eul_wid: hna-aa
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Fragments on Philosophical Discourse by Praxiphanes of Mytilene

The Fragments on Philosophical Discourse constitute the surviving evidence for a lost prose treatise by Praxiphanes of Mytilene, a Peripatetic philosopher of the late fourth and early third centuries BCE. The original work addressed the nature and proper style of philosophical writing, engaging with significant contemporary literary debates, including the comparative merits of poetry and prose as mediums for conveying truth. One notable fragment preserves a record of a discussion between Praxiphanes and the poet Theocritus on these very subjects. The treatise itself does not survive intact; modern understanding derives from approximately sixteen separate fragments, consisting of quotations and references preserved by later ancient authors such as Athenaeus and Diogenes Laertius. Scholars interpret this work as part of the broader Peripatetic project to systematize knowledge and to define the boundaries of philosophical expression against other literary forms. It was likely composed for an audience of students and fellow intellectuals within the scholarly circles of the early Hellenistic period.

Καρνεῖσκος ὁ Ἐπικούρειος —διδαχὴν εἶναι φίλου —τελευτήσαντος —συμφιλοσοφῆσαι ὁ Πραξιφάνης σε· ταισν· τελευτῆς ὥσπερ καὶ Πραξιφάνης, οὗ ἀγαστέον, εἰ οὕτως … τῶν ἐμ μέσῳι κα … υτων ἀσύνοπτον … θεωροῦντας, ὅτι οὐ … νῦν ἄνθρωπος ἀνεστρέφετο πρὸς τὰς παν … ἧττον ἐχόμενος τῶν παθῶν καὶ τῶν λοι-πῶν διαθέσεων, ὥσπερ αἱ … νειν ων καὶ ὑπὸ τούτου μοι δοκεῖ πλανᾶσθαι … ιλε δὲ τοῦ μὴ πα … ε θεω-ρεῖσθαι περὶ τῶν ἐμπροκειμένωνγινομένας ψευδεῖς ὑπολήψεις κα-θʼ ὃν ἐξέθηκα τρόπον. ἐν-τεῦθεν γὰρ ἐνπείπτει πρὸς τὸ νομίζειν οὐδὲν ὅλως γίνεσθαι διὰ ψεύδη ἐν γε τοῖς τοιούτοις, ἃ μᾶλ-λον μὲν δυσκόλου ἐστί, εἰς δὲ τὰ διειλημμένα … υπο … τού- των δὲ προειρημένων, Ζώπυρε, νομίζω φανε-ρὸν γεγονέναι, διότι μακρὰνἀπεῖχε Πραξιφά- νης τοῦ τῶν δεόντων τι λελογίσθαι περὶ φιλί-ας καὶ τὴν προσήκουσαν ἔχειν κατάστασιν ἐμ φίλων τελευταῖς καὶ ὡς πολλῆς ἀσυμφωνίας ἔγεμεν ὁ λόγος, ὃν ἐποι-ήσατο περὶ τούτων καὶ ὅτι … ἄκρως … ους, ἀλλὰ γόητες πάντες εὑρίσκονται κατὰ τὸν ὑφηγημένον τρό-πον ἀποθεωρούμε-νοι, μακρὰν ἀπέχοντες τοῦ τῶν δεόντων τι λέγειν περὶ φιλίας καὶ τῶν λοιπῶν, ὅσα συντείνει πρὸς τὸ βιῶσαι μακαρίως κτλ. γέγονεν ἤπερ ἐπὶ τῶι τὸ στερέμνιον ἦρθαι τὸ λυπούμενον, ὡς ὁ μὴ τοιοῦτος γινόμενος ἐπʼ ἄλλων σπουδαίων … τηι ἀλλοῖον ἑαυ-τόν. εἰσάγει οὖν ἐν τῶι συγγράμματι Πραξι-φάνης κακὸν μέν, ὃς ἐξαπατᾶτὸν ἴδιον υἱόν, μο-χθηρῶς δὲ φίλοις συ-ναναστραφήσεται οὐ. … λουν γνησίως τ … α δὲ καὶ παντελῶς οὐ φιλή-σει ὥσπερ ἑαυτόν· ἔπειτα δὲ εἰσάγει Πραξιφάνης … παρέχοντα … επαν … ταλλα

Ὑπομνήματα εἰς τὴν Διονυσίου Τέχνην διαφέρει δὲ γραμματικὴ γραμματιστικῆς· ἡ γὰρ γραμματικὴ νεωτέρα ἀπὸ Θεαγένους, τετέλεσται δὲ ἀπὸ τῶν Περιπατητικῶν Πραξιφάνους τε καὶ Ἀριστοτέλους· ἡ δὲ γραμματιστικὴ παλαιά, ἴσως δὲ σχεδὸν ἅμα τῇ φύσει προελθοῦσα. καὶ τῆς μὲν τέλος τὸ γράφειν, τῆς δὲ τὸ ἀναγινώσκειν.

