eul_wid: uqe-ay
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Old Scholia on Plato: Gorgias by Plato Commentary

The Gorgias notes, among the largest in the collection, begin with the latecomer's proverbs 'of war and battle' and 'after the feast', Telephus healed by the one who wounded him, and the move into Callicles' house. In the debate with Callicles they explain the touchstone, the windfall named from offerings left on the roads, the knowledge, goodwill and frankness Socrates credits to him, and they close on the ranking of goods inner, bodily and external and the proverb of like to like.

Part of Old Scholia on Plato

ΕΙΣ ΤΟΝ ΓΟΡΓΙΑΝ

πολέμου κτλ. παροιμία, πολέμου καὶ μάχης, πρὸς τὸν ἀπολειπόμενον τῆς θυσίας καὶ ὑστερήσαντα. παρεγγυᾷ δὲ ὅτι χρὴ πολέμου καὶ μάχης ἀπολιμπάνεσθαι, λόγων δὲ οὔ.

οὕτω μεταλαγχάνειν. λείπει τῇ διανοίᾳ τὸ ἀλλʼ οὐχὶ τῆς ἐν λόγοις ἡδονῆς, οἵαν δὴ νῦν παρέσχετο Γοργίας.

ἀλλʼ ἦ. ἀλλʼ ἤ, ἀλλʼ ἄρα.

κατόπιν ἑορτῆς. παροιμία κατόπιν ἑορτῆς ἥκεις ἐπὶ τῶν τινος ὑστερούντων. ἄλλως· ἐπὶ τῶν ἐπί τινι καλῷ πράγματι ἀπολιμπανομένων.

ἀναγκάσας. ἡ ἀνάγκη διττή, ἡ μὲν πρὸς βίαν, ἡ δὲ κατὰ φύσιν. κατὰ ταύτην οὖν ἠναγκάσθη Σωκράτης ἐν ἀγορᾷ διατρίβειν, ὅπως πολλοὺς ὠφελοῖ. τοῦτο γὰρ σπουδαίων ἀνδρῶν ἴδιον, καὶ πρὸ τούτων θεοῦ.

οὐδὲν πρᾶγμα. οὐδὲν ἐργῶδες ἢ δυσχερές.

καὶ ἰάσομαι. παροιμία καὶ τοῦτο, ἀπὸ Τηλέφου καὶ τοῦ τρώσαντος Ἀχιλλέως καὶ τοῦ χρηστηρίου ἀνελόντος ὅτι ὁ τρώσας καὶ ἰάσεται.

βούλομαι γὰρ πυθέσθαι. ἀρχή τις αὕτη τῶν ἐν τῷ διαλόγῳ προκειμένων τοῦ πρώτου μέρους, ὅ ἐστι τὸ περὶ τῆς ποιητικῆς αἰτίας τῶν ἠθικῶν ἀρχῶν.

ὅστις ἐστίν. ταῦτα διελέγοντο εἰς τὸν τοῦ Καλλικλέους εἰσιόντες οἶκον· εἶτα ἔσωθεν αὐτοῦ Γοργίᾳ ἐντυγχάνουσιν.

οὐδείς ... πω. ἀντὶ τοῦ οὐ πώποτε. Θουκυδίδης «καὶ οὐδείς πω καταγνούς».

πολλῶν ἐτῶν. Ἀττικὸν τὸ σχῆμα· δηλοῖ δὲ τὸ ἐπὶ πολὺν χρόνον.

Ἡρόδικος. οὗτος οὐχ ὁ Σηλυμβριανός ἐστιν ὁ Ἡρόδικος, ἀλλʼ ὁ Λεοντῖνος, Γοργίου ἀδελφός.

ὁ ἀδελφὸς αὐτοῦ. οὗτος Πολύγνωτος ἐκαλεῖτο, οὗ ἐν Δελφοῖς ἡ θαυμαστὴ γραφή, ᾗ ἐπιγέγραπτο— γράψε Πολύγνωτος, Θάσιος γένος, Ἀγλαοφῶντος υἱός, περθομένην Ἰλίου ἀκρόπολιν.

ὦ Χαιρεφῶν. φασὶ μὴ ἐξ αὐτοσχεδίου τὸν Πῶλον ταῦτα εἰπεῖν, προσυγγραψάμενον δέ.

ἐμπειρία κτλ. σκόπει τὰ πάρισα τοῦ Πώλου, ἐμπειρία—ἀπειρία, τέχνη—τύχη, ἄλλοι— ἄλλων—ἄλλως.

οὐ πάνυ. οὐ γὰρ τί ἐστιν ἡ ῥητορικὴ εἶπεν, ἀλλʼ ὁποῖόν τί ἐστιν.

καλουμένην. αὕτη γὰρ ἡ παρὰ τοῖς πολλοῖς, ἄλλη δὲ ἡ κατʼ ἀλήθειαν.

ὡς ἔφη Ὅμηρος. τὸ «τοίης τοι γενεῆς καὶ αἵματος εὔχομαι εἶναι».

περὶ τί τῶν ὄντων. ἡ ἐρώτησις περὶ τίνα τῶν ὄντων ἡ ῥητορικὴ καταγίνεται ἢ ἔχει τὴν ἐνέργειαν.

λέγειν γε ποιεῖ δυνατούς. ἀντὶ τοῦ διδάσκειν δύναται ἄλλους λέγειν.

καὶ ἡ γυμναστική. ἰατρική ἐστιν ἀπούσης ὑγιείας οἰστική, γυμναστικὴ δὲ παρούσης ὑγιείας φυλακτική.

τῶν μὲν ἄλλων κτλ. τῶν τεχνῶν αἱ μὲν περὶ ἔργα μόνα καταγίνονται ὡς ζωγραφική βʹ αἱ δὲ περὶ λόγους μόνους ὡς ἡ διαλεκτική γʹ αἱ δὲ περί τε ἔργα καὶ λόγους καὶ αὗται τριχῶς ἢ μᾶλλον μὲν ἔργῳ χρῶνται ἢ λόγῳ ὡς ἰατρική αʹ ἢ μᾶλλον μὲν λόγῳ· ἡ ἀριθμητική δʹ ἢ ἐπίσης καὶ ἔργῳ καὶ λόγῳ, ὡς ἡ πεττευτική εʹ

χειρούργημα ... κύρωσις. χειρούργημα καὶ κύρωσις οὐκ εἴρηται, αἱ δὲ λέξεις Γοργίου ἐγχώριοι· Λεοντῖνος γὰρ ἦν.

διὰ λόγων. ψεύδεται· οὐ γὰρ περὶ λόγους μόνους, ἀλλὰ καὶ περὶ σιωπὴν καὶ περὶ ὑπόκρισιν.

κῦρος. σκόπει ὡς κῦρος εἶπε Πλάτων, οὐ κύρωσιν, καθὰ Γοργίας.

οἱ ἐν τῷ δήμῳ συγγραφόμενοι. ἐν ταῖς ἐκκλησίαις ἐπὶ τῶν ψηφισμάτων ἢ νόμων εἰσηγήσει ὁ κῆρυξ ἐπὶ μὲν τοῦ πρώτου ψηφίσματος ἢ νόμου τό τε ὄνομα τοῦ ψηφιζομένου ἢ τιθέντος τὸν νόμον, καὶ δὴ τοῦ πατρὸς αὐτοῦ καὶ τοῦ δήμου ἔλεγεν, οἷον Δημοσθένης Δημοσθένους Παιανιεὺς ψηφίζεται τάδε· εἰ δʼ ἔμελλεν πάλιν ὁ αὐτὸς ψηφίζεσθαι, ἔλεγεν ὁ κῆρυξ, ἵνα μὴ περιττολογῇ, «τὰ μὲν ἄλλα κατὰ τὰ αὐτά, ψηφίζεται δὲ καὶ τάδε.» οὕτως οὖν καὶ ἐπὶ τοῦδε, «τὰ μὲν ἄλλα καθάπερ ἡ ἀριθμητικὴ ἡ λογιστικὴ ἔχει.»

καὶ πρὸς αὑτὰ καὶ πρὸς ἄλληλα. πρὸς αὑτά, ὡς ὅταν ἄρτιος πρὸς ἄρτιον ἢ περιττὸς πρὸς περιττὸν πολλαπλασιασθῇ· πρὸς ἄλληλα δέ, ὅταν περιττὸς πρὸς ἄρτιον ἢ ἀνάπαλιν.

τὰ μέγιστα. ὥσπερ ὁ Πῶλος οὐ τίς ἐστιν ἡ ῥητορικὴ εἶπεν, ἀλλʼ ὁποία τις, ὅτι καλλίστη τῶν τεχνῶν, οὕτω καὶ Γοργίας οὐ τίνα ἐστὶ περὶ ὧν οἱ λόγοι αὐτῆς λέγει, ἀλλʼ ὁποῖά ἐστιν, ὅτι τὰ μέγιστα τῶν ἀνθρωπείων πραγμάτων καὶ ἄριστα.

σκολιόν.

τὸ σκολιὸν τοῦτο οἱ μὲν Σιμωνίδου φασίν, οἱ δὲ Ἐπιχάρμου. ἔστι δὲ τοιοῦτον· ὑγιαίνειν μὲν ἄριστον ἀνδρὶ θνητῷ, δεύτερον δὲ φυὰν καλὸν γενέσθαι, τὸ δὲ τρίτον πλουτεῖν ἀδόλως, τέταρτον δὲ ἡβᾶν μετὰ τῶν φίλων. τοῦτο δὲ τὸ τελευταῖον παραλέλειπται ὡς μὴ πρὸς ὃ βούλεται Πλάτων χρήσιμον ὄν.

