eul_wid: uqe-at
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Old Scholia on Plato: Charmides by Plato Commentary

Arithmetic has a substantial note in the Charmides set, which separates practical calculation from the theory of number and names Archimedes' cattle problem. Earlier notes place Potidaea, a Corinthian foundation in Thrace, give a long article on antikry from Homer, Thucydides and Demosthenes, explain the proverb of the white line on white stone and draw out the Delphic maxim 'give a pledge and ruin is near'; 'the third to the Saviour' comes near the end.

Part of Old Scholia on Plato

ΕΙΣ ΤΟΝ ΧΑΡΜΙΔΗΝ

Ποτειδαίας. Ποτιδαία πόλις Θρᾴκης ἐν Μακεδονίᾳ, κτίσμα Κορινθίων.

καταντικρύ. ἀντικρὺ παρὰ μὲν Ὁμήρῳ ἐστὶ τὸ κατʼ εὐθὺ καὶ ἐξ ἐναντίας— ἀντικρὺ δὲ παραὶ λαπάρην διάμησε χιτῶνα ἔγχος καὶ παρὰ Θουκυδίδῃ ἐν τῇ δευτέρᾳ ὁμοίως· «οἰόμενοι πύλας τὰς θύρας τοῦ οἰκήματος εἶναι, καὶ ἀντικρὺ διέξοδον εἰς τὸ ἔξω.» παρὰ Δημοσθένει δὲ ἐν τῷ κατὰ Ἀριστοκράτους ἀντὶ τοῦ φανερῶς· «γράψας, ὥσπερ νῦν ἐγὼ τοῖς ῥήμασιν, οὕτως ἀντικρύ.» καὶ Θουκυδίδης ἐν τῇ ὀγδόῃ «σωφροσύνην λαβοῦσαι πόλεις καὶ ἄδειαν τῶν πραττομένων ἐχώρησαν ἐπὶ τὴν ἀντικρὺ ἐλευθερίαν,» τὴν φανερὰν λέγων. σημαίνει δὲ καὶ τὸ ταχέως καὶ ὁλοσχερῶς. Ὅμηρος— Ἕκτωρ Αἴαντος δόρυ μείλινον ἄγχι παραστὰς πλῆξʼ ἄορι μεγάλῳ, αἰχμὴν παρὰ καυλὸν ὄπισθεν, ἀντικρὺ δʼ ἀπάραξε. καὶ τὸ ἐκ τοῦ ἐναντίου— ἀντικρὺ δʼ ἁπαλοῖο διʼ αὐχένος ἤλυθʼ ἀκωκή.

ἄρτι. ἄρτι· τοῦτο σημαίνει τὸ παρὸν καὶ ὑπόγυον καὶ τὸ παραυτίκα μέλλον γίγνεσθαι.

ἐπιεικῶς. ἐπιεικῶς· ἱκανῶς, ἐπίπαν, φιλικῶς παρὰ Πλάτωνι καὶ ἐπιεικὴς ὁ μέτριος. εὐγνωμόνως καὶ ἐπιμελῶς· ἔσθʼ ὅτε καὶ ἀντὶ τοῦ συνεχῶς.

ἅδην. ἅδην· εἰς κόρον, ἱκανῶς, δαψιλῶς, ἀρκούντως.

λευκὴ στάθμη. παροιμία λευκὴ στάθμη, ἐπὶ τῶν ἄδηλα ἀδήλοις σημειουμένων, κἀν τούτῳ μηδὲν συνιέντων. ἡ γὰρ ἐν τοῖς λευκοῖς λίθοις στάθμη λευκὴ οὐ δύναται δεικνύναι, διὰ τὸ μὴ παραλλάττειν καθάπερ ἡ διὰ τῆς μίλτου γιγνομένη, ὡς Σοφοκλῆς Κηδαλίωνι— τοῖς μὲν λόγοις τοῖς σοῖσιν οὐ τεκμαίρομαι, οὐ μᾶλλον ἢ λευκῷ λίθῳ λευκὴ στάθμη. ἔστι δὲ στάθμη σπάρτος τεκτονική. κατʼ ἔλλειψιν δὲ εἴρηται ἡ παροιμία· διὸ καὶ ἀσαφὴς ἐγένετο. τὸ δὲ ὅλον ἐστὶ τοιοῦτον· ἐν λευκῷ λίθῳ λευκὴ στάθμη.

ἐν ἐμαυτοῦ. γρ. ἐν ἑαυτῷ.

ἀμελοῖεν.

ὀμώμοκα. γρ. καὶ ὀμώμοκα.

Ἕρμαιον. ἕρμαιον· τὸ κέρδος τὸ ἀπροσδόκητον, ἀπὸ τῶν ἐν ταῖς ὁδοῖς τιθεμένων ἀπαρχῶν, ἃς οἱ ὁδοιπόροι κατεσθίουσιν.

στλεγγίδα. στλεγγὶς ξύστρα· τὸ πάλαι δὲ ἡ τοῦ καλάμου κόμη παρὰ Λάκωσιν, ᾗ ἀπεμάσσοντο. στλεγγίσματα δὲ τὰ περιξύσματα. κυρίως δὲ καλάμιναι ξύστραι. ὁ δὲ Θυατειρηνὸς στλεγγίδα μὲν τὴν ξύστραν, στλαγγίδα δὲ τὸ χρυσοῦν στεφάνιον.

ἐπʼ οἰκήματος. ἐπὶ τοῦ δεσμωτηρίου, ὡς Λυσίας, ἢ ἐπὶ πορνείου, ὡς Ἀττικοί.

