ταλαεργῶν: στιβαρῶν, ἰσχυρῶν.
ἀλλὰ Ζεὺς ἔκρυψε: τὸ μὲν κρύψαι τὸν βίον ἐστὶ τὸ δυσπόριστον ποιῆσαι τοῖς ἀνθρώποις καὶ μόλις ἀνυστὸν διὰ πολλῶν πόνων καὶ τληπαθείας· τὸ δὲ χολώσασθαι τὸν Δία τῇ περὶ γένεσιν ζωῇ τὸ ἀσύμφορον εἶναι τὴν δόσιν αὐτοῦ ταῖς ψυχαῖς· διαιρετικὸν γὰρ ὁ χόλος.
ἀλλὰ Ζεὺς ἔκρυψε: τὸν βίον, λέγει, τὸν ἐκ τοῦ ῥᾴστου ἢ τὸ προνοητικὸν ἢ τὸ πῦρ ἔκρυψεν ὀργισθεὶς ἢ τὸν πλοῦτον ἵνα πονοῦντες οἱ ἄνθρωποι τοῦτον κτῶνται. εἰ γὰρ ἐξ ἑτοίμου τὸν πλοῦτον ἐλάμβανον, οὔτε ἔπλεον ἄν, οὔτε ἐγεώργουν, ἀλλʼ εἰς δίκας καὶ σφαγὰς ἀνηλίσκοντο.
ὅττι μιν ἐξαπάτησε Προμηθεὺς ἀγκυλομήτης: ὁ μὲν Προμηθεύς ἐστιν ὁ τοῖς ἀνθρώποις τὸν νοῦν δωρούμενος τὸν πρὸ τῶν ἀποβάσεων λογιστικὸν τῶν ἀποβησομένων ὃν ἔχουσι οἱ ἄνθρωποι, ζωὴν ὑποδεξάμενοι νοερὰν ἀπὸ τῶν τοῦ πατρὸς ἠθῶν ἥκουσαν εἰς τόνδε τὸν τόπον. αἱ δὲ ἀπάται τοῦ Προμηθέως αἱ κατὰ τοῦ Διὸς δηλοῦσιν ὅτι παρεσκεύαζε καὶ τῶν διΐων ψυχῶν μετέχειν τὰ θνητὰ ὁ Προμηθεύς· τὸ γὰρ ἀπατώμενον γίνεται πάντας ἀπατῶν. αἰνίττεται δὲ ἡ ἀπάτη τὰ περὶ τὴν διανομὴν τοῦ βοὸς ἣν ἐπὶ τῇ Θεογονίᾳ παρέδωκεν. εἰ δὲ ἀγκυλομήτης ὁ Προμηθεύς—οὕτω γὰρ γράφειν δεῖ καθὰ καὶ Πλούταρχος —κρόνιός τις ἐστὶ καὶ νοερῶς ἑαυτὸν νοῶν καὶ ἀγκύλως εἰς ἑαυτὸν ἐπεστραμμένος. εἰ δὲ καὶ ποικιλομήτης γράφοιτο, σημαίνει τὸν ποικίλας εἰληχότα νοήσεις ἃς δωρεῖται καὶ ἀνθρωπίναις ψυχαῖς εἰς τὸ σῶμα πεσούσαις.
ὅττι μιν ἐξαπάτησε Προμηθεύς: ἐπεὶ Προμηθεὺς ἠπάτησεν αὐτόν· δῆλον δὲ ὡς προεκδέδοται ἡ Θεογονία· ἐκεῖ γὰρ πλείονα περὶ τοῦ Προμηθέως λέγει ὡς ἠπάτησε τὸν Δία.
ὅττι μιν ἐξαπάτησε Προμηθεύς: ὅτι τὸ προνοητικὸν τῶν ἀνθρώπων κρύπτει τὸν πλοῦτον ἀνθʼ ὅτου Προμηθεὺς αὐτὸν ἠπάτησεν.
Προμηθεύς: ὁ δὲ Προμηθεὺς ἦν παῖς Ἰαπετοῦ καὶ Ἀσώπης ἢ Κλυμένης ἢ Θέμιδος.
ὅττι μιν ἐξαπάτησε Προμηθεύς: ἀπάτην οὖν ἐνταῦθα λέγει ὁ Ἡσίοδος, τὸν ἐπὶ τοῦ βοὸς μερισμὸν γενόμενον παρʼ αὐτοῦ τοῦ Προμηθέως δόλῳ, ὡς ἐν τῇ Θεογονίᾳ εὕρηται. λέγεται γὰρ ὅτι λαβὼν ὁ Προμηθεὺς τάς τε σάρκας καὶ τὰ ἔγκατα κατέθηκεν αὐτὰ καλύψας γαστρὶ βοείῃ, τὰ δὲ ὀστᾶ ἐφήπλωσε μετὰ λίπους καὶ τῷ Διὶ ἐπεμοίρασεν· ὅθεν διὰ τὸν παραλογισμὸν ὀργισθέντα αὐτὸν τὸ πῦρ ἀποκρύψαι, ἀλλʼ ὁ Προμηθεὺς δολίως καὶ τοῦτο ἐν κοίλῳ νάρθηκι λαβὼν ἀπεσύλησε· δὶς οὖν ὁ Ζεὺς ἐξαπατηθεὶς γυναῖκα πλάσας ἀντὶ ἐπιτιμίου τούτῳ παρέσχεν.
ὅττι μιν ἐξαπάτησε Προμηθεύς: ἀλλὰ ὁ Ζεὺς ἔκρυψεν ὀργισθεὶς ταῖς αὐτοῦ διανοίαις ὅτι ἠπάτησεν αὐτὸν ὁ Προμηθεὺς διὰ τὸ κεκλοφέναι τὸ πῦρ καὶ δοῦναι τοῖς ἀνθρώποις· ἢ ἀπάτην ἐνταῦθα λέγει τὴν ἐπὶ τοῦ βοὸς μερισμοῦ γινομένην τῷ Διί· λαβὼν γὰρ Προμηθεὺς τὸν βοῦν ἔθυσε καὶ τῇ μὲν βοείῃ γαστρὶ τὰ κρέατα ἔκρυψε, τὰ δὲ ὀστᾶ τῇ κνίσῃ ἐκάλυψε καὶ τῷ Διὶ ἐπιλέξασθαι ὥρισεν· ὁ δὲ δόξας τὰ κεκαλυμμένα ὀστᾶ ἀπεριέργως τῇ κνίσῃ κρέατα εἶναι, τὴν δὲ γαστέρα κόπρων πλήρη, τὰ δὲ ὀστᾶ ἀνειλήφει· καὶ λύσας καὶ εὑρὼν τὰ ὀστᾶ τῷ Προμηθεῖ ὠργίσθη. ἐξ ἐκείνου γὰρ τῷ Διὶ θύουσι κνῖσαν. Ἐζήτηται δὲ εἰ ὁ Προμηθεὺς ἐπεβουλεύσατο τῷ Διί, διὰ τί οἱ ἄνθρωποι ὀδυνηρῶς ζῆν κατεκρίθησαν; καί φαμεν ὡς ἔχοντες τὸ πῦρ ἄκοντος αὐτοῦ ἢ καὶ τῆς εἰς ἀνθρώπους τιμωρίας γινομένης, τὴν ὕβριν καὶ λύπην εἰς τὸν Προμηθέα ἀνῆγε. πᾶς γὰρ ὁ φιλῶν τινα καὶ ὁρῶν αὐτὸν λυπούμενον τὴν λύπην ἑαυτῷ ἐπισπᾶται.
ὅττι μιν ἐξαπάτησε Προμηθεύς: ἐνταῦθα δὲ λέγει τὸν ἐπὶ τοῦ βοὸς μερισμὸν γενόμενον. λαβὼν γὰρ ὁ Προμηθεὺς τὰς σάρκας καὶ τὰ ἔγκατα κατέθηκεν αὐτὰ καλύψας γαστρὶ βοείῃ, τὰ δὲ ὀστᾶ ἐφήπλωσε μετὰ λίπους καὶ τῷ Διὶ ἐπεμοίρασεν· ὁ δὲ ἄρας τὰ πιμελῆ καὶ ἐντὸς εὑρὼν τὰ ὀστᾶ ὠργίσθη τῷ Προμηθεῖ. λέγουσι δέ τινες· ἀπὸ τότε τὸ πῦρ ἔκρυψε. δισσῶς οὖν ἀπατηθεὶς ὁ Ζεὺς ἀντὶ ἐπιτιμίου τὴν γυναῖκα ἔδωκε· καὶ βλάβη τῷ Προμηθεῖ ἐγένετο ὅτι ἀνεσκολοπίσθη· τοῖς δὲ μετὰ ταῦτα ἀνθρώποις τὸ μετὰ κόπου καὶ μόχθου ζῆν. εἰ δὲ Αἰσχύλος, ὡς εὕρηται, λεωργὸν ὀνομάζει τὸν Προμηθέα, οὐ δεῖ πιστεύειν αὐτῷ εἰς τὸ ἐναντίον Ἡσιόδου· εὕρηται γὰρ ὅτι οἱ ποιηταὶ ἀλλήλους καταβάλλονται. Ἐζήτηται δὲ πῶς οὐκ ἐτιμώρησε τὴν γενεὰν ἣ τὸ πῦρ ἐδέξατο, ἀλλὰ τὴν μετʼ αὐτήν, καὶ διὰ τί πταίσαντος τοῦ Προμηθέως οἱ ἄνθρωποι ταλαιποροῦσι. καί φαμεν ὅτι ἐν πολλοῖς πταίσασα ἡ πόλις εἴς τι, μὴ παραυτίκα τὴν ἁμαρτίαν, ἀλλʼ εἰς τὰς ἐπιούσας γενεὰς ἀποτίννυσιν. οἱ δὲ ἄνθρωποι πταίσαντος τοῦ Προμηθέως διὰ τί ταλαιποροῦσι; δηλονότι ἔχοντες τὸ πῦρ. καὶ διὰ τί πταίσαντος τοῦ Προμηθέως παρὰ γνώμην τοῦ Διός; διὰ τί δὲ ὁ Ζεὺς αὐτὸν οὐκ ἀπῆρε; διότι ἐπλήθυνεν εἰς τὸν κόσμον ἀνεξάλειπτον … ἢ ὅτι καὶ διὰ τὴν ταλαιπορίαν τὴν εἰς τοὺς ἀνθρώπους γινομένην τὴν ὕβριν καὶ λύπην εἰς τὸν Προμηθέα ἐπέτεινε. πᾶς γὰρ ὁ φιλῶν τινα καὶ ὁρῶν αὐτὸν λυπούμενον εἰς ἑαυτὸν ἀναφέρει τὴν λύπην.
τοὔνεκʼ ἄρʼ ἀνθρώποισιν: τούτου ἕνεκά, φησι, τῆς παρὰ τοῦ Προμηθέως ἀπάτης, ὁ Ζεὺς προεξένησε βίον ἐπίπονον τοῖς ἀνθρώποις. ἔδει γὰρ πεσούσαις ταῖς ψυχαῖς πόνους καὶ τληπαθείας παρασκευάσαι, διʼ ὧν μισήσουσι μὲν τὸν τῆς γενέσεως τόπον καὶ τὴν ἐν σώματι ἀναστροφήν, ὑποστρέψουσι δὲ αὖθις εἰς τὴν τοῦ πατρὸς αὐλὴν καὶ πρὸς τὴν ἀφʼ ἧς ἐξέπεσον θείαν ζωήν.
τοὔνεκʼ: διὰ τοῦτο.
κήδεα λυγρά: λύπας τληπαθεῖς.
κρύψε δὲ πῦρ: ἡ τοῦ πυρὸς κρύψις τῆς νοερᾶς καὶ τεχνικῆς ἐστι ζωῆς ἀφανὴς περίληψις ἣν ὁ Ζεὺς ἑκὼν πρῶτος δίδωσι—διʼ ἧς καὶ τὸν κόσμον ἐδημιούργησεν—ἄληπτον αὐτὴν φυλάττειν τὰς πολλὰς τῶν ἐλθουσῶν δεῦρο ψυχῶν. φωτὸς γὰρ αἴτιον τὸ πῦρ ὂν εἰκόνα φέρει τοῦ νοῦ τοῦ τεχνικοῦ, καθʼ ὃν οἱ ἄνθρωποι ζῶσι πρῶτον νοερῶς.
κρύψε δὲ πῦρ: ὁ Ζεὺς ἔκρυψε τὸ πῦρ· τὸ μὲν αὖθις, τοῦτο μὲν αὖθις ἔκλεψεν ὁ υἱὸς τοῦ Ἰαπετοῦ ἀπὸ τοῦ Διὸς τοῦ βουλευτικωτάτου ἐν κοίλῳ νάρθηκι, ἢ ἐν κοίλῳ νάρθηκι δοὺς τοῖς ἀνθρώποις λαθὼν τὸν Δία.
πῦρ: πῦρ τῆς νοερᾶς ἐστι ζωῆς ἀφανὴς περίληψις.
κρύψε: περιεφύλαξε.
τὸ μὲν αὖθις: ὅπερ· πάλαι ἢ δή· τὸ μετὰ τὴν ἀπάτην.
ἐύς: ἰσχυρός.
πάις Ἰαπετοῖο: τὸν Ἰαπετὸν θεὸν οἰητέον εἶναι νοερὸν αἴτιον τῆς πτηνῆς τοῦ οὐρανοῦ καὶ ὀξυτάτης πάσης κινήσεως· διὸ καὶ Ἰαπετὸν κληθῆναι παρὰ τὸ ἴεσθαι καὶ πέτεσθαι ὑπὸ τῶν θεολόγων. τούτου δὲ πολλοὺς μὲν εἶναι παῖδας, ἐννέα καὶ εἴκοσι πάντας, προέχειν δὲ ἐν αὐτοῖς Προμηθέα καὶ Ἐπιμηθέα καὶ Ἄτλαντα, ὧν καὶ ὁ Ἡσίοδος ἐν τῷδε τῷ συγγράμματι μέμνηται.
Ἰαπετοῖο: Ἰαπετὸς δὲ λέγεται ἡ τοῦ οὐρανοῦ κίνησις· Προμηθεὺς δὲ ἡ πρόνοια, ἡ πρὸ τῶν ἔργων βουλή· Ἐπιμηθεὺς δὲ ἡ μετὰ τὸ πρᾶξαι ἐνθύμησις, ἤγουν ἡ μετὰ τὸ κακῶς ἐκβῆναι τοῦ πράγματος μεταμέλεια. πατὴρ δὲ τούτων μὲν ὁ τοῦ Οὐρανοῦ καὶ τῆς Γῆς παῖς Ἰαπετός, μήτηρ δὲ ἡ τοῦ Ὠκεανοῦ Κλυμένη.
ἔκλεψʼ ἀνθρώποισιν: ἡ κλοπὴ τοῦ πυρὸς δηλοῖ μετάθεσιν ἀπὸ τοῦ νοητοῦ καὶ ἀφανοῦς εἰς τὸ αἰσθητὸν καὶ ἀλλότριον, ὡς δὲ πᾶσα κλοπὴ λεληθυῖα τοῦ ἀλλοτρίου μετάθεσίς ἐστιν ὄντως καὶ ταῖς ἐν τῷ νοητῷ μενούσαις οἰκεία ψυχαῖς τοῦ τεχνικοῦ λόγου νοεροῦ ὄντος. δέδωκεν οὖν ὁ Προμηθεὺς αὐτὸν καὶ ταῖς πεσούσαις ψυχαῖς ἐνταῦθα, διὸ κλοπὴν ὁ μῦθος τὴν δόσιν ταύτην ἐκάλεσεν ὡς ταῖς ψυχαῖς ταῖς εἰς τὸν ἀλλότριον αὐταῖς τόπον κατελθούσαις διὰ τοῦ Προμηθέως προσελθοῦσαν. τὸ δὲ αὖθις δηλοῖ τὸ μετὰ τὴν ἀπάτην καὶ ταύτην προσθεῖναι τὴν δοκοῦσαν περὶ τὸν Δία ἐπιβουλήν.
ἔκλεψʼ: κλέψας ὁ Προμηθεὺς τὸ πῦρ εἰς Πυλήνην ἦλθεν Αἰτωλίας, ἀφʼ οὗ συνέβη τὴν πόλιν κληθῆναι Πυρηνίαν.
ἔκλεψʼ: ἤγουν κλέψας κατήγαγε.
Διὸς πάρα μητιόεντος: ἀπὸ ἤγουν παρὰ γνώμην τοῦ Διός.
ἐν κοίλῳ νάρθηκι: ἔστι μὲν πυρὸς ὄντως φυλακτικὸς ὁ νάρθηξ ἠπίαν ἔχων μαλακότητα εἴσω καὶ τρέφειν τὸ πῦρ καὶ μὴ ἀποσβεννύναι δυναμένην. ἐν δὲ τῷ μύθῳ τοῦ αἰσθητοῦ λαμβάνεται ὡς εἰκών—καὶ γάρ ἐστι διονυσιακός, ὡς καὶ οἱ τελούμενοι τῷ Διονύσῳ δηλοῦσι ναρθηκοφοροῦντες—, ὡς τῶν αἰσθήσεων ἐστὶ ποιητής· καὶ προσάγεται ὑπὸ τῶν Τιτάνων τῷ Διονύσῳ. τιτανικὸς δὲ θεὸς καὶ ὁ Προμηθεὺς Ἰαπετοῦ παῖς ὢν Τιτᾶνος ὄντος.
ἐν κοίλῳ νάρθηκι: κούφῳ· φέλλουρα.
τούτων πέρι: περισσῶς.
ἠπεροπεύσας: ἀπατήσας.
χαίροις πῦρ κλέψας: χαῖρε ὅτι ἔκλεψας τὸ πῦρ τοῖς ἀνθρώποις αὐτὸ δεδωκὼς καὶ ἠπάτησάς με διὰ τὴν τῆς κρεανομίας ἀπάτην.
σοί τʼ αὐτῷ μέγα πῆμα: τὴν τοῦ πυρὸς κλοπὴν μέγα πῆμα λέγει τῷ Προμηθεῖ ἔσεσθαι, λαβὼν τὸ αἴνιγμα ἀπὸ τῶν προνοουμένων ὑπʼ αὐτοῦ ψυχῶν. ταύταις γὰρ ὄντως ἡ κάθοδος πῆμα καὶ τοῖς ἀνθρώποις, οἳ γεγόνασιν ἐκ τούτων τῶν πεσουσῶν ψυχῶν.
τοῖς δʼ ἐγὼ ἀντὶ πυρός: τοῖς ἀνθρώποις καὶ τοῖς ὑποδεξαμένοις τὴν ἄνωθεν κλαπεῖσαν ψυχὴν καὶ δεῦρο πεσοῦσαν δώσειν κακόν, τὴν Πανδώραν, ἤτοι τὴν ἄλογον ζωήν, ᾗ τερπομένους βιώσεσθαι τὸ ἑαυτῶν ἀγαπῶντας κακόν. τῷ λόγῳ γὰρ ἡ ἀλογία κακόν, ἀναγκαία δὲ ὅμως, ἵνα μὴ αὐτόθεν ἡ ψυχὴ κοινωνῇ τῷ σώματι.
τοῖς δʼ ἐγώ: τοῖς ὑποδεξαμένοις.
κακόν: τὴν Πανδώραν.
ἑὸν κακὸν ἀμφαγαπῶντες: ἐνταῦθα τὸ ἑὸν οὐχ ὑγιῶς κεῖται· προθεὶς γὰρ τὸ ᾧ κεν ἅπαντες ὤφειλεν εἰπεῖν σφέτερον, τὸ σφῶν αὐτῶν· τὸ γὰρ ἑὸν αὑτοῦ σημαίνει, τὸ δὲ σφέτερον ἐπὶ πάντων ἀνθρώπων τάττεται· τὸ δὲ ἑὸν ἑνικόν ἐστιν. μέμφονται οὖν τὸν Ἡσίοδον οἱ περὶ Ἀπολλώνιον ὅτι ἑνικῷ ἀντὶ πληθυντικοῦ ἐχρήσατο ἐν τῷ ἑὸν κακὸν ἀμφαγαπῶντες. ὁμοίως δὲ καὶ Καλλίμαχον αἰτιῶνται διὰ τὸ αὐτό.
ἀμφαγαπῶντες: περισσῶς.
ἐκ δʼ ἐγέλασσε: τὸ ἄθυμον δηλοῖ καὶ τὸ ἀόργητον τοῦ Διός.
Ἥφαιστον δʼ ἐκέλευσε: τὴν ἄλογον ζωὴν δεῖ σωματικὴν εἶναι· διὸ καὶ γῆς καὶ ὕδατος χρεία καὶ τῆς φυράσεως ἣν ὁ Ἥφαιστος ποιεῖται· σωμάτων γὰρ οὗτος ὁ θεὸς ποιητής. ἐπειδὴ οὐχ ἁπλῶς ποιεῖ ψυχῆς ἀλόγου σῶμα, ἀλλʼ ἀνθρωπίνης, ἐντίθησι τῷ σώματι τούτῳ ζωτικὴν δύναμιν ἀνθρωπίνης φωνῆς. εἴληπται δὲ ἀπὸ τῶν τεσσάρων στοιχείων τὰ δύο, ὡς στερεώτερα καὶ παχύτερα καὶ συγγενῆ πρὸς τὸ σῶμα τοῦτο τὸ μάλιστα σύνθετον.
Ἥφαιστον δʼ ἐκέλευσεν: ἅμα δὲ τῷ λόγῳ καὶ τὸ ἔργον προέβη· καὶ ὅτι οὐ Προμηθεὺς ἀλλʼ Ἥφαιστος ἔπλασε πρῶτον, δῆλον ἐντεῦθεν. ἡ δὲ αἰτία τῆς παρεκβάσεως ὅτι θέλει βεβαιῶσαι τὸν λόγον τὸν ἴδιον διʼ οὗ εἴρηκε τὸν Δία κρύψαι τὸν πλοῦτον.
περικλυτόν: ἐξάκουστον πάνυ.
γαῖαν ὕδει φύρειν: εἴληπται ἀντὶ τῶν τεσσάρων στοιχείων τὰ δύο ὡς στερεώτερα καὶ παχύτερα.
γαῖαν ὕδει φύρειν: τὴν γῆν τῷ ὕδατι φῦραι, τουτέστι πηλὸν ποιῆσαι· φύρειν δὲ ἀντὶ τοῦ μιγνύναι.
ὕδει: τὸ δὲ ὕδει—ὕδατι ὤφειλεν εἰπεῖν—κατὰ μεταπλασμὸν Αἰολικόν· ἀπὸ γὰρ εὐθείας ὕδος γέγονε κατὰ μεταπλασμὸν Αἰολικόν, ὡς βέλος. οἱ γὰρ Αἰολεῖς τὰς εὐθείας τὰς ἀπὸ τῶν εἰς ας οὐδετέρων εἰς ος μεταβάλλουσιν ὕδας ὕδος λέγοντες, ὡς κῶας κῶος· καὶ Ὅμηρος· «κώεσιν ἐν μαλακοῖσιν».
θέμεν αὐδήν: αὐδὴν δὲ νῦν οὐ τὴν φωνὴν λέγει, ἀλλὰ τὸν τόπον διʼ οὗ ἀναδίδοται ἡ φωνή, τουτέστι τὰ φωνητικὰ ὄργανα.
θέμεν: ἐνθεῖναι.
ἀθανάτῃς δὲ θεαῖς: δαιμόνιον ὄντως ἐστὶ τοῦτο τὸ εἶδος τῆς ζωῆς τὸ ἐν ταῖς ψυχαῖς θῆλυ· διὸ καὶ τὴν ζωτικὴν ἔχει πρὸς τὸν ἄνθρωπον ὁμοιότητα καὶ δύναμιν ἀνθρωπικὴν καὶ ταῖς ἀθανάταις δὲ θεαῖς ἔοικε κατὰ τὸ εἶδος. μέσον οὖν πώς ἐστι θείων καὶ ἀνθρωπίνων συστάσεων, ὡς ἡ λογικὴ θεῖόν ἐστι ἁπλῶς ἀπʼ αὐτῶν ἥκουσα τῶν θεῶν. ἐοίκαμεν οὖν τρία εἶναι· κατὰ τὸν λόγον θεῖοι, κατὰ τὸ ἄλογον δαιμόνιοι, κατὰ τὸ σωματικὸν εἶδος ἄνθρωποί τινες.
εἰς ὦπα ἐίσκειν: κατὰ πρόσοψιν εἰκάζειν.
παρθενικῆς καλὸν εἶδος: καὶ τοῦτο τὸ εἶδος τῆς ζωῆς ἀδιάφθορον ὂν ἀπὸ τῆς γενέσεως μετέχει τινὸς κάλλους· ὅπου γε καὶ μέχρι σώματος ἥκει τὸ καλόν· μόνη γὰρ αἰσχρὰ ἡ ὕλη διότι ἀνείδεος.
ἐπήρατον: ἐπιθυμητόν.
αὐτὰρ Ἀθήνην: ἑρμηνεύουσι οἱ Ἀναξαγόρειοι τοὺς μυθώδεις θεούς, νοῦν μὲν τὸν Δία, τὴν δʼ Ἀθηνᾶν τύχην.
ἔργα διδασκῆσαι: ἔστι γάρ τι τεχνικὸν καὶ ἐν τῷ θήλει τῆς ψυχῆς τῷ ἀλόγῳ κατὰ τὸ τῆς φαντασίας εὐμήχανον καὶ ἀνατυπωτικόν, ὃ δὴ καὶ αὐτὸ φαίης ἂν Ἀθηναϊκὸν εἶναι δίδαγμα· καθὸ καὶ ἐν ἀλόγοις ζῴοις ἐστί τι φιλεργὸν καὶ τεχνοειδές. καί τις καὶ νοῦν διὰ ταῦτα τὴν φαντασίαν ὠνόμασεν. οὕτως οὖν ὑφαντικὸν τὸ ἄλογον καὶ ἐν ἡμῖν ὡς ἐν τῷ ἀράχνῃ.
διδασκῆσαι: τὸ διδασκῆσαι γὰρ ἀπὸ τοῦ διδασκῶ περισπωμένου, ὥσπερ ἀπὸ τοῦ τυπῶ τυπήσω, ἀπὸ δὲ τοῦ διδάσκω διδάξω· οὕτω καὶ ἀπὸ τοῦ τυπῶ διδασκῶ.
καὶ χάριν ἀμφιχέαι: σαφῶς ταῦτα προσήκει τῷ ἀλόγῳ καὶ ἐν ἡμῖν· προσαγωγὸν γάρ ἐστιν αὐτοῦ τὸ φιλήδονον τῶν πολλῶν καὶ ἐπέραστον τοῖς μὴ κρίνουσιν ὀρθῶς. διὸ καὶ τὸν πόθον αὐτοῦ εἶπεν ἀργαλέον οὐκ ὄντα καθαρόν, ἀλλʼ ὑλικὸν καὶ διὰ τοῦτο χαλεπόν· καὶ τὰς γυιοκόρους δὲ μελεδώνας ὡς τὰ γυῖα κοσμούσας· τὸ γὰρ κοσμεῖν καὶ καλλύνειν οἱ παλαιοὶ κορεῖν ἔλεγον.
χάριν: ὡραιότητα· καλλονήν· εὐμορφίαν.
χρυσῆν Ἀφροδίτην: Ἑστιαία ἡ γραμματική φησι ἐν Αἰγύπτῳ χρυσοῦν καλεῖσθαι πεδίον ἔνθα τιμᾶται ἡ Ἀφροδίτη.
καὶ πόθον ἀργαλέον: ἢ τὸ αὐτὴν ποθεῖν ἢ τὸ ποθεῖσθαι.
γυιοκόρους μελεδώνας: γυιοκόρους τὰς εἰς κόρον ἀγούσας τὰ γυῖα, ἤτοι τὰς μέχρι κόρου ἐσθιούσας τὰ μέλη· ἢ τὰς φροντίδας τὰς κατεσθιούσας τὰ μέλη τοῖς χρωμένοις δηλονότι· μελεδώνας δὲ τὰς τρεφούσας τὸ σῶμα, ὅθεν τὸ φροντίζειν περὶ τῆς γαστρός· γυναικὶ γὰρ ἀσέμνῳ οὐδὲν μέλει ἄλλʼ ἢ μόνον τὸ σῶμα κατακόρως τρέφειν· ἢ ὅτι παναίτιοι τοῖς ἀνδράσι φροντίδων εἰσίν.
ἐν δὲ θέμεν κύνεόν τε νόον: εἰκότως καὶ ταῦτα φέρειν ἂν εἴποις εἰς τὴν ἐν ἡμῖν ἄλογον ζωήν, ἀναιδῆ μὲν οὖσαν ὡς κατεξανισταμένην τοῦ λόγου πολλάκις καὶ μὴ ὑποστελλομένην τῷ τῇ φύσει κρείττονι, ἀπατῶσαν δὲ τὸ ἐν ἐκείνῳ δυνάμενον κρίνειν καὶ γοητεύουσαν ταῖς ἡδυπαθείαις.
κύνεόν τε νόον: ἀναιδῆ· πορνικόν· ἀπατηλόν· παραλογιστικόν· κλεπτικόν· τοῖς χρωμένοις.
διάκτορον: τὸν διεξάγοντα καὶ ἀγγέλλοντα τὰ τῆς ψυχῆς ἐνθυμήματα.
ἀμφὶ δέ οἱ Χάριτές τε θεαί: Χάριτές εἰσι τρεῖς· Πειθώ, Ἀγλαία καὶ Εὐφροσύνη. Ὧραι τρεῖς· Εὐνομία, Δίκη, Εἰρήνη.
καὶ πότνια Πειθώ. ὅρμους δὲ χρυσείους Πειθὼ λέγεται θεῖναι ἐπειδὴ ἡ γυνὴ κεκοσμημένη πείθει τὸν ἄνδρα πρὸς συνουσίαν ὡς τάχος.
Πειθώ: ἔχει γὰρ ἡ γυνὴ τὸ πιθανόν.
Πειθώ: Σαπφὼ δέ φησι τὴν Πειθὼ Ἀφροδίτης θυγατέρα.
ὅρμους χρυσείους: ὅρμος γίνεται ἐκ τοῦ εἵρω τὸ συμπλέκω· τὸ εἴρω δὲ τὸ λέγω ψιλοῦται, δασύνεται δὲ τὸ σημαῖνον τὸ πλέκω, ἀφʼ οὗ τὸ εἱρμὸς καὶ τὸ ὅρμος· τὸ δὲ ὅρμος ἀπὸ τοῦ εἵρω εἵρμος ἕρμος καὶ ὅρμος, τροπῇ τοῦ ε εἰς ο· σημαίνει δὲ τὸν περιτραχήλιον κόσμον.
Ὧραι καλλίκομοι στέφον: γυναῖκες ἐκόσμουν.
εἰαρινοῖσι: ἀπὸ τοῦ πληρεστάτου τὰ ἄνθη τὰ κατὰ καιρὸν λέγει.
πάντα δέ οἱ χροΐ: ἀντὶ τοῦ τὸν λοιπόν.
οἱ: αὐτῆς.
κόσμον: τὸ ἱμάτιον λέγει, ἐπειδὴ τὸ σῶμα κοσμεῖ.
ἐφήρμοσε: ἐπειδὴ μετὰ μηχανῆς.
ἐν δʼ ἄρα οἱ στήθεσσι διάκτορος: καὶ ταῦτα ἀληθῆ περὶ τοῦ ἀλόγου. τὸ γὰρ ἐν αὐτῷ γνωστικὸν οὐκ ἐφάπτεται τῆς ἀληθείας, ἀλλὰ φαντασίας ἴσχει ψευδεῖς παρακρουομένας τὸν λόγον ᾗπερ αὐτὸς ἐπιτρέψειεν. πῶς ἄνω μὲν Ζεὺς Ἡφαίστῳ ἐκέλευσεν ἐνθεῖναι φωνήν, νῦν δὲ ὁ Ἑρμῆς ἐντίθησι; ῥητέον οὖν ὡς τὸ μὲν ἐνδιάθετον ἐκεῖνος, τὸ δὲ προφορικὸν ὁ Ἑρμῆς ἐντίθησιν.
ἐν δʼ ἄρα οἱ: τὸ μὲν σωματικὸν Ἥφαιστος, τὸ δὲ λογιστικὸν ὁ Ἑρμῆς καὶ τὴν λογοειδῆ δύναμιν.
ἐν δʼ ἄρα οἱ στήθεσσι διάκτορος: οἱ ποιηταὶ ἐκ τοῦ στήθους λέγουσι τὰς ἐνθυμήσεις γίνεσθαι· ὁ δὲ Ἑρμῆς … τῆς γυναικὸς ψεύδη καὶ κολακείας καὶ πανοῦργον ἦθος ἐνέθηκεν, ὡς αἴτιος τούτων. πᾶς γὰρ θεὸς … παντὶ κόσμῳ τὴν γυναῖκα ἐκόσμησεν. πῶς ἄνω μὲν Ἥφαιστος ἐποίησε, τὸ δὲ λαλεῖν καὶ φωνεῖν ὁ Ἑρμῆς ἐνέθηκεν; ὅτι ὁ μὲν Ἥφαιστος τὸν ἐνδιάθετον ἔθηκε λόγον, ὁ δὲ Ἑρμῆς τὸν προφορικόν.
διάκτορος: Νέσσος δὲ ὁ Χῖος ἀπὸ τοῦ διάγειν φησὶ τὰς τῶν τελευτώντων ψυχὰς ἐν τῷ Ἅιδῃ.
Ἀργεϊφόντης: ὁ Ἑρμῆς, ἤτοι ὁ ἀργὸς φόνου ἢ ὁ ἐν Ἄργει πρῶτον πεφηνὼς ἢ ὁ ἐναργῶς φαίνων· εἰρηνικὸς γὰρ ὁ θεὸς καὶ ἀψευδής. οἱ δὲ νεώτεροι ὅτι Ἄργον ἐφόνευσε τὸν πανόπτην.
ἐν δʼ ἄρα φωνὴν θῆκε: τοῦτό τινες περιττόν φασιν· ἤδη γὰρ ὁ Ἥφαιστος δέδωκεν αὐδὴν τῇ γυναικί. εἰ δὲ καὶ τοῦτο γνήσιον εἴη τοῦ Ἡσιόδου, τὸν μὲν Ἥφαιστον τὸ ὄργανον ἐροῦμεν ὑποστῆσαι τοῦ ἀλόγου διʼ οὗ δύναται συμφθέγγεσθαι τῷ λόγῳ, τὸν δὲ Ἑρμῆν αὐτὴν δοῦναι τὴν δύναμιν τὴν λογοειδῆ· λόγων γὰρ δεσπότης οὗτος ὁ θεός.
φωνήν: τὸν προφορικὸν λόγον.
κῆρυξ: ὁ Ἑρμῆς.
ὀνόμηνε: ὁ Ζεύς.
Πανδώρην: ἢ ὅτι πάντων δῶρα ἔλαβεν ἢ ὅτι δῶρον πάντων τῶν θεῶν.
ἐδώρησαν: ἀντὶ τοῦ ἐδωρήσαντο, Ἰωνικῶς· ἢ οὐ πάντες ἐδώρησαν ἀλλʼ ὁ Ζεύς.
ἀλφηστῇσιν: τοῖς διανοητικοῖς ἀνδράσι καὶ εὑρετικοῖς.
ἀλφηστῇσιν: ἐντίμοις· λογιστικοῖς· εὑρετικοῖς.
αὐτὰρ ἐπεὶ δόλον: οὗτος δὲ ὁ μῦθος ἐπιτηδειότατος πρὸς ἀποτροπὴν τοῦ ἀδελφοῦ, ὅπως μὴ σχολάζῃ πόρναις—ἦν γὰρ περὶ αὐτὰς ἐπτοημένος—, ὅθεν φησί· μηδὲ γυνή σε νόον πυγοστόλος ἐξαπατάτω.
ἀμήχανον: ἀντὶ τοῦ ἀμηχάνως· ἐπιρρηματικῶς.
εἰς Ἐπιμηθέα πέμπε: θεός τίς ἐστι καὶ οὗτος λογισμοῦ μὲν αἴτιος, ἀλλʼ οὐ τοῦ προνοητικοῦ τῶν ἐκβησομένων, ὡς ὁ Προμηθεύς, ἀλλʼ ἐκείνου τοῦ μόλις ἐκ τῶν ἀποβάντων πρὸς ἑαυτὸν ἐπιστρέφοντος. ὅθεν ἐκεῖνος μὲν προαγορεύει μὴ δέχεσθαι τὴν γυναῖκα, δεξάμενος δὲ οὗτος τότε δὴ γινώσκει τὸ κακόν. ἃ δὴ πάσχουσιν αἱ ψυχαί· τούτων γὰρ αἱ μὲν νοερώτεραι καὶ πρὸ τοῦ παθεῖν ἀποσκευάζονται τὴν ἀλογίαν, αἱ δὲ ἀσθενέστεραι μόλις ἐκ τῆς πρὸς αὐτὴν τὴν γένεσιν κοινωνίας εἰς ἔννοιαν ἄγονται τῶν ἀπʼ αὐτῆς κακῶν. ἃ δὲ αἱ ψυχαὶ πάσχουσιν ὁ μῦθος ἐπὶ τοὺς προνοοῦντας αὐτῶν ἀναπέμπει θεούς.
εἰς Ἐπιμηθέα: εἰς τοὺς ἀπρονοήτους ἀνθρώπους.
εἰς: ἡ εἰς ἀντὶ τῆς πρός· ἔστι δὲ τὸ σχῆμα Ἀττικόν, ὅμοιον τῷ· «εἰς Ἀγαμέμνονα δῖον ἄγον».
θεῶν ταχὺν ἄγγελον: οἰκείως ὁ Ἑρμῆς εἴληπται συναγωγεὺς τῶν δύο ψυχῶν, τῆς ἀλόγου καὶ λογικῆς, εἰς τὴν πρὸς τὸ σῶμα κοινωνίαν· μέσος γάρ ἐστι πᾶς ἄγγελος ἄλλων δύο τινῶν, ἄλλου πρὸς ἄλλον ἀγγέλλων διάνοιαν· καὶ τὸ ἄλογον δὲ μέσον τοῦ τε σώματός ἐστι καὶ τῆς λογικῆς ψυχῆς. στικτέον δὲ εἰς τὸ ἄγοντα· οὐ γὰρ πάντων τῶν θεῶν ἦν τὸ δῶρον, ἀλλὰ τοῦ Διός.
οὐδʼ Ἐπιμηθεὺς ἐφράσαθʼ: ἀρχηγὸς γὰρ τοῦ τετάρτου γένους τοῦ ἡρωϊκοῦ Δευκαλίων, ἐφʼ οὗ ὁ κατακλυσμός· γαμεῖ Πύρραν τὴν Πανδώρας καὶ Ἐπιμηθέως.
ὡς: καθά.
ἐξοπίσω: εἰς ἀπρονοήτους τόπους.
ὅτε δὴ κακὸν εἶχʼ ἐνόησε: … φησὶν ὅτι Προμηθεὺς τὸν τῶν κακῶν πίθον παρὰ τῶν Σατύρων λαβὼν καὶ παραθέμενος τῷ Ἐπιμηθεῖ παρήγγειλε μὴ δέξασθαί τι παρὰ Διός, ὁ δὲ παρακούσας ἐδέξατο τὴν Πανδώραν. ὅτε δὲ τὸ κακὸν ἔσχε παρʼ αὑτῷ, τότε ἐνόησε τί αὐτῷ ἐπέμφθη· διὰ τοῦτο καὶ Ἐπιμηθεύς. ἔστι δὲ ὅμοιον τῷ τοῦ Ὁμήρου· «ῥεχθὲν δέ τε νήπιος ἔγνω».
πρὶν μὲν γὰρ ζώεσκον: οὐ χρόνῳ τὸ πρίν, ἀλλὰ κατὰ τὴν τάξιν μόνον τῶν πραγμάτων νοητέον. σημαίνει γὰρ ὅτι ἄνευ μὲν τοῦ ἀλόγου ζῶσιν αἱ ψυχαὶ πάντων ἔξω κακῶν καὶ ταλαιπωρίας· διὰ δὲ τὸ ἄλογον ὑποπεπτώκασιν καὶ τοῖς ἀπὸ τῆς εἱμαρμένης πόνοις ἵνα φύγωσι τὴν μετʼ αὐτοῦ ζωήν· οὓς δὴ κῆρας ὀνομάζει καὶ αὐτός, ὡς Ὅμηρος.
αἵ: ὅσοι.
κῆρας: θανάτους.
ἀλλὰ γυνὴ χείρεσσι: ἔστι μὲν ὁ πίθος ἡ μία δύναμις τῆς εἱμαρμένης ἡ πάντων τῶν ἀπονεμομένων ταῖς πεσούσαις εἰς τὴν γένεσιν ψυχαῖς χωρητικὴ καλλιόνων ἢ χειρόνων παθῶν, διʼ ἃ εὔμοιροί τινές εἰσιν ἢ κακόμοιροι. περιέχει γὰρ οὗτος τῶν κηρῶν πλήρης τοὺς παρʼ Ὁμήρῳ δύο πίθους τοὺς τῶν κακῶν καὶ τῶν ἀγαθῶν πλήρεις· διόπερ ἐν τούτῳ καὶ τὰ ἀγαθά. καὶ Ἐλπὶς ἐναπελείφθη ἐν αὐτῷ μόνη τοῖς δυστυχοῦσι παραμυθίαν φέρουσα διὰ τὴν τῶν ἀμεινόνων προσδοκίαν καὶ τὴν μεταβολὴν τῶν παρόντων κακῶν. ἀναπετάννυσι δὲ ἡ γυνὴ τὸν πίθον ὡς ἐκφαίνουσα τὰς κῆρας ταῖς ψυχαῖς, ὧν ἐστι παρεκτική, καὶ ἀναγκαίας δεικνῦσα διʼ ἑαυτὴν ἠλογημέναις αὐταῖς, τούτων δὲ σωφρονιζουσῶν ἀπὸ τῆς πτώσεως καὶ ἐξανιστασῶν ἀπʼ αὐτῆς.
πίθου: ποίου πίθου; τί γὰρ περὶ πίθου εἶπε; φαίνεται οὖν νεώτερος Ἡσίοδος Ὁμήρου· εἰπὼν γὰρ τὸν πίθον ὡς ἐκεῖθεν ἡμῶν μαθόντων ὡμολογημένον ἔλαβε. δύο δὲ πίθους Ὅμηρος λέγει· δοιοὶ γάρ τε πίθοι κατακείαται ἐν Διὸς οὔδει.
ἐν ἀρρήκτοισι δόμοισιν: κακῶς δὲ εἶπεν ἐν ἀρρήκτοισι δόμοισιν ἀντὶ τοῦ πίθου δόμον εἰπών· ὅθεν ὁ Σέλευκος γράφει πίθοισιν. καὶ τὸ ἐν ἐλπίδι τὸν ἄνθρωπον εἶναι βουλῇ τοῦ Διὸς ὁ ποιητὴς εἴρηκε· ἄνευ γὰρ αὐτοῦ οὐκ ἂν ἡ γυνὴ … τὸ πῶμα τοῦ πίθου ἐξῆγε καὶ τὴν Ἐλπίδα ἐκάλυψε. πίθον δὲ τὰ ἐν οὐρανῷ· ἐπειδὴ οὐ πάντα τελειοῦται τὰ τῆς ἐλπίδος, εἰς οὐρανὸν ἀπένειμεν· ἢ διὰ τὸ τὸν ἐλπίζοντα εἰς θεοὺς ὁρᾶν. ὅθεν Θουκυδίδης κινδύνου παραμυθίαν εἶπε τὴν ἐλπίδα καὶ Ὅμηρος· ἐλπωρή τοι ἔπειτα φίλους τʼ ἰδέειν καὶ· ἔλπομαι εὐχόμενος Διί τʼ ἄλλοισίν τε θεοῖσιν.
ἀρρήκτοισι: στερεοῖς.
ἔνδον ἔμιμνε πίθου: πῶς, φησιν, ἔμεινεν ἐν τῷ πίθῳ; ἐλπὶς γάρ ἐστιν ἐν ἀνθρώποις· τοῦτο δὲ καὶ Κώμανος ὁ ἀρχιοινοχόος τοῦ βασιλέως προὔτεινε. φησὶν οὖν Ἀρίσταρχος ὅτι ἡ μὲν τῶν κακῶν ἔμεινεν ἡ δὲ τῶν ἀγαθῶν ἐξῆλθεν· ὅθεν ἀκυρολογοῦμεν λέγοντες ὅτι ἐλπίζειν κακά ἐστι λέγειν ἐπὶ ἀγαθῶν. ἡ γὰρ ἐλπὶς οὐχ ὑπὸ κακῶν, ἀλλʼ ὑπʼ ἀγαθῶν ἢ ἀλλʼ ὑπὸ θεῶν. ὁ δὲ Ἡσίοδος ἀκύρως ἐπὶ κακῶν εἶπε· μούνη δʼ αὐτόθι Ἐλπίς.
οὐδὲ θύραζε ἐξέπτη: ἐπελάβετο δὲ αὕτη εἴσω πρὸ τοῦ αὐτὴν ἐκπηδῆσαι—ἤγουν τὴν Ἐλπίδα—, ἢ ἐπέθηκε τὸ πῶμα ὡς ἂν πρὸ τοῦ πηδῆσαι αὐτὴν τὰ κακὰ ἐξελθόντα ἐκ τοῦ πίθου. ταῦτα δὲ λέγει αὐτῷ παραινῶν αὐτὸν ἀπέχεσθαι τῆς ἀδικίας καὶ ἀντιλαμβάνεσθαι τῆς ἀληθείας καὶ μιμεῖσθαι τοὺς τότε ἀνθρώπους μᾶλλον καὶ μὴ τοὺς μετὰ ταῦτα γεννωμένους.
ἐξέπτη: ἐπετάσθη.
πρόσθεν: πρώτιστον.
πρόσθεν γάρ: οἰκείως δὲ ὁ πίθος εἰσάγεται διὰ τὴν πειθὼ τὴν ἀπὸ τῶν γυναικῶν, ἀγαθῶν μὲν κενός, ἐλπίδας δὲ μόνας ἔχων κενάς. ἐπὶ τὸ μυθικὸν δεῖ νοεῖν ὅτι πίθος ἦν ἐν ᾧ τὰ κακὰ ἐγκέκλειστο μετὰ τῆς Ἐλπίδος
ἐπέμβαλε πῶμα πίθοιο: πῶς ἡ γυνὴ ἐλθοῦσα ἐπὶ κακοποιΐᾳ ἐπέσχεν ὥσπερ φειδομένη; ῥητέον οὖν ὅτι ὥσπερ νομίσασα πάντα ἐξεληλυθέναι τὰ κακὰ τὸ πῶμα τῷ πίθῳ ἐπέβαλεν. ἔνιοι δὲ ἀπʼ αὐτοῦ τοῦ πώματος ἐκδέχονται ὅτι διʼ ἑαυτοῦ συγκλεισθὲν ἐπέσχε τὴν Ἐλπίδα.
ἐπέλλαβε: ἐκράτησε.
ἀλάληται: ἀπὸ τοῦ ἀλῶ, ἄλημι, ἄλημαι, ἐνεστὼς παθητικὸς Αἰολικός, ὡς δίζημαι καὶ ἀκάχημαι· καὶ κατὰ ἀναδιπλασιασμὸν ἀλήλημαι καὶ κατὰ συστολὴν Αἰολικὴν ἀλάλημαι.
νοῦσοι δʼ ἀνθρώποισιν: τὰς νόσους αὐτομάτως φοιτᾶν σιγώσας εἶπεν ὡς ἀπὸ τοῦ παντὸς ἡμῖν προσπιπτούσας κατὰ τὰς τῆς εἱμαρμένης περιόδους ἐξαίφνης. ἐσωματοποίησε δὲ αὐτὰς προσιούσας ἀφώνους ποιήσας, ἐνδεικνύμενος ὅτι καὶ τούτων ἔφοροι δαίμονές εἰσιν· οἵτινες δρῶσιν ἀφανῶς ἐπιπέμποντες τὰς νόσους τὰς ὑπὸ τὴν εἱμαρμένην τεταγμένας καὶ τὰς ἐν τῷ πίθῳ κῆρας διασπείροντες. καὶ τοῦτό ἐστι τὸ ἀφελεῖν αὐτῶν τὸν Δία τὴν φωνήν, τὸ τοὺς ἐφόρους αὐτῶν δαίμονας κατʼ οὐσίαν τούτων εἶναι ποιητικούς, αὐτῷ τῷ εἶναι δρῶντας ἐφʼ οἷς ἐτάχθησαν.
ἐφʼ ἡμέριʼ: καθημέριοι.
αὐτόματοι: αὐθαίρετοι· λεληθότως γὰρ ἐπέρχεται τὰ κακά.
αὐτόματοι: λεληθότως αὐτοφερεῖς ἐπέρχονται.
σιγῇ ἐπεὶ φωνὴν ἐξείλετο: ἀθετεῖται δὲ ὁ στίχος λέγων ὅτι ἄφωνοι αἱ νόσοι· ἀγνοοῦσι δὲ ὅτι σωματοποιεῖ ταύτας Ἡσίοδος, ὡς Ὅμηρος Ἔριν καὶ Δεῖμον. θέλει δʼ ἐμφανίσαι ὅτι λεληθότως ἐπέρχονται τὰ κακὰ καὶ ἡσύχως ἐπιφέρονται αἱ νόσοι καὶ τὰ σημεῖα τῶν κακῶν.
σιγῇ: ἀντὶ τοῦ ἡσύχως.
σιγῇ: ἀκαταγνώστως.
ἐξείλετο: ἀπῆρε
Διὸς νόον ἐξαλέασθαι: οὐ δυνατόν ἐστι τοῦ Διὸς νοῦν ἐκκλῖναι, ὅ ἐστι τὴν εἱμαρμένην· ταύτην γὰρ οἱ Στωϊκοὶ Διὸς νοῦν προσηγορεύκασι.
οὔ τί πη ἔστι: οὐ δυνατόν ἐστι.
ἐξαλέασθαι: ἀπατῆσαι· ἀποφυγεῖν.
ἐκκορυφώσω: τὸ ἐκκορυφῶσαι δηλοῖ τὸ ἀποκαλύψαι καὶ εἰς τὴν ἄκραν γνῶσιν ἡμᾶς ἀναπέμψαι τῆς ἀνθρωπίνης φύσεως. δηλοῖ τὸ ἐπαγόμενον· τὸ γὰρ· ὡς ὁμόθεν γεγάασι θεοὶ θνητοί τʼ ἄνθρωποι προτρεπτικῶς μὲν εἴρηται εἰς ἀρετήν. εἰ γὰρ ἐκ τῶν αὐτῶν ἐσμεν τοῖς θεοῖς, οὐχ ἡ φύσις ἡμῶν αἰτία τοῦ κακοῦ, ἀλλʼ ἡ περὶ τὴν προσήκουσαν ἐπιμέλειαν καὶ τελειότητα ῥᾳθυμία. πῶς δὲ ἐκ τῶν αὐτῶν ἐσμεν οἱ ἄνθρωποι τοῖς θεοῖς, ποιήσει δῆλον εἰπὼν ὅτι καὶ ἡμεῖς ποτε κρονίαν ἐζῶμεν ζωὴν καὶ ἦμεν καθαροὶ κακῶν ὡς οἱ θεοί, διὰ δὲ τὴν ὕφεσιν προήλθομεν ἀπὸ τῶν θεοειδῶν ἀνθρώπων εἰς τοὺς νῦν ὄντας καὶ ἐμπαθῶς ζῶντας.
ἐκκορυφώσω: ἀνακεφαλαιώσομαι· δύναται μὲν ἀκούεσθαι ἐκτελέσω, οἷον κορυφὴν ἐπιθήσω· δύναται δὲ καὶ οὕτως· ἑτέρου σοὶ λόγου ἀπάρξομαι ἐπεὶ ἡ κορυφὴ ἀρχή τις τοῦ σώματός ἐστιν.
ὡς ὁμόθεν γεγάασι: ἀλαζονικὸς δὲ ὁ στίχος δοκεῖ, ἀλλὰ τούτοις πρὸς ἀρετὴν προτρέπεται. εἰ γὰρ συγγενεῖς ἐσμεν θεοῖς, τοῦ μὲν συγγενοῦς ἡμῖν ἀγαθοῦ φροντιστέον, ἀφεκτέον δὲ τῆς ἀδικίας ὡς κακοῦ καὶ ἀσυγγενοῦς ἐκ τῶν ἡμῖν ἑαυτοῖς ὁμογενῶν.
ὡς ὁμόθεν γεγάασι: τὸ ὡς ἀντὶ τοῦ ὅτι καὶ τὸ ὁμόθεν γεγάασι ἀντὶ τοῦ ἐγένοντο ὁμοῦ, ἐκ τοῦ αὐτοῦ γένους· ἀλλʼ ἡ κακία ἐπεχώρησεν.
ὡς ὁμόθεν γεγάασι: καὶ ὁ Προμηθεὺς ἦν· καὶ ἀπʼ αὐτοῦ καὶ τῆς Πανδώρας πάλιν ἤρξατο ὁ κόσμος εἰς γενεὰς ἔρχεσθαι.
ὡς ὁμόθεν γεγάασι: ἢ ἐκ μιᾶς φύσεως ἐγένοντο καὶ οἱ ἄνθρωποι ἢ τῶν ἀνθρώπων ἡ γενεὰ ἰσάζει τῇ τῶν θεῶν διὰ τὸν Ἐπιμηθέα.
ὁμόθεν: πεπλασμένως τὸ φυσικὸν θεῷ ἀναπλάττει.
χρύσεον μὲν πρώτιστα: πᾶς οὗτος ὁ περὶ τῶν ἀνθρωπίνων πολιτειῶν λόγος ἔνδειξιν ἔχει τῶν ἐν ταῖς ζωαῖς ταῖς ἀνθρωπίναις μεταβολῶν εἰς κακίαν ἐξ ἀρετῆς καὶ εἰς ἀρετὴν ἐκ κακίας, καὶ μὴ εἶναι μίαν ἐν πᾶσι ζωὴν ἀλλʼ ἔχειν ποικιλίαν· εἰ δέ ποτε μὲν ἄμεινον γένος εἶναί φησι, ποτὲ δὲ χεῖρον, ἀεὶ καὶ τῶν ἀμεινόνων ὄντων καὶ τῶν χειρόνων—οὐ γὰρ ἀπολέσθαι τὰ κακὰ δυνατόν, οὐδὲ πολλῷ μᾶλλον τὰ ἀγαθὰ κατὰ φύσιν ὄντα τοῖς ἀνθρώποις—, οὐ δεῖ θαυμάζειν· ὡς γὰρ πρός τινα τόπον ὁρῶν τὰς τοιαύτας ὅρα μεταβολάς. κωλύει δὲ οὐδὲν ποιητικῶς ὡδὶ μὲν εἶναι σιδηροῦν γένος, ὡδὶ δὲ χρυσοῦν. εἰ δὲ τοῖς ἀμεταβόλοις εἰς ἔνδειξιν χρῆται τῶν ζῴων τῷ χρυσῷ καὶ ἀργύρῳ καὶ σιδήρῳ, μηδὲ τοῦτο θαυμάζωμεν· ποιητικὸν γὰρ ἡ μεταφορὰ καὶ ἡ διʼ εἰκόνων τῆς ἀληθείας παράστασις.
α γένος χρυσοῦν.
χρύσεον μὲν πρώτιστα: καὶ τοῦτο δὲ μετὰ τῆς ἐπʼ ἀρετὴν προτροπῆς, ἵνα καταιδέσῃ τῶν κακούργων τὸ γένος αἰσχύνεσθαι· ἀπὸ δὲ τῆς ὕλης χαρακτηρίζει τὸ γένος.
οἳ μὲν ἐπὶ Κρόνου ἦσαν: ὅτι μὲν οἱ ἀπὸ χρυσοῦ γένους ἄνθρωποι ζωὴν εἶχον καθαρὰν καὶ ἄϋλον καὶ ἀπαθῆ· καὶ ταύτην ὁ χρυσὸς δηλοῖ, καθάπερ ἐξηγήσατο καὶ Πλάτων φανερόν. καὶ γὰρ ὁ χρυσὸς ἄδεκτος ἰοῦ καὶ σήψεως, καὶ διὰ τοῦτο φέρει τῆς ἀπαθείας εἰκόνα. πῶς δὲ ἐπὶ Κρόνου ἔζων οἱ τοιοῦτοι, μάθοιμεν ἂν νοήσαντες ὅτι τῆς νοερᾶς ἐστι ζωῆς δοτὴρ ὁ Κρόνος, κόρος ὢν τοῦ νοῦ, μᾶλλον δὲ κορὸς νοῦς καὶ καθαρός· τὸ γὰρ κορὸν σημαίνει τὸ καθαρόν. πάντες οὖν οἱ νοερῶς ζῶντες κρονίαν ἔχουσι πολιτείαν· καὶ διὰ τοῦτο λέγεται βασιλεύειν αὐτῶν ὁ Κρόνος, ὥσπερ ὁ Ζεὺς τῶν πολιτικῶς ζώντων κατὰ τὴν ἀρίστην πολιτείαν τὴν πάντα κοινὰ τιθεμένην. οὐχὶ τῶν θεῶν οὖν οἰητέον τὴν βασιλείαν μεταβάλλειν, ἀλλὰ τῶν ψυχῶν τὴν ζωὴν μεταβαλλουσῶν ἄλλον βασιλέα ποιῆσαι θεόν· τὸν δὲ μῦθον ἀφʼ ἡμῶν ἐπὶ τοὺς βασιλέας μεθιστάναι τὴν μεταβολήν.
οἳ μὲν ἐπὶ Κρόνου ἦσαν: οἱ τότε ἐν τῷ Ὀλύμπῳ ὄντες μετὰ Κρόνου Ὀφίων καὶ Εὐρυνόμη, Τιτᾶνες· οὗτοι δὲ ἦσαν ἐπὶ τῆς βασιλείας τοῦ Κρόνου, ὡς εἶεν ἀρχαῖοι. ἵνα πιστεύσῃ τὸν μῦθον, τὸν χρόνον ὁρίζεται.
ὥς τε θεοὶ δʼ ἔζωον: εἰκότως οἱ παντὸς καθαρεύοντες πάθους καὶ τῷ χρυσῷ διὰ τοῦτο τῷ ἀσήπτῳ καὶ καθαρῷ ὁμοιωθέντες ὁμοιότατοι τοῖς θεοῖς λέγονται εἶναι· καὶ γὰρ οἱ θεοὶ πρώτως εἰσὶν ἀπαθεῖς, αἱ ψυχαὶ δὲ κατὰ μίμησιν ἐκείνων ταύτης τυγχάνουσιν τῆς εὐδαιμονίας.
νόσφιν ἄτερ τε πόνων: ἤτοι μὴ νοσοῦντες διὰ τὴν τοῦ περιέχοντος ἀκρασίαν· δηλοῖ καὶ τὴν ἰσχὺν τῆς κακοπαθείας.
οὐδέ τι δειλὸν γῆρας ἐπῆν: καὶ τοῦτο κρόνιόν ἐστι· καὶ γὰρ τὸν Κρόνον ἀεὶ μελαίνας ἔχειν τὰς ἐπὶ τοῦ γενείου τρίχας φησὶν Ὀρφεύς· Πλάτων δὲ τοὺς ἐπὶ τῆς κρονίας περιόδου ἀποβάλλειν φησὶ τὸ γῆρας καὶ ἀεὶ γίνεσθαι νεωτέρους. ἐνδείκνυται δὲ ὡς ἄρα πάντες οἱ κατὰ νοῦν ζῶντες καὶ διὰ τοῦτο κρόνιον ἔχοντες βίον ἀεὶ ἐπὶ τὸ ἀκμαιότερον ὁδεύουσι τὴν τῇ γενέσει σύζυγον φθορὰν ἀφιέντες. ἐν γὰρ τῇ γενέσει τὸ γῆρας, ἔξω δὲ τῆς γενέσεως ἀεὶ τὸ νέον ἐστὶ καὶ τὸ ἀκμάζον τοῦ παρὰ φύσιν οὐκ ἔχοντος χώραν ἐν αὐτοῖς.
δειλόν: ἀντὶ τοῦ ἀσθενὲς καὶ ἄκλυτον, χαλεπόν, ὡσανεὶ ἐν τῷ γήρᾳ οὕτως ἴσχυον τοῖς ποσὶ καὶ ταῖς χερσί, ὡς ἐν τῇ νεότητι αὐτῶν.
τέρποντʼ ἐν θαλίῃσιν: ἀντὶ τοῦ ἀλύπως εὐωχοῦντο, τουτέστι μεθʼ ἡδονῆς. διάθησιν δὲ ἐμφαίνει ψυχῆς ἀρίστης ἀφʼ ἧς ἐστι τὸ χαίρειν καὶ εὐφραίνεσθαι.
θαλίῃσιν: ἰστέον ὅτι τὸ θάλεια δὲ τὸ ἐπίθετον τῆς εὐωχίας καὶ ἡ Μοῦσα διὰ τῆς ει διφθόγγου γράφονται, οἷον «δαῖτα θάλειαν» καὶ Μοῦσα «Θάλεια», ἤτοι θάλλουσα· αὕτη δὲ ἡ εὐωχία καὶ ἡ Χάρις ἡ πορνικὴ καὶ ἡ Νηρηὶς διὰ τοῦ ι· καὶ Ὅμηρος· ὅς μοι τηλύγετος τρέφεται θαλίῃ ἐνὶ πολλῇ.
θνῇσκον δʼ ὥς θʼ ὕπνῳ δεδμημένοι: καὶ τοῦτο ἑπόμενον τοῖς ἀνόσως ζῶσι τὸ τὴν ἀπὸ τῶν σωμάτων λύσιν ἀβίαστον γίνεσθαι καὶ ἄπονον· καὶ οἷον ἀποβολὴν εἶναι χιτῶνος τὴν ἀπόθεσιν τοῦ σώματος. καὶ διὰ τοῦτο ὕπνῳ παραπλήσιον εἶναι τὸν θάνατον εἶπε μετὰ ῥᾳστώνης συμβαίνοντα καὶ κατὰ φύσιν, ἀλλʼ οὐ βιαίως.
καρπὸν δὲ φέρει ζείδωρος ἄρουρα αὐτομάτη: κατὰ τὴν φύσιν τοῦτο τῆς ἀφθονίας καὶ εὐμοιρίας σημεῖον.
οἳ δʼ ἐθελημοί: ἐθελουσίως ἔζων καὶ κατὰ βούλησιν ἀπέλαυον τῶν γινομένων.
ἐθελημοί: ἐκ παραλλήλου· ἐθελημοὶ καὶ ἥσυχοι ταὐτόν ἐστι, ἡσύχως καὶ ἑκουσίᾳ γνώμῃ.
αὐτὰρ ἐπεὶ δὴ τοῦτο γένος: τίς μὲν ἡ ζωὴ τῶν ἐκ τοῦ χρυσοῦ γένους εἶπεν· ἀκολούθως δὲ φράζει τίς ἡ μετὰ θάνατον αὐτῶν λῆξις καὶ τάξις. τρία γὰρ ὁ βίος, ὁ θάνατος καὶ ἡ λῆξις. εἴρηται δὴ ἀπαθὴς μὲν ὁ βίος, ἀβίαστος δὲ ὁ θάνατος· τὸ δὲ τρίτον νῦν λέγεται δαιμονία ἡ λῆξις. οἱ γὰρ οὕτω βεβιωκότες κατὰ βούλησιν θεῶν ἐν δαιμόνων τάξει καθίστανται, τῶν ζώντων ἔτι τὸν θνητὸν βίον ἀνθρώπων ἀγαθοὶ ὄντες φύλακες καὶ τοῖς ἀνθρώποις ἀγαθῶν αἴτιοι, φυλάττοντες αὐτῶν ἀπήμονα τὸν βίον εὔπορόν τε ποιοῦντες τὴν μετὰ τῶν σωμάτων αὐτῶν ζωήν.
τοὶ μὲν δαίμονές εἰσι: τοὺς μεθισταμένους τοῦ ζῆν, ὄντας δὲ φύλακας τοῦ βίου τῶν ἀνθρώπων, δαίμονας καλεῖ παρὰ τὸ δαῆναι ἤτοι γνῶναι τὰ πάντα ἢ μερίζειν τὰ ἀγαθὰ καὶ κακὰ τοῖς ἀνθρώποις. Ὅμηρος δὲ δαίμονας τοὺς ἀνθρώπους τεθνεῶτας οὐ καλεῖ, ἀλλὰ τοὺς θεούς· Ἡσίοδος δὲ οὕτως εἰς τέσσαρα διαιρεῖ τὴν λογικὴν πᾶσαν φύσιν· τὴν μὲν πρώτην θεῶν, τὴν δὲ δευτέραν δαιμόνων, τὴν δὲ τρίτην ἡρώων καὶ τὴν τετάρτην ἀνθρώπων. καὶ τὸ μὲν θεῖον ἡμῖν ἀνεπίμικτον, δαίμονας δὲ τοὺς ἐφορῶντας τὰ ἀνθρώπινα, ὡς καὶ Πλάτων φησίν …
ἐσθλοὶ ἐπιχθόνιοι: πεπλασμένως, ἐπειδὴ οἱ θεοὶ ἐπουράνιοι· τούτους ἐπιχθονίους λέγει ἵνα φόβος ἐγγένηται περισσὸς διὰ τὸ πλησιάζειν τοὺς ἐφόρους.
οἵ ῥα φυλάσσουσιν: ἱκανὰ ταῦτα τὸν Πέρσην νουθετεῖ ὡς τὸ χρυσοῦν γένος δίκαιον γέγονε καὶ ἐφορᾷ τὰ πρακτέα τῶν ἀνθρώπων ἀοράτως· πλατωνικὴ δὲ ἡ δόξα τὸ διὰ δαιμόνων ταῦτα τῇδε οἰκονομεῖσθαι.
πλουτοδόται καὶ τοῦτο γέρας: τοῦτο παιδευτικῶς εἶπεν ἀποκρινόμενος πρὸς τοὺς βασιλεῖς οἳ πολλοῦ δέουσιν εὐπόρους ποιεῖν τοὺς ἀνθρώπους δωροφάγοι τινὲς ὄντες. μονονουχὶ λέγει σαφῶς εἰ γέρας ἐστὶ βασιλικὸν προτεινόμενον ὑπὸ τῶν θεῶν τὸ ἀγαθοποιεῖν· καὶ πλουτοδότας εἶναι δεῖ τοὺς βασιλικοὺς ἄνδρας καὶ καθαρεύειν πάσης τῆς κακουργίας καὶ τῆς τῶν χρημάτων ἐπιθυμίας ὧν εἰσιν ἄλλοις χορηγοὶ κατὰ βούλησιν τῶν θεῶν.
πλουτοδόται: ὃ χρὴ ποιεῖν βασιλεῖς· τοῦτο δὲ ὡς πρὸς φιλάργυρον· καὶ ὅτι τὸ αὐτὸ τίμιον ἐχαρίζοντο.
δεύτερον αὖτε γένος: ὁ μὲν Ὀρφεὺς τοῦ ἀργυροῦ γένους βασιλεύειν φησὶ τὸν Κρόνον τοὺς κατὰ τὸν καθαρὸν λόγον ζῶντας ἀργυροῦς λέγων, ὥσπερ τοὺς κατὰ νοῦν μόνον χρυσοῦς. ὁ δὲ Ἡσίοδος ἐθέλων τὴν μεταβολὴν ἐνδείξασθαι τῆς ἀνθρωπίνης ζωῆς τὸ ἀργυροῦν γένος ἀνθρώπων ποιεῖ ῥᾴθυμον· πλὴν χεῖρον μὲν τὸ ἀργυροῦν γένος εἶναί φησι τοῦ χρυσοῦ, οὐκ εἰς ἄκραν δὲ κακίαν ὀλισθῆσαν, ἀλλʼ εἰς ἀργίαν καὶ φυσικὴν ζωὴν ἀντὶ νοερᾶς· ὅτι δὲ ἄργυρος ἰοῦ δεκτικός, ὡς καὶ διΐησιν ἔξω τεγγόμενος ὑπὸ τῶν ὑγρῶν τὴν ὑγρότητα καὶ ψυχρότητα παντὸς μᾶλλον κεράμου καὶ χαλκοῦ, δῆλον. ψύχεται γὰρ τὸ ὕδωρ ἐν αὐτῷ ῥᾳδίως καὶ θερμαίνεται περιτιθεμένων ψυχρῶν ἢ θερμῶν, ὥστε διὰ τῶν πόρων τούτων καὶ ἰὸν δέχεσθαι τοῦ χρυσοῦ πυκνοτάτου ὄντος.
β γένος ἀργυροῦν.
πολὺ χειρότερον: οὐχ ὅτι ἐκεῖνο κακὸν ἦν, ἀλλʼ οὐχ ὅμοιον τῷ χρυσῷ· τὸ δὲ πολὺ χειρότερόν ἐστι συγκριτικὸν συγκριτικοῦ—αὐτὸ γὰρ τὸ χεῖρον συγκριτικόν—, ὡς εἶπε Ὅμηρος «λωΐτερον»· αὐτὸ γὰρ τὸ λῷον συγκριτικόν ἐστι.
πολὺ χειρότερον: οὐχ ὅτι τοῦ χρυσοῦ χειρότερον ἦν, ἀλλʼ ὅμοιον τῷ Ὁμήρου· Ζεῦ πάτερ οὔτις σεῖο θεῶν ὀλοώτερος ἄλλων· οὐ γὰρ δήπου ὀλοοὺς τοὺς θεοὺς καλεῖ.
ἀργύρεον: τὸ δʼ ἀργύρεον ἔνιοι τῇ γῇ οἰκειοῦσι λέγοντες ὅτι ἐν τοῖς Μεγάλοις Ἔργοις τὸ ἀργύριον τῆς Γῆς γενεαλογεῖ.
ἀλλʼ ἑκατὸν μὲν παῖς ἔτεα παρὰ μητέρι κεδνῇ: ὀρθῶς καὶ πάνυ φιλοσόφως τοῦ κακοῦ βίου τὴν ἀρχὴν ἐν τῇ μοχθηρᾷ τίθεται ἀνατροφῇ, τοιαύτη δὲ πολὺν χρόνον ἐν τῇ γυναικωνίτιδι γενομένη. καὶ γὰρ Πλάτων τῶν Περσικῶν τινος τοῦτο κατέγνω βασιλέων τὸν υἱὸν ἐάσαντος πολὺν χρόνον ἐπὶ ταῖς γυναιξὶ τεθράφθαι. εἰκότως οὖν ἀποφαίνειν τὸν οὕτω τρεφόμενον μέγα νήπιον ὡς ἀμαθῆ πάντων ὧν δεῖ πράττειν τὸν ἀνδρικὸν καὶ γεννάδα τὸ ἦθος.
ἀλλʼ ἑκατὸν μὲν παῖς ἔτεα: πάνυ φιλοσόφως ἀρχὴν φαύλου βίου καὶ κακοδαίμονος τὴν ἀνατροφὴν ὑποτίθεται. καὶ γὰρ ὁ Πλάτων ἔφη Κῦρον καὶ Δαρεῖον στρατιωτικοῖς ἔθεσι παιδευθέντας ἄνδρας ἀγαθοὺς γενέσθαι, τοὺς δὲ παῖδας αὐτῶν ἀσχολουμένους ἐν γυναιξὶ νεοπλούτοις καὶ τρυφώσαις διαφθαρῆναι.
ἀλλʼ ἑκατόν: κατὰ σύγκρισιν, ἐπεὶ οὐ τῶν ἑκατὸν ἐλάττους ἔζων. τὸ δὲ ἑκατὸν οὐκ ἐπὶ ὡρισμένου χρόνου, ἀλλʼ ἐπὶ πλήθους· ἔστι γὰρ ἀόριστον, ἀντὶ τοῦ πολλά.
ἀτάλλων: ὁ μετὰ ἐπιμελείας τρεφόμενος καὶ ὡς ἂν νηπιάζων ἀταλάφρων, ὁ μηδὲ καρτερεῖν δυνάμενος· ὅθεν καὶ τὸ τέτλαθι, ἀντὶ τοῦ καρτέρησον.
νήπιος: παῖς ὁ μὴ δυνάμενος εἰπεῖν.
παυρίδιον ζώεσκον: εἰ πολλῷ χρόνῳ ἐτρέφοντο, ὀλίγον δὲ διέζων καὶ ἤκμαζον, πῶς οἱ τρέφοντες αὐτοὺς διέζων; ἴσως οὖν πρὸς ἀναλογίαν τῆς ἐκτροφῆς. τὸ δὲ παυρίδιον ζώεσκον ὡς πρὸς σύγκρισιν τῶν ἑκατὸν ἐτῶν.
ὕβριν γὰρ ἀτάσθαλον οὐκ ἐδύναντο ἀλλήλων ἀπέχειν: ταῦτα ἑπόμενά ἐστι ταῖς ῥᾳθύμοις ζωαῖς τῶν ἀνθρώπων, διὰ μαλθακίαν ἐξυβρίζειν καὶ μήτε τῶν εἰς ἀλλήλους ὕβρεων ἀπέχεσθαι, μήτε τῶν εἰς τοὺς θεοὺς τιμῶν ἀντέχεσθαι· ζῆν δὲ ὁμοίως φυτοῖς πίνοντας καὶ ἐσθίοντας. οὕτω ζήσαντες Συβαρῖται καὶ Κολοφώνιοι πρότερον ἀπώλοντο, Περσῶν δὲ καὶ Μήδων ἥψατο τὸ πάθος.
οὐδʼ ἀθανάτους θεραπεύειν: ἵνα μὴ ἐκ φύσεως ᾖ τὸ ἁμάρτημα, ἀλλʼ ἐκ προαιρέσεως.
κατʼ ἤθεα: κατὰ τὰ εἰθισμένα ἤθη.
τοὶ μὲν ὑποχθόνιοι: οἱ μὲν πρὸ τούτων ἐπιχθόνιοι ἦσαν κατὰ τὴν λῆξιν καὶ ἀγαθῶν χορηγοὶ καὶ φύλακες τῶν θνητῶν· οὗτοι δὲ θνητοὶ φύλακες καὶ ὑποχθόνιοι λέγονται, ὡς ἐν τοῖς ὑπὸ τὴν γῆν ταχθέντες τόποις, διότι φυσικὴν εἶχον ζωὴν ἀντὶ νοερᾶς, ἐοικότες τοῖς φυτοῖς τοῖς τὰς κεφαλὰς ἔχουσιν ἐν γῇ κατερριζομένας· αἱ γὰρ ῥίζαι τῶν φυτῶν κεφαλαί εἰσιν. εἰκότως οὖν ὑποχθόνιοι, θνητοὶ δὲ φύλακες ὡς ζῶντες κατὰ τὸ θνητὸν ἑαυτῶν· τοιαύτη γὰρ ἡ φυσικὴ ζωή. τίνων δὲ φύλακες; ἦ δηλονότι ψυχῶν ἐν ἐκείνοις τοῖς τόποις διατριβουσῶν, οὐκέτι φυσικῶς ζησασῶν, ἀλλʼ εἰς πᾶσαν ὀλισθησασῶν κακίαν· διὸ περὶ τούτων προσέθηκεν ὅτι καὶ αὐτοῖς τιμή τις ὀπηδεῖ, καθόσον οὐ μεγάλα ἐξειργάσαντο κακὰ οἷα τῶν ἐφεξῆς τούτοις.
