Ἐκ τῶν Γαληνοῦ· περὶ ἀέρος.
Ἄριστος ἀήρ ἐστιν ὁ ἀκριβῶς καθαρός· εἴη δʼ ἂν οὗτος ὁ μήτε ἐκ λιμνῶν ἢ ἑλῶν ἀναθυμιάσεως ἐπιθολούμενος μήτε ἔκ τινος βαράθρου δηλητήριον αὔραν ἀναπνέοντος, ὁποία περί τε Σάρδεις ἐστὶ καὶ Ἱεράπολιν. οὕτως καὶ ὅστις ἔκ τινος ὀχετοῦ τῶν ἐκκαθαιρόντων μεγάλην τινὰ πόλιν ἢ πολυάνθρωπον στρατόπεδον ἐπιθολοῦται, μοχθηρός ἐστιν· μοχθηρὸς δὲ καὶ ὅστις ἂν ἔκ τινος σηπεδόνος ἢ ζῴων ἢ λαχάνων ἢ κόπρων φαίνηται. καὶ μὴν καὶ ὅστις ὀμιχλώδης ἐστὶ διὰ ποταμὸν ἢ λίμνην γειτνιῶσαν, οὐκ ἀγαθός, ὥσπερ γε καὶ ὅστις ἂν ἐν κοίλῳ χωρίῳ πανταχόθεν ὄρεσιν ὑψηλοῖς περιεχόμενος μηδεμίαν αὔραν δέχηται· πνιγώδης τε γὰρ ὅδε καὶ σηπεδονώδης ἐστὶν ἀνάλογον τοῖς ἀποκεκλεισμένοις ἐν οἴκοις τισίν, ἐν οἷς εὐρὼς ὑπὸ σηπεδόνος τε καὶ ἀπνοίας ἀθροίζεται. οἱ μὲν δὴ τοιοῦτοι πάσαις ταῖς ἡλικίαις λυμαίνονται, ὥσπερ γε καὶ ὁ καθαρὸς ἀκριβῶς ἁπάσαις ταῖς ἡλικίαις ἀγαθός· ἡ δὲ κατὰ θερμότητα καὶ ψυχρότητα καὶ προσέτι ξηρότητα καὶ ὑγρότητα διαφορὰ τῶν ἀέρων οὐχ ὁμοίως ἔχει πρὸς ἅπαντας, ἀλλὰ τοῖς μὲν εὐκράτοις σώμασιν ὁ εὔκρατος ἀὴρ ἄριστος, ὅσα δʼ ὑπό τινος ἐξεχούσης ποιότητος δυναστεύεται, τούτοις ἄριστος ὁ ἐναντιώτατος τῇ κρατούσῃ, ψυχρὸς μὲν τῇ θερμῇ, θερμὸς δὲ τῇ ψυχρᾷ, καὶ δὴ καὶ τῇ μὲν ὑγροτέρᾳ ξηρός, τῇ δʼ αὐχμηροτέρᾳ τοῦ προσήκοντος εἰς τοσοῦτον ὑγρότερος, εἰς ὅσον κἀκείνη τοῦ συμμέτρου ξηροτέρα.
Περὶ ὡρῶν.
Ὑγρὸν εἶναι καὶ ψυχρὸν τὸν χειμῶνα λέγομεν, οὐχ ὅτι τῶν ἄλλων ὡρῶν ἐστιν ὑγρότατός τε καὶ ψυχρότατος, ἀλλὰ τοῦτο μὲν ἄλλως αὐτῷ συμβέβηκεν, ὅτι δὲ πλεονεκτεῖ κατʼ αὐτὸν ἡ μὲν ὑγρότης τῆς ξηρότητος, ἡ δὲ ψυχρότης τῆς θερμότητος, διὰ τοῦτο ὑγρὸς καὶ ψυχρὸς εἶναι λέγεται. κατὰ ταὐτὰ δὲ καὶ τὸ θέρος, ὅτι κἀν τούτῳ τὸ μὲν ὑγρὸν ἀπολείπεται τοῦ ξηροῦ, τὸ δὲ ψυχρὸν τοῦ θερμοῦ, διὰ τοῦτο θερμὸν εἶναι λέγεται καὶ ξηρόν· καὶ γὰρ καὶ δίκαιον, ἐκ τῆς ἰδίας φύσεως ἑκάστην τῶν ὡρῶν ἐξεταζομένην ἢ θερμὴν ἢ ψυχρὰν ἢ ὑγρὰν ἢ ξηρὰν ὀνομάζεσθαι. καὶ δὴ σκοπουμένῳ κατὰ τάδε φανεῖται τὸ ἔαρ ἄκρως μέσον ἁπασῶν τῶν ὑπερβολῶν· οὔτε γάρ, ὡς ἐν χειμῶνι, πλεονεκτεῖ τὸ ψυχρὸν ἐν αὐτῷ τοῦ θερμοῦ, οὔτε, ὡς ἐν θέρει, πλεονεκτεῖται· κατὰ ταὐτὰ δὲ καὶ ξηρότητός τε καὶ ὑγρότητος ἰσομοιρία τίς ἐστιν ἐν αὐτῷ, μήτε, ὡς ἐν θέρει, κρατοῦντος τοῦ ξηροῦ, μήτε, ὡς ἐν χειμῶνι, τοῦ ὑγροῦ. καὶ τὸ φθινόπωρον δʼ ὡσαύτως ἄκρως μὲν οὐδέτερόν ἐστιν, ἐπικρατεῖ δʼ ἐν αὐτῷ τὸ ξηρὸν τοῦ ὑγροῦ, καὶ δικαίως ἂν λεχθείη ταύτῃ μὲν ξηρόν, ἐν δὲ τῇ κατὰ θερμότητα καὶ ψυχρότητα διαφορᾷ μικτὸν ἐξ ἀμφοῖν. ἕτερον δέ τι πρόσεστιν αὐτῷ κακόν, ἡ ἀνωμαλία τῆς κράσεως, καὶ τοῦτό ἐστι τὸ μάλιστα νοσῶδες ἐργαζόμενον τὸ φθινόπωρον· πολὺ γὰρ θερμότερόν ἐστι κατὰ τὴν μεσημβρίαν ἢ κατὰ τὴν ἕω τε καὶ τὴν ἑσπέραν, ὥστε οἱ τὰς τέσσαρας συζυγίας τῶν κράσεων εἰς τὰς τέσσαρας ὥρας νεῖμαι σπουδάζοντες ἴστωσαν οὐ μόνον ἦρι κακῶς προσάπτοντες ὑγρότητα καὶ θερμότητα κράσεως, ἀλλὰ καὶ φθινοπώρῳ ψυχρότητά τε καὶ ξηρότητα. ἐγὼ δὲ τοσούτου δέω θερμὸν καὶ ὑγρὸν ἀποφαίνειν τὸ ἔαρ, ἢ ὅ τί περ ἂν εὔκρατον ᾖ, θερμὸν καὶ ὑγρὸν εἶναι συγχωρεῖν τοῖς καὶ τοῦτο ἀποφαινομένοις, ὥστε πᾶν τοὐναντίον ἀποφαίνεσθαι, χειρίστην εἶναι κατάστασιν κράσεως τοῦ περιέχοντος ἡμᾶς ἀέρος τὴν θερμὴν καὶ ὑγράν, ἣν ἐν μὲν ταῖς ὥραις οὐκ ἂν εὕροις ὅλως, ἐν δὲ ταῖς νοσώδεσιν, εἴτε καὶ λοιμώδεσι, καταστάσεσιν ἐνίοτε συμπίπτει, καθʼ ἣν κρᾶσιν καὶ σήπεσθαι πάντα πέφυκεν. ὁπόταν δʼ αἱ ὧραι τὴν προσήκουσαν ἁπάσαις φυλάττωσι κρᾶσιν, ὑγιεινότατον μὲν ἐν αὐταῖς ἔσται τὸ ἔαρ, ὀξυτάτας δὲ νόσους καὶ θανατωδεστάτας, ὡς ἐν ὥραις, οἴσει τὸ φθινόπωρον, ἐπειδὴ τὸ μὲν ἔαρ εὐκρατότατόν ἐστι, τὸ δὲ φθινόπωρον τῶν μὲν ὑπαρχόντων τῆς αὐτῆς ἡμέρας ὁτὲ μὲν θάλπος, ὁτὲ δὲ ψῦχος ἴσχοντα διαδέχεσθαι τὴν θερινὴν ὥραν, ἐν ᾗ πολλοῖς μὲν οἱ χυμοὶ κατωπτήθησαν, ἐνίοις δὲ καὶ ἡ δύναμις ἔκαμεν. οὐ μόνον δὲ κατὰ τοῦτο μοχθηρόν ἐστι τὸ φθινόπωρον, ἀλλὰ καὶ ὅτι πρότερον μὲν οἱ χυμοὶ τὴν ἐπὶ τὸ δέρμα κίνησιν ἐκινοῦντο, κατὰ δὲ τὸ φθινόπωρον εἰς τὸ βάθος ὑπὸ τῆς τοῦ περιέχοντος ψύξεως ὠθοῦνται. ταῦτα μὲν οὖν ἅπασιν ἀνθρώποις κοινά· τοῖς δʼ οὐκ ὀρθῶς διαιτωμένοις ἐξ ἐπιμέτρου προσέρχεται τὸ κατὰ τὰς ὀπώρας, ὧν ἀφθόνως ἐμπιπλάμενοι κακοχυμίας πληροῦνται. ὅσα τοίνυν τῆς ἐαρινῆς ὥρας ἐστὶν ἴδια νοσήματα, πάντως τινὰ κινεῖ κίνδυνον· ἐκκαθαίρεται γὰρ ἐν ταύτῃ τῇ ὥρᾳ τὸ βάθος τοῦ σώματος, ἀπὸ τῶν κυρίων μερῶν ἐπὶ τὸ δέρμα τῶν μοχθηρῶν χυμῶν ἀφικνουμένων· οὕτω γοῦν λέπραι καὶ ἀλφοὶ καὶ λειχῆνες ἑλκώδεις τέ τινες ἐξανθήσεις πολλαὶ γίνονται. καθʼ ἕτερον δὲ τρόπον διὰ φυμάτων τε καὶ ἀρθριτίδων καθαίρεται τὸ βάθος τοῦ σώματος, εἰς τὰ ἄκρα μόρια τῆς μεταστάσεως γινομένης τῶν μοχθηρῶν χυμῶν. γίνονται δὲ καὶ αἵματος ῥύσεις, κενοῦσαι τὸ πλῆθος ἅμα καὶ τὴν κακοχυμίαν λύουσαι καὶ κωλύουσαι τὰς ἐπʼ αὐτοῖς νόσους. εἰ δέ τι σῶμα εὔχυμον παραλάβοι ἡ ὥρα τοῦ ἦρος, φυλάττει τοῦτο ὑγιεινότατον, οὐδὲν ἐκ τῆς ἰδίας φύσεως νεωτερίζουσα· οὐ μὴν τό γε θέρος ἢ τὸ φθινόπωρον ἢ ὁ χειμών· ταῦτα γὰρ εἰ καθαρὸν σῶμα καὶ πάντως ἄμεμπτον παραλάβοι, τὸ μὲν τὴν ὠχρὰν χολὴν εἴωθε πλείονα τοῦ δέοντος γεννᾶν, τὸ δὲ τὴν μέλαιναν, ὁ χειμὼν δὲ τὸ φλέγμα. πρὸς μὲν οὖν τὸ θέρος αἱ ψυχραὶ καὶ ὑγραὶ κράσεις ἄριστα διάκεινται, πρὸς χειμῶνα δʼ αἱ θερμαὶ καὶ ξηραί, καθάπερ γε καὶ κακῶς αἱ μὲν θερμαὶ καὶ ξηραὶ πρὸς θέρος, αἱ δʼ ὑγραὶ καὶ ψυχραὶ πρὸς χειμῶνα.
Ἐκ τῶν Ἀντύλλου· περὶ τῆς κατὰ μῆνα τῶν ἀέρων διαφορᾶς· ἐκ τοῦ α λόγου τῶν ἔξωθεν προσπιπτόντων βοηθημάτων.
Ἐργάζεται δὲ διαφορὰς ἐν τῷ ἀέρι παραπλησίως τῷ ἡλίῳ καὶ ἡ σελήνη, περιιοῦσα τὸν τῶν ζῳδίων κύκλον· ἐργάζεται δὲ καὶ αὕτη τέσσαρας ὥρας μηνιαίους ἀναλογούσας ταῖς ἐτησίαις, ἑβδομαδικῷ δʼ ἀριθμῷ περικυκλουμένας. ἡ μὲν οὖν πρώτη τοῦ μηνὸς ἑβδομὰς ἀρχὴν μὲν ἀπὸ νουμηνίας ἔχει, πρόεισι δὲ μέχρι διχοτόμου· ἔστι δʼ ἐοικυῖα ἔαρι· ὑγρὰ γὰρ καὶ θερμή. ἐντεῦθεν καὶ τὸ περιέχον ἐν τῷ καιρῷ τῷδε ὑγρότατον, καὶ οἱ ὄμβροι τηνικαῦτα, ὡς ἐπίπαν, καταρρήγνυνται, καὶ οὗτοί γε ὑγροὶ καὶ γονιμώτατοι παραπλησίως τοῖς ἐαρινοῖς. ἡ δὲ δευτέρα ἑβδομὰς ἄρχεται μὲν ἀπὸ διχοτόμου, πρόεισι δὲ μέχρι πανσελήνου· θέρει δὲ παραπλήσιος διὰ τοῦτο, ὅτι καρποὺς πέσσει μάλιστα. ἥ γε μὴν μετὰ πανσέληνον ἑβδομὰς μέχρι διχοτόμου φθινούσης τῆς σελήνης ξηρὰ καὶ μετοπώρῳ παραπλήσιος. ἡ δὲ τελευταία χειμῶνι ἔοικεν. ὅσα οὖν αἱ τοῦ ἐνιαυτοῦ ὧραι ἐπιφέρουσι, τοσαῦτα καὶ παρὰ τῶν μηνιαίων ἡγητέον ἀπαντᾶν· ἐκεῖνο δὲ προσδιαληπτέον, ὅτι ὁ μὲν ἥλιος κατὰ τὴν ἑαυτοῦ δύναμιν θερμαίνει τὰ σώματα, ἡ σελήνη δὲ μᾶλλον ὑγραίνει. παρὰ ταύτην οὖν τὴν αἰτίαν τούς τε ἐγκεφάλους ἀεὶ ὑγροτέρους ἀποτελεῖ καὶ τὰ κρέα σήπει καὶ τὰ σώματα τῶν ἐν αἰθρίᾳ διαγόντων ὑγρότερα καὶ ἀμβλύτερα ἀπεργάζεται καὶ καρηβαρίας καὶ ἐπιληψίας ἀνακινεῖ κατὰ τὴν ὁμοίαν αἰτίαν.
