---
title: "Old Scholia on Plato: Hipparchus"
title_greek: "Σχόλια εἰς Πλάτωνα, Εἰς τὸν Ἵππαρχον"
author: Plato Commentary
eul_wid: uqe-aq
eul_aid: uqe
canonical: "https://eulogikon.org/works/plato-comm-scholia-hipparchus-uqe-aq"
lang: grc
period: Late Antique
dialect: Attic
content_hash: "sha256:0119d52861c88a8efb25c1f830e483840c6d1a847e854e58058a713b844fdab5"
content_modified_at: "2026-10-23"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Old Scholia on Plato: Hipparchus

*Σχόλια εἰς Πλάτωνα, Εἰς τὸν Ἵππαρχον*

**Author:** Plato Commentary

**eul_wid:** `uqe-aq` · [HTML page](https://eulogikon.org/works/plato-comm-scholia-hipparchus-uqe-aq)

## Text

Part of [Old Scholia on Plato](/works/plato-comm-scholia-uqe-aa)

ΕΙΣ ΤΟΝ ΙΠΠΑΡΧΟΝ

`228b`

ἐκ Φιλαϊδῶν. Φιλαΐδαι δῆμος Αἰγηΐδος.

`229a`

στεῖχε. ἴθι, πορεύου.

Στειριακῇ ὁδῷ. Στειρίαι δῆμος Πανδιονίδος, ἐφʼ οὗ ἡ ὁδὸς οὕτω καλεῖται.

`229d`

τέως. δηλοῖ τὸ πρὸ τοῦ. Δημοσθένης «ὁ τέως προσκυνῶν τὴν θόλον». Ἀριστοφάνης Θεσμοφοριαζούσαις—

  
μόλις  
  
στεφανηπλοκοῦσʼ ἔβοσκον ἐν ταῖς μυρίναις,  
  
τέως μὲν οὐκ ἄν .....  
Ζωΐλος ἐν τῷ εἰς Πολύφημον ἐγκωμίῳ· «οὕτως γὰρ ὡμογνωμόνησαν οἱ θεοὶ περὶ τῆς τιμωρίας ταύτης, ὥστε πάντοθεν Ὀδυσσεὺς τέως ὁ σῳζόμενος καὶ τὰς ναῦς ἀκεραίους περιποιούμενος περιώφθη μετὰ τὴν ἀρὰν ὑπὸ τῆς Ἀθηνᾶς.» ἐν δὲ τοῖς Ἀριστοφάνους Τελμισσεῦσιν ἀντὶ τοῦ πρότερον κεῖται—

  
οὐ γὰρ τίθεμεν τὸν ἀγῶνα τόνδε τὸν τρόπον  
  
ὥσπερ τέως ἦν, ἀλλὰ καινῶν πραγμάτων.  
ἐν δὲ τῇ Εἰρήνῃ ὁ αὐτὸς ἀντὶ τοῦ ἐν τοσούτῳ κέχρηται, περὶ Ὑπερβόλου λέγων—

  
ἀπορῶν ὁ δῆμος ἐπιτρόπου καὶ γυμνὸς ὢν  
  
τοῦτον τέως τὸν ἄνδρα περιεζώσατο.  
καὶ ἔτι ἐν τῇ Εἰρήνῃ εὕρηται ἀντὶ τοῦ ἕως· λέγει δὲ ὁ ἱπποκομῶν τὸν κάνθαρον—

  
ἔρειδε, μὴ παύσαιο μηδέποτʼ ἐσθίων  
  
τέως, ἕως αὐτὸν λάθῃς διαρραγείς.  
καὶ Δημοσθένης ἐν τῷ τῆς παραπρεσβείας ἀντὶ τοῦ ἕως· «ἀντὶ δὲ τοῦ Εὔβοιαν  <span class="gap">…</span> ἀποδοθῆναι περὶ Δρυμοῦ καὶ τῆς πρὸς Πανάκτῳ χώρας μεθʼ ὅπλων ἐξερχόμεθα. τέως ἦσαν ἔσω οἱ Φωκεῖς, οὐδέποτʼ ἐποιήσαμεν.» παρὰ δὲ Φερεκύδῃ καὶ τοὔνομα τῆς Ἰωνικῆς πόλεως, λέγω δὲ τῆς Τέω, κείμενον εὗρον, ὅθεν ἦν Ἀνακρέων ὁ μελοποιός, ἀπὸ τοῦ τέως. ὃ γὰρ Ἀθάμας, φησίν, ἀναχωρῶν ἐκ τῆς χώρας, εὑρὼν Ἄρεαν τὴν θυγατέρα ἀθύρουσαν καὶ λίθους συμφοροῦσαν τοὺς νῦν ὄντας ἐν Τέῳ, ἤρετο «Ταῦτα τί ποιεῖς;» ἡ δὲ εἶπεν «Τέως σὺ ἐζήτεις ἵνα πόλιν κτίσῃς, ηὗρον»· ἀφʼ οὗ ἀνακινηθεὶς τὴν πόλιν ὠνόμασεν Τέω.

τέως. ἵνα, καὶ ὡς, καὶ μέχρι τούτου, καὶ ἔμπροσθεν. ἀντικεῖσθαι δὲ τῷ τέως τὸ ἐν ὅσῳ.

`229e`

ἀναθέσθαι. ἀθετῆσαι. ἐπὶ τῶν πεσσῶν ἔλεγον οἱ παίζοντες· οὓς γὰρ μὴ κατὰ τὸ δέον ἐκίνησαν, τούτους ἀνετίθεσαν.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: uqe-aq`.