σκολιὸν λέγεται ἡ παροίνιος ᾠδή, ὡς μὲν Δικαίαρχος ἐν τῷ περὶ μουσικῶν ἀγώνων, ὅτι τρία γένη ἦν ᾠδῶν, τὸ μὲν ὑπὸ πάντων ᾀδόμενον, τὸ δὲ καθʼ ἕνα ἑξῆς, τὰ δʼ ὑπὸ τῶν συνετωτάτων, ὡς ἔτυχε τῇ τάξει· ᾧ δὴ καλεῖσθαι σκολιόν. ὡς δὲ Ἀριστόξενος καὶ Φύλλις ὁ μουσικός, ὅτι ἐν τοῖς γάμοις περὶ μίαν τράπεζαν πολλὰς κλίνας τιθέντες, παρὰ μέρος ἑξῆς μυρρίνας, ᾖδον γνώμας καὶ ἐρωτικὰ σύντονα. ἡ δὲ περίοδος σκολιὰ ἐγίνετο διὰ τὴν θέσιν τῶν κλινῶν ἐπὶ οἰκημάτων πολυγωνίων οὐσῶν, καὶ τούτῳ καὶ τὰς ἐπʼ αὐτὰς κατακλίσεις παραβύστους γίνεσθαι. οὐ διὰ τὴν μελοποιίαν οὖν, διὰ δὲ τὴν μυρρίνης σκολιὰν διάδοσιν ταύτῃ καὶ τὰς ᾠδὰς σκολιὰς καλεῖσθαι.

ἀδόλως. πλουτεῖν ἀδόλως ὁ ποιητής φησιν· ὁ γὰρ χρηματιστὴς ὅπως ἂν τύχῃ, καὶ εἰ μετὰ τυραννίδος, πλουτεῖν βούλεται.

ἰατρός. πρῶτόν φησι τὸν ἰατρόν· οὗτος γὰρ περὶ τὰ στοιχεῖα αὐτὰ καθʼ αὑτὰ καταγίνεται, ὁ δὲ παιδοτρίβης περὶ τὴν σύνθεσιν αὐτῶν καὶ τὴν τοιάνδε τῶν μορίων συνθήκην καὶ τὸ κάλλος αὐτῶν.

πλούτου. ἰδοὺ τὸ ἀδόλως οὐ προσέθηκεν, ἐπειδὴ αὐτὸς ὁ χρηματιστὴς λέγει, ὃς πάντων καταφρονεῖ.

ἐλευθερίας. πῶς ἐλευθερίας αἴτιον τὸ ὑποβάλλον δουλείᾳ παντοίων παθῶν.

δυνάμει. δύναμιν τὴν ῥητορικὴν νῦν καλεῖ· προιὼν δὲ οὐδὲ δύναμιν οὖσαν δείξει αὐτήν, ἐπεὶ οὐχ ὁρᾷ πρὸς ἀγαθόν, δυνάμεως δὲ πάσης τὸ πρὸς τοῦτο ὁρᾶν.

σοὶ δοκεῖ οὕτως. ὅτι καὶ ἄλλων τεχνῶν ἐστιν ἡ πειθώ.

καλεῖς τι μεμαθηκέναι; ἄρχεται ἐντεῦθεν τὴν πειθὼ διαιρεῖν εἴς τε τὴν πιστευτικὴν καὶ εἰς τὴν διδασκαλικήν. ἔστι δὲ προσθεῖναι καὶ εἰς τὴν ἀπὸ τῶν κοινῶν ἐννοιῶν, οἷον τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἐστὶν ἴσα.

ἆρʼ ἔστιν κτλ. ψευδὴς καὶ ἀληθής οὐδ. ἐπιστήμη τις πίστις οὐ π..

οὐδʼ αὐτός πω κτλ. ἑαυτὸν ὁ Σωκράτης ποιεῖ τῷ Γοργίᾳ συμφυρόμενον, ἵνα εἰς διαλεκτικὴν αὐτὸν συνουσίαν προκαλέσηται.

τοῦ διὰ μέσου τείχους. διὰ μέσου τείχους λέγει, ὃ καὶ ἄχρι νῦν ἐστιν ἐν Ἑλλάδι. ἐν τῇ Μουνυχίᾳ γὰρ ἐποίησεν καὶ τὸ μέσον τεῖχος, τὸ μὲν βάλλον ἐπὶ τὸν Πειραιᾶ, τὸ δὲ ἐπὶ Φάληρα, ἵνʼ εἰ τὸ ἓν καταβληθῇ, τὸ ἄλλο ὑπηρετοίη ἄχρι πολλοῦ. Σωκράτης δὲ νεώτερος μὲν Θεμιστοκλέους, σύγχρονος δὲ Περικλέους, ὡς διὰ τούτων δηλοῦται.

ἔμβραχυ.

ἔμνβραχυ· συντόμως καὶ ἁπλῶς. Ὑπερείδης ἐν τῷ κατʼ Ἀριστοφῶντος «οἶδε γὰρ αὐτῷ δεδομένην ἄδειαν καὶ πράττειν καὶ γράφειν ὅτι ἂν ἔμνβραχυ βούληται». Ἀριστοφάνης Θεσμοφοριαζούσαις—

ποῦ δʼ οὐχὶ διαβέβληκεν ὅπουπερ ἔμνβραχυ

εἰσὶν θεαταὶ καὶ τραγῳδικοὶ χοροί;Κρατῖνος Ὥραις—

ἔδει παρέχειν ὅτι τις εὔξαιτο ἔμνβραχυ.

σύντομον· ἢ εὐχερῶς εἰπεῖν ἢ ἁπλῶς.

οἶμαι, ὦ Γοργία κτλ. ὅτι συνουσίας τρόπος διττός πρὸς ἀλήθειαν πρὸς τὸ πρᾶγμα Σωκρατικός πρὸς νίκην πρὸς τὸν προσδιαλεγόμενον ῥητορικός

ὀρθῶς ... σαφῶς. ὀρθῶς περὶ τὴν διάνοιαν, σαφῶς περὶ τὴν φράσιν.

ἴσως μέντοι. δέδοικεν ὁ Γοργίας καὶ φεύγει τὴν διάλεξιν, αἰτιᾶται δὲ τοὺς παρόντας πανούργως ὡς οὐκ ἀνεξομένους.

χρῆν. ἔδει.

προὐργιαίτερον. προτιμότερον.

ῥητορικὸν φῄς κτλ. ἐντεῦθεν ὁ πρῶτος ἐκ τοῦ τρόπου τῆς ἀποκρίσεως Γοργίου ἐντρεπτικὸς ἔλεγχος.

αὐτίκα. εὐθέως καὶ παραχρῆμα, νῦν δὲ μικρὸν ὕστερον.

ἆρα τυγχάνει κτλ. ὁ δεύτερος ἐκ τοῦ τρόπου τῆς ἀποκρίσεως Γοργίου ἀποδεικτικὸς ἔλεγχος.

ἔχε δή. ἀντὶ τοῦ μέμνησο.

ἐάνπερ ῥητορικόν κτλ. ὁ τρίτος ἐκ τῶν πραγμάτων ἀποδεικτικὸς ἔλεγχος.

οὐδέποτε ἄρα βουλήσεται κτλ. οὐδέποτε ἀδικεῖ στέρησις πράττει τὰ δίκαια ἐνέργεια βούλεται τὰ δίκαια ἕξις ἐπίσταται τὰ δίκαια ἐπιστήμη ὁ ῥήτωρ ὁ ταῦτα ἔχων

οὐκ ὀλίγης κτλ. πεπλήρωται ἕως τούτων τὰ περὶ Γοργίου.

ἀναθέσθαι. τὸ θέσθαι τὸ ἀντικείμενον τῷ ἤδη κειμένῳ.

συγγράμματι. ἐκ τούτου δῆλον ὅτι οὐχ ὁ ἐξ ἀρχῆς τοῦ Πώλου λόγος αὐτοσχέδιος ἦν, ἀλλὰ σύγγραμμα.

ἐπιτηδεύσεως. ἰστέον ὅτι διαφέρει ἐπιτήδευμα καὶ ἐπιτήδευσις· αὕτη μὲν γὰρ ἐνέργειαν δηλοῖ, ἐκεῖνο δὲ οἷον οὐσίαν, ὥς φησι Πλούταρχος. οὕτως οὖν καὶ ἀκοὴ καὶ ἄκουσις, καὶ ψόφος καὶ ψόφησις, τὰ μὲν οἷον οὐσίαν τὰ πρῶτα, τὰ δὲ ἐνέργειαν.

δοκεῖ τοίνυν κτλ. ὅρος κολακείας ἥ ἐστιν ἐπιτήδευμα ἄτεχνον ψυχῆς στοχαστικῆς καὶ ἀνδρείας καὶ φύσει δεινῆς ὁμιλεῖν τοῖς ἀνθρώποις, ἡδονῆς ἀπεργαστικόν.

πολιτικήν. ἡ πολιτικὴ διαιρεῖται ὡς ὅλον εἰς μέρη τὴν νομοθετικὴν καὶ δικαστικήν· αὗται γὰρ ἀλλήλων προσδέονται, τὰ δʼ ἀντιδιαιρούμενα οὔ. καὶ ἐπὶ τῶν λοιπῶν ὁ αὐτὸς τῆς διαιρέσεως τρόπος.

δικαιοσύνην. δικαιοσύνην ἀλλʼ οὐ δικαστικὴν προσεῖπεν, ἵνα μὴ τὸ δικαστικὸν μόνον ἀλλὰ καὶ τὸ διανεμητικόν, μᾶλλον δὲ καὶ αὐτὴν τῆς ψυχῆς εἰς ἑαυτὴν ἐνέργειαν περιλάβῃ τὸ ὄνομα.

ἀποθανεῖν. ἢ ὡς τὸ τῶν ἀνοήτων τοῦτο αὐτοῦ καταψηφισαμένων, ἢ ὡς ἀπελαθέντα ὑπʼ αὐτῶν καὶ τοῦ ἐκ τῆς ἰατρείας μισθοῦ στερόμενον σπάνει τῆς τροφῆς ἀποθανεῖν.

