eul_wid: uqe-aq
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Old Scholia on Plato: Hipparchus by Plato Commentary

An article on teōs is the centre of the Hipparchus notes, illustrated from Demosthenes, Aristophanes and Zoilus' encomium of Polyphemus and ending with Pherecydes' story that Athamas named Teos from his daughter's words. The demes of Philaidae and Steiria are placed before it, and a last note explains 'taking back a move' from the players of a board game.

Part of Old Scholia on Plato

ΕΙΣ ΤΟΝ ΙΠΠΑΡΧΟΝ

ἐκ Φιλαϊδῶν. Φιλαΐδαι δῆμος Αἰγηΐδος.

στεῖχε. ἴθι, πορεύου.

Στειριακῇ ὁδῷ. Στειρίαι δῆμος Πανδιονίδος, ἐφʼ οὗ ἡ ὁδὸς οὕτω καλεῖται.

τέως. δηλοῖ τὸ πρὸ τοῦ. Δημοσθένης «ὁ τέως προσκυνῶν τὴν θόλον». Ἀριστοφάνης Θεσμοφοριαζούσαις— μόλις στεφανηπλοκοῦσʼ ἔβοσκον ἐν ταῖς μυρίναις, τέως μὲν οὐκ ἄν ..... Ζωΐλος ἐν τῷ εἰς Πολύφημον ἐγκωμίῳ· «οὕτως γὰρ ὡμογνωμόνησαν οἱ θεοὶ περὶ τῆς τιμωρίας ταύτης, ὥστε πάντοθεν Ὀδυσσεὺς τέως ὁ σῳζόμενος καὶ τὰς ναῦς ἀκεραίους περιποιούμενος περιώφθη μετὰ τὴν ἀρὰν ὑπὸ τῆς Ἀθηνᾶς.» ἐν δὲ τοῖς Ἀριστοφάνους Τελμισσεῦσιν ἀντὶ τοῦ πρότερον κεῖται— οὐ γὰρ τίθεμεν τὸν ἀγῶνα τόνδε τὸν τρόπονὥσπερ τέως ἦν, ἀλλὰ καινῶν πραγμάτων.ἐν δὲ τῇ Εἰρήνῃ ὁ αὐτὸς ἀντὶ τοῦ ἐν τοσούτῳ κέχρηται, περὶ Ὑπερβόλου λέγων— ἀπορῶν ὁ δῆμος ἐπιτρόπου καὶ γυμνὸς ὢντοῦτον τέως τὸν ἄνδρα περιεζώσατο.καὶ ἔτι ἐν τῇ Εἰρήνῃ εὕρηται ἀντὶ τοῦ ἕως· λέγει δὲ ὁ ἱπποκομῶν τὸν κάνθαρον— ἔρειδε, μὴ παύσαιο μηδέποτʼ ἐσθίων τέως, ἕως αὐτὸν λάθῃς διαρραγείς. καὶ Δημοσθένης ἐν τῷ τῆς παραπρεσβείας ἀντὶ τοῦ ἕως· «ἀντὶ δὲ τοῦ Εὔβοιαν … ἀποδοθῆναι περὶ Δρυμοῦ καὶ τῆς πρὸς Πανάκτῳ χώρας μεθʼ ὅπλων ἐξερχόμεθα. τέως ἦσαν ἔσω οἱ Φωκεῖς, οὐδέποτʼ ἐποιήσαμεν.» παρὰ δὲ Φερεκύδῃ καὶ τοὔνομα τῆς Ἰωνικῆς πόλεως, λέγω δὲ τῆς Τέω, κείμενον εὗρον, ὅθεν ἦν Ἀνακρέων ὁ μελοποιός, ἀπὸ τοῦ τέως. ὃ γὰρ Ἀθάμας, φησίν, ἀναχωρῶν ἐκ τῆς χώρας, εὑρὼν Ἄρεαν τὴν θυγατέρα ἀθύρουσαν καὶ λίθους συμφοροῦσαν τοὺς νῦν ὄντας ἐν Τέῳ, ἤρετο «Ταῦτα τί ποιεῖς;» ἡ δὲ εἶπεν «Τέως σὺ ἐζήτεις ἵνα πόλιν κτίσῃς, ηὗρον»· ἀφʼ οὗ ἀνακινηθεὶς τὴν πόλιν ὠνόμασεν Τέω.

τέως. ἵνα, καὶ ὡς, καὶ μέχρι τούτου, καὶ ἔμπροσθεν. ἀντικεῖσθαι δὲ τῷ τέως τὸ ἐν ὅσῳ.

ἀναθέσθαι. ἀθετῆσαι. ἐπὶ τῶν πεσσῶν ἔλεγον οἱ παίζοντες· οὓς γὰρ μὴ κατὰ τὸ δέον ἐκίνησαν, τούτους ἀνετίθεσαν.