Περὶ τῆς καθʼ ἡμέραν διαφορᾶς τῶν ἀέρων· τοῦ αὐτοῦ· ἐκ τοῦ αὐτοῦ λόγου.
Τὴν ἡμέραν λαμβάνομεν μετὰ τῆς νυκτός· ἀναλογίαν δὲ καὶ ταύτην φαμὲν ἔχειν πρὸς τὸν ἐνιαυτόν. ἔστι δʼ ὁ μὲν ὄρθρος ὑγρὸς καὶ θερμός, ἔαρι παραπλήσιος· διὰ τοῦτο οἵ τε ὕπνοι εὐκρινεῖς, καὶ τὰ σώματα ἀνεῖται, καὶ τὰ τῶν ὑγιαινόντων καὶ τὰ τῶν νοσούντων, ὥστε καὶ τοῖς πυρέσσουσιν εὐφορώτατον εἶναι τόνδε τὸν καιρόν· καὶ γὰρ ἀναθυμιάσεις ἀνίασι περὶ τὸν ὄρθρον, καὶ αὖραι ποταμῶν ἀποπνέουσιν ὑγραί, καὶ δρόσος ἐπιπίπτει. τὰ δὲ μέσα τῆς ἡμέρας θέρει παρείκασται, τὰ δὲ κατὰ τὴν δείλην φθινοπώρῳ. τῆς δὲ νυκτὸς τὰ μὲν πρῶτα καὶ περὶ τὴν ἑσπέραν ὅμοια τῇ δείλῃ· ἐντεῦθεν οὔτε ὕπνον ἐπιτρέπομεν τοῖς κάμνουσιν οὔτε ποτὸν προσφέρομεν οὔτε ἄλλο προσάγομεν βοήθημα, εἰ μή τι ἕτερον προκαλοῖτο, ὑφορώμενοι τὸν καιρὸν τοῦτον, ὥσπερ καὶ τὸν δειλινόν. τὰ δὲ μέσα τῆς νυκτὸς χειμῶνι ἐξείκασται· πλεῖστον γὰρ τότε ὁ ἥλιος, καθάπερ καὶ ἐν χειμῶνι, ἀφέστηκεν ἡμῶν· αἵ τε οὖν ὀδύναι τοῖς νοσοῦσιν ἰσχυρότεραι τῆς νυκτὸς εἰκότως, διὰ τὴν ψῦξιν πυκνουμένης τῆς ἐπιφανείας καὶ ἀπολαμβανομένης τῆς κατὰ τὸ ἄδηλον διαπνοῆς. καὶ τὰ ῥεύματα δὲ καὶ τὰ τῶν ὀφθαλμιώντων καὶ τὰ τῶν δυσεντερικῶν καὶ κοιλιακῶν καὶ τὰ αἱματικὰ ἀπὸ τῆς αὐτῆς προφάσεως ἐπιγίνεται, παντὸς τοῦ εἰωθότος ἀπιέναι κατὰ τὸ ἀφανὲς εἰς ἕνα τόπον συνδιδομένου τὸν ῥευματιζόμενον. τὰ δὲ τελευταῖα τῆς νυκτὸς διὰ τὴν πρὸς τὸν ὄρθρον γειτνίασιν τῆς αὐτῆς κράσεως ἐκείνῳ μεταλαμβάνει.
Ἐκ τῶν Ἀθηναίου· περὶ ἀέρος· ἐκ τοῦ κθ λόγου.
Διαφέρει δὲ καὶ ὁ ἡλιούμενος ἀὴρ τοῦ ἀνηλίου καὶ σκιεροῦ, καὶ ὁ μεθʼ ἡμέραν τοῦ νύκτωρ· ὁ μὲν γὰρ ἡλιούμενος θερμότερός τέ ἐστι καὶ λεπτότερος, ὁ δὲ σκιερὸς παχύτερος. ὁμοίως δὲ καὶ ὁ φωτεινὸς ἧττον ψυχρὸς καὶ λεπτός ἐστιν, ὁ δʼ ἀφώτιστος καὶ ζοφερὸς καὶ ψυχρότερός ἐστι καὶ παχύτερος. ὁ μὲν οὖν θερμότερος καὶ λεπτότερος εὐδιάπνευστα τὰ σώματα παρασκευάζει, ὁ δὲ ψυχρὸς καὶ παχὺς τοὐναντίον· διόπερ αἱ νύκτες τοῖς ῥευματιζομένοις καὶ φλεγμαίνουσι καὶ πυρέσσουσι δυσφορέστεραι. διαφέρει δὲ καὶ ὁ κατὰ πόλιν ἀὴρ τοῦ κατὰ χώραν· πρῶτον μὲν γὰρ συνέχεται τοῖς οἰκοδομήμασιν ὁ κατὰ πόλιν· διόπερ ὁμοίως τοῖς κοίλοις τόποις θερμότερός ἐστι καὶ παχύτερος· ὅ τε γὰρ ἥλιος ἀδιάπνευστον ὄντα τὸν ἀέρα συνεχῶς θερμαίνει καὶ πυροῖ μᾶλλον, ἥ τε ἀκινησία παχύνει, τῆς κινήσεως ὁμοίως τοῖς ῥιπίζουσι λεπτυνούσης ἅμα καὶ ψυχούσης τὸν ἀέρα. παχύνεται δʼ ὁ κατὰ πόλιν ἀήρ, οὐ μόνον διὰ τὴν ἀκινησίαν συναγόμενος εἰς ἑαυτόν, ἀλλὰ καὶ τῷ σκιάζεσθαι τὸν πλείονα χρόνον καὶ πολὺ μᾶλλον τῷ πολλὰς καὶ παντοδαπὰς ἐκ τῆς πόλεως ῥεῖν εἰς αὐτὸν ἀναθυμιάσεις, καὶ πολὺ μᾶλλον ἐν ταῖς εἰς τέλος ἀδιαπνεύστοις πόλεσιν. ὁ δʼ ἐν ταῖς χώραις ἀήρ, λεπτὸς ὢν καὶ καθαρός, ὀρεκτικωτέρους ἀπεργάζεται πρὸς τροφὰς καὶ εὐπεπτοτέρους εὐτροφωτέρους τε καὶ εὐρουστέρους καὶ εὐαισθητοτέρους, ὅθεν κατὰ μὲν τὴν πόλιν δυσδιαφόρητα μένει καὶ πλήρη τὰ σώματα, πάντοθεν κατειλημμένου τοῦ ἀέρος ἅμα καὶ τῷ πλήθει τῶν οἰκιῶν καὶ τῇ τῶν τειχῶν περιθέσει, ἐπὶ δὲ τῆς χώρας αἴθριος ὢν καὶ ἀνειμένως καὶ λεληθότως τὸ περιττεῦον ἐκκρίνων, κοῦφόν τε καὶ εὔπνουν καὶ ἕτοιμον κατασκευάζει πρὸς τὴν τῆς τροφῆς λῆψιν.
Περὶ χωρίων· ἐκ τῶν Γαληνοῦ.
Ταῖς χώραις ἔνια μὲν ἀπὸ τῆς, ὡς ἂν εἴποι τις, κοσμικῆς θέσεως ὑπάρχει, τινὰ δʼ ἀπὸ τῆς ἰδίας, τρίτα δʼ ἀπὸ τῶν συμπτωμάτων· ἀπὸ μὲν τῆς κοσμικῆς θέσεως ψυχραῖς μὲν εἶναι ταῖς παρὰ τὸν Ἴστρον τε καὶ τὴν Μαιῶτιν λίμνην καί, καθόλου φάναι, ταῖς ἀρκτικαῖς, θερμαῖς δὲ ταῖς κατὰ τὴν Αἰθιοπίαν καὶ Ἰνδίαν καί, συνελόντι φάναι, ταῖς μεσημβριναῖς, εὐκράτοις δὲ ταῖς μέσαις τούτων. καθʼ ἑκάστην δʼ αὖ πάλιν αὐτῶν τούτων τῶν ὡσανεὶ κοσμικῶν θέσεων ἔστι τις ἰδία φύσις χώρας, καθʼ ἣν αἱ μέν τινες αὐτῶν πρὸς μεσημβρίαν μᾶλλον, αἱ δὲ πρὸς ἥλιον τὸν ἢ δυόμενον ἢ ἀνίσχοντα, τινὲς δὲ πρὸς τὰς ἄρκτους εἰσὶ τετραμμέναι. τὰ δʼ ἀπὸ τῶν συμπτωμάτων αὖτε ὑπάρχοντα βορβορώδεις τέ εἰσιν ὀδμαὶ καὶ ἑλώδη ὕδατα, τῶν μὲν λίθους γεννώντων, τῶν δὲ σπλῆνας ἐξαιρόντων, καὶ πνεύματα, ὅσα οἰκήσεσί τισιν ἐπιχώρια καθέστηκεν, ἢ ἐκ λιμνῶν ἢ ἐκ ποταμῶν ἢ ἐκ τελμάτων ἢ ἐκ κόλπων ἢ ἐκ πελάγους γεννώμενα, τινὰ δʼ ἐξ ἀναθυμιάσεως γῆς ἀποτελούμενα, τὰ μὲν χρηστά, τὰ δὲ πονηρά, καθάπερ τὰ ἐκ τῶν μετάλλων καὶ τούτων δὴ τῶν καλουμένων χαρωνίων ἀναπνέοντα. ἔν τισι δὲ ψυχροῖς χωρίοις, ὁποῖα τὰ κατὰ Θρᾴκην ἐστὶ καὶ Πόντον, ἐπειδὴ ταπεινὰ τὰ πρὸς τῇ θαλάττῃ, διὰ τοῦτό ἐστι θερμότερα τῇ κράσει· ἐν δὲ τοῖς θερμοτέροις, ὁποῖα τὰ κατʼ Αἴγυπτόν τε καὶ Λιβύην, ἐπειδὴ τοῦ θέρους ἀναψύχεται τοῖς ἀρκτικοῖς ἀνέμοις, διὰ τοῦτό ἐστιν ἧττον θερμὰ τῶν ἀποκεχωρηκότων εἰς μεσόγαιον. ἡ δʼ ἀκριβῶς εὔκρατός τε καὶ μέση ζώνη τῆς οἰκουμένης ἐστὶν ἡ διὰ Κνίδου καὶ Κῶ, καὶ ὅσα χωρία μὴ πολὺ τούτων ἀποκεχώρηκεν, ἤτοι πρὸς ἄρκτον ἢ πρὸς νότον.
Περὶ ἀνέμων.
Εὖρος μὲν ἀπʼ ἀνατολῆς πνεῖ, νότος δʼ ἀπὸ μεσημβρίας, καὶ ζέφυρος μὲν ἀπὸ δυσμῶν, βορρᾶς δʼ ἀπὸ τῶν ἄρκτων· οὗτοι γάρ εἰσι τόποι τέσσαρες ἀλλήλοις ἀντικείμενοι. πλάτος δʼ αὐτῶν ἔχοντος ἑκάστου μέγα, προσέρχονταί τινες ἄλλαι διαφοραὶ πνευμάτων ὀκτώ· τοῦ γὰρ ὁρίζοντος ὀνομαζομένου κύκλου — καλεῖται δʼ οὕτως ὁ τὸ φαινόμενον τοῦ κόσμου διορίζων ἀπὸ τοῦ μὴ φαινομένου — τμηθέντος εἰς ξ μόρια, τηλικούτων μὲν ἔγγιστα τμημάτων ἐστὶν ὀκτὼ τὸ πλάτος τῆς ἡλιακῆς ἀνατολῆς, ὥσπερ γε καὶ τὸ τῆς δύσεως, εἴκοσι δὲ καὶ προσέτι δυεῖν ἑκάτερον τῶν λοιπῶν, ἀρκτικόν τε καὶ προσέτι μεσημβρινόν. εἰ δὲ καὶ ταῦτα πάλιν αὐτὰ δίχα τετμημένα, τὸ μέρος ἑκάτερον ἔσται μοιρῶν ια τοιούτων, ὁποίων ὁ σύμπας κύκλος ἐστὶν ξ, τεμνομένης διὰ τοῦ πλάτους τῆς μεσημβρίας. αὐτὸς μὲν ὁ νότος ἀπὸ τοῦ ταπεινοῦ πόλου πνεῖ· μεταξὺ δὲ τούτου καὶ τῆς ἀνατολῆς τῆς χειμερινῆς ὁ καλούμενος εὐρόνοτος, ὥσπερ γε κἀν τῷ μεταξὺ τούτου τε τοῦ πόλου καὶ τῆς χειμερινῆς δύσεως ὁ λιβόνοτος. ὑγροὶ καὶ θερμοὶ πάντες οὗτοι καὶ διὰ τοῦτο πληρωτικοὶ τῆς κεφαλῆς. οὐ μὴν ὁ νότος ὑγρός ἐστιν ἀεί· φαίνεται γὰρ ἐνίοτε ξηρὸς γινόμενος, ὃν καὶ προσαγορεύουσιν οἱ ἰδιῶται λευκόνοτον. ὁ μὲν οὖν τοιοῦτος νότος ἐνίοτε μὲν καὶ σφοδρὸς γίνεται, σαφῆ δʼ οὖν ἀεὶ τὴν κίνησιν ἔχει· μαλακὸς δʼ ἄλλος ἐστὶ νότος, ὃς ἀναίσθητον ἔχει τὴν κίνησιν ἔν τε τῷ περιέχοντι καὶ κατὰ τὰ νέφη. καὶ τοίνυν θερμὸς μὲν οὗτός ἐστι διὰ παντός· ὁ λευκόνοτος δʼ ἐνίοτε σαφῶς φαίνεται ψυχρός.
Περὶ τῆς τῶν ἄστρων ἐπιτολῆς καὶ δύσεως.
