eul_wid: soi-bo
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Summary to Eustathius the Son: Book VI by Oribasius of Pergamon

Fevers and their signs make up the sixth book. It opens with the krisima sēmeia, when they ought to appear and how the best krisis is recognised or foretold, and with prognosis from the urine, then treats the kinds of fever, among them the semitertian, a mixture of tertian and quotidian. Fainting follows, and the book ends with nosebleeds that come only in drops, where the writer quoted pricked the vessels inside the nostrils to draw more blood.

Part of Summary to Eustathius the Son

Ὅτι τὰ κρίσιμα σημεῖα ἐν ἀρχῇ φαινόμενα μοχθηρά.

Πέψεως μὲν οὐκ ἔστιν ὅτε κακῶς ἐπιφαίνεται σημεῖα, τὰ κρίσιμα δʼ ἔστιν ὅτε κακῶς· οὔτε γὰρ ἐν ταῖς ἀρχαῖς οὔτε ἐν ταῖς ἀναβάσεσιν, ἀλλʼ ἐν ταῖς ἀκμαῖς αὐτὰ φαίνεσθαι χρή.

Πῶς ἐνεστῶσαν ἀρίστην κρίσιν διαγινώσκειν χρή.

Εἰ μὲν ὅ τε πυρετὸς λύοιτο κρινομένῳ τῷ κάμνοντι καὶ τῶν ἄλλων ἀπαλλάττοιτο συμπτωμάτων εὐχρούστερός τε γίνοιτο πρὸς λόγον τῆς κενώσεως εὐσφυκτότερός τε καὶ ἰσχυρότερος ἐν ταῖς ἐπαναστάσεσιν, αὕτη μὲν ἡ ἀρίστη κρίσις ἐστίν· εἰ δέ τι τούτων ἐλλείποι, τοσοῦτον ἀποδεῖ τῆς ἀρίστης ἡλίκη τοῦ λείποντος ἡ δύναμις.

Πῶς ἐσομένην κρίσιν προγινώσκειν χρή.

Εἰ μὲν ἐπιτείνοιντο καὶ προλαμβάνοιεν οἱ παροξυσμοὶ καὶ σφοδρότεροι γίνοιντο πολλῷ καὶ διὰ τρίτης ἀπαντῷεν, ἐν τάχει τὸ νόσημα κριθήσεσθαι δηλοῦσιν· εἰ δʼ ἀργῶς κινοῖντο καὶ τὴν αὐτὴν ὥραν εἰσβάλλοιεν, ἐφʼ ἑκάστης τε γίνοιντο ἡμέρας, μετὰ πλείονα χρόνον ἔσεσθαι σημαίνουσι τὴν κρίσιν. καὶ τῶν ἐπὶ ῥίγεσι σφοδροῖς πυρεττόντων οὐχ οἷόν τε λύσιν γενέσθαι πρὸ τοῦ πραϋνθῆναι τὸ ῥῖγος· τούτου γὰρ μηδὲν ἐνδιδόντος ἀδύνατόν ἐστιν ἤδη τὴν ἀκμὴν ἀπειληφέναι τὸ νόσημα, καὶ δῆλον ὅτι πολὺ μᾶλλον οὐδὲ τὴν παρακμὴν ἐλπίζειν χρή.

Περὶ τῆς ἀπὸ τῶν οὔρων σημειώσεως.

Οὖρον ἄριστόν ἐστι τὸ τοῖς τῶν ὑγιαινόντων ὁμοιότατον· τοιοῦτον δʼ ἐστὶ τὸ ὑπόπυρρόν τε ἅμα καὶ ὑπόξανθον. εὐθὺς δὲ τοῦτο καὶ πάχους συμμέτρως ἔχει· οὔσης γὰρ τριττῆς διαφορᾶς τῶν θολερῶν οὔρων — ἢ γὰρ οὐρηθέντα τοιαῦτα καθίσταται μετʼ ὀλίγον, ἢ μένει παραπλήσια μέχρι παντός, ἢ καθαρὰ μὲν ἐκκρίνεται, μετὰ ταῦτα δʼ ἀναθολοῦται —, μοχθηρὸν μὲν τὸ τρίτον εἰρημένον, ἐπιεικὲς δὲ τὸ πρῶτον, ἐν μέσῳ δʼ ἀμφοῖν ἐστι τὸ δεύτερον. τὸ δʼ ἐσχάτως ἄπεπτον, ὅπερ ἐστὶ τὸ ὑδατῶδες ἀκριβῶς, οἷον ἀπεγνωσμένης πέψεως σύμπτωμα τοῦ φλεβώδους γένους ὑπάρχει· ὅταν δὲ καὶ ταχέως διεξέρχηται, ὁ καλούμενος διαβήτης γίνεται. ἀλλὰ τοῦτο μὲν ἀπέπτων οὔρων τὸ χείριστόν ἐστιν, ἐφεξῆς δʼ αὐτῷ τὸ λευκὸν οὕτως καὶ λεπτὸν οἷόνπερ τὸ ὕδωρ· τούτῳ δʼ ἐγγύς ἐστιν ἕτερον οὖρον ἐν πολλαῖς νόσοις φαινόμενον ὡς οἴνου δοκεῖν ἱκανῶς λεπτοῦ καὶ λευκοῦ ἔχειν τὴν χρόαν· τὸ δʼ ὕπωχρον ἐφεξῆς ἐστι τούτῳ, τὸ δʼ ὠχρόν, εἴη μὲν ἂν ἤδη τοῦτο καὶ ὑπόπυρρον, πέπεπται δʼ ἤδη τῆς χρόας ἕνεκα· χρὴ δʼ αὐτὸ καὶ τῷ πάχει τοσοῦτον ἀποκεχωρηκέναι τοῦ ὑδατώδους, εἰ μέλλοι πεπέφθαι καλῶς, ὅσον καὶ τῷ χρώματι. εἰ δὲ τὴν κατὰ φύσιν χρόαν ἀκριβῶς φυλάττον ὑπόστασιν λευκὴν καὶ λείαν καὶ ὁμαλὴν καὶ πολλὴν ποιοῖτο, πέψεως μὲν ἂν εἴη ἀκριβοῦς γνωρίσματα, πλείονα δὲ τὸν ὠμὸν χυμὸν ἐκκαθαίρεσθαι δηλοῖ. κἂν παχύτερον δʼ ᾖ μετρίως καὶ ἔχῃ τινὰ ὑπόστασιν, οὐ πάντως ἤδη πέπεπται· εἰ γὰρ ἤτοι κριμνώδεις ἢ πεταλώδεις ἢ πιτυρώδεις ἢ μελαίνας ἢ πελιδνὰς ἢ χλωρὰς ἢ δυσώδεις ὑποστάσεις ἔχοι, πρὸς τῷ πᾶν τὸ τοιοῦτον ἄπεπτον εἶναι καὶ ἄλλως ὀλέθριον ὑπάρχει. τὰ δʼ εὔχροά τε ἅμα καὶ ἤτοι τὰς ὑποστάσεις λευκὰς καὶ λείας καὶ ὁμαλὰς ἢ νεφέλας τινὰς ὁμοίας ἢ ἐναιωρήματα ποιούμενα πάντων ἐστὶν οὔρων τὰ χρηστότατα, καὶ μάλιστα μὲν ὧν ἡ ὑπόστασις εἴη τοιαύτη, δεύτερα δʼ ὧν ἂν ἐναιώρημα, τρίτα δʼ ὧν αἱ νεφέλαι. καὶ ἁπλῶς τὰ τοῖς οὔροις ἐμφερόμενα χρηστῶς ὅσῳπερ ἂν ὑφίζῃ κάτω, τοσούτῳ βελτίω γίνεται.

Περὶ πτυσμάτων.

Ὅσα μὲν ὑπόξανθά τέ ἐστι καὶ ὑπόπυρρα καὶ ὕπωχρα καὶ ὕπαφρα καὶ λεπτά, μόνης ἀπεψίας ὑπάρχει γνωρίσματα, κακὸν δʼ οὐδὲν ἐπίσημον ἐνδείκνυται· τὰ δʼ ἀκράτως ξανθὰ καὶ πυρρὰ καὶ ἀφρώδη καὶ χλωρὰ καὶ γλίσχρα καὶ στρογγύλα, καὶ τούτων ἔτι μᾶλλον τὰ μέλανα μοχθηρά· πλὴν γὰρ τοῦ αἵματος ὅστις ἂν τῶν ἄλλων χυμῶν ἄκρατος ᾖ, μοχθηρὰν ἐνδείκνυται τὴν διάθεσιν, ἐπὶ θερμότητι φλογώδει τὴν γένεσιν ἔχων. τὰ μὲν οὖν αἱματώδη τε καὶ φλεγματώδη πτύσματα μέτρια· τὰ δὲ τῆς ξανθῆς ἢ μελαίνης χολῆς χαλεπά. προσεπισκέπτεσθαι δὲ δεῖ καὶ τὸν τῆς ἀναγωγῆς αὐτῶν πρῶτον τρόπον· εἰ γὰρ εὐπετῶς ἀναπτύοιτο, πρόδηλον ὡς τὰ τοιαῦτα μέν ἐστιν ἀγαθά, τὰ δʼ ἐναντία μοχθηρά. τελέας μὲν οὖν ἐστι πέψεως γνώρισμα τὸ πτύελον ὅταν ᾖ λεῖόν τε καὶ λευκὸν καὶ ὁμαλὲς καὶ τῇ συστάσει μήτε ὑγρὸν μήτε ὑπέρπαχυ, παντελοῦς δʼ ἀπεψίας τὸ μηδʼ ὅλως ἀναπτυόμενον. εἰ δὲ πτύοιτο μέν, ἀλλὰ λεπτὸν ἔτι, πέψεως ἀμυδρᾶς ἐστι σημεῖον· εἰ δʼ ἀκράτως εἴη πυρρὸν ἢ ξανθόν, οὐκ ἀγαθόν· εἰ δὲ πελιδνὸν καὶ ἰῶδες ἢ μέλαν, ὀλεθριώτατον.

Περὶ ἐφημέρων πυρετῶν.