Ὑπομνήματα εἰς τὴν Διονυσίου Τέχνην διττὴ δέ ἐστιν ἡ γραμματική· ἡ μὲν γὰρ περὶ τοὺς χαρακτῆρας καὶ τὰς τῶν στοιχείων ἐκφωνήσεις καταγίνεται, ἥτις καὶ γραμματικὴ λέγεται, παλαιὰ οὖσα καὶ πρὸ τῶν Τρωικῶν, σχεδὸν δὲ καὶ ἅμα τῇ φύσει προελθοῦσα· ἡ δὲ περὶ τὸν ἑλληνισμόν, ἥτις καὶ νεωτέρα ἐστίν, ἀρξαμένη μὲν ἀπὸ Θεαγένους, τελεσθεῖσα δὲ παρὰ τῶν Περιπατητικῶν Πραξιφάνους τε καὶ Ἀριστοτέλους.

Κλήμης ὁ Ἀλεξανδρεύς Ἀπολλόδωρος δὲ ὁ Κυμαῖος πρῶτος τοῦ γραμματικοῦ ἀντὶ τοῦ κριτικοῦ εἰσηγήσατο τοὔνομα καὶ γραμματικὸς προσηγορεύθη, ἔνιοι δὲ Ἐρατοσθένη τὸν Κυρηναῖόν φασιν, ἐπειδὴ ἐξέδωκεν οὗτος βιβλία δύο γραμματικὰ ἐπιγράψας. ὠνομάσθη δὲ γραμματικός, ὡς νῦν ὀνομάζομεν, πρῶτος Πραξιφάνης Διονυσοφάνους Μιτυληναῖος.

Λαέρτιος Διογένης ὁ δʼ οὖν φιλόσοφος καὶ Ἰσοκράτει φίλος ἦν· καὶ αὐτῶν Πραξιφάνης συνέγραψε διατριβήν τινα περὶ ποιητῶν γενομένην ἐν ἀγρῷ παρὰ Πλάτωνι ἐπιξενωθέντος τοῦ Ἰσοκράτους.

Φιλόδημος Πραξιφάνης δʼ ἕτερα μέν τινα λέγει περὶ τῆς ἀρετῆς ἐν τῷ πρώτῳ περὶ ποιημάτων, ἣν ἐνίοτε καὶ πραγμάτων ὄντων ἀγαθῶν οὐκ ἐνεῖναί φησιν· ἕτερα δὲ Δημήτριος ὁ Βυζάντιος πάλιν ἔγραψεν κτλ. ....

Δημήτριος ὁ Φαληρεύς περὶ συνθέσεως λόγου·......... τοῖς δὲ παραπληρωματικοῖς συνδέσμοις χρηστέον οὐχ ὡς προσθήκαις κεναῖς καὶ οἷον προσφύμασιν ἢ παραξύσμασιν, ὥσπερ τινὲς τῷ «δὴ» χρῶνται πρὸς οὐδὲν καὶ τῷ «νυ» καὶ τῷ πρότερον, ἀλλʼ ἂν συμβάλλωνταί τι τῷ μεγέθει τοῦ λόγου καθάπερ παρὰ Πλάτωνι «ὁ μὲν δὴ μέγας ἐν οὐρανῷ Ζεύς» καὶ παρʼ Ὁμήρῳ «ἀλλʼ ὅτε δὴ πόρον ἷξον ἐϋρρεῖος ποταμοῖο» ἀρκτικὸς γὰρ τεθεὶς ὁ σύνδεσμος καὶ ἀποσπάσας τῶν προτέρων τὰ ἐχόμενα μεγαλεῖόν τι εἰργάσατο. αἱ γὰρ πολλαὶ ἀρχαὶ σεμνότητα ἐργάζονται. εἰ δʼ ὧδε εἶπεν· «ἀλλʼ ὅτε ἐπὶ τὸν πόρον ἀφίκοντο τοῦ ποταμοῦ,» μικρολογοῦντι ἐῴκει καὶ ἔτι ὡς περὶ ἑνὸς πράγματος λέγοντι. λαμβάνεται δὲ κἀν παθητικοῖς πολλάκις ὁ σύνδεσμος οὗτος, ὥσπερ ἐπὶ τῆς Καλυψοῦς πρὸς τὸν Ὀδυσσέα· «Διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ, οὕτω δὴ οἶκόνδε φίλην ἐς πατρίδα γαῖαν». εἰ γοῦν τὸν σύνδεσμον ἐξέλοις, συνεξαιρήσεις καὶ τὸ πάθος. καθόλου γάρ, ὥσπερ ὁ Πραξιφάνης φησίν, ἀντὶ μυγμῶν παρελαμβάνοντο οἱ τοιοῦτοι σύνδεσμοι καὶ στεναγμῶν, ὥσπερ τὸ «αἲ αἴ» καὶ τὸ «φεῦ», καὶ ποῖόν τι ἐστιν, ὡς αὐτός φησι, τὸ «καὶ νύ κʼ ὀδυρομένοισιν» ἔπρεψεν ἔμφασίν τινα ἔχον οἰκτροῦ ὀνόματος.