ἐπιχθόνιοι μάκαρες: μακάριοι καὶ οὗτοι· οὐ γὰρ πάνυ ἦσαν ἀσεβεῖς, μακάριοι δὲ θνητοί, οἵους καὶ ἡμεῖς φαμεν τοὺς καλῶς ἐν ἡμῖν καὶ ἐπαινετῶς τελευτήσαντας. ἐπιχθόνιοι δὲ πρὸς ἀντιδιαστολὴν τῶν ἐν Ὀλύμπῳ.
τρίτον ἄλλο γένος: τοῦτο τὸ γένος εἰκότως τρίτον, οὔτε νοερὸν ὂν οὔτε πανοῦργον, ἀλλὰ δεινὸν ὄντως καὶ εἰς τυραννικὴν δυναστείαν ἐκλακτίσαν καὶ φονικόν, τῶν σωμάτων μόνων ἐπιμελές, διό φησιν· ἄπλατοι· μεγάλη δὲ βίη καὶ χεῖρες ἄαπτοι ἐξ ὤμων ἐπέφυκον. δηλοῖ γὰρ ὅτι τῶν σωμάτων τὴν ῥώμην ἤσκουν οἱ ἐν τούτῳ τῷ γένει, τῶν δʼ ἄλλων ἀμελοῦντες, περὶ τὴν τῶν ὅπλων κατασκευὴν διέτριβον καὶ τῷ χαλκῷ πρὸς τοῦτο ἐχρῶντο, ὡς τῷ σιδήρῳ πρὸς γεωργίαν, διά τινος βαφῆς τὸν χαλκὸν στερροποιοῦντες ὄντα φύσει μαλακόν· ἐκλιπούσης δὲ τῆς βαφῆς ἦλθον ἐπὶ τὴν τοῦ σιδήρου καὶ ἐν τοῖς πολέμοις χρῆσιν. τοῦτο δὴ τὸ χαλκοῦν γένος ἐκ μελιᾶν εἶπε φῦναι, Δωρικῶς, ἀντὶ τοῦ ἐκ τῶν μελιῶν τῶν δένδρων, οὐχὶ ἐκ τῶν Μελιῶν Νυμφῶν—καὶ γὰρ Μελίας Νύμφας εἶναί φασιν—· ἄτοπον δὲ τὸ ἐκ τοῦ θείου γένους ὄντας θηριώδεις φῦναι, ἀλλʼ ὡς ἐκ δένδρων στερεῶν καὶ δυσσήπτων γεγονότας τά τε σώματα γενέσθαι ἰσχύοντας καὶ τὰ ἤθη ἀτεράμονας καὶ βιαίους. τοῦτο γὰρ αἰνίττεται ἡ ἐκ τῶν μελιῶν αὐτοῖς γένεσις.
γ γένος χαλκοῦν.
τρίτον ἄλλο γένος: τοὺς Γίγαντας καλεῖ.
χάλκειον: διὰ τὸ πολεμικοὺς εἶναι.
οὐκ ἀργυρῷ οὐδὲν ὅμοιον: ἀργυρῷ περισπωμένως· γέγονε γὰρ ὡς χρυσῷ.
ἐκ μελιᾶν: ἢ Δωρικῶς ἐκ Μελιῶν Νυμφῶν οὕτω καλουμένων ἢ διὰ τὴν μελίαν τὸ ξύλον ὡς πολεμικὸν γένος, ἢ διὰ τὰς φροντίδας.
ἐκ μελιᾶν: Δωρικῶς δὲ εἶπε μελιᾶν ἀντὶ τοῦ μελιῶν τῶν δένδρων· οὐδὲ γὰρ ἐκ τῶν Μελιῶν Νυμφῶν· ἄδικον γὰρ τὸ γένος καὶ ἀσύνετον καὶ οὐδὲ γενεαλογούμενον ἐκ τῶν σταγόνων τοῦ Οὐρανοῦ, ὥς τινες. τινὲς δὲ ἀλληγοροῦσι μελίας τὰς φροντίδας.
ἐκ μελιᾶν: Δωρικῶς· γέγονεν ἀπὸ ξύλου τινός· ἀνόητον γένος λέγει καὶ ἀσύνετον· οὗτοί, φησιν, οὐκ ἐκ γένους θεῶν, ἀλλʼ ἐκ δένδρων μελιῶν· μελία δέ ἐστι δένδρον ἄσηπτον καὶ ἰσχυρόν, ὡς ἰσχυρὸν καὶ δυνατὸν καὶ βίαιον γένος·
οὐδέ τι σῖτον ἤσθιον: ἀλληλοφαγίαν ἴσως ἐνόσουν ἢ θηρίων κρέα ἤσθιον ἢ ὅτι τινῶν ἀθέσμων ἐγεύοντο· παρέλιπε γὰρ εἰπεῖν τί ἤσθιον.
ἀδάμαντος: ἀδάμας δέ ἐστιν εἶδος σκληροῦ λίθου σίδηρον τέμνοντος.
ἄπλαστοι: ἀπροσπέλαστοι, φοβεροί· ὧν οὐκ ἄν τις ἅψαιτο διʼ ἔργων, οἷς οὐκ ἐδύνατό τις ἐγγίσαι· μεγάλη γὰρ ἰσχὺς καὶ προθυμία αὐτοῖς ἦν καὶ χεῖρες ἀπροσπέλαστοι ἀπὸ τῶν ὤμων αὐτῶν ὑπῆρχον σὺν τοῖς λοιποῖς μέλεσιν.
ἄαπτοι: ἀκράτητοι.
τῶν δʼ ἦν χάλκεα μὲν τεύχεα: οἱ γὰρ παλαιοὶ πρὸς γεωργίαν μὲν ἐχρῶντο τῷ σιδήρῳ, πρὸς δὲ πόλεμον τῷ χαλκῷ· ἀπὸ τούτου δὲ οἱ ποιηταὶ «χάλκεον ἔγχος» λέγουσιν.
τῶν δʼ ἦν χάλκεα μὲν τεύχεα: οὐ γὰρ οἱ παλαιοὶ πρὸς γεωργίαν μὲν ἐχρῶντο τῷ σιδήρῳ, πρὸς δὲ πόλεμον τῷ χαλκῷ, ἀλλὰ πρότερον μόνῳ τῷ χαλκῷ ἐπʼ ἀμφότερα ἐχρῶντο· ἀπὸ τούτου δὲ οἱ ποιηταὶ «χάλκεον ἔγχος» λέγουσιν, ἀντὶ τοῦ σιδήρεον· ἢ τῷ Ὁμήρῳ ἐξακολουθεῖ καὶ ὅπως μὴ αὐτὸν ψεύστην ποιήσῃ εἶπεν ὅτι οὔπω ἦν σίδηρος εὑρημένος. Σέλευκος γράφει μέλας δʼ οὐκ ἔστι σίδηρος, ἵνα ᾖ μὴ καθόλου τὸ μὴ ἔχειν.
μέλας δʼ οὐκ ἔσκε σίδηρος: τὸ μέλας γνωστέον τῇ φαντασίᾳ τῇ ἰώδει· τῇ γὰρ φύσει λαμπρόν ἐστι· Ὅμηρος δὲ «πολιόν τε σίδηρον».
μέλας δʼ οὐκ ἔσκε σίδηρος: ὥσπερ γὰρ Ὅμηρος ἔφη «ἁλὸς πολιοῖο» καὶ «μείλανι πόντῳ» καὶ «δνοφερὸν χέει ὕδωρ» καὶ «ὅθεν ῥέεν ἀγλαὸν ὕδωρ», οὕτω καὶ «μέλας ... σίδηρος».
καὶ τοὶ μὲν χείρεσσιν ὑπὸ σφετέρῃσι δαμέντες: αὐτοὶ παρʼ ἑαυτῶν κατέρρευσαν ὡς δύσμικτοι καὶ θηριώδεις ὄντες, οἷον ἀλληλοφονοῦντες, καὶ εἰκότως εἰς τὸν ὑποχθόνιον τόπον καταδῦντες, ἐν ᾧ τὸ ἄτακτον συνέωσται τοῦ κόσμου καὶ τὸ θηροφανὲς τῶν δαιμόνων γένος, οὓς κύνας εἴωθε τὰ λόγια καλεῖν. εἰσὶ μὲν οὖν οὗτοι τρίτοι τινὲς εἰκότως ἀπὸ τῶν χρυσῶν· ἐκεῖνοι μὲν γὰρ ἀπαθεῖς, οἱ δὲ μετʼ αὐτοὺς οὔτε ἀπαθεῖς οὔτε ἐμπαθεῖς, εἰ καὶ τελευτῶντες ἐξύβριζον διὰ τὴν εὐπορίαν τῶν ἀναγκαίων· οὗτοι δὲ οὐ μόνον ὑβρισταί, ἀλλὰ καὶ φονικοὶ καὶ ἐμπαθεῖς καὶ εἰς ἐσχάτην ἐλθόντες μοχθηρίαν, ὥστε ἐν τῇ τριάδι περιειλῆφθαι τὴν ἀνθρωπίνην ζωήν, τῷ χρυσῷ, τῷ ἀργύρῳ, τῷ χαλκῷ. καὶ γὰρ τούτων ἡ τάξις τῶν ὑλῶν τοιαύτη ἐστίν· ὁ μὲν χρυσὸς ἡλιοειδής, διότι φῶς μόνον ὁ ἥλιος ἄϋλον· ὁ δὲ ἄργυρος σεληνιαῖος, διότι καὶ ἡ σελήνη σκιᾶς δεκτικὴ καθάπερ καὶ ἄργυρος ἰοῦ· ὁ δὲ χαλκὸς χθόνιος, καθόσον οὐκ ἔχων ὁμοίως τὸ φωτεινὸν πολλῆς ἐστιν ἀνάπλεως σήψεως.
εὐρώεντα: ὀμιχλώδη, σκοτεινὸν ἢ πλατύν.
νώνυμοι: οὔτε θνητοὶ δαίμονες οὔτε ἀθάνατοι.
ἐκπάγλους: καταπληκτικούς, φοβερούς.
αὖτις ἔτʼ ἄλλον τέταρτον: τὸ μὲν τρίτον γένος ἐξέλιπε διὰ τοῦ κατακλυσμοῦ, … φησι. μετὰ δὲ τὸν κατακλυσμὸν γένος παρῆλθεν εἰς τὸν βίον ἱερόν, τὸ τῶν ἡμιθέων, ἀρκέσαν ἕως τῶν Τρωϊκῶν ἐπὶ ἑπτὰ ἢ ὀκτὼ γενεάς· καὶ γὰρ Εὔμηλος, ὁ στρατεύσας ἐπὶ Τροίαν, υἱὸς ἦν Ἀδμήτου, αὐτὸς δὲ Φέρητος, οὗτος δὲ Κρηθέως, ὁ δὲ Αἰόλου, ὁ δὲ τοῦ Ἕλληνος, οὗτος δὲ Δευκαλίωνος· καὶ Γλαῦκος τοῦ Ἱππολόχου, τοῦ Βελλεροφόντου, τοῦ Γλαύκου, τοῦ Σισύφου, τοῦ Αἰόλου, τοῦ Ἕλληνος, τοῦ Δευκαλίωνος· ὁ οὖν Γλαῦκος ὄγδοος. τὸ τοίνυν ἡρωϊκὸν γένος ἄχρι τοσούτου διήρκεσεν ἀρετῇ διαπρέψαν.
ἔτʼ ἄλλο τέταρτον: τὸ ἀπὸ τῆς Πανδώρας τῶν ἡρώων, τουτέστι τὸ ἐκ Πανδώρας γένος, ἥτις ἦν, κατὰ τὸν Αἰσχύλον τοῦ πηλοπλάστου σπέρματος θνητὴ γυνή.
ἔτʼ ἄλλο τέταρτον: ὥσπερ δὲ τὰ ἄλλα γένη ἀπὸ τῆς περὶ αὐτὰ ὕλης ἐκάλεσε χρυσοῦν καὶ ἀργυροῦν, οὕτω καὶ τοῦτο, ἀπὸ τῆς γῆς ὄν, ἡρωϊκόν. ἔρα γὰρ ἡ γῆ καὶ ἠρία τὰ χώματα· προείρηκε γὰρ ὅτι ὁ Ζεὺς ἐκέλευσεν Ἥφαιστον περικλυτὸν ὅττι τάχιστα γαῖαν ὕδει φύρειν.
Ζεὺς Κρονίδης ποίησε: ἔστω δὲ ἡ ἀρχὴ τῆς ἡρωϊκῆς γενεαλογίας αὕτη· ἐπλάσθη τοίνυν πρώτη, κατὰ ἕτερον πραγματικὸν μῦθον, ἡ Πανδώρα, ἣν ἔγημεν Ἐπιμηθεύς, ἐξ ὧν Δευκαλίων καὶ Πύρρα. ἀλόγως δὲ λέγουσιν ὅτι Προμηθεὺς ἀνθρώπους ἔπλασεν, ὃς τοσοῦτον ἀποδεῖ τοῦ μὴ πεπλακέναι ὥστε καὶ προσέτασσεν Ἐπιμηθεῖ μὴ προσίεσθαι τὴν Πανδώραν. Πανδώρας οὖν καὶ Ἐπιμηθέως γίνεται Δευκαλίων καὶ Πύρρα· Δευκαλίωνος δὲ Ἕλλην, τούτου Αἴολος, οὗ Κρηθεύς, οὗ Φέρης, οὗ Ἄδμητος, οὗ Εὔμηλος, ὁ ἐπὶ Τροίαν στρατεύσας. ἀπὸ Δευκαλίωνος οὖν οἱ ἥρωες ἤρξαντο· διὰ δὲ τοῦ ἀληθοῦς πιστοῦται τὸ ἡγημένον, ἵνα μὴ ἔγκλημα φύσεως ἐπὶ τὸ χεῖρον ῥεπούσης λέγῃ.
δικαιότερον καὶ ἄρειον: τὸ δικαιότερον ἀντὶ τοῦ δίκαιον· οὐ γὰρ ἔδωκε σύγκρισιν πρὸς ἕτερον· τὸ δὲ ἄρειον ἢ βέλτιστον ἢ πολεμικόν.
ἄρειον: οὔκουν ἐστὶ φυσικὸν τὸ ἐπὶ τὰ χείρονα προβαίνειν· ἐγχωρεῖ γὰρ καὶ κατʼ ἐξοχὴν διορθοῦσθαι.
θεῖον γένος: θαυμαστὸν ἢ ὑπὸ θεοῦ πεποιημένον.
οἳ καλέονται ἡμίθεοι: ἥρωας μὲν αὐτοὺς ἐκάλουν ὡς ἐξ ἔρωτος γεγονότας ἢ θεῶν ἐρασθέντων γυναικῶν ἢ θεαινῶν ἐρασθεισῶν ἀνδρῶν· ἡμιθέους δὲ ὡς τὸ μὲν ἔχοντας θεῖον, τὸ δὲ ἀνθρωπικὸν κατὰ τὴν γένεσιν. ὥσπερ οὖν ἐστι θεῶν μόνον τὸ ἐξ ἀμφοτέρων θεῶν, καὶ ἀνθρώπων τὸ ἐξ ἀμφοτέρων ἀνθρώπων, οὕτω δὴ καὶ τὸ σύμμικτον ἔκ τε θεῶν καὶ ἀνθρώπων ἡμίθεοι λέγονται. αὐτὴν δὲ ταύτην τὴν ἐν τῇ γενέσει διαφορὰν ἀναφέρειν δεῖ πρὸς τὸ εἶδος τῆς ζωῆς· ὅσοι μὲν γὰρ κατὰ τὴν ἀναγωγὸν ζωὴν μᾶλλον διέπρεψαν, τούτους ἐκ πατρὸς μὲν θεοῦ, μητρὸς δὲ ἀνθρωπίνης παρέδοσαν· ὅσοι δὲ κατὰ τὴν πρακτικὴν ἀρετήν, τούτους ἀνάπαλιν ἐκ θεαίνης μὲν μητρός, πατρὸς δὲ ἀνθρώπου. καὶ γὰρ ἄμφω μὲν θεῖα καὶ τὸ ἀναγωγὸν καὶ τὸ πρακτικόν· ἀλλὰ τὸ μὲν ἀρρενωπὸν ὡς ἐρρωμενεστέρας ὂν ζωῆς, τὸ δὲ θηλυπρεπὲς ὡς ὑφειμένον κατὰ τὴν δύναμιν, καὶ ὡς τὸ μὲν ἀπαθέστερον, τὸ δὲ συμπαθέστερον τοῖς θνητοῖς.
οἳ καλέονται ἡμίθεοι: κατὰ σύγκρισιν πρὸς ἡμᾶς ὑστέρους ὄντας ἐκείνων. Ὅμηρος· «καὶ ἡμιθέων γένος ἀνδρῶν».
προτέρῃ γενεῇ: ἤτοι προτέρων ἀνθρώπων.
… τηλοῦ ἀπʼ ἀθανάτων τοῖσι Κρόνος ἐμβασίλευε: τοῦτον καὶ τὸν ἑξῆς ὡς φληναφώδεις ἐξοικίζουσι τῶν Ἡσιόδου οἱ τά τε ἄλλα φαυλίζοντες καὶ τὸ ἐνθουσιαστικὸν τῆς εἰσβολῆς τῶν μετʼ αὐτοὺς στίχων ἀφαιρεῖν εἰπόντες· ὡς γὰρ ἀποβλέψας εἰς τὸ κατʼ αὐτὸν τῶν ἀνθρώπων γένος μετὰ τὴν ἐξύμνησιν τῆς τῶν ἡμιθέων λήξεως, ἐπάγει· μηκέτʼ ἔπειτʼ ὤφελλον ἐγὼ πέμπτοισι μετεῖναι ἀνδράσιν, ἀλλʼ ἢ πρόσθε θανεῖν ἢ ἔπειτα γενέσθαι· διʼ ὧν οὐ μόνον δηλοῖ τὴν ἀπὸ τῶν κρειττόνων εἰς τὸ χεῖρον εἶδος τῆς ζωῆς μεταβολήν, ἀλλὰ καὶ ἀνάπαλιν ἔσεσθαι ἀπὸ τῶν χειρόνων εἰς τὸ κρεῖττον. τὸ γὰρ ἣ ἔπειτα γενέσθαι εὔχεσθαι δηλοῖ καὶ ἀμείνους ἔσεσθαί τινας τῶν κατʼ αὐτὸν ἀνθρώπων ὕστερον, ὥστε καὶ ἐκ τούτου δηλοῦν ὅτι τὰς μεταβολὰς ἠθέλησε παραδοῦναι τῶν περιόδων τῆς ἀνθρωπίνης ζωῆς εἰς τὰ ἐναντία γινομένας.
τοὺς μέν: τοὺς περὶ Τυδέα καὶ Καπανέα καὶ τοὺς λοιποὺς εʹ λοχαγούς.
μήλων ἕνεκʼ Οἰδιπόδαο: διὰ τῶν μήλων πᾶσαν δηλοῖ τὴν κτῆσιν, διʼ ἣν οἱ τοῦ Οἰδίποδος παῖδες καὶ πόλεμον ᾔραντο πρὸς ἀλλήλους καὶ συναπέθανον ἀλλήλοις καὶ μιᾷ πυρᾷ παρεδόθησαν.
μήλων ἕνεκʼ: οἱ παλαιοὶ γὰρ ἐν τοῖς τετράποσι τὴν κτῆσιν εἶχον· ἀμέλει καὶ οἱ βασιλέων παῖδες ἐποίμαινον πρὸ τοῦ γάμου καὶ ταῖς νύμφαις πρόβατα καὶ βόας ἐχαρίζοντο· ὅθεν καὶ «παρθένοι ἀλφεσίβοιαι».
τοὺς δὲ καὶ ἐν νήεσσιν: κατʼ ἐξοχὴν λέγει τοὺς δύο πολέμους, τὸν Θηβαϊκὸν καὶ τὸν Ἰλιακόν.
λαῖτμα: ὅρμημα, κῦμα.
ἔνθʼ ἦ τοι: ὅπου ἢ τότε δή.
τοῖς δὲ δίχʼ ἀνθρώπων βίοτον: περὶ τῆς τῶν ἡρώων λήξεως ὁ λόγος, ὅτι καὶ βίον καὶ τόπους οἰκείους, οὓς ἐκάλεσεν ἤθη, χωρὶς τῶν ἀνθρώπων ἀπένειμε αὐτοῖς ἐν τοῖς πέρασι τῆς γῆς.
τοῖς δὲ δίχʼ ἀνθρώπων βίοτον καὶ ἤθεʼ ὀπάσσας: τοῖς ἐπὶ Ἀγαμέμνονα χωρὶς τῶν λοιπῶν ἀνθρώπων βίον καὶ διαγωγὴν δοὺς ὁ Ζεὺς ᾤκισεν εἰς τὸ τέλος τῆς γῆς· ἐξαιρέτως τῶν ἐπʼ Ἴλιον στρατευσάντων καὶ τῶν Καδμείων λαῶν μέμνηται· τοὺς δὲ ἄλλους ἥρωας … ἀπειλητικῶς μαντευόμενος λέγει, ἀλλʼ ὅμως καὶ οἱ κακοὶ οὗτοι μεθέξουσί τινος βίου.
τοῖς δὲ δίχʼ ἀνθρώπων: ἀπεχώρισεν αὐτοὺς τῶν ἀνθρώπων καὶ ἔδωκεν αὐτοῖς τόπον ἴδιον καὶ ζωήν· καὶ ζῶσιν ἀβλαβεῖς πέραν τοῦ Ὠκεανοῦ.
ἤθεʼ ὀπάσσας: τούτοις δέ φησι ὁ Ζεὺς τὸν βίον καὶ πλεῖστα εἴδη χωρήσας παρέσχεν ἀθανασίαν καὶ κατῴκισε πέραν τοῦ Ὠκεανοῦ.
ἤθεʼ ὀπάσσας: τὰς διατριβὰς πορίσας, ὅ ἐστι παρασχών.
κατένασσε: κατῴκισε.
ἐν μακάρων νήσοισι: μακάρων νήσους νῦν τὸν Παράδεισον αἰνίττεται, ὅ ἐστι τὸ παρʼ αὐτοῖς Ἠλύσιον πεδίον λεγόμενον, παρὰ τὸ ἄλυτα τηρεῖν τὰ σώματα καὶ ἀθάνατα ἢ παρὰ τὴν λύσιν τῶν κακῶν. Ὅμηρος· ἀλλά σʼ ἐς Ἠλύσιον πεδίον καὶ πείρατα γαίης ἀθάνατοι πέμψουσιν.
παρʼ Ὠκεανὸν βαθυδίνην: ἔνθα κατοικοῦσιν· αὐτοῖς δὲ μελιηδέα καρπὸν τρὶς τοῦ ἔτους φέρειν λέγει τὴν γῆν. δηλοῖ οὖν τὸ αἴνιγμα λῆξιν μὲν αὐτοὺς ἔχειν θειοτέραν τῆς ἐν τῇ γενέσει ζωῆς καὶ διὰ τοῦτο λέγεσθαι τῶν μακάρων νήσους οἰκεῖν, ἃς αἱ εὐδαίμονες εἰλήχασι ψυχαὶ ἐν νήσοις ᾠκισμέναι, ὡς ὑπερέχουσαι τῆς γενέσεως καθάπερ αἱ νῆσοι τῆς θαλάσσης· παρʼ Ὠκεανὸν δὲ οἰκεῖν λέγεσθαι τὸν διορίζοντα τὸν νοητὸν τόπον ἀπὸ τῆς τοῦ Ἅιδου βασιλείας, ὃν καὶ πρῶτον περαιοῦσθαι τοὺς εἰς Ἅιδου πορευομένους. φέρειν δὲ αὐτοῖς τρὶς τὴν γῆν τοῦ ἔτους καρπόν, ὡς τελείων ἀγαθῶν ἀπολαύουσι τῶν τροφιμωτάτων ἐκ τῶν ζωογόνων δυνάμεων τῶν ἐπὶ τῆς γῆς. διὰ γὰρ τοῦτο οὐχὶ ἁπλῶς εἶπε τὴν γῆν φέρειν τοὺς καρποὺς τρίς, ἀλλὰ τὴν ζείδωρον ἄρουραν.
μελιηδέα καρπόν: ἀπὸ τῶν ἐσπουδασμένων ἡμῖν μετρεῖ τὸ ἐκείνων ἡδύ.
τρὶς ἔτεος: πολλάκις.
θάλλοντα: ἀναβλαστάνοντα
πέμπτοισι: τῷ καθʼ ἡμᾶς γένει.
πρόσθε: ἐν τῇ ἡρωϊκῇ γενεᾷ.
ἔπειτα γενέσθαι: μετὰ τὸ φθαρῆναι τὸ σιδηροῦν γένος· προσδοκῶ γὰρ ἄλλο γένος μετὰ τοῦ πέμπτου γενήσεσθαι βέλτιον.
νῦν γὰρ δὴ γένος ἐστὶ σιδήρεον: διὰ τὸ σκληρὸν καὶ τὸ μέλαν ὁ σίδηρος εἰκόνα φέρει τῷ ποιητῇ πρέπουσαν τῆς ἐμπαθοῦς ζωῆς τῶν ψυχῶν, διʼ ἧς σκότιον μὲν ἔχουσι τὸ γνωστικόν, ἀντίτυπον δὲ τὸ ζωτικὸν πρὸς τὸν ὀρθὸν λόγον. τὸ δὲ εἰπεῖν ἀλλʼ ἔμπης καὶ τοῖσι μεμείξεται ἐσθλὰ κακοῖσιν ἐνδείκνυται μὴ πάντῃ κεκρατηκέναι τὴν μοχθηρίαν τῶν ἀνθρώπων· εἶναι γὰρ ἔτι μετρίαν αἰδῶ κατʼ αὐτὸν τῶν ἀδικημάτων καὶ τῶν ἀδικούντων. τοῦτο δὲ λέγει ἵνα προτρέψῃ τὸν Πέρσην μὴ παντελῶς ἀπερυθριάσαντα γενέσθαι περὶ αὐτὸν ἐσχάτως πονηρόν.
ποτʼ ἦμαρ: ἀντὶ τοῦ ἡμέρας καὶ νυκτός.
μεμείξεται: ἵνα ᾖ ἐλπὶς τοῖς δικαιοπραγοῦσι.
Ζεὺς δʼ ὀλέσει καὶ τοῦτο γένος: οὔπω πάντῃ διεφθαρμένον ὂν καὶ τοῦτο τῶν ἀνθρώπων τὸ γένος ἀπολέσθαι φησί· τούτου δὲ ἀπολλυμένου παντοίαν ἔσεσθαι κακίαν· ὡς τῶν ἀνθρώπων τῶν μετʼ αὐτοὺς τότε ζῶντας ἐσομένων παμπονήρων, ὧν ἐφεξῆς διέξεισι τὴν ζωήν, ὁποία τίς ἐστιν αἰσχρὰ χρησμῳδῶν.
Ζεὺς δʼ ὀλέσει καὶ τοῦτο γένος μερόπων ἀνθρώπων: ἢ τὸ περὶ αὐτῶν γένος λέγει ἢ ἄλλο προθεσπίζει, ὅτι, ὅταν φθάσωσιν ἐπὶ τῶν κροτάφων πολιοὶ γενέσθαι, τέλος τοῦ βίου ἔχουσι καὶ θνῄσκουσι μὴ πολυχρονίσαντες.
εὖτʼ ἂν γεινόμενοι: τῇ εἰς ἀδύνατον ἀπαγωγῇ τὸν μῦθον καλύπτει.
τελέθωσιν: ἀποθάνωσι.
οὐδὲ πατὴρ παίδεσσιν ὁμοίιος: διὰ τούτων τὴν κρίσιν διαβάλλει τῶν μετʼ αὐτὸν ἐσομένων, ὡς ἐπίπροσθεν ἀξόντων ἀδικίαν δικαιοσύνης, ἐπιορκίαν εὐορκίας, ἀναίδειαν αἰδοῦς, σκολιότητα ἁπλότητος· ἃ δὴ πάντα καὶ ὁ καθʼ ἡμᾶς ἔχει βίος· ἐν δὴ τούτοις ὅτι καὶ κατὰ ἀλλήλων ἀδίκως χωροῦσι καὶ ἀναιδῶς λέγουσι. καὶ τοῦτο ἦν ὃ καὶ πρῶτον δηλῶν χειροδίκας αὐτοὺς ἐκάλεσεν, ὡς τῇ δυνάμει τὸ δίκαιον τῇ διὰ τῶν χειρῶν ὁρίζοντας καὶ τῇ βίᾳ χρωμένους. καὶ οὐ μάχεται τὸ χειροδίκας εἶναι καὶ τὸ δίκην ἐν χερσὶ μὴ ἔχειν. διὰ γὰρ τοῦτο ἔσονται χειροδίκαι, διὰ τὸ τὸ δίκαιον ἐν ταῖς χερσὶ βιάζεσθαι· τοὺς δὲ χειροδίκας ἐκείνους εἶναι, τοὺς τὸ δίκαιον τῇ βίᾳ μόνῃ τῶν χειρῶν ὁρίζοντας, ὡς μὴ τὰς χεῖρας ὑπὸ τὴν δικαιοσύνην πράττειν, ἀλλʼ αὐτὰς εἶναι τοῦ δικαίου μόνας ἀφοριστικάς.
οὐδὲ πατὴρ παίδεσσιν ὁμοίιος: ἤγουν ἀλλήλοις ἢ τοῖς γονεῦσι· διὰ τὰς μοιχείας δὲ ἡ ἀνομοιότης.
ὁμοίιος: ὁμονοητικός, σύμφωνος ἢ ὅμοιος τῇ γνώμῃ ἢ τῇ ἰδέᾳ, διὰ τὸ τῶν κακιῶν πλῆθος καὶ τῶν μοιχειῶν, ὡς μοιχείας δηλονότι πλεονασάσης. ἀνάληψις δέ ἐστι τὰ ἑξῆς· οὐδὲν γὰρ πλέον δηλοῖ.
ὁμοίιος: τὸ μὲν ὁμοίιος δηλοῖ τὸ κοινωνικὸν καὶ προσήγορον καὶ φίλιον· φιλία γὰρ διʼ ὁμοιότητος ἐπιτελεῖται. πάντα δὲ ἐκτραγῳδεῖ τὰ ἐπεισελθόντα κακὰ τῷ βίῳ μετʼ αὐτόν, τὴν ἀπιστίαν τῶν παίδων καὶ πατέρων, τὴν τῶν ξένων καὶ ξενοδόχων, τὴν τῶν ἑταίρων πρὸς ἀλλήλους. τριττὴ γὰρ ἡ φιλία· συγγενική, ἑταιρική, ξενική.
ὁμοίιος: ὁμογνώμων, μίαν θέλησιν ἔχων ἢ διὰ τὰς ἀλληλομιξίας λέγων τῶν γυναικῶν καὶ τοὺς νόθους υἱούς.
οὐδέ τι παῖδες: τῷ πατρὶ ὅμοιοι.
ξεῖνος: ὁ ἐκ μακρᾶς φίλος χώρας.
ἑταῖρος: ὁ ἀπʼ αὐτῆς ὢν τῆς χώρας.
οὐδὲ κασίγνητος φίλος: οὐδὲ ἀδελφὸς τῷ ἀδελφῷ εἰς τὸ ἀεὶ ὁμογνώμων ἔσται ὡς ἔχουσιν ἄρξασθαι τῆς ἀγάπης.
κασίγνητος: ἀδελφός.
ὄπιν: ἐπιστροφήν, πρόνοιαν, ἐντολήν.
οὐδέ κεν οἵ γε γηράντεσσι τοκεῦσιν: οὐδὲ τοὺς γονεῖς γηροβοσκοῦσι.
γηράντεσσι: ἀντὶ τοῦ τοῖς γηρῶσιν· ἀπὸ τοῦ γήρημι γέγονεν. Ὅμηρος· γηράς· ἀλλʼ οὐχ υἱὸς ἐν ἔντεσι πατρὸς ἐγήρα.
χειροδίκαι: οἱ ἑαυτοῖς πειθόμενοι καὶ ἐκ χειρὸς τὴν ἄμυναν ποιούμενοι καὶ οὐ κατὰ νόμον, καὶ διὰ τῶν χειρῶν αὐτῶν ποιοῦντες τὴν ἐκδίκησιν τύπτοντες τοὺς βλάπτοντας αὐτούς.
χειροδίκαι: οἱ διʼ ἑαυτῶν ποιοῦντες τὴν ἐκδίκησιν καὶ ἐν τῇ χειρὶ αὐτῶν, τουτέστι ἐν τῇ ἰσχύϊ, τὸ δίκαιον ἔχοντες, οὐχὶ ἐν νόμῳ.
χειροδίκαι: οἱ διὰ τῶν χειρῶν ἰσχὺν διάγοντες καὶ οὐχ ὑπὸ τοῦ δικαίου.
οὐδέ τις εὐόρκου χάρις ἔσσεται: οὐδὲ ὁ εὐορκῶν φησι, τουτέστι ὁ εὐσεβής, χάριν ἔχει παρʼ αὐτοῖς, οὐδὲ ὁ δίκαιος, οὐδὲ ὁ ἀγαθός, ὡς καὶ Ὅμηρος· «οὐκ ἄρα τις χάρις ἦεν».
μᾶλλον δὲ κακῶν ῥεκτῆρα καὶ ὕβριν: εἴ τις κέκτηται τιμὴν δίχα φρονήσεως· τὸ δὲ ὕβριν ἀρσενικὸν ἀντὶ τοῦ κακοῦργον καὶ ὑβριστὴν ἄνθρωπον, τοιοῦτον καὶ τὸ παρʼ Εὐριπίδῃ «ἔριν Θυέστῃ πόλεμον» ἀντὶ τοῦ ἐριστικὸν πόλεμον.
δίκη δʼ ἐν χερσί: ἀντὶ τοῦ δικαιοσύνη· δικαιοσύνη δὲ ἐν ταῖς πράξεσιν αὐτῶν καὶ αἰσχύνη.
ἐπὶ δʼ ὅρκον ὀμεῖται: ἐπιορκήσει, ἐπὶ τῷ ὅρκῳ ὀμόσει πρὸς τὸ βλάψαι.
ἐπὶ δʼ ὅρκον ὀμεῖται: εἰ μὴ διὰ λόγων εἰσακουσθῇ, πρὸς τὸ ἀφανίσαι αὐτὸν ἀλλὰ καὶ ὅρκῳ χρήσεται ἐπὶ τὸ βεβαιῶσαι τοὺς λόγους.
ζῆλος δʼ ἀνθρώποισιν: τὸν φθόνον ἐν τούτοις ζῆλον ἐκάλεσε· δυσκέλαδον μὲν αὐτὸν ὀνομάσας ὡς τὰς εὐπραγίας τῶν φίλων λοιδοροῦντα καὶ λέγοντα κακῶς ὡς ἀναξίους ἐκείνων, κακόχαρτον δὲ ὡς ἐπιγηθοῦντα τοῖς κακοῖς καὶ ἐπιχαίροντα, στυγερώπη δὲ ὡς ὦπας ἔχοντα μίσους ἀξίας καὶ ἀεὶ βλέποντα πρὸς τὸ κακὸν καὶ τὸ ἄθεον καὶ τὸ βλαπτικόν.
ζῆλος δʼ ἀνθρώποισιν: ὁ ζῆλος τῶν μισῶν ἐστι, νῦν δὲ ὁ φθόνος· ὁ δὲ φθόνος, φησίν, ὁ ταραχώδης καὶ κακόχαρτος ἐπακολουθήσει τοῖς ἀνθρώποις.
δυσκέλαδος κακόχαρτος: ἀντὶ τοῦ οἱονεὶ ὁ ταραχώδης καὶ στασιώδης ἢ δυσώνυμος καὶ κακοκέλαδος ἢ κακόφωνος· οἱ γὰρ φθονοῦντες οὐ διʼ ἀγαθῶν φθέγγονται, ἐπεὶ κακολογοῦσι καὶ οὐδὲν λέγουσιν ἀγαθὸν περὶ τῶν πέλας.
στυγερώπης: ὁ μισητὸς φθόνος ἢ ὁ στυγεροὺς ποιῶν οὓς ὁρᾷ ἢ ὁ στυγερῶς ὁρῶν εἴς τινα, ἐπὶ μιμήσεως.
στυγερώπης: ὁ φθόνος μισητὸς ἐν τῷ στυγερῶς ὁρᾶν ἢ ὁρᾶσθαι.
καὶ τότε δή: ὅτε ταῦτα κρατήσει τὰ κακά.
λευκοῖσιν φαρέεσσι καλυψαμένα: αἱ ἐνδεδυμέναι τὸ σῶμα τοῖς λευκοῖς καὶ καθαρεύουσι τοῦ μύσους ἱματίοις.
χρόα: σῶμα.
ἀθανάτων μετὰ φῦλον ἴτον: ἀντὶ τοῦ μέλλουσι πορεύεσθαι· ἀντὶ γὰρ τοῦ μέλλοντος ἐνεστῶτα εἶπεν.
προλιπόντʼ: γράφεται προλιποῦσαι.
Αἰδὼς καὶ Νέμεσις: μικρὰ ἐρυθρίασις καὶ δικαία μέμψις.
Αἰδὼς καὶ Νέμεσις: οὐκέτι γὰρ αἰδοῦνται κακῶς πράττοντες· ὅταν δὲ ταῦτα ᾖ, ἡ Αἰδὼς καὶ ἡ Νέμεσις ἀμφιασάμεναι φάρεα λευκὰ πρὸς οὐρανὸν ὁρμῶσι λιποῦσαι τοῖς ἀνθρώποις ἄλγεα λυγρά.
τὰ δὲ λείψεται ἄλγεα λυγρά: τουτέστι τὸ τῶν κακῶν ἔσχατον· ἀναιδείας γὰρ κρατησάσης καὶ φθόνου τῶν ἀνθρώπων πάντῃ τὸ γένος ἡμῶν ἀπολιπεῖν Αἰδῶ καὶ Νέμεσιν. τούτων γὰρ ἀπόπτωσίς ἐστιν ἡ ἀναίδεια καὶ ὁ φθόνος· ἀλλʼ οὗτος μέν, εἴδωλον ὢν νεμέσεως, δοκεῖ καὶ αὐτὸς ἐπὶ τοῖς παρʼ ἀξίαν εὐτυχοῦσιν ἀγανακτεῖν· ἡ δὲ ἀναίδεια, οὐχὶ εἴδωλον τῆς αἰδοῦς, ἀλλὰ τὸ ἐναντιώτατον πρὸς αὐτὴν ὑποκρινόμενον τὴν παρρησίαν. εἰ δὲ λευκὰ τὰ φάρη τῆς Αἰδοῦς καὶ Νεμέσεως, ἐν φωτὶ μὲν αὐταῖν ἡ ὑπόστασις. νοεραὶ δὲ αἱ δυνάμεις· πόρρω δὲ καὶ τῆς ἀθέου καὶ σκοτώδους τῶν παθῶν οὐσίας εἰσίν. διὸ τὴν μὲν Αἰδῶ θεῖον φόβον ὑμνοῦσι, τὴν δὲ Νέμεσιν δίκης ἄγγελον. καλῶς οὖν καὶ Πλάτων ἐρωτηθεὶς τί ποτε προσγέγονε τοῖς κατʼ αὐτὸν ἀνθρώποις, ἀπεκρίνατο μὴ αἰσχύνεσθαι κακοὺς ὄντας. ὅτι δὲ θεῖον πρᾶγμα καὶ ἡ Νέμεσις δηλοῖ τὸ καὶ θεοῖς αὐτὴν ὑπάρχειν· «νεμέσησε δὲ πότνια Ἥρη» φησὶν ἡ ποίησις· φθόνος δὲ ἔξωθεν θείου χοροῦ παντός.
τὰ δὲ λείψεται: ταῦτα ἐναπολειφθήσεται.
νῦν δʼ αἶνον βασιλεῦσιν: ὁ μὲν κατὰ τὴν Πανδώραν μῦθος, τὴν αἰτίαν τῶν ἐν ἀνθρώποις κακῶν, εἰς τὸ θῆλυ τῆς ψυχῆς ἀνέφερεν καὶ τὴν ἄλογον ζωὴν ἐκ τῶν οὐρανίων ἡμῖν προσπλασθεῖσαν. ὁ δὲ περὶ τῶν γενῶν λόγος δεύτερος εἰς τὰς παντοίας μεταβολὰς τῶν ἀνθρωπίνων ζῴων τὰς διὰ τὴν ἀναλογίαν ἐπεισελθούσας ζώντων ἡμῶν, τοτὲ μὲν κατὰ λόγον, τοτὲ δὲ κατὰ τὸ ἄλογον. ὁ δὲ αἶνος οὗτος τρίτος, παραίνεσίς τις ὢν καὶ νουθέτησις ἐπικεκαλυμμένη πρὸς τοὺς κατὰ πάθος ζῶντας, ἔνδειξίς ἐστι τῆς βιαίου καὶ πλεονεκτικῆς ζωῆς καὶ θηριώδους κατὰ τῶν βιασθῆναι μὲν δυναμένων, ὅμως δὲ ἱεροπρεπεστέρων ὄντων. καὶ ὁ μέν γε ἱέραξ ἁρπακτικόν, ἡ δὲ ἀηδὼν μουσικόν. παιδευτικὸς οὖν ὁ λόγος δεικνὺς οὗ μὲν οἱ δωροφάγοι τεταγμένοι τυγχάνουσιν, οὗ δὲ οἱ Μουσῶν θεραπευταί, καὶ τίνες οἱ ἄδικοι, τίνες δὲ οἱ θεοῖς φίλοι διὰ τούτων τῶν εἰκόνων. καὶ γὰρ ἱέραξ φέρει τὴν ἀηδόνα μεμαρπὼς καὶ τοῖς ὄνυξιν εἰς αὐτὴν ἐμπεπηγόσι κατέχων, ἡ δὲ ἔχεται καὶ πάσχει ὑπὸ τοῦ δυνατωτέρου κακῶς. ἐλεὸν γάρ φησι· γναμπτοῖσι πεπαρμένη ἀμφʼ ὀνύχεσσι μύρετο, τουτέστιν ἐλεεινὸν ὠδύρετο. ὑπὸ τῶν ὀνύχων κατεχομένη φωνὴν ἀφίησιν ἐλεεινήν, ὡς οἱ ἀδικούμενοι ὑπὸ τῶν βασιλέων καὶ βιαζόμενοι πλέον οὐδὲν ἔχοντες τῶν ὀδυρμῶν.
αἶνον: αἶνος ὁ παροιμιώδης λόγος, ὁ ἐπὶ παραινέσει λεγόμενος· ὥσπερ γὰρ ἡ ἀηδὼν ἐν τοῖς ποσὶ τοῦ ἱέρακος, οὕτω κἀγὼ ἐν ταῖς χερσὶν ὑμῶν. καλῶς οὖν ἑαυτὸν ἀηδόνι ἀπῄκασε—μουσικὸν γὰρ τὸ ὄρνεον—καὶ τοὺς κριτὰς ἱέρακι—ἁρπακτικὸν γὰρ τὸ ζῷον.
ἐλεόν: ὀξυτόνως ἀντὶ τοῦ ἐλεεινόν· μύρετο δὲ ἀντὶ τοῦ ἐθρήνει ἢ ὠδύρετο.
γναμπτοῖσι: ἐπικαμπέσι.
… δαιμονίη, τί λέληκας; ταῦτα καὶ τὰ ἑξῆς ὁ τῶν ἁρπακτικῶν λέγει νόμος, οἷον καὶ Θρασύμαχος ἐτίθει καὶ πᾶς ὁ τοιοῦτος, εἴτε Φάλαρις εἴτε Ἀπολλόδωρος, ἰκτίνοις ἐοικότες καὶ λύκοις καὶ ἄλλοις τοιούτοις, καὶ ὑπὸ τοῦ χείρονος, δυνατωτέρου δέ, τὸν ἀσθενέστερον, κἂν κρείττων ᾖ, πάσχειν κακῶς καὶ ἐπιτωθάζειν τὸν ποιοῦντα τῷ πάσχοντι. τὸ γὰρ τῇ δʼ εἰς ᾗ σʼ ἂν ἐγώ περ ἄγω δηλοῖ τὸν μὲν βιαιότερον ἄγειν, ἄγεσθαι δὲ ὅπου ἂν ἐκείνῳ δοκῇ τὸν ἀσθενέστερον. πρόσκειται δὲ καὶ τὸ ἀοιδόν ἐοῦσαν, διὰ τὸ ἄγεσθαι τὸν Ἡσίοδον ἐνδεικνύμενον τὸν ἱερὸν τῶν Μουσῶν ἀναγκάζεσθαι τοῖς βασιλεῦσιν ἀδικοῦσιν εἴκειν· ἐπʼ ἐκείνοις γὰρ εἶναι καὶ δεῖπνον αὐτὸν ποιήσασθαι ἢ μεθεῖναι, καθάπερ ἐπὶ τῷ ἱέρακι τὴν ἀηδόνα. καὶ τέλος ἐπήγαγεν ὅτι ἄφρονος ἔργον ἐστὶν ἀντιβαίνειν τοῖς ἰσχυροτέροις, ὡς ἂν οὐδὲ αὐτὸς ἐναντιωσόμενος τοῖς ἄρχουσι βιαζομένοις. διπλοῦν γὰρ εἶναι τὸ ἐκ τῆς πρὸς τοὺς δυνατωτέρους ἀντιβάσεως κακόν· τό τε ἐκ τῆς ἥττης ὄνειδος, ὅπερ ἐκάλεσεν αἶσχος, καὶ τὴν ἐπὶ τῷ κρατηθῆναι λύπην, ἣν εἶπε πάθος ἀλγεινόν. τούτων δὲ τῶν στίχων ὁ Ἀρίσταρχος ὀβελίζει τοὺς τελευταίους ὡς ἀλόγῳ γνωμολογεῖν οὐκ ἂν προσῆκον.
δαιμονίη: δαιμονίην τὴν ἀηδόνα φησὶ διὰ τὸ μουσικὸν καὶ ἱερόν.
λέληκας: δηλοῖ τὸ βεβόηκας.
ἔχει νύ σε πολλὸν ἀρείων: ὡς ἂν τοιοῦτοι οἱ λόγοι εἶεν βασιλέων πρὸς τοὺς ἡττωμένους· διδάσκει οὖν αὐτοῖς μηκέτι ταῦτα λέγειν.
ἀρείων: ὁ δυνατώτερος εἴρηται.
ἀντιφερίζειν: ἀντιβαίνειν, ἐξισοῦσθαι.
τανυσίπτερος: ὁ ἁπλῶν τὰς πτέρυγας.
ὦ Πέρση, σὺ δʼ ἄκουε δίκης: ἀντέθηκε τῇ δίκῃ τὴν ὕβριν, ὡς τῶν ὑβριστῶν μάλιστα ἀδίκων ὄντων, διότι χωρὶς αἰτίας χρώμενοι πολλῇ κακίᾳ προπηλακίζουσι τοὺς ἀσθενεστέρους. ἦν δὲ καὶ ἐν τοῖς εἰρημένοις γένεσιν ἡ ὕβρις ἡ ἀποστήσασα τοὺς ἐκ τοῦ δευτέρου ἀπὸ τοῦ πρώτου.
σὺ δʼ ἄκουε δίκης: πρὸς ἀντιδιαστολήν φησι τῶν ἀλόγων ζῴων· σὺ λογικὸς ὢν καὶ λόγοις καὶ νόμοις πολιτευόμενος ἄκουε δίκης, μὴ δʼ αὔξανε τὴν ὕβριν καθάπερ τὰ ἄλογα ζῷα· τούτοις γὰρ ἴδιον τὸ ἀδικεῖν μὴ νόμῳ κυβερνωμένοις, ἀνθρώποις δὲ τὸ δικαιοπραγεῖν καὶ νόμοις ὑπείκειν καὶ πείθεσθαι
σὺ δʼ ἄκουε δίκης: ὦ Πέρση, μὴ ᾖς ὑβριστής, ἀλλὰ σώφρων· καὶ γὰρ ἡ ὕβρις τῷ ὀργίλῳ ἀνδρὶ ἀνύποιστος γίνεται ὑβριζομένῳ, οὐδὲ ὁ μακρόθυμος ἰσχύει ὑποφέρειν τὴν ὕβριν, ἀλλὰ ἀλγεῖται ὑπʼ αὐτῆς προσκρούσας δυσφημίαις· κρείσσων ἐστὶν ἡ ὁδὸς ἡ ἑτέρα τοῦ διελθεῖν σε εἰς τὸ δίκαιον καὶ καλόν, φέρουσα καὶ τὸ ταπεινόν· τὸ γὰρ δίκαιον καὶ μακρόθυμον. ἡ ὑπομονὴ ὑπὲρ τὴν ὕβριν μετὰ πολὺ εὔθυμον καὶ ἀμέριμνον δείκνυσι τὸν ἄνθρωπον, ὡς μὴ βλαβέντα· ὁ γὰρ κακὸς μὴ σκοπήσας τὸ μέλλον καὶ τί μέλλει εἰς αὐτὸν ἀποβῆναι, ἐκ τοῦ πράττειν κακῶς συμφοραῖς πίπτει καὶ παθών τι κακὸν ἄφρων ἠλέγχθη, ὡς μὴ φροντίσας τοῦ μέλλοντος.
ὕβρις: ὁ ἄσεμνος λόγος· ἄτιμός ἐστιν ἐν ἀγεννεῖ.
ὕβρις γάρ τε κακὴ δειλῷ βροτῷ: οὐδεὶς γὰρ ἔχει ὑβριζόμενος ἡδέως, οὐ πένης, οὐ πλούσιος, οὐ φρόνιμος, οὐδὲ μωρός, ἀλλὰ βαρέως φέρει ἐντυχὼν αὐτῇ, τουτέστι βλάπτεται ὑπʼ αὐτῆς.
οὐδὲ μὲν ἐσθλός: οὐδὲ ὁ πάνυ ἀγαθὸς οἰστὴν νομίζει τὴν ὕβριν· οὐ γάρ ἐστιν ὕβρεως ἀφορητότερον οὐδέν, βαρύνεται δὲ ὑπʼ αὐτῆς καὶ ἀγανακτεῖ. λέγει δὲ ἐσθλοὺς οὐ τοὺς τῇ τύχῃ καὶ τῇ δυνάμει προέχοντας, ὥς φησι Πλούταρχος, ἀλλὰ τοὺς κατʼ ἀρετὴν προέχοντας, ἐκ τούτου μᾶλλον δεικνὺς τὴν ὕβριν ἀφόρητον. οἱ μὲν γὰρ ἐν δυνάμει καὶ σφόδρα δυσχεραίνουσι ἐπὶ ταῖς ἐκ τῶν ἀσθενεστέρων εἰς αὐτοὺς ὕβρεσιν· οἱ δὲ κατʼ ἀρετὴν ζῶντες καὶ ταύτας τὰς ὕβρεις διαπτύουσιν. οὐδὲ γὰρ χείρων ἐγώ, φησιν ὁ Σωκράτης, ἂν ὁ δεῖνα ἐπὶ κόρρης πατάξῃ με ἀδίκως. καὶ οὗτοι μὲν ὅλως βαρύνονται ἐπὶ ταῖς παρʼ ἄλλων ὕβρεσιν ἐγκύρσαντες ταῖς ἄταις, ὡσεὶ ἔλεγε περιπεσόντες ταῖς ὕβρεσιν ἃς ἐκάλεσεν ἄτας.
βαρύθει δέ θʼ ὑπʼ αὐτῆς: ἐνδέχεταί, φησι, δικαιοπραγεῖν καὶ οὐκ ἀνάγκη ἀδικεῖν· ἀλλʼ ἔστι καὶ ἄλλη ὁδὸς τοῦ δικαίου καὶ αὕτη κρείσσων τοῦ ἀδίκου, ἡ εἰς τὰ δέοντα φέρουσα ἥν σε δεῖ διελθεῖν· καὶ γὰρ ἡ δικαιοσύνη ὑπὲρ τῶν ἀδικημάτων βοηθεῖ καὶ τιμωρίαν ἐπάγει τοῖς ἀδικοῦσιν εἰ καὶ βραδέως ἰσχύει, καὶ ὁ προαδικήσας δοὺς δίκην ἄφρων ἐλογίσθη καὶ μεμπτὸς ἑαυτῷ καὶ ἄλλοις.
ὁδὸς δʼ ἑτέρηφι παρελθεῖν: ἐκ τῆς πρὸς τὴν ὕβριν παραθέσεως προτρέπει τῇ δικαιοσύνῃ μᾶλλον ἕπεσθαι· κρείσσων γάρ ἐστί, φησιν, ἡ εἰς τὰ δίκαια ὁδός, ἑτέρα οὖσα τῆς ὕβρεως· κρεῖσσον δὲ τὸ διʼ αὐτῆς παρελθεῖν μᾶλλον ἢ διὰ τῆς ἐναντίας τῆς κατὰ τὴν ὕβριν.
κρείσσων: καλλίων ὑπάρχει ἡ ἀπάγουσα εἰς τὰ δίκαια.
δίκη δʼ ὑπὲρ ὕβριος ἴσχει: ἡ δίκη, φησί, κἂν τὸ πρῶτον ἔλαττον σχῇ τῆς ὕβρεως, ἐν τῷ τέλει πάντως ἐκλάμπει καὶ δείκνυται δὲ διὰ τῶν πραγμάτων κρείσσων οὖσα τῆς ὕβρεως· τῷ χρόνῳ γὰρ αὕτη μὲν φωρᾶται καὶ περὶ αὐτὴν καταρρεῖ καὶ ταπεινοῦται· ἡ δὲ δίκη τὸ κράτος τὸ ἑαυτῆς ἀναδείκνυσιν οἷς ἐπακολουθεῖ· τὸν γὰρ τῇ ὕβρει χρώμενον, μετὰ τὸ παθεῖν τὰ ἀπὸ τῆς ὕβρεως κακὰ δίκην δόντα, γινώσκειν ποιεῖ ἡλίκον ἡ ὕβρις κακόν. τῆς δὲ δίκης δύο δηλούσης ἢ τὴν θεὸν αὐτὴν ἢ τὸ ἀπʼ αὐτῆς ἔργον, τοτὲ μὲν τὴν θεὸν καλεῖ Δίκην, ἣν καὶ Παρθένον ὀνομάζει, τοτὲ δὲ τὴν κρίσιν καὶ τὴν ποινήν, ὡς ὅταν λέγῃ· τοῖς δὲ δίκην Κρονίδης τεκμαίρεται εὐρύοπα Ζεύς. σκολιὰς δὲ δίκας λέγει νῦν τὰς κακῶς δεδικασμένας, διὰ τὸ μηδὲν ὑγιὲς φρονεῖν τοὺς δικάζοντας ἀλλʼ ἐμπαθῶς δικάζειν· πᾶν γὰρ πάθος σκολιόν, ὡς ἁπλοῦν τὸ ἀπαθές. ταῖς οὖν σκολιαῖς δίκαις ἕπεται καὶ ἐπιορκία, διότι δικάζειν ἐθέλοντες ὤμνυον ὀρθῶς δικάσειν, ἀλλʼ οὐ σκολιῶς. τρέχει γὰρ ὁ Ὅρκος ἅμα ταῖς σκολιαῖς δίκαις, ὁμοῦ τε θέων πρὸς τοὺς μὴ δικάσαντας ὀρθῶς· δηλοῖ δὲ τὸ θέειν τὸ παρὰ πόδας ἐπακολουθεῖν τὴν ἐκ τῆς ἐπιορκίας τιμωρίαν τοῖς σκολιῶς δικάσασι.
ἐς τέλος ἐξελθοῦσα: πληρωθεῖσα καιρῷ τινι κακῷ ἢ δεινῷ πάθει.
αὐτίκα γὰρ τρέχει Ὅρκος ἅμα σκολιῇσι δίκῃσι: αἰνέσας τὴν δικαιοσύνην διασύρει τὴν ἀδικίαν λέγων ὅτι κακή ἐστιν· ἅμα γὰρ τῇ ἀδικίᾳ ἕπεται τὸ ἐπιορκεῖν πρὸς τὸ κυρῶσαι τὸν λόγον καὶ κατακρίνεται διὰ τὸν ὅρκον τὸ δίκαιον καὶ ὠθεῖται· καὶ ὠθουμένου δικαίου θόρυβος γίνεται ἐν τοῖς εἰθισμένοις τόποις ἔνθα διάγουσιν οἱ λαοὶ ὅταν οἱ δωρολῆπται κριταὶ παρατρέψωσιν αὐτό.
σκολιῇσι δίκῃσιν: οὐ λυσιτελεῖ, φησι, τῷ ἀδικοῦντι εἰς τέλος ἀδικία· ἡ γὰρ δικαιοσύνη ὑπὲρ τῶν ἀδικημάτων βοηθεῖ καὶ ὑπερμαχεῖ καὶ τιμωρίαν ἄγει τοῖς ἀδικοῦσιν εἰ καὶ βραδέως· οὐ μόνον δέ φησι οἱ ἀδικοῦντες ἁπλοῦν ἐργάζονται τὸ κακόν, ἀλλʼ ἀναγκάζονται.
τῆς δὲ δίκης ῥόθος ἑλκομένης: τὸν ῥόθον οἱ μὲν ἤκουσαν τὸν ψόφον, ὅθεν καὶ ῥόθιον καλεῖσθαι τὸ κτυποῦν κῦμα καὶ ῥεῦμα. Πλούταρχος δὲ βοιωτιάζων—οὕτω γὰρ καλεῖν φασι Βοιωτοὺς τοὺς ῥόθους— τὰς ὀρεινὰς ὁδοὺς τὰς στενὰς καὶ δυσάντεις ῥόθους ὀνομάζεσθαί φησιν. εἰ οὖν τοῦτο κρατοίη, λέγοι ἂν ὅτι τῆς δίκης ἑλκομένης ὑπὸ τῶν ἐπὶ δώροις τὰς δίκας κρινόντων σκολιῶς ῥόθος ἐστί, τουτέστι δυσάντης ἡ ὁδὸς καὶ τραχεῖα, διʼ ἧς ἕλκεται ὑπὸ τῶν δικαστῶν· ἀντίκειται γὰρ τῷ εὐθεῖ τὸ σκολιὸν καὶ τῷ λείῳ τὸ τραχὺ καὶ τῷ εὐδιοδεύτῳ τὸ στενὸν καὶ δυσχωρίαν ἔχον· τοιαύτη δέ ἐστι πᾶσα μοχθηρὰ κρίσις.
ἣ δʼ ἕπεται κλαίουσα: ἕπεται μὲν ἑλκομένη διὰ τραχείας ὁδοῦ καὶ δυσβάτου, καὶ οὐκ αὐτὴ ἄγουσα ἡ δίκη, ἀλλʼ ἀγομένη βιαίως, ὃ δηλοῖ τὸ ἕλκεσθαι αὐτὴν ὡς βιαζομένην ὑπὸ τῶν δωροφάγων κριτῶν. ἕπεται δὲ ἀποκλαίουσα τὴν πόλιν, ἐν ᾗ τοιοῦτοι δικάζουσι, καὶ τὰ ἤθη τῶν χαιρόντων τοιούτοις δικασταῖς· κακὸν δὲ φέρει ἀνθρώποισι, μετʼ οὐ πολὺ τιμωρίαν αὐτοῖς ἐπάγουσα τῆς πονηρᾶς κρίσεως. ὁ μὲν οὖν κλαυθμὸς δηλοῖ τὸν ἔλεον τῆς μοχθηρᾶς προαιρέσεως, ἡ δὲ φορὰ τοῦ κακοῦ τὴν ἴασιν. οὕτως γὰρ ἡμᾶς ἐλεοῦν τὸ θεῖον ποινὰς ἀπαιτεῖ καὶ τοὺς ἐξελαύνοντας αὐτὴν τῶν ὡς ἀληθῶς δικαίων ἐλεοῦσα μέτεισιν ἡ δίκη. καὶ τοὺς οὐκ ἰθεῖαν αὐτὴν νείμαντας τοῖς δικαζομένοις ἐπὶ τὸ ἰθὺ μεθίστησιν ἀπὸ τοῦ σκολιοῦ ἤθους. καὶ γὰρ ἑλκομένη διὰ τῆς στενῆς ὁδοῦ καὶ τραχείας ἐπανακαλεῖται τοὺς ἕλξαντας αὐτὴν εἰς τὴν πλατεῖαν ὁδὸν αὐτῇ καὶ λείαν, ὥστε δοκεῖν μὲν ἕλκεσθαι ὑπὸ τῶν κακῶς αὐτὴν μετιόντων, ἐκεῖνοι δὲ εἵλκοντο ὑπὸ τῶν ἐν αὑτοῖς παθῶν δοκοῦντες ἕλκειν ἐκείνην τὴν πόλιν καθʼ ἣν ἕλκεται· ἤθεα δὲ νοεῖ τοὺς εἰθισμένους τόπους ἔνθα διάγουσιν οἱ λαοί.
οἳ δὲ δίκας ξείνοισι: ταῦτα παιδευτικῶς σωφρονίζει τοὺς δικαστὰς εἰς τὸ δίκαιον ὁρᾶν παραινοῦντα καὶ ἐπὶ τῶν πολιτῶν καὶ ἐπὶ τῶν ξένων καὶ μάλιστα ἐπὶ τούτων, διότι τοὺς βοηθοῦντας οὐκ ἔχουσι καὶ βιάσασθαι ῥᾴδιον ἐρήμους ὄντας αὐτούς. ἀνθεῖ οὖν ἡ πόλις ἐν ᾗ δικασταὶ δίκαιοι κάθηνται καὶ εἰρήνη πάντως ἐστὶν ἀνὰ τὴν πόλιν ταύτην· τῇ γὰρ δίκαια φρονούσῃ πόλεμος οὐκ ἐπάγεται παρὰ θεοῦ δίκην αὐτὴν ἀπαιτοῦντος.
τοῖσι τέθηλε πόλις: εἰ γὰρ ὁ πόλεμος φθαρτικὸς καὶ ὀλιγανθρωπίας αἴτιος, εὔδηλον ὅτι ἡ εἰρήνη πολυανθρωπίαν ἐργάζεται καὶ διὰ τοῦτο κουροτρόφος· ἄλλοι μὲν οὖν τὴν γῆν κουροτρόφον ὕμνησαν, ὡς καρποὺς ἐκφέρουσαν· οὗτος δὲ τὴν εἰρήνην, οὐ μόνον ὡς τῶν πολεμίων ἐκτεμνόντων τοὺς καρποὺς οἷς ἂν ἐπίωσιν, ἀλλὰ καὶ ὡς σῴζουσαν τοὺς κούρους οὓς ἀπολλύουσιν οἱ πολέμιοι.
οὐδέ ποτʼ ἰθυδίκῃσι μετʼ ἀνδράσι λιμός: ταῦτά ἐστι τὰ μάλιστα πιέζοντα τὸν βίον, πόλεμοι καὶ λιμοί· ταῦτα οὖν ἀπεληλάσθαι τῶν πόλεών φησιν ἐν αἷς ἰθυδίκαι εἰσὶν οἱ ἄρχοντες πάσης ἄτης ἐξεληλαμένης τῆς ἐκ τῶν παρανόμων, ἐν θαλίαις δὲ ἀεὶ ζώντων τῶν ἀνθρώπων καὶ τὰ ἔργα τὰ περὶ τὴν γῆν νεμομένων ἐν ταύταις. οὔκουν οὐδʼ οἱ Λακεδαιμόνιοι λιμὸν εὐλαβοῦντο διʼ εὐτέλειαν διαίτης, ἣν ἔχοντες τῶν ἀδικιῶν ἐκαθάρευον· ταῖς γὰρ πολυτελείαις ἡ πλεονεξία συνεισελθοῦσα λιμοῦ γίνεται πρόξενος.
τοῖσι φέρει μὲν γαῖα: τοῖς θεοφιλέσιν· οὗτοι δέ εἰσιν οἱ κατὰ δίκην ζῶντες, οἷς καὶ τὰ ἀπὸ τοῦ παντός φησιν ἐπακολουθεῖν προτρέπων εἰς εὐζωΐαν, τῷ τὴν γῆν φέρειν τούτοις καρποὺς ἱκανούς— βίον γὰρ τούτους καλεῖ πρὸς διατροφὴν ὄντας ἐπιτηδείους—, τῷ τὰς δρῦς ἔν τε τοῖς ἄκροις γεννᾶν βαλάνους καὶ ἐν τοῖς μέσοις αὐτῶν κατὰ τὰ ἔγκοιλα μελίσσας ἐκτρέφειν—εἰώθεσαν γὰρ ἐν ἐκείνοις τὴν τῶν μελισσῶν ἐργάζεσθαι τιθασσείαν οἱ μελισσουργοί—, τῷ τὰς οἶς σκέπην παρέχειν τοῖς εἰρίοις οἷς ἐκφύουσι, τῷ τὰς γυναῖκας ὅμοια τίκτειν τοῖς ἀνδράσι σωφρονούσας—καὶ γὰρ τὰ πολλὰ τῶν ἀμβλωθριδίων καὶ τῶν τεράτων ἐξ ἀκρασίας γίνονται καὶ πλησμονῆς—· ἕπεται δὲ τούτοις μηδὲ δεῖσθαι πλούτου καὶ ἐμπορίας καὶ πλοίων, ἀρκούντων τῶν ἐκ τῆς χώρας γινομένων εἰς διατροφὴν τοῖς σωφρονοῦσιν.
δρῦς: ἀπὸ μέρους ὅλα εἶπε τὰ δένδρα ὅτι ἐν τοῖς ὄρεσι φέρουσι καρπὸν καὶ διπλοῦν καρπόν, ἄνωθεν μὲν ἐπὶ τὸ ἄκρον καρπόν, ἐν δὲ τῷ μέσῳ μέλι. ἔχουσι γὰρ κοιλώματα αἱ δρῦες εἰς ἃ τὸν ἄνεμον φεύγουσαι αἱ μέλισσαι δύνουσι καὶ μελιτοποιοῦσι. διὸ καὶ μέλισσαι ὑπʼ ἐνίων καλοῦνται διὰ τὸ ἐν μελίαις εἶναι.
θάλλουσιν δʼ ἀγαθοῖσι διαμπερές: οἰκεῖα δὲ ταῦτα πρὸς φιλάργυρον διεγεῖραι εἰς τὸ δικαιοπραγεῖν.
οὐδʼ ἐπὶ νηῶν νίσονται: διὰ τοῦ εἰπεῖν οὐδʼ ἐπὶ νηῶν νίσονται ὑπόνοιαν δίδωσιν, ὅτι μυσάττεται καὶ αὐτὸς τὸν πλοῦν διὰ τοὺς πολλοὺς παρʼ ἐλπίδα κινδύνους.
οἷς δʼ ὕβρις τε μέμηλε: ἐπανακυκλοῖ δὲ τὸν λόγον ἵνα μὴ λάθῃ τῆς ἀπειλῆς. τὰ οὖν ἀνταποδιδόμενα τῇ μοχθηρίᾳ διὰ τούτων παρίστησι δεικνὺς τίνα ἔκγονα ἐκ τῆς ὕβρεως κατὰ δίκην ἐπιφερόμενα παρὰ τοῦ θεοῦ. τὸ γὰρ τεκμαίρεσθαι δίκην ἐστὶ τὸ τελευτᾶν εἰς τιμωρίαν τοῖς πονηροῖς τὴν τοιαύτην ζωήν.
τοῖς δὲ δίκην: τοῖς ἀνεχομένοις τὸν κακὸν ἄνδρα συμπολιτεύεσθαι αὐτοῖς καὶ μὴ ἐκδιώκουσι τῆς πόλεως ἵνα ἡ τούτων τιμωρία ἅψηται τοῦ ἡγεμόνος, ὡς ἐπὶ Ἀγαμέμνονος.
πολλάκι καὶ ξύμπασα πόλις: τοῦτο δοκεῖ μὲν οὐκ εἶναι κατὰ δίκην, τὸ ἑνὸς ἕνεκα πονηροῦ πόλιν ὅλην διδόναι ποινήν. δύναται δὲ λέγειν ὅτι μοχθηροῦ ἑνὸς ὄντος ὥσπερ νοσήματος ἡ πόλις παραπολαύουσα πολλάκις εἰς ὅλην ἑαυτὴν ἀναμάττεται τὴν πονηρίαν ἐξομοιουμένη τῷ ἑνί. δύναται δὲ κἀκεῖνο σημαίνειν ὅτι ἑνὸς ὄντος πονηροῦ δίδωσιν ἡ πᾶσα πόλις δίκην, ὡς ἐξὸν κωλύειν μὴ κωλύουσα τὴν τοῦ ἑνὸς πονηρίαν. οὕτω καὶ τοῦ Ἀγαμέμνονος αὐθαδῶς τῷ ἱερεῖ προσενεχθέντος εἰς πάντας Ἕλληνας διέτεινεν ὁ λοιμός, ὡς παρέντας βοηθῆσαι τῷ ἱερεῖ· καὶ τοῦ Αἴαντος ἀσεβήσαντος περὶ τὸ τῆς Ἀθηνᾶς ἱερὸν πάντες ἔνοχοι τῇ δίκῃ γεγόνασιν, ὡς μὴ ἀγανακτήσαντες ἐπὶ τῷ ἀσεβήματι. δεῖ γὰρ μὴ ἐπιτρέπειν τοῖς ὑβρισταῖς, μηδὲ συνεπινεύειν τοῖς ἀδίκοις δυναμένους μὲν παῦσαι, περιορῶντας δὲ τοῦ παῦσαι τὴν ἐξουσίαν τῶν πονηρῶν.
πολλάκι καὶ ξύμπασα πόλις: πολλάκις, φησί, ἡ πόλις πᾶσα ἕνεκεν ἀνδρὸς ἀδίκου καὶ ἁμαρτωλοῦ ἐκινδύνευσεν.
τοῖσι δʼ οὐρανόθεν: τὰ ἔργα τῆς δίκης διέξεισιν, ὅσα ἐπήρτηται ταῖς τοὺς ἀδίκους ἐώσαις τὰς ἑαυτῶν ἐκπληροῦν ἀδικίας πόλεσι· λιμὸς καὶ λοιμὸς καὶ ἀπώλεια στρατεύματος διὰ πολέμων καὶ πόρθησις τῆς πόλεως τοῦ τείχους αἱρεθέντος καὶ ναυτικοῦ ὄλεθρος. ταῦτα γὰρ ἐπάγει ταῖς τῶν ἀδίκων πόλεσιν ὁ θεός. ὁ μὲν οὖν λιμὸς γίνεται—ὡς τὰ πολλά—γεωργίας ἀμελούντων καὶ περὶ δικαστήρια στρεφομένων· ὁ δὲ λοιμὸς ἐκ τοῦ λιμοῦ συμπίπτει μοχθηρίᾳ διαίτης, ᾗ χρῆσθαι ἀναγκάζονται λιμώττοντες οἱ ἄνθρωποι. ὁ δὲ πόλεμος τῶν στρατευμάτων ὄλεθρον ἔχει διὰ πλεονεξίαν—ὡς τὰ πολλά—τῶν ἐν ταῖς πόλεσι δυνατῶν ἐγειρόμενος· ὁμοίως δὲ καὶ ὁ τὴν τῆς πόλεως πόρθησιν προξενῶν καὶ τὴν τῶν νεῶν ἀπώλειαν. ταῦτα μέν ἐστι τὰ ἐπίκαιρα τῆς ἀδικίας. δεῖ δὲ συνάπτειν τῷ λιμὸν ὁμοῦ καὶ λοιμόν, ἀποφθινύθουσι δὲ λαοί, τοὺς ἐν πολλοῖς φερομένους ὑπερβάντα δύο στίχους, ἢ τῶν γε στρατὸν εὐρὺν ἀπώλεσεν, καὶ τὰ ἑξῆς· οὕτω Πλούταρχος.
ἄλλοτε δʼ αὖτε: καί ποτε μὲν τὸν στρατὸν αὐτὸν ἀπώλεσε, ποτὲ δὲ αὐτὴν τὴν πόλιν.
ὦ βασιλῆς: οὐκ ἔστι θεῶν ἔννοιαν ἔχοντας ἀδίκως ζῆν. εἰκότως οὖν παρακελεύεται τοῖς βασιλεῦσι μὴ ἀπολαύειν τῆς ἐξουσίας, ἀλλʼ ἐννοεῖν ὡς θεῶν καὶ δαιμόνων παρόντων πᾶσι καὶ ἐφορώντων ἡμᾶς· καὶ δῆλός ἐστιν ἐν τούτοις διαφορὰν θεῶν εἰδὼς καὶ δαιμόνων. τὸ μέντοι ἀθάνατον κοινὸν αὐτῶν εἶναι· οἱ γὰρ ἀθάνατοί, φησιν, ἐγγὺς ὄντες ἡμῶν τῶν ἀνθρώπων ὁρῶσιν ἐκείνους ὅσοι σκολιαῖς χρώμενοι δίκαις καὶ κρίσεσι διεφθαρμέναις ἀλλήλους τρίβουσι, τουτέστι καταπονοῦσι θεῶν ὄπιν οὐκ ἀλέγοντες· καὶ τούτοις ἑπόμενος ἐπάγει τρισμυρίους εἶναι φύλακας τῶν ἀνθρωπίνων ἐκ τοῦ Διὸς ταχθέντας ἀθανάτους. ἐκ δὴ τούτων δῆλον ὅτι μόνος ἄρχει Ζεὺς τῶν θεῶν, ἄρχοντες δὲ πάντες οἱ θεοί. φύλακες δέ τινές εἰσι τῶν ἀνθρωπίνων ἄλλοι μετὰ θεούς, μεταξὺ θείων καὶ ἀνθρωπίνων ὄντες, οἵτινες ἂν εἶεν δαίμονες, ἄλλοι τινὲς οὗτοι παρʼ ἐκείνους οὓς ἐκ τῶν ἀνθρώπων εἶπε γεγονέναι δαίμονας. ἐκεῖνοι μὲν γὰρ θνητὸν γένος ἦσαν, τούτους δὲ ἀθανάτους εἶναί φησιν· ὥστε οὗτοι μὲν κατʼ οὐσίαν δαίμονες, ἐκεῖνοι δὲ διὰ τὴν πρὸς τούτους ὁμοιότητα καὶ δαίμονες ἐκλήθησαν καὶ φύλακες ἀνθρώπων.