Τῶν ἐφημέρων πυρετῶν ἴδιον καὶ ἀχώριστον σημεῖόν ἐστιν ἡ τῶν οὔρων πέψις ἐν τῇ πρώτῃ τῶν ἡμερῶν. καὶ τὸ τῆς θερμασίας δʼ ἡδὺ τῶν τοιούτων πυρετῶν ἴδιον καὶ ἀχώριστόν ἐστιν. μετὰ δὲ τὴν πρώτην λύσιν τοῦ πυρετοῦ πιστοτέραν ἕξεις τὴν διάγνωσιν· ἥ τε γὰρ τῶν ἀρτηριῶν κίνησις ἐν τῷδε καθάπαξ ὁμοιοῦται τῇ τῶν ὑγιαινόντων, οὐδενὸς τῶν ἄλλων πυρετῶν εἰς τὸ κατὰ φύσιν ἐπανιόντος. καὶ ἡ τοῦ κάμνοντος δʼ εὐφορία μέγιστον καὶ αὐτὴ σημεῖόν ἐστιν. εὐάλωτοι τοῖς τοιούτοις πυρετοῖς εἰσιν ἐφʼ ὧν αἱ ἀπόρροιαι τοῦ σώματός εἰσιν οὐκ ἀτμώδεις, ἀλλὰ καὶ δριμύ τι καὶ οἷον καπνῶδες ἔχουσιν· οὗτοι δʼ εἰσὶ θερμοὶ καὶ ξηροὶ τὴν κρᾶσιν καὶ ὅλως πικρόχολοι. τοὺς μὲν οὖν ἐπὶ κόπῳ πυρέξαντας λιπαρῶς τε ἅμα καὶ μαλακῶς ἀνατρίβειν καὶ λούειν, τοὺς δʼ ἐπὶ ξηρότητι τρίβειν μὲν ἔλαττον τούτων, λούειν δὲ πλέον· τοὺς δʼ ἐπὶ φροντίσι καὶ λύπαις καὶ ἀγρυπνίαις καὶ θυμοῖς λούειν μὲν μὴ πολλάκις, ἐλαίῳ δὲ πολλῷ χλιαρῷ ἥκιστα μετέχοντι στύψεως ἀνατρίβειν βραχέα καὶ λούειν ὡς ἔθος· τοὺς δʼ ἐπʼ ἐγκαύσεσιν εὐθέως μὲν ἐξ ἀρχῆς χρὴ τοῖς ψύχουσιν ἐξιᾶσθαι καὶ λουτροῖς πλείοσιν, ἥκιστα δʼ ἐλαίῳ δαψιλεῖ καὶ τρίψει· τὰ δὲ ψύχοντα ῥόδινον ἔστω καὶ ἔλαιον ὀμφάκινον χωρὶς ἁλῶν ἐσκευασμένον· ψύχοντα δʼ αὐτὰ σφοδρῶς καταχεῖν δεῖ κατὰ τοῦ βρέγματος καὶ λούειν παρακμάσαντος τοῦ πυρετοῦ. εἰ δέ τις ψυχθεὶς πυρέξειε, καὶ τοῦτον λούειν ἐν ταῖς παρακμαῖς· εἰ δʼ ἅμα κατάρρῳ πυρέττοιεν, πρὶν πεφθῆναι λούειν οὐ χρή· τοὺς δʼ ἐπʼ ἐγκαύσει καὶ τούτων παρόντων λουστέον· τοὺς δʼ ἐπὶ ψύξει τοῖς θερμαίνουσι μετρίως διαβρέχειν τὴν κεφαλήν, οἷόν ἐστι τό τε ἴρινον καὶ τὸ νάρδινον. ἐφʼ ὧν δʼ ἡ στέγνωσις πυρετὸν ἐργάζεται, τούτοις ἁρμόττει λουτρὰ γλυκέων ὑδάτων εὐκράτων καὶ τρῖψις ἀραιωτικὴ καὶ γυμνάσια καὶ δίαιτα γλυκύχυμος. εἰ δὲ καὶ διʼ ἀσιτίαν γένοιτο πυρετός, τοῦ πρώτου παροξυσμοῦ παρακμάσαντος εἰσάγειν εἰς τὸ βαλανεῖον αὐτοὺς καὶ χλιαρὸν ἔλαιον πλεῖστον καταχεῖν, ἀνατρίβειν δὲ πρᾳότατα καὶ τὸ πλεῖστον τοῦ χρόνου ἐν τῇ θερμῇ δεξαμενῇ διατρίβειν· ἐξελθόντα δὲ καὶ ἀναλαβόντα τὴν δύναμιν εἰσάγειν εἰς τὸ λουτρόν, καὶ μετὰ ταῦτα πιόντα θερμὸν ὕδωρ διδόναι πτισάνης χυλόν, ἐνίοτε δὲ καὶ θριδακίνης καὶ τῶν ἁπαλοσάρκων ἰχθύων ἐν λευκῷ ζωμῷ. κοινὸν δὲ πάντων εἶδος ἔστω τῆς διαίτης εὔχυμον, εὔπεπτον, οὐδαμόθεν κατὰ τοὺς πόρους ἰσχόμενον· οἶνον δὲ διδόναι τὸν ὑδατώδη καὶ ὄψει καὶ δυνάμει. δεῖ δὲ κατὰ τὴν πρώτην εἰσβολὴν ἐνίοτε τοῦ πρώτου παροξυσμοῦ τούτων τινὰς τρέφειν, ἐφʼ ὧν ἡ δυσκρασία τοῦ σώματος ἐπὶ τὸ θερμὸν καὶ ξηρὸν ἐκτρεπομένη πυρετοὺς ἀπάπτει. οἱ δʼ ἐπὶ βουβῶσι πυρέξαντες οὐδὲ πυνθάνονται τῶν ἰατρῶν ὅ τι χρὴ ποιεῖν, ἀλλὰ τοῦ ἕλκους, ἐφʼ ᾧπερ, ἂν ὁ βουβὼν γένηται, προνοησάμενοι λούονται κατὰ τὴν παρακμὴν τοῦ γενομένου παροξυσμοῦ. εἴργειν δʼ αὐτοὺς οἴνου προσήκει πρὶν τοὺς βουβῶνας λυθῆναι, καὶ λεπτότερον διαιτᾶν.

Γαληνοῦ τῶν ἐπὶ σηπεδόνι πυρετῶν διάγνωσις.

Τῶν ἐπὶ σήψει πυρετῶν διάγνωσις τὸ μηδὲν τῶν προκαταρκτικῶν αἰτίων ἡγήσασθαι. καὶ τὸ ἀπὸ ῥίγους δʼ ἄρξασθαι τὸν πυρετόν, οὔτε ἐγκαύσεως οὔτε ἐμψύξεως ἰσχυρᾶς προηγησαμένης, ἴδιόν ἐστι καὶ αὐτὸ τῶν ἐπὶ σηπεδόνι πυρετῶν, ὥσπερ καὶ τὸ τῆς θλίψεως τῶν σφυγμῶν — οὕτως δʼ ὀνομάζουσιν, ὅταν ἀρχομένου τοῦ παροξυσμοῦ μικροὺς ἱκανῶς ἔχωσι καὶ ἀνωμάλους αὐτούς· ἴδιον γάρ ἐστιν ἐξαίρετον τοῦτο τῶν τοιούτων πυρετῶν. μέγιστον δὲ γνώρισμα τῶν ἐπὶ σήψει πυρετῶν ἐστι καὶ ἡ τῆς θερμασίας ποιότης· καπνώδης γάρ ἐστιν ὡς διαγινώσκειν τῇ ἁφῇ. ἴδιόν ἐστι μάλιστα τῶν τοιούτων πυρετῶν καὶ ἡ τῶν οὔρων ἀπεψία, καὶ ἡ ἀμυδρὰ δὲ πέψις. μέγα δὲ καὶ ἀξιόλογον γνώρισμα πέψεως ἐν τοῖς πρώτοις οὔροις οὐδέποτε φαίνεται κατὰ τοὺς τοιούτους πυρετούς.

Ἴασις τῶν ἐπὶ σηπεδόνι πυρετῶν.

Τῶν δυνάμεων ἰσχυρῶν ὑπαρχουσῶν τὸν ἐπὶ σηπεδόνι πυρέσσοντα φλεβοτομητέον αὐτίκα χωρὶς ἀπεψίας τῆς κατὰ γαστέρα· τῆς δυνάμεως δʼ ἀσθενοῦς ὑπαρχούσης ἢ κωλυούσης τῆς ἡλικίας, οὐ φλεβοτομήσεις. μετὰ δὲ τὴν κένωσιν τοῦ αἵματος ἐκκαθαίρειν χρὴ τὰ σεσηπότα διʼ οὔρων καὶ γαστρὸς καὶ ἱδρώτων· εἰ δʼ αὐτόματά ποτε τὴν ὁρμὴν ἐπὶ τὸ στόμα τῆς γαστρὸς ποιήσαιτο, καὶ διʼ ἐμέτων· ἄλλως δʼ οὐ χρὴ παρὰ φύσιν ἐρεθίζειν. ἐκλεκτέον δʼ ὕλας ὅσαι χωρὶς τοῦ θερμαίνειν καὶ ξηραίνειν ἱκαναὶ τὰς εἰρημένας κενώσεις ἐργάζεσθαι, καθάπερ ὅ τε τῆς πτισάνης χυλὸς καὶ τὸ μελίκρατον ὀξύμελί τε καὶ ἀπόμελι καὶ ἡ τοῦ σελίνου ῥίζα· μὴ διαχωρούσης δὲ τῆς κοιλίας, κλύζειν μελικράτῳ διʼ ἐλαίου. τὸ δʼ ὅλον σῶμα πρὶν μὲν κενῶσαι μανοῦν οὐ χρή· κενώσαντα δʼ ἐγχωρεῖ μανοῦν φαρμάκῳ χλιαρὰν ἔχοντι τὴν θερμασίαν, ὁποῖόν ἐστι τὸ διὰ τοῦ χαμαιμήλου. ἐν τούτῳ τῷ καιρῷ καὶ οἶνος πινόμενος ὑδατώδης ἁπάσας κινεῖ τὰς ἐκκρίσεις, καὶ λουτρὸν εὔκρατον ἐκ γλυκέος ὕδατος, ἀλλʼ ὅταν ἀνθίστηται τὸ μέγεθος τοῦ πυρετοῦ, οὔτε οἴνῳ χρηστέον οὔτε λουτρῷ οὔτε ἀλείμμασιν ἀραιωτικοῖς, ἀλλὰ τὸ ψυχρὸν ὕδωρ ἐν τούτοις τοῖς πυρετοῖς πινόμενον ἐπιτηδειότατον, εἰ μή τι καὶ τοῦτο κωλύει. εἰ μὲν οὖν αἱ δυνάμεις ἰσχυραὶ πᾶσαι τύχοιεν οὖσαι, καὶ ὁ πυρετὸς διακαέστατος, καὶ τὰ τῆς πέψεως ἐναργῆ σημεῖα, τὸ ψυχρὸν διδόναι θαρροῦντα· εἰ δὲ καὶ εὔσαρκος εἴη, καὶ ἡ κατάστασις θερμὴ καὶ ξηρά, κἂν εἰς κολυμβήθραν ἑαυτὸν ἐμβάλλῃ ψυχράν, οὐ βλαβήσεται· μετρίου δʼ ὑπάρχοντος τοῦ πυρετοῦ καὶ τῶν δυνάμεων οὐκ ἰσχυρῶν ἅμα τοῖς τῆς πέψεως σημείοις ὠφελεῖ τοὺς τοιούτους τὰ βαλανεῖα καὶ ἡ τοῦ οἴνου πόσις, ὅσα τε τῶν ἀλειμμάτων μανωτικά.

Τριταίων διάγνωσις.

Ὁ μὲν τριταῖος πυρετὸς ἔκγονος ὑπάρχων τῆς ξανθῆς χολῆς κινουμένης εὐθὺς κατʼ ἀρχὰς ῥῖγος οὐκ ἀγεννὲς ἐπιφέρει διαφέρον τοῦ τεταρταϊκοῦ ῥίγους τῷ κεντεῖσθαι δοκεῖν καὶ τιτρώσκεσθαι τὸν χρῶτα· ἐν δὲ τοῖς τεταρταίοις ἡ εἰσβολὴ κατάψυξιν ἔχει σφοδροτέραν· τῶν δʼ ἀμφημερινῶν οὐδὲ προηγεῖται ῥῖγος, ἀλλὰ περιψύχονται μόνον. ἔστι δʼ ἐν τοῖς τριταίοις καὶ τάξις ἀκριβὴς τῶν σφυγμῶν. ἐπιφέρει δὲ δίψος κατὰ τὰς ἀκμὰς σφοδρὸν ὁ τριταῖος καὶ διακαίει τὸν ἄνθρωπον, καὶ μικρὸν ὕστερον παρακμάζει, καὶ τὸ θερμὸν ὁμαλῶς ἐκτέταται πάντῃ· εἰ δʼ ἐπιβάλλοις τὴν χεῖρα, κατὰ μὲν τὴν πρώτην ἐπιβολὴν ἀπαντᾷ θερμασία πολλὴ καὶ δριμεῖα καὶ οἷον μετʼ ἀτμοῦ τινος ἀναφερομένη, νικᾶται δʼ ὀλίγον ὕστερον ὑπὸ τῆς χειρός. πιόντος δὲ τοῦ κάμνοντος αὐτίκα δὴ μάλα πλῆθος ἄνεισιν ἀτμοῦ θερμοῦ διὰ τοῦ δέρματος ἀγγέλλον ἱδρῶτας· ἔμετος δʼ ἐπιφαίνεται χολῆς, ἢ γαστήρ που κατέρρηξε, καὶ οὐροῦσι χολώδη. ἐπὶ τούτοις εἰς ἀπυρεξίαν παύεται τὸν σύμπαντα χρόνον τοῦ παροξυσμοῦ ὡρῶν οὐ πλειόνων δυοκαίδεκα ποιησάμενος. τὸν μὲν οὖν ἐντὸς τῶν δυοκαίδεκα ὡρῶν παυόμενον ἀκριβῆ τριταῖον ὠνομάσαμεν· ὅστις δʼ ἂν ἔχῃ πολυχρονιώτερον τούτου τὸν παροξυσμόν, ἐκεῖνον ἁπλοῦν τριταῖον ὠνομάσαμεν· ὅστις δʼ ἂν ἐπὶ πλεῖστον μὲν ἐκτεταμένον τὸν παροξυσμόν, ὀλίγον δὲ τὸ διάλειμμα, τοῦτον αὖ πάλιν ὠνομάσαμεν ἐκτεταμένον τριταῖον.