Ἐπίστασθαι χρὴ τὴν κατὰ τὰς χώρας, ἐν αἷς ἂν ἰατρεύειν μέλλωμεν, ἑκάστου τῶν ἄστρων ἐπιτολήν τε καὶ δύσιν, ἐπειδὴ περιγράφουσιν αὐταῖς οἱ παλαιοὶ τὰς ὥρας. αὐτίκα γέ τοι κατὰ τὸν διʼ Ἑλλήσποντον παράλληλον ἀρχὴ μὲν τοῦ ἦρός ἐστιν ἡ κατʼ ἐκεῖνον τὸν καιρὸν ἰσημερία, τελευτὴ δʼ ἡ ἐπιτολὴ τῶν Πλειάδων. ἡ δʼ αὐτὴ καὶ θέρους ἐστὶν ἀρχή, καθάπερ γε καὶ τελευτὴ μὲν τοῦ θέρους, ἀρχὴ δὲ τοῦ φθινοπώρου ἡ ἐπιτολὴ τοῦ Ἀρκτούρου, προλαμβάνουσα τὴν φθινοπωρινὴν ἰσημερίαν ἡμέραις ὡς δώδεκα. καὶ μήν γε καὶ ἡ δύσις τῆς Πλειάδος ἀρχὴ μὲν τοῦ χειμῶνός ἐστι, τελευτὴ δὲ τοῦ φθινοπώρου. ὅσοι δὲ τὸν ἐνιαυτὸν εἰς ζ περιτέμνουσιν ὥρας, ἄχρι μὲν ἐπιτολῆς τοῦ Κυνὸς ἐκτείνουσι τὸ θέρος, ἐντεῦθεν δὲ μέχρι Ἀρκτούρου τὴν ὀπώραν· οἱ δʼ αὐτοὶ τὸν χειμῶνα τρίχα τέμνουσι, μέσον μὲν αὐτοῦ ποιοῦντες τὸν περὶ τὰς τροπὰς χρόνον, τῶν δʼ ἑκατέρωθεν σπορίτην μὲν τὸ πρόσθεν, φυτάνουν δὲ τὸ ὕστερον. αἰτία δὲ τῆς τούτων τῶν ὡρῶν τομῆς ἐστι τὸ μῆκος τοῦ κατʼ αὐτὰς χρόνου· τεσσάρων μὲν γὰρ μηνῶν ὁ μεταξὺ Πλειάδος καὶ Ἀρκτούρου χρόνος ἐστί, πλείων δὲ τεσσάρων ὁ μεταξὺ δύσεώς τε Πλειάδος καὶ τῆς ἐαρινῆς ἰσημερίας, ὁ δὲ τοῦ ἦρος οὐδʼ ὅλων δυεῖν μηνῶν, ὥστε ἄτμητος εἰκότως ἐφυλάχθη· διὰ ταῦτα δὲ καὶ ὁ τοῦ φθινοπώρου, μείζων μὲν ὢν ἢ ὁ κατὰ τὸ ἔαρ — ἐκτείνεται γὰρ εἰς δύο μῆνας —, ἀπολειπόμενος δὲ τῷ μεγέθει πάμπολυ τοῦ κατὰ θέρος τε καὶ χειμῶνα χρόνου. ταῦτα οὖν μνημονεύεσθαι ἔστω πρὸς τὸ μετάγεσθαι ῥᾳδίως εἰς τοὺς ἐν ἑκάστῳ τῶν ἐθνῶν μῆνας· ἡ μὲν γὰρ ἰσημερία κοσμικόν τι πρᾶγμά ἐστιν, οἱ δὲ μῆνες ἐπιχώριοι καθʼ ἕκαστον ἔθνος. μηνὸς Λῴου φθίνοντος πέμπτῃ ἀνατέλλοντος ἡλίου ὁ Κύων ἐπιτέλλειν παρʼ ἡμῖν ἐν Περγάμῳ πεπίστευται· ἐγὼ δʼ εὗρον ἔκ τινος μεθόδου μετὰ ι ἡμέρας τῆς προθεσμίας ταύτης.
Ἀντύλλου περὶ ἀνέμων· ἐκ τοῦ α λόγου τοῦ Περὶ βοηθημάτων.
Ἡ τῶν ἀέρων κίνησις ἄνεμός ἐστιν· ἀνέμων δὲ διαφοραὶ δύο· οἱ μὲν γὰρ αὐτῶν καθολικοί, οἱ δὲ τοπικοί εἰσιν, τοπικοὶ μὲν οἱ ἐγχώριοι, καθολικοὶ δʼ οἱ πανταχοῦ τῶν αὐτῶν ὀνομάτων ἀξιούμενοι. καὶ οἱ μὲν τοπικοὶ τῶν ἀνέμων παραπλήσιοι τοῖς τόποις εἰσὶν ἀφʼ ὧν πνέουσιν· οἱ μὲν γὰρ ἀφʼ ὑγιεινῶν χωρίων ὑγιεινοί, οἱ δʼ ἀπὸ νοσερῶν νοσεροί· κατὰ μέρος δʼ οἱ μὲν ἀπὸ γῆς ξηρότεροι, οἱ δʼ ἀφʼ ὑδάτων ὑγρότεροι, καὶ οἱ μὲν ἀπὸ θαλάσσης ὑγιεινοί, μάλιστα χειμῶνος καὶ ἔαρος, θέρους δὲ θερμότεροι τοῦ δέοντος, οἱ δʼ ἀπὸ ποταμῶν ὑγρότεροί τε τούτων καὶ χειμῶνος κακίους, θέρους δὲ βελτίους, οἱ δʼ ἀπὸ λιμνῶν ἀμφοτέρων ἀτοπώτεροι, κάκιστοι, οἱ δʼ ἀπὸ τελμάτων καὶ οὐδὲ κατὰ μίαν ὥραν ἀγαθοί, οἱ δʼ ἀπὸ πεδίων καὶ γῆς εὐπνόου βελτίους. τὸ δʼ οὖν ὅλον πάντες οἱ τοπικοὶ τῶν καθολικῶν νοσερώτεροι, οἱ δὲ βορραῖοι ὑγιεινότατοι, οἱ δὲ ζέφυροι πνέοντες ἀπὸ δυσμῶν ὑγροί τε καὶ προσηνεῖς, ὑγιεινοὶ μὲν ἧσσον ἤπερ ὁ βορρᾶς, ἡδεῖς δὲ καὶ οἰκεῖοι τῷ σώματι πάντων μᾶλλον· φαῦλοι δʼ εἰσὶ πρὸς ὑγείαν καὶ ἀπὸ τῆς ἀνατολῆς εὖροι.
Περὶ τῆς τῶν πόλεων θέσεως· ἐκ τῶν Γαληνοῦ.
Ἐπισκοπεῖσθαι δεῖ τὰς θέσεις τῶν πόλεων εἰς ὅ τι μέρος εἰσὶ τετραμμέναι τοῦ κόσμου. τοῦτο δʼ ἐπὶ τοῖς ὑψηλοῖς χωρίοις προσῳκειωμένον γίνεται· τὰ γὰρ ὁμαλὰ πρὸς οὐδὲν μέρος τοῦ κόσμου λέγοιντο ἂν ἐστράφθαι. τὰς μέντοι κατʼ αὐτὰς οἰκίας ἀναγκαῖόν ἐστι πρὸς ἕν τι τῶν τεττάρων μερῶν ἀποβλέπειν, ὥσπερ καὶ τῶν βαλανείων τοὺς οἴκους, ἐν οἷς λουόμεθα· τούτους γὰρ οἱ ἀρχιτέκτονες ὡς πρὸς ὥραν ὀγδόην ἐστραμμένους κατασκευάζουσιν, οἵ γε τῆς ἀρίστης θέσεως ἐστοχάσθαι δοκοῦντες. ἡ δὲ κρίσις τούτου γίνεται κατὰ τὸν καιρὸν ἐκεῖνον τῆς ἡμέρας, ἐν ᾧ καταλάμπει τὰς θυρίδας ὁμαλῶς ὅλας ὁ ἥλιος τῶν οἴκων, ὡς πρὸς μηδὲν ἕτερον ἀποκλίνων τῶν τοίχων.
Ἀντύλλου περὶ τόπων· ἐκ τοῦ α λόγου τοῦ Περὶ βοηθημάτων.
Οἱ ὑψηλοὶ τῶν τόπων ὑγιεινότατοι, τοῦ ἀέρος ἐν αὐτοῖς οὐ μένοντος, ἀλλὰ περιχεομένου καὶ ὑπὸ τῶν ἀνέμων συνεχῶς ἀπωθουμένου· εὔπνοοί τε δὴ καὶ διαθέσεσι ταῖς περὶ θώρακα πάσαις ἐπιτήδειοι, λεπτοί, καὶ κεφαλῇ πεπονθυίᾳ καὶ τοῖς αἰσθητηρίοις ἅπασιν ἐπιτήδειοι· οἱ δὲ ταπεινοὶ τοῖς προειρημένοις ἀνάρμοστοι, διαφορουμένοις δὲ καὶ συγκοπτομένοις ἐπιτήδειοι καὶ γέρουσιν. οἱ δὲ παραθαλάττιοι τόποι τοῖς τε ὑδρωπικοῖς καὶ τοῖς ὑπὸ ῥεύματος οὑτινοσοῦν ἐνοχλουμένοις ἁρμόδιοι, καὶ ὅπου δεῖ ἀμύξαι ἢ θάλψαι ἢ ἀναστομῶσαι· ἀγαθοὶ δὲ καὶ νευρικοῖς καὶ ἀρθριτικοῖς πᾶσιν· ἐπιτήδειοι δὲ καὶ ὀρέξεσι κεκακωμέναις. οἱ δὲ μεσόγαιοι ψυχρότεροι τῶν παραθαλαττίων, καὶ πρὸς μὲν τὰ ὀξέα νοσήματα, ἐὰν μήτε ἑλώδεις ὦσι μήτε κοῖλοι, κρείττους τῶν παραθαλαττίων, πρὸς δὲ τὰ χρόνια χείρους. οἱ δʼ ἑλώδεις κακοὶ μὲν ἀεί, θέρους δὲ καὶ λοιμώδεις. κακοὶ δὲ καὶ οἱ πρὸς μετάλλοις· ξηροὶ γὰρ καὶ πνιγώδεις. οἱ δὲ βαθύγειοι, εὔχυμοι ὄντες, ταῖς ξηροτέραις ἁρμόζουσι διαθέσεσιν· οἱ δʼ ἀργιλώδεις διαλυτικοὶ τοῦ τόνου, ἔκλυτον ἔχοντες τὴν ἀναθυμίασιν· οἱ δὲ πυρρόγειοι ξηραντικώτεροι τούτων· οἱ δὲ μελάγγειοι τόποι πάντων ἄριστοι.
Ἀθηναίου περὶ τόπων· ἐκ τοῦ λ λόγου τοῦ Περὶ βοηθημάτων.
Οἱ μὲν ὑψηλοὶ τῶν τόπων εἰσὶ ψυχρότεροι καὶ εὐπνούστεροι, ψυχρότεροι μὲν διὰ τὸ ἀπʼ ὀλίγου τοῦ ἐπιπέδου ὀλίγας ἔχειν τὰς ἀπὸ τοῦ ἡλίου ἀντανακλάσεις, εὔπνοοι δὲ διὰ τὸ πανταχόθεν ἐξανεῷχθαι καὶ μηδὲν ἔχειν τὸ ἐπιπροσθοῦν τοῖς πνεύμασιν· διόπερ ὑγιεινῶς τὰ πολλὰ διάγουσιν οἱ κατοικοῦντες ἐν αὐτοῖς· χειμῶνος δʼ αὐτοῖς τὰ διὰ τὸ ψῦχος γινόμενα μᾶλλον συναντᾷ πάθη. οἱ δὲ ταπεινοὶ ἧσσόν εἰσιν ὑγιεινοὶ διὰ τὴν θερμότητα, καὶ μάλιστα τοῦ θέρους, καὶ διὰ τὸ ἧσσον διαπνεῖσθαι, ταπεινοτέρας τῆς χώρας ὑπαρχούσης. εἰ δὲ καὶ ὄρεσιν ὑψηλοῖς γε περιέχοιντο, πολὺ μᾶλλον ταῖς ἀπὸ τῶν καιομένων ὀρῶν ἀντανακλάσεσι πυρώδης ὁ ἐν αὐτοῖς ἀὴρ γίνεται. ἡ δὲ κατάφυτος χώρα τῆς ψιλῆς ἧσσόν ἐστιν εὔπνους καὶ εὐήλιος· διόπερ καὶ χειμῶνός ἐστι σκιερὰ καὶ ψυχρὰ καὶ θέρους δυσήνεμος καὶ πνιγώδης· διόπερ τὴν διαπνοὴν τοῖς ἐνδιατρίβουσι φαυλοτέραν παρασκευάζει. ὅσαι δὲ τῶν χωρῶν καὶ τῶν πόλεων ἐπεισάκτους ἔχουσι ποταμοὺς ἔξωθεν, συμμέτρων ὄντων αὐτῶν, καὶ μάλιστα ἐὰν ξηρότατοι τυγχάνωσιν ὄντες οἱ τόποι, εὐκρατότατοι γίνονται· πλεοναζόντων δʼ αὐτῶν, οὐ μικρὰ συνέργεια συμβαίνει πρὸς τὸ τὰς νόσους γίνεσθαι· ὅ τε γὰρ ἀὴρ ὑγραίνεται καὶ συνυγραίνει διά τε τῆς ἀναπνοῆς καὶ τῆς διαπνοῆς τὰ σώματα, καὶ τὰς ἑῴας καὶ τὰς δειλινὰς ψυχροτέρας δεχόμενος τὰς ἀπὸ τῶν ὑδάτων ἀπορροίας περιψύχει τὰ σώματα καὶ φθινοπωρινὴν κατάστασιν ἐν τῷ θέρει παρέχεται. οἱ δʼ ἑλώδεις τῶν τόπων καὶ λίμνας ἐν ἑαυτοῖς ἔχοντες διὰ πολλὰς αἰτίας εἰσὶ νοσεροί· ἀπὸ γὰρ τῶν λιμνῶν πᾶσα ἡ παρακειμένη χώρα βρεχομένη καθυγραίνεται, καὶ πρῶτον μὲν οἱ ἐν αὐτῇ καρποὶ νοσεροὶ τυγχάνουσιν ὄντες, ἅτε διὰ τὴν ὑγρότητα μὴ κατακρατούμενοι μηδὲ τὴν ἁρμόζουσαν πέψιν λαμβάνοντες, καὶ ὁ ἀὴρ δʼ ἐν τοῖς τοιούτοις τόποις ὑγρός ἐστι καὶ παχύς, τῶν τε ἑλῶν παντοδαπὰς σήψεις λαμβανόντων, ἡ ἀπὸ τούτων ἀναθυμίασις οὐ μόνον παχύν, ἀλλὰ καὶ μοχθηρὸν κατασκευάζεται τὸν ἀέρα. αἱ δὲ κάθυδροι χῶραι τὰ πολλὰ καὶ σύνδενδραι τυγχάνουσιν οὖσαι, αἱ δὲ πεπυκνωμέναι τοῖς δένδρεσι δυσκόλως διαπνέονται. πρὸς δὲ τοῖς εἰρημένοις αἱ λιμνάζουσαι χῶραι καὶ φύσει κάθυδροι καὶ κοῖλαι ἐπίνοσοι τυγχάνουσιν, οὐ μόνον διὰ τὰ ὕδατα καὶ τοὺς ἀέρας — ταῦτα γὰρ οἱ πολλοὶ μᾶλλον αἰτιῶνται —, ἀλλὰ καὶ διὰ τὰς τροφὰς ὑγροτέρας τε καὶ ψυχροτέρας ὑπαρχούσας, περὶ ὧν οὐδεὶς οὐδένα λόγον πεποίηται. οὐ μὴν ἀλλʼ ἐπεὶ καὶ κοῖλοι τοὐπίπαν εἰσὶν οἱ τοιοῦτοι τῶν τόπων, οὐ μόνον ἀδιάπνευστοι καὶ παχεῖς διὰ τὴν ταπεινότητα, πρός γε καὶ διακαεῖς κατὰ τὸ θέρος εἰσίν· ὁ γὰρ αὐτὸς ἀὴρ ἐπιμένων ἐπὶ πλεῖον θερμαίνεται ταῖς ἀπὸ τῶν ὑπερκειμένων τόπων ἀντανακλάσεσι τοῦ ἡλίου, καὶ μάλιστα, ἐὰν ὑψηλοὶ τυγχάνωσιν ὄντες οἱ τόποι, περισσότερον διακαίουσι τὸν ἀέρα. πρὸς δὲ τοῖς εἰρημένοις ἐπινοσωτέρους οἰόμεθα τοὺς λιμνάζοντας καὶ ἑλώδεις τόπους, καὶ μάλιστα τοῦ θέρους, διὰ τὴν ἀνωμαλίαν τοῦ ἀέρος· αἱ μὲν γὰρ ἑωθιναὶ ὧραι περιψύχουσι ταῖς ἀπὸ τῶν ἑλῶν αὔραις τοὺς ἐνοικοῦντας, αἱ δὲ μεσημβριναὶ θερμαίνουσιν, εἶτα αἱ δειλιναὶ περιψύχουσιν· διὰ δὲ τὴν ἀνωμαλίαν τῆς ψύξεως καὶ τῆς θερμότητος καὶ τὸ μετόπωρον νοσερὸν πέφυκεν. αἱ δʼ ἄνυδροι καὶ ξηραὶ χῶραι συναναξηραίνουσι τὰς ἕξεις καὶ εὐπνουστέρας καὶ καθαρωτέρας παρασκευάζουσιν. οὐ μόνον δʼ ὁ ἀὴρ ξηρὸς ὢν ξηροτέρας ἀποτελεῖ τὰς ἕξεις, ἀλλὰ καὶ αἱ τροφαὶ θερμαντικώτεραι καὶ ξηρότεραι τυγχάνουσαι εὐκατέργαστοί εἰσι καὶ εὐδιοίκητοι καὶ τὰς ἕξεις θερμοτέρας καὶ καθαρωτέρας παρασκευάζουσιν. διαφέρουσι δὲ καὶ οἱ μεσόγειοι τόποι τῶν παραθαλασσίων· πάντες γὰρ οἱ παραθαλάσσιοι ταπεινότεροί εἰσι καὶ θερμότεροι τῶν μεσογείων· διὸ καὶ πολλῷ τῶν παραθαλασσίων ὑγιεινότεροί εἰσιν οἱ ἀναπεπταμένοι καὶ ξηροτέρας ἔχοντες μᾶλλον τὰς χώρας ἢ καθύγρους καὶ διόμβρους, ὅθεν αἱ νῆσοι ὑγιεινότεραί εἰσι καὶ τοὺς καρποὺς φέρουσι διαφορωτέρους. μεγάλη δʼ ἐστὶ διαφορὰ τῶν τόπων καὶ παρὰ τὴν ποιότητα τῆς χώρας· ὑγιεινότεροι γάρ εἰσιν οἱ ὀρεινοί, καὶ τῶν διασήμων οἱ ξηρότεροι, αἵ τε γὰρ ἀναθυμιάσεις ἐκ τῆς γῆς λεπταί εἰσι καὶ ξηραί· διόπερ ὁ ἐν αὐτοῖς ἀὴρ οὐχὶ μόνον προσδίδωσι τοῖς σώμασιν, ἀλλὰ καὶ τοὐναντίον κενοῖ τι ἐξ αὐτῶν διὰ τὴν ξηρότητα, τά τε ὕδατα, ἐὰν μή τις ἄλλη κακία περὶ τὴν γῆν ὑπάρχῃ, λεπτὰ ὄντα καὶ καθαρά, κουφότερά ἐστιν, οἵ τε καρποὶ βελτίους πρὸς ὑγείαν, ἐκ καθαρωτέρας καὶ λεπτοτέρας ὕλης γεγονότες καὶ πεπεμμένοι κατὰ λόγον.
Περὶ οἴκου· ἐκ τῶν Ἀντύλλου· ἐκ τοῦ α λόγου τοῦ Περὶ βοηθημάτων.
Τοῖς μὲν ὀξέως νοσοῦσιν οἱ κατάγειοι τῶν οἴκων ἐπιτήδειοι, καὶ μάλιστα καυσουμένοις τε καὶ συγκοπτομένοις· καὶ γὰρ εὐψυχέστεροι τῶν ὑπερῴων καὶ συνέχουσι τὴν δύναμιν· ἐπιτήδειοι δὲ καὶ τοῖς αἷμα ἀνάγουσι καὶ τοῖς ὑπὸ κεφαλαίας ἐνοχλουμένοις· οἱ δʼ ὑπερῷοι τοῖς ἐν θώρακι φλέγμα συνειλεγμένον ἔχουσιν. καὶ ὅλως σώματι πολυύλῳ ἐπιτηδειότεροι οἱ μεγάλοι τῶν οἴκων, καὶ ὅπου τι σκορπίσαι δεῖ· ἀγαθὴν δὲ δύναμιν δαπανῶσι διὰ τὸ πλῆθος τοῦ ἐν αὐτοῖς ἀέρος, ἐξαρπάζοντες τρόπον τινὰ τῶν σωμάτων αὐτήν· οἱ δὲ μικροὶ τἀναντία δρῶσιν. καὶ οἱ μὲν ὑψηλοὶ εὔπνοιάν τε ἐργάζονται καὶ κεφαλὴν κουφίζουσι, μάλιστα ἐν πυρετῷ κεκακωμένην· οἱ δὲ ταπεινοὶ ὅλως ἄθετοι. καὶ οἱ μὲν μεσημβρινοὶ πρὸς πᾶσαν διάθεσιν ἐπιτήδειοι πλήν γε πρὸς τὰ ψύξεως δεόμενα· πρὸς δὲ ταῦτα οἱ ἀρκτικοὶ βελτίους· δευτέραν δὲ χώραν ἔχουσιν οἱ ἀνατολικοί· κάκιστοι δʼ οἱ δυτικοί, καὶ μάλιστα θέρους· τοῦ γὰρ ὄρθρου, ἐν ᾧ μάλιστα κούφως διάγουσιν οἱ νοσοῦντες, σκυθρωπὸν ἔχουσι τὸ φῶς, καὶ τὰς δειλινὰς ὥρας καὶ τὰς νύκτας πληγώδεις. οἱ δὲ κεκονιαμένοι στιλπνῷ κονιάματι πληκτικοὶ καὶ ἀπηνεῖς· ἔτι δʼ ἀπηνέστεροι οἱ ἀλιθοκόλλητοι. οἱ δʼ ἐκ λίθων δεδωμημένοι ἀπηνέστεροί τε καὶ ψυχρότεροι τῶν πλινθίνων. οἱ δὲ γεγραμμένοι πυρεκτικοῖς παρακοπτικοῖς ἀθετώτατοι, φαντασίας ἐγείροντες ἀλλοκότους. οἱ δὲ λεπτὴν ἔχοντες τὴν περιβολὴν τῶν τοίχων φαῦλοι· εὐμετάβολος γὰρ ὁ ἐν αὐτοῖς ἀήρ, ῥᾳδίως συντρεπόμενος τῷ ἔξωθεν περιέχοντι.
Περὶ στρωμνῆς· ἐκ τοῦ αὐτοῦ λόγου.
Αἱ ἐπὶ κλίνης κατακλίσεις ἀμείνους εἰσὶ τῶν ἐπὶ στιβάδος· αἱ δʼ ἐπὶ στιβάδων βελτίους τῶν ἐπὶ γῆς· ἀπηνέστεραι μὲν γὰρ τῶν ἐπὶ κλίνης αὗται, αἱ δʼ ἐπὶ τῆς γῆς πρὸς τῇ ἀπηνείᾳ καὶ ἀτμίδος τῆς ἀνιούσης κάτωθεν ἐμπιπλᾶσι τὸ σῶμα. πάλιν τῶν ἐπὶ κλίνης αἱ μὲν ἐπὶ ταπεινοὺς ἐχούσης τοὺς πόδας συμπληρωτικαί, σύνεγγυς ἔχουσαι τὴν γῆθεν ἀναθυμίασιν· αἱ δʼ ἐφʼ ὑψηλόποδος φόβου σφόδρα ποιητικαὶ καὶ δόκησιν τοῦ κρεμᾶσθαι παρέχουσαι· βελτίους δʼ αἱ μέσον ἔχουσαι τὸ ὕψος. ἄθετοι δὲ καὶ αἱ μικραὶ τῶν κλινῶν· ἄσης γὰρ ἐμποιητικαί, καὶ αἱ ὑπερμεγέθεις τοῦ μὴ ἀτρεμεῖν, ἀλλὰ πλανᾶσθαι τῷ νοσοῦντι, καὶ τῷ τόπον ἀμείβειν ἐκ τόπου κόπου παραίτιοι καθιστάμεναι. καὶ αἱ κραδαινόμεναι δʼ ἢ ὁπωσοῦν κινούμεναι τῶν ἑδραίων χείρους. ὁ δὲ τόνος τῆς κλίνης κατὰ τὸν αὐτὸν λόγον ἰσχυρός τε καὶ ἀνένδοτος τυγχανέτω, καὶ ἡ στρωμνὴ μήτε ὀλίγη μήτε σκληρά — κόπτει γὰρ καὶ περιθλᾷ σώματα — μήτε οὖν βαθεῖα πάλιν ἢ ὑπὲρ τὸ δέον μαλακή· πρὸς γὰρ τὴν εὐκολίαν τοῦ στρέφεσθαι ἡ τοιάδε ἄθετος. ἡ δʼ ἀνάρροπος σφόδρα κόπου ποιητική, ἐοικυῖα καθεδρίου σχήματι, τοῖς δὲ περὶ κεφαλὴν οὐκ ἀνάρμοστος· ἡ δὲ κατάρροπος γυναικῶν ῥεύμασιν ὠφέλιμος. ἡ λαμπρὰ κατὰ τὴν χρόαν συμπληρωτικὴ καὶ πληκτική, καὶ ἡ περιέργως ἀνθοβαφής· ἡ δὲ ποικίλη καὶ ἐνυφάσματα ἔχουσα ζῴων ἤ τινα τῶν τοιούτων ἐν τοῖς ὀξέσι νοσήμασι ῥέμβου τῇ διανοίᾳ καὶ ταραχῆς αἰτία γίνεται. καὶ ἡ ῥυπαρὰ δʼ ἀνεπιτήδειος· ἥ τε γὰρ πρώτη κατάκλισις ἐπʼ αὐτῆς ψυχρά, καὶ ἡ διατριβὴ ἡ ἐπʼ αὐτῆς μᾶλλον θερμοτέρα τοῦ προσήκοντος γίνεται.
Ἐκ τῶν Σαβίνου· περὶ χωρίων κράσεως.
Τῶν παρακειμένων τοῖς χωρίοις τὰ μέν ἐστιν ὕπτια, τὰ δʼ ἀναστήματα· τὰ μὲν οὖν ὕπτια πάντα, κατὰ μεσημβρίαν μὲν παρακείμενα, θερμότερον τῶν χωρίων ποιεῖ τὸ κατάστημα, μᾶλλον μὲν τὰ μείζω, ἧττον δὲ τὰ ἥττω, καὶ τὰ ὁμαλώτερα καὶ λεπτότερα μᾶλλον τῶν τοιούτων· τὰ δʼ ἀναστήματα ψυχρότερον οὕτω παρακείμενα ποιεῖ τὸν ἀέρα· ἀρκτικώτερα δὲ τὰ μὲν ἀναστήματα θερμαίνει, τὰ δʼ ὕπτια ψύχει τὸ κατάστημα· κατʼ ἀνατολὰς δʼ ἢ δύσεις παρακείμενα καὶ τὰ ὕπτια καὶ τὰ ἀναστήματα ἧττον θερμαίνει καὶ ψύχει τῶν πρὸς ἄρκτον καὶ μεσημβρίαν κειμένων, πάντα δὲ καὶ θερμαίνοντα καὶ ψύχοντα τοῖς μὲν ὑγιεινῶς παράκειται χωρίοις, τοῖς δʼ οὔ· τοῖς μὲν γὰρ ἐν θερμοτέρῳ κλίματι κειμένοις ψύχοντα μὲν ὑγιεινά, θερμαίνοντα δʼ οὐχ ὑγιεινά· τοῖς δʼ ἐν ψυχροτέρῳ θερμαίνοντα μὲν ὑγιεινά, ψύχοντα δʼ οὐχ ὑγιεινά· τίνα δὲ τῶν χωρίων θερμότερον ἔχει, καὶ τίνα ψυχρότερον, εἰρήσεται. τὸ κατὰ μεσημβρίαν τῆς γῆς μέρος πλησίον τοῦ ἀοικήτου θερμότατόν ἐστι καὶ ξηρότατον τῶν οἰκουμένων· οἰκοῦσι δʼ ἐν αὐτῷ Αἰθίοπες· τὸ δὲ κατὰ τὰς ἄρκτους τῆς γῆς μέρος ψυχρότατόν ἐστι καὶ ὑγρότατον· τοῦτο τὸ οἰκούμενον Σκύθαι ἔχουσιν· ταῦτα περαίνει τὴν ἡμετέραν οἰκουμένην. τὸ δὲ μεταξὺ Σκυθῶν καὶ Αἰθιόπων, τὰ μὲν τῇ μεσημβρίᾳ προσνεμόμενα χωρία ἐαρινῇ μὲν ἔοικε κράσει, ξηρότερα δʼ ἐστὶν ἐκείνης, τὰ δὲ τῇ ἄρκτῳ μετοπωρινῇ ἐοικότα κράσει ὑγρότερα τῆς ὥρας ἐστίν. τὰ μὲν οὖν διὰ τὴν σχέσιν τῶν παρακειμένων τοῖς χωρίοις ὑπτίων τε καὶ ἀναστημάτων συμβαίνοντα ταῦτά ἐστιν· ἔστι δὲ καὶ ἕτερόν τι προστιθέμενον τοῖς χωρίοις οὐ διὰ τὴν σχέσιν, ἐξ αὐτοῦ δὲ φερόμενον ἑκάστῳ τῶν παρακειμένων. τὸ μὲν οὖν ἐκ τῆς θαλάσσης καὶ τῶν ἀνύδρων πεδίων τῶν τε ὀρῶν φερόμενον καὶ τὸ ἀπὸ τῶν βουνῶν καὶ τῶν γεωλόφων ξηρότερον τὸ κατάστημα ποιεῖ, ὑγρότερον δὲ τὸ ἀπὸ τῶν ποταμῶν καὶ πάντων ποτίμων ὑδάτων ἀναφερόμενον, τὸ δʼ ἀπὸ τῆς λίμνης καὶ τῶν ἑλῶν παχύτερον ποιεῖ τὸν ἀέρα. τούτων δὲ τὰ μὲν ὑγραίνειν δυνάμενα ταῖς ἀπορροίαις τοῖς ἐν ξηροτέροις κλίμασι χωρίοις παρακείμενα ὑγιεινότερον ποιεῖ τὸ κατάστημα, ὥσπερ ὁ Νεῖλος τῇ Αἰγύπτῳ, τοῖς δʼ ἐν ὑγροτέροις νοσερώτερον· τὰ δὲ ξηρὸν ποιεῖν τὸν ἀέρα δυνάμενα τοῖς μὲν ὑγροτέροις παρακείμενα ὠφέλιμα, τοῖς δὲ ξηροτέροις βλαβερά· τίνα δʼ ὑγρότερα καὶ τίνα ξηρότερα τῶν χωρίων ἐστίν, ἐδηλώσαμεν πρότερον.