καταφράζεσθε καὶ αὐτοί: καὶ αἰσθάνεσθε ἢ κατανοεῖτε τὴν μεταξὺ ἡμῶν νείκην καὶ δικαίως κρίνετε.
τρὶς γὰρ μύριοί εἰσιν: ἡ μὲν μυριὰς δηλοῖ τὸν πάντων τῶν δαιμόνων ἀριθμόν, ἐν ᾧ πάντως περιλαμβάνεται τὸ δαιμόνιον γένος· ἡ δὲ τριὰς τὸ τέλειον καὶ ἐν ὅροις ἑστὼς πρώτοις μέσοις τελευταίοις. εἰσὶ γὰρ τὰ γένη τῶν δαιμόνων τὰ μὲν λογικὰ μόνως, τὰ δὲ ἄλογα μόνως, τὰ δὲ μεταξὺ τούτων· δηλοῖ δὲ ἐξ ἀμφοτέρων τὸ παντοδαπὸν φῦλον τῆς δαιμονίας τάξεως, ἣν φύλακα μὲν εἶναι τοῦ ἀνθρωπείου γένους, ὑπουργὸν δὲ τοῦ Διός. διὰ τοῦτο γὰρ εἶπε Ζηνός, διότι ὑπηρέται πάντες οὗτοι, φύλακες δὲ θνητῶν ἀνθρώπων ὡς ἐφεστῶτες αὐτοῖς.
ἠέρα ἑσσάμενοι: τὸ μὲν ἠέρα ἐνδεδύσθαι δηλοῖ τὸ ἡμῖν ἀφανεῖς εἶναι καὶ ἀοράτους ὡς ὁ ἀήρ· ἢ καὶ τὸ τὰ σώματα αὐτῶν ἀέρια εἶναι κατὰ τὴν σύστασιν, ὥσπερ τὰ τῶν θεῶν ἐμπύρια καὶ τὰ ἡμέτερα χθόνια. τὸ δὲ πάντῃ φοιτᾶν τὸ τὰς κινήσεις αὐτῶν ὀξείας εἶναι καὶ τὰς ἐφοράσεις διʼ ὅλων διήκειν ὧν πράττομεν ὧν φανταζόμεθα ὧν διανοούμεθα· καὶ γὰρ εἰ ἀερίοις χρῶνται σχήμασιν, οὐδὲν θαυμαστὸν ὀξέως αὐτοὺς ἐπιπορεύεσθαι πανταχοῦ ὅπου περ ἂν ἐθέλωσιν.
ἡ δέ τε παρθένος: παρθένος μὲν ἡ Δίκη τοῖς θεολόγοις εἴρηται, διότι πᾶν τὸ δικαστικὸν γένος ἀδιάφθορον εἶναι δεῖ καὶ καθαρόν· καὶ τούτου σύμβολον ἡ παρθενία. παῖς δὲ τοῦ Διὸς διότι νομοθέτης οὗτός ἐστι κοσμικός, ὡς ἄρχων καὶ βασιλεὺς τῶν ὅλων. τὴν δὲ δικαστικὴν ἐξῆφθαι δεῖ τῆς νομοθετικῆς, ὡς τὴν ἀνθρωπίνην τῆς ἀνθρωπικῆς καὶ τὴν θείαν τῆς θείας. αἰδοίη δὲ καὶ κυδρὴ παρὰ τοῖς Ὀλυμπίοις θεοῖς ὡς πάντων κατὰ δίκην ἐνεργούντων καὶ σεβόντων αὐτήν, καὶ πᾶσι τὸ κατʼ ἀξίαν ἀπονέμουσα, ὃ δὲ μάλιστα φίλον ἐστὶ τοῖς θεοῖς.
κυδρή: ἀπὸ δὲ τοῦ κῦδος γίνεται κυδρὸς καὶ κυδρὴ ὡς ἀπὸ τοῦ ἔχθος ἐχθρός.
καί ῥʼ ὁπότʼ ἄν τίς μιν βλάπτῃ: ἐάν τις τὸ δίκαιον βλάπτῃ παραχαράττων· οὕτω γὰρ βλάπτει ὁ σκολιῶς τοῦτο πράττων καὶ διὰ πανουργίας ὀνοτάζων τὴν Δίκην, ἤγουν οὐχ ἁπλῶς λοιδορῶν, ἀλλὰ καὶ ἐξευτελίζων ὡς εὐκαταφρόνητον διὰ τὸ τοῦ δικαίου καταφρονεῖν. ὁ γὰρ τὰ ἀγάλματα τῶν θεῶν ὑβρίζων αὐτοὺς ὑβρίζει τοὺς θεούς· ἄγαλμα δὲ τῆς Δίκης τὸ δίκαιον. ἐὰν οὖν τις τοιοῦτόν τι πράττῃ, καθημένη παρὰ τῷ Διὶ ἡ Δίκη γηρύεται τὸν ἄδικον νοῦν τῶν ἀνθρώπων καὶ ἀπαγγέλλει τῷ πατρί, ὡς ἂν ἀπʼ αὐτοῦ δικάζειν ταχθεῖσα καὶ κρίνειν πάντα ὅσα ἐφορᾷ ὁ Ζεύς. δηλοῖ δὲ τὸ καθῆσθαι τὸ παρὰ τῷ θεῷ τάξιν αὐτὴν καὶ ἕδραν ἔχειν ἀμετακίνητον, ὡς καὶ ἐκεῖνόν φησιν Ὅμηρος ἐν τῇ τοῦ Ὀλύμπου κορυφῇ· «ἄτερ ἥμενον ἄλλων».
γηρύετʼ: τὸ δὲ γηρύεται γίνεται ἀπὸ τοῦ γῆρυς, ὃ σημαίνει τὴν φωνήν, ἢ ἀπὸ τοῦ γέρας
ὄφρʼ ἀποτίσῃ δῆμος ἀτασθαλίας βασιλήων: τοῦτο ἤδη ἔργον τοῦ Διός, ὡς βασιλέως, κοινὴν ἐπάγειν τιμωρίαν ταῖς πόλεσιν ὑπὲρ τῶν ἀδίκων κρίσεων τῶν ἀρχόντων, οἳ παρατρέπουσι τὸ δίκαιον. τοῦτο γὰρ δηλοῖ τὸ παρακλίνειν καὶ τὸ σκολιῶς ἐνέποντες, ἤτοι πανούργους λέγοντες τὰς κρίσεις ἀντὶ ἐμφρόνων, καὶ παρανόμους ἀντὶ ἐννόμων. διὰ τί δὲ κοινὴν ὑπέχουσι δίκην αἱ πόλεις εἴρηται πρότερον, ὡς ἐπιτρέπειν οὐκ ἔδει τοιούτοις τὰς ἀρχάς.
οἷ τʼ αὐτῷ κακὰ τεύχει: δαιμονίως ἀνεφθέγξατο ταῦτα τὰ ἔπη καὶ σωφρονιστικῶς· εἰ γὰρ εἰδείημεν ἀκριβῶς ἑαυτοὺς μείζονα βλάψαντες ἐξ ὧν ἄλλους βλάπτειν ἐπιχειροῦμεν, ἀφεξοίμεθα ἂν τοῦ βλάπτειν· οὐδεὶς γὰρ ἑκὼν ἂν ἑαυτὸν βλάψειεν· ἀλλὰ διʼ ἄγνοιαν ἁλισκόμεθα τῷ κακῷ τούτῳ καὶ οἰόμενοι ὠφελεῖν ἑαυτοὺς βλαπτόμεθα ὑφʼ ἑαυτῶν, καὶ μείζω τοῦ βλάπτειν ἄλλους, ἑαυτοὺς βλάπτομεν· εἰς χρήματα μὲν γάρ, εἰ τύχοι, ζημιοῦμεν ἐκείνους, ἡμᾶς δὲ αὐτοὺς εἰς τὸ κυριώτατον, τὴν ψυχήν. τὸ γὰρ ἀδικοῦν αὐτῆς ἐστιν· ὁ δὲ βλαπτόμενος ἐν τοῖς ἐκτὸς ἀδικεῖται. εἰκότως ἄρα φησὶν ἑαυτῷ κακὰ τεύχειν τὸν ἄλλῳ κατασκευάζοντα κακὸν καὶ τὸν κακῶς περὶ ἄλλου βουλευόμενον ἑαυτῷ γίνεσθαι πρόξενον κακοῦ μείζονος· καὶ γὰρ μὴ συντελεσθεῖσα μὲν ἡ βουλὴ τὸν βουλευσάμενον ἀνιᾷ πικρῶς, συντελεσθεῖσα δὲ λωβᾶται μειζόνως. τὸ γὰρ κακοποιεῖν μεῖζον τοῦ πάσχειν τὰ κακὰ πάντως κακόν· ὡς καὶ τὸ ἀγαθοποιεῖν μεῖζον ἀγαθὸν τοῦ πάσχοντος εὖ.
ἡ δὲ κακὴ βουλή: φανερώτερον λέγει τὸ πρότερον ἔπος· καὶ Πλάτων τὸ ἀδικεῖν τοῦ ἀδικεῖσθαι ἀπέδειξεν αἴσχιον. Καλλίμαχος· τεύχων ὡς ἑτέρῳ τις ἑῷ κακὸν ἥπατι τεύχει.
πάντα ἰδὼν Διὸς ὀφθαλμός: ἄλλος μὲν τὸν ὀφθαλμὸν τοῦ Διὸς εἶπεν εἶναι πάντῃ μεσσηγὺς γαίης τε καὶ οὐρανοῦ ἀστερόεντος· οὗτος δὲ ἁπλῶς καὶ ὁρᾶν αὐτὸν λέγει πάντα καὶ νοεῖν πάντα, τοῦτο προσθείς, ἵνα μὴ τὴν ὅρασιν σωματικὴν ὑπολάβωμεν, ἀλλὰ νοερὰν καὶ θείαν καὶ προνοητικήν. πάντα, φησίν, ὁ Ζεὺς ὁρῶν καὶ νοῶν ὁρᾷ καὶ ἐφορᾷ κατὰ τὴν ἑαυτοῦ θέλησιν καὶ τὰ ἡμέτερα. τίνα δέ ἐστιν ταῦτα; τὴν δίκην, ἥν μοι ἀπειλεῖς, ὦ Πέρση, τὴν τῶν βασιλέων ἐν τῇ πόλει ταύτῃ πονηρὰν οὖσαν, ὁρῶν δὲ καὶ ἐφορῶν καὶ ταύτην οὐκ ἂν ἀτιμώρητον ἐάσῃ τὸν ἀδικοῦντα.
πάντα ἰδών: πάντα ἰδὼν ὀφθαλμὸς τοῦ Διὸς καὶ τὴν περὶ ἐμὲ δίκην, ἐὰν θέλῃ, δύναται ἰδεῖν.
νῦν δὴ ἐγὼ μήτʼ αὐτός: τὸ μὲν λεγόμενον φανερόν· εἰ μή ἐστι καὶ τιμωρία κατὰ τῶν ἀδίκων, μὴ δʼ ἕξουσί τι πλέον οἱ δίκαιοι τῶν ἀδίκων ἐν τῷδε τῷ παρόντι, ὃ ἐφορᾷ ὁ Ζεύς, μήτʼ αὐτὸς εἴην δίκαιος μήτε παῖς ἐμός· δίκης γὰρ οὐκ οὔσης ὄνομα μόνον ἔσται τὸ δίκαιον. εἰ δὲ δὴ τὸ δίκαιον αἱρετόν, κἂν μὴ ᾖ πρόνοια, καὶ φευκτὸν τὸ ἄδικον, δῆλον ὅτι πᾶς οὗτος ὁ λόγος περιττός· διόπερ καὶ ὁ Πλούταρχος τοὺς ἑπτὰ τούτους στίχους ἐκβάλλει, ἀπὸ τοῦ· πάντα ἰδὼν Διὸς ὀφθαλμός, ἕως τοῦ· ἀλλὰ τά γʼ οὔπω ἔολπα τελεῖν Δία μητιόεντα ὡς ἀναξίους τῆς Ἡσιόδου περὶ δικαίων καὶ ἀδίκων κρίσεως.
νῦν δὲ ἐγὼ μήτʼ αὐτός: νῦν οὖν εἰ ὁ ἀδικώτερος ἄνθρωπος τοῦ δικαίου μεῖζον ἔχει, μήτʼ ἐγὼ δίκαιος εἴην, μήτʼ ἐμὸς υἱός. ἐπήγαγε δὲ τούτῳ· ἀλλὰ ταῦτα οὐ νομίζω τὸν Δία τελεῖν, τὸν ἄδικον μείζονος δίκης τῶν δικαίων τεύξεσθαι ἢ ποιήσειν τὸν ἄτιμον ἐν τιμῇ.
μήτʼ ἐμὸς υἱός: ἰστέον δὲ ὅτι υἱὸς Ἡσιόδου Μνασέας ἐστί. Φιλόχορος δὲ Στησίχορόν φησι τὸν ἀπὸ Κλυμένης· ἄλλοι δὲ Ἀρχιέπην.
μήτʼ ἐμὸς υἱός: υἱὸς δὲ αὐτοῦ Μνασέας ἢ Ἀρχιέπης· Φιλόχορος δὲ Στησίχορον.
ἔμμεναι: ὑπάρχειν· ἰστέον ὅτι ἐπὶ τῶν εἰς ναι ἀπαρεμφάτων τοῦ ἀορίστου εἰώθασιν οἱ Δωριεῖς ἐπεντιθέναι τὴν με συλλαβήν, καὶ εἰ μὲν ὦσιν δύο φωνήεντα, τὸ ἓν ἀποβάλλουσιν, οἷον δοῦναι δόμεναι, θεῖναι θέμεναι· εἰ εὑρεθῇ ἓν φωνῆεν, φυλάσσουσιν αὐτό, οἷον στῆναι στήμεναι, βῆναι βήμεναι· οὕτως οὖν καὶ εἶναι ἔμμεναι.
εἰ μείζω γε δίκην ἀδικώτερος ἕξει: ταῦτα σχετλιάζων καὶ ἐν ἤθει, οὐ γὰρ ἀπὸ σπουδῆς λέγει· ὡσανεὶ ὁ ἀδικώτερος τοῦ δικαίου μεῖζον ἔχει, ὡς ἂν τὰ ἐπάνω ἔχῃ, μήτʼ ἐγὼ δίκαιος μήτʼ υἱός μου. ἐπιφέρει οὖν· ἀλλὰ ταῦτα οὐ νομίζω τὸν Δία τελεῖν.
ὦ Πέρση σὺ δὲ ταῦτα: ὅσοι μὲν εἰς τὴν χρείαν τὴν ἀνθρωπίνην ἀπήγαγον τὸ κοινωνικόν, οὐκ ἔλαβον ἀρχὴν ἀσφαλῆ τοῦ τῆς πρὸς ἀλλήλους ἡμῶν κοινωνίας δόγματος. ἡ γὰρ χρεία, εἰ καὶ ἀναγκάσασα, ἀλλʼ οὔπω ἀγαθόν. ὅσοι δὲ εἰς τὸ κατὰ φύσιν ἡμῖν εἶναι τὸ πρὸς ἀλλήλους δίκαιον ἀπέβλεψαν, ἀρραγῆ τὴν ὑπόθεσιν ἔλαβον τοῦ τῆς κοινωνίας ἡμῶν σκοποῦ. πάντων γὰρ τῶν κατὰ φύσιν ἕκαστον ἀγαθόν. τοῦτο δὴ οὖν καὶ Ἡσίοδος, εἰδὼς τὸν τοῦ Διὸς νόμον, ἀξιοῖ τὸν Πέρσην ὁρᾶν· τοῖς μὲν ἄλλοις ζῴοις δέδωκεν ἐσθίειν ἄλληλα καὶ τῶν ἀσθενεστέρων τὰ δυνατώτερα κρατεῖν θοινᾶσθαί τε αὐτά· τοῖς δὲ ἀνθρώποις δικαιοσύνην σύμφυτον ἐνέσπειρε καὶ τὸ κοινωνικὸν ἐνέθηκεν αὐτῶν τῇ φύσει. διόπερ οἱ ἄδικοι τοῖς ἀλόγοις ἐοίκασι τὴν ἀνθρωπίνην ἀποδρῶντες ζωήν. μηδεὶς οὖν προάγων ἡμῖν τὴν ἀλληλοφαγίαν τῶν θηρίων ἀξιούτω καὶ ἡμᾶς οὕτω ζῆν. κοινωνικὸν γὰρ ζῷον γέγονεν ὁ ἄνθρωπος καὶ ὁ τῆς κοινωνίας αὐτῷ νόμος ἐκ τοῦ πατρὸς ἔγκειται κατὰ φύσιν. ἀδικίᾳ δὲ πάσῃ πρὸς κοινωνίαν καὶ κοινωνίᾳ πρὸς ἀδικίαν ἐστὶ πόλεμος· στάσεων γὰρ αἰτία πάντων μάλιστα ἡ ἀδικία. τὸ δὲ κοινωνικὸν ἀστασίαστον· καὶ ὀρθῶς ὁ Πλάτων εἶπεν οὐδὲ συστῆναι δυνατὸν εἶναι τὴν ἀδικίαν χωρὶς δικαιοσύνης· δεῖν γὰρ τοὺς συναδικήσαντας τά γε πρὸς ἀλλήλους δίκαια φυλάττειν ἢ καὶ ἀλλήλους ἀδικοῦντας μηδὲν δύνασθαι κοινῇ ποτε πρᾶξαι. εἰ οὖν ἄνθρωπος εἶ, φύσει κοινωνικὸν ζῷον εἶ· εἰ δὲ φύσει κοινωνικὸν ζῷον εἶ, παρὰ φύσιν σοι τὸ ἀδικεῖν. οὐ γὰρ κοινωνίας ἀλλὰ διασπασμοῦ τὸ ἀδικεῖν αἴτιον, τῶν ἀδικουμένων τοῖς ἀδικοῦσιν ὁμονοεῖν μὴ δυναμένων.
τόνδε γὰρ ἀνθρώποισιν: ἐπαγγειλάμενος οὐκ εἶπε ποῖον νόμον· λέγει δὲ τί τοῖς ἀνθρώποις ἐστίν, ἵνα φύγωμεν τὰ τῶν ἀλόγων.
νόμον διέταξε Κρονίων: τὸ σημεῖον ὅτι οὐδέποτε Ὅμηρος νόμον εἶπε.
ἀνθρώποισι δʼ ἔδωκε δίκην: τετραχῶς δὲ τίθησι τὴν δίκην· ποτὲ μὲν ἐπὶ τῆς σωματοειδοῦς θεᾶς, ποτὲ δὲ ἐπὶ τοῦ δικαίου, ποτὲ δὲ ἐπὶ τῆς κρίσεως, ποτὲ δὲ ἐπὶ τῆς τιμωρίας.
εἰ γάρ τίς κʼ ἐθέλοι: ὃς γὰρ εἰδὼς τὰ δίκαια μὴ ἀποκρύπτει διὰ σκολιότητα ἤθους ἀλλʼ ἀγορεύει, τούτῳ καὶ ὁ παρὰ τοῦ Διὸς ὄλβος ἕπεται. πρόσκειται δὲ τὸν γινώσκοντα τὰ δίκαια χρῆναι λέγειν αὐτά, διότι κατʼ ἄγνοιάν τινες τῶν δικαίων εἴποιεν ἂν τὰ ἄδικα ὡς δίκαια, ὧν οὐκ ἄν τις μέμψαιτο τὴν προαίρεσιν, ἀλλὰ τὴν ἀμαθίαν.
γιγνώσκων: γινώσκων ὅτι ἔστι δίκη· εἰσὶ γὰρ βάρβαροι μὴ εἰδότες τί ἐστι τὸ δίκαιον.
τῷ μέν τʼ ὄλβον διδοῖ: ὄλβος δὲ ὁ παρὰ τῶν καρπῶν πλοῦτος.
ὃς δέ κε μαρτυρίῃσιν ἑκών: οὗτός ἐστιν ὁ ἀντίθετος τῷ εἰδότι τὰ δίκαια καὶ μὴ κρύπτοντι, ὁ ἑκὼν ψευδόμενος καὶ μαρτυρῶν τοῖς ἀδίκοις καὶ ὀμνὺς καὶ ἐπιορκῶν διὰ πονηρὰν πρόθεσιν. τούτου οὖν τοῦ τὰ ψευδῆ μαρτυροῦντος ἑκουσίως εἰδότος τἀληθὲς ὁ τρόπος μιαρός.
ἐν δὲ δίκην βλάψας: ὃς ἂν ψευδῆ μαρτυρήσας ἑκὼν ἀποκρύψῃ τὸ δίκαιον καὶ ὅρκον προσθεὶς νήκεστον βλάβην καὶ ἀνίατον ὑπομείνῃ διὰ τῆς ψευδομαρτυρίας καὶ ἐπιορκίας, ἀμαυροτέρα ἡ τούτου γενεὰ γίνεται, ὡς τοῦ εὐόρκου ἀμείνων ἡ γενεά. τὰ γὰρ τῶν πατέρων ἀδικήματα χραίνει καὶ τοὺς ἐκγόνους αὐτῶν καὶ ἐνόχους ἀποφαίνει ταῖς τιμωρίαις· καὶ γὰρ ὀνείδη καὶ ἀδοξίαι αὐτοῖς ἐκ τῶν ἀδικιῶν συμβαίνουσι καὶ τίσεις ἐκ τῶν ἁμαρτημάτων ἀπολαμβάνοντες, ὧν ἔσχον ἀδικήσαντες οἱ πατέρες αὐτῶν, συναπολαύουσι τῶν ὀφειλομένων ἐκείνοις κολάσεων. ἄλλως δὲ γινώσκει τὸ θεῖον, ὡς τοῖς ἤθεσιν αὐτῶν ἐμπέφυκέ τι τῆς ἀδίκου τῶν γεννησάντων προαιρέσεως κἂν ἡμᾶς λανθάνωσι καὶ εἰκότως ταύτην ἐν αὐτοῖς ὁρῶντες τὴν ῥίζαν ἐκκόπτουσι διὰ τῶν τιμωριῶν καὶ τοῦ μὴ ἐνεργῆσαι κωλύουσιν, ὡς ἰατροὶ προκαθαίροντές τινας ὧν ὑφορῶνται νόσους.
ἀνδρὸς δʼ εὐόρκου: ὡς τῆς δικαιοσύνης βραδέως ἀμειβομένης τοὺς περιισταμένους αὐτὴν τοῖς ἀγαθοῖς.
σοὶ δʼ ἐγὼ ἐσθλὰ νοέων: κάλλιστα τὸ φιλόσοφον ἦθος οἷόν ἐστιν εἶπεν διὰ τούτων ὁ Πλούταρχος δηλοῦσθαι. τὸν μὲν γὰρ Ἀρχίλοχον καὶ τὸν Ἱππώνακτα βλασφημίας συγγράψαι κατὰ τῶν λυπησάντων· Τιμοκράτην δὲ καὶ Μητρόδωρον τοὺς Ἐπικουρείους ἀδελφοὺς ὄντας καὶ προσκρούσαντας ἀλλήλοις ἐκδοῦναι κατʼ ἀλλήλων συγγράμματα. καὶ τί δεῖ τούτους λέγειν; ὅπου γε καὶ Ξενοφάνην διὰ δή τινα πρὸς τοὺς κατʼ αὐτὸν φιλοσόφους καὶ ποιητὰς μικροψυχίαν Σίλλους ἀτόπους συνθεῖναι κατὰ πάντων φιλοσόφων καὶ ποιητῶν· ἀλλὰ τὸν ὄντως μουσικὸν Ἡσίοδον μηδὲν τοιοῦτο παθεῖν· οὐ γὰρ μουσικοῦ τὸ μελαγχολᾶν· λυπηθέντα δὲ πρὸς τὸν ἀδελφὸν ἀντὶ τοῦ βλασφημεῖν νουθετεῖν, εἰδότα τοῦτο δὴ τὸ τοῦ Σωκράτους ὅτι πᾶς ὁ κακὸς ἄκων ἐστὶ κακός· δεῖται οὖν νουθεσίας καὶ ἴσως ἐπιγνώσεται ἑαυτὸν ὄντα κακόν.
τὴν μέν τοι κακότητα: τὸ μὲν ἕπεσθαι τὰς κακίας ἀλλήλαις, ὥσπερ καὶ τὰς ἀρετάς, ἐστι ψεῦδος. ἀρεταὶ μὲν γὰρ ἐναντίαι οὐκ εἰσί, κακίαι δὲ ἐναντίαι εἰσί· τὰ δʼ ἐναντία οὐχ ἕπεται ἀλλήλοις. τούτου δὲ ὄντος ψευδοῦς οὐκ ἀποδεκτέον τὸ ἰλαδόν, ὡς Πλούταρχος ἐξηγήσατο, τὸ πᾶσαν ἐγκολπίσασθαι κακίαν ὁμοῦ δηλοῦν, ἀλλὰ τὸ ἑκάστην ἀθρόαν λαβεῖν μὴ κατὰ μικρὸν ὑποφερομένην, ἀλλʼ ὁμοῦ πᾶσαν ἐφελκομένην· οἷον ἀκολασίαν ὅλην ἅμα καὶ ἀδικίαν ὡσαύτως. διὸ καὶ ἰλαδὸν εἶπε δηλῶν ὡς οὐ μόνον κατὰ βραχὺ δυνατὸν κακωθῆναί τινας, ἀλλὰ καὶ ἀθρόως. καὶ τὴν αἰτίαν προσέθηκεν ὅτι ἐγγὺς ἡμῶν ἡ κακία καὶ ἡ ἐπʼ αὐτὴν ὁδὸς ὀλίγη, καθάπερ ἡ πρὸς τοὺς ἐγγὺς οἰκοῦντας. αἴτιον δὲ τοῦ ἐγγὺς ἡμῶν αὐτὴν οἰκεῖν τὸ τὴν γένεσιν τόπον εἶναι τῶν κακῶν. ὥσπερ οὖν τῶν ἐν λοιμώδει τόπῳ κατοικούντων ἐγγὺς κατοικοῦσιν αἱ νόσοι, οὕτω δὴ καὶ τῶν ἐν γενέσει ψυχῶν ἐγγὺς οἰκεῖν τὴν κακίαν ἀληθές, ἧς ἐστιν οἶκος ἡ γένεσις. τὴν δʼ αὖ ἀρετὴν οὐκ οὖσαν τῇ γενέσει σύμφυλον, ἀλλὰ τοῖς ἔξω τῆς ὑλικῆς στάσεως, εἰκότως φησὶ πόρρω μὲν οἰκεῖν ἡμῶν, ἱδρῶτα δὲ πρὸ αὐτῆς εἶναι ὑπὸ τῶν θεῶν τεθέντα, διʼ οὗ χρὴ πρὸς αὐτὴν ἐλθεῖν καὶ πόρρω οὖσαν ἑλεῖν, ἐπίπονον οὖσαν τὴν θήραν αὐτῆς καὶ δυσέφικτον, καθὰ τὰ ἑξῆς δηλοῖ.
ἱδρῶτα: ἱδρῶτα οὐ παρὰ αὐτήν, ἀλλὰ πρὸ τοῦ γενέσθαι εἰς αὐτήν.
μακρὸς δὲ καὶ ὄρθιος οἶμος: μακρὸς μὲν οἶμος εἰκότως· ὅσον γὰρ θεὸς ὕλης, τοσοῦτον ἀρετὴ κακίας διέστηκεν· εἴπερ ἀρετὴ μέν ἐστιν ἐν τῷ συνεῖναι θεῷ, κακία δὲ ἐν τῷ ζῆν ἐν ὕλῃ. μακρὸς δὲ ὢν καὶ ὄρθιός ἐστιν, ὡς εἰς τὸ ἄναντες ἀνάγων ἡμᾶς· ἄνω γὰρ ἀρετή, κάτω δὲ ἡ κακία· τραχὺς δʼ αὖ ὁ οἶμος ὡς δύσβατος. χρὴ γὰρ πολλὰ μὲν ὧν ἀγνοοῦμεν μαθεῖν οἷς τὴν πρώτην δυσκόλως ἐπιβάλλομεν, πολλὰ δὲ ἀποθέσθαι ἔθη πονηρὰ ὧν δυσαποσπάστως ἔχομεν συντρόφων ἡμῖν ὄντων· ὅλως δὲ διὰ πολλῶν ὁδεῦσαι καὶ ἐπιπόνων ἀσκήσεων· πρὸς ἃς ἀπιδὼν τραχὺν εἶπεν εἶναι τὸ πρῶτον τὸν οἶμον. τέλος δέ φησιν, ἐπειδὰν εἰς τὸ ἄκρον ἔλθῃ τῆς πορείας, ῥᾳδία λοιπὸν ἡ ἀρετὴ καὶ ταῦτα οὖσα χαλεπὴ καὶ δυσέφικτος. ζῶσι γὰρ οἱ τὴν ἀρετὴν ἔχοντες ἤδη μετʼ εὐφροσύνης καὶ ἔοικεν Ἡσίοδος πρὸ Πλάτωνος εἰπεῖν, ὅτι οὐ μόνον ἄριστος, ἀλλὰ καὶ ἥδιστος ὁ κατʼ ἀρετὴν βίος. ἡ γὰρ μετὰ ῥᾳστώνης ζωὴ τὴν εὐφροσύνην δηλοῖ τῆς τοιαύτης ἕξεως. μὴ οὖν ἀποφευγέτω τις διὰ τοὺς πόνους τὴν τῆς ἀρετῆς ἄσκησιν, πρῶτον μὲν ἐννοῶν ὅτι ἄτοπον, ἵνα μὲν τέχνην τινὰ κτησώμεθα τοὺς διὰ τὴν κτῆσιν αὐτῆς πόνους ὑπομένειν ἢ ἵνα ἄλλου τινὸς τῶν ἀναγκαίων τύχωμεν· ὅπως δὲ τὴν ἀρετὴν κτησώμεθα, τὴν τελειότητα μόνην οὖσαν ἡμῶν, μὴ αἱρεῖσθαι τοὺς διʼ αὐτὴν πόνους διʼ ὧν μέλλομεν ὠνεῖσθαι τὴν τῆς ἀρετῆς κτῆσιν. ἔπειτα τοῦτο σκοπεῖν, ὅτι τοῖς μὲν τὴν φύσιν ἀσθενῆ λαχοῦσιν οἱ προτεινόμενοι πόνοι δειλίαν ἐμποιοῦσι καὶ φυγάδας αὐτοὺς ἀποφαίνουσι τῶν τῆς ἀρετῆς ἐπιτηδευμάτων· τοῖς δὲ φύσει γενναίοις μείζων ἔρως ἐγγίνεται τούτων ὧν τὴν θήραν οὐκ εὐπετῆ, μετὰ πολλῶν δὲ ἱδρώτων μόνως παραγίνεσθαι τοῖς ἀνθρώποις, ἀκούουσι. διὸ καὶ Πλάτων παρακελεύεται χρῆναι τοῖς προσιοῦσι φιλοσοφίας ἕνεκα παραδεικνύναι τὸ ἐπίπονον τῆς τοιαύτης ζωῆς διὰ πεῖραν τῆς ἀγεννοῦς καὶ γενναίας φύσεως. πρὸς δὲ τούτοις ὅτι τῶν μετὰ πόνων κτηθέντων ἡδίων ἡ ἀπόλαυσις, τῶν δὲ μετὰ εὐπετείας, ὡς ἡ λῆψις πρόχειρος, οὕτω καὶ ἡ καταφρόνησις· διόπερ, ὡς ἔοικεν, ἡ ἀρετὴ μάλιστα τίμιον πολλῶν δεομένη πόνων, καὶ οἱ λαβόντες φιλοχωροῦσιν ἐν αὐτῇ τοὺς ἱδρῶτας οὓς ὑπέμειναν εἰδότες καὶ προέσθαι μὴ βουλόμενοι πρᾶγμα διὰ μυρίων πόνων κτηθέν, ἀλλʼ ἀπρὶξ ἔχοντες ὥσπερ δυσθήρατον, οὕτω καὶ δυσαφαίρετον αὐτὴν ἀποφαίνοντες.
οὗτος μὲν πανάριστος: Ζήνων μὲν ὁ Στωϊκὸς ἐνήλλαττε τοὺς στίχους λέγων· οὗτος μὲν πανάριστος ὃς εὖ εἰπόντι πίθηται, ἐσθλὸς δʼ αὖ κἀκεῖνος ὃς αὑτῷ πάντα νοήσῃ τῇ εὐπειθείᾳ τὰ πρωτεῖα διδούς, τῇ φρονήσει δὲ τὰ δευτερεῖα. Ἀρίστιππος δὲ ἀπʼ ἐναντίας ὁ Σωκρατικὸς ἔλεγε τὸ συμβούλου δεῖσθαι χεῖρον εἶναι τοῦ προσαιτεῖν. ὁ δὲ Ἡσίοδος τοῦ μέτρου μάλιστα τυγχάνει τρεῖς ἕξεις διελών, τὴν ἔμφρονα τὴν ἀνόητον τὴν μέσην· ὧν ἡ μὲν ἀρίστη καὶ τῷ θείῳ παραπλησία—καὶ γὰρ τὸ θεῖον αὔταρκες ὥς τε καὶ ὁ ἑαυτῷ πάντα νοῶν καὶ προορῶν ὅσα ἂν ᾖ καὶ εἰς τὸν ἔπειτα χρόνον ἀμείνω—· ἡ δὲ φευκτοτάτη, τὸ μήθʼ ἑαυτῷ δύνασθαι τὰ ὀρθὰ λογίζεσθαι μήτʼ ἄλλοις ἕπεσθαι συμβούλοις ἐθέλειν· μέση δὲ τούτων ἡ τοῦ συνορατικοῦ μὲν τῶν ἀμεινόνων οὐκ ἔχουσα δύναμιν, ἐπακολουθητικὴ δὲ τοῦ συνορῶντος. καὶ ταῦτα μὲν οὕτως ἔχει· μάλιστα δὲ ἄξιον ἐπαίνου τὸ εἰπεῖν τί τοῦ ἔμφρονος ἴδιον· οὐ γὰρ τὸ τὰ παρόντα ὁρᾶν καὶ τὰ ἐγγύς, ἀλλὰ καὶ τὸ τὰ ἐσόμενα προορᾶν· τοῦτο γὰρ δηλοῖ τὸ φράσασθαι ἅπερ ἂν εἴη ἐπὶ τὰ ἀμείνω.
ἐργάζευ, Πέρση, δῖον γένος: τὸ δῖον γένος δηλοῖ ἢ ὅτι Δίου τινὸς παῖδες ἦσαν ἢ ὅτι θεοῖς ἀνέφερον τὴν γένησιν· εἰς γὰρ Ὀρφέα καὶ Καλλιόπην τὸ γένος ἀνῆγον. εἰ δὲ φιλίαν τῆς Δήμητρος εἶπεν εἶναι τὴν πρὸς τὸν λιμὸν ἀλλοτριότητα, θαυμαστὸν οὐδέν· τῶν γὰρ δημητριακῶν καρπῶν ἀφθονίαν ἔχοντες οἱ ἄνθρωποι, τῶν ἀπὸ τοῦ λιμοῦ κακῶν εἰσιν ἀπείραστοι· τούτους δὲ ἄλλως ὑπάρχειν ἀδύνατον ἢ εὐμενοῦς οὔσης τῆς θεοῦ τῆς δωρησαμένης αὐτούς. εὐστέφανος οὖν Δημήτηρ, ἡ περιουσία τῶν καρπῶν καὶ συγκομιδή.
καλιήν: καλιὰ κυρίως μὲν ἡ νεοττιά, νῦν δὲ τὴν οἰκίαν εἶπεν.
λιμὸς γάρ τοι πάμπαν ἀεργῷ σύμφορος ἀνδρί: τὸ μὲν σύμφορος, εἰκότως· οὐ λέγει τὸν συμφέροντα, ἀλλὰ τὸν συμφερόμενον καὶ συνόντα, ὡς ὅπου ἀργία ἐστί, ἐκεῖ καὶ λιμὸν εἶναι ἀναγκαῖον. τὸ δὲ τῷ ἀεργῷ νεμεσᾶν τοὺς θεούς, ἀληθές· χρῆναι γὰρ τὸ σῶμα τρέφειν διὰ τῶν σωματικῶν πόνων καὶ τὰ ἀναγκαῖα πορίζειν ἑαυτῷ διὰ τῶν οἰκείων ἔργων.
λιμὸς γάρ τοι πάμπαν: λιμὸς θηλυκῶς λέγεται παρὰ τοῖς Δωριεῦσι.
… κηφήνεσσι κοθούροις: τὸ μὲν ἀργὸν ζῆν ἑπόμενον ἔχει λιμόν, τὸ δʼ ἐθέλοντα μὴ λιμώττειν· ἀντὶ τοῦ ἐργάζεσθαι πράγματα παρέχειν ἄλλοις, ἵνα ἀπὸ τούτων τρέφηται, κηφῆνος ἔργον ἐστὶ κεκεντρωμένου τὸ μέλι κατεσθίοντος ὅσον αἱ μέλισσαι συνάγουσι. κόθουρος οὖν ὁ κηφήν, ὡς κεύθερός τις ὢν καὶ τὸ κέντρον κεκρυμμένον ἔχων· καὶ παρέλαβεν αὐτὸν ὡς ἀργόν. μόνον γὰρ τὸ ζῷον τοῦτο οὐ δύναται τροφὴν ἑαυτῷ πορίσασθαι. ἢ τὸ κοθούροις ἀντὶ τοῦ ἀργοῖς παρὰ τὴν καθέδραν ἢ ἀντὶ τοῦ κολούροις τὴν οὐρὰν καὶ τὸ κέντρον—καὶ γὰρ καὶ ἀργὸς καὶ ἄκεντρος—· ἢ τὸ κοθούροις ἀντὶ τοῦ κόρου πλήθουσι. καταγέλαστος γὰρ ἂν εἴη τις τῶν μὲν ἀνθρώπων ἐλαττούμενος τοῖς δὲ κηφῆσιν ὁμοιούμενος.
κηφήνεσσι κοθούροις: τὸν κηφῆνα παρέλαβεν ὡς ἀργόν· μόνον γὰρ τὸ ζῷον τοῦτο οὐ δύναται τροφὴν ἑαυτῷ πορίσασθαι· καταγέλαστος γὰρ εἴη ἄν τις τῶν μὲν ἀνθρώπων ἐλαττούμενος τοῖς δὲ κηφῆσιν ὁμοιούμενος. κόθουρος δὲ ὁ κηφὴν ὡς κεύθουρός τις ὢν καὶ κέντρον κεκρυμμένον ἔχων ἢ κόθουρος ὁ ἀργὸς ἀπὸ τοῦ κάθημι.
κηφήνεσσι κοθούροις: κηφήν ἐστι ζῷον μελισσῶν ἀργότατον καὶ ἄκεντρον ὥς φησιν Ἀριστοτέλης. κόθουροι δὲ ἢ ὅτι κάθηνται παρατηροῦντες τὴν ὥραν ἐν ᾗ ἐκβαίνουσιν αἱ μέλισσαι, ἵνα ἐκλαθόντες ἐσθίωσι τὸ μέλι· ἢ ὅτι κολοβὴν οὐρὰν ἔχουσιν—ἀποκρύπτουσι γὰρ τὴν οὐράν—. Δίδυμος δὲ κοτούροις, ὅτι κότον ἔχουσιν ἐν οὐρᾷ—κατὰ δὲ Ἀριστοφάνην ἀκέντροις—, Ἀμερίας δὲ κακούργοις. μόνος δὲ Ἡσίοδος τῇ λέξει ἐχρήσατο ἅπαξ.
σοὶ δʼ ἔργα φίλʼ ἔστω: τινὲς δέ, ὦ φίλε, λέγουσιν· σοὶ ἔστω κοσμεῖν τὰ μέτριᾳ ἔργα.
ἐξ ἔργων δʼ ἄνδρες: παντὶ τῷ τὸ κατὰ φύσιν ἔργον ἐκπληροῦντι τοῖς θεοῖς ἀρέσκειν ἕπεται. τοῖς ἀνθρώποις οὖν ἐργαζομένοις καὶ τὰ ἀναγκαῖα διὰ τῶν ἔργων πορίζουσιν ὑπάρχει θεοφιλῶς πράττειν· ὡς καὶ τοῖς ἀργοῖς μὲν τὰ δὲ τῶν ἐργαζομένων καρποῦσθαι βουλομένοις ὑπάρχει νεμεσᾶσθαι παρὰ τῶν θεῶν.
πολύμηλοί τʼ ἀφνειοί τε: προτρεπόμενος αὐτὸν ἐπὶ τὸ ἐργάζεσθαι λέγει αὐτῷ ὅτι τὸν ἀπὸ τῶν καρπῶν πλοῦτον, ὃν ἐκ καμάτων φησίν, ἕξει καὶ τὰ συναγόμενα μηδὲ ὅλως ἐξ ἀδικίας ἂν καρπίζοιτο.
ἔργον δʼ οὐδὲν ὄνειδος: οἱ μὲν πολλοὶ καὶ καπηλεύειν καὶ τὰ ἄλλα ἔργα μετιέναι τὸν σπουδαῖον δεῖν οὐκ ἀπέγνωσαν διὰ ταῦτα τὰ ῥήματα τοῦ Ἡσιόδου, μηδὲν ἐπαχθὲς εἶναι λέγοντες. εὖ δʼ ὁ Πλάτων ἐξηγήσατο τὸ ἔπος. ἔργα γὰρ καλεῖν τὸν Ἡσίοδον ἑκάστου τῶν ὄντων τὰ κατὰ φύσιν ἔργα. ταῦτα οὖν καὶ τῷ σπουδαίῳ πρέποντα ἔργα ὅσα οἰκεῖα σπουδαίῳ· διὸ καὶ Ὅμηρος τὰ μὲν βέλτιστα τῶν ἔργων μόνον ἔργα καλεῖ· τὰ δὲ φαῦλα μετὰ προσθήκης κακὰ ἔργα, ὡς ἂν τοῦ ἔργου καθʼ αὑτὸ τὸ καλὸν δηλοῦντος· εἰ γὰρ νῶϊν ἔρις ἔργοιο γένοιτο· καί· δύο δʼ αἰὲν ἔχον πατρώϊα ἔργα. τὰ δὲ μεμπτὰ δῆλα· οὐκ ἀρετᾷ κακὰ ἔργα.
ἔργον δʼ οὐδὲν ὄνειδος: οὐκ ἄρα τὸ κλέπτειν καὶ τὸ πορνοβοσκεῖν ὄνειδος· ῥητέον ὅτι τὸ ἔργον τῆς γεωργίας ὄνειδος οὐκ ἔχει, οἷον τὸ βοηλατεῖν, τὸ σκάπτειν· ἢ ἁπλῶς ῥητέον ἔργα, ὡς παρὰ τοῖς παλαιοῖς, τὰ σπουδαῖα. ὅτε γὰρ τὰ φαῦλα σημαίνει, προστιθέασι τὸ κακόν. οὐκ ἀρετᾷ κακὰ ἔργα καὶ· σχέτλια ἔργα.
πλούτῳ δʼ ἀρετή: μηδεὶς λοιδορείτω τὸν στίχον εἰς τὸν πολυάρατον πλοῦτον ὁρῶν τὸν πόρρω τῆς ἀρετῆς ἐσκηνημένον, ἀλλὰ πλοῦτον οἰέσθω νῦν λέγεσθαι τὴν ἀπὸ τῶν ἔργων πορισθεῖσαν ἀφθονίαν τοῖς ἐργαζομένοις δικαίαν οὖσαν καὶ ἀπὸ τῶν οἰκείων πόνων ἠθροισμένην. εἴρηται γὰρ ἐν τοῖς ἔμπροσθεν ἐκ τῶν ἔργων τοὺς ἀνθρώπους γίνεσθαι πολυμήλους καὶ ἀφθόνους καὶ ἀφνειούς· τῷ δὲ τοιούτῳ πλούτῳ ἕπεσθαι πάντως τὴν ἀρετὴν καὶ τὴν δόξαν· ἕπεσθαι δὲ οὐχ ὡς παρακολουθήματα ὄντα ταῦτα τῆς εὐπορίας, ἀλλʼ ὡς συνυπάρχοντα τῷ τοιούτῳ πλούτῳ. καὶ ὡς παντός, ὃς ἂν οὕτω πλουτῇ, καὶ δόξαν ἀγαθὴν κεκτημένου καὶ δηλοῦντος ὅτι ἀρετὴν ἔχει, διʼ ἣν προσκαρτερεῖ τοῖς οἰκείοις ἔργοις.
πλούτῳ δʼ ἀρετή: ὥσπερ ἕπεται τῇ ἰατρικῇ ἡ ὑγεῖα, οὕτω τῇ ἀρετῇ οὐ πάντα ἀλλʼ ὁ πλοῦτος ὑπουργεῖ. εἰ μὴ γὰρ ὁ πλοῦτος ὑπουργήσει, οὐ παιδεύεταί τις ἀλύπως οὔτε πρὸς ἀρετὴν ἐκδίδωσιν ἑαυτόν, κἂν ἐκδῷ δέ, δυσκατόρθωτον αὐτῷ τὸ ἔργον φανήσεται περὶ τὴν τῶν ἀναγκαίων χρείαν ὑστερουμένῳ.
δαίμονι δʼ οἷος ἔησθα: δαίμων οὐ μόνον ὁ ἀπονέμων ἡμῖν τὸν βίον καὶ διοικῶν τὰ ἡμέτερα κρείττων ἡμῶν καλεῖται, ἀλλὰ καὶ αὐτὸς ὁ ἀπʼ ἐκείνου βίος ἑκάστοις ἀπονεμόμενος, εἰς ὃν βλέποντες τοὺς μὲν εὐδαιμονεῖν φαμεν, τοὺς δὲ κακοδαιμονεῖν· ὡς καὶ τύχη λέγεται ἥ τε ἐπιτροπεύουσα τοὺς βίους ἡμῶν καὶ τὸ ἀποδιδόμενον ἑκάστοις παρʼ αὐτῆς· ὅθεν καὶ εὐτυχεῖν τινας καὶ δυστυχεῖν λέγομεν. τοῦτο οὖν φησιν ὁ Ἡσίοδος προτρέπων εἰς τὸ μὴ ζῆν ἀργὸν ὅτι ὁποῖος ἂν ἑκάστῳ τυγχάνῃ βίος ἀποδεδομένος, τούτῳ ἄμεινον ἐργάζεσθαι, εἴτε ἀμείνων εἴτε χείρων· καὶ μὴ ποιεῖσθαι πρόφασιν ἀργίας ἡλικίαν ἢ τύχην ἢ ἄλλο τι τοιοῦτον, ἀλλὰ πάντως ἔργον τι ζητεῖν ἢ γεωργικὸν ἢ τεκτονικὸν ἢ ἐμπορικὸν ἢ ἄλλʼ ὁτιοῦν.
δαίμονι δʼ οἷος ἔησθα: τῇ τύχῃ ὁποῖος τυγχάνεις, κἄν τε μέτριος κἄν τε πλούσιος, τὸ ἐργάζεσθαι καλόν· καὶ ἐὰν ἀπʼ ἀλλοτρίων πραγμάτων τὴν ψυχὴν κωλύσῃς τοῦ ἐπιθυμεῖν καὶ ἐπὶ τῷ ἐργάζεσθαι τρέψῃς αὐτήν, ἄμεινον.
δαίμονι δʼ οἷος ἔησθα: ἤγουν οἷος εἶ τὸν βίον, κἄν τε πλούσιος κἄν τε πένης, τὸ ἐργάζεσθαι καλόν ἐστι· μᾶλλον δὲ ἐὰν ἀπὸ τῶν ξένων κτημάτων τὴν ψυχήν σου κωλύσῃς τὴν ματαιόφρονα καὶ τὸ ἔργον μελετᾷς.
εἴ κεν ἀπʼ ἀλλοτρίων: μὴ ἐπαισχύνεσθαι παραινεῖ μεταχειρίσασθαί τι τῶν ἔργων, εἰ καὶ ἀπὸ εὐπόρων ἀπορώτερος γέγονεν, ἵνʼ αὖθις εὐπορήσῃ. τοῦτο γὰρ ἄμεινον εἶναι, ὁποίαν ἂν ἔχῃ τὴν δαιμονίαν δόσιν, ἔργον τι μετιέναι κἂν πλούσιος τις κἂν πένης. ἄμεινον δʼ οὖν εἶναι τοῦτο ἀπὸ τῶν ἀλλοτρίων κτημάτων τὴν ψυχὴν τρέψαι ἐπὶ τὸ ἔργον μελετήσαντα διὰ τούτου τῶν πρὸς τὸν βίον ἀναγκαίων εὐπορῆσαι, κακοπραγιῶν μὲν ἀποσχόμενον, ἑαυτῷ δὲ πορίζοντα διατροφήν. καὶ μὴ ἁπλῶς μετιέναι τὸ ἔργον, ἀλλὰ μελετᾶν βίου φησί· τοῦτο δέ ἐστι μετὰ φροντίδος καὶ ἐπιμελείας προσιόντα τῷ ἔργῳ διʼ οὗ συλλέξεις βίον. ταῦτα μὲν παραινεῖ, καὶ τὸ κελεύειν τοῦτο δηλοῖ. τὸν δὲ ἀεσίφρονα θυμόν—ἤτοι τὸν ἀερσίφρονα ῥητέον, ὅ ἐστιν ὁ μετέωρος καὶ πρὸς μηδὲν τῶν ἀναγκαίων συντεταγμένος, ἢ τὸν βλαψίφρονα· τὸ γὰρ ἆσαι τὸ βλάψαι σημαίνει—, τὸν οὖν μετέωρον θυμὸν τὸν βεβλαμμένον ἀξιοῖ τρέπειν ἀπὸ τοῦ ἀποβλέπειν εἰς τὰ ἀλλότρια κτήματα ἐπὶ τὸ ἐργάζεσθαι καὶ διὰ τούτου ἐπιμελεῖσθαι τοῦ βίου. βίος δέ ἐστιν ἡ τῶν ἀναγκαίων περιποίησις ἀφʼ ἧς ὑπάρχει τὸ βιοῦν καὶ ζῆν.
ἀεσίφρονα: τὸν κούφως εὐκίνητον ὡς τὸν ἐξίτηλον.
εἴ κεν ἀπʼ ἀλλοτρίων κτεάνων ἀεσίφρονα θυμόν: ἐὰν ἀπὸ τῶν ἐμῶν κτημάτων ἐκβάλῃς τὸν νοῦν σου καὶ φροντίζῃς τοῦ ἐργάζεσθαι, κάλλιστόν ἐστί σοι, καὶ πορίζεις τὸν βίον· ἢ τρέπε τὸν ἐπηρμένον σου λογισμὸν ἀπὸ τῶν ἀλλοτρίων κτημάτων τρέψας εἰς ἐργασίαν ἑαυτὸν ὥς σοι κελεύω.
… αἰδὼς δʼ οὐκ ἀγαθή: καὶ τοῦτον καὶ τὸν ἑξῆς στίχον παρεμβεβλῆσθαι ληφθέντας ἀπὸ τοῦ Ὁμήρου καὶ Πλούταρχος εἶπε. δηλοῖ δʼ ὅμως διʼ αὐτῶν ὅτι οὐ χρὴ αἰδεῖσθαι μετιέναι τι ἔργον ἀφʼ οὗ βίον συλλέξεις· ἡ γὰρ χρεία κρείττων τῆς αἰδοῦς. καὶ οὐκ ἂν εἴη ἡ αἰδὼς ἀγαθόν, ἀλλʼ ἔστιν ὅτε καὶ βλαβερόν· τῶν γὰρ μέσων ἐστὶ καὶ καιροῦ προσδεόμενον.
αἰδὼς δʼ οὐκ ἀγαθή: ὅτι ὁ ἐνδεῂς οὐκ ὀφείλει αἰδεῖσθαι· τὸν γὰρ τοιοῦτον οὐκ ἀγαθὴ αἰδὼς ἄγει. οὐ καλή ἐστι ἐκείνη ἡ αἰδὼς ἣ τὸν ἄνδρα ἐνδεῆ ποιοῦσα μὴ πολεμεῖν ἔργοις ἀλλʼ ἀργὸν εἶναι ἐποτρύνει.
αἰδὼς ἥ τʼ ἄνδρας: τοὺς μὲν πτωχοὺς σίνεται καὶ βλάπτει, τοὺς δὲ πλουσίους ὀνίνησι καὶ ὠφελεῖ.
… αἰδώς τοι πρὸς ἀνολβίῃ: διὰ τὴν αἰδῶ ταύτην ἄνολβος ἔσῃ καὶ ἄπορος αἰσχυνόμενος ἐργάζεσθαι· διὰ δὲ τὸ θάρσος, τὸ ἀντικείμενον ταύτῃ τῇ αἰδοῖ, ὄλβος σοι περιέσται καὶ εὐπορία. τὸ δὲ θάρσος ἐστὶ τὸ μὴ ἐπαισχύνεσθαι τὰ ἔργα διʼ ὧν προξενήσεις σαυτῷ τινα εὐπορίαν.
αἰδώς τοι πρὸς ἀνολβίῃ: ἡ αἰδὼς κακὴ τῷ μὴ ἔχοντι, τῷ δὲ πλουσίῳ κακὸν τὸ θάρσος. ἡ αἰδὼς σύνεστι τῇ πτωχείᾳ, τὸ αἰσχύνεσθαι ἐργάζεσθαι· τὸ δὲ πρὸς τὰς ἐργασίας θάρσος σύνεστι τῷ πλούτῳ. ἡ αἰδὼς σύνεστι τῇ πενίᾳ· πτωχὸς γὰρ οὐχ ὑφίσταται ἀπειλήν. θάρσος ἕπεται τῷ πλούτῳ· ὁ γὰρ πλοῦτος θάρσος τίκτει.
χρήματα οὐχ ἁρπακτά: οὐ τὰ ἐξ ἁρπαγῆς, ἀλλὰ τὰ ἐκ θεοῦ διδόμενα πολὺ κρείττονα.
… εἰ γάρ τις καὶ χερσί: δύο γενικὰς διαφορὰς παραδέδωκε τῶν ἁμαρτημάτων ἐν τούτοις· τὴν μὲν διʼ ἔργων, τὴν δὲ διὰ λόγων. ἢ γὰρ βιαζόμενοί τινες ἀδικοῦσι τυραννικῶς ἢ ἀπατῶντες διὰ τῆς γλώσσης, οἷα δὴ πολλὰ εἴωθε ἐγγίνεσθαι διά τι κέρδος ἀπατῆσαν ὡς ἀγαθὸν ἢ ἔργοις ἢ λόγοις τινῶν μετιόντων ἐκεῖνο τὸ κέρδος. πάντες μὲν οὖν φανερῶς ἢ ἀφανῶς τὰ ἀλλότρια σφετεριζόμενοι τὴν διὰ τῶν χειρῶν βίαν ἐπιδείκνυνται. τὸ γὰρ ἀκούσιον πᾶν βίαιόν ἐστιν, ὥστε καὶ ὁ κλέψας βιαίως ἐποίησε, διότι οὐδεὶς ἂν ἑκὼν τοῦτο πάθοι· πάντες δὲ οἱ ψευδόμενοι ἢ ἐπιορκοῦντες ἢ παραλογιζόμενοι διὰ τῆς κατὰ τὴν γλῶσσαν ἀπάτης τοῦτο δρῶσιν.
εἰ γάρ τις καὶ χερσί: γενικαὶ κακίαι δύο, ἡ βία καὶ τὸ ψεῦδος· καὶ ἡ μὲν βία τῶν χειρῶν καὶ τῶν ἔργων, τὸ δὲ ψεῦδος τῶν λόγων. διαιρεῖται δὲ ἡ μὲν βία εἰς τυραννίδα, ἁρπαγήν, κλοπήν· τὸ δὲ ψεῦδος εἰς συκοφαντίαν καὶ ἐπιορκίαν.
εἰ γάρ τις καὶ χερσί: ἐὰν γάρ τις τῇ δυνάμει τῶν χειρῶν ἁρπάσας πρὸς τούτοις καὶ ἐπιορκήσῃ ἢ ὁ τοιοῦτος ἀπὸ ψευδομαρτυρίας κτήσηταί τι, οἷα πολλὰ συμβαίνει ὅταν τὸ κέρδος ἐξαπατήσῃ τὸν νοῦν αὐτοῦ καὶ ἡ αἰδὼς τὴν ἀναίδειαν κατοπάζῃ, τουτέστι κατόπισθεν ἐλαύνῃ, καταλαμβάνῃ, καὶ τὸ δίκαιον ὀπίσω γένηται τοῦ ἀδίκου, τοῦ τοιούτου ὁ οἶκος εὐχερῶς φθείρεται καὶ αὐτὸς ἀφανὴς γίνεται καὶ ἐπʼ ὀλίγον χρόνον ἔσται ὁ πλοῦτος.
εἰ γάρ τις καὶ χερσί: ἐὰν γάρ τις τῇ δυνάμει τῶν χειρῶν ἁρπάσας ἢ ψευσάμενος ἢ ἐπιορκήσας κτήσηταί τι τῇ φιλαργυρίᾳ τὸν νοῦν τυφλωθείς, αὐτός τε καὶ ὁ οἶκος αὐτοῦ φθείρεται καὶ ἐπʼ ὀλίγον χρόνον ἔσται ὁ πλοῦτος αὐτοῦ.
… αἰδῶ δέ τʼ ἀναιδείη κατοπάζῃ: τὸ συνεχὲς τῆς διανοίας ἐστίν· εἴ τις ἢ βιαίως τὸν ἀλλότριον πλοῦτον ἀφέληται ἢ ἀπατήσας, οἷα πολλὰ συμβαίνει τοῖς διὰ τὸ κέρδος ἐπὶ ταῦτα ὁρμῶσι τὰ ἔργα ἢ ἐπὶ λόγους τοιούτους, εἴ τις οὖν εὔπορος οὕτω γένηται καὶ τὴν αἰδῶ ἡ ἀναίδεια νικήσῃ—τοῦτο γὰρ τὸ κατοπάζειν—, τὸν τοιοῦτον πάντες οἱ θεοὶ ἀμαυροῦσιν, ὅπερ δηλοῖ ὅτι ἀφανίζοντες αὐτοῦ τὴν ζωὴν καὶ τὸν οἶκον ἐλαττοῦντες τιμωρίαν ἐπάγουσι τῆς ἀπὸ τῶν ἀλλοτρίων εὐπορίας, καὶ ἐπʼ ὀλίγον ὁ τοιοῦτος γενόμενος πλούσιος ἀπόλλυσι τὴν περιουσίαν διὰ τὴν ἀπὸ τῶν ἀδίκων ἔργων ἢ λόγων περιποίησιν.
αἰδὼς δέ τʼ ἀναιδείην κατοπάζῃ: ἡ αἰδὼς ὄπισθεν οὖσα καὶ παρευδοκιμηθεῖσα τὴν ἀναίδειαν ἔχει ἔμπροσθεν ὡς νικήσασαν καὶ ἀκολουθεῖ κατόπιν αὐτῆς.
… ἶσον δʼ ὅς θʼ ἱκέτην: διὰ τούτων καὶ τῶν ἑξῆς εἰρημένων στίχων ὀκτὼ τοῖς εἰρημένοις ἁμαρτήμασιν, οἷς ἔφατο δίκην ἀκολουθεῖν παρὰ τῶν θεῶν, ἄλλα συναριθμεῖ διʼ ἔργων ἁμαρτήματα ἀπὸ ἀνοσίου γινόμενα ζωῆς. ταῦτα δέ ἐστιν ἱκέτην παριδεῖν, εἰς ξένους κακουργεῖν, ἀδελφοῦ διαφθείρειν εὐνήν, ἁμαρτάνειν περὶ ὀρφανούς, ὑβρίζειν γονέας γέροντας. παντὶ γάρ φησι τῷ τοιούτῳ ὁ Ζεὺς ἀγαίεται, τουτέστι μέμφεται καὶ τιμωρίαν ἐπάγει. διαφερόντως δὲ τοῦ Διὸς ἐμνημόνευσεν, ἐπειδὴ πάσας εἰς τὸν θεὸν τοῦτον ἀνῆγον τὰς τοιαύτας προσηγορίας, Ἱκέσιον τοῦτον καλοῦντες ὡς ἔφορον τῶν ἱκετῶν καὶ Ξένιον ὡς τῶν ξένων προστάτην καὶ Ὁμόγνιον ὡς τῶν συγγενῶν μάλιστα φύλακα καὶ τῶν πρὸς τοὺς ὁμογνίους καθηκόντων. οὕτω γὰρ καὶ τῶν ἐν ὀρφανίᾳ ζώντων αὐτὸν ἔλεγον Κηδεμόνα, πατέρα νομίζοντες πάντων καὶ ὧν οὐκ εἰσὶν ἄνθρωποι πατέρες καὶ βοηθὸν τῶν ἀδικουμένων πατέρων ὑπὸ τῶν παίδων. ἀγάλματα γάρ εἰσιν οἱ πατέρες τοῦ πάντων πατρὸς τοῦ Διός· οἱ δὲ εἰς τὰ ἀγάλματα τῶν θεῶν δυσσεβεῖς εἰς αὐτοὺς ἀναφέρουσι τοὺς θεούς, ὧν τὰ ἀγάλματα, τὴν δυσσέβειαν· ὥστε εἰκότως ἔφη τὸν Δία καὶ νεμεσᾶν τούτοις καὶ πᾶσιν ὁμοῦ τῶν ἀδίκων ἔργων, ἅπερ διηριθμήσατο, χαλεπὴν ἀποδιδόναι τὴν ἔκτισιν. αὕτη γὰρ ἡ ἀμοιβὴ τῶν ἀδικημάτων τιμωρία τις οὖσα τῆς ἀδικίας ἀκόλουθος.
ἶσον δʼ ὅς θʼ ἱκέτην ὅς τε ξεῖνον κακὸν ἔρξῃ: ἶσον κακόν ἐστιν ὅστις τὸν αἰτοῦντα συγγνώμην καὶ ξένον ἀδίκως λυπήσῃ καὶ ὅστις τοῦ ἰδίου ἀδελφοῦ τῇ κοίτῃ ἐπιβῇ λαθραίως κατὰ τῆς ἰδίας αὐτοῦ νύμφης πορνικὰ πράττων, καὶ ὅστις ἐξ ἀνοίας ἁμαρτήσῃ εἰς ξένα τέκνα τινὸς ἀνθρώπου καὶ ὅστις τὸν πατέρα ἐν τῷ ἐσχάτῳ γήρᾳ ὄντα ἀτιμᾷ κακοῖς προσάπτων λόγοις· τούτων αὐτὸς ὁ Ζεὺς ἅγος καὶ μῖσος τιθεῖ ἐκ καθαρᾶς διανοίας.
παρακαιρία ῥέζων: ἄτοπα καὶ ἄκαιρα διαπραττόμενος· ἢ παρα παρέλκεται.
ἀλιταίνηται: βλάπτει εἰς κάκωσιν ἄλλην ἄτῃ.
κακῷ ἐπὶ γήραος οὐδῷ: εἰς τὸ ἔσχατον τοῦ γήρως.
καθαπτόμενος: ἐπιπλήσσων.
ἀγαίεται: μέμφεται ἢ χολοῦται, ὀργίζεται· τίθεται ἡ λέξις ἐπὶ τοῦ φθονεῖν πολλάκις καὶ ἐπὶ τοῦ θαυμάζειν.
ἀμοιβήν: τίσιν· ἐναλλαγήν.
ἔεργʼ ἀεσίφρονα: κώλυε τὸν μετέωρον.
… κὰδ δύναμιν δʼ ἔρδειν: τὸ μὲν θύειν, ὅπερ εἰώθασιν οἱ νεώτεροι λέγειν, ἔρδειν ὠνόμαζον οἱ παλαιοὶ καὶ ῥέζειν. τὸ δʼ ἀπάρχεσθαι τῶν παρόντων διὰ τοῦ θύειν ἐδήλουν καὶ θυηλὰς τὰς ἀπαρχὰς ἐκάλουν· ὁ δʼ ἐν πυρὶ βάλλε θυηλάς, φησὶν Ὅμηρος. ἀμφοτέρων οὖν ὁ Ἡσίοδος κελεύει λιπαρῶς ἀντέχεσθαι κατὰ δύναμίν τε ἱερὰ ῥέζοντας, ἀφʼ ὧν εὐποροῦμεν, ἁγνῶς καὶ καθαρῶς καὶ θυέεσσι καὶ σπονδαῖς ἱλασκομένους τοὺς θεοὺς ἀρχομένης ἡμέρας— τοῦτο γὰρ τὸ ὅτʼ ἂν φάος ἱερὸν ἔλθῃ— καὶ εἰς ὕπνον τρεπομένους νυκτὸς ἐπιούσης. τὸ μὲν οὖν κατὰ δύναμιν ἔρδειν ἀφαιρεῖται πᾶσαν τὴν πολυτέλειαν ἐπὶ τῇ προφάσει τῆς εὐσεβείας ἡδυπάθειαν εἰσάγουσαν. καλῶς οὖν τοῦ Λάκωνος εἰπόντος, ὃς ἐρωτηθεὶς διὰ τί εὐτελῆ θύουσιν ἔφη ὅτι ἵνα πολλάκις θύωσιν. οὕτω γὰρ καὶ Νουμᾶς Ῥωμαίοις, ὡς Λυκοῦργος Λακεδαιμονίοις, προσέταξεν ἀπὸ τῶν εὐτελεστάτων θύειν. τὸ γοῦν μὴ ὑπερβάλλειν τὴν περιουσίαν ἐν τῇ θεραπείᾳ τῶν θεῶν πρεπωδέστατόν ἐστι παράγγελμα τοῖς εἰς αὐτὸ μόνον βλέπουσι τὸ ὅσιον· τὴν δʼ ἁγνείαν καὶ καθαρότητα μάλιστα προηγουμένως δεῖ σπουδάζεσθαι τοῖς ἱερουργεῖν μέλλουσι, τὴν μὲν ἐν αὐτῇ τῇ ζωῇ—τοιαύτη δέ ἐστιν ὅση ἂν ἐξάντης ᾖ πάσης ἀσελγείας, πάσης ἀδικίας, πάσης ἐμπαθείας· ταύτην γὰρ ἂν εἴποιμεν κυρίως ἁγνεύειν καὶ μετὰ ταύτην τὴν ἀποχὴν τῶν βρωμάτων καὶ τῶν ποτῶν κατὰ τὰ πάτρια ἔθη· καὶ γὰρ ἄλλα ἄλλοις ἐστίν, ὧν ὁ μετασχὼν εἴργεται τῶν νομίμων θυσιῶν—, τὴν δὲ ἐν τοῖς ὀργάνοις πᾶσι τοῖς ἱεροῖς καὶ τόποις ἐν οἷς δεῖ θύειν καὶ τοῖς περὶ τὸ σῶμα ἡμῶν κόσμοις. γελοῖον γὰρ τοῖς καθαρωτάτοις προσιόντας οἷς θύουσιν ἀκαθάρτοις χρῆσθαί τισιν ἢ ἐν τοῖς μεμολυσμένοις οἴκοις τοῦτο πράττοντας ἢ μοῖραν τῷ ἱερῷ προσάγοντας ἔκ τινος μεμιασμένης ἐνεργείας ἢ ἐσθῆτα φέροντας ἀκάθαρτον, ὅπου γε καὶ τῷ πάντα καθαίροντι πυρὶ παρήγγελται χρῆσθαι μὴ ἐξ ἀκαθάρτου οἰκίας ληφθέντι. τὸ δʼ αὖ ἱλάσκεσθαι τοὺς θεοὺς ταῖς ἀπαραλείπτοις σπονδαῖς καὶ τοῖς μετὰ τούτων θυέεσσι ἀρχομένης ἡμέρας ἢ νυκτός, οἷον ψαιστοῖς ἢ ἄλλοις τισὶ τοιούτοις, ἐνδείκνυται. καὶ ὅτι χρὴ ταῖς τοιαύταις ἀπαρχαῖς ταῖς εὐπορίστοις ἀπάρχεσθαι τῶν περιόδων αὐτοῖς διὰ τῆς συνεχείας τηροῦντας αὐτῶν τὸ πρὸς ἡμᾶς εὐμενές· ἡ γὰρ ἱλέωσις οὐκ ἐκείνοις προστίθησιν ὃ μὴ εἶχον, ἀλλʼ ἡμᾶς ἐπιτηδειοτέρους ποιήσει πρὸς τό, μενόντων αὐτῶν ἀεὶ τοιούτων οἷοί πέρ εἰσι, μετέχειν ἀκωλύτως· καὶ τοῦτο δηλοῖ τὸ εὐμενές, τὸ μένειν ἡμῖν τὸ εὖ ἀεὶ παρὰ τῶν θεῶν καὶ ὡς ἐκεῖνοι διαμένουσιν ἀεὶ ὅμοιοι ὄντες.
κὰδ δύναμιν δʼ ἔρδειν: θύε κατὰ δύναμιν ἔχων καθαρὰν διάνοιαν καὶ κατὰ τὰ οἰκεῖα μέτρα θεοῖς, εἰ καὶ μὴ ἔχοις θυσίας καὶ εἰ μὴ δεύτερον δύναιο· εὔχου μὴ ἅπαξ, ἀλλʼ ἐν παντὶ καιρῷ.
ἐπὶ δʼ ἀγλαὰ μηρία καίειν: τί ἐστι τὸ ἐπικαίειν μηριαῖα ὀστᾶ; ᾗ πρῶτον θύουσιν ἐπιχέοντες οἷον ἔπειτα καίουσι τὰ ὀστᾶ.
ἄλλοτε δὲ σπονδῇσι θύεσσί τε: σημαίνει· ποτὲ μὲν θυσίας, ὅταν ἔχῃς, θύε, ποτὲ δὲ εὐχάς, ὅταν οὐκ ἔχῃς θυσίας, ποιοῦ.
ὠνῇ: ἀγοράζῃς.
τὸν φιλέοντʼ ἐπὶ δαῖτα καλεῖν: ταῦτα καὶ τὰ ἑπόμενα τούτοις περὶ τῶν πρὸς τοὺς φίλους καὶ γονέας καθηκόντων ἔχει τὴν παραίνεσιν, οὐκ ὄντα ἠθικά, ὥς τισιν ἔδοξεν, ἀλλʼ εἰς εὐγενὲς ἦθος καὶ δεξιὸν προσάγοντα τὸν πειθόμενον. οὐ γὰρ δεῖ τὰ αὐτὰ φίλοις καὶ ἐχθροῖς ἀποδιδόναι, οὐδʼ ὁμοίως ἑκατέρους ὁμοτραπέζους ποιεῖσθαι καὶ ὁμοσπόνδους, ἡγουμένους καὶ τράπεζαν βωμὸν εἶναι τῆς ἑστίας καὶ πάντων τῶν τὴν τροφὴν δωρησαμένων· θύειν μὲν οὖν καὶ ὑμνεῖν νόμος πρὸ τοῦ τῆς τροφῆς ἅψασθαι. δεῖ οὖν μὴ τοὺς ἐχθροὺς ἄγειν ἐπὶ δαῖτα φιλίαν δὴ ὑποκρινομένους, ἀλλὰ τοὺς ὄντως φίλους οἷς καὶ κοινωνεῖν ὅσιον ὡς τῆς ἄλλης φιλίας οὕτω καὶ ἁλῶν καὶ σπονδῶν καὶ ἑστίας θεῶν καὶ φιλοφροσύνης. καὶ γὰρ εἰ ὡς ἔτυχε καὶ τοὺς ἐχθροὺς ἑστιῶμεν, τί ποιήσομεν ἐκείνων ἡμᾶς ἐν μέρει καλούντων ἐπὶ τὰ ὅμοια; μὴ ὑπακούοντες γὰρ ἀδικήσομεν τοὺς ὑπακούσαντας, ὑπακούοντες δὲ προησόμεθα ἑαυτοὺς ἀνθρώποις ἀπεχθῶς διακειμένοις. ταῦτα μὲν περὶ τῶν φίλων καὶ ἐχθρῶν τῆς συνεστιάσεως. τὸν δὲ γείτονα τοῦ μὴ γείτονος αἱρετώτερον εἰς τοιαύτην ἡγεῖσθαι κοινωνίαν δῆλον μὲν οὖν ὅτι λέγεται· τῆς φιλίας κοινῆς οὔσης οὐ γάρ που τὸν μὴ φίλον, γείτονα δέ, διʼ αὐτὸ τοῦτο παραινεῖ μᾶλλον τοῦ φίλου ποιεῖσθαι συνέστιον, προειπὼν τὸν φιλέοντʼ ἐπὶ δαῖτα καλεῖν. τούτου δὲ ὄντος φανεροῦ πῶς οὐκ εὔλογον πλέον τοῖς γείτοσι νέμειν ἢ τούτους μὲν μὴ παρεῖναι, τοὺς δὲ μὴ γείτονας εὐφραίνειν ταῖς φιλοτησίαις; οὐδὲ γὰρ τὰς γειτονιάσεις οἴεσθαι δεῖ μάτην ἡμῖν ἀπονέμεσθαι τοίων ἢ τοίων ἀνθρώπων θεόθεν, ἀλλὰ καὶ τοῦτο εἰς τάξιν εἱμαρμένης ἔχειν, καὶ προσήκει καὶ πρὸς ταύτην ἀφοσιοῦσθαι τὸν ἔχοντα νοῦν· τρόπον γάρ τινα καὶ ὁ γείτων ἡμῖν σύνοικός ἐστι καὶ ὁμωρόφιος.