ὅτι ὃ κομμωτική κτλ. σώματος παραδείγματα γυμναστική ἰατρική εἴδωλα κομμωτική ὀψοποιϊκή ψυχῆς παραδείγματα νομοθετική δικαστική εἴδωλα σοφιστική ῥητορική

ἅτε δʼ ἐγγύς κτλ. ἐπὶ γὰρ τῶν περὶ σῶμα ἡ διαφορὰ τούτων γνωσθῆναι εὐχερής· ψυχὴ γὰρ τὸ κρῖνον, σωματικὸν δὲ τὸ κρινόμενον· ἐπὶ δὲ τῶν περὶ ψυχήν, ψυχῶν οὐσῶν τῶν συμπεφυρμένων, σοφιστῶν λέγω καὶ ῥητόρων, καὶ ψυχῶν τῶν ταύτας κρινουσῶν διαστρόφων, συμπεφυρμένη καὶ ἡ διάκρισις, οὐ τῶν ἐπιτηδευμάτων δῆλα γάρ ἀλλʼ αὐτοί τε οἱ μετιόντες, καὶ ἡ τῶν ἀνδρῶν ἐκείνων μετάληψις διὰ τὴν ἀπάτην, καὶ οἱ κρίνοντες ὑπὸ τῶν κρινομένων ἠπάτηνται.

σὺ γὰρ τούτων ἔμπειρος. τοῦτο εἶπεν ἢ διὰ τὸ ἐκ τῆς Ἀναξαγόρου δόξης εἰς παροιμίαν ἐλθεῖν — ᾔδει δὲ τοῦτο ἐκ Γοργίου, ὁ δὲ ἐξ Ἐμπεδοκλέους τοῦ διδασκάλου αὐτοῦ· οὗτος δὲ φιλόσοφος ὢν τὰς τῶν φιλοσόφων δόξας καὶ ἠπίστατο καὶ ἐδίδασκεν —, ἢ διὰ τὴν τῶν ὀνομάτων παρίσωσιν, ὦ φίλε Πῶλε.

ὃ μὲν οὖν ἐγώ. ὁ Πλάτων ἐνταῦθα κατακέχρηται τῷ Ἀττικῷ σχήματι κατακόρως, τῷ καλουμένῳ ἀμερίστῳ. τοῦτο δέ ἐστι τὸ ἔχον τοὺς μὲν πολλοὺς λεγομένους συνδέσμους, μηδαμῶς δὲ τὸν δέ. ὅρα γὰρ πῶς ὃ μὲν οὖν ἐγώ, ἴσως μὲν οὖν, ἄξιον μέν, ἐὰν μὲν οὖν καὶ ἐγώ.

ἀντίστροφον κτλ. τὸ λεῖπον τοῦ τῆς ῥητορικῆς ὅρου. ἔστι γὰρ ὅλος· ῥητορική ἐστι κολακεία, πολιτικῆς μορίου εἴδωλον, ἀντίστροφον ὀψοποιίας ἐν ψυχῇ ὡς ἐκείνη ἐν σώματι.

τηλικοῦτος ὤν. νέος ὤν. τί τάχα δράσεις; πρεσβύτης γενόμενος.

ἆρʼ οὖν κτλ. ἐντεῦθεν ὁ περὶ τῆς εἰδικῆς αἰτίας τῶν ἠθικῶν ἀρχῶν λόγος, ὅτι ἡ ἀρετή τέ ἐστι καὶ ἐπιστήμη τῶν ὄντων.

δύο ἅμα. τό τε βούλεσθαι καὶ τὸ δοκεῖν. τοῦτο μὲν γὰρ κατὰ φαντασίαν ἐστὶ τὴν τυχοῦσαν· τὸ δὲ βούλεσθαι πάντως πρὸς τὸ ἀγαθὸν ἀποτείνεται.

μὰ τόν. ἐλλειπῶς ὄμνυσιν πρός τε εὐλαβείας καὶ πραότητος ἔνδειξιν.

οὗτος ἀνήρ. ὁ Πῶλος, ὡς παρὰ πόδας τοῦ Σωκράτους ἐναντία λέγοντος πρὸς ἑαυτόν, καὶ ποιεῖν ἃ δοκεῖ αὐτῷ τὸν ῥήτορα, καὶ μὴ ποιεῖν ἃ βούλεται, ὥσπερ ἐκπεπληγμένος ταύτην ἀφίησι τὴν φωνὴν «οὗτος ἀνήρ», ὡσανεὶ ἔλεγεν «ὁ ἄνθρωπος οὗτος τί πάσχει; οὕτως τῶν ἑαυτοῦ λόγων ἐπιλέλησται;» ἐφʼ οἷς ὁ Σωκράτης, ὑποτεμὼν τὸν τοῦ Πώλου λόγον μεταξύ, φησὶν ἐπιμένων τῷ παραδόξῳ τῶν λόγων «οὔ φημι ποιεῖν αὐτοὺς ἃ βούλονται· ἀλλά με ἔλεγχε», ὡσανεὶ ἔλεγεν «ἐμοὶ μὲν ταῦτα δοκεῖ, καὶ ἐγὼ ταῦτα φημί, τὸ τοὺς ποιοῦντας ἃ δοκεῖ αὐτοῖς δίχα νοῦ μὴ ποιεῖν ἃ βούλονται· εἰ δὲ σοὶ οὕτω μὴ δοκεῖ, μὴ ἀγανάκτει, ἀλλὰ τὸν λόγον ἔλεγχε.»

κατὰ σέ. καὶ γὰρ Γοργίᾳ καὶ τοῖς κατʼ αὐτὸν αἱ παρισώσεις ἐπετηδεύοντο.

χρηματισμόν. τὸν τῶν χρημάτων πόρον.

ἃ ἐνίοτε. ταῦτα μετέχειν δύναται τῶν ἄκρων, ταῦτα δὲ οὔ.

εὐφήμει. σιώπα, μὴ ἀκαιρολόγει.

ἀζηλώτους. ἀζήλωτός ἐστιν, ὅστις ἔχει τι ὃ μὴ εὐχόμεθα γενέσθαι ἡμῖν, ἄθλιος δὲ ὁ πάθεσιν ἀνηκέστοις ἐνισχόμενος.

ὅστις οὖν κτλ. βʹ δικαίως ἀποκτεινύς ἀζήλωτος δʹ ἀδίκως ἀποκτεινύς ἀθλιώτατος ἐλεεινός αʹ ἀδίκως ἀποθνήσκων ἐλεεινὸς ἄθλιος γʹ δικαίως ἀποθνήσκων ἄθλιος

ἦ που. ἴσως, σχεδόν.

ἧττον. τὸ ἧττον ἐπὶ τοῦ ἄκοντος ἀποθνήσκοντος ἀδίκως, οὐκ ἐπὶ τοῦ ἐλπίδας ἔχοντος ἐπιδώσειν εἰς ἀρετήν· ἐπὶ δὲ τοῦ σπουδαίου ἀντὶ τοῦ οὐδαμῶς ἀποδεκτέον.

τεθνήξει. ἐνεργητικὸν ἀντὶ παθητικοῦ τοῦ τεθνήξεται καινοπρεπῶς παρελήφθη.

σκεψώμεθα. ἐντεῦθεν ὁ περὶ δικαιοσύνης καὶ ἀδικίας ἐπεισέρχεται λόγος.

ὅρον. οὐχ ὁρισμὸν λέγει ἀλλὰ τίνα τρόπον καὶ διορισμόν.

χαλεπόν. κατʼ εἰρωνείαν τοῦτό φησιν, ὡς δηλοῖ τὸ ἐπαγόμενον.

φλυαρίας. φλυαρία παρὰ Πλάτωνι πανταχοῖ πᾶν τὸ περιττόν, εἴτʼ ἐν λόγοις εἴτʼ ἐν πράγμασιν.

Ἀρχέλαον. περὶ Ἀρχελάου τοῦ Μακεδόνος ἱστορία.

μέγαν βασιλέα. τῶν Περσῶν.

παιδείας ... δικαιοσύνης. παιδεία ἡ ἐξ ἀρχῆς τροφή· δικαιοσύνη ἡ τελέα ἀρετή.

ὄντι ἐκ γυναικός κτλ. ἀδελφοὶ ἄμφω δούλη Ἀλκέτου Περδίκκας Κλεοπάτρα Ἀλκέτης ἰδία γυνή ἐξ ὧν Ἀρχέλαος ἐξ ὧν παῖς ἀνώνυμος ἐξ ὧν Ἀλέξανδρος

δεσπότην καὶ θεῖον. τὸ μὲν δεσπότην ἀνελεῖν παράνομον, τὸ δὲ θεῖον ἀνοσιουργὸν παρίστησι τὸν Ἀρχέλαον, εἴπερ ἐν τάξει οἱ θεῖοι πατέρων.

ἀνεψιόν. τὸν παρʼ ἡμῖν ἐξάδελφον.

ἠφάνισεν. τῆς ταφῆς ἀφείλετο.

ἀδελφόν. εἰς τὸ ἀδελφόν στικτέον, ἵνα τὸ γνήσιον πρὸς τὸ Περδίκκου υἱὸν ἐξακούηται.

καὶ ἴσως κτλ. κατʼ εἰρωνείαν καὶ τοῦτό φησιν.

ἄλλο τι. ὁ λόγος οὗτος οὐκ ἔλεγχός ἐστιν, ᾧ με ἔφης πρὶν καὶ παῖς ἂν ἐλέγξειεν, ἀλλὰ πρὸς ἄλλο τι ἐστὶν εἰρημένον.

ῥητορικῶς. οὐ πρὸς ἀλήθειαν, ἀλλὰ πρὸς τὰς τῶν πολλῶν ἡμαρτημένας δόξας.

τρίποδες. τῶν λαμπρῶν ἀναθημάτων καὶ τῶν πλουσίων καὶ ἐν δυνάμει μνημονεύει, ὅτι τούτοις μάλιστα οἱ δικασταὶ πιστεύουσιν. Διονύσιον δὲ τὸ τοῦ Διονύσου φησὶν ἱερόν.

οὐ γὰρ ... ἀναγκάζεις. ταῖς ἀποδεικτικαῖς πίστεσιν οὐ πείθεις.

οὐσίας. οἱ ἐν τοῖς δικαστηρίοις τὰ χρήματα οὐσίαν φασίν· διὰ τοῦτο οὖν ὡς πρὸς ῥήτορα διαλεγόμενος οὕτως εἶπεν. ὅμως προσέθηκε καὶ τὴν προσήκουσαν αὐτῷ οὐσίαν, φημὶ δὴ τἀληθές.

ὁμολογοῦντα. οὐ μόνον πρὸς τὸν ἔλεγχον, ἀλλὰ πολὺ πρότερον αὐτὸν πρὸς ἑαυτόν.

ὑπὸ θεῶν. εἰ ὑπὸ θεῶν, ἀγαθὴ ἡ δίκη· τὰ γὰρ ἐκ τούτων τοιαῦτα.

φίλον. οὐχ ὡς ὁμόφρονα ἀλλʼ ὡς εὐνοϊκῶς πρὸς πάντα ἄνθρωπον ἔχων.

χαλεπώτερον. καὶ τοῦτο κατʼ εἰρωνείαν φησὶν ἢ κατʼ ἀντίφρασιν.

ἀδύνατον. ὁ Σωκράτης τῷ παρʼ ὑπόνοιαν λεγομένῳ χρῆται, εἰπὼν οὐ χαλεπὸν ἀλλʼ ἀδύνατον.

μορμολύττῃ. φοβεῖς. παρῆκται δὲ τὸ ῥῆμα ἀπὸ τῶν προσωπείων τῶν ἐν ταῖς τραγῳδίαις ὑποκριτῶν, ἃ ἐκάλουν μορμολυκεῖα. Δωριεῖς δὲ γόργια. τοιούτοις δὲ καὶ αἱ γυναῖκες τὰ παιδία φοβοῦσιν.

ἄλλο αὖ τοῦτο κτλ. τοῦτο παράγγελμα Γοργίου, τὸ τὰς σπουδὰς τῶν ἀντιδίκων γέλωτι ἐκλύειν, τὰ δὲ γελοῖα ταῖς σπουδαῖς ἐκκρούειν.

βουλεύειν λαχών. κληρωτοὶ γὰρ ἦσαν οἱ βουλευταί, ἀφʼ ἑκάστης τῶν δέκα φυλῶν πεντήκοντα πρὸς ἕνα ἐνιαυτόν, καθʼ ὃ καὶ ἐλέγετο πρυτανεύειν ἡ φυλή.

ἐπιψηφίζειν. ἐπιψηφίζειν ἐστὶ τό τινος πρυτανευούσης φυλῆς ἕνα κληρούμενον ἀπʼ αὐτῆς τὰς ψήφους ἑκάστων ἀπαριθμεῖσθαι τῶν τε τιθεμένων δεῖν γενέσθαι περὶ οὗ ἡ σκέψις καὶ τῶν ἀπαγορευόντων, καὶ ἔτι τὰς τῶν ἀμφιβάλλειν λεγόντων, ἀποφαίνειν τε εἰς τὸ κοινὸν τίνες τούτων αἱ ψῆφοι, πλείους ἢ ἐλάττους ἢ μεταξύ, ἐξ ὧν τὸ πρακτέον ἢ μὴ διεκρίνετο. καὶ ὁ τοῦτο ποιῶν, οὗτος ἦν ὁ ἐπιψηφίζειν λεγόμενος.

ἐπιψηφίζειν τοὺς παρόντας. ἀντὶ τοῦ ταῖς ψήφοις τῶν παρόντων κρίνειν τὴν ἀλήθειαν.

καὶ σὲ καὶ τοὺς ἄλλους ἀνθρώπους. κατὰ τὰς κοινὰς καὶ ἀληθεῖς ἐννοίας δηλονότι.

λέγε δή μοι κτλ. τῶν δύο προβλημάτων τοῦ πρώτου ἐντεῦθεν ἡ κατασκευὴ ὅτι κρεῖττον τὸ ἀδικεῖσθαι τοῦ ἀδικεῖν.

ἐπιτηδεύματα. ἐπιτηδεύματά ἐστι τὰ διὰ μόνων τῶν ἐθῶν μελετώμενα.

μαθημάτων. μαθήματά ἐστι τὰ κατὰ τὰς τέχνας καὶ ἐπιστήμας διὰ διδασκαλίας τοῖς ἀνθρώποις παραγιγνόμενα.

μετὰ τοῦτο δέ. τοῦ δευτέρου προβλήματος κατασκευή, ὅτι τῶν ἀδικούντων κρείττων ὁ δίκην διδοὺς ἢ ὁ μή.

εἴ τίς τι ποιεῖ. ἐκ τούτου δῆλον ὅτι τὸ νοεῖν καὶ βαδίζειν οὐ ποιεῖν ἐστιν ἀλλʼ ἐνεργεῖν μόνον· οὐ γὰρ πρός τι πάσχον γίνονται.

κολαζόμενος. κολάζεσθαί ἐστι κυρίως τὸ τῆς πονηρίας κολούεσθαι, ὅ ἐστιν ἐλαττοῦσθαι ἢ ἐμποδίζεσθαι.

ἆρα οὖν τοῦ μεγίστου κτλ. ἐντεῦθεν ἀποδείκνυται οἵου μεγίστου κακοῦ ἀπαλλάττεται ὁ δίκας διδούς.

ὧδε δὲ σκόπει κτλ. τὰ περὶ τὸν ἄνθρωπον ψυχή σῶμα τὰ ἐκτός πονηρίαι ἀδικία νόσος πενία ἀρεταί δικαιοσύνη ὑγίεια πλοῦτος

δεύτερος. δεύτερος οὐ πρὸς εὐδαιμονίαν, ἀλλὰ κατὰ τὸ τετάχθαι μέσος τῶν τριῶν.

ἆρʼ αἰσθάνῃ τὰ συμβαίνοντα. σημείωσαι ὅτι ὁ Ἀριστοτέλης τοῦ συλλογισμοῦ τὸν ὅρον ἐντεῦθεν εἴληφεν σχεδὸν αὐταῖς λέξεσιν.

ἕξοντα. προσυπακουστέον τὸ πρὸς κακοδαιμονίαν.

ὅπου ὡς τάχιστα κτλ. τάχιστα δώσει δίκην παρὰ τὸν δικαστὴν δηλαδὴ τὸν οἰκεῖον λογισμόν, βασανίζοντα αὐτοῦ τὰς φαντασίας καὶ κολάζοντα τὰς παραλόγους ἐννοίας. οὐκ εἰσάγειν οὖν εἰς δικαστήριον, ἀλλὰ νουθεσίαν καὶ ἐπίπληξιν ἐφʼ ἑαυτὸν καὶ τοὺς οἰκείους ἄγειν παρακελεύεται.

ἐὰν μόνον μὴ αὐτός. φησὶν ὅτι εἰ δέ ἐστί τις ἐχθρός σου, μὴ ἀδικῇ δὲ σὲ ἀλλὰ ἄλλον τινά, μὴ θελήσῃς αὐτὸν δοῦναι δίκην, ἀλλὰ καὶ βοήθησον αὐτῷ, εἰ δύνασαι, ἵνα ἔτι πλέον τιμωρηθῇ.

οἷον. ἀντὶ τοῦ θαυμαστόν.

νεανιεύεσθαι. μέγα φρονεῖν, κομπάζειν.

φορτικὰ καὶ δημηγορικά. φορτικά ἐστι τὰ βάρος ἐμποιοῦντα, δημηγορικὰ τὰ πρὸς τὴν τῶν πολλῶν βλέποντα δόξαν.

τὸ σοφόν. ἀντὶ τοῦ τὸ σόφισμα.

ἐδιώκαθες. ἐδίωκες.

προπηλακιζόμενος. ὑβριζόμενος, ἐξουθενούμενος.

μείζω. μείζω φησὶν ὁ Καλλικλῆς τὴν κατʼ αὐτὸν ῥητορικήν, ἴσως δὲ καὶ τὴν τυραννίδα, ὡς ὕστερον δηλώσει.

πάντων ἄπειρον κτλ. ἀπαρίθμησις ὧν οἴεται ψευδῶς Καλλικλῆς ἄπειρον εἶναι τὸν φιλόσοφον.

συμβολαίοις. συμβόλαια παρὰ τοῖς Ἀττικοῖς αἱ ἀσφάλειαι καὶ συγγραφαὶ καὶ συνθῆκαι πόλεων, καθʼ ἃς τὸ δίκαιον ἀλλήλοις ἔνεμον.

ἠθῶν. ἤθη τὰ ἐν ἔθει κείμενά φησιν.

λαμπρός τε κτλ. τὰ ἰαμβία ταῦτά ἐστιν ἐξ Ἀντιόπης τοῦ δράματος Εὐριπίδου, ἐκ τῆς Ζήθου ῥήσεως πρὸς τὸν ἀδελφὸν Ἀμφίονα. οὗτοι δʼ Ἀντιόπης υἱοί.

παιδείας. παιδείαν φησὶ τὴν περὶ τὰ μαθήματα ἐν παισὶ τροφήν τε καὶ ἀγωγήν.

πικρόν τι. ὡς παρὰ φύσιν καὶ βίαιον ὄν.

καταγέλαστον κτλ. καταγέλαστον, ὅταν ψελλίζηται· πληγῶν ἄξιον, ὅταν παίζῃ. ἄνανδρα δʼ ἄμφω, οὐκ ὡς γυναιξὶν ἀλλʼ ὡς παιδίοις πρέποντα.

ἐπιεικῶς. τὸ ἐπιεικῶς· ἀντὶ τοῦ μετρίως ὅ ἐστιν ἴσον τῷ πάνυ.

ὅτι ἀμελεῖς. καὶ ταῦτα τὰ ἰαμβία τοῦ Εὐριπίδου ἐκ τοῦ αὐτοῦ Ἀντιόπης δράματος εἴληφεν. σκόπει δὲ ὅπως δεῖ χρῆσθαι ταῖς μακροτέραις ῥήσεσι τῶν ποιητῶν, μὴ αὐτοὺς διόλου τιθέναι τοὺς στίχους, ἀλλά τι καὶ λέξεως πεζοτέρας εὖ πως αὐτοῖς ἀναμῖξαι. ὁ τῶν στίχων δὲ νοῦς οὗτος· ὁ Ζῆθός φησι τῷ Ἀμφίονι μουσικῷ ὄντι «ῥῖψον τὴν λύραν, κέχρησο δὲ ὅπλοις.» οὕτω οὖν καὶ Καλλικλῆς λέγει Σωκράτει «ἄφες φιλοσοφίαν, ἐλθὲ δὲ ἐπὶ τὴν πόλιν καὶ δίκαζε.»