Περὶ τῶν ὑγιεινῶν φυτῶν καὶ τῶν μὴ τοιούτων.
Τῶν ἐκ γῆς ἀναφυομένων τὰ μὲν ὑγιεινὰς ἔχει τὰς ἀπορροίας, τὰ δʼ οὐχ ὑγιεινάς. τὰ μὲν οὖν ἐδώδιμον καρπὸν φέροντα ὑγιεινά, καὶ τὰ εὐώδη, οἷον δάφνη καὶ κυπάρισσος, καὶ τῶν ἀνθῶν πάντα ὅσα εὐώδη, καὶ τὰ τοιαῦτα δὲ τῶν φυομένων, οἷον ἄνηθα, σέλινα, θύμοι, καὶ πάντα ὅσα λεπτότερον ποιεῖν δύναται τὸν ἀέρα, περιφυόμενα τοῖς οἰκουμένοις χωρίοις. ὅσα δὲ τῶν φυομένων οὔτε καρπὸν ἐδώδιμον φέρει οὔτε ἐστὶν εὐώδη οὔτε λεπτυντικὴν ἔχει δύναμιν, οὐχ ὑγιεινὴν τὴν ἀναφορὰν ἔχει· ἔνια δὲ καὶ θανάσιμον, ὥσπερ ἡ τάξος· ταύτῃ γὰρ παρακοιμηθέντες ἀποθνῄσκουσιν ἄνθρωποι· οἱ δὲ πλέον ἀπέχοντες οὐκ ἀποθνῄσκουσιν, ὅτι συμμιγὴς γίνεται ἡ ἀπόρροια ἐπὶ πλέον φερομένη πλείοσιν ἀπορροίαις ταῖς ἀπὸ τῶν ἄλλων καὶ ἐκλύεται τὴν δύναμιν.
Διάγνωσις ὑγιεινῆς ἀναθυμιάσεως χωρίου.
Πρῶτον τεκμήριον γένοιτο ἄν σοι τῆς ὑγιεινῆς τοῦ χωρίου ἀναθυμιάσεως ἐξ αὐτῆς τῆς γῆς, εἰ βρεχομένη μὴ μόνον γεῶδες ὀδώδοι, ἀλλὰ καὶ εὐωδίαν ἀναπέμποι, ὁποία ἡ ἐν Αἰγύπτῳ γῆ, ἔπειτα εἰ ἕωθεν ἐξιὼν τῆς οἰκίας, ὁπότε οὐδέπω καπνὸς καὶ κνῖσαι καὶ τῶν εἰς τὴν πόλιν συμφορουμένων ἡ ἀποφορὰ κέκραται τῇ ἐπιχωρίῳ ἀναθυμιάσει, αἴσθοιό τινος ἐκ τῆς γῆς ἰκμάδος προσηνοῦς, ὃ συμβαίνει ἐν Αἰγύπτῳ προϊοῦσι, καὶ εἰ κατακλιθείς τις ἐπὶ γῆς καὶ ἐνδιατρίψας φαίη κουφοτέρου ἑαυτοῦ αἰσθάνεσθαι καὶ εὐκινητοτέρου καὶ τροφῆς ὀρέγεσθαι. γένοιτο δʼ ἄν σοι τεκμήριον, καὶ εἰ τὰ φυόμενα ἐκ τῆς γῆς εὐβαφῆ καὶ εὔχροα καὶ εὐωδέστερα ὑπάρχοι, καὶ εἰ ἀφορῶν τις ἐς τὴν χλόην μὴ θέλοι ταχὺ μεταφέρειν εἰς ἄλλο τὴν ὄψιν, καὶ εἰ τὰ χαμαιζηλότερα δένδρα τῶν ὑψηλοτέρων εὐποτμότερα εἴη, καὶ εἰ πάντα εὔχροια ἔχοι, καὶ εὔτροφα τὰ φύλλα καὶ τοὺς καρποὺς εὐθὺς ἐκφύσαι πεπείρους εὐωδεστέρους τε. τεκμαίροιο δʼ ἂν τὴν ἡδίω τοῦ χωρίου ἀναθυμίασιν ὑγιεινὴν καὶ ἀπὸ τῶν ἐν τῷ χωρίῳ γεννωμένων ζῴων· πάντα γὰρ τὰ παιδία εὐθαλέστερα καὶ εὔσαρκα καὶ τὸ χρῶμα εὐανθέστερα, καὶ τοὺς σκύλακας καὶ τῶν ἄλλων ζῴων τὰ νεογνὰ κρείττω καὶ ὑγιεινότερα τῶν ἐν ἄλλοις χωρίοις ἴδοις ἄν. ἀλλὰ μὴν καὶ ὅσα ἀποτίθενται ἄνθρωποι σπέρματα, οἷον πυρούς, κριθάς, καὶ τῶν ἄλλων καρπῶν ἰσχάδας, φοίνικας καὶ τὰ ὅμοια, εἰ ἐπὶ πλείονα ἀδιάφθορα μένοι χρόνον, τεκμήριον ποιοῦ τοῦ ὑγιεινὸν εἶναι τὸ ἀπὸ τοῦ χωρίου ἀναθυμιώμενον. καὶ τοὺς ὕπνους δʼ ἡδίονας ἂν εὕροις καὶ τὴν ψυχὴν οὐκ ἐκταρασσομένην ὑπὸ τῶν κατὰ τοὺς ὕπνους φαντασιῶν.
Διάγνωσις μοχθηρᾶς ἀναθυμιάσεως.
Τεκμαίροιο δʼ ἂν καὶ τὴν μοχθηρὰν τῶν χωρίων ἀναθυμίασιν, εἰ βῶλόν τις γῆς λαβὼν βρέχοι ἐν ὕδατι· ὀδμὴ γὰρ ἂν γένοιτο, ὁποία σβεννυμένων τῶν ἀνθράκων. καὶ πάντα τῶν εἰρημένων ἐναντία εὑρὼν ἐν χωρίοις, ἔχοις ἂν κατάληψιν τοῦ μοχθηρὰν ἔχειν τὸ χωρίον ἀναθυμίασιν. εἰ δέ τις ἀνάγκη γένοιτο διατρίβειν χρόνον τινὰ ἐν τοιούτῳ χωρίῳ, ἐν τοῖς ὑπερῴοις καὶ ὑψηλοτάτοις οἰκήμασι τὰς διατριβὰς ποιούμενος ἥκιστα ἂν βλάπτοιτο· πάντα γὰρ τὰ ἐκ τῆς γῆς ἢ τῶν ὑγρῶν ἀναθυμιώμενα πέσσεται μετεωριζόμενα καὶ καθαίρεται, τὸ παχύτερον καταλιπόντα ἐν τῷ τοῦ ἀέρος παχυτέρῳ μέρει.
Ὅτι διὰ τὴν πρὸς τὸν ἥλιον σχέσιν ὑγιεινά ἐστι καὶ οὐχ ὑγιεινὰ τὰ χωρία.
Τῶν χωρίων τὰ μὲν πρὸς μεσημβρίαν κατάντη πάσαις ταῖς τοῦ ἐνιαυτοῦ ἡμέραις καὶ σχεδὸν ὅλαις μεταλαμβάνοντα τοῦ ἡλίου μάλιστά ἐστιν ὑγιεινά· τὰ δὲ κατάντη πρὸς ἄρκτον — ὡς ἂν οὔτε πάσαις οὔτε ὅλαις ταῖς τοῦ ἐνιαυτοῦ ἡμέραις δεχόμενα τὴν αὐγὴν τοῦ ἡλίου φωτίζεται ὀλίγιστον χρόνον τῆς ἡμέρας, καί ποτε τὸ φῶς ἐγκεκλιμένον μάλιστα προσπίπτει καὶ ἀτονώτερον — ἥκιστα ὑγιεινά. δῆλον δʼ ἐστίν· εἰ γὰρ πρὸς μεσημβρίαν πᾶσα κέκλικεν ἡ χώρα, τῆς πρὸς ἄρκτον κεκλιμένης εὐωδεστέρα πέπεπται μᾶλλον· ἀλλὰ καὶ πάντων δένδρων οἱ πλέον ἡλίου μεταλαμβάνοντες καρποὶ τῶν ἧττον μεταλαμβανόντων κρείττους· μείζους τε γάρ εἰσι καὶ εὐωδέστεροι καὶ θᾶττον πεπαίνονται καὶ τῇ γεύσει μᾶλλόν εἰσι κεχαρισμένοι· καὶ ἑκάστου δένδρου τὸ πρὸς μεσημβρίαν τετραμμένον τῆς περιφερείας μέρος ὑγρότερον καὶ μανότερον καὶ ἁπαλώτερον καὶ εὐκαμπέστερον καὶ ἐλαφρότερον καὶ εὐτονώτερον καὶ τέκτονι εὐχερέστερον καὶ αὔξει πλέον εἰς εὖρος, τὸ δὲ πρὸς ἄρκτον ξηρότερον καὶ πυκνότερον καὶ βαρύτερον καὶ δυσκαμπέστερον καὶ τοῖς ἐργαζομένοις ἐργωδέστερον αὔξεται ἐπʼ ἔλαττον τῇ περιφερείᾳ. ἤδη τοίνυν οὐ μόνον τοῦτο καταφανές, ὅτι τὰ πρὸς μεσημβρίαν κατάντη χωρία τῆς πρὸς τὸν ἥλιον ἕνεκα σχέσεως τῶν πρὸς ἄρκτον ὑγιεινότερα, ἀλλὰ καὶ τόδε, ὅτι τὰ πρὸς ἀνατολὰς ἢ δύσεις κατάντη χωρία τῶν μὲν πρὸς μεσημβρίαν καταντῶν ἧττόν ἐστιν ὑγιεινά, τῶν δὲ πρὸς ἄρκτον ὑγιεινότερα, ὅτι τούτων μὲν μᾶλλον ἡλίου μεταλαμβάνει, ἐκείνων δʼ ἧττον.
Ποῖαι ἀγυιαὶ ὑγιεινὰ τὰ καταστήματα τῶν πόλεων ποιοῦσι καὶ ποῖαι οὐχ ὑγιεινά.