Θεραπεία τριταίου.

Τὸν ἀκριβῆ τριταῖον, ὡς ἂν ὑπὸ ξανθῆς χολῆς γινόμενον, ὑγραίνειν τε δεῖ καὶ ψύχειν καὶ τὸ μὲν εἰς τὴν γαστέρα συρρέον κενοῦν διʼ ἐμέτων τε καὶ κάτω, καὶ τοῖς οὔροις δὲ καὶ τοῖς ἱδρῶσι ποδηγεῖν. τὴν μὲν οὖν γαστέρα μαλακοῖς κλύσμασι κινεῖν· τὰ δʼ οὖρα προτρέπειν σελίνου τε καὶ ἀνήθου τοῖς πόμασιν ἐναποβρέχοντα, καὶ ἤν σοι σημεῖα πέψεως φαίνηται, θαρρῶν ἤδη καὶ τοῦ ἀψινθίου διδόναι· λουτρὰ δὲ διʼ ὕδατος θερμοῦ ποτίμου, καὶ μήτε νίτρου μήτε ἁλῶν μήτε νάπυος ἐν τοῖς λουτροῖς προσπάττειν, ἀλλʼ ὅτι μάλιστα θερμὸν ἔλαιον περιχέας ἐμβιβάζειν. τοὺς δὲ φιλολούτρους οὐδʼ εἰ δὶς λούοις, ἁμαρτάνοις ἄν· εἰ δὲ καὶ πέψεως σημεῖα τῆς νόσου φαίνοιτο, κἂν εἰ πλεονάκις λούοις, οὐκ ἂν ἁμάρτοις. οἴνου δέ, πρὶν μὲν πέττεσθαι τὸ νόσημα, παντάπασιν εἴργειν, ἀρξαμένου δὲ πέττεσθαι λεπτὸν καὶ ὑδαρῆ καὶ ὀλίγον τήν γε πρώτην διδόναι· σιτία δʼ ὅσα ὑγραίνει καὶ ψύχει χρήσιμα. ἀπέχειν δὲ μέλιτος καὶ νάπυος καὶ ταρίχου καὶ τῶν δριμέων πάντων καὶ οἴνων τῶν φύσει θερμῶν.

Θεραπεία νόθων τριταίων.

Λούειν ἐπὶ τῶν νόθων τριταίων οὐκ ἀγαθὸν κατʼ ἀρχάς, ἀλλʼ ἡνίκα ἂν ἤδη φαίνηται τὰ σημεῖα τῆς πέψεως, οὐδὲ καθʼ ἡμέραν τρέφειν, ἀλλʼ ἀρκεῖ παρὰ μίαν. ἡσυχία δὲ καὶ θάλψις τῶν καθʼ ὑποχόνδριον αὐτοῖς συμφέρει καὶ ῥοφήματα εὐπεπτότατα καὶ κλύσματα τῆς κάτω γαστρὸς μὴ πάνυ μαλακά, καὶ εἰ αἵματος ἀφαιρέσεως χρεία, μηδὲ τοῦτο παραλιπεῖν. ἡ δʼ ὅλη τῆς διαίτης κατάστασις οὐ ψύχουσα καὶ ὑγραίνουσα τὸ σύμπαν, ἀλλά τι καὶ τοῦ γε τμητικωτέρου τρόπου προσεπιλαμβανέσθω. μάλιστα δʼ ἂν ἁρμόσειεν αὐτοῖς ὁ τῆς πτισάνης χυλὸς ἐμβαλλομένου πεπέρεως ἢ ὑσσώπου ἢ ὀριγάνου καὶ στάχυος νάρδου. καὶ μελικράτῳ δὲ πεπέρεως ἐμβάλλων καὶ συνέψων δίδου πίνειν, καὶ τὰ ἄλλα δʼ ὅσα οὔρησιν κινεῖ πλὴν τῶν σφοδρῶς θερμαινόντων τε καὶ ξηραινόντων· μάλιστα δὲ τοῦ ἀψινθίου διδόναι μετὰ τὴν ἑβδόμην ἡμέραν. καὶ μὲν δὴ καὶ ὀξύμελι πολλοὺς ὤνησε πινόμενον καί τι τῶν ἐπιεικῶν ὑπηλάτων· ὁ δʼ ἐπὶ τοῖς σιτίοις ἔμετος τοῖς ἐν τούτῳ τῷ πυρετῷ χρονίζουσι χρησιμώτατος.

Τεταρταίων διάγνωσις.

Ὁ τεταρταῖος τὴν εἰσβολὴν ποιεῖται μετὰ πολλῆς καταψύξεως ἅτε ἐκ ψυχροῦ χυμοῦ, τῆς μελαίνης χολῆς, τὴν γένεσιν ἔχων, ἀλλὰ καὶ τὸ θερμὸν καὶ διακαὲς οὐκ ἔχει τοῦ πυρετοῦ καθάπερ ὁ τριταῖος· ἀλλʼ οὐδὲ χολῆς ἔμετος παρακολουθεῖ. ἐπὶ τούτοις εἰ λευκὰ καὶ λεπτὰ καὶ ὑδατώδη τὰ οὖρα τυγχάνοι, τεταρταῖος ἂν εἴη ὁ πυρετός. ἐξαίρετον δʼ ἂν εἴη τεταρταίου γνώρισμα μέγας καὶ ἀραιὸς σφυγμός.

Θεραπεία τεταρταίου.

Τοὺς τεταρταῖον νοσοῦντας πρᾴως ἄγειν, μήτε φάρμακον μηδὲν ἰσχυρὸν προσάγοντας μήτε κένωσιν, εἰ μή τι ἄρα φαίνοιτο πλεονάζον αἷμα, ἡνίκα χρὴ φλεβοτομεῖν· δίαιταν δʼ ἄφυσον καὶ χρηστὴν προσάγειν καὶ μαλάττειν τὴν γαστέρα διὰ τῶν συνήθων· εἰ δὲ μηδὲν ἀνύει ταῦτα, κλύσμασι χρῆσθαι, κατʼ ἀρχὰς μὲν μαλακοῖς, ὕστερον δὲ καὶ δριμυτέροις· χοιρείων δὲ κρεῶν εἴργειν αὐτοὺς καὶ πάντων ὅσα γλίσχρα καὶ βραδύπορα καὶ τῶν ψυχόντων καὶ ὑγραινόντων ἐδεσμάτων ἁπάντων· οἴνῳ δὲ χρῆσθαι λεπτῷ καὶ λευκῷ καὶ συμμέτρως θερμῷ· ταρίχει δὲ καὶ νάπυϊ χρῆσθαι καὶ διʼ ἡμερῶν τινων τοῦ διὰ τριῶν πεπέρεων λαμβάνειν ἢ τοῦ Διοσπολιτικοῦ φαρμάκου. καὶ εἰ πεπέρεως δὲ μόνου σὺν ὕδατι λαμβάνοιεν καθʼ ἑκάστην ἡμέραν, ὀρθῶς ἂν ποιοῖεν. εἰ δʼ ἐν ἀκμῇ τοῦ νοσήματος ὁ κάμνων εἴη, τότε χρὴ διαιτᾶν μὲν λεπτότερον, εὐθὺς δὲ καὶ ἡσυχάζειν κελεύειν ἐς μακρὸν καὶ τῶν σπλάγχνων προνοεῖν διὰ τῶν μαλαττόντων καὶ χαλώντων· ἐφεξῆς δὲ τοῖς οὐρητικοῖς φαρμάκοις χρῆσθαι, καὶ εἰ τὰ τῆς πέψεως φαίνοιτο σημεῖα, καθαίρειν τηνικαῦτα τοῖς τοὺς μελαγχολικοὺς χυμοὺς κενοῦσιν, οὐχ ἅπαξ μόνον, ἀλλὰ καὶ πλεονάκις· μετὰ δὲ σφοδρὰν κάθαρσιν καὶ τοῦ διʼ ἐχιδνῶν φαρμάκου διδόναι καὶ τῶν ἄλλων ὅσα πρὸς τοὺς τοιούτους ἐπαινεῖται πυρετούς, ἐν οἷς ἐστι καὶ τὸ σύνηθες ἡμῖν ἁπάντων δοκιμώτατον ὀποῦ Κυρηναϊκοῦ λαμβάνειν.

Ἀμφημερινοῦ διάγνωσις.

Ὁ δʼ ἀμφημερινὸς οὐδαμῶς μετὰ ῥίγους εἰσβάλλει κατὰ τὴν πρώτην ἡμέραν εὐθύς, ἀλλὰ καὶ προήκοντος τοῦ χρόνου περίψυξις μᾶλλον ἢ ῥῖγος γίνεται· δυσεκθέρμαντος δʼ ἐστὶ καὶ πολυχρόνιον ἔχει τὴν ἀνάβασιν, οὐ μὴν οὐδὲ διακαίει τοὺς κάμνοντας οὐδὲ πολὺ καὶ πυκνὸν ἀναπνεῖν ἀναγκάζει οὐδʼ ἐκφυσᾶν ἢ πίνειν ψυχρόν. γίνονται δὲ καὶ φλεγματώδεις ἔμετοι. καὶ ὅσα διὰ γαστρὸς ἐκκενοῦται, ψυχρότερα καὶ ὠμότερα καὶ ὑδατωδέστερα ἐν τούτοις τοῖς πυρετοῖς εὑρήσεις. καὶ ἱδροῦσιν ἥκιστα περὶ τὰς πρώτας ἡμέρας. οὐδʼ εἰς ἀπυρεξίαν ἔρχονται, καὶ ὠχρόλευκος δὲ τούτοις ἡ χρόα· τὰ δʼ οὖρα λεπτὰ καὶ λευκὰ ἢ παχέα καὶ θολερὰ ἢ ἐρυθρά.

Θεραπεία ἀμφημερινῶν.

Θεραπεύοντες δʼ ἀμφημερινὸν ὀξυμέλιτί τε χρώμεθα τὰς πρώτας ἡμέρας καὶ τοῖς οὖρα προτρέπειν καλῶς δυναμένοις. καὶ τὸ σύμπαν σοι τῆς διαίτης εἶδος τμητικὸν ἔστω. περὶ δὲ τὴν ἀκμὴν χρὴ προνοεῖσθαι τῆς γαστρός, μάλιστα δὲ τοῦ στόματος αὐτῆς, κἄπειτα καὶ ἐμεῖν ἀπὸ ῥαφανίδων καὶ σιτίων κελεύειν καὶ τοῖς φλέγμα κενοῦσιν ὑπηλάτοις χρῆσθαι.

Περὶ συνεχῶν πυρετῶν.

