eul_wid: uqe-al
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Old Scholia on Plato: Philebus by Plato Commentary

A run of proverbs and their stories marks the notes on the Philebus: 'the tale has perished', 'do not stir an evil well laid', tied to the fallen Colossus of Rhodes, the 'second voyage', and 'know yourself', given to Chilon or to a temple servant named Labys. An account of clans, phratries and the thirds of tribes accompanies a note on kinship, and the close explains 'the third to the Saviour' from the three mixing bowls of a drinking party.

Part of Old Scholia on Plato

ΕΙΣ ΤΟΝ ΦΙΛΗΒΟΝ

πεισόμεθα. γρ. καὶ πειρώμεθα.

ὥσπερ μῦθος ἀπολόμενος. παροιμία ὁ μῦθος ἀπώλετο. τούτῳ χρῶνται τῷ λόγῳ οἱ λέγοντές τι πρὸς τοὺς μὴ προσέχοντας. μέμνηται δὲ αὐτῆς καὶ Κρατῖνος ἐν Δραπέτισι καὶ Κράτης.

μὴ κινεῖν εὖ κείμενον. παροιμία μὴ κινεῖν κακὸν εὖ κείμενον, ἐπὶ τῶν ἑαυτοῖς ἐξ ἀνοίας πράγματα ἐγειρόντων. ταύτης μέμνηται Ὑπερείδης ὁ ῥήτωρ ἐν τῷ πρὸς Ἀριστογείτονα· «καὶ οὐδὲ ἐκ τῆς παροιμίας δύνασαι μανθάνειν τὸ μὴ κινεῖν κακὸν εὖ κείμενον.» μετῆκται δὲ ἐκ τοῦ ἐν Ῥόδῳ Κολοσσοῦ, ὃς πεσὼν πολλὰς οἰκίας κατέσεισεν. βασιλέως οὖν βουλομένου αὐτὸν ἀναστῆσαι, φοβούμενοι οἱ Ῥόδιοι μὴ πάλιν καταπέσῃ, τὸ προκείμενον ἐπεφθέγξαντο.

δεύτερος πλοῦς. παροιμία δεύτερος πλοῦς ἐπὶ τῶν ἀσφαλῶς τι πραττόντων, παρʼ ὅσον οἱ διαμαρτόντες κατὰ τὸν πρότερον πλοῦν ἀσφαλῶς παρασκευάζονται τὸν δεύτερον. μέμνηται ταύτης Πλάτων καὶ ἐν Φαίδωνι «τὸν δεύτερόν φασι πλοῦν ἐπὶ τὴν τῆς αἰτίας ζήτησιν.» ὁμοία δὲ αὐτῇ καὶ αὕτη· τῆς δευτέρας ἢ ὑστέρας ἐφόδου.

ἔχοντʼ. γρ. καὶ ἐχόντων.

ἕτερον. γρ. καὶ ἕτερον.

νῦν μέντοι. γρ. καὶ μεντοίνυν.

τί μήν; καταφατικόν ἐστιν ἐν ἴσῳ τῷ οἴομαι.

γένους τῆς γενούστης ὁ οἷον γεννήτης, ἢ συγγενής, ἢ ἔγγονος, ὧν τὸ τελευταῖον ἐκδέχεσθαι ἄμεινον, ἢ ὁ οἷον γεννητικός. γεννῆται δὲ οὐχ οἱ ἐκ τοῦ γένους καὶ ἀφʼ αἵματος προσήκοντες, ἀλλʼ οἱ ἐκ τῶν γενῶν τῶν συννενεμημένων εἰς τὰς φρατρίας. οὗτοι δέ εἰσι, καθάπερ οἱ δημόται καὶ φράτορες, νόμῳ τινὶ ἔχοντες κοινωνίαν. τὸ δὲ γένος ἔχει ἄνδρας λʹ. αἱ δὲ φρατρίαι ἐκαλοῦντο τριττοῖ, ὅτι τεσσάρων φυλῶν οὐσῶν εἰς τρία ἑκάστην διεῖλον μέρη, τὰς μὲν φυλὰς δʹ κατὰ τὰς ὥρας τοῦ ἐνιαυτοῦ, τὰς δὲ φρατρίας καὶ τριττύας δυοκαίδεκα, οἷον μῆνας, τὰ δὲ γένη λʹ ἑκάστῃ φρατρίᾳ, καθάπερ ἡμέρας τξʹ. δωδεκάκις γὰρ λʹ τξʹ.

λήθη μνήμης ἔξοδος. ὅρος λήθης.

τί μήν; καταφατικόν ἐστιν, ἐν ἴσῳ τὸ οἶμαι.

οὐκ ἀπὸ τρόπου. οὐ πόρρω τρόπου.

μνήμης. ὄρος μνήμης.

τῷ. τίνι.

μηνύει γρ. μηνύει

τί μήν; καταφατικόν ἐστιν ἐν ἴσῳ τὸ οἶμαι.