Ἐν πόλει, ὅταν ἀγυιαὶ παράλληλοι ὑπάρχωσιν, αἰεὶ μὲν καὶ εἰς μῆκος ἀλλήλαις, καὶ αἰεὶ δʼ εἰς πλάτος, ταῖς ὁμοταγέσι μὲν ἀνατολῇ ἰσημερινῇ καὶ δύσει ἐπʼ εὐθείας κείμεναι, αἱ δʼ ἄρκτῳ καὶ μεσημβρίᾳ, πᾶσαι δὲ τέμνωσι τὴν πόλιν, αἱ μὲν κατὰ τὸ μῆκος ὅλον, αἱ δὲ κατὰ τὸ πλάτος μέχρι περάτων, οὐδὲν οἰκοδόμημα τὸ μεταξὺ ἑαυτῆς ἑκάστη ἔχουσά τι ἐνιστάμενον, ἐπὶ πολὺ τῶν προαστείων καθαρὰς ἐπʼ εὐθείας τὰς ἐφʼ ἑαυτῇ ἑκάστη ἔχουσα ὁδούς, εὐάερον τὴν πόλιν παρέχουσιν εὐήλιόν τε καὶ καθαρὸν καὶ εὐήνεμον τὸ κατάστημα ποιοῦσιν, ὅτι οἱ ἄνεμοι, βορέας καὶ νότος, εὖρός τε καὶ ζέφυρος, οἳ δὴ κορυφαιότατοι τῶν ἀνέμων εἰσὶ καὶ εὐτακτότατοι, διαρρέουσι διὰ τῶν ἀγυιῶν εὐπετῶς ἐπʼ εὐθείας αὐτοῖς κειμένων, καὶ οὐδὲν ἔχοντες τὸ ἐνιστάμενον τῇ ῥύσει, διάπνευστοι δὲ τῇ πόλει γενόμενοι οὐδὲν ἐργάζονται βίαιον· ἄνεμοι γάρ, ὅταν μὴ ἔχωσι τὸ κωλῦον, λανθάνουσι παριόντες· οὐ μὴν ἀργοὶ διέρχονται τὴν πόλιν· καθαίρουσι γὰρ τὸ κατάστημα, τοὺς καπνοὺς ἐκβάλλοντες τῆς πόλεως τούς τε κονιορτοὺς καὶ τὰς ἀναθυμιάσεις πάσας. εὐήλιόν τε τὴν πόλιν οὕτως ἔχουσαι ποιοῦσιν αἱ ἀγυιαί, ὅτι ἥλιος ἀνατέλλων καὶ δυόμενος εἰσέρχεται τὰς κατʼ ἀνατολὴν ἐπʼ εὐθείας, μεσουρανῶν δʼ εἰς πάσας τὰς κατʼ ἄρκτους καὶ μεσημβρίας, ὥστε ἡλιοῦσθαι ἑκάστης ἡμέρας ἐν τῇ πόλει τὰς ἀγυιάς. ἐὰν δὲ πάσας μήτε παραλλήλους τὰς ἀγυιὰς ἔχῃ μήτε εὐθείας, σκολιὰς δʼ ἢ ἀδιεξιτήτους τινὰς αὐτῶν καὶ πρὸς τοὺς ἀνέμους λοξάς, πολλὴν τοῦ ἀέρος ταραχὴν ἔχει· ἑνὸς γὰρ πνεύσαντος ἀνέμου, πολλοὺς γενέσθαι συμβαίνει καὶ μαχομένους ἀλλήλοις· ὁ μὲν γὰρ ἄνεμος ἐπʼ εὐθείας ῥεῖ, αἱ δʼ ἀγυιαὶ οὐκ εἰσὶν εὐθεῖαι· ἐμπίπτων οὖν ταῖς μὲν ἀδιεξιτήτοις οὐκ εἰσέρχεται διὰ τὸ μὴ εἶναι ὁδόν, ἀράσσει δὲ τὸν ἐν τῇ ἀγυιᾷ ἀέρα καὶ ἀντικυμαίνεται, ταῖς δὲ σκολιαῖς καὶ διέξοδον ἐχούσαις διὰ τὸ ἄλλως ἄλλας ἐγκεκλᾶσθαι, ἀφʼ ὧν μὲν ἀποπαλλόμενος περιρρεῖ καὶ πολλάκις φέρεται πάλιν εἰς τοὺς αὐτοὺς ὅθεν εἰσερρύη τόπους καὶ ἀντικυμαίνει ἑαυτῷ, ἀφʼ ὧν δʼ εἰς ἑτέρους· οὐ γὰρ τεταγμένας οἱ ἄνεμοι τὰς ἀντιπνεύσεις ποιοῦνται, ὥσπερ ἡ αὐγὴ τὰς ἀνταυγίας· ἐκείνη μὲν γὰρ κατʼ ἴσας ἀνακλᾶται αἰεὶ γωνίας· οἱ δέ, ὥσπερ καὶ τὸ ὕδωρ, ὅπου ἂν τύχωσιν ὁδοῦ, ἐκεῖσε μεταρρέουσι, κωλυόμενοι ἐπʼ εὐθείας φέρεσθαι. συμβαίνει οὖν ἔστιν ὅτε προσπεσόντα τὸν ἄνεμον στερεῷ σχίζεσθαι εἰς ἑκάτερα, ὅταν παράκεινται ἑκατέρωθεν ὁδοί, καὶ πάλιν τοῦτο πάσχειν καθʼ ἑτέραν ῥύσιν τοιούτῳ προσπεσόντα καὶ γίνεσθαι πολλοὺς ἕνα ὄντα καὶ συμπίπτειν ἑαυτῷ, ὁτὲ μὲν ἐκ πλαγίου φερόμενον, ὁτὲ δʼ ἐξ ἐναντίας, καὶ καθʼ ἑκάστην ἔγκλισιν τῶν ἀγυιῶν ἀντιθλιβόμενον τῇ προσπτώσει ἀράσσειν σφοδρῶς τὸ κατάστημα· τοῖς μὲν γὰρ ἥκουσιν οἱ ἄνεμοι ἁπαλῶς, τοῖς δʼ ἀντιπίπτουσιν. κλονεῖται οὖν ἀντιπνεόμενον οὐδενὶ σὺν κόσμῳ τὸ κατάστημα τῆς πόλεως. ἑνὸς οὖν τινος ἀέρος κυκήσει συγκυκᾶται ὅλον, ὡς καὶ τὸ τοῦ ἀνθρώπου συμφυὲς πνεῦμα οὕτως ἔχον ἐμποδίζει τὰς πέψεις καὶ τὰς ἀναδόσεις· τοιούτου δʼ ὄντος οὐκ ἂν εἴη ὑγιεινόν. ἀλλὰ μὴν καὶ τὸ τοῦ ἡλίου φῶς ἐπʼ εὐθείας ἀεὶ ἀπʼ αὐτοῦ φερόμενον σκολιαῖς ταῖς ἀγυιαῖς οὐκ ἂν προσπίπτοι ὁμαλῶς, ἀλλὰ σποράδην ἐφάψαιτο ἂν τῶν τῆς πόλεως, καὶ οὕτως ἥκιστα ἂν ἡλιοῖτο ἡ πόλις, καὶ ἥκιστα ἂν διαλύοιτο ἡ ἀναθυμίασις ὑπὸ τοῦ ἡλίου· μάλιστα δʼ ἂν εἴη παχὺ καὶ δυσδιάπνευστον τὸ κατάστημα, τὸ δὲ τοιοῦτον οὐκ ἔστιν ὑγιεινόν. ταῦτα δέ, εἰ εἶεν αἱ πόλεις ἐν ἐπιπέδῳ χωρίῳ, συμβαίνει· εἰ δʼ εἶεν ἐν ἀνωμαλεῖ, αἱ μὲν παραλλήλους ἔχουσαι τὰς ἀγυιὰς δυσάεροι γίνονται, ὅταν τοῖς ὑψηλοτέροις μέρεσι τῶν ἀγυιῶν ἐναντίως πνεύσῃ, αἱ δὲ σκολιὰς ἔχουσαι τὰς ἀγυιὰς ἀμείνους· τὰ γὰρ ἐν τοῖς ὑψηλοτέροις τοῦ χωρίου τῆς πόλεως μέρη εὐαερώτερα συμβαίνει εἶναι.
Ἐκ τῶν Γαληνοῦ· περὶ πυριάσεων καὶ καταπλασμάτων καὶ σικυῶν.
Ἀραιὸν εἰώθασιν αἱ πυρίαι τὸ δέρμα πρὸς τὰς διαπνοὰς ἐργάζεσθαι καὶ τὸ κατὰ τὴν φλεγμονὴν αἷμα λεπτύνειν τε καὶ διαφορεῖν. εἰ μὲν οὖν ταῦτα πραχθείη, κενωθήσεταί τι τοῦ αἵματος, ἧττόν τε διατεινόμενα τὰ πεπονθότα μέρη πρὸς τοῦ λοιποῦ πραότερον ὀδυνήσεται· μὴ γενομένου δʼ ἐλάττονος τοῦ κατὰ τὴν φλεγμονὴν αἵματος, ἢ καὶ πνεύματος ἀτμώδους ἐκ τῆς θερμασίας γεννηθέντος, αὐξάνεσθαι συμβαίνει τὴν ὀδύνην· οὐ γίνεται δʼ ἔλαττον τὸ αἷμα διὰ τὴν ἐνεστῶσαν τῷ σώματι περιουσίαν τῶν χυμῶν· ἐπὶ γὰρ τὸ θερμαινόμενον μέρος ἕλκεται πλέον ἢ διαφορεῖται, φύσει ἐχόντων τῶν θερμαινόντων ὥσπερ τὸ διαφορεῖν τὸ περιεχόμενον οἷς ἂν πλησιάζῃ μορίοις, οὕτως τὸ ἕλκειν τὸ περιττεῦον ἐκ τῶν γειτνιώντων. αἱ μὲν οὖν ὑγραὶ πυρίαι φλεγμοναῖς ἁρμόττουσιν ὑπὸ χολωδεστέρων χυμῶν γεγονυίαις, αἱ δὲ ξηραὶ ταῖς ὑπὸ τοῦ λεπτοῦ καὶ ὑδατώδους αἵματος· ἀεὶ γὰρ χρὴ μεμνῆσθαι τοῦ τὰ ἐναντία τῶν ἐναντίων ἰάματα εἶναι. κατὰ τὸν αὐτὸν οὖν σκοπὸν αἱ μὲν ἄδηκτοι πυρίαι τοῖς δακνώδεσιν ἁρμόττουσι χυμοῖς, αἱ δὲ δακνώδεις, ἐπειδὴ λεπτύνουσι, τοῖς παχέσι καὶ γλίσχροις. καὶ θερμαίνειν δʼ ὑποχόνδρια αἰονήσεσιν ἢ καταπλάσμασιν οὐ διὰ παντὸς ἀσφαλές, ἀλλʼ ἐπʼ ἐκείνων μόνων τῶν ἀρρώστων ἐφʼ ὧν οὐδέν ἐστι περιττὸν ἐν ὅλῳ τῷ σώματι, τοῖς δʼ ἄλλοις ἅπασι κακὸν ἔσχατον. τῶν μέσων οὖν, ὡς ἔνιοι καλοῦσι, πρόνοια μέγιστον μὲν κακὸν ἐπὶ τῶν μὴ φλεβοτομηθέντων ἐστίν, οὐ μέγιστον δʼ ἐπὶ τῶν φλεβοτομηθέντων, ἀλλʼ ὅμως κἀπὶ τούτων βλάπτειν τι πέφυκεν ἐπὶ τοῖς συνεχέσι πυρετοῖς· διακαιόμενα γὰρ ὑπὸ τοῦ πλήθους τῆς θερμασίας τὰ σπλάγχνα προσεπιδιακαίεται κἀξοπτᾶται. μόνοι τοιγαροῦν ἐκεῖνοι δεήσονται προνοίας τοιαύτης, οἷς ἡ σῆψις συνέστη ἐν ἑνὶ μορίῳ, φλεβοτομηθέντες δηλονότι, καὶ οὕτω ποιησόμεθα αὐτῶν τὴν πρόνοιαν, οὐκ εὐθέως ἐξ ἀρχῆς χαλῶντες, ἀλλὰ πᾶν τοὐναντίον ἐπὶ τῶν πλείστων ἐργαζόμενοι· φερομένων γὰρ ἔτι τῶν ῥευμάτων ἐπὶ τὸ πάθος, ἀποκρούεσθαι βέλτιον καὶ στέλλειν, οὐχ ἕλκειν ἐπʼ αὐτό. εἰ δʼ ἥ τε φορὰ παύσαιτο διὰ τῶν ἀποκρουστικῶν, ἥ τε γενομένη πύκνωσις τοῖς πεπονθόσι κατέχοι τὰ παχύτερα, καιρὸς ἤδη χαλᾶν ὑπὲρ τοῦ κενῶσαι τὰ περιεχόμενα· μάλιστα δʼ ὅταν εἰς ἧπαρ ἢ γαστέρα κατασκήπτῃ τὰ περιττά, τοῖς στύφουσι χρῆσθαι· κύρια ταῦτα γὰρ ἱκανῶς τὰ μόρια, καὶ πάντως ἐργάζεσθαι τὸ σφέτερον ἔργον ἀναγκαῖα κἀν ταῖς νόσοις· ἔστι δʼ οὐ σμικρὸν αὐτῶν τὸ ἔργον, καὶ διὰ τοῦτο περιττότερον ἢ τὰ ἄλλα μόρια τῶν στυφόντων χρῄζουσιν. κἀπειδὰν καιρὸς ᾖ διαφορεῖν τὰ στηριχθέντα, καὶ τότε δεῖται στύφεσθαι τὰ μέτρια, ὥστε εἰ κἂν ἐλαχίστην ποτὲ ὑπόνοιαν σχῇς ἥπατος ἢ γαστρὸς κακοπραγούντων, εὐθέως ἀψίνθιον τὸ Ποντικὸν προαφεψήσας ἐν ἐλαίῳ αἰόνησον τὰ μόρια. μὴ εὐποροῦντι δʼ ἀψινθίου, μήλινον ἢ μαστίχινον ἢ σχίνινον ἀρκέσει τὴν πρώτην· εἰ δὲ μικρὸς ὁ πυρετὸς εἴη, καὶ τὸ διὰ τῆς νάρδου μύρον. καὶ τῶν ἄλλων δέ τι φαρμάκων ἐμβαλὼν εἰς τοὔλαιον, οἷς ἐπιμέμικται τῇ πικρᾷ ποιότητι δύναμις στυπτική, χρήσει κατὰ τὸν αὐτὸν τρόπον. ὡσαύτως δὲ καὶ τὰ καταπλάσματα σύνθετον ἐχέτω τὴν δύναμιν ἔκ τε τῆς χαλαστικῆς λεπτομεροῦς καὶ πικρᾶς στυφούσης. ἐπικρατείτω δʼ ἐν αὐταῖς, εἰ μὲν ἀποκρούεσθαι καὶ τόνον ἐντιθέναι βουλόμεθα, τὸ στῦφον, εἰ δὲ τέμνειν καὶ διαρρύπτειν, τὸ πικρόν, εἰ δὲ διαφορεῖν, τὰ λεπτομερῆ τῶν χαλώντων· τὰ γὰρ παχυμερῆ τοῖς ἐκπυήσουσιν ἀπεδείχθη χρήσιμα. κώλου δὲ πάσχοντος ἢ τῶν ἄλλων ἐντέρων ἢ τῶν καθʼ ὑποχόνδρια μυῶν ἢ περιτοναίου, μικτέον οὐδαμῶς ἐστι τὰ στύφοντα, καθάπερ οὐδὲ κύστεως ἢ μήτρας, ὅταν γε, ὡς εἴρηται, μήτε ἐπιρρέῃ μηθὲν ἔτι, μήτε πλῆθος ἢ περιττώματα πολλὰ καθʼ ὅλον ὑπάρχῃ τὸ σῶμα. νεφροὶ δὲ καὶ θώραξ ἐν μέσῳ τῶν εἰρημένων εἰσίν, ὅσον ἀπολείπονται γαστρὸς καὶ ἥπατος, τοσοῦτον τῶν ἄλλων πλεονεκτοῦντες. περὶ δὲ τοῦ σπληνὸς οὐχ ἁπλῶς ἀποφήνασθαι δυνατόν, ἀλλὰ μετὰ τοῦ διορίσασθαι τήν τε φύσιν ὅλου τοῦ σώματος καὶ τὴν ἐν τῷ τῆς θεραπείας χρόνῳ διάθεσιν· εἰ μὲν γὰρ τῇ φύσει τῶν ἀθροιζόντων εἴη περίττωμα μελαγχολικὸν ὁ κάμνων, ἢ κατʼ ἐκεῖνον τὸν χρόνον ὁ τοιοῦτος ἐν αὐτῷ πλεονάζοι χυμός, ἀναγκαῖόν ἐστιν ἐν τῇ θεραπείᾳ τοῦ σπληνὸς ἐπιπλέκεσθαι τὰ στύφοντα χάριν τοῦ φυλάττεσθαι τοῦ σπλάγχνου τὸν τόνον· οὕτως γὰρ ἕλξει τε πρὸς ἑαυτὸν τὰ περιττὰ καὶ καθάρας τὸ σῶμα πάλιν αὐτὸς ἐκκρινεῖ διὰ τῆς γαστρός. εἰ δὲ μηδὲν ὅλως εἴη