εἰ γάρ τοι καὶ χρῆμʼ ἐγκώμιον: ταῦτα τὴν τῶν γειτόνων εἰς τὸ βοηθεῖν ἡμῖν ἐν ταῖς χρείαις προθυμίαν παρίστησιν ἀζώστων ἐκτρεχόντων καὶ μονονουχὶ γυμνῶν, μὴ δεομένων περιμεῖναι ζωσαμένους ἐξελθεῖν, ἀλλʼ ἅμα τῷ συναισθέσθαι τῆς χρείας τὴν παρʼ ἑαυτῶν συμμαχίαν ἕτοιμον παρεχόντων· τῶν δὲ συγγενῶν ὁπωσοῦν—οὓς ἐκάλεσε πηούς, τοὺς ἐξ ἐπιγαμίας συναφθέντας λέγων—οὕτως δεομένων καὶ ζώσασθαι καὶ στείλασθαι τοιῶσδε καὶ οὑτωσὶ προσελθεῖν οἴκοθεν ἵνʼ ἐπαμύνωσιν ἡμῖν δεομένοις. τὸ μὲν ἐγκώμιον χρῆμα δηλοῖ τὴν χρείαν τὴν συμπίπτουσαν πᾶσι τοῖς ἐν τῷ αὐτῷ δήμῳ κατοικοῦσι—κώμας γὰρ ἐκάλουν τοὺς δήμους—· ἢ ἀπὸ τῶν χωμάτων ἃ περιέβαλλον ταῖς οἰκήσεσιν εὐερκεῖς αὐτὰς ποιοῦντες· ἢ ἀπὸ τοῦ διατρίβειν ἔξω τῶν οἰκήσεων ἕνεκα τῶν ἔργων, διὰ τὸ κοιμᾶσθαι καὶ ἀναπαύεσθαι καὶ τὰς οἰκήσεις ποιεῖσθαι, διὸ καὶ τὰ συστήματα τῶν οἰκήσεων κώμας ὠνόμαζον. τὸ δὲ ἄζωστοι δύναται μὲν δηλοῦν τὸ ἄοπλον καὶ τὸ ζώσαντο τὸ ὡπλισμένον—καὶ γὰρ Ὅμηρος τὸ ὁπλίζεσθαι ζώννυσθαι προσεῖπεν· ζώννυσθαι ἄνωγεν Ἀργείους—· ἢ τὸ ἄζωστοι τὸ μηδὲ ζώνης δεηθῆναι, ὡς τὸν ἐπὶ ἔργον ἐξιόντα δεόμενον τοῦ μὴ ἐμποδίζειν τὸν χιτῶνα χωρὶς ζώνης περικεχυμένον πρὸς τὸ ἔργον, ἀλλὰ τὴν προθυμίαν φθάσαι τὸν ἐν τούτῳ λογισμόν, ὥσπερ τὸ ζώσασθαι τὸ διὰ τὴν εἰρημένην τῆς ζώνης περίθεσιν ἀναβολὴν παρασχεῖν τῇ πρὸς τὴν παροῦσαν χρείαν ἀπροφασίστως παρρησίᾳ.
χρῆμʼ ἐγκώμιον: πρᾶγμα ἐν αὐτῇ τῇ γειτονίᾳ· κώμας γὰρ ἔλεγον τοὺς τόπους.
ἄζωστοι ἔκιον: ἕτοιμοι ἦλθον.
πηοί: οἱ οἰκεῖοι.
πῆμα κακὸς γείτων: ταῦτα καὶ διὰ τῆς ἱστορίας ὁ Πλούταρχος ἐπιστώσατο· καὶ γὰρ Αἰτωλοὺς καὶ Ἀκαρνᾶνας Ἕλληνας ὄντας καὶ γείτονας ἐκτρῖψαι διὰ πλεονεξίαν ἀλλήλους, καὶ Χαλκηδονίους καὶ Βυζαντίους διὰ τὴν ἔμφυτον δυσμένειαν περὶ σκαλμοῦ διενεχθέντας ἐν τῷ Βοσπόρῳ ναυμαχῆσαι· καὶ ἐπὶ τῶν ἰδιωτικῶν γειτνιάσεων πολλὰ μὲν ἀγαθὰ συμβαίνειν διὰ ταύτας, ὡς ἐπὶ φλάκκου καὶ Κάτωνος, πολλὰ δὲ τὰ ἐναντία· τὰς γὰρ γειτνιάσεις ἀφορμὰς προξενεῖν ἐνίοτε πολλῶν ἐπηρειῶν. αὐτὸς μὲν οὖν τὸν βοῦν εἰς παράδειγμα παρέλαβε· δεῖ δὲ ἐκτείνειν ἐπὶ τὰ ὅμοια τὸν λόγον ὡς οὐκ ἂν οὐδὲν ἀπόλοιτο διὰ τὸν γείτονα. πρὸς ἃ καὶ οἱ παλαιοὶ νόμοι βλέποντες ἐδικαίωσαν τῶν ἀπολλυμένων τοὺς γείτονας τὴν τιμὴν συνεισάγειν.
ἔμμορε: εὔδηλον ὑπὸ θεοῦ.
ἔμμορέ τοι τιμῆς: λέγεται ὅτι Θεμιστοκλῆς χωρίον τι πιπράσκων ἐκέλευσε κηρύττεσθαι ὅτι ἀγαθὸν ἔχει γείτονα.
οὐδʼ ἂν βοῦς ἀπόλοιτο: ἔνιοι δὲ βοῦν ἐδέξαντο τὴν γυναῖκα ἀπὸ τοῦ ἀλφεσίβοια, ὅτι οὐδʼ ἂν γυνὴ μοιχευθείη εἰ μὴ γείτων κακὸς εἴη· ἢ οὐ μόνον τὸν κατὰ τὴν κώμην γείτονα, … ἀλλὰ τὰ κτήνη τὰ ἐν τῇ ἀγροικίᾳ ἢ πᾶν ὁτιοῦν κτῆμα.
εὖ μὲν μετρεῖσθαι: περὶ τῶν πρὸς τοὺς γείτονας συναλλαγμάτων ὁποῖον εἶναι παρακελεύεται· μετρεῖσθαί τε γὰρ καλῶς, τοῦτο δέ ἐστιν ὁμολογοῦντα χάριν ἐν τῷ μετρεῖσθαι τῷ μετροῦντι καὶ ἀποδιδόναι τὰ δοθέντα παρὰ τοῦ γείτονος αὐτῷ τῷ μέτρῳ. τοῦτο μὲν οὖν ὡς ἀναγκαῖον· τὸ δὲ αἴ κε δύνηαι καὶ λώιον, ἵνα τι κερδάνῃ καὶ ὁ γείτων ἄρξας τῆς χάριτος, ὡς μὴ μόνον ὅσον ἐλάβομεν ἀποδιδόναι, μετὰ δέ τινος προσθήκης τῆς ἡμῖν δυνατῆς. τοῦτο γὰρ καὶ ποιήσει καὶ ἡμᾶς αὖθις χρῄζοντας τυχεῖν ἐπαρκοῦντος τοῦ γείτονος. ἡ γὰρ περὶ τὰ μικρὰ τῶν συναλλαγμάτων ἔλλειψις τῆς χάριτος ἐμποδὼν γίνεται ἡμῖν περὶ τὰ μείζονα, προδιαβάλλουσα τὴν τῶν λαμβανόντων γνώμην ὡς ἀχάριστον· τοῦ δὲ πρέποντος τυχοῦσα προξενεῖ καὶ τὴν ἐν τοῖς μείζοσι τῆς χρείας ἐκπλήρωσιν.
μετρεῖσθαι: κιχρᾶσθαι, μερίζεσθαι.
λώιον: βέλτιον.
δύνηαι: ἐγχωρῇ.
ἄρκιον εὕρῃς: ἀρκετόν, ἕτοιμον· διαρκέσῃς.
μὴ κακὰ κερδαίνειν: τὰς ἄτας ταῖς ζημίαις εἶναι τὰς αὐτάς φησι, τὰ δὲ κέρδη περιποιητικά τινων ὠφελημάτων. ὅσοι οὖν κακὰ κερδαίνουσιν, οὗτοί εἰσιν οἱ αἰσχροκερδεῖς· τὰ δὲ κέρδη ταῖς ζημίαις ἶσα ἄνθρωποι κερδαίνουσι διὰ δὴ τὴν αἰσχροκέρδειαν ταύτην, μείζοσιν ἔσθʼ ὅτε ζημίαις ἐνίσχονται.
ἀρχὴ συμβουλίας.
τὸν φιλέοντα φιλεῖν: τούτους ὁ Πλούταρχος ἐκβάλλει τοὺς στίχους. ὁ γὰρ μέλλων λέγειν ὅτι τοῖς ἀγαθοῖς τὸ διδόναι προσήκει καὶ ὡς χαίρουσι διδόντες, ἄτοπος ἂν εἴη λέγων καὶ διδόναι τῷ διδόντι καὶ μὴ διδόναι τῷ μὴ διδόντι. οὕτω γὰρ ἂν τὰς δόσεις ἀναγκαίας ἐποίει, τὰς δὲ προκαθηγουμένας τῶν εὐεργεσιῶν ἐξέκοψεν.
προσεῖναι: προσιέναι.
δόμεν ὅς κεν δῷ: εἰς ἀπανθρωπίαν παρεισίησι τὸν βίον ὁ Ἡσίοδος· εἰ γὰρ ἐκδεξόμεθα μὴ μεταδιδόναι τισὶν ἕως οὗ λάβωμεν, οὐδὲν οὔτε ληψόμεθα οὔτε δώσομεν· ἀλλʼ ὃ βούλεται λέγειν τοιοῦτόν ἐστι· τῷ μέντοι μεταδοτικῷ, εἰ καὶ μηδὲν ἔχῃ, φαίνοιτο δʼ ἂν ὅτι ἀεὶ ἐδίδου· εἴπερ εἶχεν, μετεδίδου τῷ τοιούτῳ. αὐτὸς γάρ φησιν ἐπεξηγούμενος δώτῃ μέν τις ἔδωκε, τουτέστι τῷ μὲν μεταδοτικῷ ἔδωκέ τις, τῷ δὲ μὴ οὐκ ἔδωκέ τις.
δώτῃ μέν τις ἔδωκε: τὸν δότην καὶ ἀδότην· οὐ λέγει τὸν δεδωκότα πρότερον ἢ μὴ δεδωκότα—καὶ γὰρ ἂν καὶ τοῦτο ὑπεναντίως ἔλεγε τοῖς περὶ τῶν ἀγαθῶν δόγμασιν—, ἀλλὰ τὸν δωρητικὸν καὶ μὴ δωρητικὸν χαρίτων ἐμμελῶν καὶ χαριέντων. ὁ Πλούταρχος εἰκάζει τοὺς τοιούτους, ὅσοι προαίρεσιν δωρητικὴν ἔχουσι, τοῖς σφαιρίζουσιν οἳ λαβόντες τὴν ὑπʼ ἀλλοτρίων ῥιφεῖσαν οὔτε κατέχουσιν οὔτε ἀντιπέμπουσι τοῖς μὴ εἰδόσι σφαιρίζειν, ἀλλὰ τοῖς ἀντιπέμψαι δυναμένοις.
τῷ εὐμεταδότῳ καὶ εὐπροαιρέτῳ· τῷ ἀμεταδότῳ καὶ ἀπροαιρέτῳ.
δώτη: ἄκλιτόν ἐστι· τῷ μεταδοτικῷ, τῷ εὐσεβεῖ.
δὼς ἀγαθή: τὴν μὲν δωρεὰν ἀγαθόν τι τῷ διδόντι γίνεσθαι, τὴν δὲ ἁρπαγὴν ὀλεθρίαν εἶναι τῷ ἁρπάσαντι. καὶ τὴν αἰτίαν προσέθηκε, τὸν μὲν ἑκουσίως δόντα, καὶ εἰ μέγα τι δοίη, λέγων ἐφʼ ᾧ δέδωκε χαίρειν ὡς εὐεργέτην, τὸν δὲ ἀκουσίως ἀφῃρημένον, καὶ εἰ μικρὸν εἴη τοῦτο, παχνοῦσθαι καὶ ἀλγύνεσθαι διὰ τὴν ἀκούσιον ἀφαίρεσιν. εὖ δὲ καὶ τὸ τὸν ἑκουσίως δόντα εἰπεῖν τέρπεσθαι ὃν κατὰ θυμόν. οὐ γὰρ δεῖ τὴν δόσιν αὐτὸν κηρύττειν, ἀλλʼ ἐν ἑαυτῷ στέγειν καὶ ἔνδον ἔχοντα τὴν εὐέργειαν ἐπʼ αὐτῇ χαίρειν. οὕτως γὰρ ἔσται δῆλος οὐχὶ διὰ τὸν ἔπαινον δοὺς τὸν παρὰ τῶν ἄλλων, ἀλλὰ διʼ αὐτὸ τὸ καλὸν τῆς δόσεως, … εἶναι τὸ ἔργον. εἶπε γὰρ· μισθὸς δʼ ἀνδρὶ φίλῳ εἰρημένος ἄρκιος ἔστω· καί τε κασιγνήτῳ γελάσας ἐπὶ μάρτυρα θέσθαι· πίστιες δʼ ἄρʼ ὁμῶς καὶ ἀπιστίαι ὤλεσαν ἄνδρας. τούτους δέ τινες τοὺς στίχους ἐξέβαλον, ὁ δὲ Πλούταρχος ἐγκρίνει· δεῖν γὰρ καὶ τὸν φίλον συνεργὸν παραλαμβάνειν ἐπὶ ὡρισμένῳ μισθῷ· ἔχθραν γὰρ προξενεῖ τὸ τῆς ἀμοιβῆς μετὰ τὸ ἔργον ἐλλιπὲς ἀδοκήτως ὑπάρξαν. τούτῳ δʼ ὅμοιον καὶ τὸ τὰ πρὸς τοὺς ἀδελφοὺς συναλλάγματα μὴ ἀμάρτυρα ποιεῖσθαι—τὸ δʼ ἐπαχθὲς ἀφαιρῶν εἶπεν, ὅτι γελάσας, τουτέστιν ὡς παίζων καὶ μὴ σπουδάζων—· πολλοὺς γὰρ ἀπολέσθαι διὰ τὸ πιστεῦσαί τισιν οἷς ἀπιστεῖν δέον, ἀπιστῆσαι δὲ πάλιν οἷς πιστεῦσαι δέον. διὸ χρεία τῆς ἐπὶ τῶν μαρτύρων ὁμολογίας καὶ ἐπὶ τῶν ἀδελφῶν, καὶ τῆς ἐπὶ τοῦ μισθοῦ προομολογίας καὶ ἐπὶ τῶν φίλων.
δώς: δόσις.
ἅρπαξ: ἁρπαγή.
δότειρα: παρεκτική.
πάνυ ὡραῖον.
ἐπάχνωσεν: ἐλύπησεν· ἀπὸ τῆς πάχνης τῆς φθειρούσης.
εἰ γάρ κεν καὶ σμικρὸν ἐπὶ σμικρῷ: δοκεῖ μὲν ἀπηρτῆσθαι τοῦτο τοῦ προρρηθέντος· ἔχει δὲ καὶ συνέχειαν. ἐπειδὴ γὰρ εἶπεν ὅτι κἂν ᾖ σμικρὸν τὸ ἀφαιρεθὲν παχνοῖ τὸν ἀφαιρεθέντα διὰ τὴν ἀκούσιον ἀφαίρεσιν, ἐπήγαγεν ὅτι τὸ σμικρὸν ἐπισωρευόμενον μὲν μέγα τι γίνεται, ἀφαιρούμενον δὲ εἰς τὸ μηδὲν καταλήγει· ὥστε εἰκότως λυπεῖ καὶ τὸ σμικρὸν ἀφαιρούμενον. καὶ εἰ τοῦτο ἀληθές, ὀρθῶς Ἀριστοτέλης … ἔλεγεν ὅτι χείριστον τῶν ἐν τῷ βίῳ τὸ «μὴ παρὰ τοῦτο» λεγόμενον. εἰ γὰρ καταφρονοῖτο ὡς μικρὸν ἕκαστον καὶ ἐπιλέγοιμεν «μὴ παρὰ τοῦτο», κακῶς πράξομεν· ἐν μὲν οὖν οἰκονομίαις λιμώξομεν τοῦτο ἀεὶ ἐπᾴδοντες, ἐν δὲ τῇ διαίτῃ νοσήσομεν, πολλάκις μὲν παρορῶντες τὸ ὀρθόν, λέγοντες δὲ ταύτην τὴν φωνήν· ἡ γὰρ καθʼ ἓν ἕκαστον ἔλλειψις μεγάλην ἀθροίζει τοῖς παρορῶσι τὴν βλάβην.
εἰ γάρ κεν καὶ σμικρόν: ἔχει οὗτος ὁ στίχος συνέχειαν.
θαμά: πυκνῶς, συνεχῶς.
τάχα: ταχέως.
ὃς δʼ ἐπʼ ἐόντι φέρει: εἰ αἱ κατὰ μικρὸν ἀφαιρέσεις εἰς τὴν τοῦ παντὸς ἀπώλειαν ἄγουσιν, αἱ κατὰ μικρὸν προσθέσεις ἀεὶ ἐπὶ τὸ πλεῖον ὁδεύουσαι καὶ τῶν ἤδη προστεθέντων πλεῖον ἐπάγουσαι δῆλον ὡς εὐπορίαν περιποιοῦσι. τοῦτο οὖν καὶ κατακείμενον, ὅσον ἀεὶ ἐπισυνάγεται καὶ θησαυρίζεται, μὴ λυπεῖν τὸν συνάγοντα· τὴν δʼ ἀφαίρεσιν λυπεῖν, ὡς εἴρηται, διὰ τὴν ἐλπιζομένην διαφόρησιν τοιαύτης ἀφαιρέσεως γινομένης πολλάκις ἀκουσίου τοῖς ἀπολλύουσιν.
ἀλέξεται: ἀμύνεται.
αἴθοπα: καυστικόν.
οὐδὲ τό γʼ εἰν οἴκῳ:· οὐδὲ τὸ ἔχειν, φησί, πάντα ἐν τῷ οἴκῳ σαπρά. κρεῖσσον γὰρ τὸ εἰπεῖν «εἴσελθε φέρε» ἢ τὸ «ἔξελθε φέρε». καὶ γὰρ τὰ ἐν τῷ οἴκῳ κείμενα ἀσφαλέστερά εἰσιν. εἰ καὶ γὰρ ἐν ἀγρῷ ἔχει τις οἶνον εἰσιτητόν, οὐκ εὐχερές ἐστιν εἰσιέναι καὶ φέρειν.
κήδει: βλάπτει.
οἴκοι βέλτερον εἶναι: συμβουλεύει αὐτῷ ἀποκεῖσθαι πάντα.
τὸ θύρηφι: τὸ ἐκτός.
ἐσθλὸν μὲν παρεόντος ἑλέσθαι: ὅτι πρὸ τῶν χρειῶν εὐτρεπίζειν δεῖ τὰ ἐσόμενα χρήσιμα πρὸς τὰς χρείας ἐκ τούτου διδασκόμεθα. τότε γὰρ ἀπὸ τῶν παρόντων χρησόμεθα πᾶσιν ὅταν αὐτὰ προευτρεπισμένα ἔχωμεν· κἂν ἐν τῷ παρόντι οὖν ἄχρηστον ᾖ τι, φυλακτέον αὐτὸ πρὸς τὴν χρείαν εἰ μέλλοι ποτὲ χρήσιμον ἔσεσθαι· πῆμα γὰρ εἶναι τῷ θυμῷ χρῄζειν μέν τινος, ἀπεῖναι δὲ τοῦτο χρῃζόντων ἡμῶν.
ἅ σε φράζεσθαι ἄνωγα: ἅτινά σε παρακελεύομαι νοεῖν.
ἀρχομένου δὲ πίθου καὶ λήγοντος: καὶ ἐν τοῖς πατρίοις ἐστὶν ἑορτὴ Πιθοίγια, καθʼ ἣν οὔτε οἰκέτην οὔτε μισθωτὸν εἴργειν τῆς ἀπολαύσεως τοῦ οἴνου θεμιτὸν ἦν, ἀλλὰ θύσαντες πᾶσι μεταδιδόναι τοῦ δώρου τοῦ Διονύσου· καλῶς οὖν εἴρηται δεῖν ἀρχομένου πίθου κορέσασθαι καὶ τῇ ἑορτῇ συμφωνεῖν· δεῖν δὲ καὶ φειδοῦς ταμιευομένους τὴν ἀπόλαυσιν, ὥστε καὶ εἰσαῦθις ἡμῖν γενέσθαι καὶ αὖθις· εἰ δὲ ἀπαναλωθέντος τοῦ πλείστου τὸ λειπόμενον ὀλίγον εἴη, χαλεπὴν εἶναι τὴν φειδώ· τοῦτο γάρ, φησι, τάχα ἂν καὶ τραπείη καὶ ἄχρηστον γένοιτο τοῖς φεισαμένοις. τὸ μὲν οὖν ἀρχομένου—κορέσασθαι παιδεύει πρὸς κοινωνίαν, τὸ δὲ μεσσόθι φείδεσθαι πρὸς οἰκονομίαν· τὸ δὲ χαλεπὴν εἶναι τὴν ἐν τῷ πυθμένι φειδὼ πρὸς ἀπόλαυσιν τῶν κατὰ καιρῶν.
προτροπή.
ἀρχομένου δὲ πίθου: ἵνα ἀκριβὴς ᾖ ἡ παραίνεσις καὶ περὶ τῶν εὐτελῶν λέγει· τινὲς δὲ ἀλληγορικῶς λέγουσι τὸν λόγον εἶναι τῆς ἡλικίας ὥστε ἀρχόμενον αὐτὸν καὶ γηρῶντα ἀπολαύειν, κατὰ δὲ τὴν μέσην ἡλικίαν ἐργάζεσθαι.
μεσσόθι φείδεσθαι: ἵνα εἴπῃ κατὰ τὴν ἀρχὴν καὶ κατὰ τὸ τέλος τοῦ πίθου ἐσπουδασμένως πίνειν ὡς ἀσθενεστέρου· ὁ γὰρ μεταξὺ οἶνος ἰσχυρότερος ἅμα καὶ ἐπίμονος.
μηδὲ γυνή σε νόον πυγοστόλος:τὸν ἄτοπον τῶν γυναικῶν καλλωπισμὸν διὰ τῶν περιβλημάτων δηλοῖ τὸ ἐπίθετον, καὶ τὴν ἑταιρικὴν κολακείαν τὸ αἱμύλα κωτίλλειν. δεῖ οὖν ὑπὸ τούτων μὴ ἀπατᾶσθαι· ταῦτα γὰρ γυναικὸς εἶναι καλλωπιστικῆς καὶ ἀπατηλῆς ὁρώσης εἰς ἀπάντησιν τῆς καλιᾶς. κωτίλλουσα δὲ σημαίνει ἡδέα λέγουσα· καὶ γὰρ τὴν χελιδόνα κωτίλλειν λέγουσιν, ὥς ἐστι παρὰ Ἀνακρέοντι· «κωτίλη χελιδών».
πυγοστόλος: οἱ μὲν τὴν μαστροπὸν λέγουσιν, ἤγουν τὴν προαγωγόν, οἱ δὲ αὐτὴν τὴν γυναῖκα τὴν ἑταιρίδα τὴν περὶ τὴν πυγὴν στολιζομένην, τουτέστι κοσμοῦσαν ἐκεῖνα τὰ μέρη πανούργως τοῖς ἱματίοις· στέλλειν γάρ ἐστι τὸ κοσμεῖν. ἄλλοι δὲ τὴν κοσμοῦσαν τὰς χεῖρας· πυγούσιον γὰρ ὁ πῆχυς κεκαμμένων τῶν δακτύλων· λέγεται στόλος καὶ ἡ πορεία.
πυγοστόλος: ἡ κινοῦσα τὴν πυγὴν ἐν τῇ πορείᾳ ἢ ἀποστίλβουσα τὸ σῶμα.
πυγοστόλος: πυγὴ καλεῖται ἡ ἀπὸ τῶν νεφρῶν μέχρι τοῦ κάτω τοῦ ἀφεδρῶνος μερίς. ὁ δὲ νοῦς· μηδὲ γυνή σε ἐξαπατήσῃ τὸν νοῦν καὶ τὴν διάνοιαν, ἡ τὴν πυγὴν μετὰ τὸ ζωννύεσθαι εὐτρεπίζουσα πρὸς τὸ θεαθῆναι εὐειδής, παρεχομένη πανοῦργα καὶ κολακευτικὰ λέγουσα, τὴν σὴν οἰκίαν ἐρευνῶσα.
κωτίλλουσα: πανούργως κολακεύουσα.
διφῶσα: ζητοῦσα, πολυπραγμονοῦσα καὶ λέγουσα· δεῖξόν μοι τὸν οἶκόν σου.
ὃς δὲ γυναικὶ πέποιθε: τοῦτον ὁ Πλούταρχος χαράττει τὸν στίχον. σημαίνει δὲ τοὺς φηλήτας τοὺς ἀφαιρεῖσθαί τι καὶ ἐκφορεῖν ἐθέλοντας, παρὰ τὸ ἀφαιρεῖν καὶ ὑφελεῖν τοῦ ὀνόματος αὐτοῖς τεθέντος.
πέποιθε: ἐλπίζει.
φιλήτῃσι: κλέπταις, λῃσταῖς· κατὰ εὐφημισμόν.
μουνογενὴς δὲ πάις: δόξειεν ἂν ἄτοπος ὁ στίχος εἶναι καὶ ἀγανακτοῦντος ὅτι γέγονεν οὐ μόνος τῷ πατρί. μήποτέ φησιν ὁ Πλούταρχος, καὶ Πλάτων ἕπεται τῷ Ἡσιόδῳ καὶ Ξενοκράτης καὶ Λυκοῦργος πρὸ τούτων· οἳ πάντες ᾤοντο δεῖν ἕνα κληρονόμον καταλιπεῖν· καὶ τοῦτο ἦν τὸ ὑπὸ Ἡσιόδου λεγόμενον. δοκεῖ δὲ ἡ λέξις εὐχομένου εἶναι καὶ οὐχὶ συμβουλεύοντος· τὸ γὰρ σῴζοι πατρώιον οἶκον εὐκτικόν ἐστι, ὥστε εἶναι τὸν λόγον· εἰ καὶ μὴ πλείους εἶεν παῖδες, ἀλλὰ μονογενής, οὗτός γε σῴζοι τὸν οἶκον. τὸ δʼ ἑπόμενον στιχίδιον ἔτι μᾶλλον λύει τὴν διαβολήν.
παροιμιῶδες.
μουνογενὴς δὲ πάις: εἷς παῖς, φησιν, ἀρκείτω, ἵνα μὴ ἡ περιουσία εἰς πλείονας διαιρεθεῖσα ποιήσῃ τοὺς λαμβάνοντας πένητας ἢ ἵνα μὴ περὶ τῶν ὑπαρχόντων ἀεὶ μάχωνται οἱ πλείους, οἷα καὶ αὐτὸς πέπονθε πρὸς τὸν Πέρσην διαιρούμενος. τὸ δὲ γηραιὸς δὲ θάνοις παρέγγραπτον ὡς ἀδιανόητον.
μουνογενὴς δὲ πάις: εἷς παῖς, φησιν, ἀρκείτω σοι κατʼ ἀρχάς, ἕως οὗ ἴδῃς ὅτι ἡ περιουσία αὐξάνει· καὶ γὰρ τότε εἰ ἔχεις καὶ ἕτερον, ἡ ἔξοδος διαιρουμένη εἰς δύο τῶν παίδων ζημίαν σοι ποιεῖ· οὕτως εἴ ἐστί σοι, τάχʼ ἂν εἰς προκοπὴν ὁ βίος σου ἔλθοι, πρὸς δὲ τὸ γῆράς σου καὶ μέλλεις τεθνάναι τότε ἱκανοῦ ὄντος τοῦ βίου σου· εἰ φιλοτεκνεῖς, καὶ ἄλλον ἕνα υἱὸν κτῆσαι, προστίθησι δὲ τῷ ἀδελφῷ ὁ ποιητής, ἵνα μὴ εἴπῃ αὐτῷ ὁ ἀδελφὸς ὅτι εἰ ὅλοι ἕνα παῖδα ἔχουσι, καὶ ὁ πατὴρ ἡμῶν πῶς εἶχε δύο;
μουνογενὴς δὲ πάις: ἰστέον δὲ ὅτι οὐ καθολικῶς ταῦτα ἀπεφήνατο, ἀλλὰ πρὸς ἑαυτὸν καὶ οἰκείων πραγμάτων ἕνεκα χαλεπαίνων· ἢ τὸν πρότερόν σου υἱὸν δοὺς εἰς γάμον καὶ μετὰ ταῦτα ποιήσας ἄλλον υἱὸν ἑτέρου οἴκου ἐπιμελήθητι, ὅπως ἂν ὦσιν ἀποκεκληρωμένοι τοῦ πατρὸς καὶ μὴ καθʼ ἑαυτοὺς μερίσαντες ζυγομαχῶσιν ὥσπερ ἡμεῖς ὁμῶς περὶ τὴν ἀρχήν. εἰ καὶ πλείονας παῖδας κτήσῃ καὶ φιλόθεος ᾖς, ῥᾳδίως καὶ τοῖς πλείοσι δώσει ὁ Ζεὺς μερίδα πλούτου, ἀλλὰ τῶν πλειόνων παίδων πλεῖόν ἐστιν ἡ φροντὶς τῷ πατρὶ καὶ μείζων ἡ ἔξοδος καὶ ἡ προσθήκη. καὶ διὰ τί, ὡς εἶπεν αὐτῷ, καὶ πλείονας παῖδας ἔχων, εἰ φιλόθεος ᾖς, δύναται αὐτοὺς ὁ Ζεὺς πλουτίσαι; πῶς πάλιν λέγει ὅτι μείζων ἡ φροντίς σοι γίνεται; καί φασιν ὅτι ἐργαζομένῳ τῷ Πέρσῃ ὑπισχνεῖται ὁ ἀδελφὸς βοήθειαν ἔχειν παρὰ τοῦ θεοῦ. καὶ γὰρ λόγος ἐστὶν ὁ λέγων· «τῷ δʼ αὖ πονοῦντι καὶ θεὸς συλλαμβάνει», καὶ μὴ θέλοντι κόπον πολὺν ὑπομένειν διὰ τὸ πολλὰ τέκνα διατρέφειν, ἕνα παραινεῖ πρῶτον ἔχειν.
ῥεῖα δέ κεν πλεόνεσσι: ἀφʼ οὗ δῆλον ἐποίησεν ὅτι εὔχεται μὲν καὶ πλείους εἶναι παῖδας καὶ περιουσίαν ἐκ Διὸς πλείοσιν ἀρκοῦσαν· εἰ δὲ μὴ μονογενεῖ παιδὶ δυναμένῳ εὐπορίαν περιποιῆσαι.
ῥεῖα δέ κεν πλεόνεσσι: τῷ δὲ θεῷ εὐχερές ἐστι καὶ τοὺς πλείονας θρέψαι.
ἄσπετον: πολύν.
πλείων μὲν πλεόνων μελέτη: μελέτην μὲν λέγει τὴν φροντίδα παρὰ τὸ μέλλειν, ἐπιθήκην δὲ τὴν ἐπάχθειαν καὶ τὴν βαρύτητα τὴν ἀπὸ τῆς φροντίδος. ὁ δὲ ὅλος νοῦς· ἐὰν πλείους οἱ παῖδες ὦσι, πλείων μὲν ἀναγκαίως ἔσται ἡ φροντὶς τῆς περιουσίας· ἡ δὲ ἀπὸ τῆς φροντίδος ἐπάχθεια μείζων καὶ πολλῆς δεομένη τῆς ἐκ τοῦ Διὸς προνοίας. μήποτε δέ φησιν ὁ Πλούταρχος· ἐκεῖνο λέγει τὸ τοῦ Λάμπιδος, ὅτι πλείων μὲν ἡ φροντὶς ἐπὶ τοῦ πλείονος πλούτου, μείζων δὲ ἡ ἐπίδοσις—ἣν ἐπιθήκην εἶπεν—αὐτοῦ συναύξοντος ἑαυτὸν τοῦ πλούτου διὰ τὴν τῶν ὀργάνων εὐπορίαν καὶ τῶν ὑπηρετῶν. ὃ καὶ ὁ Λάμπις εἴρηκεν ἐρωτηθεὶς πῶς ἐκτήσατο τὸν πλοῦτον· «τὸν μὲν γὰρ ὀλίγον, ἔφη, χαλεπῶς, τὸν δὲ πολὺν ῥᾳδίως πολλῶν ὄντων ἤδη τῶν ὑπουργούντων».
μελέτη: φροντίς.
ἐπιθήκη: προσθήκη.
σοὶ δʼ εἰ πλούτου θυμὸς ἐέλδεται: τὰ μὲν ἔμπροσθεν ῥηθέντα πάντα κοινὰ παιδεύματα ἦν εἰς πολιτικὴν τείνοντα ζωήν, ἀναμιμνήσκοντα τῶν τῆς κακίας αἰτιῶν καὶ τῆς ποικιλίας τῶν βίων καὶ τυποῦντα γνώμαις τισὶ τὸ ἦθος. τὰ δὲ ῥηθησόμενα τῶν μὲν κακοπραγιῶν ἀπάγει τὸν ἀκροατήν, ἄγει δὲ ἐπὶ τὸν γεωργικὸν βίον καὶ τὸν ἐκ τούτου δίκαιον πόρον, καιροὺς ὑπογράφοντα καὶ τύπους ἀροτριάσεων, ἀμήτου, φυτείας, τρυγητοῦ, τῶν τοιούτων πάντων. τούτοις δὲ ἑξῆς περὶ ναυτιλίας διαλέξεται τοῖς καὶ ἀπὸ ταύτης τρέφεσθαι βουλομένοις ὁμοίως ὑπογράφων τὰς τοῦ πλεῖν ὥρας καὶ τὰς τῶν πλοίων ἐπιμελείας.
ὧδʼ ἔρδειν: οὕτως πράττε.
ἔργον ἐπʼ ἔργῳ: ἀδιαλείπτως.
Πληιάδων Ἀτλαγενέων ἐπιτελλομενάων: ὁ μὲν Ἄτλας λέγεται παῖς Ἰαπετοῦ τὸν οὐρανὸν ἀνέχων καὶ τὰς κίονας, αἳ γαῖάν τε καὶ οὐρανὸν ἀμφὶς ἔχουσιν, αὐτὸς κατὰ μίαν συνοχὴν ἱδρύσας δυνάμεις εἰληχὼς διοριστικὰς οὐρανοῦ καὶ γῆς, διʼ ἃς ὁ μὲν ἐξῃρημένος τῆς γῆς περὶ αὐτὴν δινεῖται τὸν ἀεὶ χρόνον, ἡ δὲ ἐν μέσῳ σταθερῶς κειμένη πάντα λοχεύει μητρικῶς ὅσα γεννᾷ πατρικῶς ὁ οὐρανός. ταύτας γὰρ τὰς δυνάμεις τὰς ἀμφοτέρων ἀκλινῶς τὸν διορισμὸν τηρούσας κίονας ἐκάλεσεν, αἳ γαῖάν τε καὶ οὐρανὸν ἀμφὶς ἔχουσιν· ὃ δηλοῖ τὸ χωρὶς ἀλλήλων εἶναι καὶ ἄμικτα ἀλλήλοις ἀϊδίως. τούτου δὲ παῖδας τὰς Πλειάδας ἐμυθολόγησαν ἑπτὰ οὔσας· τὴν Κελαινώ, τὴν Στερόπην, τὴν Μερόπην, τὴν Ἠλέκτραν, τὴν Ἀλκυόνην, τὴν Μαῖαν, τὴν Ταϋγέτην. πάσας ταύτας δυνάμεις ἀρχαγγελικὰς τῶν ἑπτὰ σφαιρῶν τοῖς ἀρχαγγέλοις ἐφεστώσας, τὴν μὲν Κελαινὼ τῆς Κρονίας σφαίρας, τὴν δὲ Στερόπην τῆς τοῦ Διός, τὴν δὲ Μερόπην τῆς τοῦ Ἄρεος, τὴν δὲ Ἠλέκτραν τῆς τοῦ Ἡλίου, τὴν δὲ Ἀλκυόνην τῆς τῆς Ἀφροδίτης, τὴν δὲ Μαῖαν τῆς τοῦ Ἑρμοῦ, τὴν δὲ Ταϋγέτην τῆς τῆς Σελήνης. καὶ δῆλαι τούτων αἱ αἰτίαι. μίαν δὲ ἄρα τῶν ἑπτὰ σύνταξιν ἐν τῷ ἀπλανεῖ τετάχθαι καθάπερ ἄγαλμα ἐνουράνιον, ὃ δὴ Πλειάδα προσαγορεύουσιν, ἄστρον ἐμφανὲς καὶ τοῖς ἰδιώταις ἐν τῷ Ταύρῳ κατεστηριγμένον ταῖς ἀνατολαῖς καὶ ταῖς δύσεσι παμπόλλην τοῦ ἀέρος τροπὴν ἐργαζόμενον. τούτων οὖν τῶν Πλειάδων ἐπιτελλουσῶν ἄρχεσθαι κελεύει τοῦ ἀμήτου· ἐπιτέλλουσι δὲ ὅταν πρῶτον φαίνωνται πρὸ τοῦ ἡλίου τῆς ἀνατολῆς— ἐπιτολὴ γάρ ἐστιν ἑῴα μὲν ἡ πρὸ τῶν ἡλιακῶν αὐγῶν ἔμφασις, ἑσπερία δὲ ἡ μετὰ τὰς καταδύσεις εὐθὺς ἀνατολή· δύσις δὲ ἑῴα μὲν ἡ πρὸ τῶν ἀνατολῶν ὀλίγον εἰς τὸν δυτικὸν ὁρίζοντα ἄφιξις, ἑσπερία δὲ ἡ μετὰ τὰς καταδύσεις τοῦ ἡλίου εὐθὺς κατάδυσις—. ἐπιτέλλουσι μὲν οὖν καὶ αἱ Πλειάδες ἡλίου τὸν Ταῦρον διελθόντος ἀνέχουσαι πρὸ αὐτοῦ· καὶ τότε κελεύει ἄρχεσθαι τοῦ ἀμήτου. δυνουσῶν δὲ τὴν ἑῴαν δύσιν ἄρχεσθαι τοῦ ἀρότου, τουτέστιν ὅταν ὁ ἥλιος τὸν Σκορπίον ἤδη περατοῖ· τότε γὰρ ἑῷος ὁ Ταῦρος δύεται. ταῦτα δὲ εἰπὼν λέγει τούτοις ἐφεξῆς πόσον χρόνον αἱ Πλειάδες ὑπὸ ταῖς αὐγαῖς κρύπτονται ταῖς ἡλιακαῖς· καὶ ὅτι τεσσαράκοντα ἡμέρας. καὶ γὰρ πρὸς τῷ τέλει τοῦ Κριοῦ ἡλίου ὄντος, ἤδη κρύπτονται καὶ εἰς Σκορπίον μεταβάντος ἔτι ὡσαύτως· καὶ οὐ μόνον τὸν Ταῦρον διϊόντος φαίνονται, ἀλλὰ καὶ εἰς Ζυγὸν ἤδη ἐπιτέλλουσι.
Πληιάδων: Ἄτλαντος τοῦ Ἰαπετοῦ καὶ Αἴθρας τῆς Ὠκεανοῦ, ἣν καὶ Πληιόνην ὡς ἀπὸ τοῦ πλήθους τῶν παίδων φησὶν ὁ ποιητής … θυγατέρες ἐγένοντο δώδεκα, εἷς δὲ υἱὸς Ὕας ὀνόματι, ὃν ἐν Λιβύῃ κυνηγετοῦντα ὄφις κτείνει. καὶ αἱ μὲν πέντε τὸν ἀδελφὸν θρηνοῦσαι ἀπόλλυνται, αἱ δὲ λοιπαὶ ἑπτά, ἤτοι αἱ πλείους, ἐλεηθεῖσαι κατηστερίσθησαν τῷ οὐρανῷ, Πληιάδες ὡς ἀπὸ τοῦ πλήθους κληθεῖσαι. ὧν τὸν ἕβδομον ἀμαυρὸν εἶναί φασι καὶ εἶναι τὴν μητέρα Δαρδάνου Ἠλέκτραν, μίαν οὖσαν τῶν Πληιάδων, ἥτις πορθουμένης τῆς Τροίας τὴν ἀδελφικὴν πέφευγε συνοδίαν καὶ πρὸς τὸν ῥυμὸν τῆς Ἁμάξης ἐξέδραμεν. ὅθεν πολλοὶ ἀλώπεκα ταύτην φασὶ τὸ ζυγόλωρον ἐσθίουσαν.
Πληιάδων: Πλειάδες δὲ Διονύσου τροφοί, θυγατέρες Πληιόνης καὶ Ἄτλαντος.
Πληιάδων: Πλειάδες λέγονται ἢ ἀπὸ Πληιόνης ἢ ἀπὸ τοῦ πολλοῖς εἶναι χρειώδεις ἢ ἀπὸ τοῦ εἰς πελείας μεταμορφωθῆναι ἐκ τοῦ φεύγειν τὸν Ὠρίωνα ὡς τοξότην ἢ ἀπὸ τοῦ πολεῖν ἐκ περιόδου καὶ συμπληροῦν τὸν ἐνιαυτόν, ἐξ ὧν καὶ πλειὼν ὁ ἐνιαυτός· ἢ ὅτι πλείους εἰσὶ κατὰ συναγωγὴν ἢ ὅτι πλείους εἰσὶ κἂν ἑπτὰ δοκῶσιν ἢ παρὰ τὸ πλησίον κεῖσθαι πλησιάδες τινὲς οὖσαι.
Πληιάδων: δώδεκα ὥρας τῆς νυκτὸς προανατέλλουσι τοῦ ἡλίου κατὰ τὴν ἀνατολὴν μετὰ παρέλευσιν τοῦ Ταύρου, ἤτοι μηνὸς Μαΐου. ἐπιτολὴ γάρ ἐστιν ἡ μικρὸν πρὸ τοῦ ἡλίου τῶν Πλειάδων ἀνατολή. δώδεκα δὲ ὥρας τῆς νυκτὸς πρωϊναὶ δύσεις ἐν τῷ μεταξὺ τοῦ Ζυγοῦ καὶ τοῦ Σκορπίου, ἤτοι Ὀκτωβρίου μηνὸς ὅτε ὁ σπόρος.
Πληιάδων: ἐν τοῖς ἔμπροσθεν προτρεψάμενος αὐτὸν ἐργάζεσθαι ἐντεῦθεν λοιπὸν ὑποτίθεται πῶς καὶ πότε δεῖ. τοὺς δὲ καιροὺς τοῦ δεῖν τι πράσσειν οἱ παλαιοὶ καὶ ἀπὸ τῶν ἄστρων ἐτεκμαίροντο καὶ ἀπὸ τῶν βοτάνων καὶ φυτῶν καὶ ζῴων. βούλεται οὖν αὐτῷ ὑποθέσθαι πότε δεῖ σπείρειν καὶ πότε θερίζειν· καί φησιν ὅτι Πλειάδων δυνουσῶν—τοῦτο δὲ δεῖ προσεκδέξασθαι τὸ ἕωθεν— δεῖ ἄρχεσθαι τοῦ ἀρότου, καὶ θερίζειν ἀνατελλουσῶν— τοῦτο δὲ δεῖ πάλιν προσεκδέξασθαι τὸ ἕωθεν—· ἐὰν γὰρ μὴ οὕτω συνεκδεξώμεθα, ἀσαφὲς τὸ λεγόμενον· ἕκαστον γὰρ τῶν ἄστρων ἑκάστῃ ἡμέρᾳ καὶ δύνει καὶ ἀνατέλλει. ἅπαξ δὲ τοῦ ἔτους σὺν ἡλίῳ ἀνατέλλει καὶ ἅπαξ ἑῴαν δύσιν ποιεῖται, αἵτινες σημαίνουσι τί τῶν ἔργων ἐστί. Πλειάδων ἑῴα ἀνατολή, ὅταν ὁ ἥλιος ᾖ ἐν Ταύρῳ· δύσις δὲ ἑῴα, ὅταν ὁ ἥλιος ᾖ ἐν Σκορπίῳ. ἀνατολὴ γάρ ἐστιν ἡ σὺν τῷ ἡλίῳ τῶν ἄστρων ἀναφορά· ἐπιτολὴ δὲ ἡ φανέρωσις τῶν ἄστρων ἡ μετὰ τὴν κρύψιν τὴν ἡλιακήν· ὅτε δὲ δύνει ζῴδιον μετὰ τοῦ ἡλίου ἑσπερία δύσις.
Ἀτλαγενέων: τὸ δὲ Ἀτλαγενέων φασὶ γελοῖον· ἔδει γὰρ εἰπεῖν Ἀτλαντογενέων.
ἐπιτελλομενάων: τοῦτο κοινόν ἐστι πανταχοῦ τῶν ἀπλανῶν ἄστρων οὐκ ἴδιον τῶν Πλειάδων. ὁ γὰρ ἥλιος λάμπει τὸν σύνεγγυς αὐτοῦ ἀστέρα εἴκοσι μοίρας, ὥστε συμβαίνει ἑκάστῳ αὐτῶν προσιόντος τοῦ ἡλίου καὶ πρὸς εἴκοσι μοίρας ὄντος καταλάμπεσθαι, καὶ πάλιν ὁμοίως ἕως ἂν ἐξαλλάξῃ μετὰ εἴκοσι μοίρας ἕκαστον ζῴδιον, μετὰ μʹ μοίρας … διερχόμενος τοῦ ἡλίου· γένοιτʼ ἂν ἕκαστον τῶν ἀπλανῶν ἡμεράς μην· ἐν πρώτοις δὲ φαίνονται ἀρχομένου θερισμοῦ, τουτέστιν ἕωθεν ἀνατέλλουσι.
ἀρότοιο δὲ δυσομενάων: πρὸς φιλάργυρον καὶ λέγεται, ὃς καὶ ἀπὸ θέρους ἤρξατο. ἔδει δὲ πρῶτον περὶ σπόρου εἰπεῖν.
ἀρότοιο δὲ δυσομενάων: εἰ μὲν ἄροτον τὸν νεατόν φησι, τὴν ἀπὸ τοῦ Ταύρου εἰσβολὴν πρὸς τοὺς Διδύμους τοῦ ἡλίου φησίν, Ἰουνίου εʹ· εἰ δὲ ἄροτον τὸν σπόρον φησί, τὸν καιρὸν δηλοῖ καθʼ ὃν ὁ ἥλιος εἰς τὸν Σκορπίον ἐμβάλλει, Ὀκτωβρίου καὶ Νοεμβρίου.
αἳ δή τοι νύκτας: αἵτινες Πλειάδες Μαΐου μηνὸς κατὰ τὴν ιγʹ ἐν τῷ Ταύρῳ κείμεναι προανατέλλουσι τοῦ ἡλίου, αὐτοῦ τοῦ ἡλίου μετὰ τὴν κʹ τοῦ Ἰουνίου ἐν τοῖς Διδύμοις ὄντος. δύνουσι δὲ αὗται κατὰ τὴν ιγʹ τοῦ Νοεμβρίου μηνὸς τοῦ ἡλίου μετὰ τὴν κʹ τοῦ Δεκεμβρίου μηνὸς ἐν τῷ Τοξότῃ ὄντος.
αἳ δή τοι: ἐν ἀρχῇ τοῦ Κριοῦ μηνὸς ιʹ μοῖραν καὶ καʹ πρὸ μοίρας τοῦ Ταύρου, καὶ προλάμποντος τοῦ ἡλίου καὶ προδύνοντος.
χαρασσομένοιο σιδήρου: τοῦ πρὸς ἄμητον χρησίμου· καὶ προσέθηκε περιπλομένου ἐνιαυτοῦ δηλῶν ὅτι οὕτως ἀεὶ γίνεται διὰ τὴν ἐγκύκλιον τοῦ ἡλίου κίνησιν ἐν τεταγμένοις χρόνοις τὸν ζῳδιακὸν κύκλον περιπολοῦντος καὶ τὰ μὲν ἀπολείποντος τῶν ζῳδίων, τὰ δὲ ἐπιόντος. καὶ ἃ μὲν ἀπολείπει τούτων αὐτοῦ προανατελλόντων, οἷς δὲ σύνεστι τούτων αὐτῷ συνανατελλόντων. ὧν δὲ γίνεται ἀπʼ ἐναντίας τούτων ἀνατελλόντων μὲν ὅτε καταδύεται· καταδυομένων δὲ ὅταν αὐτὸς ἀνατέλλῃ καὶ τὸ ζῴδιον ἐν ᾧ ἐστιν.
οὗτός τοι πεδίων πέλεται νόμος: πάσας περικόπτων τὰς προφάσεις τῶν ἀναβαλλομένων τὸν ἄμητον ἢ τὸν σπόρον, αἷς προφασίζονται λέγοντες ἢ πεδινὴν ἢ ὀρεινὴν οἰκεῖν γῆν καὶ διὰ τοῦτο μὴ ὅτε οἱ ἄλλοι σπείρειν ἢ θερίζειν, ἐγκελεύεται μόνον τὸν καιρὸν ἐπιτηρεῖν—τοῦτον γὰρ νόμον ἀμήτου καὶ ἀρότου καιρὸν τῶν πεδινῶν, τῶν ὀρεινῶν, τῶν παραλίων—καὶ δεῖν ἀπροφασίστως ἐν τούτῳ καὶ ἀμᾶσθαι καὶ ἀροτριᾶν ἁπαξάπαντας τοὺς γεωργούς.
οὗτός τοι πεδίων: καὶ τοῖς οἰκοῦσι πλησίον τῆς θαλάσσης καὶ τοῖς οἰκοῦσι ἐν τοῖς ὀρεινοῖς καὶ βαθέσι τόποις, ἐν χώρῳ πόρρωθεν οὖσι τοῦ πόντου καὶ πλησιάζουσι τῇ θαλάσσῃ, ὅτι ἀνὰ πᾶσαν τὴν γῆν ὁ αὐτὸς νόμος ἐστὶ τοῦ καιροῦ καὶ τοῦ ἀροτριᾶν καὶ τοῦ θερίζειν· μία γὰρ ἡ φύσις καὶ ἡ κρίσις τῶν τόπων πλατυκῶς.
γυμνὸν σπείρειν: τὰ τῆς γεωργίας ἔργα—σπείρειν, βοηλατεῖν, θερίζειν—, πάντα κελεύει γυμνὸν μετιέναι δηλῶν ὅτι τοῦ ἀέρος ὄντος εὐδιεινοῦ ταῦτα δὴ ποιητέα καὶ μήτε κρυμώδους ὄντος μήτε ὕοντος τοῦ θεοῦ· οὕτω γὰρ καὶ αἱ βλαστήσεις ἔσονται εὐφυεῖς καὶ αἱ συγκομιδαὶ τῶν καρπῶν ἐπωφελεῖς. φασὶ δέ τινες χρῆναι τὰς νειοὺς μετὰ χειμῶνα πολεῖν, στρέφειν δὲ αὖ τὴν ἄρουραν ἐν τῷ νεάζειν, καὶ σπείρειν οὐκ οὖσαν κατάξηρον. κάλλιον δέ φησι ὁ Πλούταρχος μετὰ τὸν σπόρον ὑετὸν συμβῆναι ἢ πρὸ τοῦ σπόρου. δῆλον δέ· τὰ γὰρ μετὰ Πλειάδα σπαρέντα καὶ πρὸ τροπῶν φύεσθαι ἑβδομαῖα—ἐν Αἰγύπτῳ δὲ καὶ τριταῖα—, τὰ δὲ μετὰ τροπὰς μόλις ἐν τριπλασίῳ τούτου τοῦ χρόνου· οὕτως τὸ ἐπιγενέσθαι ὑετὸν ἀγαθὸν μᾶλλον ἢ τὸ προγενέσθαι. οἱ δὲ ἀρχαῖοι καὶ πρωϊαίτερον ἔσπειρον ὡς δῆλον ἐκ τῶν Ἐλευσινίων τελετῶν, ἐν αἷς ἐλέγετο· πάριθι, Κόρη, γέφυραν ὅσον οὔπω τρίπολον δή.
γυμνὸν—δʼ ἀμάειν: πρὸ ψύχους, φησίν, ἐν ᾧ δυνήσῃ γυμνὸς εἶναι καὶ βουσὶν ἐπακολουθεῖν. ἀντὶ τοῦ· πρώϊμος ἢ πρόθυμος ἔσῃ πρὸς τὸ ἔργον μὴ φορῶν τὸ ἱμάτιόν σου, ἵνα μὴ ἐμποδίζῃ ὑπʼ αὐτοῦ.
βοωτεῖν: ἢ τὸ ἀροτριᾶν ἢ τὸ βοῦς βόσκειν.
ἀμάειν: συναθροίζειν ἢ θερίζειν.
εἴ χʼ ὥρια πάντʼ ἐθέλῃσθα: εἴ γε ὥριμα πάντα θέλεις ἀπὸ τῆς γῆς κομίζεσθαι.
μή πως τὰ μεταξὺ χατίζων: ταῦτα πρὸς τὸν ἀδελφὸν ἰδίως ἀπέστρεψεν ἀπάγων αὐτὸν τῆς ἀργίας καὶ τοῦ πτωχεύειν, ὅ ἐστι πτώσσειν ἀλλοτρίους οἴκους. καὶ γὰρ ὁ πτωχὸς εἴρηται παρὰ τὸ πτώσσειν καὶ ὑποκατακλίνεσθαι τοῖς δοῦναι δυναμένοις. συμβαίνει δὲ καὶ ἀναισχυντεῖν τοῖς δεομένοις πολλάκις προσιοῦσι τοῖς εὐπόροις, καὶ μὴ διδόντων μάταια λέγειν αὐτούς. χρῆναι οὖν φησι διὰ τῶν ἔργων εὐπορίαν ἀγείρειν καὶ τὸν λιμὸν διώκειν οὐ διὰ τοῦ πτωχεύειν· καὶ ἀναιδοῦς ὄντος, εἰ γίγνοιτο πολλάκις, καὶ ματαίου, τῶν ἐπαρκεῖν δυναμένων οὐκ ἀεὶ ὑπακουσομένων, …
μεταξύ: μετὰ τὴν συγκομιδὴν τῶν καρπῶν. μεταξὺ ἐν τῷ μετὰ ταῦτα, τουτέστι μετὰ τὸ ἐξελθεῖν τὸν καιρὸν τοῦ δεῖν τι πράσσειν, χρονίζων πλανᾷ ἄλλοτε πρὸς ἄλλον προσαιτῶν καὶ μηδὲν ὠφελούμενος.
ὡς: ὅμοιον τό· ἕως πότε, ὀκνηρέ;
οὐκ ἐπιδώσω: οὐ χαριοῦμαι· ἐντεῦθεν καὶ δωτίνη ἡ δωρεά.
οὐκ ἐπιμετρήσω: ἀντὶ τοῦ οὐ χρήσω.
θεοὶ τεκμήραντο: καλῶς εἶπε τὸ τεκμήραντο· ἀπὸ γὰρ τῶν στοιχείων τεκμαιρόμεθα καὶ ἐργαζόμεθα πρᾶγμα.
μή ποτε σὺν παίδεσσι γυναικί τε: δεινῶν δεινότερον τὸ μετὰ γυναικὸς καὶ τέκνων χρῄζειν.
οἶκον μὲν πρώτιστα γυναῖκά τε: τρία ταῦτα ἀναγκαῖα πρῶτα πρὸς εὐπορίαν· ὁ οἶκος ὡς δεξόμενος, ἡ γυνὴ ὡς φυλάξουσα, ὁ βοῦς ὡς ἐργασόμενος. εἰπὼν δὲ γυναῖκα, ἵνα μὴ τὴν συντεκνοποιήσουσαν οἰηθῇς, ἐπήγαγε κτητήν, οὐ γαμετήν, ἥ τις καὶ βουσὶν ἕποιτομετὰ τοῦ φυλάσσειν τὸν οἶκον· διὰ τοῦτο γὰρ εἶπε καὶ βουσὶν αὐτὴν ἕπεσθαι, διότι καὶ ἄλλην πληρώσει χρείαν. οὐ λέγει οὖν παλλακήν, ἀλλὰ φύλακα τοῦ οἴκου καὶ τῶν βοῶν. μάτην οὖν λέγουσι οἱ περὶ Τίμαιον Ἡσιόδῳ τὸν Ἀριστοτέλην πειθόμενον μετὰ τὴν τῆς γυναικὸς τελευτὴν Ἑρπυλλίδι συνεῖναι τῇ θεραπαίνῃ ἐξ ἧς αὐτὸν σχεῖν υἱόν.
χρήματα δʼ εἰν οἴκῳ πάντʼ ἄρμενα ποιήσασθαι: πάντα ὅσα πρὸς γεωργίαν ὄργανα χρήσιμα προεῖπε χρήματα. μετὰ γὰρ τὰ ἔμψυχα ὄργανα καὶ λογικά, οἷον ἦν ἡ ὠνὴ τῆς γυναικός, καὶ τὰ ἔμψυχα καὶ ἄλογα, οἷον ὁ βοῦς, τὰ ἄψυχά φησι χρῆναι παρασκευάζειν καὶ ἔχειν οἴκοι κείμενα· καὶ τὴν αἰτίαν προστίθησιν.
χρήματα δʼ εἰν οἴκῳ: πάντα ὅσα πρὸς γεωργίαν ὄργανα χρήσιμα προεῖπε χρήματα. μετὰ γὰρ τὰ προρρεθέντα τρία, ἤγουν μετὰ τὸν οἶκον, μετὰ τὴν ὠνητὴν γυναῖκα καὶ μετὰ τοὺς βόας, παρακελεύεται παρασκευάζειν καὶ ἔχειν οἴκοι πάντα τὰ χρειώδη τῶν γεωργικῶν ἐργαλείων καὶ τὰ λοιπὰ ἄρμενα καὶ ἁρμόδια καὶ μὴ τοῦ πρέποντος ἀποδέοντα· καὶ τὴν αἰτίαν προστίθησιν.
πάντʼ ἄρμενα ποιήσασθαι: πάντα δὲ τὰ πράγματά σου ἐπιτήδεια ἔστωσαν ἐν τῷ οἴκῳ σου, ἵνα μὴ ἀναγκασθῇς …
μὴ σὺ μὲν αἰτῇς ἄλλον, ὃ δʼ ἀρνεῖται, σὺ δὲ τητᾷ: εἰ μὴ ἔχοις ἐν τῷ οἴκῳ πάνθʼ ὅσα δεῖ τὸν τὴν γῆν ἐργαζόμενον ἔχειν, τῆς ὥρας ἡκούσης τοῦ σπείρειν, εἰ τύχοι, ἢ ἀροτριᾶν ἢ θερίζειν, μὴ ἔχων, ἄλλον αἰτήσεις τὰ πρὸς τὴν χρείαν τῶν ἔργων τούτων οἷον ἄροτρον ἢ δρέπανον· ὁ δὲ οὐ δώσει, σὺ δὲ τητᾷ, τουτέστι στερίσκῃ τοῦ ὀργάνου καὶ τοῦ ἔργου—τὸ γὰρ τητᾶσθαι τὸ στερίσκεσθαι δηλοῖ —. τούτου δὲ συμβαίνοντος πάρεισιν ἡ προσήκουσα ὥρα τοῦ ἔργου, καὶ τὸ ἔργον ἐλαττοῦταί σοι κατὰ τὴν ὠφέλειαν, ἣν εἰκὸς ἦν σαυτῷ παρασχεῖν ἐν ὥρᾳ τῇ οἰκείᾳ γινομένῃ.
καὶ τοῦτο Σολομῶντος.
μηδʼ ἀναβάλλεσθαι ἔς τʼ αὔριον: τὸ μὲν ὑπερτίθεσθαι τῶν μέσων εἰώθασι λέγειν ὡς γινόμενον εὖ καὶ οὐκ εὖ, τὸ δὲ ἀναβάλλεσθαι πάντως οὐκ εὖ γίνεσθαί φασι· διὸ τοῦτον ἀποτρέπει τῆς ἀναβολῆς, οὐ τῆς ὑπερθέσεως. οἱ δὲ ἀναβαλλόμενοι οὕτως εἰώθασι λέγειν· «αὔριον ποιήσομεν», καὶ αὖθις ἐκείνης ἐλθούσης τὸ αὐτὸ λέγουσι· καὶ πάλιν τὸ αὐτὸ καὶ τέλος εἰς τὴν ἐσχάτην ἀφικνοῦνται τοῦ μηνός, τὴν ἔνην καλουμένην καὶ νέαν, εἶτα πάλιν εἰς τὴν νουμηνίαν ἀναβάλλονται ὡς ἐπιτηδείαν, εἰ τύχοιεν, ἣν μόνην ἔνην καλοῦσιν, ὡς καὶ αὐτὸς ἐρεῖ προϊών. συμπαρηκολούθησεν οὖν ταῖς τῶν ἀναβαλλομένων ἀεὶ φωναῖς τὸ δοκοῦν ἐκ τούτων συμβαίνειν μὴ πιμπλάναι τὴν καλιάν, ἀλλʼ ἀπορεῖν ἐτωσιοεργὸν μὲν ὄντα διὰ τὴν τῆς ὥρας τῶν ἔργων παρόρασιν, ἀναβλητικὸν δὲ διὰ τὴν εὐπορίαν πολλῶν τῶν αὔριον, ἕως ἂν μὴν ὅλος διαδράμῃ· πᾶν δέ φησιν ἔργον ἡ μελέτη συναύξει. μελέτην δὲ λέγει τὴν περὶ ἑκάστου φροντίδα καὶ ἐπιμέλειαν οὐκ ἀναβολαῖς χαίρουσαν.
καλιήν: καλιὰν κυρίως τὴν ἐκ κάλων οἰκίαν φησί· μήπω γὰρ εὑρεθέντων λίθων εἰς ἐργασίαν τούτοις τὰς οἰκίας εἰργάζοντο, ὡς καὶ νῦν καλιὰν τὴν ἐκ φύλλων φασίν, ἢ ἀπὸ ὀρόφων ἢ καλάμων ξύλων οἰκίαν· κᾶλον γὰρ τὸ ξύλον.
αἰεὶ δʼ ἀμβολιεργὸς ἀνήρ: διὰ τούτου σαφηνίζει τί καλεῖ ἔργον, ὅτι τὸ ὠφελοῦν, ὡς ἔμπροσθεν εἴπομεν, εἴπερ ὁ ἀμβολιεργὸς ἀνὴρ ἀεὶ ἐν ταῖς ζημίαις ἄλλαις ἐξ ἄλλων γίνεται. διότι γὰρ πᾶν ἔργον ὠφέλιμον· ὅστις ἀναβολαῖς ἐπὶ τούτῳ χρῆται, καὶ τῆς ἀπʼ αὐτοῦ στέρεται ὠφελείας· τῶν δὲ μοχθηρῶν ἔργων αἱ ἀναβολαὶ ὠφέλιμοι.
ἦμος δὴ λήγει μένος ὀξέος, ἕως τοῦ μεμνημένος ὥριον ἔργον: τὸν καιρὸν ἐν τούτοις ἀφορίζει τῆς ὑλοτομίας· εἶναι δὲ τοῦτον ἐν ᾧ τὸ μένος τοῦ ἡλίου—ὅπερ ἐστὶ τὸ εἰς ἡμᾶς ἐρχόμενον θάλπος δυνατώτατον ὄν—λήγει τοῦ ἰδαλίμου καύματος. καῦμα δὲ ἰδάλιμον ἤτοι λαμπρὸν διὰ τὸ φωτίζειν περιλάμπον ἡμᾶς· εἴδει γὰρ ἀνάλογον τὸ λαμπρόν, ἤτοι ἰδεῖν ποιοῦν, καὶ ἱδρῶτα κινοῦν διὰ τῆς ἐγκαύσεως. ὅταν οὖν μηκέτι ὁ ἥλιος ἐπιφλέγῃ καθάπερ ἐν τῇ θερινῇ ὥρᾳ, τοῦ Διός, ὅς ἐστι τῶν ὄμβρων κύριος, μετοπωρινὸν ὄμβρον ἤδη καταπέμψαντος, καὶ τὰ σώματα τὰ ἀνθρώπινα τρέπεται ἐπὶ τὸ ἀνειμένον ἐκ τῆς καυσώδους ὥρας, μήποτε ἀφαυαινόμενα καὶ ἐπικεκαυμένα ταῖς χρόαις, μήποτε δύσφορα διὰ τὴν ἐκ τοῦ θερμοῦ διαφόρησιν—ὅπερ γίνεται θέρους ὄντος—καὶ πολλὴν ἐλαφρότητα. αὐτὸς γὰρ ὁ ἥλιος, ὃν ἐκάλεσε Σείριον ἀστέρα διὰ τὸ λάμπειν—τὸ γὰρ σειριάειν τοῦτο δηλοῖ—, βαιὸν ὑπὲρ κεφαλῆς κηριτρεφέων ἀνθρώπων ἔρχεται ἠμάτιος, ὅτι οὐκέτι πολὺν χρόνον ἐπὶ γῆς φέρεται, ἀλλʼ ἐλάσσω τὴν μὲν ὑπὲρ γῆς τὴν ἡμέραν, τὴν δὲ ὑπὸ γῆς πλέονα ποιῶν καὶ μείζω τὴν νύκτα. τὸ γὰρ πλεῖον νυκτὸς ἐπαυρεῖν σημαίνει τὸ πλέον ἐπιλαμβάνειν καὶ ἀπολαύειν τῆς νυκτὸς ἐν τῷ μείζονα ταύτην ποιεῖν. ὅταν οὖν ἤδη ταῦτα γίγνηται πάντα—ἡ τοῦ καύματος ἐλάττωσις, ἡ τοῦ μετοπωρινοῦ ὄμβρου φορά, ἡ τῶν σωμάτων τῶν ἀνθρωπίνων ἀνάψυξις, ἡ τῆς ἡμέρας ἐλάττωσις, ἡ τῆς νυκτὸς ἐπίδοσις—, τηνικαῦτα δεῖ ὑλοτομεῖν. μετὰ θέρος ἀρχομένου τοῦ μετοπώρου τῶν δένδρων φυλλοροούντων—ὅσα τοῦτο πάσχειν πέφυκε· τοῦτο γὰρ σημαίνει τὸ τῆς μὲν βλαστήσεως αὐτὰ τῆς τῶν κλάδων λήγειν, καταχεῖν δὲ τὰ φύλλα εἰς τὴν γῆν—, τότε γὰρ ὡραίαν εἶναι τὴν ὑλοτομίαν κατὰ τὸν καιρὸν τοῦτον γινομένην. τὸ μὲν οὖν εἶναι τὴν τεμνομένην ὕλην τηνικαῦτα ἀδηκτοτάτην δηλοῖ τὴν ἀθηροτάτην· δάκη γὰρ εἶναι τὰ θηρία διὰ τὸ δάκνοντα μόνως λυπεῖν. λέγοι δʼ ἂν καὶ αὐτὴν ἄβρωτον ὑπὸ τῶν ἐγγινομένων θηριδίων τοῖς φυτοῖς, ὡς ἀδηκτοτάτην οὖσαν, οἷον θριπῶν καὶ τερηδόνων, ἃ διεμφύεται τοῖς δένδρεσι, σηπομένης τῆς ἐν αὐτοῖς ὑγρότητος. τὸ δʼ ἐν τούτῳ ὑλοτομεῖν ὀρθόν· ὅτε ξηρὰ μέν ἐστι τὰ δένδρα ἀποδεδωκότα τὸν οἰκεῖον καρπὸν καὶ οὐκέτι κάμνει περὶ τὴν ἐκτροφὴν αὐτοῦ, μετρίας δὲ ἔτυχεν ὑγρότητος, ἀλλʼ οὐ πολλῆς ἤδη πρὸς τὸ οἰκεῖον, τότε τέμνουσιν, ὥστε γε μὴ σήπεσθαι μετὰ τὴν τομήν· εἰς ὅ τινας βλέποντας καὶ φθινούσης τέμνειν τῆς σελήνης, ἀλλὰ μὴ πανσελήνου μηδʼ αὐξανομένης. ἡ γὰρ τοῦ φωτὸς ἐπίδοσις ὑγρότερα ποιεῖ τὰ δένδρα καὶ εὐεπίφορα τεμνόμενα πρὸς τὴν σῆψιν. τοῖς δὲ περὶ ὑλοτομίας ἑξῆς ἑπόμενα λέγει τὰ περὶ κατασκευῆς τῶν ξυλίνων σκευῶν.
περὶ τῆς τοῦ Σειρίου ὀλιγότητος.
ἦμος δὴ λήγει μένος ὀξέος ἠελίοιο: ἡνίκα παρέρχεται ὁ καιρὸς ἐν ᾧ δεῖ ἐργάζεσθαι, λήγει δὴ ὁ ἥλιος καύματος ἰδαλίμου ἤτοι ἱδρωτοποιοῦ· ὁ μὲν γὰρ χειμὼν στυγνός· καὶ γὰρ ἐν τῷ χειμῶνι ἡ δύναμις τοῦ ἡλίου ἀσθενεστέρα ἐστὶ καὶ αἱ ἡμέραι μικραί, αἱ νύκτες δὲ μεγάλαι, καὶ τὰ σώματα πυκνοῦται καὶ ἐλαφροῦται· τότε οὖν λέγει δενδροτομεῖν.
Σείριος: Σείριος ὁ ἥλιος ἢ ὁ ἀστήρ· παρὰ τὸ εἴρω τὸ λέγω γίνεται εἴριος καὶ πλεονασμῷ τοῦ σ Σείριος, οἱονεὶ ὁ λέγων καὶ μηνύων τὸν καιρὸν τοῦ θέρους· ἢ παρὰ τὸ σεσηρέναι—καὶ γὰρ τοὺς κύνας διαχάσκειν ποιεῖ—γέγονε Σέριος καὶ Σείριος· καύματος γὰρ αἴτιος· ἢ ἐπειδὴ σειροῦν λέγει τὸ τοιοῦτον ἐρυθρὸν χρῶμα—ἡ δὲ χρεία τοῦ ἀνατέλλοντος τοιαύτη ἐστί—· ἢ παρὰ τὸ σειριάειν, τουτέστι λάμπειν.
ἔρχεται ἠμάτιος: διὰ τὸ εἶναι μικρὰν τὴν ἡμέραν· τὸ δὲ πλεῖον αὐτοῦ εἰς τὴν νύκτα πέλει ὑπὸ γῆν διὰ τὸ πρὸς μεσημβρίαν ἀνατέλλειν αὐτὸν καὶ ταχέως δύνειν.
τῆμος ἀδηκτοτάτη: ἀβρωτάτη, ὅτι τότε σκώληξ οὐκ ἐσθίει τὴν ὕλην, ἀλλὰ παραμονωτέρα ἐστί, ἐπειδὴ διὰ τὴν ψῦξιν τοῦ ἀέρος ἀποκέκλεισται ἐν βάθει ἡ ὑγρότης. καὶ τότε αἱ ῥίζαι τρέφονται καὶ αὔξουσιν καὶ τὰ φύλλα πίπτει μὴ ἐπιπολαζούσης αὐτῆς· ἐν θέρει δὲ ἐπιπολάζει διὰ τὴν θερμότητα τοῦ καιροῦ. τὸ γὰρ ψυχρὸν οὐκ ἐᾷ τὴν ὑγρότητα εἰς τὴν τῶν ξύλων ἐπιφάνειαν ἐλθεῖν· οὐδὲ ποιεῖ σῆψιν ἡ ὑγρότης πλεονάζουσα, καὶ τότε στερρά ἐστιν ἡ ὕλη μὴ εἴκουσα τῷ δάκνεσθαι.
πτόρθοιο: πτόρθος ἢ πόρθος παρὰ τὸ πορεύεσθαι ὥσπερ καὶ ὅρπηξ παρὰ τὸ ὁρμᾶν ὀξέως. τὸν καιρὸν τοῦτον οἱ μὲν τὸν ὀπωρινὸν λέγουσι τῆς δενδροτομίας, οἱ δὲ τὸν χειμωνικόν.
ὄλμον μὲν τριπόδην: πολὺς ἐν τούτοις ὁ Πλούταρχος ἀμυνόμενος τοὺς γελῶντας τὸν Ἡσίοδον τῆς σμικρολογίας, καὶ Πλάτωνα λέγων περὶ τῆς τῶν σκευῶν ἐν τοῖς οἴκοις διειλέχθαι συμμετρίας καὶ Λυκοῦργον περὶ τῆς τῶν θυρῶν κατασκευῆς, ἵνʼ ἀπὸ πρίονος ὦσι καὶ πελέκεως μόνον ἀποίκιλοι· δεῖν οὖν ἀποδέχεσθαι καὶ τὸν Ἡσίοδον μέτρα παραδόντα καὶ ὄλμου καὶ ὑπέρου καὶ ἄξονος καὶ σφύρας· καὶ τοὺς ἀρχαίους δὲ πολὺν καὶ τούτων ποιεῖσθαι λόγον καὶ τῶν εὑρετῶν Πάμφων μὲν τιμᾶν διότι τὸν λύχνον πρῶτος εὗρε καὶ τὸ ἐκ τούτου φῶς εἰσήγαγε εἴς τε τὰ ἱερὰ καὶ τὴν ἰδίαν χρῆσιν· τὸν δὲ τῶν Πιτθέων δῆμον διὰ τοῦτο οὕτως ὀνομάσαι, διότι τῶν πίθων ἐπενοήσαντο τὴν πλάσιν· ὥστε μὴ τὴν πολυτέλειαν προσήκειν θαυμάζειν, ἀλλὰ τὴν τῶν χρειωδῶν κἂν εὐτελῆ τυγχάνῃ περιποίησιν. δεῖν οὖν τὸν μὲν ὄλμον τέμνειν, ἀντὶ τοῦ ξύλον εἰς ὄλμου κατασκευήν, τριῶν ὂν ποδῶν· τὸ δὲ ὕπερον ὡσαύτως τριῶν πήχεων, τὸν δὲ ἐσόμενον ἄξονα τῆς ἁμάξης ὁμοίως ἑπτὰ ποδῶν· εἰ δὲ εἴη τὸ ξύλον ὀκτὼ ποδῶν, ἀφʼ οὗ δεῖ γενέσθαι τὸν ἄξονα, τὸν ἕνα πόδα χρήσιμον εἰς σφύρας ἔσεσθαι τοῦ ξύλου τούτου κατασκευὴν ἀποτμηθέντα τῶν ἑπτὰ ποδῶν ἐξ ὧν ὁ ἄξων. εἰπὼν δὲ περὶ ἄξονος ἡλίκον εἶναι δεῖ, προστίθησι καὶ τὴν ἁψῖδα ἡλίκην τρισπίθαμον λέγων τάμνειν ἅψιν· καὶ αὐτὴν τὴν ἅμαξαν ἡλίκην δεκάδωρον λέγων εἶναι δεῖν τὴν ἅμαξαν. δεῖ δὲ τό γε τοσοῦτον περὶ τῶν μέτρων εἰδέναι τούτων, ὅτι σπιθαμὴ μέν ἐστιν ἁπλωθείσης τῆς χειρὸς ἀπὸ τοῦ ἀντίχειρος ἐπὶ τὸ ἄκρον τοῦ σμικροτάτου δακτύλου διάστημα· τρὶς τοσοῦτον οὖν εἶναι κελεύει τῆς ἁψῖδος τῶν ἁμαξικῶν κύκλων τὸ μέγεθος—ἔστι δὲ ἡ ἁψὶς ἡ περιέχουσα τὰς λεγομένας κνημῖδας τὰς ἐκ τοῦ ἄξονος εἰς τὴν ἁψῖδα τεινούσας—· δῶρον δὲ τὸ αὐτό πως καὶ παλαιστή, ἀλλʼ αὕτη μὲν ἐκ τῶν τεσσάρων δακτύλων ὀρθῶς συντεθέντων, δῶρον δὲ τούτων συστραφέντων καὶ τοῦ ἀντίχειρος ἐγερθέντος. δεῖν οὖν τὴν μὲν διάμετρον τῆς ἁμάξης εἶναι δέκα τοιούτων μέτρων, τὴν δὲ ἁψῖδα τρισπίθαμον, οὐχ ἵνα ὅλην ἐκ τοσούτων ποιήσωμεν, ἀλλʼ ἑκάστην τῶν περιφερειῶν ἐξ ὧν ἡ ἁψὶς συμπέπηγε. διὸ καὶ ἐπήγαγε πολλʼ ἐπικαμπύλα κᾶλα, τὰς περιφερείας δηλῶν χρῆναι τρισπιθάμους εἶναι τῆς ἁψῖδος· ἐξ ὧν πλειόνων οὐσῶν ἡ ἁψὶς γέγονεν.