ἀγροικότερον. ἀντὶ τοῦ σκληρότερον.

παῦσαι δὲ ἐλέγχων. ἐν ἄλλῳ πρόσκειται, παῦσαι ματαιάζων.

βίος καὶ δόξα. βίος ὁ πλοῦτος, δόξα δὲ ἡ παρὰ τοῖς πολλοῖς εὐδοκίμησις.

τούτων τινὰ τῶν λίθων. ἰστέον ὅτι τὴν λίθον ταύτην, οἱ μὲν ἰδίως βάσανον, οἱ δὲ Λυδίαν καλοῦσιν.

ἑρμαίῳ. ἕρμαιον τὸ ἀπροσδόκητον κέρδος, ἀπὸ τῶν ἐν ταῖς ὁδοῖς τιθεμένων ἀπαρχῶν, ἃς οἱ ὁδοιπόροι κατεσθίουσιν.

τρία. ὅτι τρία ἐστὶν οἷς κρίνεται ψυχή, ἐπιστήμη, δόξα ὡς φρονίμου τε καὶ εὔνου, παρρησία.

πάντα ἔχεις. προσυπακουστέον, ὡς σύ τε οἴει καὶ ὁ πολὺς τῶν ἀνοήτων συρφετός.

Ἀφιδναῖον. Ἀφίδνα δῆμος Αἰαντίδος φυλῆς, ἐξ οὗ οὗτος.

Χολαργέα. Χολαργεὺς δῆμος Ἀκαμαντίδος φυλῆς, ἐξ οὗ οὗτος.

σοφίας ἐνδείᾳ κτλ. σοφίας ἔνδεια αἰσχύνης παρουσία ἀπάτη ἐπιστήμη παρρησία δόξα ὡς φρονίμου καὶ εὔνου

ποῖόν τινα κτλ. τὸ μὲν ποῖον τὴν εἰδικὴν σημαίνει ἀρχήν, τουτέστι δίκαιον ἢ ἄδικον, τὸ δὲ τί ἐπιτηδεύειν τὴν ποιητικήν, ἀντὶ τοῦ δημαγωγίαν τε καὶ ῥητορικὴν ἢ φιλοσοφίαν· τὸ δὲ καὶ μέχρι τοῦ, ὅσον παιδείας χάριν ἢ περαιτέρω μέχρι τοῦ ἀκριβοῦς.

οὐχ ἑκών. ἰδοὺ ἀκούσια τὰ ἁμαρτήματά φησιν· ἀκούσιον γὰρ τὸ ψεῦδος· παραλογιζόμεθα δὲ αὐτοὺς κατὰ τὴν καθόλου πρότασιν.

ἱκανῶς. ἱκανῶς ἐνταῦθα τὸ μετʼ ἀποδείξεως λέγεται.

βλᾶκα. βλὰξ ὁ χαῦνος τῇ προαιρέσει. εἴρηται δὲ ἢ ἀπὸ τοῦ βεβλάφθαι τὰς φρένας, ἢ ἀπὸ τοῦ μαλακοῦ, οἷον μάλαξ τις ὤν· ἐπειδὴ δὲ τὸ μ τῷ λ ἀσύμπλοκον, ἀντὶ τοῦ μλὰξ γέγονε βλάξ.

ὡς τὸ κρεῖττον. κατʼ ἀρετὴν μᾶλλον βέλτιον ἄμεινον κατὰ τὴν τοῦ σώματος ῥώμην μᾶλλον ἰσχυρότερον κρεῖττον

ἔστι ταῦτα ἢ οὔ; σκόπει ἐκ τούτων τὸν πρὸς τὰς ἀποκρίσεις τοῦ Καλλικλέους ὄκνον, τοῦ ἔστι ταῦτα ἢ οὔ; καὶ τοῦ νομίζουσιν ἢ οὔ; καὶ τοῦ μὴ φθόνει μοι ἀποκρίνασθαι.

κινδυνεύεις. τουτέστι φαίνει, ὅπερ ἀμφιβάλλων ὥσπερ εἴρηκε, τὸ βαρὺ τῶν ἐλέγχων παραμυθούμενος.

οὑτοσὶ ἀνήρ. ὅρα τὴν πρὸς ἑτέρους τοῦ λόγου ἀποστροφήν, ὅσην τοῦ Καλλικλέους καὶ κατὰ τὸ σχῆμα θρασύτητα δείκνυσιν.

συρφετός. ἀγυρτώδης ὄχλος, ὡς νῦν, ἢ λόγος, ἢ ἐξ ἀνέμου συλλεγομένη κόπρος καὶ φρυγανώδης.

τοπάζω. ὑπονοῶ, εἰκάζω.

προδίδασκε. περιττεύει ἡ πρόθεσις Ἀττικῶς.

εἰρωνεύῃ. εἰρωνεία ἐστὶ προσποίησις ἀδυναμίας ὧν τις δύναται ποιεῖν· ἐξ ἧς καὶ τὸ εἰρωνεύω ῥῆμα. ταύτῃ δὲ τὴν ἀλαζονίαν ἐναντίαν εἶναι· ἔστι γὰρ ἀλαζονία προσποίησις δυνάμεως ὧν τις οὐ δύναται ποιεῖν.

μὰ τὸν Ζῆθον. ὄμνυσι κατὰ τοῦ Ζήθου ὥς τινος τῶν ἡρώων ὄντος, ἢ ὡς χαριζόμενος Καλλικλεῖ, ἐπειδὴ τῇ τοῦδε ῥήσει πρὸ μικροῦ εἰς παραίνεσιν ἐχρήσατο.

δοκεῖς βούλεσθαι λέγειν. ὡς οὐδὲ φράσαι δυναμένου τοῦ Καλλικλέους, ἅπερ ἐθέλει, Σωκράτης καθάπτεται.

ἔχε δὴ αὐτοῦ. ἀντὶ τοῦ μέμνησο τῶν ῥηθέντων.

ἁθρόοι. ἀντὶ τοῦ ὁμοῦ. οὐ γὰρ εἴ τι πολύ, τοῦτο καὶ ὁμοῦ. διὰ τοῦτο οὖν πολλοὶ ἀθρόοι φησίν.

περὶ τῶν αὐτῶν. οἰκειότερον γὰρ ἐπιστήμης τὸ ἀεὶ τὰ αὐτὰ περὶ τῶν αὐτῶν λέγειν ἢ τὸ ἕτερα.

τί ἢ τί; ὁ Καλλικλῆς συνεὶς τούτων οὐδέν, ὑπολαβὼν δὲ διαίρεσίν τινα περιέχειν τὴν ἐρώτησιν τοῦ Σωκράτους, ἀξιοῖ σαφῶς αὐτὸ εἰπεῖν, τί ποτʼ ἐστιν ἑκάτερον ὧν ἀντιδιαιρεῖν βούλεται. διόπερ φησὶ τί ἢ τί.

ἡδὺς εἶ. κατʼ εἰρωνείαν τοῦτό φησι Καλλικλῆς.

οὐδεὶς ὅστις οὐκ ἂν γνοίη. ἀντὶ τοῦ οὐδείς ἐστιν ὃς οὐκ ἄν μοι μαρτυρήσειεν ὅτι λέγων τοὺς σώφρονας οὐ λέγω τοὺς ἠλιθίους· τουτέστιν οὐδείς ἐστιν ἀνθρώπων ὃς τοὺς σώφρονας ἠλιθίους λέγει. πρὸς ὃν ὁ Καλλικλῆς τοὐναντίον φησίν, ὅτι πάνυ πολλοὶ οἱ τοὺς σώφρονας λέγοντες ἠλιθίους.

ἐπεὶ πῶς ἄν. ἐντεῦθεν ὁ περὶ τῆς τελικῆς αἰτίας τῶν ἠθικῶν ἀρχῶν λόγος. ἔστι δὲ κατὰ Σωκράτη τἀγαθόν, κατὰ δὲ Καλλικλέα αἰσχρὰ ἡδονή.

ἐπικουρίαν. ἢ τὴν ἐκ πλούτου καὶ περιουσίας, ἢ τὴν ἐκ τῆς παρὰ τῷ Καλλικλεῖ καλουμένης φρονήσεώς τε καὶ ἀνδρείας.

οὐκ ἀγεννῶς. ἀντὶ τοῦ ἀτενῶς καὶ ἀκάμπτως.

ἐπεξέρχῃ τῷ λόγῳ παρρησιαζόμενος. ἀντὶ τοῦ ὁμολογεῖς ἀπαρακαλύπτως.

οὐκ ἄρα ὀρθῶς κτλ. ἀπόδειξις διʼ ἐπιχειρημάτων ἕξ, τριῶν μὲν ἐνδόξων, τριῶν δὲ πραγματειωδεστέρων· ὧν τῶν ἐνδόξων τὸ πρῶτον ἐκ τῆς τῶν πολλῶν δόξης εἴληπται. ἐπιχειρήματα αʹ ἐκ τῆς τῶν πολλῶν δόξης βʹ ἐκ τῆς τῶν ποιητῶν γʹ ἐκ τῶν Πυθαγορίων

ἐν τοῖσδε. τὰ ἰαμβία ἐκ τοῦ Φρίξου τοῦ δράματος Εὐριπίδου— τίς δʼ οἶδεν εἰ τὸ ζῆν μέν ἐστι κατθανεῖν, τὸ κατθανεῖν δὲ ζῆν κάτω νομίζεται;

τῷ ὄντι ἴσως. τὸ ἴσως περὶ τοῦ ἀληθῆ εἶναι τὸν ἐν τῷ μύθῳ λόγον ἢ μή· τὸ δὲ τῷ ὄντι, ὅτι ὅ γε μῦθος αὐτὸ τοῦτο τῷ ὄντι καὶ διατεταμένως διισχυρίζεται, τὸ θάνατον εἶναι τῆς ψυχῆς τὴν μετὰ τοῦ σώματος ζωήν.

