eul_wid: uqe-ad
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Old Scholia on Plato: Apology of Socrates by Plato Commentary

Court procedure dominates the notes on Plato's Apology of Socrates. They define a case lost by default, the sworn statements of accuser and accused, and the counter-charge, and explain Socrates' oath 'by the dog' as an oath of Rhadamanthys, citing Cratinus' Cheirones. A longer entry on the address ō tan weighs its Attic accent and rejects Didymus' account of its origin.

Part of Old Scholia on Plato

ΕΙΣ ΤΗΝ ΣΩΚΡΑΤΟΥΣ ΑΠΟΛΟΓΙΑΝ

χρῆν. ἔδει.

ἵνα. ὅπου.

ἐρήμην κατηγοροῦντες. ἐρήμη δίκη ἐστὶν ὅταν μὴ ἀπαντήσας ὁ διωκόμενος ἐπὶ τὴν κρίσιν καταδιαιτηθῇ.

ἀντωμοσίαν.

ἀντωμοσία ἐπὶ δίκῃ λέγεται, διὰ τὸ ὀμνύναι ἑκατέρους, τὸν μὲν ἐγκαλοῦντα ὅτι ἠδίκηται, τὸν δὲ ἐγκαλούμενον μὴ ἠδικηκέναι. οἱ δὲ ἀντωμοσίαν τὴν ἐπὶ πράγμασιν ἀμαρτύροις καὶ ἀνέγγραφον εἰς ὅρκον περιισταμένην δίκην, ἐφʼ οἷς οἱ κριταὶ δοξάζουσιν. ἔνιοι ὅταν ἐπὶ δημοσίῳ ἀγῶνι σκηπτομένου τινὸς κάμνειν ὁ ἀντίδικος ἀντομνύηται, φάσκων προσποιεῖσθαι αὐτόν, καὶ περὶ τούτου διαλαμβάνωσιν οἱ δικασταί. ὁ τοῦ κατηγορουμένου ὅρκος ἐπὶ τῷ τἀληθῆ ἀπολογήσασθαι, ὥσπερ τοῦ κατηγοροῦντος πρότερον διωμοσία, ἐπὶ τῷ τἀληθῆ κατηγορήσειν.

προῖκα. κατὰ δωρεάν, ἄνευ μισθοῦ.

ἦ δʼ ὅς ... ἦν δʼ ἐγώ. ἔφη δὲ οὗτος ... ἔφην δὲ ἐγώ.

ᾖα. ἐπορευόμην.

νὴ τὸν κύνα. Ῥαδαμάνθυος ὅρκος οὗτος ὁ κατὰ χηνὸς ἢ κυνὸς ἢ πλατάνου ἢ κριοῦ ἤ τινος ἄλλου τοιούτου. οἷς ἦν μέγιστος ὅρκος ἅπαντι λόγῳ κύων, ἔπειτα χήν, θεοὺς δʼ ἐσίγων. Κρατῖνος Χείρωσι. τοιοῦτοι δὲ καὶ οἱ Σωκράτους ὅρκοι.

ἦ μήν. ὄντως δή.

ἐπʼ αὐτοφώρῳ. ἐπαυτόπτῳ, ἐπʼ ὄψει.

χαριεντίζεται. εὐτραπελεύεται, σκώπτει.

ὦ τάν.

ὦ οὗτος, ὦ τάλαν, καὶ ὦ μέλε. ταῦτα παρὰ τοῖς νεωτέροις ὑπὸ μόνων λέγεται γυναικῶν, παρὰ δὲ τοῖς παλαιοῖς καὶ ὑπʼ ἀνδρῶν. πολλάκις δὲ καὶ ἐπὶ πλήθους φασὶ τὸ ὦ τάν, ὡς παρὰ Κτησιφῶντι. οἱ γὰρ Ἀττικοὶ τὴν πρώτην συλλαβὴν περισπῶσιν, τὴν δὲ δευτέραν βραχύνουσιν. καὶ βέλτιον· ἀδύνατον γὰρ εὑρεθῆναι μίαν λέξιν δύο ἔχουσαν περισπωμένας. Δίδυμος δὲ τὸ πλῆρες εἶναί φησιν ὦ ἔταν, ἀγνοῶν ὡς ἀπὸ τοῦ ἔτης ἡ κλητική ἐστιν ἔτα, καὶ Δωρικῶς ἔταν. ὦ οὗτος.

οἷ. ὅπου.

ἐν τῇ ἀντιγραφῇ. ἀντιγραφή ἐστιν ὅταν ὁ φεύγων καὶ αὐτὸς γράφηται τὸν διώκοντα, ὡς ἐπὶ τῶν λαγχανόντων τὴν μὴ οὖσαν δίκην καὶ τῶν παραγραφομένων· καὶ οὗτοι γὰρ τρόπον τινὰ κατηγοροῦσιν.

ἄττα. τινά.

πολλοῦ δέω. πόρρω λίαν εἰμί.

ἄλλως. μάλιστα.

κατέδαρθεν. κατεκοιμήθη.