ὄλμον: πρώτου τοῦ ὄλμου ἐμνημόνευσε· δεῖ γὰρ πρῶτον τῆς τροφῆς ἐπιμελεῖσθαι.
ὄλμον: ὄλμος δὲ ἐκλήθη διὰ τὸ ὀλλύειν καὶ διαφθείρειν τὰ ἐμβαλλόμενα.
τριπόδην: πόδα καλεῖ τὸ ἀπὸ τοῦ τρίτου δακτύλου διὰ τοῦ δευτέρου μέχρι τοῦ πρώτου διάστημα.
ὕπερον: ἢ ὅτι τοῦτο ὑπουργεῖ τὸ ἐργαλεῖον ἢ ὅτι τὰ σπέρματα ἐκεῖ ἀπεκδύονται τὸ λέπυρον.
ὕπερον: τὸ κόπανον.
τρισπίθαμον δʼ ἄψιν: κόψαι ἑκάστην ἁψῖδα τῆς ἁμάξης οἷον τριῶν σπιθάμων τῆς ἐκ δέκα παλαιστῶν συγκειμένης. σύγκειται δὲ ἡ ἅμαξα—τουτέστιν ὁ τροχός—ἐκ τεσσάρων ἁψίδων, ὡς εἶναι τὸ πᾶν περιφερὲς τοῦ τροχοῦ σπιθαμὰς ιβʹ, παλαιστὰς δὲ λϛʹ· ἔχει γὰρ ἡ σπιθαμὴ παλαιστὰς γʹ. οὐκοῦν ἔδει τὴν πᾶσαν περιφέρειαν ἔχειν λʹ καὶ ϛʹ παλαιστάς. καὶ πῶς εἶπε δεκαδώρῳ ἁμάξῃ; ἔδει γὰρ εἰπεῖν δωδεκαδώρῳ, τὸ διάμετρον τοῦ τροχοῦ—πᾶν γὰρ διάμετρον τὸ τρίτον μέρος ἐστὶ τῆς πάσης περιφερείας—. δῆλον οὖν ὅτι τὰς ϛʹ παλαιστὰς ἀνάλωσεν εἰς τὰ λεγόμενα γλωσσίδια ἑκάστης ἁψῖδος τῆς ἁρμόσεως τῆς εἰς ἀλλήλας· ἡ δὲ παλαιστὴ καὶ δῶρον καλεῖται, ἡ δὲ σπιθαμὴ καὶ δοχμή.
ἄψιν: Αἰολικῶς ψιλοῦται ὡς καὶ τὸ ὔμμες καὶ ἄλλα τινά.
δεκαδώρῳ: κατὰ διάμετρον εἶπε δεκαδώρῳ· ἡ δὲ τὸ τρίτον ἐστὶ τῆς ὅλης περιφερείας. καὶ οὐ τὸν ἔξω κύκλον ἐδήλωσεν, ἀλλὰ τὸν μέσον τὸν εἰς δύο τὸν κύκλον τέμνοντα.
πολλʼ ἐπικαμπύλα κᾶλα: ἐπὶ πολλὰ καμπύλα καὶ λελοξωμένα καὶ ἁψιδοειδῆ ξύλα· τοῦτο εἶπεν ἵνα δείξῃ ὅτι οὐ δεῖ μιᾶς ἁψῖδος εἶναι τὸν τροχόν, ἀλλὰ δʹ· ὁ κάλως τὸ σχοῖνον, τὸ κᾶλον δὲ τὸ ξύλον.
ἐπικαμπύλα κᾶλα: ξύλα ἐπικαμπῆ ὄντα, τὰ ἀμφίδεα.
φέρειν δὲ γύην ὅτʼ ἂν εὕρῃς, ἕως τοῦ εὖτʼ ἂν Ἀθηναίης δμῷος: περὶ ἀρότρου κατασκευῆς ἐν τούτοις διδάσκει, καὶ δεῖ εἰδέναι τίς ἡ ὕνις, τί τὸ ἔλυμα, τίς ὁ γύης, τίς ὁ ἱστοβοεύς, τίς ἡ ἐχέτλη, ἐξ ὧν ἐστι τὸ ἄροτρον. ἡ μὲν οὖν ὕνις ἐστὶ τὸ σίδηρον αὐτὸ τὸ ἐν τῷ ἀροτριᾶν σχίζον τὴν γῆν· τοῦτο δὲ τῷ ἐλύματι περιήρμοσται ἄνωθεν ἐμβεβλημένον εἰς αὐτὸ κοῖλον ὄν. τὸ δὲ ἔλυμά ἐστι τὸ ἐμβληθὲν εἰς τὴν ὕνιν κατέχον ξύλον κατὰ τὸ ἄκρον, ὃ καλοῦσι νύμφην, ὃ κατὰ θάτερον μέρος τὸ ἄνω συγγεγόμφωται πρὸς τὸν γύην. ὁ δὲ γύης ξύλον ἐστὶ μακρὸν ἔχον οὐ πόρρω τοῦ ἐλύματος ὀρθὸν ἐμπεπηγὸς ξύλον ἐν αὐτῷ ὃ κατέχοντες οἱ ἀροτριῶντες ὅλον κινοῦσι τὸ ἄροτρον καὶ διὰ τοῦ ἀρότρου τοὺς βόας· καὶ τοῦτο τὸ ξύλον καλεῖται ἐχέτλη. τούτῳ δὲ τῷ γύῃ ἐμπέπηγεν ἄλλο ξύλον μεῖζον κατὰ τὸ ἕτερον μέρος τὸ ἄκρον ἕως τοῦ ζυγοῦ διῆκον τοῦ ἐπικειμένου τοῖς ὤμοις τῶν βοῶν καὶ ζευγνύντος αὐτούς, ἐμπέπηγε δὲ σφηνωθὲν διά τινων σφηνισκῶν. εἰ μὲν οὖν ἓν ᾖ ξύλον τὸ ὅλον, ὁ γύης μέχρι τοῦ ζυγοῦ ἀπὸ τοῦ ἐλύματος καλεῖται τὸ ἄροτρον αὐτόγυον· ἐὰν δὲ μικρότερος ᾖ τῆς χρείας ὁ γύης, ἐνσφηνοῦται τὸ ἕτερον αὐτῷ ξύλον τὸ συνάπτον αὐτὸν καὶ τὸν ζυγὸν καὶ καλεῖται τὸ μὲν ὅλον πηκτόν, τὸ δʼ ἐνσφηνωθὲν ἱστοβοεύς. διὸ καὶ αὐτὸς λέγει δύο παρασκευάσασθαι ἄροτρα· τὸ μὲν πηκτόν, τὸ δὲ αὐτόγυον, ἵνʼ εἰ τὸ ἕτερον καταγῇ, τὸ λοιπὸν ἐκπληρώσῃ τὴν χρείαν. τὸν μὲν οὖν γύην εἶναι κελεύει πρίνινον προσθείς· ἢ κατʼ ἄρουραν, εἰ εὕροις, ἢ κατʼ ὄρος πρίνινον· οὐ γὰρ εὔπορος Βοιωτοῖς ἡ πρῖνός, φησιν ὁ Πλούταρχος, ἀλλὰ τοῖς πτελεΐνοις ἀντὶ τῶν πρινίνων χρῶνται τοὺς γύας κατασκευάζοντες. εἰ δʼ οὖν εὕροις, ὁ πρίνινος ἄριστος γύης ὡς μάλιστα στερεός. πῶς δὲ ὁ γύης κατασκευάζεται σημαίνων εἶπε.
γύην: τὸ λεγόμενον γονάτιον τοῦ ἀρότρου· ὁσάκις οὖν εὕρῃς, φέρε καὶ ἀπόθου αὐτὸ καὶ μὴ ἀμελήσῃς. λέγεται δὲ γύης ὅτι ἀεὶ παρὰ τὴν γῆν ἐστιν ἢ τὴν γῆν χώννυται. ἔστω δὲ ἐκ πρίνου δένδρου· οὗτος γὰρ εἰς τὸ ἀροτριᾶν τοῖς βουσὶ στερεός ἐστιν, ὅταν ὁ τέκτων αὐτὸν ἐν τῷ ἐλύματι θεὶς καὶ τοῖς ἥλοις περονήσας αὐτὰ πάλιν ἐν τῷ ἱστοβοεῖ κολλήσῃ. ἔλυμα δέ ἐστι τὸ σταυροειδὲς ξύλον τοῦ ἀρότρου.
… εὖτʼ ἂν Ἀθηναίης δμῷος: οὗτός ἐστιν ὁ τέκτων τῆς Ἀθηνᾶς δμώς, εὖ εἰδὼς σοφίης ὑποθημοσύνῃσιν Ἀθήνης, καὶ Ὅμηρός φησι περὶ τέκτονος ὡσαύτως. ἐπειδὰν οὖν οὗτος ἐν ἐλύματι πήξῃ τὸν γύην καὶ γόμφοις ἑνώσας αὐτὸν πρὸς τὸν γύην τὸ ἔλυμα ἁρμόσῃ, τότε ὀχυρώτατός ἐστιν οὗτος οὕτω κατασκευασθεὶς ἐκ τῆς τοιαύτης ὕλης. ὁ μὲν δὴ γύης πρίνινος ἔστω· ὁ δὲ ἱστοβοεὺς ἢ δάφνινος ἢ πτελέϊνος· οὕτω γὰρ ἄσηπτος ἔσται—τὸ δὲ ἄσηπτον ἐδήλωσεν εἰπὼν ἀκιώτατον. ὁ δὲ Πλούταρχος ἐξηγήσατο τὴν αἰτίαν λέγων εἶναί τι θηρίδιον, ὃ καλεῖται κίς, διεσθίον τὰ ξύλα· τοῦτο καὶ Πίνδαρον οὕτω καλεῖν περὶ τοῦ χρυσοῦ λέγοντα· κεῖνον οὐ σὴς οὐδὲ κὶς δάμναται, ὡς ἄσηπτον· ἐγγίνεται δʼ οὖν τὰ τοιαῦτα θηρίδια τοῖς γλυκέσι καὶ μαλακοῖς ξύλοις, δάφνη δὲ καὶ πτελέα δριμύτατα—. τό γε μὴν ἔλυμα ἐκ δρυὸς εἶναι, καθάπερ τὸν γύην εἶπεν εἶναι δεῖν πρίνινον· καὶ γὰρ δὴ τοῦ ἀρότρου τὸ μὲν ἔγγιον τῆς ὕνεως εἶναι δεῖ δύσσηπτον, διὸ δρύϊνον τὸ ἔλυμα· τὸ δὲ μέσον εὔτονον, διὸ πρίνινον τὸν γύην.
ἐλύματι: ἔλυμα μέρος τι τοῦ ἀρότρου ἐν τῷ μέσῳ ἔνθα συμβάλλεται ὁ γύης τῷ ἱστοβοεῖ. ἔλυμα δὲ παρὰ τὸ ἐλύειν ὅ ἐστι καλύπτειν, ἐξ οὗ καὶ ἔλυτρον τὸ περικάλυμμα.
ἱστοβοῆι: ἱστοβοεὺς λέγεται παρʼ ἐνίοις καὶ τὸ μετὰ τὴν ἐχέτλην ξύλον.
αὐτόγυον: τὸ μονόβολον λέγει τὸ ἔχον ἐξ αὐτογύου τὸν ἱστοβοέα.
… βόε δʼ ἐνναετήρω: εἰκότως δεῖ τοὺς βόας τοσούτων χρόνων καὶ τοιούτους εἶναι ἵνα καὶ διὰ τὴν φύσιν ὦσιν εὐσθενεῖς καὶ διὰ τὴν ἡλικίαν ἀφυβρικότες, μὴ ὡς οἵ γε νεώτεροι θυμοειδεῖς ὄντες καὶ ζυγομαχοῦντες τὰ ἄροτρα κατακλῶσιν καὶ τὸ ἔργον μάταιον καὶ ἄπρακτον ποιῶσιν.
οὐκ ἂν τώ γʼ ἐρίσαντε: οὐκ ἂν σκιρτήσαντες δηλονότι ἢ ζυγομαχήσαντες κατακλάσειαν τὸ ἄροτρον· ἐὰν δὲ τὸ ἄροτρον κλασθῇ, οὐ προβαίνει τὸ ἔργον, ἀλλὰ μάταιον ἐγκαταλιμπάνεται. οὐ ζυγομαχοῦσι δὲ διὰ τὸ εἶναι ὁμήλικες.
… τοῖς δʼ ἅμα τεσσαρακονταετής: τὸ μὲν σκάψαι καὶ ὑλοτομῆσαι καὶ φυτεῦσαι νέων δεῖται, τὸ δʼ ἀροτριάσαι καὶ βουσὶν ἐπιστῆναι καθεστῶτος ἤδη καὶ ὡς ἡνιόχου σωφρονοῦντος, μηκέτι παπταίνοντος εἰς τὰς τῶν νέων παιδιάς, ἀλλʼ ἀρκουμένου μὲν ἄρτῳ τετρατρύφῳ—τοιοῦτος δὲ ὁ εἰς τέσσαρα κλάσματα τεμνόμενος—, ὀκταβλόμῳ δὲ ὥσθʼ ἕκαστον τρύφος εἰς ὀκτὼ διαιρεῖσθαι ψωμούς, καὶ οὕτω δὴ πιμπλάναι τὸν ἀροτριατὴν αἰζηόν.
τεσσαρακονταετής: οὐ πάντως τοσούτων χρόνων, ἀλλὰ καθεστηκότα δεῖ εἶναι τῇ ἡλικίᾳ.
αἰζηός: σημαίνει δύο· ποτὲ μὲν τὸν ἄνθρωπον, ποτὲ δὲ τὸν νέον.
τετράτρυφον: τετράκλαστόν φησι· τρύφος γὰρ τὸ κλάσμα. οὐδὲν δὲ ἄλλο διὰ τούτου δηλοῖ ἢ τὸ ἀπέριττον καὶ σύντομον τῆς τροφῆς, ἤτοι τῆς διαίτης, ἵνα μὴ σχολῇ τρυφᾷ. διὸ καὶ εἰς τέσσαρα τὸν ἄρτον διακλάσαι καὶ εἰς ὀκτὼ δήγματα ἀναλῶσαί φησιν ὥστε ἐπὶ τὸ ἔργον συντόνως ὁρμῆσαι.
… τοῦ δʼ οὔ τι νεώτερος ἄλλος ἀμείνων σπέρματα δάσσασθαι: τὸ μὲν σπέρματα δάσσασθαι δηλοῖ τὸ καταβάλλεσθαι ταῦτα μεριζόμενα εὐτάκτως εἰς τὴν ἀροτριωμένην γῆν. τὸ δʼ ἀλέασθαι τὴν ἐπισπορίην τὸ μὴ ἀνωμάλως ῥίπτειν, ἀλλὰ συμμέτρως τὰ σπέρματα, μὴ ἐπάλληλα πάντα εἰς ἕνα τόπον· αὐτὴ γὰρ ἡ ἐπισπορία ὡς τῶν δευτέρων σπερμάτων θλιβόντων τὰ πρότερα, τόπων δὲ ἄλλων ἀσπόρων μενόντων. τοῦτο γὰρ καὶ πείρας δεῖται καὶ μὴ μετεώρου διανοίας, ἀλλʼ ἐπιστατικῆς· διὸ τὴν τοιαύτην εἶναί φησιν ἡλικίαν χρήσιμον.
τοῦ δʼ οὔ τι νεώτερος: τοῦ τοιούτου τεσσαρακονταετοῦς οὐκ ἔστι τις ἀμείνων ἡλικίᾳ εἰς τὸ καλῶς σπείρειν.
καὶ ἐπισπορίην ἀλέασθαι: ἐπισπορία δέ ἐστιν ὅταν σπείρῃ τις ἐλλιπῶς καὶ πάλιν ἄνωθεν σπόρον ἐμβάλλῃ.
κουρότερος γὰρ ἀνήρ: περὶ τῶν ἑπτὰ ἡλικιῶν. ἰστέον ὅτι ὁ Ἱπποκράτης ἑπτὰ ἡλικίας ἐπʼ ἀνθρώπου τίθησιν ἃς ὥρας αὐτός φησιν· ἔστι γὰρ παιδίον μέχρις ἑπτὰ ἐτῶν ἤγουν ὀδόντων ἐκβολῆς, παῖς δὲ μέχρις ἑπτὰ δὶς ἤτοι γονῆς ἀφέσεως, μειράκιον δὲ μέχρι τρὶς ἑπτὰ ἤτοι γενείου ἐκφύσεως, νεανίσκος δὲ μέχρις ἑπτὰ τετράκις ἤγουν τῆς τοῦ σώματος αὐξήσεως, ἀνὴρ δὲ τέλειος εἰς λεʹ ἔτη μέχρι ἑνὸς δέοντος ἐτῶν νʹ, ἤγουν εἰς τὰ ἑπτάκις ἑπτά, πρεσβύτης δὲ ξγʹ ἤγουν εἰς τὰς θʹ ἑβδομάδας, τὸ δʼ ἐντεῦθεν γέρων εἰς τὰς ιδʹ ἑβδομάδας.
ἐπτοίηται: ὡσανεὶ ῥέμβεται ὁ νοῦς τοῦ τοιούτου ἐπὶ τοὺς ὁμήλικας.
… φράζεσθαι δʼ εὖτʼ ἂν γεράνου φωνήν: ὅτι μὲν ἡ γέρανος δοκεῖ καὶ ἔμφρον τι ἔχειν, ὥς φησι Πλάτων, καὶ χειμῶνα προσιόντα δηλοῦν φύσει δειλὴν οὖσαν πρὸς αὐτόν, ὥς φησιν Ὅμηρος, δῆλον. κελεύει δὲ ταύτην παρατηρεῖν κεκραγυῖαν καὶ δηλοῦσαν τὸν τοῦ σπόρου καιρόν. μετὰ γὰρ τὴν ἀπὸ τῶν ἄστρων σημείωσιν, ἣν ἀπὸ τούτων παρεῖλκον, οἰκεῖον ἦν καὶ ἀπὸ τῶν ὀρνίθων ταύτην ποιήσασθαι. τότε δὴ οὖν ὁ μὲν ἀβούτης δάκνεται διὰ τὴν ἀπορίαν τῶν βοῶν σπείρειν καὶ ἀροῦν ἀδυνατῶν· ὁ δὲ βοῶν εὔπορος χορταζέτω τὰς βοῦς ὡς χρησόμενος αὐταῖς ἤδη πρὸς ἔργον τῆς σπορᾶς.
φράζεσθαι δʼ εὖτʼ ἂν γεράνου φωνὴν ἐπακούσῃς: διδάξας τὸν ἀδελφὸν περὶ τῆς ὑλοτομίας καὶ τὰ ἐργαλεῖα τῆς γεωργικῆς ἐπιστήμης παρίστησι καὶ τοὺς βόας καὶ τὸν βοώτην, καὶ λοιπὸν μετὰ τὸ τελέσαι ταῦτα δείκνυσι καὶ τὸν καιρὸν τοῦ ἀρότου κατὰ ἀκολουθίαν· καί, φησι, σκέπτου ὁπότε τὴν τῆς γεράνου φωνὴν ἐπακούσῃς τῆς ἐκ τοῦ ἀέρος ἀφʼ ὕψους κατὰ τὸν ἴδιον διερχομένης καὶ βοώσης πρὸς τὰ χειμάδια ἀφιγμένα· τότε δεῖ ἔχειν οἰκείους ἐντὸς βοῦς καὶ προαποτεθειμένην τροφὴν καὶ χορτάζειν αὐτοὺς καὶ μὴ ἐλπίζειν εἰς τὴν χλόην· καὶ γὰρ ἐὰν οὐκ ἔχῃς τότε σοὺς καὶ ἑτοίμους βόας εἰς τὸ ἀροτριᾶν, ῥᾴδιον ἔχεις τὸ ζητεῖν ξένους βόας εἰς τὸ ἔργον σου, ἀλλὰ καὶ εὐκολώτερον οἱ ζητούμενοι ἔχουσι τὸ εἰπεῖν· «εἰς ἐργασίαν εἰσὶν οἱ βόες». ἀρξάμενος ὁ ποιητὴς ἀπὸ τῶν γεράνων εἰπεῖν περὶ τοῦ καιροῦ τῆς ἀροτριάσεως, ὅτι τότε ἐστὶν ὁ ἄριστος, καὶ περικόψας διὰ τὸ εἰπεῖν καὶ τὴν ἄνοιαν τῶν μὴ προετοιμασάντων τὰ συντείνοντα τῇ γεωργίᾳ, πάλιν ἀναλαμβάνεται τὸν λόγον. ὁπόταν ὁ ὡρισμένος καιρὸς τοῦ ἀρότου φανῇ—λέγει τὸν Σεπτέμβριον—, ὅτε αἱ γέρανοι καὶ τὰ πετεινὰ πρὸς τὰ χειμάδια ἐφορμῶσι, τότε ἐγέρθητι πανοικὶ καὶ ἀροτρίασον προθύμως ὅπως ἡ γῆ σου πλήρης γένηται ἀγαθῶν, τὸ δὲ γῄδιον αὐτό, ὃ μέλλεις ἀροτριάσειν, πρῶτον ἐρίβωλον καὶ τρόφιμον μετὰ τοῦ λισγαρίου σκάψον, καὶ εἰς τὸν καιρὸν τοῦ θέρους οὐ μήν σε λυπήσει ἡ γῆ εἴτε καὶ νενεασμένη μετὰ τοῦ ἀρότρου. κἄν τε ξηρὰ ᾖ κἄν τε ὑγρά, ἐργάζου εἰς τὸν καιρὸν αὐτήν, προλαβὼν καὶ μὴ ἀναβαλλόμενος, ἢ τὴν μήτε ξηρὰν οὖσαν μήτε ὑγράν, ἢ αὔην τὴν χέρσον, ὑγρὰν δὲ τὴν νεωμένην. ἐνταῦθα δείκνυσιν ὅτι ἀρχὴν τῷ ἀδελφῷ ἐμβάλλει ἄρξασθαι τὸ γῄδιον γεωργεῖν.
… ῥηίδιον γὰρ ἔπος εἰπεῖν: τούτων τὸ μὲν ὁ ἀβούτης εἴποι ἂν αἰτῶν βόας ἵνʼ ἀρόσῃ τοῦ καιροῦ καλοῦντος, τὸ δὲ ὁ εὐπορῶν βοῶν ἀποκρίναιτο ἂν ὅτι καὶ οἱ παρʼ αὑτῷ βόες ἔργα ἔχουσι καὶ διὰ τοῦτο οὐκ ἂν αἰτούμενος δοίη. ὃ καὶ ὁ Λάκων τὴν κυνῆν αἰτούμενος εἰπεῖν λέγεται πρὸς τὸν αἰτοῦντα· «εἰ μὲν εὐδία, ἔσται καί σοι ἄχρηστος· εἰ δὲ χειμών, καὶ ἐμοὶ χρήσιμος». καὶ γὰρ καὶ περὶ τῶν βοῶν ἐρεῖ ταὐτὸν ὁ αἰτηθείς· «εἰ μὲν μὴ καιρὸς τοῦ ἀροῦν, καί σοι ἄχρηστοι· εἰ δὲ καιρός, κἀμοὶ χρήσιμοι».
ῥηίδιον γὰρ ἔπος εἰπεῖν: τὸ γὰρ αἰτῆσαι εὐχερές ἐστιν, ἀλλὰ τὸ ἀπαρνήσασθαι καὶ μὴ δοῦναι εὐχερέστερον. ἔχει γὰρ εἰπεῖν ὅτι οὐ δίδωμι, καὶ γὰρ κἀμοὶ πάρεισιν ἔργα βοῶν δεόμενα.
φησὶ δʼ ἀνὴρ φρένας ἀφνειός, ἕως τοῦ οἰκήια θέσθαι: ὁ μὲν φρένας ἀφνειός ἐστιν ὃς οὐκ ὢν εὔπορος ταῖς ἑαυτοῦ φαντασίαις ταῖς κεναῖς οἴεται εἶναι εὔπορος· διὸ καὶ νήπιος, οἰόμενος τὰ μὴ ὄντα. ἀπὸ δὲ τῆς κατὰ τὴν ἅμαξαν οἰήσεως πᾶσαν τὴν τοιαύτην διασύρει ζωὴν ὡς ἀνόητον. ὁ γὰρ τὰς φρένας ἀφνειὸς εἴποι ἂν καὶ περὶ ἁμάξης ὡς εὔκολον αὐτήν, ὅταν θέλῃ, πήξασθαι, ἀγνοῶν ὅτι τὰ ξύλα αὐτῆς πολλά ἐστιν ἃ δεῖ οἰκεῖα ἔχειν τὸν μέλλοντα κατασκευάσειν ἅμαξαν· τυγχάνει δὲ ἐκεῖνα διὰ τὸ πλῆθος οὐκ εὐπόριστα. οὕτως οὖν καὶ περὶ βοῶν τοῦ ἀρότου ἕνεκα καὶ περὶ πάντων οἰήσεται νοῦν τις οὐκ ἔχων, ὀφείλων δὲ ἐννοεῖν ὅτι πρὸ καιροῦ δεῖ παρασκευάζειν καὶ οἰκείους ἔχειν, ἀλλʼ οὐκ ἀλλοτρίους αἰτεῖν.
φησὶ δʼ ἀνὴρ φρένας ἀφνειός: τοῦτο εἶπε πρὸς τοὺς θαρροῦντας ἔχειν καὶ μὴ πρὸ καιροῦ εὐτρεπίζοντας· ἔχει γὰρ εἰπεῖν θαρρῶν ὅτι ἔχει ὕλην· «ἐξέλθετε, ποιήσατέ μοι ἅμαξαν» μὴ εἰδὼς ὅτι πολλὴν δυσχέρειαν ἔχει. καὶ γὰρ ἑκατόν εἰσι τὰ ξύλα τῆς ἁμάξης. φρένας δὲ ἀφνειὸς ὅτι οὐκ ἀληθῶς πλούσιος, ἀλλὰ τῇ ψυχῇ δοκῶν πλουτεῖν καὶ ἑαυτὸν ἐξαπατῶν ἢ κατὰ ἀντίφρασιν ἄφρων. πολλάκις γάρ τις τῶν τὴν ψυχὴν ἐπηρμένην ἐχόντων καὶ ὑπερήφανόν φησι· «τί γάρ ἐστιν εὐχερέστερον τοῦ ποιῆσαι ἅμαξαν εἴτε ἄροτρον;» ὁ δὲ ἄφρων οὐκ οἶδεν ὡς ἑκατὸν ξύλων ἔσται συναγωγὸν εἰς τὴν ταύτης κατασκευήν· ἑκατὸν δὲ ἀντὶ τοῦ πολλῶν.
εὖτʼ ἂν δὴ πρώτιστα: οὐ λέγει τὴν μέσην καὶ ξηράν πως καὶ ὑγρὰν ἀροῦν χρῆναι γῆν, ἀλλʼ εἴτε αὔην εἴτε νοτερὰν τῆς ὥρας ἀπαιτούσης δεῖν ἀροτριᾶν καὶ μὴ προφασίζεσθαι τὴν ποιότητα τῆς γῆς, ὡς ξηρᾶς ἢ ὑγρᾶς ἤδη οὔσης.
εὖτʼ ἂν δὴ πρώτιστα: πρὸς τοὺς ἀναβαλλομένους τὸ ἐργάζεσθαι λέγει· εἰσὶ γάρ τινες λέγοντες ὅτι πολύ ἐστι ξηρὰ ἡ γῆ· ἀναμείνωμεν ἵνα ὑγρανθῇ. ἄλλοτε πάλιν· «ὑγρά ἐστι πολύ· ἀναμείνωμεν ἵνα ξηρανθῇ». φησὶν οὖν ὁ Ἡσίοδος· κἄν τε ξηρὰ ᾖ κἄν τε ὑγρὰ ἐργάζου τὴν γῆν τῷ καιρῷ προλαβὼν καὶ μὴ ἀναβαλλόμενος ὡς μετεχούσης αὐτῆς τοῦ ὑγροῦ ἢ τοῦ ξηροῦ, ἀλλὰ χωρὶς προφάσεως ἐργάζου.
ἄροτος: Μαρτίου καὶ Ἀπριλλίου καὶ Μαΐου μηνός· εἰ δὲ τὸν σπόρον θελήσεις εἰπεῖν, τὸν Ὀκτώβριον φήσεις καὶ Νοέμβριον.
δμῶές τε καὶ αὐτός: τοῦτο δὲ ὅμοιόν ἐστι τῷ· δαίμονι δʼ οἷος ἔησθα, τὸ ἐργάζεσθαι ἄμεινον.
αὔην καὶ διερήν: καὶ τὴν ξηρὰν καὶ τὴν ὑγρὰν τῷ καιρῷ τοῦ ἀροτριασμοῦ ἀροτριᾶν λέγει· αὔην δὲ τὴν χερσεύουσαν λέγει καὶ διερὴν τὴν ἐξειργασμένην, τὴν μήτε ξηρὰν οὖσαν μήτε ὑγράν.
αὔην καὶ διερήν: ἀπότιστον· ὑδατώδη.
εἴαρι πολεῖν: τὸ μὲν ἔαρος ὄντος τὴν γῆν πολεῖν τὴν σπείρεσθαι μέλλουσαν δηλοῖ τὸ σχίζειν αὐτήν· τὴν γὰρ δὶς ἠροτριασμένην δίπολον καὶ τὴν τρὶς τρίπολον καλοῦσι. τὸ οὖν στρέφειν πολεῖν ἔλεγον καὶ τὸ ἀναστρέφειν ἀναπολεῖν· ὥσπερ καὶ τὸν οὐρανὸν εἰώθαμεν διὰ τὴν στροφὴν τὴν περὶ τοὺς πόλους λέγειν περιπολεῖν. τὸ δὲ θέρους νεωμένην μὴ ἀπατᾶν, ἀλλʼ εἶναι πρὸς τὸν σπόρον ἐπιτηδείαν καὶ τὴν τῶν καρπῶν γένεσιν, ἐκεῖνο σημαίνει τὸ δεῖν ἁπαλύνειν αὐτὴν καὶ θρύπτειν τὴν συνεστῶσαν καὶ ὁμαλύνειν ἀνακαινιζόντων αὖθις αὐτὴν καὶ νέαν ποιούντων. διὸ καὶ ἐπάγει νειὸν δὲ σπείρειν ἔτι κουφίζουσαν ἄρουραν· ἡ γὰρ ἄγαν ὑπὸ τῶν ὄμβρων πιληθεῖσα συμπίπτει, ἡ δὲ ἀραιὰ καὶ κούφη τῷ ἀρότρῳ εἴκουσα ῥᾳδίως διὰ χαυνότητα δέχεται τὸν σπόρον. εἰ μὲν οὖν ἀρκέσει τὸ ἐν τῷ ἔαρι πολεῖν, οὐ δέονται τοῦ νεάσαι ἐν τῷ θέρει. ἔνιοι δὲ ἄμφω ποιοῦσι προευτρεπίζοντες τὸν σπόρον διὰ τοῦ νεάσαι καὶ τοῦ σχίσαι τὸ ἔπαρμα καὶ τὸ ὕψος μηχανώμενοι τὸ ἐν τῷ σπείρειν χρήσιμον. τούτοις οὖν ἐπιφωνεῖ εἰκότως τὸ νειὸς ἀλεξιάρη, διότι τὴν πτωχείαν ἀποκωλύει καὶ ἔστι πενίας ἀλεξίκακος· παίδων εὐκηλήτειρα, διότι τοῖς παισὶν ὕπνον προξενεῖ καὶ ἡσυχίαν εὐθηνουμένοις. τὰ γὰρ λιμώττοντα—καὶ ἡ πεῖνα χαλεπῶς διατίθεται—καὶ θηριώδη ὄντα πρὸς τὴν ἠρεμίαν ἀπαγορεύει.
εὔχεσθαι δὲ Διὶ χθονίῳ: ταῦτα καὶ θεοσεβείας ἐστὶ δόγματα τρέποντα τοὺς ἔργων ἁπτομένους ἐπὶ τὰς παρακλήσεις τῶν τὰ ἔργα ταῦτα ἐφορώντων καὶ τελειοῦν δυναμένων θεῶν· καὶ οὐδὲν ἀπολείπει πρὸς τέρψιν, εἰ ἐννοήσομεν τὸν ἀροῦν μέλλοντα λαβόμενον τῆς ἐχέτλης—ἣν προείπομεν ὅτι ποτὲ δηλοῖ τοῦ ἀρότρου μέρος—πρὶν ἐλάσῃ τοὺς βόας, μάρτυρα καλοῦντα τοῦ ἔργου τὸν Δία καὶ τὴν Δήμητρα, τὸν μὲν ὡς τελεσιουργὸν διὰ τῶν ὄμβρων τῆς σπορᾶς, τὴν δὲ ὡς προστάτιν τῶν γονίμων δυνάμεων τῆς γῆς. ὁ γοῦν πάντα τὰ παρʼ ἑαυτοῦ ποιήσας οὐχ ἁπλῶς αἰτεῖ τοὺς θεοὺς, ἀλλʼ ὥσπερ ἀπαιτεῖ τὸ τέλος. ὡς οὖν ἔλεγε Σωκράτης εὔχεσθαι δεῖν μουσικὴν τὸν μανθάνοντα καὶ γονὴν παίδων τὸν γαμοῦντα, οὕτω καὶ Ἡσίοδος καρπῶν γονὴν τὸν τῆς ἐχέτλης ἤδη λαμβανόμενον καὶ ὅρπηκα φέροντα καὶ ἐπάγοντα τοῖς νώτοις τῶν βοῶν ὥστε κινηθῆναι καὶ ἑλκύσαι τὸ ἄροτρον. τοῦτο μὲν οὖν δῆλον. τὸν δὲ ἱμάντα τὸν ζυγῷ περιβαλλόμενον μεσάβουν ὀνομάζων, ὃν περιάπτουσι κερκίδι εἰς τὸ μέσον ἐνθέντες τοῦ ζυγοῦ, ἣν ἔνδρυον καλοῦσιν, εἰκότως εἶπεν, ὅτι διὰ τοῦ ὅρπηκος, ὃν ἐπὶ τὰ νῶτα φέρει τῶν βοῶν, κινεῖ αὐτοὺς τὸ ἔνδρυον ἕλκοντας τῷ μεσάβῳ· συντεινόμενος γὰρ οὗτος ὁ ἱμὰς περὶ τὸ ἔνδρυον ἐφέλκεται τὸ ἄροτρον. εἰ δὲ γράφοιτο μετὰ τοῦ ν μεσάβων, λέγοι ἂν αὐτὸ τὸ ἔνδρυον μεσάβων, διότι μέσον ἐστὶ τῶν βοῶν τῷ ζυγῷ ἐμπεπηγός.
εὔχεσθαι δὲ Διί: εὔχου ἐπιλαμβανόμενος εὐθέως τὸν ὅρπηκα τῇ χειρὶ καὶ ἐπὶ τῶν ὤμων ἐκτείνων τῶν βοῶν ὡς ἂν πρόθυμος γένηται τῶν βοῶν ἡ ὁρμὴ ἑλκόντων τὸ ἔνδρυον.
ἱερόν: ἱερὴν ὤφειλεν εἰπεῖν· ἀλλὰ πρὸς τὸν καρπὸν ἀπέκλινε.
ὅρπηκα: λέγει τὸ βούκεντρον.
ἔνδρυον ἑλκόντων μεσάβων: διὰ τὸ εἶναι τὸ ἄροτρον χαμηλὸν καὶ τοὺς βόας ὑψαυχένας εἰς τὸ ἄκρον τοῦ ῥυμοῦ ἐμβάλλουσιν ἔνδρυον κεκλημένον δίκην κρίκου· δεσμοῦντες διαπερονῶσι δὲ τὸν ζυγὸν εἰς τὸ ἄνω τοῦ κρίκου ὡς ὕψι εἶναι τὸν ζυγὸν καὶ μὴ τοὺς βόας ἀναγκάζεσθαι κύπτειν. τοῦτο γάρ φασι τὸ ἔνδρυον· ἄλλοι δὲ τὸ ἄροτρον, τῶν βοῶν ἑλκόντων τοῦτο· ἢ μέσαβα τὰ σχοινία τὰ μεταξὺ τῶν βοῶν, ἢ μᾶλλον ἔνδρυον τὸν ἱστοβοέα βοῶν ἑλκόντων καὶ μέσαβον ὁ ζυγὸς ὁ ἀναμεταξὺ τῶν βοῶν.
ἔνδρυον: ἀπὸ μέρους τὸ ὅλον ἄροτρον· τὸ γὰρ ἔλυμα ἐκ δρυὸς εἶπεν.
ἔνδρυον: τὸν δρύϊνόν, φησι, πασσαλίσκον ἑλκέτω ὁ μέσος τῶν βοῶν λῶρος.
μεσάβων: ὁ πρὸς τὸν ζυγὸν πλατὺς ἱμὰς ὃς εἰς τὸ μέσον τοῦ ζυγοῦ ὢν εἰς τὴν ξυλίνην κέρκιν ἐντίθεται, ἥτις ἔνδρυον καλεῖται, παρʼ ὅσον ξύλινον ἢ χλωρόν, ἢ ὅτι πᾶν ξύλον δρῦς καλεῖται· μέσαβα δὲ καὶ τὰ ἡνία τὰ μεταξὺ τῶν βοῶν προσδεδεμένα τῷ ἀρότρῳ ἢ τὸν ζυγὸν ἢ τὸν ἱστοβοέα νόει, ἐπεὶ καὶ αὐτὰ μέσον εἰσὶ τῶν βοῶν.
μεσάβων: τὰ μέσαβα τῶν μεσάβων· λέγονται δὲ αἱ γλυφαί· καὶ ὁ Καλλίμαχος· μέσσαβα βοῦς ὑποδύς.
μεσάβων: ἑλκόντων τῶν βοῶν τὸ ἔνδρυον τῶν μεσάβων· τὸν ζυγὸν ἐν ᾧ αἱ γλυφαί, ἔνθα οἱ αὐχένες τῶν βοῶν δέδενται.
ὁ δὲ τυτθὸς ὄπισθε: τῷ μὲν δεσπότῃ τὸ ἀροῦν καὶ τὸ βοωτεῖν ἀποδέδωκε, τῷ δὲ οἰκέτῃ τὸ ἐπισκάλλειν καὶ κατακρύπτειν τὸν σπειρόμενον καρπόν, ἵνα μὴ εὐπετῶς αὐτὸν αἱ ὄρνιθες ἀναλέγωσιν ἐπὶ τῆς γῆς ἐρριμμένον, ἀλλʼ ὑπὸ τῆς ἐπιφερομένης γῆς ὑπὸ τοῦ δμωὸς ἀποκρύπτηται περιστρεφόμενος. οἷς εἰκότως ἐπήγαγε· καθόλου γὰρ παντὸς ἔργου τὴν μὲν εὐθημοσύνην ἀρίστην εἶναι, τὴν δὲ κακοθημοσύνην κακίστην· δεῖ γὰρ ἕκαστον εὖ διατιθέναι καὶ μὴ κακῶς, ἀλλὰ καλῶς· ἐν παντὶ γὰρ ἔργῳ τὸ εὖ ἔστι καὶ τὸ κακῶς. διὸ καὶ ἐν τῷ σπείρειν δεῖ τὸ εὖ ἐπιζητεῖν, τοῦτο δὲ τὸν κατακρύπτοντα φροντίζειν, ἵνα μὴ τὰ σπέρματα ταῖς ὄρνισιν ἐκκείμενα ποιήσωμεν.
ὁ δὲ τυτθὸς ὄπισθε: ἃ μὴ ἔτυχεν ἡ γῆ καλύψειν ὁ παῖς ὄπισθεν ἐρχόμενος καλυπτέτω.
εὐθημοσύνη: ἐπιμέλεια καὶ ἐργασία.
εὐθημοσύνη: εὐεργεσία· τὸ καλῶς διατάττειν τὸν βίον.
ὧδέ κεν ἁδροσύνῃ: εἰ καὶ τὰ παρʼ ἡμῶν γίγνοιτο πάντα καὶ εὐξαμένοις ἐπακολουθήσειε καὶ τὰ παρὰ τοῦ Διός, οἱ στάχυες ἁδροὶ γενήσονται· τοιοῦτοι δὲ γενόμενοι νεύσουσιν ἔραζε ὡς εἰώθασιν πλήρεις ὄντες καὶ ἐμβριθεῖς. τὸ γὰρ πλῆρες βαρῦνον τὸν στάχυν νεύειν ποιεῖ, ὁ δὲ ἀσθηνὴς ὀρθὸς μένει διὰ κουφότητα. δεῖ δὲ ἐφιστάνειν ὃν ἐκάλεσε Δία Χθόνιον—Ὀλύμπιον πάλιν εἶπεν—ἐνδεικνύμενος ὅτι πανταχοῦ ὁ Ζεύς, ἀλλʼ ἄνω μὲν Ὀλύμπιος, κάτω δὲ Χθόνιος· καὶ ἐπειδὴ τελειοῖ τοὺς ἐν τῇ γῇ καρποὺς καὶ τὰς τοῦ οὐρανοῦ κινήσεις ὄμβρους πέμπων, ἅμα καὶ Ὀλύμπιον αὐτὸν ὑμνητέον καὶ Χθόνιον, διὰ μὲν τὸ ἀφʼ οὗ ἡ τελείωσις Ὀλύμπιον, διὰ δὲ τὸ ἐν ᾧ Χθόνιον.
ὧδέ κεν ἀδροσύνῃ: οὕτως, φησί, ποιοῦντός σου τῇ ἁδροσύνῃ τῶν γεννημάτων, ἤγουν τῷ βάρει ἢ τῇ μεστότητι, ἐπὶ τὴν γῆν οἱ στάχυες νεύσουσιν, εἰ συνευδοκήσει τῇ σπουδῇ σου καὶ ὁ λεχθεὶς Χθόνιος Ζεύς, ἤτοι ὁ Πλούτων.
ἀδροσύνῃ: τουτέστι τῷ βάρει καὶ τῇ πυκνότητι· ἁδρὸς γὰρ ὁ πολύς.
ἐκ δʼ ἀγγέων ἐλάσειας ἀράχνια: ἐν κούφοις καὶ ἀσκύλτοις τὰ ἀράχνια γίνεται τόποις· τοσαῦτα οὖν, φησι, ποίησον γεννήματα ὥστε μὴ εὑρεθῆναι ἐν τοῖς ἀγγείοις ἀράχνην· ὅλα γὰρ πληρώσεις.
καί σε ἔολπα: ἐκ πόνων, φησί, ἕξεις καρποὺς καὶ ἐκ τῶν ἀγγείων, ἐν οἷς δεῖ τούτους ἀποθησαυρίζειν, ἐλάσεις τὰ ἀράχνια· ἐν τοῖς γὰρ κενοῖς ὑφαίνουσιν αἱ ἀράχναι. διάξεις οὖν λιπαρῶς καὶ τὸ ἔαρ ὄψει ἱλαρόν, οὐδὲ πρὸς ἄλλον ἀποβλέψεις· τὸ γὰρ αὐγάσεαι τοῦτο σημαίνει. τοὐναντίον δὲ εἰς σὲ βλέψει τις ὡς ἐπικουρίας δεόμενος· εὖ δὲ καὶ τὸ μέχρι τοῦ ἔαρος εὔθυμον διάγειν τὸν ἐπιμελούμενον τῆς γῆς, ὅτε τοὺς πολλοὺς εἰώθασιν ἀπολείπειν οἱ θερισθέντες καρποί. πολιὸν δὲ τὸ ἔαρ οὗτος εἶπεν, ὡς ἄλλοι «λευκὸν» διὰ τὴν ἐπʼ αὐτῷ ἡδονήν, ὅτι μὴ στυγνὸν καὶ κατηφές, ἀλλʼ ἱλαρὸν διὰ τὴν μέχρις αὐτοῦ τῶν καρπῶν εὐπορίαν ἀφθόνων ἐκ τῆς ἐπιμελείας γεγονότων. τὸ δὲ εὐοχθέων σημαίνει οὐχὶ ἀχθόμενος, ἀλλʼ εὖ ἔχων, ἀντὶ τοῦ ὀχθεῖν, καὶ οἷον εὐωχούμενος, κατὰ παράθεσιν ἑνὸς γράμματος εὐοχθέων γενόμενος.
εὐοχθέων: γράφεται εὐοχθέων, μετὰ τοῦ θ, ἤτοι χαίρων, πληθύων τῆς ὀχῆς· ὀχὴ δὲ ἡ τροφή. εἴρηται δὲ κατὰ πλεονασμὸν τοῦ θ. ἢ ἐπειδὴ ὄχθος λέγεται ὁ κόπος, εὐοχθέων ὁ καλῶς ἔχων τοῦ κόπου, τουτέστιν εὖ κεκοπιακώς, ὡς τὸ «κάματόν τʼ εὐκάματον» παρʼ Εὐριπίδη.
εὐοχθέων: εὐεκτῶν καὶ εὐθηνούμενος· καλοὺς σωροὺς τῶν καρπῶν ἔχων· ὄχθος γάρ ἐστιν ἡ σωρεία τοῦ χώματος.
πολιὸν ἔαρ: εἰς τὸ ἔαρ, φησίν, ἥξεις ἔχων τοὺς καρποὺς καὶ τῶν πόνων ἀμοιβάς· πολιὸν τὸ καθαρόν, ἀπὸ δυσαέρου τοῦ χειμῶνος καὶ ὀμιχλώδους.
εἰ δέ κεν ἠελίοιο τροπῇς: διὰ τούτων διδάσκει συντόμως ὅτι οἱ περὶ τὰς τροπὰς τὰς χειμερινὰς ἢ μετὰ τροπὰς σπείροντες ὀλίγον ἕξουσι θέρος, καὶ τὴν ὀλιγότητα ποιητικῶς ἀπὸ τῶν παρεπομένων δηλοῖ· καὶ οὐδὲν θαυμαστόν, ὅπου καὶ ὁ χρησμὸς ἀπορίαν ἁπλῶς τῶν καρπῶν εἶπεν· καὶ θέρος ἀδρέπανον θήσει καὶ ἄβοτρυν ὀπώρην. οὕτως οὖν καὶ τὰ τοῦ Ἡσιόδου πολλὴν ἔμφασιν ἔχει τῆς ἀκαρπίας. ὁ μὲν γὰρ καθήμενος ἐν τῷ θερίζειν καὶ ὀλίγον τῇ χειρὶ πλῆθος ἀσταχύων περιλαμβάνων τὸ ἀναυξὲς αὐτῶν ἅμα δηλοῖ, διὸ καθήμενος θερίζει, καὶ τὸ ἀραιόν, διὸ ὀλίγους περιλαμβάνει. ὁ δὲ ἀντία δεσμεύων τὴν κολοβότητα καὶ σμικρότητα· ἀντιβάλλοντες γὰρ αὐτοὺς καὶ ἀλλήλοις ἐναντίως τιθέντες δεσμεύουσιν. ὁ δὲ κεκονιμένος τὴν ψιλότητα τοῦ πεδίου καὶ τὸ μὴ συνεσκιᾶσθαι αὐτὸ ὑπὸ τῶν ἀσταχύων. ὁ δὲ φέρων οὐκ ἐφʼ ἁμάξης αὐτοὺς ἀλλʼ ἐν φορμῷ καὶ λανθάνων τοὺς πολλοὺς ὅ τι φέρει, πάλιν τὴν ὀλιγότητα, διʼ ὧν πάντων δηλοῖ προσήκοντας εἶναι τῇ ἀκαιρίᾳ τῆς σπορᾶς τοὺς θερισμούς.
εἰ δέ κεν ἠελίοιο τροπῇς ἀρόῃς χθόνα δῖαν: τοῦτο δεῖ τὰς χειμερινὰς τροπὰς ἐκδέξασθαι· ἐὰν γὰρ μετοπωρινὰς ἐκδεξώμεθα, ἔσται ἀσύμφωνον τὸ νόημα· εἰσὶ γὰρ αὗται πρώϊμοι, ἐκεῖναι δὲ παρόψιμοι. τῶν δὲ ἄλλων δύο τροπῶν τῆς θερινῆς καὶ εἰαρινῆς οὐδʼ ὅλως ἐνθυμητέον· θεριναὶ δὲ τροπαὶ ὅταν ὁ ἥλιος ἐν Καρκίνῳ, μετοπωριναὶ δὲ ὅταν ἐν Χηλαῖς, χειμεριναὶ ὅταν ἐν Αἰγόκερῳ, ἐαριναὶ ὅταν ἐν Κριῷ. τέσσαρας δὲ καιροὺς ἔχειν τὸν ἐνιαυτὸν οἴδασιν οἱ παλαιοί· ἀπὸ μὲν τοῦ Μαρτίου ἄρχεσθαι τὸ ἔαρ, ἀπὸ δὲ τοῦ Ἰουνίου τὸ θέρος, ἀπὸ δὲ Σεπτεμβρίου τὸ φθινόπωρον, ἀπὸ δὲ Δεκεμβρίου τὸν χειμῶνα.
εἰ δέ κεν ἠελίοιο τροπῇς: ἐὰν δὲ περιμείνας τοῦ ἔργου σου μὴ φροντίσῃς, ἀλλʼ ὅταν τροπὴ τοῦ ἀέρος γένηται τότε ἀροτριάσῃς καὶ σπείρῃς, καθήμενος θερίσεις τὸ λήϊόν σου κεκονιορτωμένος καὶ τὰ γεννήματά σου ἀντʼ ἀλλήλων δεσμεύσεις διὰ τὴν βραχύτητα— τὸ γὰρ ἐπίμηκες ἐν τῷ μέσῳ δεσμεῖται—· καὶ οὐδὲν ἐξειλεῖς· οὐ μάλα χαίρων εἰς ὀλίγον τόπον ἀνασπάσεις τοὺς ἀστάχυας, ἀλλʼ ἐκείνων τὰ ἀραιὰ καὶ ἀναυξῆ ἔσται τὰ δράγματα ὡς μὴ καθʼ ἓν ἂν δύναιτο δεσμευθῆναι.
εἰ δέ κεν ἠελίοιο τροπῇς: ἤτοι μετὰ τὸ φθινόπωρον λέγει, τοῦ Ἰαννουαρίου μηνός, εἰσβάλλοντος ἡλίου ἐν Αἰγόκερῳ.
εἰ δέ κεν ἠελίοιο τροπῇς: τοῦτο λέγει ἀνακόπτων τοὺς μέλλοντας λέγειν ὅτι πολλοὶ τὸ ἔαρ σπείραντες ηὐτύχησαν μᾶλλον ἢ τὸν χειμῶνα.
ἥμενος ἀμήσεις: κατέχων τὰ δράγματα μὴ χειρὶ πεπληρωμένῃ, ἀλλὰ κενῇ χειρὶ τὸ λεγόμενον, καὶ περὶ ὀλίγον τόπον αὐτῆς συσφίγγων τὰ δράγματα διὰ σμικρότητα.
οὐ μάλα χαίρων: ἀντὶ τοῦ λυπούμενος.
ἄλλοτε δʼ ἀλλοῖος Ζηνὸς νόος, ἕως τοῦ θνητοῖσι νοῆσαι: τοῦτο οὐ μάτην προσέθηκεν, ἀλλʼ ἐπειδὴ καὶ τοῖς μὴ παριδοῦσι τὸν καιρὸν ἀφορεῖν ἔσθʼ ὅτε συμβαίνει καὶ τοῖς παριδοῦσιν ἐκ τοῦ παραλόγου θερίζειν καρποὺς ἀφθόνους πᾶν τὸ τοιοῦτον ἔργον εἶναί φησι τοῦ Διός, διʼ ἄλλας αἰτίας ἀδήλους ἡμῖν ταῦτα ποιοῦντος. οὐκ εἰδότες οὖν τίς ὁ νοῦς τοῦ Διός, ὀφείλομεν τὰ ἐφʼ ἡμῖν μὴ παραλείπειν, ἵνα δείξῃ ὅτι τῷ θεῷ πάντα δυνατὰ καὶ οὐδεὶς δύναται τῶν ἀνθρώπων γνῶναι τὴν βουλὴν αὐτοῦ.
ἄλλοτε δʼ ἀλλοῖος Ζηνὸς νόος: ἄλλοτε ἄλλη ἐστὶν ἡ βουλὴ τοῦ θεοῦ καὶ ὅστις εἰς τὸν παρελθόντα χρόνον ἐποίησε πολλά, εἰς τὸν ἐπιόντα οὐκ ἂν ποιοίη.
εἰ δέ κεν ὄψʼ ἀρόσῃς, ἕως τοῦ οὕτω κʼ ὀψαρότης προηρότῃ: τί ἂν γίνοιτο βοήθημα τῷ ὀψὲ ἀρόσαντι διὰ τούτων λέγει, καὶ ὅτι δεῖ ὕδωρ ἐκ Διὸς γενέσθαι μεσοῦντος ἤδη ἔαρος. ἡνίκα ὁ κόκκυξ ᾄδειν ἄρχεται καὶ τέρπειν, οὐχ ὡς ἡδύφωνος—οὐ γάρ ἐστιν—ἀλλʼ ὡς μηνύων τὸ ἔαρ ἤδη πλατὺ εἶναι, τότε ἂν εἰ γένοιτο ὑετὸς ὥστε εἰς τρίτην ἡμέραν μήτε ὑπερβάλλειν τῷ πλήθει βοὸς ὁπλὴν μήτε ἀπολείπειν, ἀλλὰ βρέχειν ὅλην, ἔσται βοήθημα τῷ ὀψαρότῃ, καὶ σχοίη ἂν καρποὺς ἐφαμίλλους τῷ προαρότῃ. τὴν μὲν οὖν ὁπλὴν ἐπὶ βοὸς ῥηθεῖσαν οὐκ οὖσαν τῶν μονωνύχων συγγνώμης ἀξιωτέον. διότι δὲ σημεῖον ἐξεῦρεν ἱκανὸν ἀρκοῦντος ὄμβρου τοῖς περὶ ἄροτρα καὶ βοῦς ἀσχολουμένοις, ἐπαινετέον. ὅτι δὲ ὁ τοιοῦτος ὄμβρος χρήσιμος πιστοῦται ἀπὸ τοῦ τὴν Σικελίαν εὐκαρπεῖν πολλοὺς δεχομένην ἐαρινοῦς ὄμβρους καὶ ἀπὸ τοῦ προσηνὲς εἶναι τῇ γῇ τότε τὸ ὕδωρ ὑποθερμαινόμενον καὶ νηπίοις οὖσι τοῖς καρποῖς συμφέρον καὶ ἀπὸ τοῦ τινας καὶ ἐν ἰσημερίᾳ σπείραντας ἐαρινῇ πολλοὺς θερίσαι καρπούς. καὶ γὰρ ὁ τριμηνιαῖος λεγόμενος πυρὸς ὑπὸ τοιούτων ὄμβρων ἐκτρέφεσθαι ἔοικε τῶν ἐαρινῶν.
εἰ δέ κεν ὄψʼ ἀρόσῃς: εἰ δὲ συμβῇ σοι βραδύνειν, φησί, τοῦτό σοι ἔσται σημεῖον· ἐὰν ἐπὶ τῷ σπόρῳ σου τῷ ἐαρινῷ ἐπιβρέξῃ ἡμέρας τρεῖς τοσοῦτον ὥστε συστῆναι τὸ ὕδωρ τῇ γῇ μέχρι τοῦ σκεπάσαι τὸ ἴχνος τοῦ βοός, μήτε ὑπεράνω μήθʼ ὑποκατωτέρω, τότε ἐρίσειαν τὰ ὀψίμως ἐσπαρμένα τοῖς πρωΐμοις.
εἰ δέ κεν ὄψʼ ἀρόσῃς, τόδε κέν τοι φάρμακον εἴη: ἐὰν καὶ ὀψὲ ἀροτριῶν σπείρῃς, καλόν ἐστι, ἀλλά πως ἡνίκα ὁ κόκκυξ φωνήσει ἐν τῷ δένδρῳ καὶ εἰς χαρὰν ἄξει τοὺς ἀνθρώπους εὐαγγελίαν φέρων τοῦ ἔαρος, εἴ γε βρέξῃ ὁ θεὸς τρισὶν ἡμέραις, μήτε τὸ ὕδωρ ἐκεῖνο εἰ τυχὸν εἰς κοῖλον τόπον ἐναπομεῖνον ὑπὲρ τοῦ ὄνυχος τοῦ βοὸς γένηται μήτε ἐνδέον· καὶ τότε εἰ γένηται ταῦτα, καὶ ὁ σπείρων βραδέως τῷ σπείραντι πρώην ἐξισάσει.
κόκκυξ: ὄρνεον ἐαρινὸν παραπλήσιον τῷ ἱέρακι· τέρπει δὲ βροτοὺς οὐχ ὡς μουσικόν, ἀλλʼ ἐπειδὴ ἔαρ φέρει.
ἐν θυμῷ δʼ εὖ πάντα φυλάσσεο: δεῖ τοὺς καιροὺς παραφυλάττειν τὸν γεωργὸν καθʼ οὓς ἀποδοτέον ἕκαστα τῶν ἔργων, καὶ τὰ ἐκ τοῦ Διὸς γινόμενα οἷον ὄμβρους, αὐχμούς, ἀνέμους ψυχροὺς ἢ θερμούς. ταῦτα γὰρ συνεργεῖ τοῖς ἐκ τῆς γῆς ἢ καὶ ἐμποδίζει πρὸς τὴν γένεσιν, ὧν οὐ δεῖ τῆς παραφυλακῆς ἀμελεῖν.
μή σε κακοῦ χειμῶνος ἀμηχανίη καταμάρψῃ σὺν πενίῃ, λεπτῇ δὲ παχὺν πόδα χειρὶ πιέζοις: τῶν λιμωττόντων τοὺς πόδας παχύνεσθαί φησι, τὸ δʼ ἄλλο σῶμα λεπτύνεσθαι. καὶ εἷς νόμος ἦν Ἐφεσίων μὴ ἐξεῖναι πατρὶ παῖδας ἀποθέσθαι ἕως ἂν διὰ λιμὸν παχυνθῇ τοὺς πόδας. ἴσως δὲ καὶ τὴν ἀπὸ καθίσεως καὶ ἀργίας πάχυνσιν δηλοῖ τῶν ποδῶν· γίνεται γὰρ τοῦτο τοῖς ἐπὶ πολὺ καθημένοις. ἐὰν οὖν ἐν τοῖς ἀλεεινοῖς οἴκοις ἀργὸς καθιζάνῃς, λεπτῇ χειρὶ διὰ λιμὸν τοὺς παχεῖς ὄντας πόδας πιέσεις. ἔοικε δὲ καὶ ἡ ἐν τοῖς λιμοῖς πάχυνσις εἶναι κατὰ φύσιν, ὡς ὁ Πλούταρχος. δεῖται γὰρ τὸ ἐν ἡμῖν θερμόν, ἵνα μένῃ, τῆς ἔξωθεν τροφῆς· ἢν οὐ δεχόμενον δαπανᾷ τὸ σῶμα, καὶ αὑτοῦ τι ἀποσπᾷ· διʼ ἀσθένειαν δὲ ἀδυνατοῦν ἀλλοιῶσαι τὸ ἀποσπώμενον ἄπεπτον ὂν ἀφίησι· καὶ αὐτὸ μὲν τὰ μέσα καὶ τὰ ἄνω λεπτύνει τοῦ σώματος ἐν οἷς ἐστι πλεῖον, ἐκεῖνο δʼ ἄρα τὸ ἄπεπτον εἰς τὸ κάτω φέρεται καὶ οὕτω δὴ παχύνει τοὺς πόδας.
πὰρ δʼ ἴθι χάλκειον θῶκον, ἕως τοῦ ἄοκνος ἀνὴρ μέγα οἶκον ὀφέλλει: διὰ τούτων καὶ τῶν ἐφεξῆς παρακελεύεται μήδʼ εἰ χειμέριος ἀὴρ εἴη ἢ καὶ κρυμώδης ἀμελεῖν τῶν ἔργων, ἀλλὰ παρατάττεσθαι πρὸς αὐτὸν ἀόκνως· τὸν γὰρ δεόμενον τῶν ἔργων διὰ τὸ ἐξ αὐτῶν τρέφεσθαι τὰς λέσχας καταλαμβάνειν ἄτοπον. τότε οὖν δεῖ ἐπὶ ταύτας χωρεῖν ὅταν πάντῃ κωλύῃ τῶν ἔργων τὸ κρύος. ὅτι δὲ τοὺς ἀλεεινοὺς οἴκους οἱ πένητες κατελάμβανον, ἐν οἷς συγκαθήμενοι ἐν λαλιαῖς ἦσαν, δῆλον, καὶ ὅτι λέσχας ἐκάλουν τούτους· καὶ γὰρ ἐν Ἀθήναις ἦσαν τοιοῦτοι τόποι καὶ ὠνομάζοντο λέσχαι ἑξήκοντα καὶ τριακόσιαι, καὶ ὅτι ἐδρᾶτό τινα θέσμια περὶ αὐτοὺς ἵνα οἱ λόγοι γίνωνται σὺν τοῖς συνιοῦσιν ἐπωφελεῖς. εἰώθεισαν δὲ καὶ ἐγκαθεύδειν τινὲς τοῖς χαλκείοις κρυμῶν ὄντων καὶ ἐν τοῖς ἄλλοις ἐργαστηρίοις ἐν οἷς ἐξάπτεται πῦρ· τότε οὖν ἐν τούτοις ἀλεαίνεσθαι μόνον ὅταν τὸ κρύος μὴ συμφέρῃ τοῖς ἔργοις· ὅταν δὲ καὶ ἐν κρύει ἀπαιτῇ τὰ ἔργα, παρατακτέον καὶ τῶν ἔργων ἀνθεκτέον.
πὰρ δʼ ἴθι χάλκειον: τὰ χαλκεῖα παρὰ τοῖς παλαιοῖς ἄθυρα ἦν καὶ ὁ βουλόμενος εἰσῄει καὶ ἐθερμαίνετο καὶ οἱ πένητες ἐκεῖ ἐκοιμῶντο. λέσχη δέ ἐστι τόπος τις δημόσιος ἀνειμένος τοῖς βουλομένοις ἐνδιαιτᾶσθαι· λέγει γὰρ ἡ Μελανθὼ πρὸς Ὀδυσσέα· εἰ σὺ θέλεις εὕδειν χαλκήϊον ἐς δόμον ἐλθὼν ἠέ που ἐς λέσχην· τουτέστι θερμαίνου εἰς τόπον λέσχης ὑπελθών. καθεζόμενοι δὲ ἐν αὐτοῖς ἐθερμαίνοντο καὶ τῶν ἔργων ἀπείχοντο. παρέρχου οὖν, φησι, τοὺς τοιούτους τόπους ὥρᾳ χειμῶνος· τότε γὰρ μὴ ὀκνῶν ἀνὴρ μεγάλως αὔξει τὸν ἑαυτοῦ οἶκον, ὁ δʼ ἀεργὸς ἐλπίζων πάντα αὐτόματα αὐτῷ παραγενήσεσθαι διελογίσατο κακά· «λῃστεύσω, ἁρπάσω», καὶ τὴν ἑαυτοῦ ψυχὴν ἐκακολόγησεν.
καὶ ἐπʼ ἀλέα λέσχην: Νεοπτόλεμος ἐν τῷ Περὶ γλωσσῶν φησι λέσχην εἶναι ὄνομα αὐλῆς ἐν ᾗ πῦρ ἐστι. φησὶν οὖν ὅτι ἀπερχόμενος ἐπὶ τὸ ἔργον σου μή, ἐὰν εὕρῃς τόπον θέρμην ἔχοντα, στῇς καὶ φλυαρῇς, ἀλλὰ πάρελθε· ἐκ τούτου οὖν καὶ λέσχη ἁπλῶς ἡ φλυαρία. ἀλέα δὲ ἡ θέρμη παρὰ τὸν ἥλιον· κυρίως ὕπαιθρος τόπος ὑπὸ ἡλίου θερμαινόμενος. Μένανδρος· «ἀλέας Ἀθάνας».
ἄοκνος ἀνὴρ μέγα οἶκον ὀφέλλει: οὐχὶ διὰ τὴν γεωργίαν εἶπε ὅτι καλῶς τὸν οἶκον ἄοκνος ὠφελεῖ, ἀλλὰ διὰ τὸ ξυλουργεῖν καὶ ἄλλα τινὰ ἐργάζεσθαι.
ἰστέον τοῖς μεταγράφουσι ὅτι οἱ δύο οὗτοι στίχοι ἀνεξήγητοι ἔκειντο ἐν τῷ πρωτοτύπῳ βιβλίῳ ὅθεν μετέγραφον, διὸ παρῆκα καὶ τὴν τούτων ἐξήγησιν.
πολλὰ δʼ ἀεργὸς ἀνήρ: τοὺς ἐν ἀργίᾳ ζῶντας καὶ τὰς ἐλπίδας κενὰς ἔχοντας, ἅτε μηδὲν ἑαυτοῖς συνειδότας ἔργον εἰς εὐπορίαν συντεῖνον, ἀνάγκη πολλὰ τῷ ὄντι κακὰ προσεννοεῖν διὰ τὴν ἀπορίαν ὅπως ἂν τραφῶσιν· ἐντεῦθεν λωποδύται γίνονταί τινες, ἐντεῦθεν ἱερόσυλοι, ἐντεῦθεν φιλοπράγμονες καὶ πάντες ὅσοι τὸν βίον ἐκ τῶν ἀλλοτρίων ἔχειν ἐπινοοῦσι.
κακὰ προσελέξατο θυμῷ: διὰ τὸ γὰρ μὴ ἔχειν τινὰ ἐξ οἰκίας καὶ τρέφεσθαι μηδὲ ἀπὸ χειρῶν ἔργου εἰς κακὰς ἐλπίδας χωρεῖ οἷον ἢ πλεονεκτήσειν ἢ κλέψειν.
δείκνυε δὲ δμώεσσι θέρους ἔτι ἐόντος: διὰ τούτου τοῦ παραγγέλματος καὶ τὰ ὅμοια νοητέον· οὐκ ἀεὶ εὐτυχήσομεν, παρασκευαστέον οὖν καὶ πρὸς τὰς περιστάσεις· οὐδὲ ἀεὶ ὑγιανοῦμεν, φροντιστέον οὖν καὶ τῶν ταῖς νόσοις ἐπιτηδείων· οὕτως οὖν καὶ οἰκήσεων ἐν θέρει διὰ τὴν ἐλπίδα τῆς τοῦ χειμῶνος προσβολῆς.
δείκνυε δὲ δμώεσσι: καθηγοῦ τοῦ ἔργου καὶ πρόλεγε τοῖς δούλοις ὅτι οὐκ ἀεὶ θέρος ἔσται, ὡς ἂν ἀπὸ τοῦ θέρους εὐτρεπισθῶσιν καὶ τὴν στέγην σου ὡς ἀπὸ τοῦ χειμῶνος στεγάσωσι διὰ τοὺς ὄμβρους. … καὶ Ὅμηρος· Πηλεΐδῃ μὲν ἐγὼν ἐνδείξομαι.
μῆνα δὲ Ληναιῶνα, ἕως τοῦ δυσηλεγέες τελέθουσιν: Πλούταρχος οὐδένα φησὶ μῆνα Ληναιῶνα Βοιωτοὺς καλεῖν· ὑποπτεύει δὲ ἢ τὸν Βουκάτιον αὐτὸν λέγειν—ὅς ἐστιν ἡλίου τὸν Αἰγόκερων διϊόντος, καὶ τοῦ βούδορα τῷ Βουκατίῳ συνᾴδοντος διὰ τὸ πλείστους ἐν αὐτῷ διαφθείρεσθαι βόας—ἢ τὸν Ἑρμαῖον, ὅς ἐστιν μετὰ τὸν Βουκάτιον καὶ εἰς ταὐτὸν ἐρχόμενος τῷ Γαμηλιῶνι, καθʼ ὃν καὶ τὰ Λήναια παρʼ Ἀθηναίοις· Ἴωνας δὲ τοῦτον οὐδʼ ἄλλως, ἀλλὰ Ληναιῶνα καλεῖν. τοῦτον οὖν ὡς ψυχρὸν κελεύει φυλάττεσθαι καὶ ἐν τοῖς ἄλλοις μησὶ τὰς ἐξαπίνης γινομένας πηγάδας, αἳ δὴ γίνονται πήξεις τῶν ὑδάτων τοῦ Βορέου πνεύσαντος, ἃς οὐ ῥᾴδιον ὑπομεῖναι διὰ τὴν σφοδρότητα τῆς πήξεως.
περὶ τοῦ κακοῦ καὶ χειμερινοῦ μηνός.
μῆνα δὲ Ληναιῶνα: … ὄνομα μηνὸς κατὰ Βοιωτούς, κατὰ δὲ Ἴωνας Ληναιών· ἀναιρετικὸς δὲ οὗτός ἐστι τῶν βοῶν εἰς ὃν ἐξέδερον τοὺς βόας. Ληναιὼν δὲ εἴρηται διὰ τὸ τοὺς οἴνους ἐν αὐτῷ εἰσκομίζεσθαι· οὗτος δὲ ὁ μὴν ἀρχὴ χειμῶνός ἐστιν. οἱ μὲν Ληναιῶνα φάσκουσιν αὐτὸν καλεῖσθαι διὰ τὰ λήνεα, ὅ ἐστιν ἔρια, διὸ καὶ Προβατοδόραν καὶ Αἰγοδόραν καλοῦμεν· οἱ δὲ Ληναιῶνά φασιν ἐπειδὴ Διονύσου ἐποίουν ἑορτὴν ἐν τῷ μηνὶ τούτῳ, ἣν Ἀμβροσίαν ἐκάλουν· καὶ Λήναιον ἱερὸν Διονύσου. προτρεψάμενος οὖν αὐτὸν τῷ χειμῶνι ἐργάζεσθαι παραιτεῖται τὸν ἕνα μῆνα τὸν μεσαίτατον ἐν ᾧ ψῦχός ἐστι πολύ. Βουδόρα δέ φησιν ἀλεύου, ἤτοι τὰ αἴτια τοῦ ἀποδέρεσθαι τοὺς βόας, ὅπερ συνεκδοχικῶς τελευτᾶν σημαίνει· ἀπὸ δὲ τοῦ ἰσχυροτάτου ζῴου καὶ τὰ ἄλλα δεδήλωκεν.
Ληναιῶνα: … φησὶ … ἐν ᾧ τοῦ Διονύσου ἑορτὴν ἣν Ἀμβροσίαν ἐκάλουν ...
πηγάδας: ἢ τὰς παγερὰς καὶ κρυώδεις ἡμέρας ἢ τὰς πάχνας αὐτὰς τῆς χιόνος.
δυσηλεγέες: αἱ δὲ πηγάδες χαλεπαί εἰσι πνέοντος τοῦ Βορέου.
ὅς τε διὰ Θρῄκης ἱπποτρόφου: ταῦτα καὶ τὰ ἑξῆς τὸν κρυμὸν ἐκτραγῳδεῖ τὸν βόρειον· διὰ Θρῄκης μὲν οὖν αὐτὸν πνέειν ἄμεινον εἰρῆσθαι ἢ παρʼ Ὁμήρῳ «ἐκ Θρῄκης»· ἄνωθεν γὰρ φέρεται ἀπὸ τῶν τῆς Θρᾴκης βορειοτέρων διὰ τῆς εἰς ἡμᾶς πορείας. διατίθησι δὲ χαλεπῶς τὰ μὲν πελάγη τοῦ πόντου ὀρίνεσθαι, τὴν δὲ γῆν μεμυκέναι λέγων διὰ τὰς ἐμπτώσεις τοῦ πνεύματος, τὴν δὲ ὕλην συνεπτηχέναι μετὰ τῆς γῆς, εἰ τύχοι, δένδρων οὖσαν πολλῶν καὶ τὰ δένδρα τὰ στερεώτατα δρῦς καὶ ἐλάτας προρρίζους πίπτειν εἰς γῆν, τοὺς δὲ θῆρας φρίσσειν καὶ τὸ γινόμενον ὑπʼ αὐτῶν προστιθεὶς φυσικῶς τοῦ συστέλλειν ἐπὶ τὰ μήδη τὰς οὐράς, καὶ ταῦτα τῶν θηρῶν λαχνῆεν καὶ δασὺ τὸ δέρμα ἐχόντων σκεπόμενον ὑπὸ τῶν τριχῶν. διόπερ οὐκ ἔδει καθικνεῖσθαι τὸν κρυμὸν αὐτῶν ὡς ἡμῶν τῶν ἀτρίχων, καθικνεῖσθαι δὲ ὅμως ὥστε καὶ τῶν βοῶν τὰ δέρματα παχέα ὄντα μὴ ἀντέχειν καὶ τὰς αἶγας κάμνειν, μόνους τοὺς οἶς διὰ τὴν τῶν μαλλῶν σκέπην αὐτάρκη οὖσαν τούτου ἀντεχομένους. καὶ τέλος προστίθησιν ὅτι τροχαλόν, ἀντὶ τοῦ δίκην τροχοῦ κεκαμμένον καὶ κεκυφότα, γέροντα τίθησιν ὁ τοιοῦτος πάγος, ἐπειγόμενον σκέπην καταλαβεῖν καὶ ἀλέας που τυχεῖν.
μέμυκε δὲ γαῖα καὶ ὕλη: ἤτοι συμμέμυκε καὶ οἱονεὶ συμπέπτωκε διὰ τὴν πυκνότητα τοῦ κρύους· ἐν ἔαρι γὰρ πάλιν ἀνοίγεται, διὸ καὶ τὰ ἄνθη καὶ τοὺς καρποὺς ἀναδίδωσιν, ἐν δὲ χειμῶνι διὰ τὸ ψῦχος ἄγονός ἐστι ἡ γῆ καὶ μεμυκυῖα. ἢ μέμυκεν ἀντὶ τοῦ μυκᾶται καὶ βοᾷ.
