eul_wid: uqe-be
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Old Scholia on Plato: Clitophon by Plato Commentary

The god from the machine of tragedy has the longest note on the Clitophon, with the proverb drawn from it for sudden rescue and its use by Menander. The other notes explain the senses of the word for philosophical discussions and gloss a handful of words from Clitophon's complaint.

Part of Old Scholia on Plato

ΕΙΣ ΤΟΝ ΚΛΕΙΤΟΦΩΝΤΑ

διατριβάς. τὰς φιλοσόφους διαλέξεις σημαίνει, καὶ τὸν τόπον ἐν ᾧ εἰσι, καὶ τὴν περί τι χρόνιον διάθεσιν.

ἐπὶ μηχανῆς τραγικῆς.

ἐν ταῖς τραγῳδίαις, μετʼ ἄλλας ἐπιδείξεις πολλάς, ἐπιφάνειαί τινες ἐπὶ τέλει ἐκ μηχανῆς τινὸς θεῶν ἀναδείκνυνται. τοῦτο γοῦν ἐνταῦθά φησιν.

παροιμία ἀπὸ μηχανῆς θεὸς ἐπεφάνης ἐπὶ τῶν ἀπροσδοκήτως ἐπʼ ὠφελείᾳ ἢ σωτηρίᾳ φαινομένων. ἐν γὰρ ταῖς τραγῳδίαις ἐξ ἀφανοῦς θεοὶ ἐπὶ τῆς σκηνῆς ἐφαίνοντο. Μένανδρος Θεοφορουμένῃ καὶ Κεκρυφάλῳ.

αἱρεῖ. καταλαμβάνει.

ὀφθαλμοῖς χρῆσθαι

μὴ ζῆν κρεῖττον

πρός σε περὶ αὐτῶν κτλ.

κομψότατα. πιθανώτατα ἢ τεχνικώτατα ἢ σπουδαιότατα.

λιπαρῶν. παρακαλῶν, προσεδρεύων.