ἐγγύη, πάρα δʼ ἄτη. παροιμία ἐγγύα, πάρα δʼ ἄτα, ἐπὶ τῶν ῥᾳδίως ἐγγυωμένων καὶ κακῶς ἀπαλλαττόντων. λέγουσι δὲ αὐτὴν ἐν Δελφοῖς ἀναγεγράφθαι. οἱ δὲ εἶπον οὐχ οὕτως ἔχειν, ἀλλὰ μόνον ἐγγύη ἄτη· καὶ παρέχονται μάρτυρα τούτου Κρατῖνον τὸν νεώτερον λέγοντα— εἰς ἐγγύας τρεῖς εἰσπεσὼν ἀνῃρέθην. —οὔπω τότʼ ἐν Δελφοῖσιν ἦν τὰ γράμματα τὴν ἐγγύην ἄτην λέγοντʼ; —ἦν, ἀλλʼ ἐγὼ φιλέταιρον εἶχον ἦθος. ὅτι δέ ἐστιν ἡ ἐν Δελφοῖς «ἐγγύα, πάρα δʼ ἄτα» δῆλον ποιεῖ Πλάτων Χαρμίδῃ, λέγων «ὃ δή μοι δοκοῦσι παθεῖν καὶ οἱ τὰ ὕστερα γράμματα ἀναθέντες, τό τε μηδὲν ἄγαν καὶ τὸ ἐγγύα, πάρα δʼ ἄτα».

λογιστικῆς. λογιστική ἐστι θεωρία τῶν ἀριθμητῶν, οὐχὶ δὲ τῶν ἀριθμῶν μεταχειριστική, οὐ τὸν ὄντως ἀριθμὸν λαμβάνουσα, ὑποτιθεμένη τὸ μὲν ἓν ὡς μονάδα, τὸ δὲ ἀριθμητὸν ὡς ἀριθμόν, οἷον τὰ τρία τριάδα εἶναι καὶ τὰ δέκα δεκάδα· ἐφʼ ὧν ἐπάγει τὰ κατὰ ἀριθμητικὴν θεωρήματα. θεωρεῖ οὖν τοῦτο μὲν τὸ κληθὲν ὑπʼ Ἀρχιμήδους βοϊκὸν πρόβλημα, τοῦτο δὲ μηλίτας καὶ φιαλίτας ἀριθμούς, τοὺς μὲν ἐπὶ φιαλῶν, τοὺς δʼ ἐπὶ ποίμνης· καὶ ἐπʼ ἄλλων δὲ γενῶν τὰ πλήθη τῶν αἰσθητῶν σωμάτων σκοποῦσα, ὡς περὶ τελείων ἀποφαίνεται. ὕλη δὲ αὐτῆς πάντα τὰ ἀριθμητά· μέρη δὲ αὐτῆς αἱ Ἑλληνικαὶ καὶ Αἰγυπτιακαὶ καλούμεναι μέθοδοι ἐν πολυπλασιασμοῖς καὶ μερισμοῖς, καὶ αἱ τῶν μορίων συγκεφαλαιώσεις καὶ διαιρέσεις, αἷς ἰχνεύει τὰ κατὰ τὴν ὕλην ἐφοδευόμενα τῶν προβλημάτων τῇ περὶ τοὺς τριγώνους καὶ πολυγώνους πραγματείᾳ. τέλος δὲ αὐτῆς τὸ κοινωνικὸν ἐν βίῳ καὶ χρήσιμον ἐν συμβολαίοις, εἰ καὶ δοκεῖ περὶ τῶν αἰσθητῶν ὡς τελείων ἀποφαίνεσθαι.

γεωμετρικῆς. γεωμετρία ἐστὶν ἐπιστήμη θεωρητικὴ μεγεθῶν καὶ σχημάτων, καὶ τῶν περιοριζουσῶν καὶ περατουσῶν ταῦτα ἐπιφανειῶν καὶ γραμμῶν, τῶν τε ἐν τούτοις παθῶν καὶ σχέσεων, καὶ ἐνεργειῶν ἐν μορφαῖς, καὶ κινήσεων ἐν ποιότησιν. πάθη μὲν οὖν λέγεται τὰ περὶ τὰς διαιρέσεις, σχέσεις δὲ οἱ τῶν μεγεθῶν πρὸς ἄλληλα λόγοι καὶ θέσεις καὶ καθʼ αὑτὰ ἐπιβάλλουσιν ἡμῖν αὐτοῖς καὶ πρὸς ἄλληλα συγκρίνουσιν.

τὸ τρίτον τῷ σωτῆρι. παροιμία τρίτον τῷ σωτῆρι, ἐπὶ τῶν τελείως τι πραττόντων. τὰς γὰρ τρίτας σπονδὰς καὶ τὸν τρίτον κρατῆρα ἐκίρνων τῷ Διὶ τῷ σωτῆρι. τέλειος γὰρ ὁ τρία ἀριθμός, ἐπειδὴ καὶ ἀρχὴν καὶ μέσον καὶ τέλος ἔχει, καὶ πρῶτος οὗτος τῶν ἀριθμῶν ἀρτιοπέριττος. τέλειος δὲ καὶ ὁ Ζεύς, ὥστε κατὰ λόγον τρίτον τῷ Διὶ σπένδεταί τε καὶ ὁ κρατὴρ τρίτος τίθεται. Σοφοκλῆς Ναυπλίῳ— καὶ Διὸς σωτηρίου σπονδὴ τρίτου κρατῆρος, καὶ Πλάτων Πολιτείᾳ καὶ ἐνταῦθα.

ἁμῶς γέ πως. τοῦτο ἐν ἴσῳ καθʼ ὁντινοῦν τρόπον. ἔνιοι τὸ μετρίως. παρὰ Πλάτωνι τὸ ἐκ παντὸς τρόπου.

ὅσαι ἡμέραι. διὰ παντός, πάντοτε, καθʼ ἡμέραν.