καὶ πᾶσα βοᾷ τότε νήριτος ὕλη: πᾶσα δὲ ἠχεῖ τὸ τηνικαῦτα ἡ ἄπειρος ὕλη καὶ οἱ σύμφυτοι τόποι τῶν ὀρῶν οἷς οὐδὲν ἀντίσχοι ἢ διὰ τὸ πλῆθος ἐρίσειεν.
νήριτος ὕλη: ἡ μεγάλη καὶ πολλή, πρὸς ἣν οὐδεὶς φιλονεικήσειε διὰ τὸ πλῆθος.
οὐρὰς δʼ ὑπὸ μέζεʼ ἔθεντο: ἀπὸ τοῦ παρακολουθοῦντος· εἴωθε γὰρ τὰ ζῷα διὰ τὸ ψῦχος τὰς οὐρὰς μεταξὺ τῶν μηρῶν ἀποθλίβοντα ἐγγὺς τῶν αἰδοίων ποιεῖν, ὡς καὶ παρὰ Καλλιμάχῳ· ἕζεσθαι θερμότατον ῥιζοῦχε Ποσειδῶν. μέζεα δὲ ὡς μήδεα. αἱ δʼ οὐραὶ ὡς νευρώδεις καὶ ὀστώδεις δύσριγοί εἰσιν. Ἀριστοτέλης φησὶ μὴ μόνον τὰς αἶγας δυσρίγους εἶναι, ἀλλὰ καὶ τὰ πρόβατα.
τροχαλὸν δὲ γέροντα: ἐκ μεταφορᾶς τοῦ τροχοῦ· ἐπικαμπῆ ἢ ὀξὺν ἐν τῷ δρόμῳ. ἀναγκάζεται γὰρ καὶ ὁ γέρων ὑπὸ τοῦ ψύχους τρέχειν ἐπὶ τὸν θερμὸν οἶκον· ἢ κυρτὸν καὶ ἐπικαμπῆ.
καὶ διὰ παρθενικῆς ἁπαλόχροος: μόνην ἐξαιρεῖ τοῦ λόγου τῶν ὑπὸ τοῦ κρύους δαμαζομένων τὴν παρθένον, ἣν καὶ ἁπαλόχρουν διὰ τὸ οἰκουρεῖν οὖσαν ἄπληκτον τῆς ἐξ αὐτοῦ φρίκης μετὰ τὰ λουτρὰ καὶ τὰς ἀλοιφὰς εἴσω τοῦ τῶν οἴκων μυχοῦ παρθενευομένην καὶ διὰ τοῦτο μένουσαν ἀπείραστον τοῦ κρύους· καὶ γὰρ ἐκείνων ἑκάτερον βοηθεῖ καὶ ἡ οἰκουρία.
ὅτʼ ἀνόστεος ὃν πόδα: τὸν μὲν ἀνόστεον δεῖ νοεῖν τὸν πολύποδα, διότι καὶ αὐτὸς ἕν τι τῶν μαλακίων ἐστί. τὰ δὲ μαλάκια γένος τῶν ἀναίμων ζῴων ἓν τεττάρων ὄντων· ἐντόμων, μαλακοστράκων, ὀστρακοδέρμων, μαλακίων. τὸ δὲ τένδει σημαίνει τὸ ἐσθίει κατὰ τροπὴν τοῦ ἀντιστοίχου οὕτω ῥηθέν, ἐπεὶ τένθης λέγεται ὁ ὀξυπείνης καὶ προτένθης. λέγεται γὰρ καὶ ὁ πολύπους ἐν τοῖς χειμῶσιν ἐκμυζᾶν τὸν πόδα συνεσταλμένος ἐν τοῖς μυχοῖς τοῖς ἑαυτοῦ. τὸ δὲ ἄπυρον εἶναι τοῦ πολύποδος τὸν οἶκον νοεῖν ὡς ψυχρόν· καὶ ἐν ἤθεσι αὐτὸν τότε ζῆν λευγαλέοις ὡς κακοῖς, παρὰ τὸ λυγρὸν τοῦ λευγαλέου ῥηθέντος ὥσπερ καὶ τὸ λυγρὸν αὐτὸ πεποίηται λίαν ὑγρὸν ὄν. εἰ οὖν τὰ ἤθη λευγαλέα καὶ ὁ οἶκος ἄπυρος, ἐξ ἀμφοτέρων δείκνυται καταγωγὴν ἔχων ὑγρὰν καὶ ψυχράν· ἤθη γὰρ τὰς εἰωθυίας λέγουσι διαίτας ἑκάστων. καὶ δὴ καὶ τὴν αἰτίαν ἐπήγαγε διʼ ἣν τὸν ἑαυτοῦ πόδα ἐσθίει καθήμενος ἐν τῷ φωλεῷ. οὐ γὰρ αὐτῷ ὁ ἥλιος ἐκλάμπων δείκνυσι τὸν τόπον τῆς νομῆς διὰ τὴν δυσαερίαν τοῦ χειμῶνος· κατεσθίει οὖν τὰς ἰδίας πλεκτάνας. διὸ καὶ εὑρίσκονται οἱ παλαιοὶ πολύποδες ἔχοντες κολοβοὺς τοὺς πόδας. Κλείταρχος δὲ ἐν Γλώσσαις τὸν πολύποδα ὑπὸ Λακεδαιμονίων ἀνόστεόν φησι καλεῖσθαι. Ἀριστοτέλης δέ φησι ψεῦδος εἶναι τὸ κατὰ τοὺς πολύποδας· αὐτοὺς γὰρ ἑαυτοὺς μὴ κατεσθίειν, ἀλλʼ ὑπὸ τῶν παγούρων κατεσθίεσθαι.
ἀλλʼ ἐπὶ κυανέων ἀνδρῶν: ἔοικεν ἔννοιαν ἔχειν τῶν διαφόρων οἰκήσεων ἐπὶ γῆς, τῶν μὲν ὡς βορείων, τῶν δὲ ὡς νοτίων· καὶ συνορᾶν ὅτι χειμῶνος ἡμῖν ὄντος τοῖς τὸ βόρειον μέρος οἰκοῦσιν οὐ κωλύει θέρος ἄλλοις εἶναι ὧν ἐστιν ἐγγὺς ὁ ἥλιος τὰ νότια τοῦ ζῳδιακοῦ περιπολῶν. τοῦτο οὖν δηλοῖ λέγων ὅτι χειμερίας παρʼ ἡμῖν οὔσης καταστάσεως ὁ ἥλιος πολὺς μὲν παρʼ ἄλλοις, οὓς ἐκάλεσε κυανέους ὡς μέλανας ἀπὸ τῶν Αἰθιόπων μεσημβρινωτέρων ἡμῶν ὄντων πάντας οὕτω καλέσας, ὥσπερ καὶ τοὺς βορείους πάντας διὰ τῶν Ἑλλήνων ἐσήμηνε· βράδιον δὲ φαίνει παρʼ ἡμῖν, ὡς πολὺν χρόνον τὰ ὑπὸ γῆν τμήματα διϊών, ἐλάχιστον δὲ τὰ ὑπὲρ γῆν. ὁ γὰρ ἶσος χρόνος ἐκείνοις μὲν ἡμέραν ποιεῖ, νύκτα δὲ ἡμῖν μεγίστην ἑκατέρως.
καὶ τότε δὴ κεραοὶ καὶ νήκεροι ὑληκοῖται: οἱ μὲν ὑληκοῖται οἱ κερατηφόροι καὶ ἀκέρατοι δῆλον ὡς οἱ θῆρές εἰσιν. οὗτοι δὲ λέγονται φεύγειν ἐν ταῖς ἄκραις ταῖς δυσβάτοις τῶν ὀρέων ἕως ἂν καταλάβωσι θάμνους ἢ σπήλαια. μυλλιόωντες δὲ διεστραμμένοι καὶ συγκαμφθέντες ὑπὸ τοῦ κρύους ἢ τὰ χείλη κινοῦντες ἀπὸ τῆς ψυχρότητος· ἴσως Κράτης γράφει μαλκιόωντες.
οἳ σκέπα μαιόμενοι, ἕως τοῦ ἀλευόμενοι νίφα λευκήν: τρισὶν ἀποκοπαῖς ὀνομάτων ἐχρήσατο· τὸ μὲν σκέπασμα σκέπα καλῶν, τὴν δὲ νιφάδα νίφα, τὸ δὲ γλαφυρὸν γλάφυ· διʼ ὧν δηλοῖ τοὺς θῆρας καταλαμβάνειν σκέπασμα ζητοῦντας ἢ τοὺς κευθμῶνας τοὺς θαμνώδεις ἢ τὸ ἄντρον τὸ γλαφυρὸν καὶ πέτρινον τὴν νιφάδα φεύγοντας, ἐοικότας γέροντι τρίποδι—τρίπους γὰρ ὁ βακτηρίᾳ χρώμενος—· οὗτος κέκαμπται μὲν τὰ νῶτα, κυπτάζει δὲ εἰς γῆν.
καὶ τότε ἕσσασθαι, ἕως τοῦ πολλὴν κρόκα μηρύσασθαι: πῶς δεῖ τὸν γεωργικὸν στέλλεσθαι κρύους ὄντος διὰ τούτων ὑφηγεῖται· χλαμύδα περιβάλλεσθαι θάλπειν δυναμένην—τοιαύτη δὲ ἡ μαλακή—καὶ χιτῶνα τοιοῦτον καθειμένον, εἶθʼ ὅπως ἔσται μαλακὰ διδάσκων φησί· χρῆναι τὸν μὲν στήμονα τούτων εἶναι μὴ πολύν, τὴν δὲ κρόκην πολλήν. μαλακὴν μὲν οὖν χλαῖναν οὐ τὴν Μιλησίαν λέγειν αὐτὸν ἢ τὴν Ἀττικὴν ἢ ὅλως τὴν θρυπτομένοις οἰκείαν οἵαν νῦν οἱ βαρυδαίμονες φοροῦσιν, ἀλλὰ τὴν ἐκ τῶν ἐρίων στερεότητα ἔχουσαν. διδάσκει δὲ καὶ πῶς ἂν γένοιτο τοιαύτη διὰ τῆς πολλῆς κρόκης· οἱ μὲν γὰρ στήμονες ἅτε στερεώτεροι ὄντες, ἐὰν ὦσι συνεχεῖς, δερματῶδες τὸ ὕφασμα ποιοῦσιν· ἡ δὲ κρόκη πλεῖον ἐγκαταμιγνυμένη διὰ τὸ εἶναι χαυνοτέρα τοῦ στήμονος ἀναδίδωσι κροκύδα διʼ ἧς πολλῆς οὔσης καὶ τὸ σῶμα περιπτυσσομένης ἀλεαίνεται ὁ φορῶν.
μηρύσασθαι: ἐπισπεύσασθαι ὑφῆναι· μήρυμα δὲ κυρίως τὸ ξαινόμενον ἔριον· νῦν δὲ ποιήσασθαι εἶπεν.
τὸν περιέσσασθαι ἵνα τοι τρίχες: τοῦτο συμβαίνει τοῖς ῥιγῶσι· πιεζομένων γὰρ τῶν τριχῶν κατὰ τὰς ῥίζας ὑπὸ τῆς ψυχρότητος καὶ πυκνώσεως τῆς περὶ αὐτὰς γινομένης αἴρονται ὀρθαί· καὶ τοῦτό ἐστι τὸ τῆς φρίκης πάθος ἡ διὰ πυκνώσεως σύντασις τῶν τριχῶν.
ἀμφὶ δὲ ποσσὶ πέδιλα βοὸς ἶφι κταμένοιο: ἐκ βοείων δερμάτων εἶναι κελεύει τὰ ὑποδήματα καὶ τούτων τῶν ἰσχυρῶν· τοιαῦτα δὲ εἶναι τὰ τῶν σφαγέντων βοῶν, ἀλλʼ οὐ τὰ τῶν αὐτομάτως ἀποθανόντων. εἰκότως· ἀποθνῄσκουσι μὲν γὰρ ἢ νοσήσαντες ἢ γηράσαντες ὥστε ἠσθενηκότες, τῶν δὲ σφαγέντων ἡ ἐν τοῖς δέρμασιν ἐνοῦσα δύναμις μένει. δεῖν οὖν ἐκ τούτων εἶναι τὰ ὑποδήματα, δεῖν δὲ καὶ πίλοις ἔνδοθεν χρῆσθαι, συμφύεσθαι δὲ τοῖς ποσὶ δυναμένοις καὶ μειζόνως ἀλεαίνειν. τὰ γὰρ ἄκρα μείζονος δεῖται βοηθείας ὡς πορρώτερον ὄντα τοῦ μέσου ἐν ᾧ τὸ ἔμφυτον θερμόν.
πρωτογόνων δʼ ἐρίφων, ἕως τοῦ ὑετοῦ ἀμφιβάλῃ ἀλέην: βούλεται καὶ δέρματι σκέπειν ἑαυτὸν τὸν γεωργικόν· συρραφὲν δὲ εἶναι τοῦτο ἐκ πολλῶν δερμάτων ἐριφίων—ἐκ πρωτογόνων δʼ ἐρίφων—οἰόμενος ἰσχυρότερα εἶναι καὶ τὰ τούτων δέρματα ὡς τεχθέντων ἔτι τῶν τεκόντων αὐτοὺς ἀκμαζόντων, ὥσπερ καὶ τὰ νεῦρα τὰ βόεια οἷς χρῆναι τὰ δέρματα συρράπτειν διὰ τὴν ἰσχὺν ἔκρινεν. τὸ δʼ οὖν τοιοῦτον δέρμα περίβλημα εἶναι τῶν νώτων, ἵνα τὴν διφθέραν ταύτην φορῶν ὁ ἐργάτης ἀμύνηται τὰς ἐκ τοῦ ὑετοῦ προσβολὰς ἀλέαν ἔχων καὶ τὴν ἀπʼ ἐκείνου ψῦξιν διαφεύγων.
κεφαλῆφι δʼ ὕπερθεν πῖλον ἔχειν, ἕως τοῦ Βορέαο πεσόντος: δεῖ καὶ πῖλον ἔχειν ἐπὶ τῆς κεφαλῆς ἀσκητόν· ἔστι δʼ οὗτος ὁ ἐξ ἐρίων γεγονώς, ἵνα μὴ ὑετὸς καταβρέχῃ τὴν κεφαλήν, ἣν διὰ τῶν ὤτων ἐδήλωσεν ἐπʼ ἐσχάτης αὐτῆς κειμένων. καὶ τέλος τούτων πάντων ἐπήγαγεν ὅτι ψυχραὶ πάντων εἰσὶν αἱ καταστάσεις τῶν ἡμερῶν Βορέαο πεσόντος, τοῦτο δʼ ἐστὶν ἄνωθεν πνεύσαντος· πνεῖ γὰρ ἀπὸ ὑψηλοτέρων ὁ Βορέας, ὃ δηλοῖ τὸ πεσεῖν. διὸ χρὴ ταῦτα πάντα τὰ περιβλήματα κατασκευάσθαι· τὴν χλαῖναν, τὸν χιτῶνα, τὰ ὑποδήματα, τοὺς ἐντὸς τούτων πίλους, τὴν διφθέραν, τὸν ἐπὶ τῆς κεφαλῆς ἄλλον πῖλον· οἷς ὁπλισθεὶς ὁ ἐργατικὸς ἀμύνεται τὸν κρυμόν.
ἠῶιος δʼ ἐπὶ γαῖαν ἀπʼ οὐρανοῦ, ἕως τοῦ ἔργον τελέσας οἶκόνδε νέεσθαι: ταῦτα λέγεται φυσικῶς περὶ τῶν εἰς τὸν ἀέρα φερομένων ἐκ τῶν ὑγρῶν τῶν ἐπὶ γῆς οἷον ποταμῶν ἢ λιμνῶν ἀναθυμιάσεων—ἀφʼ ὧν τοτὲ μὲν νέφη συνίσταται μόνον, τοτὲ δὲ καὶ ὑετοὶ φέρονται—πυκνωθεισῶν ληγούσης τῆς ἡμέρας τῶν ἁθροισθεισῶν ὀρθρίων. ὁ μὲν οὖν ἀὴρ πυροφόρος λέγεται τῷ τρέφειν τοὺς καρποὺς διὰ τῶν ἀνέμων καὶ τῶν ὑδάτων ὧν καταπέμπει μακάρων ἐπὶ ἔργοις τοῖς τῶν εὐδαιμόνως ζώντων. τὴν δὲ αὐτοῦ θέσιν μεταξὺ γῆς καὶ οὐρανοῦ τάσιν ἐκάλεσεν ὡς καὶ εἰς ὕψος χωροῦντος καὶ εἰς τὰ κοῖλα καταδυομένου τῆς γῆς. τοῦτον δέ φησιν ἀπὸ τῶν ποταμῶν ἀρυσάμενον τὰς ἀτμίδας αἴρεσθαι ὑπὲρ τὴν γῆν ἀνάγοντα ταύτας. διὰ γὰρ τὴν ψῦξιν τὸ θερμὸν εἴσω τῆς γῆς εἰργόμενον ἀναπέμπει τὰς ἀτμίδας καὶ ἐκ τῶν ποταμῶν τῶν ἐν αὐτῇ καὶ ἐκ τῶν φρεάτων· καὶ ἔστιν ἰδεῖν τοῦτο ἐναργῶς ἀποτελούμενον ἀπὸ τῶν ἁλυκῶν καὶ φρεατίων ἀνάδοσιν ἕωθεν τοιαύτην ἀτμώδη. ὁ οὖν ἀὴρ δεχόμενος ταύτας ὑψοῖ διὰ τῆς τῶν ἀνέμων συστροφῆς· καὶ ὅταν τοῦτο γένηται, τοτὲ μὲν ὡς πρὸς ἑσπέραν ὕει, ψυχθείσης τῆς ἀτμίδος, τοτὲ δὲ εἰς πνευμάτων μεταβάλλει συστάσεις. δεῖ οὖν ταῦτʼ εἰδότα τὸν γεωργικὸν τὰ ἔργα πειρᾶσθαι πληροῦν πρὸ τῆς ἑσπέρας καὶ οἴκαδε ἀναχωρεῖν μήποτε ἀσυμπληρώτων ὄντων τῶν ἔργων νὺξ ἐπέλθῃ τοιαύτη καὶ ποιήσῃ τὸ σῶμα μυδαλέον, δίυγρον ἐκ τοῦ ὑετοῦ γεγονός.
ἠῶιος δʼ ἐπὶ γαῖαν: πρωϊνὸς δὲ ἀὴρ εἰς γῆν ἁπλοῦται ἐξ οὐρανοῦ σιτοφόρος, ὅστις ἀνιμήσας ἀπὸ ποταμῶν καὶ ὑψωθεὶς εἰς πνοὰς διαλύεται.
ἀὴρ πυροφόρος: ὁ ἀὴρ ἤγουν σιτοφόρος ἢ δρόσος ἡ τὸν σῖτον φέρουσα ἢ ἀὴρ δροσώδης τρέφων τὰ λήϊα ἢ ὁ φέρων τὸν σῖτον ἢ πυροφόρος ἀὴρ ὁ πυρετὸν καὶ κάματον φέρων ἢ ὁ φέρων τὸν ἥλιον. Σέλευκος δὲ γράφει ἀὴρ ὀμβροφόρος.
ἀὴρ πυροφόρος τέταται: ὑγρὸς γὰρ ὁ ἀὴρ ἐκ τῆς ἀναδόσεως τῶν ὑδάτων ὑπʼ ἀνέμων κουφισθεὶς ἢ διὰ κρύους ἀναλύεται γινόμενος περὶ τὴν ἑσπέραν· πρωῒ γὰρ ἔτι ἐν τῷ συνάγεσθαι καὶ εὐχερῶς διαλύεται, καὶ εἰ μὲν κοῦφος ὁ ἀὴρ εἰς κρύος, εἰ δὲ βαρὺς καὶ ὑετώδης εἰς ὑετόν.
μακάρων ἐπὶ ἔργοις: ἴσως δὲ πείθων γεωργεῖν μάκαρας δὲ πάντας ἐκάλεσε τοὺς πλουσίους.
ὅς τε ἀρυσσάμενος: εἰκότως οὖν φησιν ἀρυσσάμενος ὁ ἀήρ· ὑετὸς εἰς ὕψος ποτὲ μὲν σκορπίζεται τοῖς ἀνέμοις πνεύσαντος τοῦ Βορρᾶ, ποτὲ δὲ καὶ βροχὴ γινόμενον τὸ ὑψούμενον πρὸς ἑσπέραν βρέχει.
φθάμενος: ἀλλὰ σπούδασον πρὸ τῆς βροχῆς ποιῆσαι τὰ ἔργα.
ἀλλʼ ὑπαλεύασθαι· μεὶς γὰρ χαλεπώτατος οὗτος: τὸν κατὰ Ἴωνας μὲν Γαμηλιῶνα, κατὰ Ῥωμαίους δὲ Ἰαννουάριον, ἐν ᾧ, φησι, τὸ κρύος γίνεται, μάλιστα δὲ τὸν Ληναιῶνα, φυλάττεσθαι λέγει· καὶ προσέθηκεν ὅτι οὐ μόνον ἀνθρώποις χαλεπός, ἀλλὰ καὶ προβάτοις· καὶ ταῦτα σκέπην ἔχουσιν ἱκανήν, ὡς εἶπεν, εἰ μὴ ἄρα καὶ ἁπλῶς τὰ βοσκήματα νῦν πρόβατα καλοίη.
τῆμος τὤμισυ βουσίν: διὰ τὸν χειμέριον μῆνα τροφὴν πλείονα κελεύει διδόναι, τοῖς μὲν βουσὶ τὸ ἥμισυ τῆς εἰωθυίας προστιθέντα, τοῖς δὲ ἀνθρώποις πλέον ἢ τὸ ἥμισυ· εἰ μὴ ἄρα τὸ ἥμισυ καὶ τὸ πλέον δεῖ συντάττειν ἵνʼ ἀμφοτέροις πλέον ἢ τὸ ἥμισυ διδῷ τις τοῦ ἔθους. πέττεται γὰρ χειμῶνος ὄντος ἡ τροφὴ μᾶλλον ἐν μήκει τῶν νυκτῶν· ἥ τε γὰρ θερμότης εἴσω καθειργμένη διὰ τὴν ἔξωθεν πύκνωσιν πλείονα δαπανᾷ, καὶ μῆκος αἱ νύκτες ἔχουσαι πλείονα πέττουσι τὴν τροφὴν ἣν ἁρμαλιὴν εἶπεν, ὡς προσφιλῆ τοῖς τρεφομένοις καὶ εὐάρμοστον.
τὤμισυ βουσίν: τότε μὴ ἐργαζομένοις τοῖς βουσὶ τὸ ἥμισυ τῆς ταγῆς δός, ἀνδρὶ δὲ καὶ πλέον.
ἁρμαλιῆς: τῆς τροφῆς· ἀπὸ τοῦ ἁρμόζειν τῇ ψυχῇ ἢ ἀπὸ τοῦ αἴρειν τὰ σώματα.
μακραὶ γὰρ ἐπίρροθοι εὐφρόναι εἰσί: μακραὶ γὰρ οὖσαι αἱ νύκτες βοηθοῦσι πρὸς τὰς βοῦς, ἐπειδὴ πολλὰ ἀναπαύονται καὶ ὀλίγα κάμνουσιν· οὐ μὴν τοὺς ἀνθρώπους, οἳ διόλου οὐκ ἀναπαύουσι διὰ τὸ καὶ ἐν ταῖς νυξὶν ἐνίοτε ἐργάζεσθαι.
εὐφρόναι: εὐφρόνας δὲ κατὰ παραγωγὴν τοῦ ὕπνου λαμβάνει.
εὐφρόναι: εὐφρόναι δὲ αἱ νύκτες εἰκότως, ἐπεὶ ἐν αὐταῖς ἠρεμοῦντες τὰ καλὰ βουλευόμεθα, πλεῖον τῆς ἡμέρας φρονοῦντές τε καὶ σκοπούμενοι.
ταῦτα φυλασσόμενος: τοῦτον καὶ τοὺς ἑξῆς δύο διαγράφει Πλούταρχος. δηλοῦσι δὲ χρῆναι διʼ ὅλου τοῦ ἔτους βλέπειν εἰς τὰς νύκτας καὶ τὰς ἡμέρας καὶ πρὸς ταύτας ἰσοῦν τὰ ἔργα ἕως ἂν μετὰ τὸν σπόρον ἡ ὥρα ἀφίκηται τῆς τῶν καρπῶν συλλογῆς. τούτων δὲ διαγραφέντων ἀκόλουθα τὰ ἑξῆς.
ταῦτα φυλασσόμενος: διʼ ὅλου τοῦ ἐνιαυτοῦ τὴν ἰσότητα μαθὼν τῆς νυκτὸς καὶ τῆς ἡμέρας, ποτὲ χρὴ ἐργάζεσθαι καί ποτε ἀναπαύεσθαι ἕως ἄν σοι ἡ γῆ παντοδαπὸν καρπὸν εἰς ὅλον τὸν ἐνιαυτὸν κομίσῃ.
εὖτʼ ἂν δʼ ἑξήκοντα μετὰ τροπὰς ἠελίοιο, ἕως τοῦ ἐπιτέλλεται ἀκροκνέφαιος: αὕτη ἐστὶν ἡ ἑσπερία ἐπιτολὴ τοῦ Ἀρκτούρου ἐν τῷ ἄκρῳ τοῦ καιροῦ τῆς νυκτὸς ἀνατέλλοντος· κνέφας γὰρ ἡ νύξ. καὶ παρέσχεν οὗτος τοῖς ἀστρονόμοις ἀκρονύχους ταύτας τὰς φάσεις καλεῖν. ἐν οὖν τῇ Ἑλλάδι τῇ Παρθένῳ συνανατέλλων ὁ Ἀρκτοῦρος εἰκότως μετὰ ἑξήκοντα τῶν χειμερινῶν τροπῶν ἑσπέριος ἐπιτέλλει· τότε γὰρ ἐν Ἰχθύσιν ἥλιός ἐστι καὶ ἡ Παρθένος οὖσα κατὰ διάμετρον ἑσπέρας ἀνίσχει· σὺν αὐτῇ δὲ καὶ ὁ Ἀρκτοῦρος.
εὖτʼ ἂν δʼ ἑξήκοντα: μετὰ ἑξήκοντα ἡμέρας τῆς χειμερινῆς τροπῆς ὅτε γίνεται ὁ ἥλιος ἐν Ἰχθύσι, τότε ὁ Ἀρκτοῦρος ὁμοταγὴς ὢν τῆς Παρθένου δύναντος αὐτοῦ τοῦ ἡλίου κατὰ διάμετρον ἀνατέλλει.
Ἀρκτοῦρος: ὁ δʼ Ἀρκτοφύλαξ, Λυκάονος θυγατρὸς Καλλιστοῦς υἱός, μεθʼ ἧς συγκοιμηθεὶς ὁ Ζεὺς διὰ ζηλοτυπίαν Ἥρας πεποίηκεν ἄρκτον· ὡς οὖν ἐκεῖνος εἰς κυνηγέσιον ἐξελθὼν ἐδίωκε τὴν μητέρα ἀντεπερχομένην, ὁ Ζεὺς ἐλεήσας ἀμφοτέρους κατηστέρισε. ἔχει δὲ τὸ σχῆμα τοῦ διώκοντος ἄρκτον ἀναστραφεῖσαν, διὸ καὶ Ἀρκτοῦρος λέγεται.
Ἀρκτοῦρος: ὁ τοῦ Ἀρκτοφύλακος ἀστὴρ ὁ μεταξὺ τῶν σκελῶν αὐτοῦ ἀνατέλλων.
Ἀρκτοῦρος: ὁ δὲ αὐτὸς Ἀρκτοφύλαξ καλεῖται καὶ Βοώτης οἱονεὶ βουκόλος τις ὤν· κατέχει γὰρ καὶ ῥόπαλον.
Ἀρκτοῦρος προλιπών: Ἄρκτου υἱὸς ὁ Ἀρκάς, Λυκάονος ἦν ἔκγονος· … ὅθεν καὶ ὅρος καὶ ἑορτή. Ἀρκτοῦρον οὖν τὸν ὁρίζοντα λέγουσι· ἀστὴρ γάρ ἐστι ἐπὶ τῆς ζώνης τοῦ Ἀρκτοφύλακος ὁ Ἀρκτοῦρος.
ἀκροκνέφαιος: κατὰ τὸ ἄκρον κνέφας τῆς ἑσπέρας φαίνεται. τὴν δὲ τοιαύτην ἀνατολὴν οἱ μαθηματικοὶ ἀκρόνυχον καλοῦσιν· ἀκροκνέφαιος οὖν ἐν ἀρχῇ τῆς νυκτός. πρῶτον οὖν ὁ Ἀρκτοῦρος φαίνεται, ἔπειτα ἡ χελιδὼν ἡ θρηνητικὴ ἐλεεινὸν ἢ ἑωθινὸν γοῶσα καὶ θρηνοῦσα.
τὸν δὲ μέτʼ ὀρθογόη Πανδιονὶς ὦρτο χελιδών, ἕως τοῦ οἴνας περιταμνέμεν· ὣς γὰρ ἄμεινον: ἐν τούτοις ἀμπέλου τομῆς φράζει καιρόν—οἰνάδας γὰρ καλοῦσι τὰς ἀμπέλους—, ἤδη φαινομένου ἔαρος μετὰ ἑσπερίαν ἐπιτολὴν Ἀρκτούρου καὶ χελιδόνος ἔκφανσιν. ὀρθογόη δὲ ἡ χελιδὼν διὰ τὸν μῦθον, ὥς φασιν οἱ παλαιοὶ αὐτὴν διὰ τὴν λύπην ᾄδειν τὴν Φιλομήλαν οὖσαν Ἀττικήν. Πλάτων δὲ οὐδὲν ζῷον λυπούμενον ᾄδειν φησίν, οὐδὲ αὐτὴν τὴν χελιδόνα καὶ τὴν ἀηδόνα καὶ τὸν ἔποπα. τί οὖν ἔδει καλεῖν αὐτὴν ὀρθογόην; εἰ μὴ ἄρα ὀρθοβόην γραπτέον ὥς τινες.
ὀρθρογόῃ: ἡ ὑπὸ τὸν ὄρθρον θρηνοῦσα.
Πανδιονίς: Πανδίων ὁ Ἀθηναῖος δύο ἔχων θυγατέρας Πρόκνην καὶ Φιλομήλαν, τὴν Πρόκνην ἐξέδωκέ τινι Θρᾳκικῷ τοὔνομα Τηρεῖ καὶ λαβὼν εἶχεν ἐν τῇ Θρᾴκῃ· ἔσχε δὲ Πρόκνη δύο παῖδας. μετʼ ὀλίγον δὲ χρόνον ἦλθεν ὁ Τηρεὺς ἐπισκέψασθαι τὸν αὑτοῦ πένθερον, τῆς δὲ Φιλομήλας ἐπιθυμησάσης θεάσασθαι τὴν ἀδελφὴν καὶ τῆς Πρόκνης πάλιν μεταπεμψαμένης αὐτήν, καταπιστοῦται αὐτὴν ἀπειρόγαμον οὖσαν ὁ Τηρεύς, δραξάμενος δὲ ἐρημίας μεταξὺ τῆς ὁδοῦ τοῦ τρόπου οἰκείου τετόλμηκεν ἄξιον· τὴν γὰρ τῆς γυναικὸς ἀδελφὴν Φιλομήλαν ποθήσας, οὐ μόνον ἀποπαρθενεύει, ἀλλὰ πρὸς τούτοις ἀφαιρεῖ αὐτῆς καὶ τὴν γλῶτταν, ἵνα μὴ τῇ ἀδελφῇ ἐξείπῃ τὸ γεγονός. ἡ δὲ μὴ δυναμένη λαλῆσαι τῇ ἀδελφῇ διὰ τὸ τῆς γλώττης πάθος κατεποίκιλε τὸ γεγονὸς θρήνοις τῷ ἱστῷ. ταύτην δὲ ὁ Ζεὺς μετέβαλεν εἰς ὄρνεον χελιδόνα.
ἀλλʼ ὁπότʼ ἂν φερέοικος ἀπὸ χθονός, ἕως τοῦ ἵνα τοι βίος ἄρκιος εἴη: ὁ μὲν Θρᾷξ Διονύσιος ἔλεγε φερέοικον τὸν κοχλίαν· ἐπιτιμῆσαι δέ φησιν … αὐτῷ τινα τοῦτο λέγοντι Ἀρκάδα· εἶναι γὰρ ἐν Ἀρκαδίᾳ τὸν φερέοικον ὁρᾶν μελίττῃ ἐοικότα σμικρότατον, κάρφη καὶ συρφετὸν ἑαυτῷ συνάγοντα στεγοποιεῖσθαι διὰ τοὺς χειμῶνας, βαίνειν δὲ ἀνὰ τὰ φυτὰ θέρους, τὸν δὲ κοχλίαν μὴ φαίνεσθαι θέρους, ἀλλʼ ὁπόταν ὄμβρος γένηται ἀναδυόμενον φαίνεσθαι, διὰ τῶν φυτῶν βαίνειν ἕλκοντα τὸ κοῦφον ἐξόπισθεν ὄστρακον. τοῦτο μὲν οὖν ὅπως ἂν ἔχῃ χαιρέτω. παρακελεύεται δὲ διὰ τούτου μετὰ Πλειάδων ἐπιτολήν, ἣ γίνεται ἡλίου μεταβάντος εἰς Διδύμους, μὴ εἶναι καιρὸν ἔτι τομῆς ἀμπέλου καὶ σκάφου· ἤδη γὰρ ἡ γῆ ξηραίνεται, διὸ σκάπτειν οὐκ ἐπιτήδειον. καὶ δεῖ τὴν ἄμπελον ἐκτρέφειν τὸν καρπόν, διὸ τέμνειν οὐκ εὔκαιρον αὐτήν· καὶ γὰρ γυμνουμένας τότε τὰς ῥίζας τὸ μὲν καῦμα καὶ ἡ θερμότης ἀλλοιοῖ, καὶ ὅταν τοῦτο γένηται, λέγουσιν οἱ γεωργικοὶ τὰς ἀμπέλους ἀστροβολεῖσθαι. τίνα οὖν ἔργα μεταχειριστέον τηνικαῦτα; συλλήβδην εἰπεῖν ὅσα πρὸς ἄμητον ἐπιτήδεια· τὰς δρεπάνας ὀξύνειν καὶ παρασκευάζειν τοὺς οἰκέτας πρὸς θερισμόν, καὶ ὑπὸ ἡλίῳ διάγειν, ὃ ποιοῦσιν οἱ θερισταί, καὶ μὴ σκιατραφεῖν καὶ μὴ καθεύδειν ὄρθρου, ἀλλὰ προεξανίστασθαι τῶν οἰκετῶν καὶ ἐγείρειν ἐπὶ τὰ ἔργα καὶ αὐτούς· τέλος δὲ τούτων ἑαυτῷ παρασκευάζειν οἴκοι τὸν βίον καλῶς διὰ τῆς τῶν καρπῶν συγκομιδῆς.
ἀλλʼ ὁπότʼ ἂν φερέοικος: οἱ κοχλίαι τῆς ἐπισημασίας γενομένης τῶν Πλειάδων φεύγουσι τὴν δρόσον καὶ ἐν τοῖς δένδροις κρύπτονται—δύουσι γὰρ εἰς τὴν ἀνατολὴν αὐτῶν—· τότε, φησίν, οὐκ ἐπιτήδειον σκάπτειν ἀμπέλους, ἀλλὰ δρεπάνας χαράσσειν καὶ πρὸς θέρος ἑτοιμάζεσθαι. τότε μὲν θερμοτέρου γινομένου τοῦ ἔαρος προσέρχεσθαι πρὸς ἔργον, τότε τοίνυν δεῖ φεύγειν τὴν σκιὰν καὶ τὸν ἑωθινὸν ὕπνον καὶ θερίζειν μᾶλλον ἐν ὅσῳ δρόσος ἐστὶ περὶ τοὺς ἀστάχυας· ἐν γὰρ τῷ καύματι διαθρυπτόμενοι καταρρέουσι καὶ ἀφανίζονται.
ἠὼς γάρ τʼ ἔργοιο τρίτην ἀπομείρεται αἶσαν: διὰ τούτου καὶ τῶν ἑξῆς τριῶν ἔπαινον κατατείνει τοῦ ὄρθρου πολύν. λέγεται γὰρ ἠὼς τὸ πρῶτον μέρος τῆς ἡμέρας, ὡς Ὅμηρος· ἢ ἠὼς ἢ δείλη ἢ μέσον ἦμαρ. ὁ δὲ Ἡσίοδος οὐ τοῦ χρόνου τὸ τρίτον ἔχειν τὴν ἠῶ φησιν, ἀλλὰ τοῦ ἔργου, ὃ δεῖ ἀνῦσαι διὰ πάσης ἡμέρας, τὸν ὄρθρον τὴν τρίτην ἀνύειν μοῖραν διὰ τὸ ἀκμάζειν τότε μάλιστα τοὺς ἐργάτας· οἷς καὶ τὰ ἑξῆς ἀκόλουθα. καὶ τοῖς ὁδεύουσι τὴν ἠῶ προφέρειν καὶ πᾶσι τοῖς ἐργαζομένοις ἡντιναοῦν τέχνην, ἃ δὴ πάλιν ἑρμηνεύων ἐπήγαγεν. πολλοὺς μὲν ἐπέβησε κελεύθου, πολλοὺς δʼ ἤγειρεν εἰς τὸ βοηλατεῖν· τὸ γὰρ τὰ ζυγὰ τοῖς βουσὶν ἐπιθεῖναι τοῦτο δηλοῖ. ταῦτα περὶ τῆς ἐν τῷ ὄρθρῳ σπουδῆς, ὡς οἵ γε τοῦτον τὸν καιρὸν ἄπρακτοι καὶ τὴν ἐν τοῖς ἄλλοις μέρεσι τῆς ἡμέρας ἀμβλύνουσι συντονίαν. τὸν μὲν οὖν Ὅμηρόν φησιν ὁ Πλούταρχος ἐπιθέτοις εἰς τέρψιν εὐδοκιμοῦσι κοσμῆσαι τὴν ἠῶ «κροκόπεπλον» αὐτὴν λέγοντα καὶ «ῥοδοδάκτυλον»· τὸν δὲ Ἡσίοδον μειζόνως ἀπὸ τῶν ἔργων ἐφʼ ἃ δὴ προϊοῦσα κινεῖ τοὺς ἀνθρώπους καὶ ἀπὸ τῆς ἐκλύσεως εἰς τὴν ἐνεργὸν μεθίστησι ζωήν.
ἔργοιο τρίτην ἀπομείρεται αἶσαν: τοῦ ἔργου τρίτην μοῖραν μοιράζεται, τουτέστι τοῦ ἔργου τῆς ὅλης ἡμέρας τὴν τρίτην μοῖραν προστίθησιν· ἢ τὸ τριπλάσιον λέγει.
ἦμος δὲ σκόλυμος τʼ ἀνθεῖ καὶ ἠχέτα τέττιξ, ἕως τοῦ ἀφαυρότατοι δέ τοι ἄνδρες: τοῦ θέρους ἀρχομένου καὶ ὁ σκόλυμος ἀνθεῖν ἄρχεται καὶ ὁ τέττιξ ᾄδειν· ᾄδει δὲ ὑπὸ ταῖς πτέρυξι τρίβων ἑαυτὸν καὶ τὸν ἦχον ἐκπέμπων· οὕτω γὰρ αὐτὸν ᾄδειν φασί. τηνικαῦτα πιόταται μὲν αἱ αἶγες μετὰ τὸν ἀπογαλακτισμὸν τῶν ἐρίφων εἰς τὸ ἑαυτῶν σῶμα δαπανῶσαι τὴν ὕλην· ὁ δὲ οἶνος ἄριστος, ὡς τότε ἤδη κεκριμένος ὅτι πέφευγε τοῦ ἡλίου τὰς ἐκ τῆς μεταβολῆς τῶν ὡρῶν τροπάς, οὐ χειμῶνος ἐπιόντος τραπείς, οὐκ ἔαρος, οὐ θέρους· μαχλόταται δὲ γυναῖκες ὡς ψυχρότεραι τὴν κρᾶσιν καὶ διὰ τοῦτο βράδιον ὀργῶσαι ἀναθερμαινόμεναι· οἱ δὲ ἄνδρες ἀφαυρότατοι διὰ τῆς ἔξωθεν θέρμης ἀφαυαινόμενοι φύσει θερμότεροι ὄντες καὶ ξηρότεροι τῶν γυναικῶν. τοιαῦτα δὲ καὶ τὸν Ἀλκαῖον ᾄδειν· τέγγε πλεύμονας οἴνῳ· τὸ γὰρ ἄστρον περιτέλλεται· ἀ δʼ ὤρα χαλέπα· πάντα δὲ δίψαισʼ ὐπὰ καύματος ἄχει δʼ ἐκ πετάλων ἄδεα τέττιξ … ἄνθει δὲ σκόλυμος· νῦν δὲ γύναικες μιαρώταται, λέπτοι δʼ ἄνδρες, ἐπεί τοι κεφάλαν καὶ γόνα Σείριος ἄσδει ...
σκόλυμος: λάχανον ἄγριον ἀκανθῶδες· θέρους ἀνθεῖ.
αὐαλέος δέ τε χρὼς ὑπὸ καύματος, ἕως τοῦ γάλα τʼ αἰγῶν σβεννυμενάων: λέγοι μὲν ἂν Σείριον καὶ αὐτὸν τὸν ἥλιον, ὡς καὶ ἔμπροσθεν· λέγοι δʼ ἂν καὶ τὸν ἐπὶ τοῦ Κυνὸς λαμπρότατον ἀστέρα· καὶ γὰρ οὗτος τότε τοῦ ἡλίου προανατέλλων ὀξέα σειριάει καὶ καυμάτων αἴτιός ἐστι τῶν ὑπὸ Κύνα καλουμένων· εἰκότως οὖν αὐαλέος ὁ χρὼς γίνεται ταῖς τούτων ἐμπύροις δυνάμεσιν αὐαινόμενος. τίνα οὖν ἄκη τοῦ καύματος πετραίη σκιά; τοιαύτη δὲ ἡ ὑπὸ ταῖς πέτραις ἐν τοῖς σπηλαίοις· αὕτη γὰρ οὐχ ἁπλῶς παραμύθιόν ἐστι τῆς αὐάνσεως, ἀλλὰ καὶ δίυγρος ἀπὸ τῆς τῶν πετρῶν ψύξεως. καὶ οἶνον Βίβλινον, ὃν ἀξιοῖ, παρʼ αὐτοῖς γεωργεῖσθαί φασι παρὰ ποταμὸν οὕτω καλούμενον· ὅτι δὲ οὗτος ὁ οἶνος ὡς ὁ Θάσιος ηὐδοκίμει, λέγει καὶ Εὐριπίδης. μάζα δὲ ἀμολγαίη, ἤτοι ἡ πυκνή, ὡς καὶ νυκτὸς «ἀμολγὸν» εἶπεν Ὅμηρος τὸ ἐκεῖ πυκνὸν διὰ τὸ σκότος· ἢ τὴν μεμιγμένην ἐν τῷ ἀμολγεῖ—καλοῦσι δὲ οὕτω τὸ ἀγγεῖον εἰς ὃ τὸ γάλα ἀμέλγουσι—· τὸ δὲ γάλα τῶν αἰγῶν σβεννυμενάων ἔχει τι διαφέρον, ὡς μήτε ὀρῶδες μήτε πνευματῶδες, ἀλλὰ μάλιστα πεπηγμένον ὡς ἀπὸ νομῆς στερεωτέρας συστὰν καὶ μετρίαν ἔχον εὐκρασίαν.
Βίβλινος οἶνος: ἤτοι ἀπὸ ἀμπέλου οὕτω καλουμένης ὡς καὶ Πράμνειος· Βίβλος δέ ἐστιν, ὥς φασι, ποταμὸς ἢ πόλις Θρᾳκική.
μάζα τʼ ἀμολγαίη: ἄρτος μετὰ γάλακτος ἐντεθρυμμένος ἢ τυρός.
ἀμολγαίη: ἀντὶ τοῦ κρατίστη, ἀκμαία· τὸ γὰρ ἀμολγὸν ἐπὶ τοῦ ἀκμαίου τίθεται. Ἐρατοσθένης δὲ ποιμενικήν· Καλλίστρατος δὲ τὸν τυρόν φησιν ἢ ὄλυραν βεβρεγμένην γάλακτι. μάζα οὖν ἀμολγαίη ἢ τυρὸς ἢ ἄρτος ἐκ γάλακτος ἐζυμωμένος.
σβεννυμενάων: παυομένων τοῦ θηλάζειν καὶ διὰ τοῦτο ψυχρὸν γάλα ἐχουσῶν· τῷ γὰρ καιρῷ τοῦ θέρους οὐκέτι θρομβῶδές ἐστι τὸ γάλα, ἀλλʼ ὑδαρέστερον ἢ τῶν μετὰ τοκετὸν ἀμελγομένων.
καὶ βοὸς ὑλοφάγοιο κρέας, ἕως τοῦ τρὶς ὕδατος προχέειν, τὸ δὲ τέταρτον ἱέμεν οἴνου: ἐργάτῃ μὲν ἡ τροφὴ πρέπουσα πληροῦν βοείων κρεῶν τὴν γαστέρα, καὶ ἐν σκιᾷ καθήμενον καὶ ὑπὸ τοῦ Ζεφύρου καταπνεόμενον πίνειν ἐπὶ τῇ κρεωφαγίᾳ μίξαντα κρηναῖον ὕδωρ τῷ οἴνῳ τρία μέτρα πρὸς ἕν· οὐ γὰρ διαρρέουσιν ἀνθρώποις γράφει δίαιταν, ἀλλʼ ἐκπονοῦσι τὴν γῆν καὶ αὐτουργοῖς καὶ βιωτικοῖς· τοῖς γὰρ τοιούτοις οὐδὲν προσφορώτερον τῆς ἰσχυρᾶς καὶ δυσφθάρτου ταύτης τροφῆς, οὐ χιόνων δεομένοις οὐδὲ ῥιπιδίων, ἀλλὰ φυσικῆς εὐπνοίας, οἷος ὁ ἀκραὴς Ζέφυρος, καθαρὸς ὢν· τὰ γὰρ βόρεια λήγοντα συνάπτεται τοῖς δυτικοῖς πνεύμασι. τὸ δὲ ταύτην ἐπαινέσαι τὴν κρᾶσιν τοῦ οἴνου καὶ ὕδατος ἄτοπον εἶναι δοκεῖ· λέγεται γὰρ· ἢ πέντε πίνειν ἢ τρίʼ ἢ μὴ τέσσαρα· τὸ δὲ τρία μιγνύναι πρὸς ἓν τοιοῦτον εἶναι δοκεῖ. ἀλλʼ ἐκεῖναι μὲν αἱ κράσεις δύο πρὸς ἓν καὶ τριῶν πρὸς δύο, κατὰ λόγους διπλάσιον καὶ ἡμιόλιον τοὺς ἡγεμόνας τῶν πολλαπλασίων καὶ ἐπιμορίων, εἰς μέθην εἰσὶ πινόντων· αὕτη δὲ σωφρόνως πινόντων. καὶ μὴν καὶ περὶ ὕδατος ἄλλοι μὲν κρίσιν ποιοῦσιν εἰς σταθμὸν ἀποβλέποντες ἐκλεγόμενοι τὸ κουφότερον· καί τινες καὶ ὑδροστάτας κατασκευάζουσι διʼ ὧν τὸ βαρὺ καὶ κοῦφον ὕδωρ κρίνουσι. καίτοι πολλαχοῦ κοῦφον μέν ἐστι, πονηρὸν δὲ ὡς ἐν Χαλκίδι Πλούταρχος ἱστορεῖ τὸ τῆς Ἀρεθούσης. οἱ δὲ καὶ τὸ ῥᾳδίως οἴνῳ κεραννύμενον δοκιμάζουσιν ὕδωρ ἄριστον, πολλῆς δεόμενον πείρας καὶ διαφόρων οἴνων εἰς τὸ φωραθῆναι τοιοῦτον ὄν· ἄλλοι δὲ εἰς κεράμειον ποτήριον ὕδωρ ἐμβαλόντες ἐῶσι διʼ ὅλης μεῖναι νυκτός, εἶτα γενομένης ἡμέρας ὁρῶσιν εἴ τινα ἐντὸς τῆς κύλικος ἔχει γεώδη περιφέρειαν συστᾶσαν καὶ μελανίζουσαν· καὶ τοῦτο σημεῖον τίθενται τῆς τοῦ ὕδατος φαυλότητος οὐδʼ οὗτοι πεῖραν παραδιδόντες εὐπόριστον. πάντων δὴ οὖν τῶν τοιούτων ἁπλούστερον ὁ Ἡσίοδος κελεύει τῷ γεωργικῷ μιγνύναι τῷ οἴνῳ ὕδωρ ἐκ κρήνης ἀπορρύτου ἵνʼ ᾖ κινούμενον καὶ λεπτὸν καὶ ἀθόλωτον, ἀλλὰ μὴ γεῶδες.
ὑλοφάγοιο: ἀδαμάστου, ἀγρίας· οὐκ εἶπε δὲ ἄρρενος, ἐπεὶ ἀπὸ ἐνιαυτοῦ ὁ ἄρρην ἀσθενέστερός ἐστι διὰ τὴν ἐπιθυμίαν τοῦ ἔρωτος.
ἀκραέος: τοῦ ἄκρως φυσῶντος ἢ εὐκραοῦς, καλοῦ καὶ ἀμιγοῦς ἢ ἠρέμα πνέοντος.
ἀπορρύτου: τῆς ῥεούσης καὶ μὴ ἐχούσης ἀκαθαρσίαν· θολὸς γὰρ καὶ ἀκαθαρσία.
τρὶς ὕδατος: ἐν Διδύμοις διὰ τὸ θέρος καὶ διὰ τὸ καταψύχειν τρία πίνειν ὕδατος καὶ ἓν οἴνου· ἢ ἐν τῷ ἐκπώματι τρεῖς ἐμβάλλειν ὕδατος κράσεις, μίαν δὲ οἴνου· ἢ τὸ πολλάκις ὕδατος, μίαν δὲ οἴνου.
τὸ δὲ τέταρτον ἱέμεν οἴνου: πῶς συνήθως ἐχόντων ἡμῶν τῷ περιττῷ κεχρῆσθαι ἐν τῷ πίνειν ἀριθμῷ, τιμῇ τῆς γεννήτορος τῶν ἀριθμῶν μονάδος, ὁ Ἡσίοδος οὐ τῷ τρίτῳ οὐδὲ τῷ πέμπτῳ τῷ δὲ τετάρτῳ ἐχρήσατο; διότι ὁ μὲν τρίτος εἰς τὸν δύο ἀριθμὸν καὶ τὴν μονάδα διαιρούμενος διπλασίονα λόγον ἀποτελεῖ, ὃς τῶν πολλαπλασίων ἐστὶν ἡγεμών· ὁ δὲ πέμπτος εἰς τὸν τρίτον διαιρούμενος καὶ τὸν δύο, ἡμιόλιον ἀποτελεῖ, ὃς τῶν ἐπιμορίων ἡγεμονεύει ἤτοι τῶν ἀριθμὸν ἐχόντων καὶ μέρος αὐτοῦ, οἷον ὁ τριάκοντα πρὸς τὸν εἴκοσιν. ὡς οὖν ἡγεμόσιν οὖσι τῶν ἀριθμῶν, τοῦ μὲν τῶν πολλαπλασίων, τοῦ δὲ τῶν ἐπιμορίων, τούτοις μὲν οὐκ ἐχρήσατο, τῷ δὲ τετάρτῳ μᾶλλον, ὃς εἰς τρία καὶ ἓν διαιρούμενος τριπλάσιός ἐστι, μήτε τῶν πολλαπλασίων ἡγεμονεύων μήτε τῶν ἐπιμορίων. τοῖς ἄλλοις οὖν οὐκ ἐχρήσατο ὡς ἡγεμόσιν, οἷς οἱ πρὸς μέθην πίνοντες κεχρῆσθαι εἰώθασιν.
δμωσὶ δʼ ἐποτρύνειν Δημήτερος ἱερὸν ἀκτήν, ἕως τοῦ μέτρῳ δʼ εὖ καταθέσθαι ἐν ἄγγεσιν: ταῦτα περὶ τῆς μετὰ τὸν ἄμητον εἰς τὴν ἅλω τῶν θερῶν καταθέσεως· τὸ γὰρ δινέμεν ἐστὶ τὸ περικυκλοῦντας καὶ περιελαύνοντας τοὺς βόας ἐν αὐτῇ τὰ θέρη τρίβοντας ἀλοᾶν. ταῦτα δὴ κελεύει τοῖς δμωσὶ πράττειν ἐν τόπῳ τοῦ ἀγροῦ τὴν ἅλω καταστησαμένοις δύο ἔχοντι· τό τε εὐαές, ὅ ἐστιν εὔπνουν, καὶ τὸ εὐτρόχαλον, ὅ ἐστιν ὁμαλόν· ἄν τε γὰρ ἀνώμαλος ᾖ, πρὸς τὸ ἁθροίζεσθαι τὸν ἀλοώμενον καρπὸν ἐμπόδιον· ἄν τε μὴ εὔπνους, οὐκ ἂν ἔχοι τὴν ἀπὸ τοῦ παρέχοντος ἀνέμου σύλληψιν πρὸς τὸν σκεδασμὸν τῶν ἀχύρων· μετὰ δὲ τὸ ἀλοηθῆναι μετρεῖν χρῆναι καὶ εἰς ἀγγεῖα τὸν καρπὸν ἐμβάλλειν ἀποθησαυρίζοντα πρὸς τὸ ἔτος· τὸν δὲ καιρὸν εἶναι τοῦτον μετὰ τὰς Ὠρίωνος ἐπιτολὰς καὶ τοῦ ἀλοᾶν καὶ τοῦ μετρεῖν καὶ τοῦ ἀποθησαυρίζειν οἴκοι τὸν κατὰ καιρὸν ἐπιγινόμενον καρπόν.
αὐτὰρ ἐπὴν δὴ πάντα βίον κατάθηαι ἐπάρμενον ἔνδοθεν οἴκου: ταῦτα καὶ τὰ ἑπόμενα περὶ τῶν ἀναγκαίων εἰς κτῆσιν ἐμψύχων ὀργάνων διδάσκει, τοῦ θητός, τῆς ἐρίθου, τοῦ κυνός, ἑκάστου τὸ χρήσιμον λέγοντα· τοῦ μὲν τὸ μὴ ἔχειν οἶκον ἴδιον ἵνα σοι προσέχῃ τὸν νοῦν, τῆς δὲ τὸ μὴ ὑπόπορτιν εἶναι—παῖδα μὴ ἔχουσαν—ἵνα μὴ ἀσχολῆται περὶ τὴν πόρτιν, τοῦ δὲ τὸ ἀμυντικὸν ἵνα μὴ διʼ ἀσθένειαν μάτην τρέφηται. οὐ θηρατικὸν οὖν οὐδὲ Μελιταῖον θρέψει κύνα γεωργός, ἀλλὰ τὸν πρὸς τὸ δάκνειν ἕτοιμον καὶ τὸν ἡμερόκοιτον ἄνθρωπον φοβεῖν, ὃς διὰ νυκτὸς ἀποβλέπει οὐκ εἰς τὸ ἀπαμύνειν τὸ δῶμα, ἀλλʼ εἰς τὸ τὰ τῶν ἄλλων συλᾶν.
θῆτά τʼ ἄοικον: μὴ ἔχοντα γυναῖκα μήτε παῖδα, ἵνα μὴ προφασίζηται ἐν τῷ ἀγρῷ.
ἡμερόκοιτος ἀνήρ: ὁ κλέπτης, ὁ τὴν ἡμέραν μὲν ὑπνῶν, τὴν δὲ νύκτα ἀγρυπνῶν.
χόρτον τʼ ἐσκομίσαι καὶ συρφετόν, ἕως τοῦ καὶ βόε λῦσαι: ταῦτα μετὰ τὴν συγκομιδὴν ἀναγκαῖα τοῦ χειμῶνος χάριν τῶν βοῶν καὶ ἡμιόνων ἁθροῖσαι τροφὴν ὡς τὴν τῶν ἀνθρώπων. χειμῶνος γὰρ ὄντος ἄλλως τε καὶ σφοδροῦ τρέφειν ἀπὸ τῆς χώρας οὐκ ἔστι τὰ θρέμματα. χρήσιμον οὖν καὶ χόρτον ἀποτεθεῖσθαι καὶ συρφετόν τινα φυλλάδος καὶ ἀχύρων καὶ τῶν τοιούτων· χρήσιμον δὲ καὶ ἐν τῷ καιρῷ τούτῳ, καθʼ ὃν οὐδὲν ἔστι πονεῖν, ἀναπαύειν τοὺς οἰκέτας καὶ τοὺς βόας, ἵνα πάλιν ἀκμαιότεροι τοῖς πόνοις ὑπουργήσωσιν, οὐχ ὡς ἔνιοι τρύχουσιν αὐτοὺς ἄλλοις πόνοις οὐ γεωργικοῖς παραδιδόντες εἰς οἰκοδομὰς καὶ μαρμάρων ἕλξεις καὶ τὰ τοιαῦτα τῶν ἔργων.
εὖτʼ ἂν δʼ Ὠρίων καὶ Σείριος, ἕως τοῦ ἀποδρέπειν οἴκαδε βότρυς: σαφῶς ἐν τούτοις τὸν ἐπὶ τῆς γένυος τοῦ Κυνὸς Σείριον λέγει συντάξας αὐτὸν τῷ Ὠρίωνι· καὶ τούτων μεσουρανούντων εἶπεν ἑῷον ἐπιτέλλειν τὸν Ἀρκτοῦρον. ἐν τούτῳ δʼ οὖν τῷ καιρῷ, ὅς ἐστιν ἡλίου εἰς Ζυγὸν μετελθόντος καὶ τῆς Παρθένου ἑῴας ἀνισχούσης, ᾗ παρανατέλλει ὁ Ἀρκτοῦρος, κελεύει τοὺς βότρυς τέμνειν· καὶ γὰρ ὁ Προτρυγητὴρ καλούμενος ἑῷος τότε γίνεται ἐκφανής.
εὖτʼ ἂν δʼ Ὠρίων καὶ Σείριος: οὗτος τὸν Κύναστρον λέγει Σείριον· ἐγγὺς γάρ ἐστι τοῦ Ὠρίωνος. ἀεὶ δʼ ἓξ ζῴδια ὑπὸ γῆν εἰσι καὶ ἓξ ὑπὲρ γῆν. μεσουρανεῖ δὲ τὸ τέταρτον ζῴδιον ἀπὸ ἡλίου εἰς τὸ ἀνάπαλιν τῶν ζῳδίων μετρουμένων διὰ τὸ τὸν ἐναντίον δρόμον ποιεῖσθαι τὸν ἥλιον τῷ πόλῳ. ὅταν οὖν … γένηται ὁ ἥλιος ἐν τῷ Λέοντι καὶ ἐν Παρθένῳ, διὰ τὸ τὸν Ὠρίωνα Διδύμοις καὶ Ταύρῳ πλησιάζειν, τότε ἐπιτήδειον τρυγᾶν—ὁ δὲ Ἀρκτοῦρος ὁμοταγὴς τῇ Παρθένῳ· ἔστι δὲ ὁ Σκορπίος ὁμοταγὴς τῷ Ὀφιούχῳ ὁ καὶ δύο ζῳδίων κατέχων τόπον—· ὅταν δʼ Ἀρκτοῦρος φθίνῃ, τουτέστιν ὁ ἥλιος γένηται ἐν Ζυγῷ καὶ ἐν Σκορπίῳ—ἡ δὲ κεφαλὴ αὐτοῦ πρὸς τῷ Ταύρῳ κεῖται, ὁ δὲ ποὺς πρὸς τοῖς Διδύμοις—, τότε ἐπιτήδειον ἀροτριᾶν.
εὖτʼ ἂν δʼ Ὠρίων: μῆνα Σεπτέμβριον.
δεῖξαι δʼ ἠελίῳ, ἕως τοῦ δῶρα Διωνύσου πολυγηθέος: τοὺς βότρυς ἐκτεμόντες ἐτίθεσαν ὑπὸ τὸν ἥλιον ἐξικμάζοντες αὐτῶν διὰ τῆς ἡλιώσεως τὸ λεπτὸν καὶ ὑδαρὲς καὶ εὔτρεπτον· καὶ ἐκάλουν τοῦτο θειλοπεδεύειν. μετὰ δὲ τοῦτο ἐν τῇ σκιᾷ πάλιν διετίθεντο μηχανώμενοι πυκνωθῆναι τὸν καρπὸν μετὰ τὴν ἡλίωσιν, τὴν ζέσιν ἐξιώμενοι τὴν ἀπʼ αὐτῆς διὰ τῆς σκιᾶς καὶ τῆς ἐν αὐτῇ ψύξεως· καὶ τρίτον οὕτως ἐπάτουν τὸν οἶνον συνεστῶτα λοιπὸν καὶ εὔτονον ἔχειν νομίζοντες· ὃ δὴ καὶ ὁ Ἡσίοδος ὑφηγεῖται διὰ τούτων.
δεῖξαι δʼ ἠελίῳ: δέκα ἡμέρας ἁπλῶσαι τὴν σταφυλὴν ἐν τῷ ἡλίῳ καὶ πέντε ἐν τῇ σκιᾷ καὶ τότε πατῆσαι.
δῶρα Διωνύσου: οὐκ οἶδεν ὁ Ὅμηρος δῶρον Διονύσου τὸν οἶνον.
αὐτὰρ ἐπὴν δὴ Πληιάδες θʼ Ὑάδες τε, ἕως τοῦ πλειὼν δὲ κατὰ χθονὸς ἄρμενος εἴη: τῇ ἀρχῇ τὸ τέλος συνῆψε τῶν γεωργικῶν ἔργων, τῷ ἀρότῳ τὸν ἄροτον· καὶ γὰρ ἤρξατο ἐντεῦθεν ἀπὸ τῆς δύσεως τῶν Πλειάδων καὶ ἀρότου, καὶ κατέληξεν εἰς αὐτά. διὸ καὶ ἐπήγαγε διὰ πάντων διεξελθὼν ὅτι ὁ πλειών, ὅς ἐστιν ὁ ἐνιαυτός, τῶν ἐπὶ γῆς ἔργων οὕτως ἂν ἔχοι τέλος ἐναρμόνιον· πλειὼν δὲ ὁ ἐνιαυτὸς ὡς τὰς ὥρας συμπληρώσας καθʼ ἃς τὴν γεωργίαν διεῖλε. τὸ δὲ ἐντεῦθεν ἐπὶ ναυτιλίαν μέτεισιν ὡς καὶ ταύτης δυναμένης βίον πορίζειν, εἰ καὶ ἡ γεωργία πρεπωδεστέρα χθονίοις ἡμῖν οὖσι ζῴοις καὶ ἐκ γῆς τρέφεσθαι τῆς γεννησαμένης ἡμᾶς ὀφείλουσι. διὸ καὶ τὴν εἰσβολήν, οὐχ οὕτως ἐραστὴς τῆς ναυτιλίας ὢν ὡς τῆς γεωργίας, ἐποιήσατο τοιαύτην.
δύνωσιν: ἄρχονται δύνειν ἀπὸ τῆς τρίτης καὶ δεκάτης τοῦ Νοεμβρίου· ἀπὸ τότε γὰρ οὐ φθάνουσι τὴν ἡμέραν μέχρι τῆς τρίτης τοῦ Ἀπριλίου, ἔκτοτε τελείως οὐ φαίνονται.
ἔπειτʼ ἀρότου: μηνὸς Ὀκτωβρίου ἐν τέλει.
ἄρμενος εἴη: ἐὰν ταῦτα ποιήσῃς, ὥς σοι διατίθημαι, ὁ ἐνιαυτός, φησιν, ὅλος ἁρμόδιός σοι πρὸς ἐργασίαν ἔσται. πλειὼν δὲ ὁ ἐνιαυτὸς ἀπὸ τοῦ τὰ πάντα πεπληρῶσθαι ἢ ἀπὸ τῶν Πλειάδων· ἐξ αὐτῶν γὰρ οἱ στοχασμοὶ τοῦ πότε δεῖ καὶ σπεῖραι καὶ θερίσαι.
ἄρμενος εἴη: ὁ δὲ ἐνιαυτὸς τῶν ἐπὶ νεὼς ἔργων οὕτως ἂν ἔχοι τέλος ἐναρμόνιον.
εἰ δέ σε ναυτιλίης δυσπεμφέλου ἵμερος αἱρεῖ, ἕως τοῦ ἵνα μὴ πύθῃ Διὸς ὄμβρος: καὶ διὰ τῆς εἰσβολῆς τὴν ναυτιλίαν διέβαλεν εἰπὼν αὐτὴν δυσπέμφελον, ὡς ἐργώδη καὶ δυσκολίαν παραπέμπουσαν τῷ βίῳ, καὶ τῷ μὴ πρότερον εἰπεῖν πότε δεῖ πλεῖν, ἀλλὰ πότε παύεσθαι τοῦ πλεῖν. πότε οὖν τοῦτο ποιητέον; ὅταν, φησίν, αἱ Πλειάδες δύνωσιν ἑῷαι φυγοῦσαι τὸν Ὠρίωνα—τοῦτο δέ, ἐπεὶ προδύνουσι καὶ ἐπʼ αὐταῖς ὁ Ὠρίων διώκειν αὐτὰς δοκῶν, καὶ οἵ γε ναυτικοὶ πανδυσίαν καλοῦσι τοῦτον τὸν καιρόν—, τότε οὖν παντοῖα πνεύματα πνεῖν δύσκριτα, καὶ χρῆναι μᾶλλον ἐργάζεσθαι τὴν γῆν ἢ πλεῖν. ἀνέλκειν οὖν τὴν ναῦν καὶ ἑδράζειν ἐπὶ τῆς γῆς λίθοις πυκάσαντα κελεύει πάντοθεν, ἵνα μὴ σαλεύσωσιν οἱ ἄνεμοι τὴν ναῦν νεωλκηθεῖσαν καὶ κατάξωσιν, ἀντεχόντων πανταχόθεν τῶν ὑποστηριζόντων αὐτὴν λίθων· ὅπως δὲ μὴ σήπηται ὑομένη, δεῖν τὸν χείμαρον ἐξερύσαι. ἔστι δὲ τρημάτιόν τι τῆς νεὼς εἰς ὃ πλεούσης ἔμφραγμα ποιοῦσι, νεωλκηθείσης δὲ ἀφαιροῦσι τὸ ἔμφραγμα, ἵνα ὁ ὑετὸς ὁ ἐπʼ αὐτὴν φερόμενος διεξίῃ διὰ τοῦ τρήματος καὶ μὴ σήπῃ συνιστάμενος εἴσω τῆς νεώς. ὃ δηλοῖ λέγων καὶ αὐτὸς ἵνα μὴ πύθῃ Διὸς ὄμβρος τὴν ναῦν.
περὶ πλοός.
φεύγουσαι: ὅταν δύνωσιν ἑῴαν δύσιν· τότε γὰρ ὁ ἥλιος ἐν Σκορπίῳ, ὅ ἐστιν ἕβδομον ζῴδιον. τὸ δὲ φεύγουσαι χαριέντως εἶπεν, ἐπειδὴ πλησίον ἐστὶν ὁ Ὠρίων.
φεύγουσαι: τουτέστι δοκὰς φεύγουσι μηνὸς Νοεμβρίου.
θύουσιν ἀῆται: ὁρμῶσι καὶ ταράσσονται· ὅθεν καὶ θυμός, ἡ κεκινημένη ψυχή, καὶ θύϊα ἡ ἴγδις.
χείμαρον ἐξερύσας: χείμαρος λέγεται ὁ πάσσαλος ὁ ὑπὸ τὴν τρόπιν, οὗ ἐξαιρουμένου, ὅταν ὕσῃ, τὸ ὕδωρ προχωρεῖ· καλεῖται δὲ καὶ εὐδιαῖος.
ὅπλα δʼ ἐπάρμενα πάντα τεῷ ἐνικάτθεο οἴκῳ, ἕως τοῦ ὑπὲρ καπνοῦ κρεμάσασθαι: τὰ μὲν ὅπλα δηλοῖ τῆς νεὼς πάντα ὧν δεῖται ἡ ναῦς· τὸν ἱστόν, τὰ ἱστία, τὰς διφθέρας, τοὺς κάλως, τὰ πηδάλια. τούτων δὲ τὰ ἱστία πτερὰ τῆς νεὼς ἐκάλεσεν ὅτι διὰ τούτων κινεῖται ἀνηπλωμένων ὡς διὰ τῶν πτερῶν οἱ ὄρνιθες. ταῦτα οὖν εὐκόσμως στολίσαντα κελεύει οἴκοι καταθέσθαι ἵνα μὴ ἠμελημένως ὅπου ποτὲ ῥιφέντα ἄχρηστα γένηται· καὶ ἐπὶ τούτοις τὸ πηδάλιον ὑπὲρ τοῦ καπνοῦ κρεμάσαι, ἵνα ξηραίνηται καὶ μὴ ὑπὸ τῆς ἐναπομεινάσης ὑγράνσεως κατασαπῇ κείμενον ὡς ἔτυχεν.
ὅπλα δʼ ἐπάρμενα: ὅπλα τὰ ἱστία, τὸν ἱστόν, τὰς διφθέρας, τοὺς κάλως. ταῦτα εἶπε καὶ πτερά, ὡς διʼ αὐτῶν τὴν ναῦν φέρεσθαι. κελεύει καλῶς φυλάττειν ἵνα μὴ ἐν τῷ ἰδίῳ καιρῷ ἄχρηστα γένηται.
εὐκόσμως: εὐτάκτως, φησί, μὴ μετὰ θορύβου.
στολίσας: συστείλας ἢ συναγαγὼν εὐτρεπῶς.
πηδάλιον δʼ εὐεργές: τὸ δὲ πηδάλιον ὑπὲρ καπνοῦ κρεμάσασθαι, ἵνα μὴ ὑπὸ τῆς ὑποκειμένης ὑγρασίας ἄχρηστον ὀφθῇ.
κρεμάσασθαι: νῦν δὲ διὰ τὴν νοτίαν ἀποθέσθαι· σεσημείωται δὲ ὥσπερ τὸ ἄνω· ἐκεῖ γὰρ κατακαῦσαι σημαίνει. καὶ Ὅμηρος. κάπνισσάν τε κατὰ κλισίας.
αὐτὸς δʼ ὡραῖον μίμνειν πλόον, ἕως τοῦ ἵνʼ οἴκαδε κέρδος ἄρηαι: ἐπειδὰν ὁ πλώιμος ἔλθῃ καιρός, καθέλκειν κελεύει τὴν ναῦν ἔχοντα προηυτρεπισμένον τὸν ἐπιτήδειον φόρτον πρὸς τὸ διακομισθῆναι εἰς ἄλλον τόπον, ἐν ᾧ χρήσιμος ἔσται τοῖς ὠνουμένοις· καὶ οὐδὲ διαφθαρήσεται πλωϊζόμενος οὗτος, ἀλλʼ ἄρμενος ἔσται καὶ πρὸς τὸ σωθῆναι καὶ πρὸς τὸ πραθῆναι.
αὐτὸς δʼ ὡραῖον: τὸν ὥριμον, τὸν δυνάμενον πλούσιόν σε ποιῆσαι καὶ θρέψαι.
ἄρμενον ἐντύνασθαι: ἀντὶ τοῦ ἁρμόδιον εὐτρεπίζεσθαι.
ὥς περ ἐμός τε πατὴρ καὶ σός, ἕως τοῦ οὐδέ ποτʼ ἐσθλῇ: ταῦτα καὶ τὰ ἑξῆς εἰς ζῆλον ἀνεγείρει τοῦ πατρὸς τὸν Πέρσην, εἰ μὴ γεωργεῖν ἐθέλοι, ναυτίλλεσθαι· καὶ γὰρ ἐκεῖνον ἐκ τῆς Κύμης—μία δὲ αὕτη τῶν Αἰολίδων πόλεων—ἥκειν εἰς Βοιωτίαν διὰ τὸ βίον ἐθέλειν ἑαυτῷ περιποιήσασθαι, οὐ πλοῦτον φεύγοντα, ἀλλὰ πενίαν· καὶ οἰκῆσαι τοῦτο δὴ τὸ λυπρότατον πολίχνιον, τὴν Ἄσκρην, χαλεπὴν καὶ θέρους ὥρᾳ καὶ χειμῶνος. κεῖται μὲν οὖν ὑπὲρ τὴν ὁδὸν ἣν βαδίζουσιν οἱ ἐπὶ τὸ Μουσεῖον ἀπιόντες αὕτη ἡ Ἄσκρη. τοῦ δὲ Ἑλικῶνος ἐκκειμένου τοῖς ἀνέμοις καὶ θαυμαστὰς μὲν ἀναπαύλας ἔχοντος ἐν θέρει, δυσηνέμου δὲ ὄντος ἐν χειμῶνι, τὴν Ἄσκρην ἐν τῷ μεσημβρινῷ κειμένην τοῦ ὄρους τῆς μὲν ἐκ τῶν ἀνέμων ἀπολαύειν βίας, ἐν δὲ τῷ θέρει τὸ εὔπνουν μὴ ἔχειν. ἀοίκητον δὲ αὐτὴν ὁ Πλούταρχος ἱστορεῖ καὶ τότε εἶναι, Θεσπιέων ἀνελόντων τοὺς οἰκοῦντας, Ὀρχομενίων δὲ τοὺς σωθέντας δεξαμένων· ὅθεν καὶ τὸν θεὸν Ὀρχομενίοις προστάξαι τὰ Ἡσιόδου λείψανα λαβεῖν καὶ θάψαι παρʼ αὑτοῖς, ὡς καὶ Ἀριστοτέλης φησὶ γράφων τὴν Ὀρχομενίων Πολιτείαν. τὰ μὲν οὖν κατὰ τὴν Ἄσκρην ταῦτα. τὸν δὲ πατέρα φησὶ μετανάστην γενέσθαι ἐκ τῆς Κύμης ἐλθόντα— ἀφʼ ἧς καὶ Ἔφορος ἦν—βίου δεόμενον. καὶ ἐθέλων εἰπεῖν ὅτι ἦλθεν εἰς Βοιωτίαν, οὕτως εἶπεν· ὅς ποτε καὶ τεῖδʼ ἦλθε βαθὺν διὰ πόντον ἀνύσσας. δηλοῖ γὰρ αὐτὸ τοῦτο τὸ τεῖδε οὐκ ἄλλο τι ἢ τὸ τῇδε καὶ ἐνταῦθα. καὶ οἱ λεξικογράφοι Κρητῶν εἶναι τὴν φωνὴν ἀνέγραψαν· μέλει γὰρ οὐδὲν τοῖς ποιηταῖς τὴν πολλῶν συνήθειαν ἐκτρεπομένοις καὶ τοιαύταις διδόναι χώραν λέξεσιν.