Οἱ συνεχεῖς ὁμογενεῖς πυρετοὶ καλοῦνται ἑκάστῳ τῶν διαλειπόντων, τριταίῳ μὲν ἀκριβεῖ ὁ ἀκριβὴς καῦσος, ἀμφημερινῷ δʼ ὁ καθʼ ἑκάστην ἡμέραν παροξυνόμενος, εἰς ἀπυρεξίαν δὲ μὴ παυόμενος, οὕτω δὲ καὶ τεταρταίῳ ὁ διὰ τετάρτης· ὅ τε γὰρ ἀκριβὴς καῦσος τἄλλα πάντα φυλάττων ἀκριβοῦς τριταίου γνωρίσματα μόνῳ τῷ μὴ μετὰ ῥίγους εἰσβάλλειν μήτε εἰς ἀπυρεξίαν παύεσθαι διενήνοχεν, ὅ τε καθʼ ἑκάστην ἡμέραν παροξυνόμενος ὁμοίως πάντα ἔχει τὰ γνωρίσματα τοῖς ἀκριβέσιν ἀμφημερινοῖς, τῷ μὴ παύεσθαι δʼ εἰς ἀπυρεξίαν διαφέρει τοῦ ὁμογενοῦς ἀμφημερινοῦ. κατὰ ταὐτὰ δὲ καὶ ὁ διὰ τετάρτης μὲν παροξυνόμενος, εἰς ἀπυρεξίαν δὲ μὴ παυόμενος ὁμογενής ἐστι τῷ τεταρταίῳ. συνεχὴς μὲν οὖν ἐστι πυρετὸς ὁ εἰς ἀπυρεξίαν πρὶν τελέως λυθῆναι μὴ παυόμενος· ὅταν δὲ μηδὲ παρακμή τις φαίνηται, τοῦ γένους μέν ἐστι καὶ οὗτος τῶν καυσωδῶν, ὀξύτητι δʼ αὐτῶν διενήνοχεν.

Θεραπεία συνεχῶν πυρετῶν.

Τῶν συνεχῶν πυρετῶν ἴασίς ἐστι φλεβοτομία ἄχρι λειποθυμίας· μὴ φλεβοτομηθέντες δʼ οἱ τοιούτῳ πυρετῷ πυρέττοντες εἰς ἔσχατον ἥκουσι κίνδυνον. εἰ δὲ διά τι κωλυθείημεν κενῶσαι διὰ φλεβοτόμου, τοῖς ἄλλοις δεῖ χρῆσθαι βοηθήμασι τοῖς ἐκφράττουσι καὶ τὸ πλῆθος κενοῦσι καὶ πραΰνουσι τὸ ζέον τῶν πυρετῶν. ὅταν δέ ποτε ἐπʼ αὐτῶν ἴδῃς τὰ τῆς πέψεως τῶν χυμῶν σημεῖα, καὶ μήτε κυρίῳ μορίῳ φλεγμονώδης ὄγκος ἢ οἰδηματώδης σκιρρώδης εἴη, μήτε τι μόριον ψυχρὸν ὡς εἰς αὐτὸ κατασκῆψαι τὴν βλάβην, θαρρῶν διδόναι τὸ ψυχρόν, καὶ μάλιστα εἰ ψυχροπότης ὁ κάμνων εἴη.

Καύσων διάγνωσις.

Τοῖς καύσοις παρακολουθεῖ συμπτώματα γλῶσσα μὲν ξηρὰ καὶ τραχεῖα καὶ μέλαινα, δῆξις δὲ τῆς γαστρὸς καὶ ὑποχωρήματα ὠχρὰ καὶ δίψα σφοδρὰ καὶ ἀγρυπνία, ποτὲ δὲ καὶ παραφροσύνη.

Καύσων θεραπεία.

Τῶν δύο τούτων ἀναγκαῖόν ἐστιν ἐπὶ τῶν καύσων τὸ ἕτερον γενέσθαι, εἰ μέλλοι λυθήσεσθαι τελέως, ἢ ἐκκριθῆναι τοὺς χολώδεις χυμοὺς ἢ σβεσθῆναι. ἐκκρίνονται μὲν οὖν ἢ διʼ ἱδρώτων ἢ διʼ ἐμέτων ἢ διὰ τῆς κάτω γαστρός. σβέννυνται δὲ διὰ ψυχροῦ πόσεως, ᾗ διαπαντὸς ἐθεραπεύσαμεν ἡμεῖς τοὺς καύσους. διαιτᾶν δὲ τοὺς καυσουμένους οὔτε ἐφʼ ὕδατος μόνου προσῆκεν οὔτε ἐπὶ μελικράτου μόνου, ἀλλʼ ὑδαρὲς μελίκρατον ἑφθὸν διδόναι· δεῖ γὰρ τοὺς οὕτω νοσοῦντας ἐπὶ μόνων τῶν πομάτων διαιτᾶσθαι. λουτρὸν δὲ τοῖς καυσωδῶς νοσοῦσιν ἐκείνοις ἁρμόσει μόνοις ὅσοι χωρὶς ὄγκου φλεγμονώδους ἢ ἐρυσιπελατώδους· ἐὰν δὲ καὶ πέψεως ἔχωσι γνωρίσματα, πολὺ μᾶλλον αὐτοῖς ἁρμόσει, τοῖς δὲ διʼ ἁλυκὸν χυμὸν καυσωδῶς νοσοῦσιν οὐχ ἁρμόσει. τούτους δὲ καὶ χυλῷ πτισάνης τρέφειν προσήκει.

Ἐπʼ ἐρυσιπελατώδει διαθέσει πυρετοῦ θεραπεία.

Ἐν πυρετοῖς ἐπʼ ἐρυσιπελατώδει διαθέσει συνισταμένοις ἀπέχεσθαι μὲν χρὴ βαλανείου τὸ σύμπαν· ὕδατι δὲ ψυχρῷ κατὰ μὲν τὴν ἀκμὴν τοῦ νοσήματος χρηστέον ἀγωνιστικῷ, τουτέστι ψυχροτάτῳ· ἐν ἀρχῇ δʼ οὐ χρηστέον, ἀλλʼ ἔξωθεν ἐπιτιθέναι χρὴ τὰ ψύχοντα, καὶ εἰ μηδὲν ἀνύει, καὶ εἴσω τοῦ σώματος ἀναγκάζειν λαμβάνειν. μάλιστα δʼ αὐτῶν ἁρμόττουσιν αἱ ὑγραὶ θριδακίναι. ἔξωθεν δὲ καὶ αὐτὸς μὲν ὁ τῆς θριδακίνης χυλὸς ἐπιτήδειος, ἀλλὰ καὶ ἀειζῴου, ὅσα τε ἄλλα ψύχοντα. κάλλιστον δʼ ᾧ μάλιστα χρώμεθα· τὸ γὰρ ὑγρὸν ἐκθλίψαντες τῶν ψυχόντων τινὸς ἐμβάλλομεν ὅλμῳ μετʼ ἀνδράχνης, εἶτα κόψαντες ἐκπιέζομεν, ἐνστήσαντες δὲ τὸ ἀγγεῖον ὕδατι ψυχρῷ μίγνυμεν ἐπὶ τῆς χρήσεως ὀλίγον ἀλφίτου λεπτοῦ καὶ ἀναδεύσαντες ὀθόνιον δίπτυχον ἐπιτείνομεν ἔξωθεν αὐτὸ κατὰ τῶν ὑποχονδρίων, οὐκ ἐῶντες χρονίζειν, ἀλλʼ ἕτερον ψυχρὸν ἐπιτιθέντες. μίγνυμεν δʼ ἐνίοτε ἔλαιον ὀμφάκινον ἢ ῥόδινον.

Περὶ τῶν ἑκτικῶν πυρετῶν.

Ὁ ἑκτικὸς πυρετὸς οὐκ ἐν τοῖς ὑγροῖς καὶ τῷ πνεύματι συνίσταται μόνῳ, ἀλλʼ ἤδη κἀν τοῖς στερεοῖς. ἀνώδυνος δʼ ἐστί, καὶ νομίζουσιν οἱ πυρέττοντες μηδὲ πυρέττειν ὅλως· οὐδὲ γὰρ αἰσθάνονται τῆς θερμασίας, ἁπάντων αὐτοῖς ὁμοίως ἐκτεθερμασμένων τῶν μορίων. διττὸν δʼ ἐστὶν εἶδος τῶν ἑκτικῶν πυρετῶν· οἱ μὲν γὰρ ἐπὶ καυσώδεσι πυρετοῖς ὡς τὰ πολλὰ γίνονται, ἤτοι μηκυνθεῖσιν εἰς τοσοῦτον ὡς ἐκδαπανῆσαι τῷ χρόνῳ τὴν ἰκμάδα τοῦ τῆς καρδίας σώματος, ἢ καὶ μενούσης ἔτι συχνῆς· οἱ δʼ ἔτι μενούσης τῆς ὑγρότητος γινόμενοι τὸ σῶμα τῆς καρδίας καταλαμβάνοντες ἐντεῦθεν ἀνάπτονται. ἡ μὲν δὴ μία γένεσις αὐτῶν εἴρηται· κατάλοιπος δʼ ἐστίν, ὅταν ἐξ ἀρχῆς εὐθέως εἰσβάλλωσι τὴν πρώτην γένεσιν ὁμοίαν ποιησάμενοι τοῖς ἐφημέροις ἐπὶ λύπῃ καὶ θυμῷ καὶ κόπῳ πλείονι μετʼ ἐγκαύσεως ἅμα γενομένῳ. τούτους μὲν οὐ χαλεπόν ἐστιν ἰάσασθαι· τοὺς δʼ ἐξ αὐτῶν εἰς μαρασμὸν ἀφικνουμένους οὐ δυνατὸν ἰάσασθαι. ὁ μὲν δὴ συνεμπίπτων τῷ μαρασμῷ πυρετὸς ἑκτικὸς ἑτοιμότατός ἐστι γνωσθῆναι· ὀφθαλμούς τε γὰρ κοίλους ἀμέτρως θεάσῃ καὶ λήμας κατʼ αὐτοὺς ἐμφερομένας ξηρὰς καί τινα αὐχμώδη διάθεσιν. ἀπόλωλε δὲ καὶ τῆς χρόας αὐτῶν τὸ ζωτικὸν ἄνθος, καὶ τὸ μέτωπον ξηρὸν καὶ περιτεταμένον. καὶ μέντοι καὶ μύουσιν ὡς τὰ πολλὰ καθάπερ ὑπνώττοντες· ἔστι δʼ οὐχ ὕπνος τὸ πάθος, ἀλλʼ ἐγρηγόρσεως ἀδυναμία. καὶ κρόταφοι συμπεπτωκότες εἰσίν· καὶ τί γὰρ ἄλλο ἢ ὀστᾶ καὶ δέρμα μόνον εἰσίν; καὶ εἰ γυμνώσας ἐπισκέπτοιο τὰ κατὰ τὴν γαστέρα, δόξει σοι μήτε τῶν ἐντέρων μήτε τῶν σπλάγχνων μηδὲν ἀποσῴζεσθαι, καὶ τὸ ὑποχόνδριον δʼ ἀνεσπάσθαι σφοδρῶς. καὶ τὸ δέρμα δʼ αὐτοῖς ἐσχάτως καρφαλέον ἐστίν. ὁ σφυγμὸς ἰσχνὸς καὶ σκληρὸς καὶ πυκνός, ἡ δὲ θερμασία κατὰ μὲν τὴν πρώτην ἐπιβολὴν ἀμαυρά, μετʼ ὀλίγον δὲ τό τε δριμὺ καὶ διαβρωτικὸν ἐνδείκνυται. μέχρι μὲν οὖν τοῦ σῴζεσθαί τι τῆς ὑγρασίας ἑκτικὸς μόνον ὁ πυρετός ἐστιν· ὅταν δʼ εἰς κίνδυνον ἥκῃ τοῦ μηκέτι εἶναι τῆς τοιαύτης ὑγρότητος μηδέν, ἀκριβὴς ἤδη μαρασμὸς συνίσταται.