κομψός. οὐ τὸν πιθανὸν ἀλλὰ τὸν τεχνικὸν ἢ σπουδαῖόν φησι. Σικελικὸς δʼ ἢ Ἰταλικός, οἷον Ἐμπεδοκλῆς. Πυθαγόρειος δʼ οὗτος ἦν, ὑπῆρχεν δὲ καὶ Ἀκραγαντῖνος. Ἀκράγας δὲ καὶ πόλις Σικελίας, ἀπὸ τοῦ πλησίον ποταμοῦ κεκλημένη, ἀφʼ ἧς οὗτός τε καὶ Ὀλύμπιος ὁ μελοποιός.

Σικελός τις ἢ Ἰταλικός. ἐπειδὴ πλησίον Σικελίας ὅ τε Κρότων καὶ τὸ Μεταπόντιον, αἱ πόλεις οὗ οἱ Πυθαγόριοι διέτριβον, αἳ τῆς Ἰταλίας εἰσίν.

παράγων κτλ. ἡμεῖς οἱ τεθνεῶτες οἱ ἐν σώματι ζῶντες σῶμα σῆμα ἤτοι τάφος τῆς ψυχῆς τὸ ἐπιθυμητικόν πίθος ἀνόητοι ἀμύητοι ψυχῆς ἐπιθυμητικὸν ἀκόλαστον πίθος τετρημένος ᾅδης ἀειδές ὕδωρ ῥευστὸν καὶ ἄστατον τῶν ἡδονῶν κόσκινον τετρημένον ψυχὴ ἀνόητος οὐ δυναμένη στέγειν διʼ ἀπιστίαν.

ἐκ τοῦ αὐτοῦ γυμνασίου. ἐκ τοῦ αὐτοῦ γυμνασίου, φησὶ, ὅτι τὸ μὲν πρὸ αὐτοῦ ἐπιχείρημα ἐν μύθου προῆκται σχήματι, τοῦτο δὲ ἐν παραδείγματος. ἦν δὲ ἐκεῖνο μὲν τῶν Πυθαγορίων οἰκεῖον, τοῦτο δὲ Σωκράτους, ὡς σαφέστερόν τε καὶ πληκτικώτερον.

σκόπει γάρ. ἐντεῦθεν αἱ πραγματειωδέστεραι, ὧν τὸ πρῶτον ἐπιχείρημα ἀπό τινος εἰκόνος ἄρχεται.

σώφρων πίθοι ὑγιεῖς πλήρεις νάματα οἴνου μέλιτος γάλακτος οὐκ ἐποχετεύων, ἡσυχίαν ἔχων.

ἀκόλαστος πίθοι τετρημένοι μὴ πληρούμενοι νάματα οἴνου μέλιτος γάλακτος ἀεὶ ἀναγκαζόμενος πιμπλάναι.

οἴνου ... μέλιτος ... γάλακτος. οἶνον μὲν ὡς τροφιμώτατον, γάλα δὲ ὡς πρώτην τροφήν, μέλι δὲ ὡς τὴν ἐν τῇ τροφῇ γλυκυθυμίαν παρείληφεν.

πληρωσάμενος. οὐκ ἐμπλησθεὶς ἀλλὰ προσδεὴς ὤν.

χαραδριοῦ.

χαραδριὸς ὄρνις τις ὃς ἅμα τῷ ἐσθίειν ἐκκρίνει. εἰς ὃν ἀποβλέψαντες, ὡς λόγος, οἱ ἰκτεριῶντες ῥᾷον ἀπαλλάττονται· ὅθεν καὶ ἐγκρύπτουσιν αὐτὸν οἱ πιπράσκοντες, ἵνα μὴ προῖκα ὠφελῶνται οἱ κάμνοντες. καί μιν καλύπτει· μῶν χαραδριὸν περνάς; ὥς φησιν Ἱππῶναξ.

λέγεις οἷον κτλ. τοῦτο ἐκ τοῦ ἀπεμφαίνοντος πρόεισιν.

μὴ ἀπαισχυνῇ. ἀντὶ τοῦ μὴ αἰσχυνθείης.

κνησιῶντα. ἐπιθυμητικῶς ἔχοντα τοῦ κνᾶσθαι.

ἀνδρεῖος. κατʼ εὐφημίαν, ἀντὶ τοῦ ἀναιδής.

κιναίδων. ἀσελγῶν, μαλακῶν. καὶ κιναιδία ἡ πορνικὴ ἀσχημοσύνη ἀπὸ τοῦ ὀρνέου τῆς ἴυγγος, ὃ καὶ κιναίδιον καλεῖται.

ἵνα δή μοι κτλ. τοῦτο φησίν, ὅτι ἐγὼ μὲν ἕτερον εἶναι τὸ ἀγαθὸν τοῦ ἡδέος διανοοῦμαι· ἀλλʼ ἵνα μὴ ἀσύμφωνος ὦ ἑαυτῷ, ταῦτʼ εἶναί φημι τὰ αὐτά.

τοὺς πρώτους λόγους. τοὺς ἑαυτοῦ δηλονότι, ἐν οἷς ἐμέμφετο Γοργίαν καὶ Πῶλον ὡς παρὰ τὰ δοκοῦντα αὑτοῖς διʼ αἰσχύνην ἀποκριναμένους, αὐτὸς δʼ ἐπηγγέλλετο παρρησιαζόμενος ἐρεῖν πᾶσαν τὴν ἀλήθειαν.

αἰνιχθέντα. τῷ γὰρ τοῦ κιναίδων βίου ὀνόματι κακὰ πολλὰ συνεσημαίνετο.

ὦ σοφώτατε σύ. κατʼ εἰρωνείαν ὑπὸ Καλλικλέους εἴρηται, ὥς φησι Πλούταρχος.

Ἀχαρνεύς. Ἀχάρναι δῆμος Οἰνηΐδος, ἐξ οὗ οὗτος.

Σωκράτης. τοῦτό φησι Καλλικλῆς καθʼ ὁμοιότητα Σωκράτους.

Ἀλωπεκῆθεν. Ἀλωπεκὴ δῆμος Ἀντιοχίδος, ἐξ οὗ Σωκράτης.

ἐναντία. τὸ ἀγαθὸν καὶ κακὸν εἰπεῖν βουληθεὶς τὰ μετέχοντα λέγει.

εἰπέ. τοῦ τρίτου ἐπιχειρήματος ὃ ἐπʼ εὐθείας, ἐκ τοῦ τὰ ἐναντία μήτε ἅμα συνεῖναι μήτε ἅμα ἀπαλλάττεσθαι.

εὐδαιμόνως βιοῦσιν ἥδονται κνῶνται οἱ ψωριῶντες

εἰπὲ γάρ μοι κτλ. ἅμα παραγίνεται καὶ ἀπογίνεται ἅμα ἐναντία οὐδ. π. ἀγαθὸν καὶ κακόν π. ἡδονὴ καὶ λύπη

αἰσθάνῃ οὖν τὸ συμβαῖνον. εἰ προηγεῖται μὲν ἐν τῷ διψῆν λύπη, ἐν δὲ τῷ πίνειν ἐπιγίγνεται ἡδονὴ καὶ συνυπάρχει αὐτῇ, ἅμα μὲν οὐ παραγίγνεται τἀναντία, καθὼς ἐν τῷ Φαίδωνι τῇ λύπῃ φησὶ τὴν ἡδονήν, ἅμα δὲ σύνεστι, καθὼς ἐνταῦθα λέγει. καὶ οὐ μάχεται ἑαυτῷ, εἴπερ ἄλλο μὲν τὸ ἅμα παραγίνεσθαι, ὅπερ οὐκ ἔστιν ἐπὶ τῶν ἐναντίων εὑρεῖν, ἄλλο δὲ τὸ συνεῖναι, ὅ ἐστιν ἐπʼ αὐτῷ ἐγχωροῦν.

ἀκκίζῃ. τὸ ἀκκίζεσθαι ἐκ γυναικὸς εἰρῆσθαί φασιν Ἀκκοῦς καλουμένης, ἣν οὕτως εὐήθη λέγουσιν ὡς ἀπὸ τοῦ ἱστοῦ θοἰμάτιον καθελομένην ἡμίεργον ἀμφιέσασθαι, εἴς τε τὸ κάτοπτρον βλέπουσαν πρὸς τὴν παρʼ αὐτῆς ἔμφασιν εἰς αὐτὸ γιγνομένην ὡς ἑτέρᾳ προσλαλεῖν γυναικί. μέμνηται ταύτης Ἕρμιππος ἐν Ἀθηνᾶς γοναῖς καὶ Ἄμφις ἐν τῷ ὁμωνύμῳ αὐτῇ δράματι. ἀκκίζει οὖν φησὶν ἀντὶ τοῦ ἀνοηταίνεις οἷα γυνή, μὴ εἰδέναι προσποιούμενος.

ὅτι ἔχων ληρεῖς. ἀντὶ τοῦ ὑποκρίνῃ ἄνοιαν.

σοφός. ἀνόητος, κατʼ εὐφημίαν.

τὰ σμικρά τε καὶ στενά. οὕτως ἀπέσκωπτον οἱ σοφιστικοὶ ῥήτορες τοὺς διαλεκτικοὺς λόγους· καὶ Ἱππίας γοῦν περιτμήματα αὐτοὺς ἐκάλεσεν.

τὰ μεγάλα ... τὰ σμικρά.

δηλονότι μυστήρια.

διττὰ ἦν τὰ μυστήρια παρʼ Ἀθηναίοις, καὶ τὰ μὲν μικρὰ ἐκαλεῖτο, ἅπερ ἐν ἄστει ἐτέλουν, τὰ δὲ μεγάλα, ἅπερ Ἐλευσῖνι ἤγετο. καὶ πρότερον ἔδει τὰ μικρὰ μυηθῆναι, εἶτα τὰ μεγάλα· ἄλλως δὲ τῶν μεγάλων μετασχεῖν οὐκ ἦν θεμιτόν. ἐτελεῖτο δὲ ταῦτα Δηοῖ καὶ Κόρῃ, ὅτι ταύτην μὲν Πλούτων ἁρπάξειεν, Δηοῖ δὲ μιγείη Ζεύς· ἐν οἷς πολλὰ μὲν ἐπράττετο αἰσχρά, ἐλέγετο δὲ πρὸς τῶν μυουμένων ταῦτα· «Ἐκ τυμπάνου ἔφαγον, ἐκ κυμβάλου ἔπιον, ἐκερνοφόρησα. ὑπὸ τὸν παστὸν ὑπέδυν» καὶ τὰ ἑξῆς.