ὥς περ ἐμός τε πατήρ: καὶ γὰρ ἐκεῖνος ἐκ τῆς Κύμης ἥκει εἰς Βοιωτίαν διὰ τὸ βίον ἐθέλειν ἑαυτῷ περιποιήσασθαι καὶ ᾤκησε τὸ λυπρότατον πολίδιον. ἡ δὲ Ἄσκρη ἔχει ὑπερκείμενον ὄρος τὸν Ἑλικῶνα, καὶ τῷ χειμῶνι τῆς τῶν ἀνέμων ἀπολαύει βίας καὶ τῷ θέρει φλέγεται ὑπὸ τοῦ ἡλίου.
ὥς περ ἐμός τε πατήρ: τοῦτό φησι διὰ τὸ μιμεῖσθαι τὸν πατέρα. Ἑλλάνικος δὲ ἐν Φορωνίδι ἀπὸ Ὀρφέως φησὶν εἶναι τὸν Ἡσίοδον.
ὅς ποτε καὶ τῇδε: λέγουσι τὸν πατέρα Ἡσιόδου πένητα ὄντα δανειστὰς πολλοὺς ἐσχηκέναι διὸ καὶ πέφευγε τὴν πατρίδα. Ἔφορος δέ φησι τοῦτον εἰς Ἄσκρην ἐλθεῖν, οὐ διʼ ἐμπορίαν, ἀλλὰ φόνον ἐμφύλιον ἐργασάμενον.
οὐκ ἄφενος φεύγων: ἐπειδή τινες φεύγουσι τὴν πατρίδα μηδενὸς δεόμενοι· οὗτος δὲ πένης ὢν διέφυγε. Μένανδρος δέ φησι· δεῖ γὰρ ἢ πλουτεῖν ἴσως ἢ ζῆν ὅπως μὴ μάρτυρας τοῦ δυστυχεῖν πολλούς τις ἕξει τοὺς ὁρῶντας. ἐν εἰρωνείᾳ δέ φησι· πένης γὰρ ἦν. τρισὶ δʼ ἰσοδυναμούσαις ἐχρήσατο λέξεσιν οὗτος.
οὐκ ἄφενος φεύγων: κατʼ εἰρωνείαν δέ φησι τὸ οὐκ ἄφενος φεύγων· ἄλλοι δέ φασιν ἐμφύλιον φόνον πεπραχέναι καὶ οὕτω ἀναχωρῆσαι τὸν πατέρα αὐτοῦ ἀπὸ τῆς Κύμης καὶ ἐλθεῖν εἰς Ἄσκρην μετὰ τῶν υἱῶν.
Ἄσκρῃ χεῖμα κακῇ θέρει ἀργαλέῃ, οὐδέ ποτʼ ἐσθλῇ: ἄριστον τὸ σχῆμα ἐκ παραλλήλου.
Ἄσκρῃ χεῖμα κακῇ: Εὔδοξος οὖν φησι ταύτην ἀνήλιον εἶναι ἐν χειμῶνι διὰ τὸ ὄρος τὸν Ἑλικῶνα—ἔστι δὲ τοῦτο τῆς Βοιωτίας—, καὶ ἐν τῷ θέρει φλέγεσθαι. ἔστιν οὖν ἡ Ἄσκρη δυσχείμερος· ἀνάγκη γὰρ χιονίζεσθαι αὐτὴν οὖσαν ἐγγὺς τοῦ ὄρους.
τύνη δʼ ὦ Πέρση ἔργων: τὸν καιρὸν μεμνῆσθαι διδάσκει, καθάπερ ἐπὶ τῆς γεωργίας καὶ ἐπὶ τῆς ναυτιλίας. καὶ πρὸς τοῦτον εἰ θέλοι φόρτον ἐντιθέναι, μὴ ὀλίγην ναῦν, ἀλλὰ μεγάλην παρασκευάζεσθαι· τὴν δὲ ὀλίγην αἰνεῖν οὕτω λέγει, ὡς εἰώθαμεν λέγειν χαίρειν ἐᾶν τὴν σμικρὰν ναῦν, ὥστε ὁ αἶνος εἴρηται κατʼ εἰρωνείαν. εἰ οὖν βούλει, φησί, συλλέξαι βίον ἑαυτῷ ἀντὶ γεωργίας ναυτιλίαν αἱρούμενος—καὶ πάλιν ἀεσίφρονα εἴρηκε τὸν τοῦτο αἱρούμενον— ναῦν δὲ μείζονα παραλαμβάνειν· καὶ γὰρ μεῖζον τὸ κέρδος καὶ ἧττον τὸ κινδυνεύειν. καὶ πείθεσθαι τὸν καιρὸν αὐτῷ διδάσκοντι εἰ καὶ μὴ ἔχοι πεῖραν τῶν κατὰ θάλατταν.
τύνη δʼ ὦ Πέρση: σὺ δὲ ὦ Πέρση τῶν γεωργικῶν ἔργων ἀεὶ τῶν καιρῶν μνεῖαν ποιοῦ, πότε ἐστὶ καιρὸς ἐπιτήδειος εἰς τὸ δεῖν ἐργάζεσθαι, πλεῖον δὲ τῆς ναυτικῆς τὸν ἐπιτήδειον καιρὸν ζήτει. καὶ γὰρ εἰ ἀστοχήσεις τῆς γεωργίας, ἔστι καιρὸς καὶ ἐλπὶς εἰς τὸν ἔπειτα ἀνακτήσασθαι τὰ τῆς ζημίας. μὴ ψηλαφήσῃς δὲ τὸν ἐπιτήδειον καιρὸν τοῦ πλοὸς εἰ καὶ τολμήσῃς πέλαγος· οὐ ζημίαν τὸ τοιοῦτον, ἀλλὰ θάνατόν σοι προξενήσει.
περὶ ναυτιλίης δὲ μάλιστα: περὶ ναυτιλίας μάλιστα μελέτω σοι· ἡ γὰρ ἐν τῇ γῇ ἀστοχία ζημίαν μόνον οὐσίας ποιεῖ, ἡ δὲ θάλασσα καὶ αὐτῆς τῆς ζωῆς.
νῆʼ ὀλίγην αἰνεῖν: τὴν μὲν μικρὰν ναῦν εἰς τὸ πλεῖν—νῆʼ διʼ ἀπόκρισιν, διὰ τὸ σύντομον—, τὴν δὲ μεγάλην εἰς τὸ ἐμπορεύεσθαι. αἰνεῖν δέ τινες ἀντὶ τοῦ παραιτεῖσθαι παρέλαβον, τοῦ «χαίρειν» λέγειν ἢ παρέρχεσθαι ἢ οὐχ αἰνεῖν ὡς δεινήν, ὥσπερ «ἐπαινὴ Περσεφόνεια».
εὖτʼ ἂν ἐπʼ ἐμπορίην: ὁπόταν ἐπὶ τὸ ἐμπορεύεσθαι τρέψας ἑαυτὸν βουληθῇς τὰ χρέα σου φυγεῖν καὶ τὸν τῆς ἀργίας λιμόν, ἐγώ σοι δείξω πότε δεῖ πλεῖν, οὐκ ἔμπειρος ὢν τοῦ πλοῦ· οὐ γάρ ποτʼ ἔπλευσα εἰ μὴ εἰς Χαλκίδα τῆς Εὐβοίας ἀπὸ τῆς Αὐλίδος, ὅτε ἠγωνισάμεθα ἐπὶ τῷ τάφῳ Ἀμφιδάμαντος τοῦ βασιλέως τῆς Εὐβοίας.
οὔτε τι ναυτιλίης: σημειοῦται ὁ στίχος οὗτος· εἰπὼν γὰρ εἶναι ἄπειρος ναυτιλίας πῶς ὑποτίθεται αὐτήν; εἶτα δὲ ὁμολογεῖται εἰ μὴ εἰς Εὔβοιαν, καίτοι οὐχ ἱμείρων τοῦ πλοῦ.
οὐ γὰρ πώποτε νηί γʼ ἐπέπλων: ταῦτα πάντα περὶ τῆς Χαλκίδος καὶ τοῦ Ἀμφιδάμαντος καὶ τοῦ ἄθλου καὶ τοῦ τρίποδος ἐμβεβλῆσθαί φησιν ὁ Πλούταρχος ὡς οὐδὲν ἔχοντα χρηστόν. τὸν μὲν οὖν Ἀμφιδάμαντα ναυμαχοῦντα πρὸς Ἐρετριέας ὑπὲρ τοῦ Ληλάντου ἀποθανεῖν, ἆθλα δὲ ἐπʼ αὐτῷ καὶ ἀγῶνας θεῖναι τελευτήσαντι τοὺς παῖδας, νικῆσαι δὲ ἀγωνιζόμενον τὸν Ἡσίοδον καὶ ἆθλον μουσικὸν τρίποδα λαβεῖν καὶ ἀναθεῖναι τοῦτον ἐν τῷ Ἑλικῶνι—ὅπου καὶ κάτοχος ἐγεγόνει ταῖς Μούσαις—καὶ ἐπίγραμμα ἐπὶ τούτῳ θρυλοῦσι. πάντα οὖν ταῦτα ληρώδη λέγων ἐκεῖνος, ἀπʼ αὐτῶν ἄρχεται τῶν εἰς τὸν καιρὸν τοῦ πλοῦ συντεινόντων· ἤματα πεντήκοντα.
Εὔβοιαν: ἐκλήθη δὲ Εὔβοια ἀπὸ Εὐβοίας τῆς θρεψαμένης τὴν Ἥραν.
ᾗ ποτʼ Ἀχαιοί: ὅπου ποτὲ οἱ Ἕλληνες συνήχθησαν.
τὰ δὲ προπεφραδμένα: τὰ ἆθλα τῶν ἀγωνιζομένων δηλονότι προκεκηρυγμένα ἦσαν.
ὕμνῳ νικήσαντι: ἄλλοι γράφουσιν· ὕμνῳ νικήσαντʼ ἐν Χαλκίδι θεῖον Ὅμηρον.
τόν: τὸν τρίποδα ἐγώ, φησιν, ἀνέθηκα εἰς τὸν τόπον ὅπου ἐποίησάν με ἐκ ποιμένος ἀοιδὸν αἱ Μοῦσαι.
ἔνθα με τὸ πρῶτον: ἢ ἐν Χαλκίδι ἢ ἐν ἄλλῳ τόπῳ, ὅπου πρῶτον ὑπήντησαν αὐτῷ αἱ Μοῦσαι.
νόον αἰγιόχοιο: διὰ τί ὄπισθεν λέγεται τοῦ Διὸς ὁ νοῦς ἀργαλέος δʼ ἄνδρεσσι καταθνητοῖσι νοῆσαι, καὶ ὧδε· ἀλλὰ καὶ ὣς ἐρέω Ζηνὸς νόον; καί φασιν ὅτι ἐνταῦθα ἑρμηνεύει τὸ θέλημα τοῦ Διός.
ἤματα πεντήκοντα μετὰ τροπὰς ἠελίοιο: οὐ λέγει μετὰ πεντήκοντα τῆς τροπῆς τῆς θερινῆς ἡμέρας ὡραῖον εἶναι τὸν πλοῦν, ἀλλὰ μετὰ τὴν τροπὴν ὡραῖον εἶναι πεντήκοντα πάσας ἡμέρας, εἰ μή τις θεομηνία συμπεσοῦσα τῶν θαλαττίων δαιμόνων κατάξοι τὴν ναῦν ἢ καὶ αὐτοῦ τοῦ Διός· ἐν γὰρ τούτοις εἶναι τὸ τέλος καὶ τῶν ἀγαθῶν καὶ τῶν κακῶν τῶν κατὰ θάλατταν· Ποσειδῶνι μὲν ὡς λαχόντι τὸν κλῆρον τοῦτον, Διὶ δὲ ὡς διὰ τοῦ ἀέρος παντοίως κινοῦντι τὴν θάλατταν. τότε δʼ οὖν εὐκρινεῖς εἶναι τοὺς ἀνέμους καὶ ἀπήμονα τὸν πλοῦν· καὶ γὰρ μεθʼ ἡμέραν οἱ ἐτησίαι πνέουσι καὶ νύκτωρ ἐκ τῶν δρόσων αὖραι γίνονται μέτριαι τοῖς παρὰ τὴν γῆν πλέουσιν.
ἤματα πεντήκοντα μετὰ τροπάς: μετὰ πεντήκοντα ἡμέρας τῆς τροπῆς τοῦ θέρους, τότε γὰρ λεπτότεροι καὶ καθαρώτεροί εἰσιν οἱ ἄνεμοι· μετὰ γὰρ τὰς πεντήκοντα θερινὰς ἡμέρας πνέουσιν οἱ ἄνεμοι οἱ ἐτησίαι, ὅτε ὁ ἥλιος ᾖ ἐν Λέοντι· Ἕλληνες δὲ ἐν Καρκίνῳ τὸν ἥλιον εἶναί φασιν ὅταν θέρος γένηται, Αἰγύπτιοι δὲ ἐν Κριῷ, Χαλδαῖοι δὲ ἄλλως.
μετὰ τροπὰς ἠελίοιο: ἤτοι μηνὶ Αὐγούστῳ εἰς τὴν κʹ.
ὡραῖος πέλεται θνητοῖς πλόος: τότε ἔστι πλεῖν ἀφόβως.
εἰ δὴ μὴ πρόφρων: ἐὰν μὴ ἰδικῶς αὐτὸς ὁ θεὸς ὀργισθῇ.
Ποσειδάων ἐνοσίχθων ἢ Ζεύς: τὸν Δία εἶπεν ὡς τῶν ἀνέμων καὶ τοῦ ἀέρος, τὸν δὲ Ποσειδῶνα ὡς κύριον τῆς θαλάσσης.
εὐκρινέες: οἷον εὐδιεινοὶ καὶ εὐδιάγνωστοι καὶ εὐάγωγοι.
σπεύδειν δʼ ὅττι τάχιστα: τῶν ἐτησίων παυομένων οἱ νότοι ἐμπίπτουσι τῆς μεσημβρίας ἀνταπόδοσιν ποιούσης καὶ ὄμβρους κινοῦσι· ἐνταῦθα πάλιν ὠθοῦντες τὰ νέφη τὰ ὑπὸ τῶν ἐτησίων εἰς ἐκεῖνον ἀπωσθέντα τὸν τόπον, εἰκότως τόν τε ἀέρα καὶ τὴν θάλατταν ἐκταράττουσιν.
μηδὲ μένειν οἶνόν τε νέον καὶ ὀπωρινὸν ὄμβρον: τὸ γὰρ μετοπωρινὸν μεγάλοι ὄμβροι καταρρέονται καὶ ἅμα τῷ ὄμβρῳ ὁ νότος· τοῖς γὰρ ἐτησίαις παυομένοις ἐπακολουθεῖν νότος εἴωθεν, ὃς ποιεῖ τὸν ὄμβρον.
ὀπωρινὸν ὄμβρον: ὅτι ἐκεῖ μέν ποτε ὁ ὄμβρος ἀνεπιτήδειος καὶ δυστυχεῖ τὰ λήϊα, ποτὲ δὲ ἐπιτήδειος καὶ εὐτυχεῖ.
ἄλλος δʼ εἰαρινὸς πέλεται πλόος ἀνθρώποισιν: τὸν ἐαρινὸν πλοῦν λέγει παραβολώτατον, διὸ καὶ ἁρπακτὸν αὐτὸν καλεῖ. τὸ γὰρ συνεχὲς οὐκ ἔχει τὰ πνεύματα καὶ μόλις ἄν τις ἁρπάσειεν ἐπιτηδείου πνεύματος προσβολὴν εἰς τὸ διανύσαι τὸν πλοῦν, ὃν στέλλεται, μετʼ ὀξύτητος. φράζων δὲ τὸν καιρὸν τοῦτον εἶναί φησιν ἐν ᾧ τῆς συκῆς τὰ ἄκρα φύλλα ποδὶ κορώνης ἐστὶν ὅμοια· τοιαῦτα γὰρ τῷ σχήματι καὶ τηλικαῦτα τὰ φύλλα τότε ποδὶ κορώνης τὴν θέσιν καὶ τὰς σχέσεις ὁμοίας ἔχοντα. καὶ πάλιν οἰκείοις σημείοις χρῆται καὶ γνωρίμοις ὡς ταῖς τροπαῖς καὶ ταῖς φωναῖς τῶν ὀρνίθων γεράνου τινὸς ἢ κόκκυγος, οὕτως καὶ τοῖς ἀπὸ τῶν φυτῶν ὡς τῷ σκολύμῳ ἀνθοῦντι πρότερον, καὶ νῦν τοῖς φύλλοις τῆς συκῆς. πλευστέα μὲν οὖν ἡ θάλασσα ἤδη τῆς συκῆς τὰ φύλλα τοιαῦτα σχούσης, ἁρπακτὸς δὲ ὁ πλοῦς, καὶ οὐκ ἂν ῥᾳδίως ἐκφύγῃ τις τὸν κίνδυνον ἐμπιπτόντων ἐξαίφνης πνευμάτων ἐναντίων τοῖς δοκοῦσιν οὐρίοις, οἷς πιστεύοντες κινδυνεύουσιν.
ἄλλος δʼ εἰαρινὸς πέλεται πλόος: θέρους μὲν ὁ πλοῦς ἄριστος καὶ ἀβλαβής· ἄλλον δέ σοι λέγω δεύτερον πλοῦν, οὐ χρηστόν, ἀλλὰ διὰ τὴν ἀπληστίαν τῶν ἀνθρώπων· ὅταν γένηται τὸ φύλλον τῆς συκῆς ὅσον ἐπιβᾶσα ἡ κορώνη ἐν τῇ γῇ ποιεῖ τύπον τοῦ ποδὸς τὸ μέγεθος τοῦ φύλλου, ὅταν ᾖ τοσοῦτον, πλεῦσον. ἔχει δὲ ἐμφερὲς ἡ κορώνη τὸ τοῦ ποδὸς εἶδος τοῖς φύλλοις τῆς συκῆς. κράδας δὲ λέγουσι τοὺς νέους συκίνους βλαστοὺς ἀπὸ τοῦ εὐκραδάντους ὑπάρχειν, ὅ ἐστιν εὐκινήτους.
ἄλλος δʼ εἰαρινὸς πέλεται πλόος: ἐν τέλει Ἀπριλλίου καὶ ἀρχῇ μηνὸς Μαΐου.
ἦμος δὴ τὸ πρῶτον: ἐκ μὲν τῶν ὀρνίθων τὴν γέρανον καὶ χελιδόνα, ἐκ τῶν φυτῶν δὲ σκόλυμον καὶ συκῆν προφέρει· ταῦτα γὰρ ὡς δεικνύοντα καὶ ἐνθυμίζοντα τοῖς ἀνθρώποις ἐκ τῶν οἰκείων σημείων τοὺς καιρούς.
ἦμος: τὰ κατὰ ἀποβολὴν συμφώνου δασύνεται, πλὴν τοῦ τῆμος ἦμος.
ἄμβατός ἐστι θάλασσα: Ἀττικῶς πέφραδεν, ὡς καί· «κλυτὸς Ἱπποδάμεια», καί· «θερμὸς ἀϋτμή».
ἁρπακτός: ἁρπακτικός, φησιν, ὁ τοιοῦτος πλοῦς· ἐὰν οὖν ἐπιτύχῃς, ἅρπασον αὐτόν.
χρήματα γάρ: τὰ γὰρ χρήματα τὴν ψυχὴν νομίζουσιν οἱ ἄθλιοι τῶν ἀνθρώπων, ὡσανεὶ οἱ φιλάργυροι.
μέτρα φυλάσσεσθαι: εἰπὼν μὴ δεῖν πάντα τῇ νηῒ πιστεύειν, ἀλλʼ οἴκοι τὰ πολλὰ καταλείπειν διὰ τὴν ἀδηλίαν τῶν ἀνέμων, καὶ παραδείγματι τῷ τῆς ἁμάξης χρησάμενος—καὶ γὰρ ἐκείνῃ φόρτον ἐπιτιθέναι πολὺν οὐκ εὖ ἔχει, μήποτε κατάξῃ τις αὐτήν—πανταχοῦ παρακελεύεται τοῦ μέτρου στοχάζεσθαι καὶ πρὸ πάντων εἰς τὸν καιρὸν ὁρᾶν. ἔστι γὰρ οὗτος ἱκανὸς συλλήπτωρ ὧν ἐνεργοῦμεν, ὥσπερ καὶ δύσμαχος παροφθείς. ἐναρμόζει γὰρ ἡμῶν τῷ παντὶ τὰς πράξεις καὶ ποιεῖ πρὸς τὴν τοῦ παντὸς σύλληψιν αὐτὰς ἐπιτηδείας· ὀρθῶς καὶ τοῦ Πλάτωνος αἰτιωμένου τῶν ἀποβαινόντων τὸν καιρὸν οὐ μόνον ἐν τοῖς γάμοις τῆς τῶν παίδων τῶν εὐφυῶν γενέσεως ἢ ἀφυῶν, ἀλλὰ καὶ ἐν πᾶσιν ἁπλῶς τοῖς πρακτικοῖς τούτοις τύχην αὐτοῖς ἐπιστήσαντος, καιρὸν μετὰ θεοῦ τὰ ἀνθρώπινα κυβερνῶντος.
μηδʼ ἐν νηυσὶν ἅπαντα βίον: πῶς ἐν ἑτέρῳ λέγει· νῆʼ ὀλίγην αἰνεῖν, μεγάλῃ δʼ ἐνὶ φορτία θέσθαι, καὶ δεικνύει πολλῶν ἀγωνίμων πλῆσαι, ἐνταῦθα δὲ ὀλίγον θεῖναι; ὅτι ἐκεῖ μὲν λέγει οὕτω γενέσθαι εἰ βοηθεῖ τῷ Πέρσῃ ὁ θεός, ὧδε δὲ τὸ εὐρίπιστον τῆς τέχνης προβάλλεται.
δεινὸν δʼ εἴ κʼ ἐπʼ ἄμαξαν: δεινὸν δʼ ἐστὶ τὸ εἰς ἅμαξαν θεῖναι πολὺν φόρτον, ἀλλʼ ἐν ἅπασι καλὸν ἡ εὐμετρία καὶ ἡ εὐκαιρία.
καὶ φορτίʼ ἀμαυρωθείη: τὰ δὲ φορτία ἀφανισθῇ καὶ ἐλαττωθῇ· δύναται μὲν καὶ κατὰ συναλοιφὴν ἀκούειν ἀμαυρωθείη, δύναται δὲ καὶ μαυρωθείη· καὶ γὰρ ἐν ἄλλοις· ῥεῖά τέ μιν μαυροῦσι θεοί.
μέτρα φυλάσσεσθαι: τὴν συμμετρίαν ἢ καὶ τοὺς καιροὺς οὓς εἶπεν.
ὡραῖος δὲ γυναῖκα: τὰ μὲν περὶ ναυτιλίας αὐτῷ διδάγματα τέλος ἔχει· τὰ δὲ ἑπόμενα κοινά εἰσιν εἰς πᾶσαν τείνοντα τὴν ζωὴν τῶν ἀνθρώπων οὐ γεωργησόντων οὐδὲ θαλαττουργησόντων· ὧν πρῶτόν ἐστι τὸ περὶ γάμου τὸν καιρὸν ὁρίζειν καὶ τῷ γαμήσοντι καὶ τῇ γαμηθησομένῃ· καὶ γὰρ τοῦτο ἀκόλουθον ἦν τῷ τὸν καιρὸν ἄριστον εἶναι πᾶσι. τοῦ γάμου τοίνυν καιρὸν ὑπάρχειν τὸν περὶ τριάκοντα ἔτη τῷ ἀνδρί· τῇ δὲ γυναικὶ τὸν τῶν ἐννεακαίδεκα χρόνον ἐτῶν· τὸν μὲν γὰρ ἀξιοῖ γαμεῖν ἐγγὺς ὄντα τῶν τριάκοντα—δεῖν γὰρ τὸν πρῶτον τῆς ἀκμῆς χρόνον ἀφέντας ἀφυβρίσαι, τὸν ἤδη σταθερὸν αἱρεῖσθαι πρὸς κοινωνίαν παιδουργίας, διὸ καὶ Πλάτων κολάζει τὸν εἰς πέμπτον καὶ τριακοστὸν ἔτος ἄγαμον ἐλθόντα—· τὴν δὲ γαμεῖσθαι μετὰ τὴν ἥβην ἔτος πέμπτον ἄγουσαν—εἶναι δὲ τὴν ἥβην περὶ τεσσαρεσκαιδέκατον ἔτος—· τήν τε γὰρ ὁμιλίαν ὑποδέχεται μᾶλλον ὀργῶσα καὶ τὰς ἐκτροφὰς τῶν κυημάτων ἀποδίδωσιν ἐρρομενεστέρας. τοῦτο οὖν δηλοῖ τὸ τέτορʼ ἡβώοι, πέμπτῳ δὲ γαμοῖτο· μετὰ τὴν δευτέραν τετράδα τὴν πεντάδα προσθὲν τὸ ἔπος.
ὡραῖος δὲ γυναῖκα τεὸν ποτὶ οἶκον ἄγεσθαι: ἐπὶ ὡρισμένῳ καιρῷ καὶ ἐπιτηδείῳ χρόνῳ ὑπάρχει, ἢ ἁρμοδίου χρόνου. ἡ δὲ γυνὴ γαμείσθω μετὰ τὴν ἥβην ἔτος πέμπτον ἔχουσα· εἶναι δὲ τὴν ἥβην τεσσαρεσκαιδεκάτων καὶ πρόσθες καὶ τούτοις πέντε ὡς εἶναι ιθʹ· τοῦτο γάρ ἐστι τὸ τέτορε, ὁ τεσσαρεσκαιδέκατος χρόνος—τέτορε γὰρ σημαίνει δʹ, λείπει δὲ τὸ δέκα ἵνα ᾖ τετάρτῳ καὶ δεκάτῳ ἐνιαυτῷ—, ἤγουν μὴ ἄξῃς εἰς γάμον γυναῖκα ἄχρηστον ποτὶ οἶκον, ἵνα μὴ γένῃ αἴτιος γέλωτος τοῖς γείτοσιν.
μήτε τριηκόντων: ὡρίμως, μὴ παρὰ καιρὸν γήμῃς, ἀλλʼ ὅτε εἶ δυνατὸς διοικῆσαι οἶκον, τριάκοντα ἐτῶν, μήτε κάτωθεν μήτε πλέον.
ἡ δὲ γυνὴ τέτορʼ ἡβώοι: μετὰ τὸ παρελθεῖν αὐτὴν τὰ δώδεκα ἔτη ἄλλα τέσσαρα, τότε, φησίν, ἐπιτρέπει αὐτὴν γαμεῖσθαι, τουτέστιν ἑκκαίδεκα ἐτῶν· τέτορε γὰρ σημαίνει δʹ. ἔστι δὲ καὶ πεντεκαιδεκάτῳ γαμεῖσθαι ἢ μετὰ τεσσαρεσκαίδεκα καὶ ἄλλα τέσσαρα, ἵνʼ ᾖ τετάρτῳ καὶ δεκάτῳ ἐνιαυτῷ κόρη νεωτέρα καὶ ἀκμαία, καὶ ἐν τῷ ὀκτωκαιδεκάτῳ γαμηθῇ.
παρθενικὴν δὲ γαμεῖν ὥς κʼ ἤθεα κεδνὰ διδάξῃς: εἰκότως ἀξιοῖ παρθένον ἄγεσθαι· μᾶλλον γὰρ αὕτη εὐάγωγος τῆς ὑπʼ ἀλλοτρίοις ἤθεσιν ἤδη τραφείσης. τὸ δὲ μὴ γείτοσι χάρματα γήμῃς—καὶ διὰ τοῦτο χρῆναι βουλεύεσθαι—ἐμφρόνως εἴρηται, πρὸς τὸ τὸν σκοπὸν εἰς εὐζωΐαν ὁρᾶν, ἀλλὰ μὴ τὴν τυχοῦσαν εἰσφέρειν εἰς τὸν οἶκον ἐπονείδιστον αὐτὸν ποιοῦσαν. δηλοῖ δὲ ταῦτα καὶ τὰ ἑξῆς, ὁ τῆς ἀγαθῆς γυναικὸς ἔπαινος καὶ ἡ κατηγορία τῆς μοχθηρᾶς. τὴν γὰρ δειπνολόχην καὶ τὴν καίουσαν ἄνευ δαλοῦ καὶ τὴν ὠμὸν τὸ γῆρας τῷ ἀνδρὶ τιθεῖσαν, ταύτην εἶναι λέγει. τὴν μὲν οὖν δειπνολόχην ῥητέον ἢ τὴν δειπνεῖν μόνον εἰδυῖαν ἀργὴν ἢ τὴν συνδειπνοῦσαν καὶ λοχῶσαν τὸν ὁμόκοιτον πρὸς τὸ δρᾶσαί τι κακὸν ἢ τοῖς ἄλλοις συνδειπνοῦσαν παρὰ τὴν τοῦ ἀνδρὸς βούλησιν. ἡ δὲ ἄνευ δαλοῦ καίουσα τὴν εἰς ὀργὴν κινοῦσαν καὶ ἀεὶ παροξυντικὴν σημαίνει· εἰ δὲ βούλει, καὶ τὴν δάπανον καὶ ἀφανιστικὴν τῶν ὄντων, ὡς τὸ πῦρ. ἡ δὲ εἰς ὠμὸν γῆρας ἄγουσα δηλοῖ τὴν ὀδυνῶν πρόξενον καὶ πάσης ἀνίας τῷ ἀνδρὶ γινομένην αἰτίαν καὶ τὸ γῆρας ἐπιπονώτερον αὐτῷ ποιοῦσαν. τούτοις δὲ πᾶσιν ἡ ἀγαθὴ γυνὴ τὴν ἐναντίαν ἔχει διάθεσιν, ἐπικουφίζουσα τῷ ἀνδρὶ τὸ γῆρας, περισῴζουσα τὰ ὄντα μετὰ τῆς περὶ τὸν ἄνδρα θεραπείας καὶ ἀταραξίας, συνδειπνήσεις ποιουμένη τοιαύτας οἵας ὁ ἀνὴρ βούλεται. τοῦτο οὖν ἀνασκοποῦντα χρῆναι, κἂν παρθένον τις ἄγηται, γάμον αἱρεῖσθαι.
δειπνολόχης: τῆς καθημένης καὶ ἀσωτευομένης καὶ παρεδρευομένης τῷ δείπνῳ.
εὖ δʼ ὄπιν ἀθανάτων μακάρων πεφυλαγμένος: τοῦτο μετὰ τοὺς περὶ γάμου λόγους προοίμιόν ἐστι τῶν ῥηθησομένων παιδευμάτων· δεῖ γὰρ πρὸ πάντων στοχάζεσθαι τοῦ κεχαρισμένου τοῖς θεοῖς. καὶ γὰρ καὶ Πλάτων φησίν· ὁ βλέπων εἰς τὸ θεῖον ἐξ ἀσελγημάτων αὐτοῦ φυλάττειν ἑαυτὸν σπουδάζει καὶ πάντων ἀσεβημάτων· καὶ γὰρ ὁ τοὺς ἀγαθοὺς ἄνδρας αἰσχυνόμενος, παρόντων αὐτῶν, ἀπέχεται τούτων, μήτι γε τοὺς θεούς. καὶ τί λέγω τοὺς ἀγαθοὺς αὐτούς; ἀλλὰ καὶ εἰκόνας ἀγαθῶν τινες σέβονται καὶ ὑπʼ αὐταῖς ὀκνοῦσί τινα πονηρὰν πρᾶξιν πρᾶξαι, ὡς ἡ μὴ προσιεμένη τὸν ἐραστὴν ἑταίρα δρᾶσαί τι ἄσχημον ὑπὸ τῇ τοῦ Ξενοκράτους εἰκόνι τοῦ σώφρονος.
μηδὲ κασιγνήτῳ: τὴν κατὰ φύσιν ἡμῶν σχέσιν πρὸς ἀλλήλους τῆς κατὰ προαίρεσιν εἶναι τιμιωτέραν φησὶν οὗτος ὁ λόγος· καὶ γὰρ τὴν μὲν ἀποθέσθαι ἐφʼ ἡμῖν, τῆς δὲ τὸν δεσμὸν ἐπήγαγε τὸ πᾶν αὐτὸν φυλάττειν βέβαιον· δεῖν οὖν μείζονα τιμὴν νέμειν ἀδελφοῖς ἢ ἑταίροις· καὶ γὰρ τοῖς πατράσιν οὕτω φίλα πράξομεν οὓς δεῖ μετὰ θεοὺς τιμᾶν, ὡς ἀγάλματα … φησίν, ὄντας ἐφέστια θεῶν· οὕτω δὲ καὶ τὴν οἰκείαν πόλιν τινὲς εἶπον ἐγγυτέραν τῆς μὴ οἰκείας, κἂν μᾶλλον τις ἐν ταύτῃ τυγχάνῃ τιμώμενος διὰ τὴν κατὰ φύσιν σχέσιν. καὶ ὀρθῶς ὁ Παναίτιος, πολίτην αὐτὸν Ἀθηναίων ποιεῖσθαι σπευδόντων, εἶπε τῷ σώφρονι μίαν πόλιν ἀρκεῖν. καὶ ὁ τῶν Σπαρτιατῶν βασιλεὺς πρὸς τὸν Ἀρκάδα τὸν ξένον εἰπόντα πρὸς αὐτὸν ὅτι φιλολάκων οἴκοι καλοῖτο· «κάλλιόν τοι, εἶπεν, εἰ φιλόπολις ἐκάλου μᾶλλον ἢ φιλολάκων». οὕτως αἱ κατὰ φύσιν ἡμῶν σχέσεις παρὰ πᾶσι τῶν κατὰ προαίρεσιν εἶναι δοκοῦσι κρείττους. δεῖν μὲν οὖν τὸν ἀδελφὸν τοῦ ἑταίρου πάντως ἐπὶ μείζονος ἄγειν σπουδῆς· τούτῳ δὲ ἀκόλουθον τὸ ἑξῆς, ὅτι εἴ τινα ποιησόμεθα φίλον, ἀπροσκρούστους εἶναι δεῖ πρὸς αὐτόν. καὶ γὰρ ἡ τῶν Πυθαγορείων παραίνεσις, οὐχ ὅτι προτέρους ἁμαρτάνειν εἰς φίλον διακωλύσειεν ἄν, ἀλλὰ καὶ τὰ ἁμαρτήματα τοῦ φίλου πράως φέρειν ἕως ἂν δυνώμεθα παρακελεύεται. καὶ ἔχει τὸ παράγγελμα πρὸς τῇ ἄλλῃ δικαιοσύνῃ καὶ τὸ ἔμφρον· εἰκὸς γὰρ ἡμᾶς καὶ θαρρήσαντας τυγχάνειν τινὰ τῷ φίλῳ καὶ δεῖ μηδὲν εἰς αὐτὸν ποιεῖν λῦον τὴν σχέσιν.
μηδὲ κασιγνήτῳ: τοῦ ἀδελφοῦ σου μὴ προτίμα τὸν φίλον σου· ἐὰν δὲ καὶ ποιήσῃς φίλον, μὴ πρότερος αὐτὸν ἀτιμάσῃς, μηδὲ καταψεύσῃς αὐτοῦ· ἐὰν δὲ αὐτὸς ἀρχὴν ποιήσῃ τοῦ ἀτιμάσαι σε, διπλάσιον αὐτῷ τὸ κακὸν ἀπόδος, μεμνημένος ὧν εἰς σὲ διεπράξατο· ἐὰν δὲ πάλιν βουληθῇ διαλλαγῆναι καὶ φιλιωθῆναι καὶ προσπέσῃ σοι, δέξαι αὐτόν.
μηδὲ ψεύδεσθαι γλώσσης χάριν: μὴ μόνον παραιτεῖσθαι τὸν φίλον λυπεῖν διά τινος ἔργου προσκρούοντα, ἀλλὰ μηδὲ ψευδόμενον πρὸς αὐτὸν φαίνεσθαι διὰ περιττὴν καὶ ἀνόνητον τῆς γλώττης ὁρμήν· καὶ γὰρ τοῦτο λυπηρὸν καὶ προάγον εἰς ἀπέχθειαν· ὁ γὰρ ψευδόμενος καὶ ἀπατῶν οὐ φίλος, ὅθεν τοῦτο παραιτητέον. ὃ καὶ Πλάτων εἶπε· τὸν ἑκουσίως ψευδόμενον ἄπιστον εἰκότως εἶναι, τὸν δὲ ἄπιστον ἄφιλον. μέγα οὖν σημεῖον ἤθους οὐ φιλητικοῦ τὸ ψευδολόγον εἶναι πρὸς ὃν οἴεται φίλον καὶ ἐπιθολοῦν τὴν φιλίαν.
εἰ δέ σέ γʼ ἄρχῃ ἤ τι ἔπος εἰπὼν ἀποθύμιον: τοῦτο κινητικόν ἐστι τοῦ ἀμυντικοῦ τῆς ψυχῆς· δεῖν γάρ φησιν, ἐὰν ἐκεῖνος προκατάρχῃ λόγων ἡμῖν ἀποθυμίων ἢ ἔργων ἐπεξιέναι, διπλασίοις τιννύμενον καὶ ἀμυνόμενον. ἐχθρὸν γὰρ αὐτὸν ἀντὶ φίλου τιθέναι χρῆναι καὶ ποιεῖν ὡς ἐχθρὸν κακῶς, ὡς μὴ φυλάξαντα τὰ φιλικὰ καθήκοντα. Σιμωνίδης γοῦν ταύτην εἶναι δικαιοσύνην ὡρίσατο, τοὺς φίλους εὖ ποιεῖν, τοὺς δʼ ἐχθροὺς κακῶς· ἄμεινον δὲ ὁ Πυθαγόρειος λόγος εἰπὼν χρῆναι φέρειν τὰ ἁμαρτήματα τῶν φίλων εἰς δύναμιν.
εἰ δέ κεν αὖτις ἡγῆτʼ ἐς φιλότητα: καὶ ἀμύνεσθαι τὸν ἁμαρτάνοντα παραινεῖ καὶ προσιόντα μὴ ἀτιμάζειν καὶ μάλιστα εἰ ἑαυτῷ δίκην τινὰ ἐπάγειν ἕτοιμος εἴη τοῦ ἁμαρτήματος· δῆλος γάρ ἐστιν ἑαυτοῦ καταψηφισάμενος καὶ ἐν μεταμελείᾳ γεγονώς, ὥστʼ εἰκὸς αὐτὸν μηκέτι ταὐτὸν παθεῖν. κοινὸν δὲ ἁπλῶς ἐπέθηκε παράγγελμα τοῖς περὶ φιλίας λόγοις, τὰς εὐχερεῖς μεταβολὰς τῶν φίλων ἀνθρώποις ἀθλίοις οἴεσθαι πρέπειν. εἰσὶ δὲ ἄθλιοι πάντες οἱ τῶν θεσμῶν ὑπερόπται τῶν εἰς κοινωνίαν τεινόντων, ὧν εἷς ἐστι καὶ ὁ περὶ τὰς τῶν φίλων καταστάσεις. ὅτι μὲν οὖν τὸ μεταβάλλειν τὰς φιλίας ἄτοπον καὶ οὐχ ἁπλῶς ἀλλʼ ἄθλιον, εἶπε καὶ αὐτός· Πλάτων δὲ καὶ τῆς φρουρᾶς τῆς περὶ φιλίαν κανόνα παραδέδωκε, τὰς μὲν ἡμετέρας εἰς τοὺς φίλους εὐποιΐας μικροτέρας ἡγεῖσθαι τῶν φίλων, τὰς δὲ ἐκείνων εἰς ἡμᾶς μείζους ἐκείνων· τούτῳ δὲ ὅμοιον καὶ τὸ τὰ μὲν ἡμέτερα εἰς τοὺς φίλους ἁμαρτήματα μείζω κρίνειν ἢ ἐκεῖνοι νομίζουσι, τὰ δὲ ἐκείνων εἰς ἡμᾶς ἐλάττω νομίζειν ἢ ἐκεῖνοι κρίνουσιν. ταῦτα φυλάττοντες ἀσάλευτον τὴν φιλίαν φυλάξομεν. φησὶν οὖν ὁ Ἡσίοδος παραινῶν ἀφαιρεῖν τὴν εὐχέρειαν.
σὲ δὲ μή τι νόος κατελεγχέτω εἶδος: τουτέστι μὴ τὸ μὲν φαινόμενον εὔσχημον πειρῶ φυλάττειν, τὴν δὲ τῆς ψυχῆς εὐσχημοσύνην μὴ φυλάττειν· τίς γὰρ ἂν ἡμῶν ἕλοιτο κατὰ πρόσωπον ἀλλοιώσεις ὑπομένειν παντοίας; ἄτοπον δὴ τὸ μὲν εἶδος εἶναι τοιούτους ἐθέλειν, ἐλέγχεσθαι δὲ κατὰ τὴν ψυχὴν εὐτρέπτους ὄντας. τῶν γὰρ τοιούτων τὸ εἶδος κατηγορεῖ τοῦ ἤθους· τὸ ὅμοιον ἀεὶ τοῦ ἀνομοίου, τὸ βέβαιον τοῦ εὐχεροῦς.
σὲ δὲ μή τι νόος: εἰς σὲ δὲ μὴ ὁ νοῦς ἄφιλος ὢν καὶ ὁ λογισμὸς ἐλεγχέτω τὴν ἰδέαν τοῦ προσώπου.
σὲ δὲ μή τι νόος: εἰς σὲ μὴ τὸ συνειδὸς ἐλεγχέτω τὴν ἰδέαν, ἀλλʼ οἷον τὸ συνειδὸς ἔστω καὶ τὸ εἶδος.
μηδὲ πολύξεινον μηδʼ ἄξεινον καλέεσθαι: τὸ μὲν μήτε πολύξεινον εἶναι μήτʼ ἄξεινον ὅρον ἐπιτίθησι μετὰ τὰς φιλικὰς παραινέσεις ταῖς περὶ τοὺς ξένους ἡμῶν σπουδαῖς, μήτε διʼ εὐχέρειαν πλῆθος εἰσδέχεσθαι ξένων κελεύων, μήτε διʼ ἀγριότητα πρὸς πάντα ξένον ἀποκλείειν τὸν οἶκον. τὸ δὲ μήτε κακοῖς συγκολλᾶν ἑαυτόν, μήτε εἰς τοὺς ἀγαθοὺς ὑβρίζειν καὶ Πλάτωνος κρατύναντος τὴν κρίσιν· αὐτὸς γοῦν ἐστιν ὁ λέγων ἐπʼ οὐδενὶ τὸν θεὸν οὕτω νεμεσᾶν ὡς ἐπὶ τῷ μὲν τὸν ὅμοιον αὐτῷ ψέγειν, ἐπαινεῖν δὲ τὸν ἀνόμοιον· θεῷ δὲ ὁ ἀγαθὸς ὅμοιος, ὃν οὐ δεῖ νεικεῖν, ὁ δὲ κακὸς ἀνόμοιος, ὃν οὐ δεῖ ἀσπάζεσθαι.
μηδὲ πολύξεινον μηδʼ ἄξεινον: εὐκαταφρόνητον τὸ πολλοὺς ξενίζειν· τὸ δὲ ἄξεινον θηριῶδες· μὴ πολλούς, φησι, φίλους κτήσῃ, μηδὲ μὴ ἄφιλος ἔσο· ὡς ἂν συμμύστας σχῇς ὀλίγους καὶ μὴ γένῃ ἑταῖρος τῶν κακῶν, μηδὲ ὑβριστὴς τῶν ἀγαθῶν, μηδὲ κακῶς εἴπῃς τοῖς ἀγαθοῖς.
μηδέ ποτʼ οὐλομένην πενίην: τὴν πενίαν ἢ ἡμεῖς ἑαυτοῖς προξενοῦμεν διχῶς, ἢ διʼ ἀργίαν ἢ διʼ ἀσωτίαν πενόμενοι, ἢ ἀπὸ τοῦ παντὸς ἔχομεν ἀποκληρωθεῖσαν ἡμῖν· ταύτην οὖν ἀξιοῖ μὴ ὀνειδίζειν, ὡς τήν γε παρʼ ἡμᾶς ἀξίαν εἶναι μυρίων ὀνειδῶν οὐ βοηθουμένην ὑφʼ ἡμῶν. οὕτω δὴ καὶ νόσον τὴν μὲν εἱμαρμένην οὐ δεῖ ὀνειδίζειν, τὴν δὲ ἀπὸ τῆς ἡμετέρας ἀκρασίας διὰ τὴν ἀκρασίαν ὀνειδιστέον· οἷς ἐξὸν ὑγιαίνειν, οὐχ ὑπάρχει τοῦτο διʼ αὐτήν.
γλώσσης τοι θησαυρός: ὁ μὲν θησαυρὸς τῆς γλώττης ἐστὶν ἡ κρύψις τῶν νοημάτων ἡ ἐν τῇ ψυχῇ καὶ τῶν φαντασιῶν τῶν μὴ γινομένων ἐκφόρων ὑπὸ τῆς γλώττης προπετῶς κινουμένης· δεῖ γὰρ τὴν κρίσιν ἐπιμετρεῖν τῇ γλώττῃ τὸν καιρὸν τῆς κινήσεως, ἀλλʼ οὐ ταύτην κυρίαν εἶναι ἑαυτῆς. τὸ δὲ πλείστην μὲν αὐτῆς εἶναι χάριν μετρίας οὔσης, ἀρχὴν δὲ γίνεσθαι μειζόνων καὶ ἀλγεινοτέρων ἀκουσμάτων τὴν προπέτειαν αὐτῆς, ἄμφω παρέστησε, καὶ ὅτι αἱρετὸν τοῦτο τὸ μόριον καὶ ὅτι φευκτόν. ὡς Πίττακόν φασι πέμψαντος αὐτῷ τοῦ Ἀμάσιδος ἱερεῖον καὶ ἀξιώσαντος ἀντιπέμψαι τῶν μορίων αὐτοῦ τὸ κάλλιστον ἅμα καὶ χείριστον ἐξελόντα τὴν γλῶτταν ἀποστεῖλαι. καὶ ἔοικεν ἡ φύσις τὸ μὲν τῶν ὀδόντων ἕρκος αὐτῆς θεῖναι πρόσθεν, κατακλείουσα μαλακὴν αὐτὴν οὖσαν καὶ εὐκίνητον· τὸν δὲ ἐγκέφαλον ἄνωθεν εἶναι, παρʼ οὗ τοῦ λόγου τὸ μέτρον αὐτῇ δεῖν ὑπάρχειν ἐνδεικνυμένη.
γλώσσης τοι θησαυρός: τῆς φθεγγομένης δηλονότι τὰ μέτρια· λείπεται δὲ τὸ ἐστί, ὑπερβατόν· γλώσσης φειδωλῆς, τῆς κεχαλινωμένης, τῆς σμικρολόγου.
εἰ δὲ κακὸν εἴποις: Ἀλκαῖος· αἴ κʼ εἴπηις τὰ θέληις, ἀκούσαις καί κεν τά κεν οὐ θέλοις· καὶ Ὅμηρος. ὁπποῖόν κʼ εἴπῃσθα ἔπος, τοῖόν κʼ ἐπακούσαις.
μηδὲ πολυξείνου δαιτὸς δυσπέμφελος: ταῦτα χώραν δίδωσι ταῖς καλουμέναις συμβολαῖς· αὗται γὰρ πολύξεινοι ἂν εἶεν ἐκ κοινοῦ πολλοῖς συσσιτεῖν προξενοῦσαι. μὴ οὖν εἶναι δυσπρόσιτον ἐν ταύταις καὶ δύσκολον ἐχούσαις δαπάνην μὲν ἐλαχίστην, χάριν δὲ πλείστην διὰ τὴν κοινωνίαν· οὕτως γὰρ πάλαι συνεσίτουν καὶ παρὰ Λάκωσι καὶ παρʼ ἄλλοις, συνεισφέροντες εἰς τὸ κοινὸν ἕκαστοι καὶ μετʼ ἀλλήλων ἑστιώμενοι.
μηδὲ πολυξείνου δαιτός: μὴ ἀποστρέφου, φησί, τὰς τῶν φίλων εὐωχίας· ἡ γὰρ ἐξ ἐράνων εὐωχία καὶ δαπάνην ἐξκουσεύει καὶ πολλὴν ἀνάπαυσιν ἔχει.
μηδέ ποτʼ ἐξ ἠοῦς Διΐ: τοῦτο καθαρότητός ἐστι παράγγελμα· πολλὰ γὰρ αἱ χεῖρες τῶν ἀναγκαίων μὲν ἀκαθάρτων δὲ ποιοῦσιν. εἰς τὴν οὖν πρὸς τὸ θεῖον ἐνέργειαν δέονται καθάρσεως, διότι τὸ θεῖον καθαρόν. δεῖ δὲ τὸ ὅμοιον αὐτοῖς ὑπηρετεῖν· μὴ σπένδειν οὖν τὸν μὴ προκαθήραντα τὰς χεῖρας, πολλῷ ἄρα μᾶλλον τῷ ὅλῳ σώματι δεῖ καθαρῶς πράττειν τὰ πρὸς θεούς· ἐκ γὰρ ἀκαθάρτων τῶν ὀργάνων εἰ τιμῴημεν αὐτούς, ἀποπτύουσιν ἡμῶν τὰς ἐπὶ τοῖς ἔργοις τοιούτοις ἀράς· αὗται γάρ εἰσιν αἱ ἐπαραὶ ταῖς θυσίαις ἢ ταῖς σπονδαῖς ἐπᾳδόμεναι. ἐν μὲν οὖν Σπάρτῃ τοῖς πολίταις οἱ εἰς ἀρχὴν καθιστάμενοι ἔφοροι προεκήρυττον μὴ τρέφειν μύστακας, ἵνα τοὺς τὸ φαῦλον τοῦτο καὶ εὐτελὲς παραβάντας μειζόνως κολάζοντες, παραβαίνειν μείζονα κωλύσωσιν· ὁ δὲ Ἡσίοδος νίπτεσθαι τὰς χεῖρας παραινῶν πρὸ τοῦ σπένδειν ἐνδείκνυται τὸν περὶ τοῦτο μὴ πεισόμενον μείζονος ἄξιον εἶναι καταγνώσεως ὡς ἀνεπιτήδειον πρὸς παιδείαν.
μηδʼ ἀντʼ ἠελίοιο τετραμμένος: διὰ τούτων εἰς εὐσχημοσύνην παιδεύει καὶ τὰ ἀναγκαῖα κελεύων εὐσχημόνως ἐκπληροῦν. μήτʼ οὖν ἀπεναντίον ἡλίου μήτʼ ἀνιόντος—ὅ ἐστι πρὸ μεσημβρίας—μήτʼ εἰς δύσιν ἰόντος—ὅ ἐστι μετὰ μεσημβρίαν—οὐρεῖν, μήτε προβάδην—ὅ ἐστι κινούμενον—τοῦτο πράττειν ἢ ἐν ὁδῷ ἢ ἐκτὸς ὁδοῦ, σεβόμενον ὅπου μὲν τὴν εἰνοδίαν θεὸν ὅπου δὲ τὴν ἀκτῖνα τοῦ ἡλίου τὴν πάσης ζῳοποιὸν τῆς ὕλης, ὅπου δὲ ἁπλῶς τὴν ἀσχήμονα τοῦ σώματος διάθεσιν λογιζόμενον· δεῖ οὖν τὸν ἔννοιαν ἔχοντα θεοῦ ἢ καθήμενον ἐκπληροῦν τὴν ἀνάγκην ἢ πρὸς τοῖχόν τινα εἴσω τῆς αὐλῆς, οἷον ἀποκρύπτοντα τὸ αἶσχος τῆς φύσεως καὶ ἐν παραβύστῳ πληροῦντα τὰ ἐλαττώματα τῆς γενέσεως. ἐπειδὴ ἐν νυξὶν εἴωθε τὰ τοιαῦτα καταφρονεῖσθαι πολλοῖς καὶ τὸ ἀπογυμνοῦσθαι δοκεῖ τισιν ἐν ταύταις μὴ ἄξιον εἶναι ψόγου διὰ τὸ μὴ παρεῖναι μάρτυρα τῆς ἀσχημοσύνης, ἐμνημόνευσε μετὰ τῆς πρὸ ἡλίου ἀπογυμνώσεως καὶ τοῦ μὴ ἐν νυκτὶ τοῦτο χρῆναι δρᾶν, διὰ τὸ μακάρων εἶναι τὰς νύκτας ὡς τότε μάλιστα ἐπιφανειῶν θείων γινομένων διὰ τὴν ἡσυχίαν τὴν ἀπὸ τοῦ πλήθους· τιμητέον οὖν αὐτὰς καὶ οὐδὲν ἄσχημον πρακτέον.
μηδʼ αἰδοῖα γονῇ πεπαλαγμένος: ταῦτα τῆς ἀπαιδευσίας ὄντα ἔκγονα, κἂν σμικρὰ ᾖ, δεῖ παραφυλάττειν, καλῶς τοῦ Πλουτάρχου λέγοντος ὅτι καθάπερ ἐν λόγοις τὸ μὴ σολοικίζειν οὐ θαυμαστόν, ἀλλὰ τὸ σολοικίζειν καταγέλαστον, καὶ ἐν τοῖς ἔργοις οὐ τὸ μὴ πράττειν τὰ τοιαῦτα ἐπαινετόν, ἀλλὰ τὸ πράττειν ἐπονείδιστον. δεῖν οὖν τὸν μεμολυσμένον ἀπὸ γονῆς ἀποκρύπτειν τὰ αἴτια τοῦ μολυσμοῦ καὶ μὴ γυμνοῦν ἐγγὺς τῆς ἑστίας· βωμὸς γὰρ καὶ αὕτη τῶν θεῶν καὶ καθημερινῶν θυσιῶν καὶ σπονδῶν ὑποδοχή· μὴ οὖν ἀπογυμνούμενον μολύνειν τὴν ἑστίαν.
ἱστίῃ ἐμπελαδόν: ἱστίῃ κυρίως μὲν τῇ ἑστίᾳ, οὐχ ὡς θεᾷ· νῦν δὲ ἐπὶ τοῦ πρώτου νοῦ ἐστι, τῷ ἐν τῷ οἴκῳ βωμῷ. ἐμπελαδὸν δὲ πλησίον ἢ τῇ ἑστίᾳ ἢ τῇ γονῇ.
μηδʼ ἀπὸ δυσφήμοιο τάφου: τὴν ἀρχὴν ἑκάστου τῶν σπουδαίων ἔργων θεῖόν τι δεῖ νομίζειν· μιμεῖται γὰρ τὴν κυρίως ἀρχὴν θεὸν οὖσαν. σπουδαῖον δὲ καὶ ἡ τέκνωσις, ἅτε συντελοῦσα πρὸς τὴν ἀειγενεσίαν. οὐ δεῖ οὖν ποιεῖσθαι ταύτην ἀπὸ μιασμάτων, ἀλλʼ ἀπὸ καθαρότητος, πρὸς τὸ καὶ ὑπεναντίαν εἶναι τὴν τέκνωσιν τῇ τῶν τάφων ἐννοίᾳ· καὶ γὰρ γένεσίς ἐστι καὶ φθορά. δεῖν οὖν ἀπὸ δαιτὸς θεῶν, τουτέστι θεοῖς προσελθόντα καὶ εὐωχηθέντα καὶ παρακαλέσαντα τοὺς θεούς, οὕτω παιδουργεῖν ἀπὸ τῶν κοινῶν πατέρων τῆς τιμῆς ἀρχόμενον ταῖς παιδουργίαις.
δυσφήμοιο: δύσφημος ὁ τάφος· ἐκεῖ γὰρ κλαυθμοὶ γίνονται ὁμοῦ καὶ ὀδυρμοὶ πολλοί. ἢ ἀπὸ τοῦ περιδείπνου λέγει· τάφος γὰρ λέγεται τὸ περίδειπνον, ὡς Ὅμηρος· «δαίνυ τάφον Ἀργείοισι». Πλάτων δὲ μὴ μεθύοντά φησι μίγνυσθαι.
μηδʼ ἐπὶ κρηνάων οὐρεῖν, μάλα δʼ ἐξαλέασθαι: παρακελευσάμενος μὴ πλησιάζειν χάριν παιδοποιίας ἐκ μέθης ἐπανιόντας, ἀλλʼ ἐκ βουλευτηρίου ἐπανακύψαντας, νῦν παραινεῖ μηδὲ δυναστῶν μοιχᾶσθαι γυναῖκας, ἀλλὰ τοιαύτης ἀφίστασθαι πράξεως· ὃν γὰρ τρόπον αἱ κρῆναι ποταμοὺς ἀποτίκτουσι, τὸν αὐτὸν τρόπον αἱ περιφανεῖς τοιαίδε γυναῖκες τοὺς ἐν τῷ βίῳ πολλῷ ῥεύματι χρυσοῦ περιρρέοντας ἄνδρας δυνάστας καὶ ὑπερόχους, ὧν τοῦ πλούτου πολλοὶ ἀπαρύονται, ἀποτίκτουσιν· ἀλλὰ νῦν αἱ τοιαῦται κρῆναι παντοίων οὔρων ἐπλήσθησαν.
μηδέ ποτʼ ἀεννάων ποταμῶν: οἱ παλαιοὶ καὶ πᾶσαν μὲν τὴν τῶν ὑδάτων φύσιν ὡς τρόφιμον καὶ αὐξητικὴν τῶν φύσεων ἱερὰν ἐνόμιζον εἶναι τῶν ζωογόνων θεῶν· μάλιστα δὲ τοὺς ἀεννάους ποταμοὺς θείους ἐνόμιζον, τὴν ἀνέκλειπτον τῶν θεῶν οὐσίαν ἱκανῶς μιμουμένους, καὶ δυνάμεις ᾤοντο θείας ἔχειν ἐφεστώσας αὐτοῖς. εἰκότως οὖν διὰ πάντων ἡμᾶς παιδεύων εἰς εὐσέβειαν ἀξιοῖ μὴ διαβαίνειν εἰς ἀένναον ποταμὸν πρὶν ἂν εὐξώμεθα βλέποντες εἰς αὐτόν· εὔχεσθαι δὲ ἀπονιψαμένους πρότερον. τὸν γὰρ ἄνιπτον διϊόντα διὰ κακίαν τοῦτο ποιεῖν τὴν καταφρονοῦσαν ὧν δεῖ μὴ καταφρονεῖν, … καὶ ἔστι καὶ τοῦτο σημεῖον θεοσεβοῦς ζωῆς, τὸ μηδὲ ἐν τούτοις ἀμελεῖν τοῦ καθήκοντος.
ὃς ποταμὸν διαβῇ κακότητι δέ: ἄλλοι γράφουσι κακότητʼ ἴδε οἱονεὶ κακότητα εἶδεν, ἀντὶ τοῦ ἐκακώθη. Ἀρίσταρχος δὲ ἀθετεῖ τὸν στίχον τοῦτον καὶ τὸν ἑξῆς. ἄλλοι δὲ κακότητʼ ἔπι οἱονεὶ ἐπὶ κακῷ ἑαυτοῦ.
μηδʼ ἀπὸ πεντόζοιο: πέντοζον μὲν καλεῖ τὴν χεῖρα, τοὺς δὲ δακτύλους ὄζοις εἰκάζων· χλωρὸν δὲ τοῦτο τὸ σαρκῶδες τῶν ὀνύχων ὡς ζῶν καὶ ὡς ἁπαλόν, αὖον δὲ τὸ ἄκρον τοῦ ὄνυχος, ὃ δὴ καὶ ἄζον ἐστὶ καὶ ἀναίσθητον. παρακελεύεται τοίνυν μὴ ἐν εὐωχίαις θεῶν τέμνειν τοὺς ὄνυχας· τεμόντας γὰρ καὶ καθηραμένους ἐκείναις δεῖ παραβάλλειν, ἀλλʼ οὐκ ἐν αὐταῖς τοῦτο ποιεῖν. καὶ γὰρ τρόπον τινὰ νεκροῦν ἐστι τῶν ἐν ἡμῖν τινα μορίων εἰ ἀφαιροῦνται αὐτὰ τοῦ σώματος, ὡς συμπεφυκότα τούτῳ καὶ συνυπάρχοντα ᾧ τρέφεται. χρὴ οὖν, εἰ μὴ ταῦτα προαποθνῄσκοντα τοῦ λοιποῦ σώματος—τουτέστιν ἐκτμηθέντα—ποιήσῃς, μὴ ἀποστερεῖν ζωῆς ἐν ταῖς ἄσβεστον ἐχόντων τὴν ζωὴν θεῶν εὐωχίαις· ἀλλότριον γὰρ ἐκείνων τὸ τοιοῦτον.
μηδʼ ἀπὸ πεντόζοιο: πεντάκλαδος ἡ χείρ· φησὶν οὖν ξηρὸν τὸν ὄνυχα, χλωρὸν δὲ τὸ ζωτικὸν αἷμα. ἀσεβὲς δὲ ὀνυχίζεσθαι ἐν ἑορταῖς θεῶν.
μηδέ ποτʼ οἰνοχόην: πολλὰ τοιαῦτα καὶ τοῖς Πυθαγορείοις ἐλέγετο· «ζυγὸν μὴ ὑπερβαίνειν», καὶ «χελιδόνα ἐν οἰκίᾳ μὴ δέχεσθαι», καὶ «μαχαίρᾳ πῦρ μὴ σκαλεύειν»· συμβολικῶς παραινοῦντα τῶν ὀργιζομένων μὴ ἐπεγείρειν διὰ λόγων παροξυντικῶν τὸ πάθος, καὶ φλυάρους μὴ εἰσάγειν εἰς τὸν οἶκον καὶ λάλους, καὶ μὴ δεῖν τὸ δίκαιον ὑπερβαίνειν. τοιοῦτον οὖν καὶ τὸ μὴ ἐπιτιθέναι τῷ κρατῆρι τὴν οἰνοχόην συμβολικὸν παίδευμα· μὴ ἐπίπροσθεν ἄγειν τοῦ κοινοῦ τὸ ἴδιον. ὁ μὲν γὰρ κρατὴρ προὔκειτο κοινὸς ἐν ταῖς τραπέζαις· ἐκ δὲ τῆς οἰνοχόης ἀρυόμενοι ἔπινον οἱ συνδειπνοῦντες. μήτʼ οὖν τὸ μέρος νομίζειν τοῦ ὅλου ὑπέρτερον, μήτε τὸ ἴδιον τοῦ κοινοῦ προτιμότερον· χαλεπὴν γὰρ εἶναι τὴν ἐπʼ αὐτῷ μοῖραν, ὡς ἑπομένην, ἔχοντι ποινὴν ἀπὸ τοῦ παντὸς ἐν ᾧ τὰ ὅλα τῶν μερῶν ἐθέλει κρατεῖν.
οἰνοχόην: κύαθον λέγουσι. τοῦτο δὲ εἶπεν ἐπεὶ ὁ κρατὴρ ἱερός ἐστι καὶ κοινός· ἡ δὲ οἰνοχόη διακονητικὴ ἡ τὸν οἶνον ἑκάστῳ διανέμουσα. ἀπαγορεύει οὖν μὴ τὸ χεῖρον ἐπίπροσθεν ποιεῖσθαι τοῦ βελτίονος καὶ τοῦ δεχομένου καὶ φυλάττοντος τὸ ἐξαντλοῦν καὶ ἀναλίσκον, καὶ μὴ τοῦ δικαίου ὑπερέχειν τὸ ἄδικον. ἄλλοι δὲ λέγουσι· μηδέποτʼ ἐν δείπνῳ πρόσκεισο τῷ πίνειν. μόνοι γὰρ οἱ ἀεὶ πίνοντες ἀεὶ ἔχουσιν ἐπὶ τοῦ κρατῆρος τὴν οἰνοχόην. ἄλλοι δέ φασι· μὴ τὸ τρεφόμενον τοῦ τρέφοντος προτιμήσῃς, μηδὲ τὸ ἧττον τοῦ κρείττονος.
μηδὲ δόμον ποιῶν ἀνεπίξεστον καταλείπειν: οἱ μὲν ὅτι δεῖ τὰς οἰκίας πρὸ χειμῶνος συντελεῖν—ὁ γὰρ κρωγμὸς τῆς κορώνης χειμῶνος σύμβολον—· οἱ δὲ ὅτι μὴ ἀτελῆ δεῖ τὸν οἶκον ἐᾶν, μὴ ψόγον ἐπαγάγῃ παρʼ ἄλλων οὓς τῇ κορώνῃ ἀπείκασεν, ὡς πολλὰ ἂν φθεγξαμένους νεμεσῶντας ἐπὶ τῷ ἐλλιπεῖ. δεῖ δὲ καὶ ἐπὶ τὰ ἄλλα τὸ παράγγελμα διατείνειν καὶ μηδὲν τῶν ἡμετέρων ἔργων ἀτελὲς περιορᾶν φερόμενον, ἀλλʼ ἑκάστῳ τὸ προσῆκον ἐπάγειν τέλος.
ἀνεπίξεστον: ἀφιλοκάλητον, ἀκόσμητον· ἔνιοι δὲ ἀνεπίρρεκτον γράφουσι, τουτέστιν ἀθυμίαστον.
μή τοι ἐφεζομένη κρώξῃ: ὁ γὰρ κρωγμὸς τῆς κορώνης χειμῶνος σημαντικός ἐστι· καὶ ἵνα μὴ ψόγον ἐπαγάγῃ παρʼ ἄλλων οὓς τῇ κορώνῃ εἴκασεν, ὡς ἂν πολλὰ φθεγξαμένους ἢ οὐχ ἱκανὸν οἶκον διοικεῖν ἐκεῖνον καὶ πονεῖν μὴ ὑπὲρ ἑαυτόν, ἢ μὴ δυνάμενον κτίσαι ἀτελῆ καταλιπεῖν.
μηδʼ ἀπὸ χυτροπόδων ἀνεπιρρέκτων: θυσίαν ταύτην ὁ Πλούταρχος πρόχειρον καὶ καθημερινὴν εἶπεν ὀρθῶς, ἀφʼ ὧν μέλλομεν ἐσθίειν, ἱερὰ πάντα ποιοῦντας διὰ τοῦ ἀπάρξασθαι. καὶ γὰρ αἱ τῶν ἱερῶν τραπεζώσεις τοῦτο εἶχον· ἀπαρξάμενοι γὰρ ἀπʼ αὐτῶν ἐδαίνυτο. χρῆναι δὲ καὶ ἐπὶ τῶν λουτρῶν τὸ αὐτὸ δρᾶν· ἐλούοντο δὲ περιχεόμενοι «κατὰ κρατός τε καὶ ὤμων». χρῆν οὖν καὶ τούτου πρότερον ἀφορίσαι τί πρὸ τῆς ἡμετέρας χρήσεως ἱερὸν θεῶν, καὶ οὕτω τὸ λοιπὸν εἰς τὴν ἀναγκαίαν χρείαν παραλαμβάνειν.
χυτροπόδων: τῶν ἐσχαρῶν τῶν μαγείρων· περιφραστικῶς δὲ χύτραν εἶπε, τουτέστιν ἀπὸ χύτρας μὴ πρῶτον φάγῃς πρὶν σπείσῃς ἐξ αὐτῆς τοῖς θεοῖς.
χυτροπόδων: χυτροπόδας καλεῖ ὧδε μὲν τὰς ἐσχάρας ἀφʼ ὧν οὐδὲν ἐτύθη θεοῖς καινῶν ὄντων· ἐν ἄλλοις δὲ τὰ ὑπὸ πόδα ἀγγεῖα.
ἀνεπιρρέκτων: ἀφʼ ὧν οὐδὲν τοῖς θεοῖς ἂν ἀπάρξῃ τε καὶ θύσῃς, τουτέστι ἀθύτων, ἐφʼ ὧν θυσίαν οὐκ ἐποίησας—ῥέζειν γὰρ τὸ θύειν—· τουτέστι σπένδε πρῶτον καὶ τότε ἔσθιε· μηδὲ μὴν λούσῃ ἐὰν μὴ εὔξῃ καὶ σπείσῃς.
ἀνεπιρρέκτων: ἀντὶ τοῦ ἀθύτων λεβήτων.
μηδʼ ἐπʼ ἀκινήτοισι: τὸ μὲν κοινὸν καὶ τετριμμένον ἐπὶ τάφων τὰ παιδία μὴ ἱδρύειν· ἀκινήτους γὰρ τούτους εἶναι δεῖν. ἀλλʼ οὐ μόνον δωδεκαταῖον παῖδα καὶ δωδεκάμηνον, ἀλλὰ καὶ πάντα ἄνθρωπον χρὴ φεύγειν τὰς τοιαύτας ἕδρας. μήποτε δὲ κάλλιον Πλούταρχός φησι ὅτι μὴ δεῖ τὰ νεογνὰ ἀκίνητα ἐᾶν καὶ ἀποτίθεσθαι ἐν ἀκινήτοις· ἀσθενέστερα γὰρ γίνεται· κινεῖν δὲ αὐτὰ ὅτι μάλιστα, κἂν ἐπί τινων αὐτά τις καθίζῃ, ἐπὶ κινουμένων καθίζειν δεῖ καὶ σαλεύειν διὰ τούτων, οἷά τισιν εὐκίνητα κλινίδια μεμηχάνηται πρὸς τὴν τῶν παιδίων εὐνήν.
μηδʼ ἐπʼ ἀκινήτοισι: οἱ μὲν ἐπὶ ἀκινήτῳ τάφῳ ἢ βωμῷ· νόμος γὰρ παρὰ Ῥωμαίοις ὅς φησι τάφον μὴ κινεῖν, τουτέστιν ὀρύττειν. ἄλλοι μέν ποτε οὖν φασι· μὴ ἐάσῃς τὸν παῖδα σου δώδεκα ἐτῶν ἐπὶ τάφῳ καθέζεσθαι, ἐπεί, καὶ ἀνὴρ ἂν τοῦτο ποιήσῃ, βλάπτεται· πολλῷ μᾶλλον ὁ παῖς. ἄλλοι δέ φασι· μὴ ἀγύμναστον ἀφήσῃς τὸν παῖδά σου ἀπὸ δώδεκα ἐτῶν, οὐ μὴν οὐδὲ δωδεκάμηνον· ὅθεν καὶ ἐπενοήθη τὸ ἀεὶ κινεῖν τὰ παιδία.
μηδὲ γυναικείῳ λουτρῷ χρόα φαιδρύνεσθαι: μὴ δεῖν συναπογυμνοῦσθαι ταῖς γυναιξὶ τοὺς ἄνδρας· πρὸς γὰρ τῷ ἀσχήμονι καὶ ἀπόρροιαί τινες ἐκ τῶν γυναικείων σωμάτων καὶ περιττώματα χωροῦσιν, ὧν ἀναπίμπλασθαι τοὺς ἄνδρας μολυσματῶδές ἐστι· καὶ τοῖς εἰς τὸν αὐτὸν ἀέρα εἰσιοῦσι καὶ τοῖς εἰς τὸ αὐτὸ ὕδωρ ἀνάγκη τούτων ἀπολαύειν. διὸ καὶ ἐπὶ χρόνον τινά φησι ποινὴν παραμένειν τοῖς τοῦθʼ ὑπομείνασιν, ἐν ᾧ τὸν μολυσμὸν ἀνάγκη μένειν ἐπʼ αὐτοῖς.
μηδὲ γυναικείῳ: … περιεργασίας δίκην γυναικῶν, οἱ δὲ ὅτι κελεύει μὴ συλλούεσθαι γυναιξί· ἢ μὴ ὡς γυνὴ ὡραΐζου λουόμενος, οἷον μὴ μύροις ἤ τισι χρίσμασι χρῶ· ἢ ὅτι αἱ γυναῖκες κόσμου χάριν κέχρηνται τῷ λουτρῷ, οἱ δὲ ἄνδρες διὰ κόπων ἀνάπαυσιν λούονται.
μηδʼ ἱεροῖσιν ἐπʼ αἰθομένοισι: οὐ μόνον ὅτι δεῖ μὴ μωμεύειν τὰ ἱερά—τοῦτο γὰρ παντὸς ἦν εἰπεῖν—, ἀλλὰ τὸν παραβάλλοντα ἱεροῖς δρωμένοις μηδένα βλάσφημον λόγον λέγειν, μηδὲ ὑβρίζειν μηδένα. καὶ γὰρ ταῦτα ἄδηλά ἐστι, καὶ ἀφανῆ ὄντα ποίαν ἕξει ποινὴν παραιτητέον· νεμεσᾶν γὰρ αὐτοῖς τὸν θεὸν ὡς ἀλλοτρίοις τῆς ἰσότητος.
μηδʼ ἱεροῖσιν: μηδὲ ἐὰν συμβῇ σοι ἐν ἱεροῖς εὑρεθῆναι μέμψῃ τὰ μυστήρια· ταῦτα γὰρ ὁ θεὸς πάνυ μέμφεται.
μωμεύειν ἀίδηλα: μὴ ἀδήλως κατὰ σεαυτὸν καὶ ἐν τῇ ψυχῇ σου μωμεῖν τὰ ἱερά. ἔστι δὲ καὶ τοῖς ἑξῆς συνάψαι· ἀίδηλα θεὸς νύ τοι καὶ τὰ νεμεσσᾷ, ἀντὶ τοῦ ἀδήλως καὶ ἐπὶ τῶν τοιούτων μέμφεται. ἢ οὕτως· μὴ ἐπὶ τοῖς αἰθομένοις ἱεροῖς ἀίδηλα κηρανθῆναι καὶ ἄξια τοῦ ἄδηλα εἶναι ὅτι μάταια διανοηθῇς· θεὸς γὰρ καὶ περὶ τούτων μέμφεται.
μηδέ ποτʼ ἐν προχοαῖς ποταμῶν: ταῦτα διαγράφει Πλούταρχος ὡς εὐτελῆ καὶ ἀνάξια παιδευτικῆς Μούσης· μὴ οὐρεῖν ἐν προχοαῖς ποταμῶν ἐπὶ κρηνῶν μηδʼ ἀποπατεῖν—τοῦτο γὰρ τὸ ἀποψύχειν—ἴσως δὲ καὶ ταῦτα παρακελεύεται τῆς ἰδιωτείας τῶν πολλῶν στοχαζόμενος· οὐ γὰρ πάντες ἔχουσι νοῦν, ἀλλὰ καὶ ταῦτά τινες ἂν παρίδοιεν.