οἱ δὲ πρὸς οὐδὲν ἀναπληροῦντες, φησί, τὸν σύνδεσμον ἐοίκασι τοῖς ὑποκριταῖς τοῖς τὸ καὶ τὸ πρὸς οὐδὲν ἔπος λέγουσιν, οἷον εἴ τις ὧδε λέγοι «Καλυδὼν μὲν ἥδε γαῖα Πελοπίας χθονός, φεῦ, ἐν ἀντιπόρθμοις πεδίʼ ἔχουσʼ εὐδαίμονα, αἲ αἴ» ὡς γὰρ παρέλκει τὸ «αἲ αἲ» καὶ τὸ «φεῦ» ἐνθάδε, οὕτω καὶ ὁ πανταχοῦ μάτην ἐμβαλλόμενος σύνδεσμος.

Ἡσύχιος ὁ Ἀλεξανδρεύς διατροχάδες· εἶδος ποιήματος, ὡς ἱστορεῖ Πραξιφάνης ὄνομα κύριον.

Καλλιμάχου Σχόλια … ι μοι Τελχῖνες ἐπιτρύζουσιν ἀοιδῇ … τει δ … Διονυσίοις δυσί, τῷ ελ … νι καὶ τῷ ϊλειονι καὶ Ἀσκληπιάδῃ τῷ Σικελίδῃ καὶ Ποσειδίππῳ τῷ ονο … υρίππῳ τῷ ῥήτορι καὶ Ἀνα … βῳ καὶ Πραξιφάνῃ τῷ Μιτυληναίῳ, τοῖς μεμφομένοις αὐτοῦ τὸ κάτισχνον τῶν ποιημάτων καὶ ὅτι οὐχὶ μῆκος ηρα … ουμενο … οι … ων λου … ο … πα … παρατίθεταί τε ἐν συγκρίσει τὰ ὀλίγων στίχων ὄντα ποιήματα Μιμνέρμου τοῦ Κολοφωνίου καὶ Φιλίτα τοῦ Κῴου βελτίονα τῶν πολυστίχων αὐτῶν φάσκων εἶναι …

Ἀχιλλεὺς Τάτιος ὁ Ἀστρονόμος μέμνηται γοῦν αὐτοῦ καὶ Καλλίμαχος ὡς πρεσβυτέρου οὐ μόνον ἐν τοῖς Ἐπιγράμμασιν, ἀλλὰ καὶ ἐν τοῖς πρὸς Πραξιφάνην, πάνυ ἐπαινῶν αὐτὸν ὡς πολυμαθῆ καὶ ἄριστον ποιητήν.

Μαρκελλῖνος ὁ Βιογράφος συνεχρόνισε δʼ, ὥς φησι Πραξιφάνης ἐν τῷ περὶ ἱστορίας, Πλάτωνι τῷ κωμικῷ, Ἀγάθωνι τραγικῷ, Νικηράτῳ ἐποποιῷ καὶ Χοιρίλῳ καὶ Μελανιππίδῃ. καὶ ἐπεὶ μὲν ἔζη Ἀρχέλαος, ἄδοξος ἦν ὡς ἐπὶ πλεῖστον, ὡς ὁ αὐτὸς Πραξιφάνης δηλοῖ, ὕστερον δὲ δαιμονίως ἐθαυμάσθη.