κέρνον· τὸ λίκνον, ὅ ἐστι τὸ πτύον.

χαίροντα. ἀντὶ τοῦ ἡδόμενον ληπτέον.

πότεροι δὲ κτλ.

ἅμα παύεται π. ἡδονὴ καὶ λύπη δ. οὐ ἀγαθὸν καὶ κακόν οὐ ταὐτὰ ἄρα τοῦ τρίτου ἐπιχειρήματος ὁ διʼ ἀδυνάτου.

ὁμοίως ἀγαθός ἐστιν ὁμοίως πρὸς τῷ ἀγαθῷ ἐστιν ὁμοίως πρὸς τῇ ἡδονῇ ἐστιν ὁμοίως ἡδόμενοί εἰσιν ὁ ἀνδρεῖος ἀγαθὸς ὢν καὶ ὁ δειλὸς κακὸς ὤν π. π. π. π. π. ἢ ὁ φρόνιμος ἀγαθὸς ὢν ὁ δὲ ἄφρων κακὸς ὤν μᾶλλον ἀγαθός ἐστιν μᾶλλον πρὸς τῷ ἀγαθῷ ἐστιν μᾶλλον πρὸς τῇ ἡδονῇ ἐστιν μᾶλλον ἡδόμενός ἐστιν ὁ δειλὸς κακὸς ὢν τοῦ ἀνδρείου ἀγαθοῦ ὄντος π. π. π. π. π. ἢ ὁ δειλὸς κακὸς ὢν τοῦ ἀνδρείου ἀγαθοῦ ὄντος ἀπιόντων τῶν πολεμίων

καὶ δὶς γὰρ κτλ. παροιμία δὶς καὶ τρὶς τὸ καλόν, ὅτι χρὴ περὶ τῶν καλῶν πολλάκις λέγειν. Ἐμπεδοκλέους τὸ ἔπος ἀφʼ οὗ καὶ ἡ παροιμία· φησὶ γὰρ— καὶ δὶς γάρ, ὃ δεῖ, καλόν ἐστιν ἐνισπεῖν.

οὐκοῦν ὁμοίως. ὑπερθετέον τὴν λέξιν οὕτως· «οὐκοῦν ὁ κακὸς ὁμοίως» εἶτα τὰ ἑξῆς.

παλαιὸν λόγον. παροιμία. τὸν παροιμιώδη φησί. βούλεται δὲ οὗτος τὸ πάσῃ τύχῃ τῇ προσπιπτούσῃ χρῆσθαι πρὸς τὰς κατʼ ἀρετὴν ἐνεργείας.

σὺ ἐκ τρίτων. τὸν γὰρ Γοργίαν καὶ Πῶλον ὡς ἕνα ἔλαβεν.

τεχνικοῦ. μέχρι τούτων ὁ περὶ τοῦ τελικοῦ αἰτίου, τουτέστι τοῦ ἀγαθοῦ, τῶν ἠθικῶν ἀρχῶν λόγος.

ἔλεγον γὰρ αὖ κτλ. ἐντεῦθεν ὁ περὶ τῆς εὑρετικῆς τέχνης αὐτῶν, τάξιν εἰσαγούσης καὶ κόσμον ταῖς ψυχαῖς, ἥ ἐστι δικαιοσύνη καὶ σωφροσύνη καὶ ὅλως ἀρετή.

παρασκευαί. οὐ τέχνας, οὐκ ἐμπειρίας εἶπεν, ἀλλὰ τὸ μέσον τούτων, τὰς παρασκευάς, ὥσπερ ἐν τοῖς πρόσθεν τὰς ἐπιτηδεύσεις.

τῶν μέν. παρασκευῶν δηλαδή.

πρὸς Φιλίου. Διὸς ἦν ἐπώνυμον παρʼ Ἀθηναίοις ὁ φίλιος, ἐκ τοῦ εἶναι τῶν φιλικῶν καθηκόντων αὐτὸν ἔφορον.

τοῦ ἀνδρὸς δή. ὁ δή σύνδεσμος ἐμφαντικὸς εἰρωνείας ἐστίν.

ἴσως οὖν. ὅρα τὴν παράδοσιν τῆς τῶν προβλημάτων τάξεως, ὅτι πρῶτον δεῖ διαιρεῖσθαι, εἶτα τὴν διαφορὰν τῶν διαιρεθέντων ἑλεῖν, καὶ τρίτον ὁποῖον βέλτιον.

ἡ δʼ ἰατρική. τούτῳ προσθετέον ἀπὸ κοινοῦ τὸ τέχνη εἶναι.

ἡ μὲν τούτου κτλ. τὰ κατὰ πᾶσαν θεωρούμενα τέχνην γνῶσις τοῦ πράγματος περὶ ὃ σπουδάζει ἐπίσκεψις αἰτιῶν διʼ ἃς προσφέρει ἑκάστοις ἃ προσφέρει ἀπόδοσις λόγου τούτων ἑκάστου

διαριθμησαμένη. ἀντὶ τοῦ διακρίνασα ἢ διαλογισαμένη. ἀπὸ τοῦ ἀριθμοῦ δὲ εἴρηται, ἐπειδὴ καὶ οἱ ἀριθμοὶ διακέκρινται ἀπʼ ἀλλήλων καὶ πάντα κατʼ αὐτοὺς διατέτακται, ὡς ὁ Πυθαγόρειος διδάσκει λόγος.

σὺ δὲ δή. ὡς Γοργίου καὶ Πώλου τὰ αὐτὰ ἤδη συγχωρησάντων.

οὐκ ἔγωγε. ἔμφασιν ἔχει τοῦ μὴ ἀρέσκεσθαι αὐτὸν οἷς ὁμολογεῖν ἀναγκάζεται.

ἡ ἐν τοῖς ἀγῶσιν. αὐλητικὴν μὲν πᾶσαν ἐκβάλλει τῶν ὀρθῶν πολιτειῶν, κιθαριστικὴν δʼ οὐ πᾶσαν, ἀλλὰ τὴν ἐν τοῖς ἀγῶσι μόνην. οἶδεν γὰρ ἄλλην, ἣν σῴζειν τὰς πολιτείας νενόμικεν.

ἡ σεμνή. ὡς εὐδοκιμοῦσα μᾶλλον τῶν ἄλλων τῆς μουσικῆς εἰδῶν κατʼ ἐκείνους τοὺς χρόνους.

ἡ ποιητική. ἰστέον ὅτι ἡ τραγῳδία, κολακεία τις οὖσα, ὑπὸ τὸ σοφιστικὸν ταύτης εἶδος τέτακται, ἅτε δὴ γνώμας ἀποφαινομένη καὶ περὶ δικαίων καλῶν τε καὶ ἀγαθῶν ὑψηλολογουμένη· ἢ καὶ κατὰ τὸ δημηγορικόν, καθʼ ὅσον καὶ αὐτός φησιν, εἴ τις αὐτῆς τὰ μέτρα περιέλοι, μηδὲν ἕτερον αὐτὴν φανῆναι ἢ δημηγορίαν, ἐπειδὴ καὶ παθῶν ὑπερβαλλόντων κινητικαὶ ἀμφότεραι.

δημηγορία κτλ. ῥητορική δημηγορία ποίησις· τραγῳδία

εἶεν· τί δὲ κτλ. ἐντεῦθεν τῆς δημαγωγικῆς ῥητορικῆς διαβολή.

ἐλευθέρων ἀνδρῶν. τοῦτό φησι πρὸς ἀντιδιαστολὴν τῶν ἐν τοῖς θεάτροις ὄχλων, διὰ μὲν τῶν ἐλευθέρων τοὺς δούλους περιελών, διὰ δὲ τῶν ἀνδρῶν παῖδάς τε καὶ γυναῖκας.

τί δέ; Θεμιστοκλέα κτλ. ἡ τάξις τῶν δημαγωγῶν οὐ πρὸς τὸν χρόνον, πρὸς δὲ τὸν τρόπον αὐτῶν. πρῶτον γὰρ Θεμιστοκλέα φησὶν ὡς μᾶλλον κατὰ νοῦν καὶ λογισμὸν τὰ τοῦ πολέμου διαθέμενον, Κίμωνα δὲ δεύτερον ὡς ἐκείνῳ παραπλήσιον, Μιλτιάδην δὲ τρίτον ὡς τύχῃ μᾶλλον ἢ γνώμῃ τῶν πολεμίων κρατήσαντα, Περικλέα δὲ τελευταῖον, ἐπειδὴ πολὺς ἦν ὁ περὶ αὐτοῦ λόγος, καὶ διʼ αὐτοῦ τὸν Σωκράτη μάλιστα προσάξεσθαι ἤλπισεν.

δικαιοσύνη τε καὶ σωφροσύνη. τῷ μὲν νομίμῳ τὴν δικαιοσύνην ἀποδέδωκεν, τῷ δὲ κοσμίῳ τὴν σωφροσύνην.

αὐτὸς γνώσῃ. ἀντὶ τοῦ εἴ τι θέλεις, ποίει· ἐμοὶ γὰρ οὐ μέλει.

ἐπιθέντας κεφαλήν. αἴνιγμα τοῦτο τῶν παλαιῶν τε καὶ σοφῶν ἀνδρῶν, τὸ τέλειον πανταχῇ τετιμηκότων· ἐξαιρέτως δὲ ἐν τοῖς περὶ τὸν λογισμὸν τὸν ἡμέτερον, ὃν μῦθον ὀνομάσαντες, ὅτι καὶ τὸν λόγον οὕτως ἐκάλουν, κεφαλὴν αὐτοῦ τὸν νοῦν αἰνίττονται, οὐδὲν ἄλλο διὰ τούτου παρεγγυῶντες ἢ πάντας ἡμῶν τοὺς λογισμοὺς πρὸς ἓν τέλος βλέπειν, τὴν κατὰ νοῦν ἐνέργειαν.