Ἑκτικῶν πυρετῶν θεραπεία.

Οἱ ἑκτικῷ πυρετῷ νοσοῦντες εὐθὺς ἐξ ἀρχῆς τρέφεσθαι δέονται διὰ τὸ δακνῶδες τῶν χυμῶν· μέγιστον δʼ ἴαμα ἡ ὑγραίνουσα δίαιτα. χρὴ οὖν ὅτι μάλιστα διά τε πτισάνης χυλοῦ καὶ χόνδρου ῥοφημάτων θρέψαντα καὶ ἄρτου τι προσεπιδιδόντα θεραπεῦσαι πόσει ψυχροῦ τὸν κάμνοντα μεμετρημένως, οὐκ ἀγωνιστικῶς, ὅταν μήτε φλεγμονή τις αὐτῷ συνῇ μήτε σῆψις χυμῶν. καὶ εἰ μεγάλην ἔσεσθαι στοχάζοιο βλάβην, ἐπέχειν μὲν δεῖ τὴν δόσιν τοῦ ψυχροῦ, τοῖς δʼ ἔξωθεν ἐπιτιθεμένοις ψυκτηρίοις ἰάμασι χρῆσθαι. καὶ βαλανεῖα δὲ τοῖς οὕτω κάμνουσιν ἐπιτήδεια κατὰ πάντα καιρόν.

Περὶ ἡμιτριταίων.

Τοῦ μὲν τριταίου μετὰ ῥίγους εἰσβάλλοντος, τοῦ δʼ ἀμφημερινοῦ χωρὶς ῥίγους, ὁ μικτὸς ἐξ ἀμφοῖν φρίκην ἐπιφέρει, ῥίγους μὲν ἔλαττόν τι πρᾶγμα, μεῖζον δὲ περιψύξεως, ὅπερ κεραννυμένων γίνεται τῶν ἄκρων. οὐκοῦν οὐδʼ ἄπο τρόπου τοὔνομα τῷ τοιούτῳ πυρετῷ τὸν ἡμιτριταῖον ἐπέθεντο. διττὸς δʼ ὁ τρόπος τῆς γενέσεως αὐτῶν, ἤτοι συνελθόντων εἰς ἕνα καιρὸν τῶν δύο παροξυσμῶν, ἢ εὐθέως ἐξ ἀρχῆς ἀνακεκραμένων ἀλλήλοις ἀμφοτέρων. ὅταν μὲν οὖν ὁ τριταῖος ἐπικρατῇ, φρικωδέστερος ὁ πυρετὸς γίνεται καί τι καὶ ῥίγους προσλαμβάνει κατὰ τὴν ἐπισημασίαν· εὐθὺς δʼ ὁ τοιοῦτος θερμότερός ἐστι καὶ καυσωδέστερος καί τινα χολῆς ἔμετον ἢ διαχώρησιν ἢ ἰκμάδα φέρει. θατέρου δὲ τοῦ φλεγματώδους πλεονεκτοῦντος, ἐπικρατοῦσι μὲν αἱ ψύξεις τῶν ἄκρων, ὀλίγαι δʼ εἰσὶν αἱ φρῖκαι· οὐ μὴν οὐδὲ διψώδεις εἰσὶν οὐδὲ καυσώδεις. ἐπειδὰν δʼ ἴσοι κατὰ τὸ μέγεθος ὑπάρχωσιν ὅ τε τριταῖος διαλείπων καὶ ὁ ἀμφημερινὸς συνεχής, ἡ μὲν εἰσβολὴ τοῦ παροξυσμοῦ μετὰ φρίκης γίνεται. καὶ ἡνίκα μὲν ἂν ὁ ἐκ τοῦ φλεγματώδους ἐπικρατήσῃ, συστολαὶ γίνονται καὶ φρῖκαι· εἰ δʼ ὁ θερμότερος ἐπικρατήσειεν, ἀθρόως ἐκθερμαίνονται. τοιοῦτος μέν τίς ἐστιν ὁ ἀκριβὴς ἡμιτριταῖος ἐξ ἰσοσθενοῦς κράσεως δυοῖν πυρετοῖν γινόμενος, τριταίου διαλείποντος καὶ ἀμφημερινοῦ συνεχοῦς· ὁ δʼ οὐκ ἀκριβὴς ἤτοι τὸν χολώδη χυμὸν πλείονα κέκτηται ἢ τὸν φλεγματώδη.

Περὶ τῶν πανδήμων νοσημάτων.

Πανδήμους καὶ κοινὰς νόσους τὰς πολλοῖς ἅμα συμπιπτούσας ὀνομάζουσιν, ὧν ὥσπερ ἡ γένεσις, οὕτω καὶ ἡ αἰτία κοινή. κοινά τε οὖν ἐδέσματα πονηρὰ τίκτουσι νοσήματα κοινὰ καὶ ὕδατος μοχθηροῦ πόσις ταλαιπωρίαι τε ἄμετροι καὶ πόνοι συνήθεις ἐλλειφθέντες ἔνδειαί τε καὶ πλησμοναί, λιμοῦ κατασχόντος ἢ εὐθηνίας γενομένης. καὶ χωρίου δὲ φύσις κοινὰ νοσήματα πολλάκις ἐπήνεγκεν, ἐνίοτε μὲν ἑλώδους, ἐνίοτε δʼ ἔχοντος βάραθρον παρακείμενον ἀναθυμίασιν δηλητηριώδη καὶ πονηρὰν ἀναπέμπον. ταῦτα μὲν οὖν οὐ συνεχῶς εἴωθε συμπίπτειν· ὁ δὲ περιέχων ἡμᾶς ἀὴρ συνεχῶς ἡμῶν τρέπει τὰς κράσεις, ἤτοι θερμότερος ἀμέτρως ἢ ψυχρότερος ἢ ξηρότερος ἢ ὑγρότερος γινόμενος· τοῖς μὲν γὰρ ἄλλοις αἰτίοις οὔτε πάντες ἅμα περιπίπτομεν οὔτε διʼ ὅλης ἡμέρας ὁμιλοῦμεν, ὁ δὲ περιέχων ἡμᾶς ἀὴρ ἔξωθέν τε περικέχυται πᾶσι καὶ ἕλκεται διὰ τῆς εἰσπνοῆς. ἀναγκαῖον οὖν συνδιατίθεσθαι ταῖς κατὰ τὴν κρᾶσιν ἐξαλλαγαῖς αὐτοῦ τὰ τῶν ζῴων σώματα. ταῦτα οὖν ὁ γινώσκων οὐ προγνώσεται μόνον τὰς γενησομένας νόσους ἐν ἑκάστῃ τῶν καταστάσεων, ἀλλὰ καὶ κωλύσει γενέσθαι, ταῖς τοῦ περιέχοντος ἀμέτροις κράσεσι τὴν ἐναντίαν ἐπιτεχνώμενος δίαιταν. ὅσα μὲν οὖν ἐγγὺς τοῦ νοσεῖν ἐστι σώματα νόσον τινὰ διὰ τὴν οἰκείαν δυσκρασίαν, ταῦτα ὑπὸ τῆς ὁμοίας τοῦ περιέχοντος ἡμᾶς κράσεως ἐξελέγχεται· τὰ δʼ ἐναντίως κεκραμένα τῷ περιέχοντι πρὸς τῷ μηδὲν ἀδικεῖσθαι γίνεται βελτίω, τὴν ἀμετρίαν τῆς κράσεως τῆς ἐναντίας ἀμετρίας κολαζούσης, καὶ ὁ γινώσκων τοῦτο τὴν ὑγείαν φυλάξει τοῖς σώμασι τἀναντία προσάγων, ποτὲ μὲν ἀναψύξεσι χρώμενος, εἰ οὕτως τύχοι, ποτὲ δὲ θερμάσμασιν, ὕδατος μὲν ἐπαγωγαῖς ἀναψύχων καὶ ἀργίαις καὶ τροφῶν ἐνδείαις καὶ πόσεως πλεονασμοῖς, τῇ δὲ σκέπῃ θερμαίνων καὶ πόνοις καὶ σιτίῳ πλείονι καὶ ποτῷ ἐλάσσονι. καὶ πυρὰν δέ τις ἀνακαίων πολλὰ δύναιτο ἂν μεταβαλεῖν ἐπὶ τὸ θερμὸν καὶ ξηρὸν τὸν ἀέρα τέως ὑγρὸν ὄντα, καθάπερ ποιῆσαί φασιν Ἄκρωνα τὸν Ἀκραγαντῖνον.

Ἐκ τῶν Ῥούφου. Περὶ λοιμῶν.

Πάντα ἂν γένοιτο ἐν λοιμῷ τὰ δεινότατα, καὶ οὐδὲν ἀποκεκριμένον ὥσπερ καθʼ ἕκαστον νόσημα· καὶ γὰρ παραφροσύναι γένοιντο ἂν καὶ χολῆς ἔμετοι καὶ ὑποχονδρίων ἐντάσεις καὶ πόνοι καὶ ἱδρῶτες πολλοὶ καὶ ψύξεις ἀκρέων καὶ διάρροιαι χολώδεις, λεπταί, φυσώδεις, καὶ οὖρα ὑδατώδη, λεπτά, χολώδη, μέλανα, ὑποστάσεις κακὰς ἔχοντα, καὶ ἐναιωρήματα οἷα δὴ κάκιστα, ἀπὸ ῥινῶν στάξεις, καύματα ἐν θώρακι, γλῶσσαι καταπεφρυγμέναι, διψώδεις, ἀσηροί, ἄγρυπνοι, σπασμοὶ βίαιοι καὶ ἄλλα πολλὰ πονηρά. καὶ ἑλκούμενα γένοιντο δʼ ἂν ἐν λοιμῷ. καὶ τῶν δεινῶν τι οὐ δεινόν, καὶ τῶν οὐ δεινῶν δεινόν. εἰ δέ τις συνίδοι μέλλοντα ἥξειν λοιμὸν προσέχων ταῖς τε ὥραις πονηραῖς οὔσαις καὶ τοῖς ἐπιτηδεύμασιν εἰς ὑγείαν οὐ συμφέρουσι ζῴοις τε ἄλλοις προαπολλυμένοις—ὅταν ταῦτα ἐνθυμηθῇς, προσέτι κἀκεῖνα ἐνθυμοῦ, ποταπὴ μὲν ἡ παροῦσα ὥρα, ποταπὸν δὲ τὸ σύμπαν ἔτος· ἐντεῦθεν γὰρ τὰς διαίτας εὑρήσεις ποιεῖσθαι κάλλιστα, οἷον δὴ τῆς μὲν ὥρας, εἴπερ ἦν ὀρθῶς γινομένη, ξηρᾶς ὑπαρχούσης, ἀλλὰ νῦν ὑγρᾶς γεγενημένης, ἀνάγκη ταῖς διαίταις ἐπιξηραίνειν, ἵνα τὸ ὑπερβάλλον ὑγρὸν ἀναλίσκηται. ἐπιμελητέον δὲ καὶ γαστρός· οἷς δʼ ἂν ἡ ἄνω κοιλία φλέγμα ἔχῃ, ἐμέτοις κενοῦν, οἷς δʼ ἂν τὸ αἷμα ὑπερβάλλῃ, φλέβα τέμνειν. ἀγαθὴ δὲ καὶ ἡ διὰ τῶν οὔρων κάθαρσις καὶ ὅσαι ἄλλαι καὶ ἡ κατὰ πᾶν τὸ σῶμα. εἰ δὲ καυσούμενος ὁ κάμνων εἴη, καὶ ἡ φλὸξ ἄχρι στήθους ἀνίοι, οὐκ ἂν εἴη ἄπο τρόπου ψυκτήριά τε τοῖς στήθεσι προσάγειν καὶ τὸ πόμα ψυχρὸν προσφέρειν, μὴ κατὰ μικρὰ προσφέρων — ἀνακαίει γὰρ πλέον —, ἀλλʼ ἀθρόον ὥστε σβέσαι τὴν φλόγα. εἰ δʼ ὁ καῦσος ἔχοι τὰ ἔνδον, ἄκρεα δὲ ψυχθείη, καὶ τὸ δέρμα ἐπιπολῆς ψυχρόν, καὶ ὑποχόνδριον συντείνοιτο, καὶ ἡ γαστὴρ τὰς συντήξεις τὰς μὲν ἄνω πέμποι, τὰς δʼ αὖ κάτω, ἀγρυπνία τε ἐνείη καὶ παραφροσύνη καὶ γλώσσης τραχύτητες, τούτοις θερμασμάτων δεῖ, ὥστε ἑλκυσθῆναι τὸ θερμὸν πάντῃ τοῦ σώματος, καὶ εἰ δή τινι ἄλλῳ τρόπῳ οἷόν τε ἀνάγειν τὸ θερμὸν κάτωθεν πρὸς τὰ ἔξω.