περίττωμα μελαγχολικόν, ἢ οὐδʼ ὅλως στυπτέον ἢ ὡς ἥκιστα. προσέχειν δʼ ἀκριβῶς τὸν νοῦν οὐ κατὰ τὸν σπλῆνα μόνον, ἀλλὰ καὶ κατὰ τὰ σύμπαντα ἄλλα μόρια, καθʼ ἃ σήπεται χυμός, ὁποῖον μέντοι τῶν συμπτωμάτων ἐστὶ τὸ ἰσχυρότατον, ὁποῖον δέ τι τὸ δεύτερον ἢ τὸ τρίτον, ἵνα ἐξ αὐτῶν τὴν διάθεσιν ἀκριβῶς ἐξευρὼν οἰκείαν αὐτῇ καὶ τὴν θεραπείαν ἁρμόσῃς· ἐνίοτε μὲν γὰρ ἡ θέρμη κρατεῖ κατὰ τὸ πεπονθός, ἐνίοτε δʼ ὄγκος, ἤτοι διὰ τὸ πλῆθος τοῦ χυμοῦ σκληρὸς ἢ διὰ τὸ πάχος. εἰ μὲν οὖν ἡ θέρμη κρατοίη, πειρᾶσθαι διαφορεῖν ἀτρέμα διὰ τῶν χλιαρὰν ἐχόντων θερμασίαν, οἷόν ἐστι τό τε λινόσπερμα καὶ τὸ χαμαίμηλον· ἐπιμιγνύναι δʼ αὐτοῖς ἄλευρον ἐκ κριθῶν ἢ κυάμων· οὐδέτερον γὰρ αὐτῶν θερμαίνει. πολλάκις δέ, ὡς οἶσθα, τὸ καλούμενον ὑπὸ τῶν ἰατρῶν ἀρτόμελι κατασκευάζοντες εἰς κατάπλασμα τοιαύτης φλεγμονῆς, ὕδατος ἐμίξαμεν, ἐπὶ δὲ σπληνὸς ἔστιν ὅτε καὶ ὄξους. εἰ δʼ ἡ μὲν θέρμη τοῦ φλεγμαίνοντος μορίου μὴ πολὺ τοῦ κατὰ φύσιν ἐξεστήκοι, μέγεθος δʼ ἀξιόλογον εἴη, διαφορεῖν θαρροῦντα, χωρὶς ὕδατος ἐπιμιγνύντα τοῖς εἰρημένοις καὶ τῆλιν. εἰ δʼ οἷον σκιρρώδης τις ἡ φλεγμονὴ τυγχάνοι διὰ πάχος ἢ γλισχρότητα τῶν ἐν αὐτῇ χυμῶν, ὄξους τε ἅμα καὶ τῶν λεπτυνόντων μικτέον φαρμάκων, καὶ μάλιστα ἐπὶ σπληνός· τὸ γὰρ σπλάγχνον τοῦτο διὰ τὸ παχὺν ἐπισπᾶσθαι χυμὸν ἐξ ἥπατος ὑπὸ τοῦ τοιούτου καὶ νοσεῖ τὰ πολλά, καὶ διὰ τοῦτο αὐτῷ τὰ διʼ ὀξυμέλιτος καὶ ἀψινθίου καὶ καππάρεως ἐπιτήδεια καταπλάσματα. ἧττον δʼ ἐπὶ θώρακος τοῖς στύφουσι χρηστέον — ἀποκρούεται γὰρ εἰς πνεύμονα καὶ καρδίαν ἐνίοτε τὰ τοιαῦτα τοὺς τὴν φλεγμονὴν ἐργαζομένους χυμούς —, ἀλλὰ διὰ τῶν ἐδεσμάτων φυλακτέον αὐτοῖς τὸν τόνον. πολὺ δὲ δὴ μᾶλλον ἐπὶ πνεύμονος ἀφεκτέον τῶν στυφόντων, ὅπου γε καὶ τοῖς χαλαστικοῖς μικτέον ἐπʼ αὐτῷ τῶν δριμυτέρων τι καὶ σαφῶς θερμαινόντων· ἕλκειν γὰρ ἔξω μᾶλλον ἢ ἀποκρούεσθαι προσήκει· διὸ καὶ σικύαι προκενωθέντων χρήσιμοι. πληθωρικῶν δʼ ὑπαρχόντων, οὐ χρώμεθα σικύαις ἐν ἀρχῇ τῶν παθῶν, ὥσπερ οὐδʼ ἐπʼ ἄλλου φλεγμαίνοντος οὐδενός, ἀλλʼ ὅταν μήτε ἐπιρρέῃ μηδὲν ἔτι, καὶ προκενώσωμεν ὅλον τὸ σῶμα, χρεία τε γενηθῇ κινῆσαί τι καὶ μοχλεῦσαι κατὰ τὸ φλεγμαῖνον ἢ πρὸς τὸ ἐκτὸς ἐπισπάσασθαι. γινομένων δʼ ἔτι τῶν παθῶν, οὐκ αὐτοῖς τοῖς ἀρχομένοις κάμνειν μέλεσιν, ἀλλὰ τοῖς συνεχέσιν αὐτῶν ἐπιβάλλειν τὴν σικύαν ἀντισπάσεως ἕνεκα· κατὰ τὴν ἀρχὴν δὲ τοῖς ἀποκρουστικοῖς χρηστέον. ἐπεὶ δὲ τῶν ὀστέων τοῦ κρανίου μέσων κειμένων τὴν δύναμιν αὐτῶν ἐξικέσθαι βουλόμεθα πρὸς τὸ βάθος, μίξομεν τοῖς ἀποκρουστικοῖς τῶν ποδηγεῖν τι δυναμένων, τουτέστι τῶν λεπτομερῶν κατὰ τὴν οὐσίαν. ὄξος μὲν οὖν οὐ μόνον ἐστὶ λεπτομερές, ἀλλὰ καὶ αὐτῆς τῆς ἀποκρουστικῆς δυνάμεως οὐ μετρίως μετείληφεν, ὅθεν εἰκότως ἐν ἀρχῇ τῶν παθῶν αὐτῷ χρῶνται, ῥόδινον μιγνύντες· ἐπὶ προήκοντι δὲ τῷ χρόνῳ καὶ σπονδυλίου καὶ ἑρπύλλου μιγνύουσιν, ἤδη τι καὶ θερμαῖνον ἐχόντων, οὐ μόνον λεπτομερές, ᾧ καιρῷ χρὴ μεταβαίνειν ἐπὶ τὰ πέττοντά τε καὶ διαφοροῦντα πλέον ἢ κατὰ τὴν χρείαν τῶν φλεγμαινόντων, ἑκάτερον αἱρούμενοι, ὡς ἂν ἐκλυομένης αὐτῶν τῆς δυνάμεως ὑπὸ τῶν ἐν τῷ μεταξὺ τεταγμένων ὀστῶν. οὕτως γοῦν καὶ τῷ καστορίῳ χρώμεθα, καίτοι γε ἐπὶ τῶν ἄλλων οὐ χρώμενοι, κἂν ἐν ἐσχάτῳ τῆς παρακμῆς ὦσιν· θερμότερον γάρ ἐστιν ἢ ὡς ταῖς φλεγμοναῖς ἐπιτήδειον εἶναι, ὑπάρχει δὲ τῷ φαρμάκῳ τούτῳ καὶ τὸ λεπτομερὲς τῆς οὐσίας.
Ἐκ τῶν Ἀντύλλου· περὶ ἐμβροχῶν· ἐκ τοῦ α λόγου τοῦ Περὶ βοηθημάτων.
Ἐμβροχὴ καταπλασμάτων δύναμιν μὲν ἐλάττονα ἔχει, χρώμεθα δʼ αὐτῇ παραιτούμενοι τὰ καταπλάσματα, ἤτοι διὰ τὸν καιρὸν ἢ διὰ τὸν τόπον ἢ διὰ τὴν δύναμιν, διὰ μὲν τὸν καιρὸν ἐν ἀρχῇ τῶν νόσων παραλαμβάνοντες ἐμβροχάς, ἀκαίρου τηνικαῦτα τῆς χρήσεως τῶν καταπλασμάτων καθεστώσης· διὰ δὲ τὸν τόπον ἐπὶ κεφαλῆς ἐμβροχαῖς χρώμεθα, μὴ πάνυ τι πρὸς τὰ καταπλάσματα εὖ διατιθεμένης· διὰ δὲ τὴν δύναμιν ἐπὶ τῶν ἰσχνῶν, οὐ δυναμένης φέρειν τῆς ἀσθενοῦς δυνάμεως τὸ βάρος τῶν καταπλασμάτων. ἐπιτηδειότατον δὲ τὸ χαμαιμήλινον ἔλαιον, μάλιστα ἐφʼ ὧν οὔπω τέλεον ἡ κατὰ τὴν κεφαλὴν ὕλη νοσοποιὸς πέπαυται τῆς ἀναφορᾶς· τήν τε γὰρ οὖσαν ἐν τῇ κεφαλῇ διαφορεῖ καὶ ἑτέραν οὐκ ἐπισπᾶται, ὅπερ οὐκ ἄλλῳ τινὶ συντετύχηκε φαρμάκῳ. χρὴ δʼ εἰδέναι ὅτι ἐπὶ τῶν φρενιτικῶν προσάγειν χρὴ βρέγματι καὶ κροτάφοις, ἀποχωροῦντας τῆς κορυφῆς καὶ τῶν ὄπισθεν μερῶν· τὰς γὰρ καταψύξεις οὐ φέρει ταῦτα τὰ μόρια, τῆς ἀρχῆς τῶν νεύρων ἐν αὐτοῖς τυγχανούσης· τὰς μέντοι θερμαινούσας διαβροχὰς ἐποχετεύειν αὐτοῖς ἀφειδῶς προσήκει. εἰδέναι δὲ δεῖ ὅτι ὕδωρ μὲν ψυχρὸν καὶ ὀξύκρατον ἐν σπόγγοις καινοῖς δεῖ παραλαμβάνειν, οἰνέλαιον δʼ ἐν ἐρίοις τοῖς οἰσυπηροῖς· ὁμοίως δὲ καὶ ὑδρέλαιον. μοτοὶ δὲ πρὸς πάσας τὰς ἐμβροχὰς οἱ ἐξ ὀθονίων καθαρῶν ἐπιτήδειοι.
Περὶ καταιονήσεως, ἀποσπογγισμῶν, προσκλύσματος· ἐκ τοῦ αὐτοῦ λόγου.
Χρώμεθα δὲ καταντλήσει μὲν ὑπὲρ διαβροχῆς σωμάτων, ἤτοι μιμούμενοι τὴν τοῦ λουτροῦ χρῆσιν, ὅταν διά τινα περίστασιν μὴ δυνώμεθα λουτρὸν παραλαβεῖν, βουλόμενοι μὲν ὑγρᾶναι τὰ σώματα, οὐ δυνάμενοι δὲ διʼ ἐμβροχῆς τοῦτο ποιῆσαι, οὐ πάνυ δυομένης εἰς βάθος. ἀποσπογγισμὸν δὲ παραλαμβάνομεν, ἤτοι τὸν ἐπικείμενον ἀπορρύψαι προαιρούμενοι ῥύπον ἢ ἰχῶρα ἢ αἷμα ἢ ἐπίπαγον ... ἢ πύον ἐπιπεπηγὸς ἢ αὐτὰ τὰ φάρμακα καὶ τὰ ἐπικεχρισμένα ἢ δῆξιν ἢ κνησμὸν ἐνοχλοῦντα τοῖς σώμασιν, ἐπὶ δὲ προσώπῳ ῥῶσαι βουλόμενοι καὶ τόνον ἐνθεῖναι. ὑπὲρ τῆς αὐτῆς δὲ χρείας καὶ τὸ πρόσκλυσμα παραλαμβάνομεν. καταντλητέον δὲ κεφαλὴν μὲν διʼ ἀγρυπνίας καὶ παρακοπάς· καὶ στόμαχος δὲ καὶ ὑποχόνδριον ἐλαίῳ θερμῷ καταντλεῖται, ὁμοίως δὲ καὶ πλευρὰ καὶ ῥάχις καὶ κύστις. τετανικούς τε καὶ ἰσχιαδικοὺς ἐλαίῳ θερμῷ καταντλητέον· σκέλη δὲ τῶν χρονίως καὶ καταξήρως πυρεσσόντων, καὶ εἴ τι μὴ ἐφιδροῖντο ὅλως, ἢ μετὰ τοὺς ἱδρῶτας ἀπεξηραμμένων, ὑδρελαίῳ. καὶ μεταγωγῆς δὲ χάριν καταιονήσομεν τὰ σκέλη ὕδατι πολλῷ ἢ ὑδρελαίῳ, καὶ πλανωμένην δʼ ὕλην κατασχεῖν ἐν ἀκυροτέροις βουλόμενοι μορίοις· τηνικαῦτα δὲ θερμοτέρῳ χρώμεθα μέχρι δήξεως καὶ μέτρον ποιούμεθα τῆς καταντλήσεως τὸ ἐρύθημα καὶ τὸ οἴδημα. καταντλοῦμεν δὲ καί, εἴτε φλεγμονὰς λῦσαι βουλόμενοι, ἢ ἀποστήματα θᾶττον μεταβάλλειν εἰς πύον. προσκλύσματι δὲ χρώμεθα ἐπὶ προσώπῳ ἐν καύσοις πυρετοῖς θέρους μὲν ὕδατι γαλακτώδει, χειμῶνος δὲ θερμοτέρῳ, καὶ μάλιστα εἰ κεφαλὴ τύχοι ἀπαθὴς εἶναι. φυλακτέον δὲ τὸν ἐγχρονισμόν· καταφορᾶς γὰρ καὶ ψύξεως κινδυνώδους κατάρχει. ἀντιφυσᾶν δὲ δεῖ τὸν προσαντλούμενον τῷ στόματι ὑπὲρ τοῦ μὴ πλησθῆναι ὑπὸ τῆς προσαντλήσεως, ἀλλʼ ἀντερείδειν πρὸς τὰς πληγὰς διὰ τῆς ἀντιβάσεως τοῦ πνεύματος. ὑποκείσθω δὲ σπόγγος ἀνθερεῶνι ξηρὸς πρὸς τὸ μὴ καταρρεῖν ἐκ τῆς καταιονήσεως εἰς τὸ στέρνον. ἐνίοτε δὲ καὶ ὀξύκρατον θερμὸν δοκιμάζομεν εἶναι τὸ πρόσκλυσμα, μάλιστα ἐν πυρετοῖς ἁπλουστέροις καὶ οὐδὲν κακότροπον ἔχουσιν. ἐπὶ δʼ ὀφθαλμῶν ῥευματιζομένων χρώμεθα στροβίλου αὐτοῦ τοῦ κώνου τεθλασμένου ἀφεψήματι· ἐπὶ δὲ τῶν χειμερινῶν περὶ τοὺς ὀφθαλμοὺς ἰσχυρᾶς καὶ χημώσεως τήλεως ἀφεψήματι τῆς λευκῆς· χρὴ δʼ ἀφεψήσαντα δὶς ἢ τρὶς τὴν τῆλιν καὶ τὰ πρῶτα ἀφεψήματα ἀποχέοντας οὕτω τῷ τελευταίῳ προσαντλεῖν. ὁ δʼ ἀποσπογγισμὸς ὕλης μὲν τῆς αὐτῆς τῷ προσκλύσματι παραλαμβάνεται· καὶ γὰρ δύναμιν ὁμοίαν ἔχει. ὑπὲρ δὲ τοῦ νίψαι καὶ ἀπορρύψαι σπόγγος ἀποτεθλιμμένος ἐξ ὕδατος θερμοῦ ἐπιτηδεύεται ἐνίοτέ τινες, καὶ τὸ ῥυπτικὸν φάρμακον, ἤτοι τῷ ὕδατι ἐνδιειμένον ἢ πρὸ τοῦ ἀποσπογγισμοῦ χριόμενον τὸ νίτρον ἀφόνιτρόν τινι τοιούτῳ, καταχρίομεν. πυρεσσόντων δέ, ἐπὶ τῶν ὀφειλόντων ἀποσπογγίζεσθαι ὕδατι ψυχρῷ, κατὰ τὰς ἐπιδόσεις παραιτούμεθα, ἐν δὲ ταῖς ἀκμαῖς ἢ καὶ παρακμαῖς τεθαρρηκότως παραλαμβάνομεν. δεῖ δὲ καὶ τοὺς παρὰ τὰ ὦτα μῦς προχρίειν ἐλαίῳ, καθιέναι δὲ καὶ εἰς τοὺς ἀκουστικοὺς πόρους καὶ εἰς τοὺς μυκτῆρας ἔλαιον ὑπὲρ τοῦ μὴ ψύχεσθαι· Ἀρχιγένης δʼ ἀξιοῖ καὶ τὸ στέρνον. ἐν ἀκαίροις δʼ εἰς ὕπνον καταγωγαῖς τὸ πρόσωπον ἀποσπογγίζομεν νίτρον εἰς τὸ ὕδωρ τήκοντες. ὅλον δʼ ἀποσπογγίζομεν τὸ σῶμα ἐν καταξήροις καὶ καυσώδεσι πυρετοῖς διʼ ὑδρελαίου, παραμείναντες τὴν στάσιν τῶν παροξυσμῶν.