Ἐπιχάρμου. οὗτος ὁ Ἐπίχαρμος γέγονε κωμῳδιοποιός, καὶ εἰσήγαγέ τινας ἐν ἰδίῳ δράματι δύο διαλεγομένους πρὸς ἀλλήλους, καὶ ὕστερον ἕνα τῶν δύο πάλιν τὰ τῶν δύο διαλεγόμενον.

ἕως αὐτῷ κτλ. τὸν ὑπὲρ φιλοσοφίας λόγον βουληθῆναι ἄν φησιν ἀποδοῦναι Καλλικλεῖ, ὥσπερ ὁ Ἀμφίων τῷ Ζήθῳ τὸν ὑπὲρ μουσικῆς παρὰ τῷ Εὐριπίδῃ.

ἐξ ἀρχῆς. ἐξ ἀρχῆς, οὐ τοῦ διαλόγου φησί, τοῦ δὲ τελικοῦ αἰτίου τῶν ἠθικῶν ἀρχῶν. εἰ δὲ περὶ τοῦ τέλους μάλιστα προκειμένης τῆς ζητήσεως, περὶ τῆς ποιητικῆς αἰτίας καὶ τοῦ εἴδους ἐνδιέτριψεν, θαυμάζειν οὐ χρή. τὸ γὰρ ἀγαθόν, ὅπερ τὸ τέλος ἐστίν, ἄρρητον καθʼ αὑτό. διόπερ ἐνταῦθα μὲν διὰ τῆς ἀποφάσεως, ὧν δοκεῖ εἶναι, ὅτι οὐκ ἔστιν ἡδονή, δηλοῦται· ἐν Παρμενίδῃ δὲ τελεώτερον οὐ περὶ ἀγαθοῦ τινος ἀλλʼ ἁπλῶς περὶ τἀγαθοῦ ποιεῖται τὸν λόγον, ἐν Πολιτείᾳ δὲ διʼ ἀναλογίας τινός. νυνὶ δʼ ἐνταῦθα διὰ τῆς ἐπιστήμης καὶ τοῦ εἴδους, ὃ μόνως καὶ ἐξ ἀνάγκης παραγίνεται. τοιοῦτον δέ τινα τρόπον καὶ ἐν Φιλήβῳ· διὰ νοῦ γὰρ καὶ τῆς ἀληθοῦς ἡδονῆς. ποιητικὴν δέ φαμεν αἰτίαν τὴν ἐπιστήμην τῶν καλῶν καὶ ἀγαθῶν καὶ δικαίων, εἰδικὴν δὲ αὐτὰ ταῦτα, τελικὴν δὲ τἀγαθόν.

ἆρα τὸ ἡδὺ κτλ. τὸ ἀγαθὸν διὰ τῆς οἰκείας ἕκαστον ψυχή ἀρετῆς παραγίγνεται κόσμος καὶ τάξις πρᾶγμα ψυχή ἀρετή ἀγαθὴ σώφρων δικαία κοσμία κόσμον ἔχουσα ψυχή

οὐ ταὐτὸν κτλ. ἐντεῦθεν Σωκράτης ἑαυτῷ ἀποκρίνεται.

ἀλλὰ μὴν κτλ. τοῦτο ὅπερ ἐλέγομεν, ὡς ἄρρητον αὐτὸ τὸ ἀγαθόν, διὰ τοῦ προσπαραγενέσθαι τὴν ἀρετὴν δηλῶσαι βούλεται ᾗ καὶ μόνῃ καὶ ἐξ ἀνάγκης συνέπεται.

τάξει ἄρα κτλ. τῆς ἀρετῆς εἶδος τὴν τάξιν καὶ τὴν ὀρθότητά φησι· τὸ δὲ ποιητικὸν τὴν τέχνην ἥτις ἐφʼ ἑκάστῳ τέτακται πράγματι.

οὔτε διώκειν κτλ. οὔτε διώκειν τὰ κακὰ δηλονότι οὔτε φεύγειν τὰ ἀγαθά· ταῦτα γὰρ οὐ προσήκει αὐτῷ.

ἃ μὴ προσήκει. εἰ μὴ πρὸς ἀρετὴν καὶ εὐδαιμονίαν φέροιεν.

ὡς ἔχει ποδῶν. ἀντὶ τοῦ ὅσον δυνάμεθα ὀφείλομεν φυγεῖν τὰς κακὰς πράξεις. κατʼ ἀναλογίαν οὖν εἶπεν πόδας ὥσπερ πόδας Ἴδης τοῦ ὄρους φαμέν. κατὰ ζωὴν οὖν φεύγωμεν τὰ κακά, μὴ ποσίν, ἐπεὶ καὶ ὁ Πλωτῖνος ἀνάγεσθαι λέγει τὰς ψυχὰς οὐ ποδὶ ἀλλὰ ζωῇ.

ὁ σκοπός. σκοπὸς καὶ τέλος τῇ σχέσει μόνῃ διαφέρουσιν. σκοπὸς μὲν γάρ ἐστιν ἡ ἀρχή, τέλος δὲ σκοπὸς εἰς ἐνέργειαν ἀχθείς. ἢ σκοπὸς τέλος ἀνέκβατον, τέλος δὲ σκοπὸς ἐκβεβηκώς.

οἱ σοφοί. σοφοὺς ἐνταῦθα τοὺς Πυθαγορίους φησί, καὶ διαφερόντως τὸν Ἐμπεδοκλέα, φάσκοντα τὴν φιλίαν ἑνοῦν τὸν σφαῖρον, ἑνοποιὸν εἶναι. τοῦτο δὲ πρὸς τῇ μιᾷ ἐστι τῶν πάντων ἀρχῇ.

ἡ ἰσότης ἡ γεωμετρική.

τουτέστιν ἡ δικαιοσύνη. ταύτην δὲ τὴν γεωμετρικὴν ἀναλογίαν Διὸς κρίσιν ἐν Νόμοις ἐκάλεσεν, ὡς διʼ αὐτῆς τῶν πάντων κεκριμένων τε καὶ ὡρισμένων.

ἀριθμητικὴν ἀναλογίαν εἶναί φασιν, ὅταν τριῶν ἀριθμῶν ἀνίσων ὁ μέσως ὑπερέχῃ τε τῷ ἴσῳ καὶ ὑπερέχηται, οἷον βʹ δʹ ϛʹ, γεωμετρικὴν δὲ ὅταν τριῶν ἀριθμῶν ὄντων ἀνίσων, ὃν ἔχει λόγον ὁ πρῶτος πρὸς τὸν δεύτερον, τοῦτον καὶ ὁ δεύτερος πρὸς τὸν τρίτον, οἷον δʹ ϛʹ θʹ, ἁρμονικήν δὲ ὅταν τριῶν ἀριθμῶν ἀνίσων, εἰ ὡς ὁ μέγιστος πρὸς τὸν ἐλάχιστον, οὕτως ἔχει καὶ ἡ τῶν μειζόνων διαφορὰ πρὸς τὴν τῶν ἐλαττόνων, οἷον βʹ γʹ ϛʹ. βʹ δʹ ϛʹ ὑπεροχὴ βʹ ὑπεροχὴ βʹ ἀριθμητική δʹ ϛʹ θʹ λόγος ἡμιόλιος λόγος ἡμιόλιος γεωμετρική βʹ γʹ ϛʹ ὑπεροχὴ αʹ ὑπεροχὴ γʹ ὑπεροχὴ βʹ ἁρμονική τριπλάσιος

ἐπὶ κόρρης. ἐπὶ κεφαλῆς ἢ γνάθου ἢ κροτάφου. κόρρην γὰρ καὶ κόρσην ὅλην κεφαλὴν σὺν τῷ αὐχένι λέγουσιν. τινὲς δὲ καὶ ῥάπισμά φασι τὸ ἐπὶ τῆς γνάθου λαμβάνειν ἁπτόμενον καὶ τοῦ κροτάφου.

τέμνεσθαι. ἀντὶ τοῦ ζημιοῦσθαι.

ἐμέ. τὸν ἐκ ψυχῆς καὶ σώματος Σωκράτη, οὐ τὸν κατὰ τὴν ψυχὴν μόνην. οὐ γὰρ θεμιτόν, φησιν αὐτός, ἄμεινον ὑπὸ χείρονος βλάπτεσθαι.

ἀγροικότερον. διὰ τὴν μεταφορὰν τοῦ σιδηροῖς καὶ ἀδαμαντίνοις λόγοις.

ὅτι μέντοι κτλ. προσυπακουστέον τὸ τοῦτο ἀκριβῶς οἶδα.

εἰ οἷόν τε. ἐπειδὴ μεῖζον μεγίστου οὐκ ἔστι, διὰ τοῦτο τὸ εἰ οἷόν τε πρόσκειται.

ταύτην. τὴν τῆς ψυχῆς.

δευτέραν. τὴν τοῦ σώματος.

τρίτην. τὴν ἐκτός.

καὶ τἆλλα. περὶ τῶν νομιζομένων ἀγαθῶν τοῦτο λέγει, οἷς καὶ τάξιν τινὰ ἐν Νόμοις ἐπέθηκεν, εἰπὼν ὑγίειαν, κάλλος, ἰσχύν, πλοῦτον.

ὁ ὅμοιος τῷ ὁμοίῳ. παροιμία ὡς ἀεὶ τὸν ὁμοῖον ἄγει θεὸς ὡς τὸν ὁμοῖον ἐπὶ τῶν τοὺς τρόπους παραπλησίων καὶ ἀλλήλοις ἀεὶ συνδιαγόντων, ἐξ Ὁμήρου λαβοῦσα τὴν ἀρχήν. ἐμνήσθη ταύτης καὶ ἐν τῷ Συμποσίῳ «ὁ γὰρ παλαιὸς λόγος εὖ ἔχει· ὅμοιον ὁμοίῳ δεῖ πελάζειν», καὶ ἐν τῷ Λύσιδι καὶ Μένανδρος Σικυωνίῳ.

σκυτοτόμον. σκυτοτόμον σκυτέα ἢ λωροτόμον.

σκυτοδεψόν. δερματομαλάκτην ἢ βυρσοδεψῆ.