Περὶ τῶν ἐπὶ πλήθει χυμῶν ὠμῶν συγκοπτομένων.

Ἄρχονταί τινες πυρέττειν πάμπολύ τι πλῆθος ὠμῶν χυμῶν ἠθροικότες ἅμα τῷ κεκακῶσθαι τὸ στόμα τῆς γαστρός. ἐμπεφύσηταί τε τούτοις τὸ ὑποχόνδριον ἐν ὄγκῳ τε μείζονι τοῦ κατὰ φύσιν τὸ στόμα τῆς γαστρός ἐστι, καὶ ἡ χροιὰ τοῖς μὲν ἐπὶ τὸ λευκότερόν τε καὶ οἰδαλεώτερον ἐκτρέπεται, ἔστι δʼ οἷς ἐπὶ τὸ μελάντερον. οὐδενὶ τῶν τοιούτων αἵματος ἀφαίρεσις ἄνευ μεγίστης εἴωθε γίνεσθαι βλάβης, καίτοι δέονταί γε κενώσεως, ἀλλʼ οὔτε φλεβοτομίαν οὔτε κάθαρσιν φέρουσιν· οἱ δὲ καὶ χωρὶς τούτων ἐξαίφνης συγκόπτονται. θεραπεύειν οὖν αὐτοὺς χρὴ διὰ τρίψεως, ἄρχεσθαι δʼ εὐθέως ἐν ἀρχῇ τῆς νόσου προσήκει, τὸ μὲν πρῶτον ἀπὸ τῶν σκελῶν ἄνωθεν κάτω διὰ σινδόνων μετρίως τραχυτέρων, ἐφεξῆς δὲ καὶ ὅλας τὰς χεῖρας ἄνωθεν κάτω. ἐπειδὰν δʼ ἱκανῶς τὰ κῶλα φαίνηται θερμά, καὶ φόβος ᾖ κοπώδους συναισθήσεως, ἐλαίῳ χαλαστικῷ χρηστέον, ἀπέχεσθαι δὲ τῶν στυφόντων· χειμῶνος δʼ ὄντος καὶ διαφορητικῷ χρηστέον, οἷόν ἐστι τὸ Σικυώνιον ἔλαιον καὶ τὸ χαμαιμήλινον. τρίψαντας δʼ ἐπὶ πλεῖστον τὰ κῶλα μετὰ ταῦτα χρὴ τὸ μὲν ἔλαιον ἀπομάττειν, ἰέναι δʼ ἐπὶ τὴν ῥάχιν ὅλην καὶ ταύτην ἀνατρίβειν ὁμοίως, εἶτʼ αὖθις ἐπὶ τὰ σκέλη μετιέναι, καὶ ἐκ τούτων αὖθις ἐπὶ τὰς χεῖρας, εἶτʼ ἐπὶ τὴν ῥάχιν, ὅλης τῆς ἡμέρας τοῦτο πράττοντας. ἐπιτηδειότατον τούτοις ἐστὶ μελίκρατον, ἐνεψηθέντος ὑσσώπου, καὶ χρὴ μήτε σιτίον αὐτοῖς μήτε ῥόφημα μήτε ὕδωρ διδόναι μήτε ἐπιτρέπειν ὅλως πιεῖν δαψιλές, ἀλλʼ ἀρκεῖσθαι τῷ μελικράτῳ μόνῳ κατὰ τὰς τρεῖς πρώτας ἡμέρας, ἐκ διαδοχῆς τρίβοντας. εἰ δὲ τόνου μετρίως ἔχοι, καὶ μὴ καλῶς τὰ κατὰ γαστέρα διεξίοι, κλύζε θαρρῶν· εἰ δὲ πλείων τοῦ δέοντος ἡ ὁρμὴ τῶν περιττῶν ἐπὶ τὴν γαστέρα γίνοιτο, τὴν μὲν πρώτην ἐπὶ πλέον ἑψεῖν τὸ μελίκρατον — ἧττον γὰρ ὑπάγει —, φερομένης δʼ ἐπὶ πλέον, μηδὲ οὕτως μὲν ἱστάναι, διδόναι δʼ ἀντὶ μελικράτου πτισάνης χυλόν· εἰ δʼ ἔτι μένοι φερόμενα, τῷ ἐκ χόνδρου ῥοφήματι τρέφειν. ἐὰν δὲ διʼ ἀρρωστίαν ἐκ τοῦ σφυγμοῦ καταμάθωμεν καταπεπτωκυῖαν τὴν δύναμιν, ἄρτον ἐξ οἴνου διδόναι κεκραμένου προσήκει, μήτε γαστρὸς μήτε ἥπατος φλεγμαινόντων, ὡς εἴ γε φλεγμαίνοιεν, ὠμῶν χυμῶν πεπληρωμένου τοῦ σώματος ἀνέλπιστός ἐστιν ὁ κάμνων. ἐὰν δʼ αἴσθῃ ποτὲ παχεῖς εἶναι ἱκανῶς τοὺς χυμούς, ὀξύμελι δίδου διὰ παντὸς ἀντὶ τοῦ μελικράτου. εἰ μὲν δὴ θέρος εἴη, καὶ ψυχροπότης ὁ κάμνων, ψυχρὸν τούτῳ διδόναι τὸ ὀξύμελι, χειμῶνος δʼ ὄντος θερμόν. ἐναντιώτατα τούτοις ἐστὶ βαλανεῖα. εἰ δὲ συγκοπτομένων ἤδη κληθείης, ἀφλεγμάντων ὧν εἶπον μορίων ὄντων, διδόναι μὲν ἄρτου μὴ πολὺ διʼ οἴνου, εὐθέως δʼ ἐπὶ τὴν τρῖψιν ἰέναι καὶ χρῆσθαι κατὰ τὸν εἰρημένον τρόπον. ἐφʼ ὧν δὲ διὰ ξανθὴν χολὴν ἀδικήσασαν τὸ στόμα τῆς γαστρὸς ἡ συγκοπὴ γίνεται, ψυχρὸν χρὴ προσφέρειν τὸ ποτόν, παραλαμβάνοντα τὸν οἶνον λεπτὸν καὶ παλαιὸν καὶ κιρρόν.

Περὶ τῶν ἐπὶ λεπτοῖς χυμοῖς συγκοπτομένων.

Τοὺς δʼ ἐπὶ λεπτοῖς χυμοῖς συγκοπτομένους θεραπευτέον ἐναντίως τοῖς προειρημένοις, τρέφοντας κατὰ βραχὺ συνεχῶς. καὶ τούτους δʼ ἀνιάτως ἔχειν νομιστέον, ὅταν ἧπαρ αὐτῶν ἢ κοιλία φλεγμαίνῃ, καμνούσης ἤδη τῆς δυνάμεως. ἐπὶ τῶν τοιούτων διαθέσεων ἡ νεκρώδης ἐν τῷ προσώπῳ κατάστασις ἐν τάχει γίνεται. τὸ μὲν δὴ τρέφειν ἀναγκαῖον· ἀναγκαῖον δὲ καὶ τὸ πυκνοῦν τὴν ἐπιφάνειαν, ὥσπερ τῶν προτέρων ἀραιοῦν. καὶ ψυχρὸν τὸν ἀέρα ποιητέον, καὶ ἀλειπτέον αὐτοὺς τοῖς στύφουσι, καὶ τροφὰς δοτέον οὐ πάνυ διαρρεούσας. δοτέον οὖν ἄρτον τε καὶ τὰ διὰ χόνδρου ῥοφήματα καὶ ὀπώρας αὐστηρὰς καὶ δυσφθάρτους, αὐτάς τε καθʼ ἑαυτὰς καὶ μετʼ ἄρτου. δοτέον δὲ τούτοις καὶ ὠά, καὶ μάλιστα τὰς λεκίθους αὐτῶν· δοτέον δὲ καὶ ἐγκεφάλους ὑείους. ἀναγκαῖος τούτοις ὁ ὑδατώδης οἶνος εὐθὺς ἐξ ἀρχῆς ἐπὶ τοῖς σιτίοις λαμβανόμενος.

Περὶ τῶν ἄλλων προφάσεων ἐφʼ αἷς συγκοπαὶ γίνονται.

Εἰσὶ δὲ καὶ ἄλλαι προφάσεις, ἐφʼ αἷς συγκόπτονται, τέσσαρες, ἄλγημα σφοδρόν, ἀγρυπνία καὶ κένωσις ἄμετρος· τετάρτην δέ, εἰ βούλει, προστίθει τὴν δυσκρασίαν τῶν ἀρχῶν. τάχιστα μὲν οὖν ἀπώλειαι γίνονται τῆς καρδίας παθούσης, ἐφεξῆς δὲ τοῦ ἐγκεφάλου, βραδὺ δὲ τοῦ ἥπατος.

Περὶ ὀδύνης.

