ΕΙΣ ΤΟΝ ΜΙΝΩΑ
Καρχηδόνιοι. Καρχηδὼν ἐν Λιβύῃ πόλις διάσημος, ἧς οἱ πολῖται οὗτοι.
Ἀθάμαντος. Ἀθάμας Αἰόλου τοῦ Ἕλληνος καὶ Αἰναρέτης τῆς Δηϊμάχου, βασιλεύων Βοιωτίας, ἐκπίπτει διά τινας τύχας αὐτῆς· ᾧπερ ὁ Πύθιος χρᾷ ἐκεῖσε κατοικεῖν οὗ ὑπʼ ἀγρίων ζῴων ξενισθῇ. ἐλθόντος δὲ καθʼ ἣν χώραν λύκοι κρέα προβάτων διενέμοντο, αὐτοὺς μὲν διὰ δέος φασὶ φυγεῖν, συνέντα δὲ τοῦτον οἰκῆσαί τε αὐτοῦ, καὶ τῇ Ἀθαμαντίᾳ καὶ τοῖς ἀπʼ αὐτοῦ τῆς οἰκείας κλήσεως μεταδοῦναι.
ἐγχυτιστρίας. τὰς χοὰς τοῖς τετελευτηκόσιν ἐπιφερούσας, ὡς ἐπὶ τοῦδε. ἔλεγον δὲ καὶ τὸ βλάψαι καταχυτρίσαι, ὡς Ἀριστοφάνης. λέγονται δὲ καὶ ὅσαι τοὺς ἐναγεῖς καθαίρουσιν, αἷμα ἐπιχέουσαι τοῦ ἱερείου. ἔτι δὲ καὶ αἱ θρηνήτριαι, καὶ δὴ καὶ αἱ μαῖαι αἱ ἐκτιθεῖσαι ἐν χύτραις τὰ βρέφη.
ἀλλά. τὸ ἀλλά· λαμβάνεται καὶ ἀντὶ τοῦ ἔστω, καὶ ἀντὶ τοῦ ὅτʼ ἂν δέ, καὶ ἀντὶ τοῦ ἔπειτα δέ.
παιδοτρίβης. ὁ ἀλείπτης ἢ γυμναστής.
Μαρσύας. Μαρσύας Ὑάγνιδος ὁ πρῶτος μετὰ Ἀθηνᾶν αὐλῶν εὑρέτης, εἶτα Φρυγίου καὶ Μιξολυδίου ἁρμονίας. οὗτος ἐς τοσοῦτον προῆλθεν αὐλητικῆς ὡς περὶ αὐτῆς ἐρίσαι Ἀπόλλωνι, τοῦ πλεονεκτήσαντος τὴν κρίσιν ποιουμένων Μουσῶν, καὶ δὴ νικηθεὶς ὑπʼ αὐτοῦ δίδωσι δίκην τῆς ἥττης τὸ δέρμα δαρείς· οὗ δὴ ἀπὸ τοῦ σώματος ῥυέντος αἵματος ποταμὸς προῆλθεν ὁ τούτῳ ὁμώνυμος. Ὄλυμπον δέ τινες οὐ Φρύγα, Μυσὸν δέ φασιν, καὶ τοῦτον γενέσθαι πρῶτον κρουμάτων εὑρετήν.
παιδικά. καὶ ἐπὶ θηλειῶν καὶ ἐπὶ ἀρρένων, ὡς νῦν, ἡ λέξις εὕρηται ἐρρωμένων, κατὰ μεταφορὰν δὲ τὴν ἀπὸ τούτων, καὶ ἐπὶ πάντων τῶν σπουδαζομένων πάνυ· ὡς αὐτὸς οὗτος ὁ Πλάτων ἐν Φαίδρῳ· «Ἐσπούδακας, ὦ Φαῖδρε, ὅτι σου τῶν παιδικῶν ἐπελαβόμην, ἐρεσχηλῶν σε.» ἡ δὲ λέξις ὡς ἐπὶ τὸ πολὺ ἐπὶ τῶν ἀσελγῶς ἐρρωμένων.
ἐννέωρος. ἐνναέτης· ὧρος γὰρ ὁ ἐνιαυτός. ἢ οὖν ἀπὸ ἐννέα ἐτῶν ἄρξας, ἢ ἐννέα ἔτη βασιλεύων.
συμπαιστήν. συμπαίγμονα.
ἐντείνοντες. πληγὰς διδόντες.
τοὺς δασμούς. Αἰγέως τοῦ Πανδίονος βασιλεύοντος Ἀθηνῶν, κατὰ τὴν τῶν Παναθηναίων ἑορτὴν Ἀνδρόγεως ὁ Μίνω πάντας ἀγῶνας νικᾷ. τοῦτον Αἰγεὺς στέλλει μὲν ἐπὶ τὸν Μαραθώνιον ταῦρον, διαφθείρεται δὲ ὑπʼ αὐτοῦ, ἢ ὥς τινες, πορευόμενος ἐπὶ Θήβας διὰ τὸν Λαΐου ἀγῶνα πρὸς τῶν ἀνταγωνιστῶν διὰ φθόνον ἀπόλλυται. ὃ μαθὼν Μίνως Ἀθήνας τε πολεμεῖ καὶ Μέγαρα εἷλεν, μὴ οἷός τε δʼ ὢν πορθῆσαι ταύτας, εὔχεται τῷ Διὶ παρʼ Ἀθηναίων δίκην λαβεῖν· καὶ διὰ τοῦτο λιμὸς ἐνσκήπτει τούτοις καὶ λοιμός. χρωμένων δὲ περὶ τῆς τούτων ἀπαλλαγῆς ἀνεῖπεν ὁ Ἀπόλλων δίκας Μίνῳ δοῦναι ἃς ἂν αὐτὸς αἱρῆται. Μίνως δὲ κελεύει δεκέτεις κόρους ἑπτὰ καὶ κόρας ἴσας ἀόπλους πέμπειν κατὰ ἔτος τῷ Μινωταύρῳ βορὰν κατὰ τὸν λαβύρινθον, ὃς ὑπὸ Δαιδάλου κατεσκεύαστο χῶρός τις σκολιός. Θησεὺς δὲ μετὰ καὶ τῶν λοιπῶν κατὰ τὸ τρίτον ἔτος εἰς τὸν δασμὸν καταλεγεὶς τόν τε Μινώταυρον ἀναιρεῖ, καὶ παύει τὴν εἰς Κρήτην πομπὴν τοῦ δασμοῦ. περὶ τούτου οὖν ἐνταῦθά φησι.
Διὸς φιλίου. τοῦ τῶν φιλικῶν καθηκόντων ἐφόρου.
φλαῦρον. κακόν, ὡς νῦν· ἢ φαῦλον ἢ κοῦφον κακόν. τινὲς δὲ φλαῦρον μὲν τὸ μικρὸν κακόν, φαῦλον δὲ τὸ μέγα.