πείθεσθαι. γρ. καὶ πείθεσθαι

μηδὲν ἄγαν. παροιμία. ἑνὸς τῶν ἑπτὰ σοφῶν τὸ ἀπόφθεγμα ὅμοιον τῷ μηδὲν ὑπὲρ τὸ μέτρον.

πέλας. τοῦτο τοπικῶς τάσσεται καὶ χρονικῶς καὶ ἐπὶ συγγενείας. Θουκυδίδης γοῦν ἐπὶ Κερκυραίων εἴρηκεν πέλας, διὰ τὸ σύνεγγυς εἶναι ἀλλήλοις τὰ ναυτικά.

γνῶθι σαυτόν. παροιμία γνῶθι σαυτόν, ἐπὶ τῶν ὑπὲρ δύναμιν κομπαζόντων. λέγουσι δὲ οἱ μὲν Χίλωνος εἶναι τὸ ἀπόφθεγμα, οἱ δὲ Λάβυος εὐνούχου τινὸς νεωκόρου· οἱ δέ φασιν ὅτι Χίλωνος ἐρομένου τὸν θεὸν τί εἴη ἄριστον, εἶπεν ἡ Πυθία· τὸ γνῶθι σαὐτόν.

λήθη. γρ. ἀληθῆ.

κομψοί. τωθασταί, γελοιασταί, σκωπτικοί, ἢ καλοὶ ἢ μέτριοι.

σεμνότατον. θαυμαστότατον καὶ ἄξιον ἐντροπῆς, ἀξιωματικώτατον.

προσαγωγίῳ. τεκτονικὸν ὄργανον, ὃ προσάγοντες εὐθύνουσι τὰ στρεβλὰ ξύλα.

τευταζόντων. πραγματευομένων, ἐπὶ πολὺ διατριβόντων ἐν τῷ αὐτῷ, φροντιζόντων, ἢ ἐπιστροφῶς τι πραττόντων, ἢ ἐνεργούντων, ἢ σπουδαζόντων· ἃ πάντα δυνατὸν ἐπὶ τοῦ παρόντος ἐκδέξασθαι. σημαίνει δὲ καὶ τὸ ἡσυχαζόντων, καὶ ἔτι τὸ σκευωρουμένων, ἢ στραγγευομένων, ὅ ἐστι σκολιῶς διακειμένων, πρὸς τούτοις καὶ ταυτολογούντων ἢ φλυαρούντων· πολύσημος γὰρ ἡ λέξις ἥδε.

ὁλκήν. γρ. καὶ ὁλκήν.

εἶεν. ἀναφώνημα ὅμοιον τῷ ἀλλά.

δὶς καὶ τρίς. δὶς καὶ τρὶς τὸ καλόν· παροιμία ὅτι χρὴ περὶ τῶν καλῶν πολλάκις λέγειν.

οἱ. οἷ περισπωμένως ἑαυτῷ, ὡς νῦν· ὀξυτόνως δὲ οὗτοι. σημαίνει δὲ καὶ τὸ ὅπου.

ἵνʼ. ὅπου.

δόξαν. δόξα σημαίνει τὸν παρὰ τῶν πολλῶν ἔπαινον. τάττεται δὲ καὶ ἀντὶ τῆς δοκήσεως, τοῦτέστιν ἀντὶ τῆς κατʼ ἀρετὴν ὑπολήψεως. διαφέρει δὲ εὐκλείας, ἐπεὶ νου κατὰ δόξαν ἐστὶ παρὰ τῶν ἀγαθῶν, δόξα δὲ ὁ παρὰ τῶν πολλῶν ἔπαινος.

μισγαγκείας. μισγάγκεια ἡ μῖξις, ὅπου ποταμοὶ ἢ ῥύακες συμβάλλουσιν.

τὴν ἀίδιον. γρ. καί τινα ἥδιον.

γενεᾶς. γρ. καὶ γενναίας.

τὸ τρίτον τῷ σωτῆρι. ἐκ μεταφορᾶς εἴρηται τοῦ ἐν ταῖς συνουσίαις ἔθους· Σοφοκλῆς ἐν Ναυπλίῳ καταπλέοντι. ἐκιρνῶντο γὰρ ἐν αὐταῖς κρατῆρες τρεῖς, καὶ τὸν μὲν πρῶτον Διὸς Ὀλυμπίου καὶ θεῶν Ὀλυμπίων ἔλεγον, τὸν δὲ δεύτερον ἡρώων, τὸν δὲ τρίτον σωτῆρος, ὡς ἐνταῦθά τε καὶ δὴ ἐν Πολιτείᾳ. ἔλεγον δὲ αὐτὸν καὶ τέλειον, ὡς Εὐριπίδης Ἀνδρομέδᾳ καὶ Ἀριστοφάνης Ταγηνισταῖς.