Ἡ μὲν οὖν ναρκώδης ὀδύνη διὰ ψυχρὰν γίνεται διάθεσιν· ὁ δὲ σφυγματώδης πόνος ἴδιός ἐστι μεγάλης φλεγμονῆς. ἐὰν δʼ ὡς ὑπὸ σκόλοπος ἐμπεπαρμένου ἢ ὡς ὑπὸ τρυπάνου τιτρᾶσθαι νομίζῃ, παχέος ἐντέρου τὸ εἶδος τῆς ὀδύνης ἐστίν. ὁ δὲ νυγματώδης συνίσταται περὶ τοὺς ὑμένας. ὁ δὲ διαΐσσων πόνος συμβαίνει ταῖς σφοδροτάταις οὐχ ἑτεροκρανίαις μόνον, ἀλλὰ καὶ ταῖς κεφαλαίαις· ἔστι δὲ διαΐσσων, ὅταν ὥσπερ ἀπὸ ῥίζης ἀρχόμενος τοῦ πρωτοπαθοῦντος μορίου φέρηται ταχέως εἰς τὰ παρακείμενα. διατείνοντες δʼ εἰσὶν ἑκατέρωσε τῶν νεύρων οἱ πόνοι, διότι καὶ τείνεται πρὸς ἄμφω τὰ πέρατα· ἥκιστα δʼ εἰς πλάτος ἐκτεταμένους ἔχει τοὺς πόνους τὰ νεῦρα. τονώδεις τε καὶ ναρκώδεις ἐπιφέρει τοὺς πόνους ὁ ὑπὸ τῷ δέρματι τεταγμένος ὑμήν, οἱ δὲ μεταξὺ τῆς σαρκὸς οἷον διασπῶντας· εἰσὶ γὰρ πολλοὶ καὶ ἀνωμάλως ἐμφυόμενοί τε καὶ περιλαμβάνοντες αὐτήν. οἱ δὲ τῶν περικειμένων τοῖς ὀστοῖς ὑμένων βύθιοί τέ εἰσιν αὐτῶν τε τῶν ὀστῶν ἐπάγουσι φαντασίαν ὡς ὀδυνωμένων. ὅταν οὖν μηδὲν ἔξωθεν τῆς ὀδύνης αἴτιον φαίνηται γινόμενον, ἐπίσκεψαι τὴν προηγησαμένην δίαιταν, εἰ εἴη ἀργοτέρα παρὰ τὸ ἔθος, ἢ σιτίοις ἐχρήσατο πλείοσιν ὁ ἄνθρωπος ἢ πολυτρόφοις, ἢ συνήθης ἔκκρισις ἐπεσχέθη· εἰ γάρ τι τούτων ἢ καὶ πάντα φαίνοιτο, πλῆθος αἴτιόν ἐστι τῆς ὀδύνης, καὶ ὅτι τάχιστα κένωσον τὸν ἄνθρωπον· οὕτως γὰρ ἐξέσται σοι μετὰ πάσης ἀσφαλείας τοῖς ἀποκρουομένοις τὰ ῥεύματα κατὰ τῶν ὀδυνωμένων χρῆσθαι μερῶν. εἰ μὲν οὖν αἵματος πλῆθος εἴη τὸ διατεῖνον, φλέβα τμητέον αὐτίκα μεγάλην τὴν ἐγγὺς τοῦ πάσχοντος μέρους· κακοχυμίας δὲ μόνης ἐνοχλούσης, καθαρτέον· συνελθόντων δʼ ἀμφοῖν, ἀμφοτέραις χρήσῃ ταῖς κενώσεσι, φλεβοτομήσας πρότερον. εἰ δὲ τούτων γενομένων ἔτι μένοι τὸ ἄλγημα, δῆλον μὲν δήπου κατὰ τὸ πεπονθὸς μόριον ἐσφηνῶσθαι τὸ λυποῦν· εὔδηλος δὲ καὶ ἡ θεραπεία τοῖς διαφορητικοῖς ἐσομένη φαρμάκοις. ὡσαύτως δὲ καὶ τὰς διὰ φυσῶδες πνεῦμα γινομένας ὀδύνας ἰασόμεθα προσλιπαροῦντες ἐπʼ αὐτῶν μᾶλλον τοῖς λεπτύνουσιν ἐδέσμασι καὶ πόμασιν ἐνέμασί τε καὶ καταπλάσμασι καὶ καταιονήσεσί τε καὶ πυριάσεσιν, ἀραιοῦντες τὸ περιέχον αὐτὸ σῶμα. εἰ δʼ ὄγκος βαρύνων ἢ θλῶν ὀδύνην ἐργάζοιτο, τὸν ὄγκον ἰατέον· εἰ δὲ καὶ διὰ δακνῶδες ὑγρόν, ἐναντιώτατα τούτοις ἐστὶ τὰ λεπτύνοντα καὶ θερμαίνοντα. ἄνηθον οὖν ἐναφηψημένον ἐλαίῳ ἀνώδυνον καὶ ὑπνοποιὸν ὑπάρχει, καὶ μᾶλλον τὸ χλωρὸν τοῦ ξηροῦ.

Περὶ συντήξεως.

Ὅταν ἐκκρίνηταί τι διὰ γαστρὸς οὐκ ἐκ τῶν ἐδηδεσμένων καὶ πεπεμμένων, ἀλλʼ ἐκ τοῦ σώματος εἰς αὐτὴν καταρρέοντος χυμοῦ, παραπλησίου μὲν ὄντος τῇ συνεχῶς ἐμουμένῃ τε καὶ διαχωρουμένῃ ξανθῇ χολῇ, διαφέροντος δʼ αὐτῆς τῇ τε δυσωδίᾳ καὶ τῷ πυρρότερον φαίνεσθαι τὸ διαχώρημα καὶ πάχος ἔχειν γλοιῶδες, ἐνίοτε δὲ καὶ ἐλαιῶδες, τότε πιμελὴ καὶ σὰρξ νεοπαγὴς ὑπὸ πυρετοῦ διακαοῦς ἀναλύεται καὶ τήκεται· χρονίζοντος δὲ τοῦ πάθους καὶ αὐτῶν ἀποτήκεταί τι τῶν στερεῶν. ἐπὶ τούτου τοῦ πονηροτάτου πυρετοῦ ψυχροῦ πόσις ἐστὶν ἀπὸ πηγῆς ψυχροτάτης ἴαμα — τοιαῦτα δʼ εἶναι χρὴ καὶ τὰ καταπλάσματα καὶ ἐπιθέματα ψύχοντα κατὰ τοῦ θώρακος ἐπιτιθέμενα καὶ τῶν ὑποχονδρίων — καὶ ἐμψύχουσαι τροφαὶ διδόμεναι.

Ἐκ τῶν Γαληνοῦ. Περὶ ἀγρυπνούντων ἐν πυρετοῖς.

Ὑπερβαλλόντως δʼ ἀγρυπνούντων σκέλη καὶ χεῖρας δεσμεῖν ἐν ἐκείνῳ τῷ χρόνῳ καθʼ ὃν ἐπὶ τὸν ὕπνον εἰώθεσαν τρέπεσθαι καὶ κελεύομεν ἐγρηγορέναι, διοίγειν τέ ποτε, εἰ μύσειεν, ἀναγκάζομεν τὰ βλέφαρα, μέχρις ἂν ἱκανῶς κάμωσιν, εἶτʼ ἐξαίφνης λύομεν τοὺς δεσμοὺς καὶ τὸν λύχνον αἴρομεν, ἡσυχίαν δὲ πολλὴν εἶναι κελεύομεν.

Ἡροδότου. Περὶ ἀγρυπνούντων.

Ἰσχυρῶς ἐγκειμένης ἀγρυπνίας ἐν ἀνέσει τοῦ παροξυσμοῦ, προσκλυστέον τὸ πρόσωπον ἀφεψήματι κωδυῶν μελαινῶν καὶ ὀσφραντέον μήκωνος λευκῆς κέλυφος φώξας καὶ τρίψας καὶ μανδραγόρου ῥίζης λεάνας ἴσον μετʼ οἴνου καὶ ῥοδίνου μάλαγμα ποιήσας. καταπλαστέον δὲ τὸ μέτωπον ἑρπύλῳ μετὰ μελιλώτου ἐν γλυκεῖ ἡψημένῃ· τούτῳ δὲ καὶ ἐν παροξυσμοῖς χρηστέον. ἢ λείας τὰς κωδύας ἀναλαμβάνοντες ἄρτῳ μετὰ ῥοδίνου ἢ κηρωτῆς καταπλάσσομεν. καὶ ἡ τροφὴ δὲ περιεργοτέρα πως ἔστω· συμβαλλέσθω γὰρ τοῖς ῥοφήμασι κωδύας λευκῆς σπέρματος ὅσον κοχλιάρια τρία· τοῖς δὲ λαχάνοις συνηδυνέσθω μήκωνος μελαίνης, εἰ μὲν εἴη, φύλλα χλωρὰ ὅσον τοῖς τρισὶ δακτύλοις λαβεῖν· εἰ δὲ μή, τρεῖς ἢ τέσσαρες κωδύαι ξηραὶ συναφεψηθεῖσαι ἐξαιρείσθωσαν. εἰ δὲ μηδʼ οὕτως κατενεχθεῖεν, περιχριέσθωσαν ὀπῷ μήκωνος ἢ μανδραγόρου χυλῷ.

Ἡροδότου. Περὶ καταφορᾶς.

Ἀποσπογγίζειν δεῖ τὸ πρόσωπον ὀξυκράτῳ γαλακτώδει καὶ διακρατεῖν εὐτόνως τὰ ἄκρα. ὀσφραντὰ δὲ προσαγέσθω τὰ τμητικὴν ἔχοντα δύναμιν, καὶ ἐν ταῖς ἀνέσεσι σικυαζέσθωσαν ἐνεργῶς κατὰ μεταφρένου καὶ ῥάχεως. ἐπιμενούσης δὲ τῆς νόσου, καὶ πταρμικὰ ἐν ἀνέσει τῶν παροξυσμῶν προσαγέσθω. ἔστω δὲ καὶ ἡ τῶν σιτίων ὕλη τμητικὴ καὶ διαιρετική.

Περὶ κυνώδους ὀρέξεως.

Τοῖς τὴν καλουμένην ὄρεξιν κυνώδη νοσοῦσιν οἶνον χρὴ διδόναι δαψιλῆ τῶν ἱκανῶς θερμαινόντων ὡς μέγα ἴαμα· τοιοῦτοι δʼ εἰσὶν οἱ κιρροὶ τὴν χρόαν ἢ ἐρυθροὶ χωρὶς τοῦ στύφειν. χρὴ δʼ αὐτοῖς, ὅταν ἐπὶ τὸ ἄριστον ἀφίκωνται, πρῶτον μὲν διδόναι τὰ λιπαρά, καὶ τὰ ἄλλα δὲ πάντα διʼ ἐλαίου πολλοῦ σκευάζοντα, μηδὲν αὐστηρὸν ἢ στῦφον ἔχοντα· μετὰ δὲ ταῦτα τῶν εἰρημένων οἴνων, κἂν μηδέπω διψῶσι, κελεύω προσφέρεσθαι· πλέονι γὰρ χρόνῳ πραττόντων οὕτως παύεται.

Περὶ ἀνορεξίας.

Εἰ μὲν διὰ μοχθηροὺς χυμοὺς ἡ ἀνορεξία γίνοιτο, δοτέον αὐτοῖς ἐκεῖνα τῶν ἐδεσμάτων τε καὶ πομάτων ἃ τοὺς τοιούτους χυμοὺς ἤτοι γε ἀπορρύψαντα διʼ ἐμέτων ἢ διὰ τῆς κάτω κοιλίας ἐκκρίνειν πέφυκεν ἢ ἐπικεράσαντα βελτίους ἐργάζεσθαι. τοὺς δὲ διʼ ἀρρωστίαν δυνάμεως ἀνορέκτους, ἐπειδὴ πᾶσα δύναμις ἀρρωστεῖ διὰ δυσκρασίαν τῶν μορίων, χρὴ τὸ τῆς δυσκρασίας εἶδος διὰ τῶν ἐναντίων ἰᾶσθαι.

Περὶ βουλίμου.

Τοὺς βουλιμιῶντας ἐν ταῖς ὁδοῖς ἢ ἄλλως πως ἀνακτησόμεθα τοῖς τε ἄλλοις ὀσφραντοῖς καὶ ὑείοις κρέασιν ὀπτοῖς καὶ ἐριφείοις, καὶ καθόλου πᾶσι τοῖς ὀσμὴν κνισώδη ἔχουσι, τά τε ἄκρα αὐτῶν διακρατοῦντες καὶ ἐγείροντες αὐτούς, τάς τε σιαγόνας νύσσοντες καὶ τρίχας ἢ ὦτα ἀνατείνοντες. ἀνακτηθεῖσι δʼ ἄρτον ἐν κράματι ἢ ἄλλο τι τῶν εὐαναδότων δίδου.

Περὶ δίψους ἀμέτρου.