ἐναποψύχειν: ἀφοδεύειν ἢ ἀποπνευματίζειν ἢ ἀναψύξεως χάριν τοῦ σώματος τοῖς ποταμίοις ῥεύμασιν ἵστασθαι· ἢ ἀποπλύνειν ἢ ἀπονίπτειν.
ὧδʼ ἔρδειν· δεινὴν δὲ βροτῶν ὑπαλεύεο φήμην, ἕως τοῦ θεός νύ τίς ἐστι καὶ αὐτή: τοῦτο τὸ τέλος ἐστὶ τῶν παραγγελμάτων ἱκανὸν εἰς τὸ παιδεῦσαι ἡμᾶς τὸ ἑαυτῶν ἦθος εὐλαβουμένους τὴν φήμην. οὐ γὰρ ὅσον ἀρετῆς οἱ ἄνθρωποι σφάλλονται, τοσοῦτον καὶ κρίσεως ἀρετῆς, φησιν ὁ Πλάτων· τὴν οὖν χαλεπὴν φήμην φυλακτέον εἰς δύναμιν. ἡ γὰρ κακὴ φήμη κούφη μέν ἐστιν, ἐν γλώσσαις ἀνθρώπων φερομένη καὶ ἐν ἀέρι πληττομένη ὑπὸ τούτων· ἐργῶδες δέ ἐστιν ὑπενεγκεῖν, κεντοῦσα τοὺς ὑπʼ αὐτῆς ὀνειδίστους γενομένους, ἔτι δὲ καὶ ἀρξαμένην ταύτην παῦσαι χαλεπόν. εἰώθασι γὰρ οἱ ἄνθρωποι πολλαπλασιάζειν ἃς ἂν παραλάβωσι φήμας καὶ ἐκ σμικρῶν μεγάλας ποιεῖν. καὶ τέλος προσέθηκεν ὅτι κινδυνεύει καὶ ὡς ἐπὶ τὸ πλεῖστον ἀληθὴς εἶναι πᾶσι φήμη ἣν πολλοὶ λαοὶ φημίξωσι· καὶ διὰ τοῦτο ἔχειν τι καὶ αὐτὴν θεῖον. πολλάκις γοῦν ὁ μὲν ἄρξας αὐτῆς οὐκ ἔστιν, εὔστοχος δὲ αὕτη διʼ αὐτῶν ἀναφαίνεται τῶν ἀποβαινόντων, ὥστε εἰκότως δεῖ φυλάττεσθαι τὴν κακὴν φήμην. κατὰ τοῦτο οὖν χρήσιμον τὸ δεῖν καὶ δόξαν ὑφορᾶσθαι τὸν παιδευόμενον. οὐ γὰρ ἁπλῶς ἀληθὲς ὃ ἔλεγε Γοργίας· ἔλεγε δὲ «τὸ μὲν εἶναι ἀφανὲς μὴ τυχὸν τοῦ δοκεῖν, τὸ δὲ δοκεῖν ἀσθενὲς μὴ τυχὸν τοῦ εἶναι». παρὰ γὰρ τοῖς πολλοῖς καὶ τὸ δοκεῖν ἰσχὺν ἔχει καὶ τὰ ἐκ τοῦ δοκεῖν ἀποβαίνοντα δυσχερῆ δείκνυται οὐκ ὄντα ὀλίγα. μᾶλλον οὖν ὡς Ξενοκράτης ἔλεγε, τοῦ μὲν οὖν φίλον Ἀλέξανδρον ἔχειν ἕνεκα μηδʼ ἂν τὸν δάκτυλον κινῆσαι, τοῦ δὲ μὴ ἐχθρὸν πάντα ἂν πρᾶξαι. οὕτω καὶ Ἡσίοδος τῆς μὲν παρὰ τοῖς πολλοῖς δόξης ἀξιοῖ ποιεῖσθαι λόγον μηδένα, τῆς δὲ ἀδοξίας, ἵνα μὴ συμβῇ, πάντα ποιεῖσθαι λόγον.
ἤματα δʼ ἐκ Διόθεν: αἱ περὶ τῆς τῶν ἡμερῶν ἐκλογῆς καὶ ἀπεκλογῆς παραινέσεις ἔχουσι μὲν τὰς ἀρχὰς ἐκ τῶν παρατηρήσεων. ἄλλαι δὲ παρʼ ἄλλοις ἐκράτησαν, ἐπεὶ καὶ παρʼ Ὀρφεῖ λέγονταί τινες αὐτῶν διακρίσεις καὶ ἐν τοῖς Ἀθηναίων πατρίοις διωρίσθησαν, αἱ μὲν ἀγαθαί τινες, αἱ δὲ φαῦλαι, μέσαι δέ τινες εἶναι. καὶ οὐχ ὅλας ἡμέρας μόνον ὑπέλαβόν τινες εὐκαιρίαν ἔχειν πρὸς καταρχάς τινων πράξεων, ἀλλὰ καὶ μόρια τῆς ἡμέρας, ὁτὲ μὲν τὰ ἑωθινὰ ἐπαινοῦντες, ὁτὲ δὲ τὰ περὶ δείλην ὀψίαν, ὅπου δὲ καὶ τοῖς μὲν θεοῖς οἰκεῖα τὰ πρὸς μεσημβρίαν εἰρήκασιν, ἥρωσι δὲ τὰ μετὰ μεσημβρίαν. ὁ γοῦν Ἡσίοδος τὰς πολλὰς ἐν τούτοις εἰδὼς τῶν κατʼ αὐτὸν παρατηρήσεις, εἰς τὰς ἡλίου κινήσεις καὶ σελήνης καὶ τὰς πρὸς ἀλλήλους σχέσεις αὐτὸς ἀποβλέψας, ἀνάγει τὰς τῶν ἐπιτηδείων καὶ ἀνεπιτηδείων διαφοράς, ἀφʼ ὧν μάλιστα γίνεται πάντα μὲν τὰ θνητὰ τῶν κινουμένων, ἄλλα δὲ μᾶλλον ἄλλων· πρὸς τὰς δὲ περιόδους αὐτῶν οἰκείως ἢ ἀλλοτρίως ἔχει τῶν γινομένων. δηλοῖ δὲ καὶ τῶν φυτῶν τὰ μὲν σελήνῃ συγκινούμενα, τὰ δὲ ἡλίῳ. τὰ μὲν γὰρ ῥόδα καὶ ἴα καὶ μετὰ τούτων τὰ ἡλιοτρόπια πρὸς ἥλιον ἀνίσχοντα τρέπει τὰ φύλλα καὶ πρὸς καταδυόμενον ὡσαύτως εἰς ἑσπέραν ῥέποντα· τὰ δὲ τῶν ἐλαιῶν φύλλα διδάσκει καὶ τοὺς γεωργικοὺς γεγονέναι τροπὰς ἢ χειμερινὰς ἢ θερινὰς διὰ τῆς αὐτῶν περιστροφῆς, ὁτὲ μὲν ἄνω τὸ μελάντερον ἰσχόντων, ὁτὲ δὲ τὸ λευκόν. τὰ δὲ τῶν αἰλούρων ὄμματά φασι καὶ τὰ σπλάγχνα τῶν μυῶν πάντων φθίνειν μὲν σελήνης ληγούσης, αὔξεσθαι δὲ ἀκμαζούσης· … εἰ μὲν περὶ πανσέληνον ἐξαιρεθείη, τὴν γόνιμον ἀρχὴν ἔτι φυλάττει καὶ αὖθις βλαστάνει κατὰ τὴν προσήκουσαν ὥραν, εἰ δὲ φθινούσης, ἄγονον γίνεται· … καὶ ἁπλῶς τὰ μὲν πληρουμένης εὐθηνεῖται, τὰ δὲ ληγούσης αὐτῆς, τοῖς μὲν ὠφελίμου τῆς ὑγρότητος οὔσης ἣν διαχεῖ τὸ σεληναῖον φῶς, αὐξάνεται, τοῖς δὲ βλαβερᾶς, ἐλαττοῦται. ἄρχεται οὖν ὁ Ἡσίοδος ἐκ τῆς τριακάδος, καθʼ ἣν ἡ ἀληθής ἐστι σύνοδος, ὁτὲ μὲν οὖσαν τριακάδα ἄνευ ἐξαιρέσεως, ὁτὲ δὲ εἰκοστὴν ἐνάτην, ὁτὲ καὶ ὑπεξαιρεῖται ἡ πρὸ αὐτῆς ὑπὸ Ἀθηναίων. διὸ καὶ αὐτὸς ἀξιῶν τὴν οὖσαν ὄντως τριακάδα λαμβάνειν, εἶπεν· εὖτʼ ἂν ἀληθείην λαοὶ κρίνοντες ἄγωσιν. εἰκότως δὲ ἀπὸ ταύτης ἤρξατο, καθʼ ἣν ἡ σύνοδος. δεῖ γὰρ τὴν κοινωνίαν αὐτήν, ὡς μίαν ἀρχὴν οὖσαν ἀμφοτέρων, ἀρχὴν ποιεῖσθαι καὶ τῶν ἡμερῶν, ἃς ἐκ τῆς πρὸς ἀλλήλους ποιοῦσι σχέσεως. βούλεται δὲ ἐν ταύτῃ τά τε ἔργα τοῦ μηνὸς ἐφορᾶν πάντα καὶ τὴν τροφὴν ἀπομερίζειν τοῖς ἐργάταις, τὸ μὲν εἰς τὴν τοῦ παρελθόντος συντεῖνον ἐπίσκεψιν τῶν πονηθέντων, τὸ δὲ εἰς τὴν τοῦ μέλλοντος συντελοῦν προτροπὴν τῶν πραχθησομένων.
ἤματα δʼ ἐκ Διόθεν: οὐ ταύτας μόνον ὡς ἀπὸ τοῦ Διὸς λέγει εἶναι, τὰς δὲ λοιπὰς οὐχί· διαιρεῖ δὲ μόνον ταύτας, τὰς μὲν ὡς πρὸς γνῶσιν καὶ τὸ φιλοσοφεῖν συμβαλλομένας, τὰς δὲ ὡς ἐργαστικάς· καὶ τὰς μὲν ὡς ἐν τῇ ἡμῶν σπουδῇ, τὰς δὲ ὡς ἐν τῇ τοῦ ἀέρος φύσει κειμένας.
τριηκάδα μηνὸς ἀρίστην: διότι ἡ τριακοστὴ ἀπομιμεῖται τὴν ἀλήθειαν· κατὰ γὰρ ταύτην ἡ σελήνη τῷ ἡλίῳ συνέρχεται καὶ συνήνωται. καὶ ἐπεὶ ἴδιον τῆς ἀληθείας τὸ μονοειδὲς ἐναντίως τοῦ ψεύδους ἐχούσης—τὸ γὰρ ψεῦδος πολυσχιδές—, διὰ ταῦτα ὡς ἑνοποιὸς ἡ τριακοστὴ τῇ μονοειδεῖ ἀληθείᾳ ἀπείκασται.
εὖτʼ ἂν ἀληθείην: ὅταν μετὰ ἀληθείας κρίνοντες ἄγωσιν οἱ ἄνθρωποι τὰς ἡμέρας, ἤτοι ὅταν τὴν ἀληθῆ ἐπίστανται σύνοδον καὶ μετὰ ἀκριβείας γινομένην. ἄλλοι γὰρ ἀλλοίως δοξάζουσιν, ἐπειδὴ καὶ ἐμβολιμαίους μῆνας εἰώθασι τιθέναι. ἡ σύνταξις τοιαύτη, τουτέστι· ὅταν οἱ λαοὶ ἐρευνῶσιν ἀληθῶς τὰ τῶν δούλων ἔργα ἃ τῷ ὅλῳ μηνὶ πεποιήκασιν.
εὖτʼ ἂν ἀληθείην: ὁπόταν τὴν ἀληθῆ σύνοδον οἱ λαοὶ διακρίνοντες ἄγωσιν. τοῦτο δέ φησιν ὅτι ἄλλοι ἐν εἴκοσι ὀκτὼ ἡμέραις, ἕτεροι δʼ ἐν πλείοσι τὴν σύνοδον γίνεσθαί φασιν· ἀλλὰ μὴν καὶ ἐμβολιμαίους ἀναπλάττονται μῆνας.
αἵδε γὰρ ἡμέραι εἰσὶ Διὸς πάρα μητιόεντος: τὴν μὲν τριακάδα πεποίηται ἀρχήν, διʼ ἣν εἴπομεν αἰτίαν, οὐκ ἐργάζεσθαι ἀξιώσας ἐν αὐτῇ, ἀλλʼ ἐποπτεύειν τὰ ἔργα. φασὶ γοῦν τινες τότε καὶ τοὺς μύρμηκας ἡσυχίαν ἄγειν· ἐπιδήλως καὶ τοῦτο πολλοῖς γίνεσθαι τεκμήριον τοῦ εἶναι τριακάδα καὶ τὴν σελήνην σύνοδον ποιεῖσθαι πρὸς ἥλιον. τὴν δὲ σῦν ἀνίερον Αἰγύπτιοί φασιν, ὅτι μίξεσι χαίρει κρυπτομένης ὑπὸ τοῦ ἡλίου τῆς σελήνης. καὶ μήποτε καὶ τοῦτο τὸ ζῷον, ὡς χθόνιον καὶ γεννήσεσι χαῖρον, οἰκεῖόν ἐστι πρὸς ταύτην εἰκότως μάλιστα τῆς θεοῦ τὴν συνοδικὴν φάσιν, ἣν πρὸς ἥλιον λόγον ἔχειν ὡς θήλεος πρὸς ἄρρενά φασι. μετὰ δὲ ταύτην ἀπὸ τῆς νουμηνίας ἀρξάμενος ἐπαινεῖ τὰς τρεῖς· τὴν ἕνην—οὕτως καλῶν τὴν νουμηνίαν παρὰ τὸ ἕν—, τὴν τετράδα, τὴν ἑβδόμην, καὶ πάσας ἱερὰς λέγων· τὴν δὲ ἑβδόμην καὶ ὡς Ἀπόλλωνος γενέθλιον ὑμνῶν, διὸ καὶ Ἀθηναῖοι ταύτην ὡς Ἀπολλωνιακὴν τιμῶσι δαφνηφοροῦντες καὶ τὸ κανοῦν ἐπιστέφοντες καὶ ὑμνοῦντες τὸν θεόν. ἔχουσι δὲ αἱ τρεῖς μεσότητα ἀριθμητικήν, καὶ ἡ τετρὰς μετὰ τῆς ἑβδομάδος ποιεῖ τοσοῦτον ὅσον αἱ ἀπὸ τῆς μονάδος ἕως ἑβδομάδος, τὸν εἴκοσι καὶ ὀκτὼ ἀριθμόν, καθόσον ἡ Σελήνη δίεισι τὸν ζῳδιακόν. αἱ γὰρ λοιπαὶ ἐπικινήματα αὐτῆς ἔχουσιν, ἵνα καταλάβῃ τὸν ἥλιον. ἡ μὲν οὖν πρώτη ἡ καὶ ἕνη ῥηθεῖσα, ὡς ἀρχή, θεῖόν ἐστι· καὶ γὰρ πᾶσαν ἀρχήν φησι Πλάτων εἶναι θείαν, καὶ γενέθλιος αὕτη καλεῖται τοῦ μηνός. καὶ ὁ μὴν ἐν αὐτῇ παρʼ Ὀρφεῖ προσαγορεύεται «μονόκερως μόσχος». ἁπλῶς μὲν γὰρ ὁ μὴν ὡς γενέσεως ἐργάτης λέγεται βοῦς, ὡς δὲ πρώτην ἔχων τότε τῆς οἰκείας οὐσίας τὴν ἔκφυσιν μόσχος, καὶ διὰ τὸ μοναδικὸν μονόκερως. ἡ δὲ τετράς ἐστιν ἐν τῇ μονάδι συγγενής, διότι καὶ αὐτὴ πάντας περιέχει τοὺς ἁρμονικοὺς λόγους, οὓς εἶχεν ἡ μονὰς σπερματικῶς, τὸν μὲν ἐπίτριτον ποιοῦσα πρὸς τὴν τριάδα, τὸν δὲ διπλασίονα πρὸς τὴν δυάδα, τὸν δὲ τετραπλασίονα πρὸς τὴν αὐτὴν μονάδα. οὗτοι δέ εἰσιν οἱ ἁρμονικοὶ λόγοι· ὁ διὰ τεσσάρων, ὁ διὰ πασῶν, ὁ δὶς διὰ πασῶν. ἡ δὲ ἑβδομὰς ἄλλος ἐναρμόνιος ἐκ μονάδος οὖσα καὶ δυάδος καὶ τετράδος καὶ ἔχουσα δὶς τὸν διὰ πασῶν καὶ ταύτῃ μὲν τῇ τετράδι συγγενὴς τῇ τε μονάδι, καθόσον ὑπʼ αὐτῆς γεννᾶται μόνης τῆς μονάδος καὶ οὐδένα γεννᾷ τῶν εἴσω δεκάδος—τῶν δʼ ἄλλων ὁ μὲν ὑφʼ ἑνὸς ὡς ἡ ἐννεὰς καὶ ἡ τετράς, ὁ δὲ ὑπὸ δυοῖν ὡς ἡ ἑξὰς ὑπὸ τοῦ δύο καὶ τρία καὶ ἡ ὀγδοὰς ὑπὸ τοῦ δύο καὶ τέσσαρα—· καὶ οὐδένα γεννᾷ καθάπερ ἡ δυὰς καὶ ἡ τριὰς γεννῶσιν, ἡ μὲν ἄλλον, ἡ δὲ ἄλλον. διὰ μὲν οὖν τὸ ἐναρμόνιον Ἀπόλλωνος ἥρμοσε γενέσει· διὰ δὲ τὸ ἀμήτορα καὶ ἀθήλυντον εἶναι τῆς Ἀθηνᾶς αὐτὴν εἶπεν ἱεράν.
αἵδε γὰρ ἡμέραι: αὗται γὰρ αἱ ἡμέραι εἰσὶ παρὰ τοῦ θεοῦ αἱ τῆς σελήνης, οὐχὶ τοῦ μηνός· ἐπειδὴ αἱ τοῦ μηνὸς ἡμέραι οὐχ αἱ αὐταὶ πανταχοῦ πεφύκασι, αἱ δὲ τῆς σελήνης αἱ αὐταί.
πρῶτον ἔνη τετράς τε καὶ ἑβδόμη: ἀντὶ τοῦ ἡ πρώτη ἡμέρα τῆς γεννήσεως. Φιλόχορος ἐν τῷ Περὶ ἡμερῶν Ἡλίου καὶ Ἀπόλλωνος λέγει αὐτὴν εἶναι. ἡ μὲν τετρὰς Ἡρακλέους καὶ Ἑρμοῦ ἐστιν· ἡ δὲ ἑβδόμη ἱερὰ Ἀπόλλωνος—ἐν αὐτῇ γὰρ ἐτέχθη, διὸ καὶ ἑπτάτονος αὐτοῦ ἡ κιθάρα—· ἡ τετρὰς δὲ Ἡρακλέους—ἐν αὐτῇ γὰρ ἐτέχθη—, καὶ λέγομεν ὅτι τετράδι κοῦρος ἔγεντο καὶ οὔποτε πάγκακος ἔσση.
πρῶτον ἔνη τετράς τε καὶ ἑβδόμη: τὴν ἕνην πρώτην φησὶν ὡς τῇ ἀριθμητικῇ ἁρμόζουσαν ἢ πρώτην τῶν μαθηματικῶν, ἐν ᾗ προηγεῖται ἡ μονάς. τὴν δὲ τετάρτην ὡς τοὺς ἁρμονικοὺς περιέχουσαν λόγους καὶ τὸν διὰ τεσσάρων τὸν καὶ ἐπίτριτον—τρία γὰρ καὶ ἓν τέσσαρα—, τὸν διὰ πασῶν τὸν καὶ διπλάσιον —δύο γὰρ καὶ δύο τέσσαρα—, τὸν δὶς διὰ πασῶν τὸν καὶ δὶς διπλασιαζόμενον—δὶς γὰρ τέσσαρα ὀκτώ—. τὴν δὲ ἑβδόμην ὡς ὑπὸ μόνης γεννωμένην τῆς μονάδος καὶ ὡς μὴ γεννῶσάν τινα τῶν ἐντὸς δεκάδος ἀριθμῶν. τὴν δὲ ὀγδόην ὡς κύβον καὶ πρώτην τὴν τριχῇ διάστασιν δεχομένην. τοῦ γὰρ τετραγώνου ἐπιπέδου ὄντος—δὶς γὰρ δύο τέσσαρα—ὁ κύβος στερεός ἐστιν ὡς τὴν εἰς μῆκος καὶ βάθος καὶ πλάτος ἔχων κίνησιν—δὶς γὰρ τέσσαρα ὀκτώ—, ὅθεν καὶ συντελεστικός ἐστι πάσης ἐργασίας. τὴν δὲ ἐνάτην ὡς ἀπὸ τοῦ τρία τετραγωνιζομένου, ὡς ἔστιν ἰδεῖν ἐν τῷ πλίνθῳ. τετράγωνος δὲ ἀριθμός ἐστιν ὁ ἰσάκις ἶσος μετρούμενος, ἤτοι ὑπὸ δύο ἴσων ἀριθμῶν, ὡς τὸ δὶς δύο τέσσαρα. κύβος δὲ ὁ ἰσάκις ἶσος ἰσάκις, ἤτοι ὁ ὑπὸ τριῶν ἴσων ἀριθμῶν μετρούμενος, ὡς τὸ δὶς δύο τέσσαρα καὶ τετράκις δύο ὀκτώ. ὁ τοίνυν ὄγδοος ἀπὸ τοῦ δύο κύβος γίνεται. λέγεται ἡ ἐνάτη καὶ κατὰ τοῦτο συμφέρον εἶναι, ὡς ἀπὸ τελείου ἀριθμοῦ γενομένη τοῦ τρίτου, ἀρχὴν ἔχοντος τὴν μονάδα, μέσην τὴν δυάδα καὶ τέλος τὴν τριάδα, ἤτοι τὴν τριχῇ διάστασιν καὶ τὸν τετραγωνισμόν. πᾶς δὲ ἀριθμὸς ὁ ὑφʼ ἑαυτὸν πολυπλασιαζόμενος τετράγωνος λέγεται, ὡς τὸ τρὶς τρεῖς ἐννέα.
ὀγδοάτη τʼ ἐνάτη τε: τὴν ὀγδόην καὶ τὴν ἐνάτην εἰκότως καὶ ὡς συντελεστικὰς ἐπαινεῖν καὶ διὰ τοῦτο ἡγεῖσθαι αὐτὰς τῶν ἀνθρωπίνων ἔργων. ἡ μὲν γὰρ πρώτη πάσας ἔσχε τὰς διαστάσεις κύβος οὖσα ἐκ τῆς δυάδος καὶ τὴν ἐπὶ τὰ τρία πρώτη ποιησαμένη πρόσοδον· ἡ δὲ δευτέρα πρώτη τετραγωνικὸν ἔσχεν εἶδος ἀπὸ περιττοῦ τῆς τριάδος αὐτὴν γεννησάσης. διὸ καὶ ἡ μὲν ὡς τελείως διαστᾶσα, ἡ δὲ ὡς ἀπὸ τελείου γενομένη τέλος ἐπάγουσι τοῖς κατειργασμένοις ἐν αὐταῖς.
ὀγδοάτη τʼ ἐνάτη τε: αὗται αἱ δύο μέχρις αὐξήσεως τῆς ἡμέρας καλαί εἰσιν.
ἔξοχʼ ἀεξομένοιο: μετὰ τὴν ἑβδόμην γίνεται ἀμφίκυρτος, ἤτοι ὑπὲρ τὸ ἥμισυ φωτιζομένη· διὰ τοῦτό φησι ἔξοχʼ ἀεξομένοιο.
ἑνδεκάτη δὲ δυωδεκάτη τε: τῶν μετὰ τὴν δεκάδα ἀριθμῶν ἡ ἑνδεκάτη τὴν μονάδα ἀποστοιχειοῦται. διὸ καὶ ταύτην ὡς ἀναλογοῦσαν πρὸς ἐκείνην ἐπῄνεσεν εἴς τε τὸ πόκους προβάτων ἐξαιρεῖν καὶ καρποὺς ἐκ τῆς γῆς ἀμᾶσθαι· συγγενῆ γὰρ ταῦτα ἀλλήλοις ἐπεὶ καὶ τὸ θερίζειν «κείρειν» καλοῦσι τὴν γῆν καὶ τὸ κείρειν οἷον θερίζειν ἐστὶ τοὺς οἶς. ἄμφω δὲ εἰς τὴν τοῦ σώματος τείνει θεραπείαν, τὸ μὲν εἰς τὴν τροφήν, τὸ δὲ εἰς τὴν σκέπην. καὶ οἰκεῖα τῇ ἑνδεκάτῃ μὲν ὡς ἀρχῇ τῆς τρίτης πεντάδος τῆς μάλιστα αὐξητικῆς τοῦ σεληναίου φωτός· τῶν γὰρ τριῶν πεντάδων ἡ πρώτη ἀτελεστάτη, ἡ δὲ τρίτη τελειοτάτη. καὶ εἴτε τροφὴν αὐτῆς εἴτε περίβλημα τὸ ἀφʼ ἡλίου φῶς λέγειν ἐθέλεις, οἰκείαν ἐρεῖς τὴν ἑνδεκάτην ἀρχὴν οὖσαν τῆς τελειωτικῆς τοῦ φωτὸς πεντάδος εἴς τε θερισμὸν καὶ εἰς κουρὰν τῶν προβάτων. τῇ δωδεκάτῃ δέ, ὡς ἔτι μειζόνως αὐξητικὴ τοῦ φωτός, οὕτως τὴν ἀρχὴν εἶχε τῆς τελείας ἐπιδόσεως πρὸ αὐτῆς· ἔχει δὲ καὶ τὴν ἐννέα μετὰ τῆς πλευρᾶς καὶ μέχρι τῆς ἀπὸ τοῦ τρία τελειότητος καὶ τῆς ἀπὸ τοῦ ἐννέα ἰσότητος. εἰ δὲ καὶ δὶς ἔχει τὴν ἑξάδα τὴν πρώτην, τοῖς ἑαυτοῦ μέρεσιν ἴσην καὶ διὰ τοῦτο τελείαν, εἰκότως ἔπρεπε ταῖς ἀπὸ τῶν τελείων καρπώσεσι. διὸ καὶ μᾶλλον ἐσθλὴ λέγεται καὶ εἰκότως, διότι καὶ αὐτῶν ἐστι τῶν θεῶν ἀριθμός, τήν τε ἀρρενοποιὸν αὐτῶν ἑξάδα καὶ τὴν θηλυπρεπῆ περιλαβὼν οὗτος ὁ ἀριθμός· ὅτι δὲ καὶ φυσικὴν ἔλαχεν ὁ ἀριθμὸς οὗτος οἰκειότητα πρὸς τὰ ὑφάσματα, ὧν ἕνεκεν καὶ τοὺς οἶς κείρουσι, διὰ τῶν ἑπομένων ὑπομιμνήσκει.
πείκειν: κυρίως τὸ ξαίνειν, ὅθεν καὶ τὸ «πεξαμένη χερσί». νῦν δὲ τὸ κείρειν.
εὔφρονα καρπόν: ἡδύτατον, τέρποντα τὴν ψυχὴν ἢ εὐφραίνοντα.
τῇ γάρ τοι νεῖ νήματʼ: ὁ μὲν ἀράχνης φυσικῶς κινεῖται πρὸς τὰς ὑφάνσεις ἔχων τι κατὰ τὴν φαντασίαν εὐδιάρθρωτον, ὡς δηλοῖ κύκλους ἐπὶ κύκλους ἐξυφαίνων καὶ αὐτὸς ἐν τῷ κέντρῳ τῶν κύκλων ἐνεδρεύων τὰ θηρώμενα ἵνα ἐξ ἴσου πάντων ἀπέχῃ τῶν ἐμπιπτόντων· καὶ θαυμαστὸν οὐδέν· ὥσπερ ἄλλα τῶν ζῴων κινεῖται κατὰ φύσιν ὑπʼ ἄλλης τινὸς φάσεως, ὃ καὶ προεῖπε πρότερον, τὰ μὲν συνοδικῶς, τὰ δὲ πληροσελήνων, οὕτω καὶ τὸν ἀράχνην πρὸς ταύτην ἔχειν συμπαθῶς τῶν πληρεστέρων ἡμερῶν τελευταίαν. ἡ γὰρ μετὰ ταύτην γένοιτʼ ἂν ἀποκρουστικὴ καὶ ἀφαίρεσιν ἀναγάγοι τοῦ φωτός· αὕτη δὲ ἀεὶ αὐξητικὴ μόνως καὶ τοῦτο ἔχει ἡ τελευταία. δεῖ δὲ κἀκεῖνο συνορᾶν ὅτι μάλιστα δεῖ τοῖς ὑφαίνουσι φωτός, ὅπερ ἡ σελήνη παρέξει καὶ νυκτὸς εἰς τὸ αὔξειν τὸ ἔργον προσθήκαις, ὅπερ αὐτὴ προξενήσει τέλειον ἔχουσα τὸ φῶς ἄδεκτον ἐλαττώσεως. ὁ μὲν οὖν ψυχρὸς ἀὴρ καὶ νεφελώδης ἐμποδών ἐστι τοῖς ἔργοις· ὁ δʼ ὑπὸ τοῦ φωτὸς ἑκατέρου θερμαινόμενος συμπράττει πρὸς πάντα τὰ τοιαῦτα. τὸ μὲν οὖν ἄρχεσθαι τῶν ἔργων ἐν αὐτῇ καλόν· καὶ τοῦτο φυσικῶς μὲν οἱ ἀράχναι, κατὰ δὲ πεῖραν οἱ ἄνθρωποι γινώσκουσι. τὸ δʼ ἐναντίον, τὸ καθαίρειν τοὺς ἱστοὺς περὶ πανσέληνον αἴτιον εἶναι τοῦ κόπτεσθαι τὰ ὑφάσματα, τοῦτο τῶν ἄκρως ἐστὶ δεδημευμένων.
τῇ γάρ τοι νεῖ νήματʼ: ὡς ἐργαστικωτέρας οὔσης τῆς δωδεκάτης τῷ νήματι τῆς ἀράχνης χρῆται.
τῇ γάρ τοι νεῖ νήματʼ: ἐν ᾗ νήθει τὰ νήματα αὑτοῦ ὁ ἐν τῷ ἀέρι πετόμενος ἀράχνης. ὅταν ὡς ἔμπειρος ἀνὴρ ὁ μύρμηξ θησαυρὸν ἑαυτοῦ σωρεύῃ ἐκ πληρεστέρας ἡμέρας ὑπὲρ τὴν νύκτα Ἰουλίου ἢ Αὐγούστου.
ἀερσιπότητος: τῆς ἐν ἀέρι πετομένης.
ἤματος ἐκ πλείου: ἢ ἐν μεγάλῃ ἡμέρᾳ ἢ ἀπὸ τοῦ πλείστου τῶν ἡμερῶν.
ἤματος ἐκ πλείου: καθὸ τὸν φωτισμὸν ἡ σελήνη πλήρη ἔχει ἐν αὐτῷ.
ἴδρις σωρὸν ἀμᾶται: νῦν ὁ ἔμπειρος μύρμηξ· σωρὸς δὲ ὁ θησαυρός.
μηνὸς δʼ ἱσταμένου τρισκαιδεκάτην ἀλέασθαι: καλῶς ἐπέστησεν ὁ Πλούταρχος ὅτι τὸ σπεῖραι καὶ τὸ φυτεῦσαι οὐχ ὑπὸ τῶν αὐτῶν ἔοικεν ὠφελεῖσθαι. τὸ μὲν γὰρ σπέρμα δεῖ καταβληθὲν κρυφθῆναι πρῶτον εἴσω τῆς γῆς καὶ σαπῆναι καὶ οὕτως ἑαυτοῦ διαδοῦναι τὴν δύναμιν εἰς τὴν περικρύψασαν αὐτὸ γῆν, ἵνʼ ἐξ ἑνὸς πυροῦ τυχὸν ἢ κριθῆς γένηται πλῆθος. διὸ καὶ ὑετοῦ δεῖσθαι καὶ πάχνης αὐτό φασι, τὴν ἀρχὴν πιεζόντων ἔσω καὶ χεόντων τὰς ἐν αὐτῷ φυσικὰς δυνάμεις. τὸ δὲ φυτὸν ῥιζωθὲν βλαστῆσαι χρὴ καὶ ἀναδοῦναι τὸν ἐν τῇ ῥίζῃ κρυπτόμενον λόγον οἷον διοιχηθείσῃ διὰ φωτός· ὥστʼ εἰκότως τὴν τρισκαιδεκάτην πρὸς μὲν τὸ σπείρειν ἀνεπιτήδειον εἶναι, πρὸς δὲ τὸ φυτεύειν ἐπιτηδείαν, διὸ καὶ τὸ ἐνθρέψασθαι οἰκείως ἔχει πρὸς τὴν φυτείαν. τὸ γὰρ προκαλέσασθαι τὸν ῥιζικὸν λόγον καὶ εἰς ἐπίδοσιν ἄγειν καὶ βλάστην ἐσήμηνε διὰ τοῦ ὀνόματος, πρὸς ἃ συντελεῖ πλεῖον ὂν τὸ ἐκ τῆς σελήνης ἐν ταύτῃ φῶς.
μηνὸς δʼ ἱσταμένου: ἱστάμενον μῆνα ἕως εἰκάδος ἔλεγον· μετὰ δὲ τοῦτο πρώτην φθίνοντος, δευτέραν φθίνοντος. Φιλόχορος δὲ πάσας τὰς τρεῖς ἱερὰς λέγει τῆς Ἀθηνᾶς.
ἕκτη δʼ ἡ μέσση μάλα σύμφορός ἐστι φυτοῖσιν ἀνδρογόνος δʼ ἀγαθή: τὴν ἑκκαιδεκάτην, μέσην ἕκτην εἰπών, ὠφέλιμον εἶναι τοῖς φυτοῖς φησιν, διʼ ἣν εἴπομεν αἰτίαν. τὸ γὰρ φῶς θερμὸν ὂν τὸ σεληναῖον καὶ ὑγρὸν προκαλεῖται τὴν βλάστην αὐτῶν· τῶν δὲ ἀνθρώπων ἄρρεσι μὲν σπέρμασι σύμφορον, θήλεσι δὲ ἀσύμφορον· αἴτιον δὲ τούτων ὅτι τὸ μέν ἐστι ξηρότερον, τὸ δὲ ὑγρότερον τῶν σπερμάτων, οἷς καὶ αὐτὸ τὸ ἄρρεν διαφέρει τοῦ θήλεος. καὶ διὰ ταῦτά φασι καὶ τὰς συλλήψεις τὰς μὲν βορείων πνευμάτων ὄντων γινομένας εἶναι ἀρρενογόνους, τὰς δὲ νοτίων θηλυγόνους· καὶ μέντοι καὶ τὰς διαρθρώσεις τῶν θηλέων ἐμβρύων βραδυτέρας γίνεσθαι ἢ τῶν ἀρρένων, διὰ τὸ πλῆθος ἐκεῖ τῆς ὑγρότητος μὴ ῥᾳδίως κρατουμένης ὑπὸ τῆς δημιουργούσης ἐν τῇ θερμότητι φύσεως. φυσικῶς οὖν εἴρηται τὴν ἑκκαιδεκάτην ἀρρενογόνον μὲν ἄριστον εἶναι, θήλεσι δὲ ἀσύμφορον· ἔχει δέ τινα καὶ πρὸς γάμους ἐναντίωσιν, τῆς σελήνης πάμπολυ τοῦ ἡλίου διεστώσης. διὸ καὶ Ἀθηναῖοι τὰς πρὸς σύνοδον ἡμέρας ἐξελέγοντο πρὸς γάμους καὶ τὰ Θεογάμια ἐτέλουν τότε φυσικῶς εἶναι πρῶτον οἰόμενοι γάμον, τῆς σελήνης οὔσης πρὸς ἡλίου σύνοδον.
ἕκτη δʼ ἡ μέσση: ἡ ἑκκαιδεκάτη οὐκ ἐπιτηδεία τοῖς φυτοῖς· τὸ γὰρ τῆς σελήνης φῶς χλιαρὸν ὂν σηπτικόν ἐστι. τότε οὖν τὰ τμηθέντα ξύλα σήπεται καὶ ὁ μεταχεόμενος οἶνος ὀξίζει.
οὐδὲ μὲν ἡ πρώτη: τὴν ἕκτην ἀνεπιτηδείαν εἰς κόρης γένεσιν εἶναι βούλεται, καίτοι τῆς Ἀρτέμιδος οὖσαν ἱερὰν ὡς γενέθλιον τῆς θεοῦ· διὸ καὶ προτέραν γενέσθαι τοῦ Ἀπόλλωνος, ἵνα καὶ μαιεύσηται τὸν ἀδελφόν. καὶ πῶς γὰρ οὐ μέλλει θεοῦ λοχείας εἶναι πρεπόντως ἱερὰ ἡ ἕκτη πρώτη τελεία οὖσα, καὶ τῆς λοχείας οὐ τῶν ἔτι ἀτελῶν οὔσης—ἄμβλωσις γὰρ ἡ ἐκείνων ἐστὶ διάκρισις—ἀλλὰ τῶν τελείων; ἡ μὲν οὖν Ἄρτεμις, τελεσιουργὸς οὖσα τῶν κυημάτων καὶ ἐκφαντικὴ τῶν φυσικῶν λόγων τῶν κρατησάντων τῆς ὕλης, εἰκότως ἐν τῇ ἕκτῃ γενέσθαι μυθολογεῖται· ταῖς δὲ τῶν θνητῶν θηλειῶν γενέσεσιν εἰκότως ἐστὶν ἀνάρμοστος αὕτη, διὸ κρατεῖ μὲν ἡ θεὸς αὕτη τῶν σεληνιακῶν φωτισμῶν, ἔστι δὲ παρθένος καὶ γεννᾶν οὐκ ἐθέλουσα. πρὸς οὖν τὴν τῶν θηλειῶν γένεσιν τὴν ἕκτην φησὶ ταύτην ἀνεπιτήδειον· δείκνυσι συμφέρουσαν δέ, ὡς ἐρεῖ, πρὸς τὴν τῶν ἀνδρῶν, ἐκτομαῖς δὲ ἐρίφων καὶ ἀρνίων—οὓς εἶπε πώεα μήλων—ἐμπρέπουσαν, ὡς τὸ γόνιμον καὶ τούτων τῆς ἐκτομῆς ἀφαιρούσης. μήποτε δὲ καὶ αὕτη φυσικῶς ἡ ἑξὰς ἀνδράσι μὲν εἰς τελείωσιν οἰκεία, γυναιξὶ δὲ οὔ, δυοῖν ἔγγονος οὖσα, δυάδος καὶ τριάδος, καὶ τῆς τριάδος ἐν αὐτῇ κρατούσης. ἔστι γὰρ τριμερὴς ἐκ μονάδος, δυάδος καὶ τριάδος, οἷς ἐστιν ἴση καὶ διὰ τοῦτο τελεία. πρὸς μὲν οὖν θείαν γένεσιν εὖ ἔχει, πρὸς δὲ θνητὴν ἀσυμμέτρως τὴν τοῦ ὁμόρου γένους.
ἐσθλὴ δʼ ἀνδρογόνος: εἰ ὁ περισσὸς ἄρρην δυσδιαίρετος ὤν, ὡς ὁ ἄρτιος θῆλυς εὐδιαίρετος ὤν, καὶ ὁ μὲν μονάδι φίλος, ὁ δὲ δυάδι, πρῶτον ὄντα τὸν τρία περισσὸν εἰκότως ἂν εἴποις ἀρρενωπότατον. οὗτος δὲ καὶ συντεθεὶς ἑαυτῷ καὶ διπλασιασθεὶς ἐποίησε τὸν ἕξ, καὶ ἐπεὶ μονὰς δυὰς τριάς εἰσιν οὗτοι μόνη πρόοδος, ἐπιστροφὴ τὸν ἓξ ἀπετέλεσεν· ὥστʼ εἰκότως ἀρρενογόνος ἑξὰς οὐκ οὖσα τοῖς γεννᾶν ὀφείλουσιν εὐάρμοστος, ἀλλὰ τοῖς ἀναινομένοις τὴν γέννησιν. εἰ δὲ φιλοψευδεῖς οἱ ἐν ταύτῃ γεννώμενοι λέγονται καὶ παραλογισμοῖς χαίροντες καὶ κρυφίαις συνουσίαις, οὐ θαυμαστόν. καὶ γὰρ ἡ φάσις αὐτὴ τὸ εἶδος προφαίνει τῆς διχοτομίας ψευδόμενον· οὐ γάρ ἐστι κατὰ ἀλήθειαν ἶσον τῷ φωτιζομένῳ, τῷ σκιερῷ δέ. καὶ ὅτι ἡ ἀόρατος δυὰς εἰς τὴν γένεσιν αὐτῆς παρείληπται καὶ τὸ ψεῦδος ὑποικουρεῖ μετὰ τῶν κρυφίων ὀαρισμῶν οὐκ ἂν θαυμάσαις.
ἀνδρογόνος: τίκτειν παῖδας ἄρρενας ἐν αὐτῇ ἀγαθόν, τὸ δὲ θηλείας οὐ καλόν, οὔτε εἰς τὸ γαμηθῆναι, οὔτε εἰς τὸ γεννηθῆναι.
ψεύδεά θʼ αἱμυλίους τε λόγους: ὁ δὲ τότε γεννηθεὶς ψευστὴς καὶ χλευαστής ἐστι καὶ κόλαξ.
μηνὸς δʼ ὀγδοάτῃ: τὴν ὀγδόην τοῦ μηνὸς τοῦ Ποσειδῶνος ἱερὰν ὡς ἐπὶ τρία διαστᾶσαν πρώτην τῷ τριαινούχῳ θεῷ προσήκειν εἰκότως λέγουσι καὶ τριχίτωνι, τριῶν ἄρχοντι τῶν ἐν κινήσει στοιχείων. διὸ καὶ τοὺς ταύρους αὐτῷ φέροντες ἀνῆκαν ὡς ὁρμητικοὺς καὶ τοὺς κάπρους· ἄμφω γὰρ διὰ θυμὸν ἀκάθεκτοι γίνονται, πραΰνονται δὲ ἐκτμηθέντες. εἰκότως οὖν πρὸς τὴν τῷ κινητικῷ θεῷ προσήκουσαν ἡμέραν—ὃς καὶ τὴν ἀκίνητον γῆν κινεῖ Ἐνοσίχθων καλούμενος—οἰκείωσαν ταῦτα τὰ ζῷα ὁρμητικὰ ὄντα, καὶ μήποτε τὸν μὲν ταῦρον ὡς τῆς ὑγρᾶς οὐσίας κινητικόν, τὸν δὲ κάπρον ὡς τῆς ξηρᾶς· τοῦ δὲ αὐτοῦ ἐστι τὸ κινεῖν καὶ ἠρεμεῖν τὰς ἀστάτους τῶν κινουμένων ὁρμάς. διὸ καὶ ὁ θεὸς οὗτος οὐ μόνον Ἐνοσίχθων, ἀλλὰ καὶ Ἀσφάλειος ὑμνεῖται· καὶ οἱ τοὺς σεισμοὺς παύειν ἐθέλοντες Ποσειδῶνι θύουσιν. ἔχει δʼ ἄρα καὶ ἡ πραΰνουσα διὰ τῆς τομῆς τὰ ζῷα τὰ οἰκεῖα τῷ θεῷ πρᾶξις οἰκειότητα πρὸς τὴν ἱερὰν τοῦ Ποσειδῶνος ταύτην ἡμέραν.
οὐρῆας δὲ δυωδεκάτῃ ταλαεργούς: τὰς ἡμιόνους οἰκειοῦσι τῇ σελήνῃ· διὸ καί τινες αὐτήν φασιν ἐφʼ ἡμιόνων ὀχεῖσθαι. καὶ γὰρ ὁ μὲν ἵππος ἡλιακόν ἐστι ζῷον ὡς εὔδρομον, ὁ· δʼ ὄνος χθόνιον ὡς Τυφῶνι φίλον καὶ συνουσιαστικόν· ἡ δὲ σελήνη μέση ἀμφοῖν, γῆς μὲν ἔχουσα τὸ σκοτίζεσθαι, ἡλίου δὲ τὸ οἰκεῖον εἰληχέναι φῶς. διὰ τοῦτο μὲν οὖν ᾠκείωται πρὸς αὐτὴν ἡ ἡμίονος. τῇ δὲ δυοκαιδεκάτῃ προσέταξε ταύτας δαμάζειν, ἵνα πραότεραι γίνωνται, διότι τὸ στάσιμον ἡ δυωδεκὰς ἔχει πέρας οὖσα τῶν αὐξήσεων πρῶτον, ὡς προείπομεν. ἔχει δὲ καὶ πρὸς τὸ περατοῦν ἄλλως ἡ δυωδεκὰς οἰκειότητα, τοῖς εἴδεσι τοῦ ἀριθμοῦ τὸ πέρας ἐπάγουσα. πρώτη γὰρ αὕτη περισσάρτιος, ὃς οὐκ ἦν πρὸ αὐτῆς οὐδʼ εἴσω δεκάδος· συγκλείουσα οὖν τὰ εἴδη τῶν ἀριθμῶν εἰκότως περατωτική ἐστι καὶ ἱστᾶσα τὴν πρόοδον τῶν λόγων, ὅθεν δαμαστικαῖς πράξεσιν ἐμπρέπειν ἔδοξε καὶ ἡμιόνων τῶν μικτὴν ἐχόντων γένεσιν καὶ αὕτη μικτὴ οὖσα ὡς περισσάρτιος, καθάπερ εἴπομεν. δεῖν οὖν ἐν ταύτῃ δαμάζειν ἡμιόνους ἐπιβάλλοντα τὼ χεῖρε καὶ πωλοδαμνοῦντα τοῦτο τὸ ζῷον.
εἰκάδι δʼ ἐν μεγάλῃ: μεγάλην λέγει, παρʼ ὅσον τὸ πλεῖστον τῶν ἡμερῶν τοῦ μηνὸς ἔχει· διὰ τοῦτο διὰ πάσης ἡμέρας ἐπιτηδεία εἰς τὸ γεννᾶσθαι· ἢ μεγάλην δὲ τὴν εἰκοστὴν εἶπεν οἱονεὶ μεγάλων ἀποτελεστικήν· ἄριστος δὲ καὶ πολυΐστωρ ὁ ἐν ταύτῃ τικτόμενος.
πρηΰνειν: ἀντὶ τοῦ· ῥᾳδίως τις ἐπιτιθεὶς χεῖρα πᾶν ὁτιοῦν ἡμερώσει.
πεφύλαξο δὲ θυμῷ: τοὺς πρὸ τούτων πέντε στίχους οὐδὲ μνήμης ὁ Πλούταρχος ἠξίωσεν ὡς ἂν μὴ φερομένους. τούτους δὲ ἐξηγούμενος ἀξιοῖ μὴ ἐγκαλεῖν τῷ Ἡσιόδῳ ὡς ἂν γελοίως εἰπόντι μὴ χρῆναι λύπας ἑαυτῷ κινεῖν ἐν ταύταις, ὡς δέον ἐν ἄλλαις τισὶ τοῦτο ποιεῖν· οὐ γὰρ τοῦτο λέγειν, ἀλλʼ ὡς ἐν ἱεραῖς ταύταις μάλιστα τὰς λυπηρὰς ἀποσκευάζεσθαι ἐνεργείας, ἃς εἰ καὶ ἄλλοτε δεῖ ὡς ἀναγκαίας αἱρεῖσθαι, ἐν ταύταις οὐ δέον. τὰς δὲ τετράδας ἄμφω εἶναι ἱεράς, τὴν μὲν ὡς μάλιστα τὸ σεληναῖον ἐκφαίνουσαν φῶς, τὴν δὲ ὡς τοῦτον ἔχουσαν πρὸς τὴν πρώτην τετράδα λόγον, ὃν ἡ ἑβδόμη πρὸς τὴν νουμηνίαν. καὶ γὰρ ἡ τετάρτη καὶ εἰκοστὴ ἑβδόμην ἔχει τάξιν πρὸς τὴν ἐσχάτην.
πεφύλαξο δὲ θυμῷ: φυλάττου δὲ μὴ λυπῇ σε ἡ τετάρτη καὶ εἰκὰς τετάρτη, ἐπειδὴ ἱεραί εἰσιν αἱ ἡμέραι καὶ τέλειαι εἰς τὸ βλάψαι.
ἐν δὲ τετάρτῃ μηνὸς ἄγεσθʼ εἰς οἶκον ἄκοιτιν: ὅτι μὲν ἀρχαία ἡ διὰ τῶν οἰωνῶν μαντεία καὶ ταῦτα δηλοῖ, καὶ ὅτι οἱ αὐτοὶ οἰωνοὶ πρὸς ἄλλα μὲν δεξιοί, πρὸς ἄλλα δʼ ἐναντίοι σαφῶς ἐδήλωσεν εἰπὼν οἳ ἐπʼ ἔργματι τούτῳ ἄριστοι. τὴν δὲ τετάρτην εἶναι γαμικὴν εἰκότως, ὡς πρώτην καὶ κατὰ σύνθεσιν καὶ κατὰ πολλαπλασιασμὸν ἐκ τῆς γονίμου γενομένην δυάδος, ἧς τὸν γάμον ἱερὸν εἶναί φαμεν, καὶ ὡς τῶν ἁρμονικῶν λόγων περιεκτικήν, ὧν ἔμπροσθεν εἴπομεν, τοῦ διὰ τεσσάρων, τοῦ διὰ πασῶν, τοῦ δὶς διὰ πασῶν, καὶ ὡς μητέρα τῆς δεκάδος—ἥτις κοσμικός ἐστιν ἀριθμός—, καὶ ὡς μεσότητα μονάδος καὶ ἑβδομάδος κατὰ τὴν ἀριθμητικὴν μεσότητα. διὰ γὰρ ταῦτα πάντα γάμοις οἰκεία.
ἐν δὲ τετάρτῃ μηνός: καλὴ μέν ἐστιν ἡ τετάρτη εἰς τὸ γαμεῖν, ἀλλʼ ὅμως οἰωνοσκόπησον πρώτως.
ἐν δὲ τετάρτῃ μηνός: ἡ τετάρτη ἱερὰ Ἀφροδίτης καὶ Ἑρμοῦ καὶ διὰ τοῦτο πρὸς συνουσίαν ἐπιτηδεία.
οἰωνοὺς κρίνας: ἐπιλεξάμενος ὄρνιθας τὰς ἐπὶ τῶνδε τῶν πραγμάτων ἀρίστας.
πέμπτας δʼ ἐξαλέασθαι: δηλονότι τῆς σελήνης· ὅτι μὲν ἡ πεμπτὰς δίκης ἐστὶν ἀριθμὸς καὶ τῶν Πυθαγορείων ἠκούσαμεν λεγόντων, καὶ λέγονται σαφῶς αἱ αἰτίαι παρʼ ἐκείνοις. διττὸν δέ ἐστι τὸ ἔργον τῆς δίκης ἢ τὸ παραβαῖνον κολάζειν καὶ τὴν πλεονεξίαν ἀφαιρεῖν ἢ τὸ ἔλασσον ἐπανισοῦν καὶ εὐεργετεῖν. ἄμφω οὖν αἱ πέμπται δικαστικαὶ ἂν εἶεν· ἡ μὲν αὐξητικὴ ὡς προσθετικὴ τοῦ λείποντος, ἡ δὲ φθινὰς ὡς ἀφαιρετικὴ τοῦ πλεονάζοντος. εἰ δὲ ταῦτʼ ἀληθῆ, δῆλον ὅτι καὶ τὸν ὅρκιον θεὸν κολαστικὸν ὄντα τῶν συγχεόντων τοὺς ὅρκους εἰκότως ἐν τῇ πέμπτῃ γενέσθαι τῇ φθινάδι φασί, καὶ τὰς τιμωροὺς δαίμονας τὴν γένεσιν αὐτοῦ πενταδικὴν οὖσαν περιέπειν· καὶ γὰρ αὐτὴν τὴν πρωτίστην δίκην περιέχειν καὶ τούτων τὴν αἰτίαν ὑμνοῦσιν, ὡς οὖσαν τῶν ἀπολειπομένων τοῦ θείου νόμου τιμωρόν, ὥς φησι Πλάτων. εἰκότως δʼ ἄρα τὸν Ὅρκον εἶναι τῆς Ἔριδος παῖδά φησι, διότι ἡ Ἔρις πασῶν ἐστι μονὰς … τῶν ἐπιτροπευόντων, οἳ τὰς κακεργέτιδας δυνάμεις αἰτιῶνται. καὶ προείρηται ἡμῖν πλείω περὶ τούτων ἐν ἄλλοις.
πέμπτας δʼ ἐξαλέασθαι: ὅλας τὰς πέμπτας.
μέσσῃ δʼ ἑβδομάτῃ Δημήτερος, ἕως τοῦ θαλαμήια δοῦρα νήιά τε: τὴν ἑπτακαιδεκάτην ἐπιτηδείαν τίθεται πρός τε τὴν τῶν καρπῶν εἰς τὴν ἅλω θέσιν καὶ πρὸς ὑλοτομίαν τῶν τε πρὸς θαλάμους οἰκείων ξύλων εἰς ὀροφὴν καὶ τῶν πρὸς νεῶν κατασκευήν. τὸ μὲν οὖν ὑλοτομεῖν τηνικαῦτα συμβαίνει τοῖς ἔμπροσθεν ἐν οἷς εἶπε τότε χρῆναι τοῦτο ποιεῖν, ὅταν ἄρχηται τὸ μετόπωρον· τῆμος ἀδηκτοτάτη πέλεται τμηθεῖσα σιδήρῳ, μετρίως ξηρῶν ὄντων τῶν ξύλων ὑγρότητός τέ τινος οὐκ ἐπιδεῶν. ἡ γὰρ αὐτὴ τῆς ὥρας εὔκαιρος καὶ μηνὸς ἡ ἑπτακαιδεκάτη χρήσιμος, ὅτε τὸ μὲν φῶς τῆς σελήνης πρόσθεσιν οὐκέτʼ ἔχει πανσελήνου γεγονυίας, ἔνικμα δέ πώς ἐστι τὰ ξύλα καὶ διὰ τῆς ἐλαττώσεως τοῦ φωτὸς ἐλαττοῦται τὸ ὑγρόν, ἀφʼ οὗ συμβαίνειν εἴωθεν ἡ σῆψις. τὸ δὲ περὶ τῆς τῶν καρπῶν εἰς τὴν ἅλω συγκομιδῆς εὖ ἔχει, διότι μετὰ πανσέληνον τρέπεται ὁ ἀὴρ καὶ ἀνέμων γίνονται κινήσεις, οἳ τοῖς λικμῶσίν εἰσι χρήσιμοι, διασκεδάννυντες ἀπὸ τῶν καρπῶν τὸ ἄκαρπον. εἰ δέ, ὥς φησιν Ὀρφεύς, τῇ Ἄτῃ ἀνεῖται ἡ ἑπτακαιδεκάτη, καὶ διὰ τοῦτο τῇ τε τομῇ τῆς ὕλης ἐστὶν οἰκεία καὶ τῇ τοῦ καρποῦ γυμνώσει τῶν περικαρπίων, καὶ ὁ Ἡσίοδος οὐκ ἀμούσως τούτοις τοῖς ἔργοις ἀνῆκε τὴν ἡμέραν.
εὖ μάλʼ ὀπιπεύοντα: καλῶς περιβλεψάμενος τοὺς ἄνδρας τῇ ἅλωνι ἐν τῇ ἑβδόμῃ ἀποθέσθαι τὰ γεννήματα.
τετράδι δʼ ἄρχεσθαι: καὶ τοῦτο συμβαίνει τοῖς περὶ τῆς τετράδος ἀξιώμασιν. εἰ γὰρ στιγμῇ μὲν ἡ μονὰς ἀνάλογος, γραμμῇ δὲ ἡ δυάς, ἐπιπέδῳ δὲ ἡ τριάς, δῆλον ὡς τῷ στερεῷ προσήκοι ἂν ἡ τετράς· εἰκότως οὖν ἐπιτηδεία πρὸς σύμπηξιν τῶν νεῶν. εἰ δὲ καὶ πρώτη τὸ ἰσάκις ἶσον ἔχει καὶ πρώτη πάντας τοὺς ἁρμονικοὺς περιέχει λόγους, ὡς εἴπομεν, καὶ ταύτῃ πρὸς τὸ εἰρημένον ἔργον εὐκαιρίαν δίδωσιν. οὐδὲν γὰρ οὕτως ἁρμονίας δεῖται τῶν ἔργων, ὡς ναῦς μέλλουσα καὶ ἀέρος κινήσει μαχεῖσθαι καὶ θαλάσσῃ πολλῇ καὶ μόνην ἔχουσα τὴν ἀπὸ τῆς ἁρμονίας βοήθειαν τοῦ σῴζεσθαι, τάχα καὶ Ὁμήρου διὰ τοῦτο μόνον καλέσαντος Ἁρμονίδην τὸν ναυπηγόν· εἰ δὲ τὰς ναῦς ὡς κούφας ἀραιὰς ἐκάλεσε—δεῖ γὰρ αὐτὰς εἶναι κούφας ἐπιπλεῖν μελλούσας—δῆλός ἐστι καὶ αὐτὸς τὴν μὲν πύκνωσιν βαρύτητος αἰτίαν, τὴν δὲ μάνωσιν κουφότητος ὑπολαβών.
τετράδι δʼ ἄρχεσθαι: πρῶτος γὰρ ὁ τῆς τετράδος ἀριθμὸς τετράγωνος ἀπὸ ἀρτίου γεγονὼς συνήρμοσται· διὸ ἀγαθὸν ἐν αὐτῇ ταῦτα ποιεῖν.
ἀραιάς: τὰς βλαπτικὰς ἢ μᾶλλον τὰς λεπτὰς καὶ ἐλαφρὰς ἢ μᾶλλον τὰς στενὰς καὶ περιμήκεις· ἐξ οὗ καὶ Ὅμηρος· λάψοντες γλώσσῃσιν ἀραιῇσιν μέλαν ὕδωρ.
εἰνὰς δʼ ἡ μέσση: τὴν ἐννεακαιδεκάτην ὡς καὶ τὴν ὀκτωκαιδεκάτην τὰ πάτρια τῶν Ἀθηναίων καθαρμοῖς ἀποδίδωσι καὶ ἀποτροπαῖς, ὡς Φιλόχορος λέγει καὶ … ἀμφότεροι ἐξηγηταὶ τῶν πατρίων ἄνδρες. τάχʼ οὖν καὶ διὰ τοῦτο ὁ Ἡσίοδος λέγει τὴν ἡμέραν ἱερὰν ταύτην, καὶ μάλιστα μετὰ μεσημβρίαν, διότι πρὸς τὰς καθάρσεις ἐπιτήδειον τοῦτο τὸ μέρος ὡς ἐλαττωτικὸν πρὸς τὴν ἀφαίρεσιν τῶν περὶ ἡμᾶς μολυσμάτων.
εἰνὰς δʼ ἡ μέσση: ὡς ἂν ᾖ ἡ ἐννεακαιδεκάτη περὶ δείλην βελτίστη ἡμέρα.
πρωτίστη δʼ εἰνὰς παναπήμων ἀνθρώποισιν: τὴν ἐνάτην ἱσταμένην ἐπιτηδείαν εἶναί φησιν πρὸς πάντα, καὶ πρὸς φυτείαν καὶ πρὸς γένεσιν ἀρρένων ἢ θηλειῶν· ἀπὸ γὰρ τοῦ πρώτου τελείου τοῦ τρία γεγονυῖα, ἀρχὴν καὶ μέσην καὶ τελευτὴν ἔχοντος, ἰσάκις ἴση, πάσαις εὐκαιρίαν πράξεσι δίδωσι καὶ μάλιστα ταῖς τῶν γενέσεων· καὶ γὰρ ὡς ἓν νέον οὖσα τὴν ἐπωνυμίαν ἔσχεν ἡ ἐννεάς. καὶ γέγονε μὲν ἀπὸ τῆς ὀγδόης μονάδα προσλαβούσης —τοῦτο δέ ἐστιν ἀπὸ τοῦ κύβου κατʼ ἐνέργειαν τὸν τῇ δυνάμει κύβον προσλαβόντος—, γεννᾷ δὲ προσθέσει τῆς αὐτῆς μονάδος τὸν δέκα παντέλειον ἀριθμόν. διὸ καὶ φυτείαις καὶ γενέσεσίν ἐστιν εὐάρμοστος.
γενέσθαι: καὶ πρὸς τὸ γεννῆσαι παῖδα τῷ ἀνδρογόνῳ ἐσθλή.
παῦροι δʼ αὖτʼ ἴσασι τρισεινάδα μηνὸς ἀρίστην: τρίτην εἰνάδα τὴν εἰκοστὴν εἶπεν ἐνάτην, ἣν ὀλίγους εἰδέναι ἀρίστην οὖσαν ἀνοίγειν πίθους καὶ καταζευγνύναι βόας καὶ ἡμιόνους καὶ ἵππους. φησὶ γὰρ … τῆς σελήνης ἀρχομένης ἀποκρύπτεσθαι δοκεῖν καὶ τὰ θυμοειδέστερα τῶν ἀλόγων ἀμβλύνειν τὸν θυμὸν καὶ μὴ ὁμοίως ἀνθίστασθαι τοῖς δαμάζουσιν ἀσθενέστερα γινόμενα. καὶ τὸ περὶ τὴν ἄνοιξιν δὲ τοῦ πίθου φυσικῶς εἴρηκε· μάλιστα γάρ φασι περὶ τὰς πανσελήνους ἡμέρας ἐξίστασθαι τὸν οἶνον διὰ τὴν ἀπὸ τῆς σελήνης ὑγρὰν θέρμην, ὥστʼ εἰκότως, ὅταν ἥκιστα τοῦτο προβάλῃ, κελεύει τὸν πίθον ἀνοίγειν καὶ τοῦ οἴνου πεῖραν λαμβάνειν.
παῦροι δʼ αὖτʼ ἴσασι τρισεινάδα μηνός: ἄλλοι τὴν εἰκάδα ἑβδόμην λέγουσιν, ἄλλοι τὴν εἰκοστὴν ἐνάτην· ὀλίγοι δὲ ἐπίστανται αὐτὴν ἀγαθὴν οὖσαν. τὴν δὲ εἰκοστὴν ἑβδόμην ὅλην αὐτὴν εἶναι καλὴν ὡς ἂν οὐδεὶς τὴν εἰκοστὴν ἐνάτην ἐπαινῇ ὡς ἀφώτιστον αὐτὴν οὖσαν, ἀλλὰ φυλάττου μηδὲν τούτων ποιεῖν ἐν αὐτῇ.
ἄρξασθαί τε πίθου: ὅτι ἐν ταῖς πανσελήνοις θέρμης ὅτι πλείστης καὶ ὑγρότητος οὔσης τὸ τηνικαῦτα κελεύει τὸν πίθον μὴ ἀνοίγειν ὡς εἰς ὀξίνην μεταβαλλομένου τοῦ οἴνου. ἐν δὲ τῇ τρίτῃ ἐνάτῃ κελεύει τοῦτο ποιεῖν, ὡς ἤδη καὶ τῆς θέρμης ληγούσης καὶ τῆς ὑγρότητος. ἐν δὲ τῇ τεσσαρεσκαιδεκάτῃ τοῦτο προτρέπει διὰ τὸ τὴν ἐκ τῆς αὐξήσεως βλάβην βοηθεῖσθαι τῇ ταύτης μειώσει· ἑκατέρων γὰρ μετέχει ἡ μέση τετράς.
νῆα πολυκλήιδα θοὴν εἰς οἴνοπα πόντον: τοῦτʼ ἐναργὲς ἐποίησεν, ὅτι τρίτην εἰνάδα κέκληκεν οὐ κατὰ Ἀθηναίους τὴν δευτέραν εἰκοστὴν ἀνάπαλιν ἀριθμοῦντας τὰς φθινούσας —δεκάτην, ἐνάτην, ὀγδόην καὶ ἑξῆς—, ἀλλὰ τὴν πρὸ τριακάδος· περὶ γὰρ ταύτης ἀμφιβάλλουσιν, εἴτε ἐσχάτη ἐστίν, εἴτε πρὸ τῆς ἐσχάτης· εἰκότως οὖν ὀλίγοι τὴν ὡς ἀληθῶς ἐνάτην καὶ εἰκοστὴν καλοῦσιν. ἐν δʼ οὖν ταύτῃ καθέλκειν προστάττει ναῦς εἰς θάλατταν· ὅτε γὰρ οὐ δεῖ πλεῖν, δεῖ παρασκευάζεσθαι πρὸς τὸ πλεῖν, οἷον δὴ τὸ καθέλκειν ἐστί. πλοῦ δὲ καιρὸς ἥκιστα οὗτος· ταραχώδης γὰρ ὁ ἀὴρ ὡς ἐπὶ τὸ πᾶν ἐν ταῖς σύνεγγυς ἡμέραις τῶν συνόδων, διόπερ ὅσοι πλέοντες τότε τύχωσι τοὺς ὅρμους καταλαμβάνουσιν, ἕως ἂν ἐκφανῇ ὁ μήν.
νῆα πολυκλήιδα θοήν: ὀλίγοι τε τὴν εἰκοστὴν καὶ ἐνάτην ἀληθῶς καλὴν εἶναί φασιν εἰς τὸ τὴν ναῦν καθέλκειν εἰς θάλασσαν. πλὴν εἰ μὴ εἰς τὸ καθέλκειν ἑτοίμην εἶναι, μετὰ παρέλευσιν τοῦ τοιούτου καιροῦ ἀποπλεῦσαι.
τετράδι δʼ οἶγε πίθον: τὴν μέσην τετράδα ταύτην λέγων τεσσαρεσκαιδεκάτην ἐπαινεῖ καὶ ὡς πίθοιγον καὶ ὡς πᾶσιν ἀρίστην· καὶ γὰρ τὸ φῶς τῆς σελήνης πλούσιον ἅμα τῷ ἡλίῳ καταδυομένῳ ἀνατελλούσης. καὶ τὸν ἥμισυν ἀριθμὸν ἔχει τοῦ πλήθους, ἐν ᾧ τὸν κύκλον ἡ σελήνη συμπληροῖ τὸν ἑαυτῆς, ὥστε καὶ αὐτὴ τελεσιουργός ἐστιν, εἴπερ ἐν τῷ ἡμίσει ὑπὲρ τοῦ παντὸς κύκλου τὸ τέλειον. αἱ δὲ αὐξομειώσεις ἐφʼ ἑκάτερα τοῦ μέσου πάρισοι, ἴδιος δὲ αὐτῆς κύκλος πληρούμενος διὰ τῶν ὀκτὼ καὶ εἴκοσιν ἡμερῶν· διὸ καὶ τοσαῦται λέγονται τῆς σελήνης αἱ φεγγοφόροι εἶναι ἀκτῖνες. καί τις Αἰγύπτιος μυθολογεῖ μῦθος τὸν Ὄσιριν τοσαῦτα ἔτη βασιλεῦσαι, ὁπόσος ἐστὶν ὁ τῶν ἡμερῶν τούτων ἀριθμός, ἐνδεικνύμενος, ὡς ἐμοὶ δοκεῖ, πάντων αὐτὸν εἶναι τῶν γεννητῶν δημιουργὸν καὶ τελεσιουργόν, μετὰ τῶν σεληνιακῶν ἀκτίνων τέχνῃ τεύχοντα τὴν γένεσιν τῶν τε αὐξητικῶν καὶ τῶν μειωτικῶν, ἵνα καὶ γίνηται τὰ τῇδε καὶ φθείρηται.
παῦροι δʼ αὖτε μετʼ εἰκάδα μηνὸς ἀρίστην: εἴρηται μὲν ἐλλειπτικῶς τὸ πρότερον στιχίδιον. ἔστι γὰρ πλῆρες· τὴν μετʼ εἰκάδα τοῦ μηνὸς τετάρτην ἀρίστην οὖσαν παῦροι ἴσασι. καὶ τὸ δεύτερον μετὰ ἀναστροφῆς· οὕτω γὰρ ἂν γένοιτο σαφές, εἰ λέγοιτο· «ἐπὶ δείελα δʼ ἐστὶ χερείων ἠοῦς γενομένης». εἰ δὲ ταῦτα κρατοίη, πάσας ἐπαινεῖ τὰς τετράδας, τὴν πρώτην, τὴν μέσην, τὴν τρίτην· πλὴν ὅτι τὴν τρίτην ὀλίγους γινώσκειν φησὶν ἀμείνονα εἶναι ἐν τοῖς ἑωθινοῖς μέρεσι. καὶ εἰκότως· συνάπτει γὰρ κατὰ τὴν δείλην τῇ πέμπτῃ· ταύτην δὲ εἶπεν ὡς χαλεπήν.
παῦροι δʼ αὖτε μετʼ εἰκάδα: ὀλίγοι δὲ τὴν μετὰ τὴν εἰκάδα τοῦ μηνὸς τετάρτην ἀρίστην πρωΐας οὔσης φασίν, χείρονα δὲ τῇ δείλῃ.
παῦροι δʼ αὖτε μετʼ εἰκάδα: τὴν τετάρτην τὴν μετὰ τὴν εἰκοστὴν ἤτοι τὴν τετάρτην καὶ εἰκοστὴν ὀλίγοι καλήν φασι.
ἠοῦς γιγνομένης: ἕως τῆς ἕκτης ὥρας οὕτω καλεῖ.
αἵδε μὲν ἡμέραι εἰσίν, ἕως τοῦ ἄλλοτε μητρυιὴ πέλει ἡμέρη, ἄλλοτε μήτηρ: τὰς μὲν ἐπιτηδείας ἡμέρας εἰς Δία ἀναπέμπει, τὰς δὲ παρεμπιπτούσας μεταξὺ τούτων καλεῖ μεταδούπους ἀκηρίους καὶ οὔ τι φερούσας, σημαίνων ὅτι ἄπρακτοί εἰσι καὶ μηδὲν ὄνειαρ περιποιῆσαι δυνάμεναι. ἐκάλεσε δὲ τὰς μεταξὺ πιπτούσας μεταδούπους, διότι δηλοῖ τὸ δουπῆσαι τὸ πεσεῖν· καὶ τὸ ἀκήριον δὲ αὐτὸ τὸ ἀκέραιον σημαίνειν ἔοικε. τούτοις δὲ προσέθηκεν ὅτι οἱ μὲν ἄλλας ἐπαινοῦσιν, οἱ δὲ ἄλλας· καὶ γὰρ Ὀρφεὺς εἶπε περὶ τῶν ἡμερῶν τούτων, ἄλλας ἐπαινῶν καὶ ἄλλας ἐκβάλλων. καὶ Ἀθηναῖοι κατὰ τὴν παρατήρησιν ἴδια περὶ αὐτῶν ἐδόξασαν. κατὰ πάντα δὲ αἱ μέν εἰσιν ἄρισται τῶν ἡμερῶν ἃς μητράσιν αὐτὸς ἀπείκασεν, αἱ δὲ φυλακτέαι αἷς τὰς μητρυιὰς ἐπεφήμισεν.
μετάδουποι ἀκήριοι: ἀβέβαιοι, αἱ μεταξὺ τούτων πεπτωκυῖαι, οὔτε ἀγαθαί, οὔτε κακαί· ἀκήριοι δὲ ὡς ἐπὶ ἀνθρώπων εἶπεν, ἄψυχοι ἢ ἀσθενεῖς ἢ μὴ ἔχουσαι εἱμαρμένην ἀγαθοῦ καὶ κακοῦ.
μετάδουποι ἀκήριοι: μεταπίπτουσαι ἤτοι ἄστατοι καὶ ἀβέβαιοι καὶ ἄψυχοι· τὸ ἀκήριοι ἤγουν ἀσθενεῖς καὶ ἄκαρποι, διὸ ἐπάγει οὔ τι φέρουσαι.
μετάδουποι ἀκήριοι: ἢ αἱ μεταξὺ τῶν ῥηθεισῶν πίπτουσαι ἢ ἄζωοί εἰσιν ἢ ἄμοιροι ἐνεργείας τῆς εἰς τὸν βίον παρεκτικῆς.
ἄλλοτε μητρυιή: ἐπειδὴ ἡ μήτηρ ἤπιος, ἡ δὲ μητρυιὰ κακή, εἶπεν ὅτι αἱ μὲν τῶν ἡμερῶν εἰσι μητέρες, ὡς ἂν ἀγαθαί, αἱ δὲ μητρυιαί, ὡς ἂν κακαί.
τάων εὐδαίμων τε καὶ ὄλβιος: διὰ τούτων ὁρίζεται τίς ὁ ἀληθῶς εὐδαίμων. ὁ γὰρ γνῶσιν ἔχων τῶν τε ἔργων ἃ δεῖ πράττειν καὶ τῶν ἡμερῶν ἐν αἷς τὸ πραττόμενον τοῦ οἰκείου τεύξεται τέλους, οὗτός ἐστιν εὐδαίμων· ἀναίτιος μὲν παρὰ τοῖς θεοῖς, ὡς ἀνέγκλητος διαμένων διὰ τὸ σκοπὸν ἔχειν πάντα δίκαιον, δύο δὲ ταῦτα σπουδάζων ἀεί, τὰ μὲν ἄδηλα τῷ ἀνθρωπίνῳ λογισμῷ διὰ μαντικῆς ὁρᾶν—τοῦτο γὰρ τὸ τοὺς ὄρνιθας κρίνειν—, τὰ δὲ κατὰ λογισμὸν πάντα πράττειν, ἐκκλίνων τὰς παραβάσεις τοῦ ὀρθοῦ καὶ καλοῦ σκοποῦ—τοῦτο γὰρ δηλοῖ τὸ τὰς ὑπερβασίας ἀλεείνειν—. τοῦτο τέλος ἐπέθηκεν ὁ Ἡσίοδος τῷ ποιήματι τὸν εὐδαίμονα ὁρισάμενος ὅστις ποτέ ἐστι. δεῖ γὰρ εἰς τοῦτο βλέπειν πᾶσαν ἡμῶν τὴν ζωὴν καὶ τὴν τῶν ἔργων αἵρεσιν καὶ τὴν τῶν ἡμερῶν ἐκλογήν.
ὃς τάδε πάντα: τούτων ὅστις εἰδὼς πάντων τὰς ἀποτελέσεις ἐργάζεται, εὐσεβῶν μέντοι εἰς θεόν, οὗτος εὐδαίμων ἀνήρ.
ὑπερβασίας: τὰς ὑπερβάσεις τοῦ καλῶς ἔχοντος. τούτοις δὲ ἐπάγουσί τινες τὴν Ὀρνιθομαντείαν … ἅτινα Ἀπολλώνιος ὁ Ῥόδιος ἀθετεῖ.