Πρόκλος εἷς δύο τρεῖς· ὁ δὲ δὴ τέταρτος ἡμῖν, ὦ φίλε Τίμαιε, ποῦ τῶν χθὲς μὲν δαιτυμόνων, τὰ νῦν δὲ ἑστιατόρων; Πραξιφάνης δὲ ὁ τοῦ Θεοφράστου ἑταῖρος ἐγκαλεῖ τῷ Πλάτωνι πρῶτον μέν, ὅτι πρόδηλον ὂν καὶ τῇ αἰσθήσει γνώριμον τῷ Σωκράτει περιέθηκε τὸ εἷς δύο τρεῖς· τί γὰρ ἐδεῖτο τοῦ ἀριθμεῖν ὁ Σωκράτης, ἵνα γνῷ τὸ πλῆθος τῶν ἀπηντηκότων εἰς τὴν συνουσίαν; δεύτερον δέ, ὅτι τὸ τέταρτος ἐξήλλαξε καὶ οὐ συμφώνως τοῖς προειρημένοις· ἀκόλουθον γὰρ τῷ μὲν εἷς δύο τρεῖς τὸ τέτταρες, τῷ δὲ τέταρτος τὸ πρῶτος δεύτερος τρίτος. ταῦτα μὲν οὖν ὁ ἐκείνου μῦθος.

ἵπποι μὲν μέγʼ ἄρισται· τὸ σημεῖον ὅτι πρὸς τὸ δεύτερον πρότερον ἀπήντησεν. τὴν δʼ ἀπολογίαν τοῦ ποιητοῦ ἐντεῦθεν ὁ Ἀρίσταρχος πεποίηται πρὸς Πραξιφάνην· ἐκεῖνος γὰρ θαυμάζει τὸν Ὀδυσσέα διὰ τὸ παρηγορικῶς ὡμειληκότα τῇ μητρὶ κατὰ τὴν τελευτὴν περὶ Τηλεμάχου καὶ Πηνελόπης ἐρωτῆσαι, ἐπειδήπερ ὡς ἔνι μάλιστα ἀκοῦσαι θέλει τὰ συμβάντα ἐν τῇ ἀπουσίᾳ. ἡ δέ, φησίν, ἡ Ἀντίκλεια συνετωτάτη οὖσα εὐθὺς περὶ αὐτὰ καταγίνεται· διʼ ἣν αἰτίαν ὁ Ἀρίσταρχος δείκνυσι, ὅτι … η ἡ Ἀντίκλεια. σημειοῦται δέ, ὅτι διὰ παντὸς ὁ ποιητὴς οὕτως εἰς τὸ δεύτερον πρότερος ἀπαντᾷ κατὰ ἰδίαν συνήθειαν.

Λεξικὰ Σεγουηριανά : ἄζα· ξηρασία· σημαίνει δὲ καὶ τὸ ἐν ἀγγείῳ ὀλίγον ὑγρόν· οὕτω Πραξιφάνης.

Πρόκλος ὅτι δὲ τὸ προοίμιόν τινες διέγραψαν, ὥσπερ ἄλλοι τε καὶ Ἀρίσταρχος ὀβελίζων τοὺς στίχους καὶ Πραξιφάνης ὁ τοῦ Θεοφράστου μαθητής, μηδὲ τοῦτο ἀγνοῶμεν. οὗτος μέντοι καὶ ἐντυχεῖν φησιν ἀπροοιμιάστῳ τῷ βιβλίῳ καὶ ἀρχομένῳ χωρὶς τῆς ἐπικλήσεως τῶν Μουσῶν ἐντεῦθεν· οὐκ ἄρα μοῦνον ἔην Ἐρίδων γένος.

Τζέτζης Μοῦσαι Πιερίηθεν: ἰστέον ὅτι Ἀρίσταρχος καὶ ἕτεροι ὀβελίζουσι τὸ προοίμιον, καὶ Πραξιφάνης ὁ μαθητὴς Θεοφράστου, λέγων ἀπροοιμιάστῳ βιβλίῳ ἐντυχεῖν, ἀρχομένῳ ἐντεῦθεν· οὐκ ἄρα μοῦνον ἔην Ἐρίδων γένος.

σπεύδειν ἀπὸ ῥυτῆρος· ἀντὶ τοῦ βλαύτης· τῶν δὲ ἐξηγησαμένων ἁπάντων αὐτὸ Πραξιφάνης δοκεῖ ἄμεινον ἀποδιδόναι, ἀκούων τὸ ὑπόδημα οἷον τῶν ποδῶν τὸ κάλυμμα.