Τὴν μὲν πάνυ μικρὰν δίψαν γίνεσθαι νομιστέον διὰ ξηρότητα τῶν μορίων ἢ θερμότητα, διʼ ὧν φέρεται τὸ ὑγρὸν ἐκ τοῦ στόματος εἰς τὴν κοιλίαν, καὶ ἴαμα τῆς μὲν ξηρότητός ἐστιν ὕπνος, τῆς δὲ θερμότητος ἐγρήγορσις. ἔνιοι μέντοι διψώδεις ἐξ οἴνου γίνονται διὰ τὴν τῶν ἐδηδεσμένων θερμότητα, καὶ ἴαμα τούτων ἐστὶ τὸ ψυχρὸν πόμα. μοχθηρῶν δʼ ἐπιθυμοῦσι πομάτων, ὥσπερ καὶ σιτίων ἀναλόγως τῇ κρατούσῃ κακοχυμίᾳ. δίψεσι δʼ ἀπαύστοις καταληφθέντας ... ἐξ ὧνπερ καὶ ἀπέθανον. οἶδα δέ ποτε φαγόντας ἐχίδνας διψάδας καὶ οἴνου παλαιοῦ μεθυσθέντας, καὶ τοὺς ἐν τῷ πλοίῳ τοῦ ὕδατος ἐπιλιπόντος, ὧν ὅσοι τῆς θαλάσσης ἐτόλμησαν πιεῖν ἀπέθανον.

Φιλουμένου. Περὶ δίψης.

Παρηγορεῖν πέφυκε τὸ ἐν πυρετῷ δίψος ἐμβροχὴ τῆς κεφαλῆς ψυχροτάτου ἐλαίου ἢ ῥοδίνου μετὰ κατακρουνισμοῦ γινομένη. κάλλιστα δὲ ποιεῖ πρὸς δίψος τὸ τῆς μελαίνης θρίδακος σπέρμα διαμασηθὲν καὶ ἡ γλυκύρριζα λεγομένη καὶ τὸ τοῦ σικύου σπέρμα διακρατηθὲν ἐν τῷ στόματι.

Διοσκορίδους. Ἄδιψον καταπότιον.

Σικύου ἡμέρου σπέρματος 𐅻 η, τραγακάνθης 𐅻 δ· διάλυε τὴν τραγάκανθαν ὠῶν ὠμῶν προσφάτων τῷ λευκῷ, καὶ ὅταν διαλυθῇ, ἐπίβαλλε τρίψας τοῖς λοιποῖς, καὶ μίξας ἀνάπλαττε καταπότια, καὶ ξήραινε ἐν σκιᾷ, καὶ δίδου ἓν ὑπὸ τὴν γλῶτταν κατέχειν καὶ τὸ διαλυόμενον ὑγρὸν καταπίνειν. δίδου δὲ καὶ ἀπόβρεγμα καταρροφεῖν ἢ μήλων κυδωνίων ἢ ἀπίων ἢ μεσπίλων ἢ ἑλίκων ἀμπέλου ἢ ῥοᾶς χυλοῦ ἢ ὄμφακος χυλοῦ.

Περὶ ναυτίας.

Ὅταν χωρὶς τοῦ προσενεχθῆναί τι ναυτιώδης ὁ κάμνων γένηται, πρόδηλον οἶμαι λογίσασθαι μοχθηροὺς χυμοὺς ἀνιᾶν τὴν γαστέρα. τινὲς δὲ σπαράττονται μέν, ἐμοῦσι δʼ οὐδέν, ἐν αὐτοῖς τοῖς χιτῶσιν ἀναπεπωμένου τοῦ χυμοῦ. φλεγματώδεις μὲν οὖν ὄντας τοὺς χυμοὺς πέττειν χρὴ ἐν ἡσυχίᾳ φυλάττοντας τὸν ἄνθρωπον καὶ ἀσιτίᾳ καὶ ὕπνοις· τοὺς δὲ λεπτοτέρους ἔμετος ἐκβάλλει, ποτὲ μὲν ἐπὶ τῷ τῆς πτισάνης χυλῷ γενόμενος ἢ μελικράτῳ· ὅσοι δὲ γλίσχροι τέ εἰσι καὶ παχεῖς, τῶν λεπτυνόντων χρῄζουσιν.

Ἐκ τῶν Φιλουμένου. Πῶς χολημεσίαν θεραπευτέον.

Τοῖς χολημετοῦσι κατάπλασμα προσενεκτέον διὰ φοινίκων ἢ σιδίων ἢ κηκῖδος ἡψημένων ἐν οἴνῳ ἢ ὀξυκράτῳ, συλλελειωμένων ἄρτῳ· καὶ ἀκακία δὲ καὶ ὑποκιστὶς καὶ βαλαύστιον καὶ ῥοῦς συμπλεκέσθω τῷ καταπλάσματι, καὶ σικύα δὲ προσβαλλομένη μεγάλως ὠφελεῖ μετὰ φλογὸς πολλῆς. τὴν δὲ τροφὴν πολλάκις κατὰ βραχὺ δώσομεν. ἐπὶ δὲ τῶν χολὴν μέλαιναν ἐμούντων καὶ φυσωμένων τὸν στόμαχον σπόγγους ὄξει δριμυτάτῳ θερμῷ βεβρεγμένους ἐντίθει, ἢ κισσοῦ φύλλοις ἑφθοῖς ἐν οἴνῳ κατάπλασσε.

Ἐκ τῶν Γαληνοῦ. Περὶ λυγμοῦ.

Ὁ λυγμὸς γίνεται διὰ πλήρωσιν ἢ κένωσιν ἢ δριμέων χυμῶν δακνόντων τὸν στόμαχον, ὧν ἐμεθέντων παύεται· πολλοὶ δὲ καὶ τὸ διὰ τριῶν πεπέρεων λαβόντες, ἐὰν εὐθέως ἐπιπίωσιν οἶνον, λύζουσιν. ὅτι δὲ καὶ διαφθείραντες τροφήν τινες λύζουσι, τῶν γινωσκομένων ἐστίν· καὶ ῥιγώσαντες δὲ πολλοὶ λύζουσιν. ἔμετον μὲν οὖν εὑρήσομεν αὔταρκες ἴαμα τῶν διὰ πλῆθος ἢ δῆξιν λυζόντων, θερμασίαν δὲ τῶν διὰ ψῦξιν. ὅταν δʼ ὑπὸ πληρώσεως ὑγρῶν γένηται λυγμός, βιαίας δεῖται κενώσεως· τοῦτο δʼ ὁ πταρμὸς ἐργάζεται· τοὺς δʼ ἐπὶ κενώσει λυγμοὺς οὐκ ἰᾶται πταρμός. διδόναι δὲ τοῖς λύζουσι πήγανον μετʼ οἴνου ἢ ζιγγίβερι ἢ καλαμίνθην ἢ νάρδον Κελτικήν.

Πῶς ἐπιμελητέον γλώσσης τραχύτητος.

Ὑγραίνειν δεῖ τὴν τραχύτητα τῆς γλώσσης ποιοῦντας διακρατεῖν λινοσπέρμου ἀφέψημα τοὺς κάμνοντας ἐν τῷ στόματι· βέλτιον δʼ ἐνεργεῖ μύσκλον τῷ λινοσπέρμῳ ἐγκαθηψημένον. καὶ τὸν δάκτυλον δʼ ἐκ τούτου τοῦ χυλοῦ προβρέξαντες καὶ τὴν γλῶσσαν ἀνατρίψαντες ἀποκλυζέσθωσαν ὕδατι καθαρῷ ἢ σπόγγῳ περιμασσέσθωσαν, εἶτα ῥοδίνῳ ἐπαλειφέσθωσαν. καὶ αὐτὸ δὲ τὸ ῥόδινον μέλιτι συμμιγὲν σπουδαίως ἐνεργεῖ, καὶ ὁ τῆς ἀνδράχνης χυλὸς κρατηθείς. καὶ ῥοῦς ὁ ἐπὶ τὰ ὄψα μελικράτῳ μιγεὶς καλῶς ποιεῖ καὶ δαμασκηνοῦ καὶ μυσκλίου τὰ ὀστέα διακρατούμενα καὶ θριδακίνης καυλίον.

Θεραπεία τῆς περὶ τὸ ἱερὸν ὀστέον ἑλκώσεως.

Ἡνίκα μὲν ἄρχεται ἐνερευθὴς ὁ τόπος γίνεσθαι, κύκλον ἐξ ἐρίου ποιήσαντες εὐμεγέθη ὑποθήσομεν τῷ τόπῳ, μετὰ ταῦτα ῥοδίνην ἢ μυρσίνην κηρωτὴν ποιήσαντες ἔχουσαν λιθάργυρον ἢ ψιμύθιον ἐπιθήσομεν. φλεγμονῆς δὲ γενομένης ἄρτῳ καταπλαστέον μετὰ στρύχνου ἢ πολυγόνου ἢ ἀρνογλώσσου ἢ ἁπαλῆς κράμβης. εἰ δὲ νομώδης ἕλκωσις εἴη, φακῇ καταπλασσέσθω μετὰ σιδίων.

Περὶ λειποθυμίας τῆς ἐπὶ κενώσεσιν.

Τοῖς διὰ κένωσιν λειποθυμοῦσιν ὕδωρ ψυχρὸν προσραίνειν καὶ τοὺς μυκτῆρας ἐπιλαμβάνειν καὶ ἀνατρίβειν τὸ στόμα τῆς γαστρὸς καὶ κελεύειν ἐμεῖν, ἀλλὰ καὶ χεῖρας καὶ σκέλη διαδεῖν· εἶναι δὲ δεῖ τοὺς δεσμοὺς πλείονας καὶ σφοδροτέρους, ἄνω μὲν ἐπὶ τοῖς κάτω, κάτω δʼ ἐπὶ τοῖς ἄνω. ἰᾶται δὲ καὶ οἶνος ψυχρῷ κεκραμένος τὰς ἐπὶ ταῖς ἀθρόαις κενώσεσιν ἐκλύσεις, εἰ μηδὲν κωλύει. λουτρὰ δὲ τοῖς μὲν ἐπὶ τὴν γαστέρα ῥεύμασιν ἐπιτηδειότατα, τὰς δʼ αἱμορραγίας δεινῶς παροξύνει. καὶ ὅσοι διὰ πλῆθος ἱδρώτων, καὶ τούτοις ἐναντιώτατα· καὶ γὰρ στύφειν καὶ ψύχειν αὐτῶν τὸ δέρμα δεῖ, οὐ χαλᾶν. καὶ τὸν οἶνον μάλιστα τούτοις ψυχρὸν διδόναι.

Περὶ τῶν ἐπὶ πλήθει λειποθυμούντων.

Τῶν ἐπὶ πλήθει δὲ λειποθυμούντων ἀνατρίβειν τὰ κῶλα χρὴ καὶ θερμαίνειν καὶ διαδεῖν, οἴνου δὲ καὶ τροφῆς ἀπέχειν καὶ λουτρῶν, εἰ πυρέττοιεν. ἀρκεῖ δʼ αὐτοῖς μελικράτου τε διδόναι πόμα θύμον ἢ ὀρίγανον ἢ γλήχωνα ἢ ὕσσωπον ἐναφηψημένον ἔχον· ἐπιτήδειον δὲ καὶ ὀξύμελι.

Θεραπεία ἐφʼ ὧν στάξις παρηκολούθησεν.

Ἐπειδὴ ἡ μὲν στάξις δηλοῖ πλῆθος ἐν ὅλῳ τῷ σώματι ἢ ἐν τῇ κεφαλῇ κατʼ ἔκθλιψιν γινομένη διὰ πύκνωσιν, ἡ δὲ πλείων ἔκκρισις ἱκανή ἐστι καὶ χαλάσαι καὶ μειῶσαι τὸ πλῆθος, κατὰ λόγον δʼ ἐστὶ ποιεῖσθαι αὐτὴν ἐκεῖθεν ὅθεν ἡ φύσις ὥρμησεν — οἰκειότερόν ἐστιν ἢ διʼ ἑτέρων —, ταῦτα ἐννοήσας ἐτόλμησα ἐπὶ τῶν τεταρταίων ἀποστάξεων διὰ στοιβῆς, ὡς ἔθος, τρῶσαι τὰ ἐν τοῖς μυξωτῆρσιν ἀγγεῖα. δεῖ δὲ μὴ ἀρκεῖσθαι ὀλίγῃ ῥύσει, ἀλλὰ πρὸς δύναμιν ἀφαιρεῖν.