Περὶ καταπλασμάτων· ἐκ τοῦ αὐτοῦ λόγου.
Ὅσαι τῶν φλεγμονῶν μήτε πρὸς ἐμβροχὰς ἔχουσιν ἐπιτηδείως μήτε ἐμπλάστροις ἤδη καὶ κατακλύσμασιν ἐπακούειν δύνανται, τρυφερώτεραι τῆς τούτων ἐπιβολῆς τυγχάνουσαι, ταύταις μάλιστα ἐπιτήδεια τὰ καταπλάσματα. τῶν καταπλασμάτων τὰ μὲν θερμαίνει καὶ διαφορεῖ, τὰ δὲ ψύχει καὶ στύφει καὶ ἀποκρούεται. σκευάζεται δʼ αὐτῶν τὰ μὲν ἄνευ ὕδατος, καὶ τὰ μὲν αὐτῶν ἄνευ ἑψήσεως, τὰ δʼ ἑφθὰ γίνεται· καλεῖται δὲ τὰ ἄνεφθα μακτά. καὶ τῶν μὲν μακτῶν ὅρος ἐστὶ τῆς σκευασίας ἱκανῶς λελειῶσθαι καὶ ἡνῶσθαι καὶ ἀμόλυντα εἶναι καὶ μὴ περιρρεῖν· τῶν δʼ ἑφθῶν οὐκ ἔστι μέτρον τὸ μὴ μολῦναι — δυνατὸν γὰρ ἂν τοῦτο γενέσθαι διὰ τὸ πλῆθος τῶν ἐμβαλλομένων ξηρῶν ἐν τῷ ὑγρῷ —, ἀλλὰ τὸ τὰς δυνάμεις, χυθέντων τῶν ξηρῶν, ἀναμιχθῆναι καὶ ἑνωθῆναι. χρώμεθα δὲ ποικίλοις καταπλάσμασι, τῆς τε τῶν τόπων διαφορᾶς ἐπιζητούσης, τῶν τε παθῶν οὐ πάντων οὐδʼ ἐν παντὶ καιρῷ τοῖς αὐτοῖς χαιρόντων καταπλάσμασιν. εὐθὺς μὲν οὖν χρώμεθα πρὸς τὰς κοινὰς τῶν ὑποχονδρίων φλεγμονάς — ἔστι δὲ τῶν ἑφθῶν προχειρότατον τὸ κοινόν· ὠμήλυσιν δʼ αὐτὸ καλοῦμεν —, εἰς ὕδωρ ἐμπάσσοντες λινόσπερμόν τε καὶ γῦριν καὶ ἐπιχέοντες μετὰ τὴν ἕψησιν ἔλαιον. καὶ ἐὰν μὲν ὑγρᾶναι θέλωμεν τὰ ὑποχόνδρια κατάξηρα ὄντα, χρώμεθα γύρει· ἐὰν δὲ μαλάξαι, ἀντὶ ταύτης ἄρτον ἐμπλέκομεν τῷ λινοσπέρμῳ· ἐὰν δὲ θερμᾶναι σφοδρότερον, κρίθινον τῷ λινοσπέρμῳ συμπλέκομεν· ἐὰν δὲ θερμᾶναι καὶ ξηρᾶναι, τῆλιν· ἐὰν δὲ θερμᾶναι καὶ προσδιαφορῆσαι, πίτυρα. ἐμπνευματώσεως δʼ ἐνοχλούσης τὰ ὑποχόνδρια, λινόσπερμον μετὰ κυμίνου παραπλησίως ἕφθω· στομάχου δʼ ἐκλυομένου, ἄλφιτα ἄναλα ἔστω ἔμπλασμα· ἀνορεκτοῦντος δὲ καὶ ἀτονοῦντος, ἀψινθίου κόμη προαφεψείσθω, καὶ εἰς τὸ ἀφέψημα ἐμπασσέσθω ἄλφιτα. ἐπὶ τῶν σφόδρα τρυφερῶν καὶ οὐδὲ αὐτὰ τὰ ξηρὰ ἐμβάλλομεν, οἷον λινόσπερμον ἢ γῦριν ἢ τῆλιν, ἀλλʼ ἀφεψήσαντες αὐτὰ εἰς λιπαρὸν μελίκρατον τὰ ἀφεψήματα διηθήσαντες ἐκχέομεν, κἄπειτα μέχρι συστάσεως ἑψῶμεν οὕτως· ἵνα δʼ ἐν πυρετῷ, διηθουμένην γῦριν ἐν ὀξυμέλιτι παραπλησίως. σομφὸν δʼ οἴδημα ἔχοντας κυαμίνῳ ἀλεύρῳ σὺν Αἰθιοπικῷ κυμίνῳ, ἐσκιρρωμένον δὲ τῷ διὰ σύκων. σκευάζεται δʼ οὕτως· κόπτεται τὰ σῦκα χωρὶς τῶν κεγχραμίδων, εἶτα ἐν οἴνῳ γλυκεῖ λεανθέντα ἑψεῖται, νίτρου λείου συμπλακέντος ὀλίγου. εἰ δὲ σφόδρα σπλὴν ἐσκιρρῶσθαι τύχοι, σὺν ὀξυμέλιτι τὰ σῦκα ἑψεῖται. ἥπατι δὲ φλεγμαίνοντι τῆλις κατάλληλος ἐν μελικράτῳ ἑφθὴ καὶ ἄρτος σὺν λινοσπέρμῳ· βέλτιον δὲ καὶ ἠρυγγίου σπέρμα συμμιχθέν. πρὸς δὲ τὰς τῶν ἐντέρων φλεγμονὰς τὸ διὰ λινοσπέρμου καὶ γύρεως, πρὸς δὲ ῥευματισμοὺς ἐντέρων τὸ διὰ κέγχρου, πρὸς δὲ κύστιν λινόσπερμα μετὰ λιβανωτίδος, πρὸς δʼ αἰδοῖα τὰ μὲν λιπαρὰ ἀνεπιτήδεια, τὰ δὲ στύφοντα κατάλληλα, οἷόν ἐστι τὸ διὰ σιδίων· δεῖ δὲ τὰ σίδια ξηρὰ κοπέντα ἐμπάσσεσθαι οἴνῳ καὶ συμπλέκεσθαι αὐτοῖς κηκῖδα λείαν. ἀγαθὸν δὲ καὶ τὸ διὰ φακοῦ κατάπλασμα, ἑψομένου τοῦ φακοῦ σὺν ὕδατι, ἔπειτα λεαινομένου καὶ μέλιτι συναναλαμβανομένου. ἁρμόσει δʼ ἐπὶ τῶν αἰδοίων καὶ τὸ διʼ ἀλφίτων ἄναλον ἑφθὸν ἐν οἴνῳ κατάπλασμα· πρὸς δὲ τὰ ὑδρωπικὰ οἰδήματα ἀσταφὶς ἐκγιγαρτισμένη λεία μετὰ σύκων λιπαρῶν ἐν μελικράτῳ ἑψηθεῖσα· προσπλέκεται δὲ τῷ καταπλάσματι τούτῳ καὶ αἰγεία κόπρος πρὸς ξηρασίαν. καὶ μᾶλλον ὀνίνησιν, εἰ ἐντέτριπται καὶ γύψος παλαιά, μάλιστα ἐκ τῶν πεπαλαιωμένων τῷ χρόνῳ κονιαμάτων, λεία σὺν τοῖς σύκοις καὶ νίτρῳ ἐρυθρῷ ἐν οἰνομέλιτι ἑψηθεῖσα· ὀσχέου δὲ καὶ διδύμου φλεγμαινόντων, ἐπὶ μὲν χειρουργίας καὶ ἄλλοις προδήλοις αἰτίοις τὰ κοινὰ καταπλάσματα, ἐπὶ δὲ ταῖς αὐτομάτοις μετʼ οἰδήματος φλεγμοναῖς κυαμίνων ἀλεύρων μετὰ σταφίδος λιπαρᾶς ἑφθὰ ἐν μελικράτῳ. ἐνίοτε δʼ ἐρεγμὸν ἑψήσαντες λεαίνομεν, μετὰ τοῦτο σὺν μέλιτι καὶ κυμίνῳ καταπλάσσομεν. τὰς δὲ μερικὰς φλεγμονὰς ἄρτῳ ἑφθῷ ἐν μελικράτῳ παρηγοροῦμεν. εἰ δὲ πυρετώδεις εἶεν αἱ φλεγμοναί, ψύχοντα ἀφεψήματα λαβόντες εἰς ἐκεῖνα τὸν ἄρτον ἐμπάσσομεν, οἷον ἀρνογλώσσου, πολυγόνου· εἰ δὲ ῥεῦμά τι εἴη, καὶ τῶν στυφόντων, ῥοῦ, βάτου, στρύχνου, σιδίων, κηκῖδος, ῥοός. ἐπὶ δὲ τῶν ἀντιτύπων καὶ σκληρῶν φλεγμονῶν εἰς ἀφέψημα μαλάχης ἢ τήλεως ἢ λινοσπέρμου τὸν ἄρτον ἐμβάλλομεν.
Περὶ ἀνύδρου καταπλάσματος.
Τὰ δʼ ἄνυδρα καταπλάσματα σκευάζεται μὲν ἐκ μέλιτος καὶ τερεβινθίνης ἢ καὶ ἀμφοτέρων· δεῖ δὲ προεψήσαντας τὸ μέλι καὶ τὴν ῥητίνην οὕτως ἐμπάσσειν τὰ ξηρὰ ἐπὶ τούτων, ᾗπερ ἐπὶ τῶν ὑγρῶν καταπλασμάτων· ἐν μὲν γὰρ τοῖς ὑγροῖς ἀνίεται, ἐπὶ δὲ τῶν ἀνύδρων οὐδὲν κατὰ τὴν ἕψησιν εὐαφέστερα οὐδὲ μαλακώτερα γίνεται. ἔτι κἀκεῖνο ἄξιον ἐγνωκέναι, διότι τὰ μὲν ὑγρὰ ἑψήσεως χρείαν ἔχει μετὰ τὸ ἐμβληθῆναι τὰ ξηρά, τὰ δʼ ἄνυδρα αὐτάρκως προηψημένῳ τῷ μέλιτι καὶ τῇ ῥητίνῃ ἐπιπάσσειν προσήκει, καὶ μηκέτι μετὰ τὸ ἐμπάσαι καθεψεῖν· φρύγεται γάρ, καὶ ἀφανίζεται τῶν ξηρῶν ἡ δύναμις ἐν τῷ μέλιτι. τὸ δὲ λίπος ἐπιχείσθω τοῖς ἀνύδροις αἰρομένοις ἐκ τοῦ πυρός. ἁρμόζει δὲ τὰ ἄνυδρα τοῖς ἐφʼ ὧν ψῦξιν εὐλαβούμεθα ἢ ἀνυγρᾶναί τινα φυλασσόμεθα προσμόνως ἢ ἐπὶ πολὺν χρόνον θερμᾶναι βουλόμεθα ἢ ἀναξηρᾶναι καὶ στῆσαι ῥεῦμα προαιρούμεθα. μάλιστα μὲν οὖν συνεχέστατα χρώμεθα τοῖς ἀνύδροις ἐφʼ ὑποχονδρίων ἔν τε πυρετοῖς καὶ ἄνευ πυρετῶν· ἔστι μὲν γὰρ τὰ ὑγρὰ καταπλάσματα τῶν ἀνύδρων εὐτονώτερα ἐν τῇ πρὸς ὀλίγον καιρὸν ἐπιθέσει· τὸ γὰρ ὑγρὸν τὸ ἐν αὐτοῖς, λεπτὸν ὂν καὶ διαλυτικόν, ὁδηγεῖ ῥᾳδίως τὴν ἐπʼ αὐτῶν δύναμιν εἰς τὰ σώματα, καὶ οὐκ ἄν τις νουνεχῶς, εἰ δέοι συνεχῶς ἀλλάσσειν τὰ καταπλάσματα, καὶ μέτρον εἴη τῆς ἐπιθέσεως ἡ εὐκρασία, χρῷτο ἂν τοῖς ἀνύδροις. παραληπτέον οὖν τὰ ἄνυδρα ἐπί τε τῶν δεομένων διʼ ὅλης, ὡς ἐλέγομεν, ἡμέρας καὶ νυκτὸς καταπλάσματος καὶ ὑποχονδρίων ἐπί τε τῶν ἱδρούντων μὲν ἀδιαλείπτως, ἐχόντων δὲ φλεγμονάς· ἐπί τε τῶν οὐκ ἀνεχομένων βάρους χρήσιμα καὶ τῶν καταψυχομένων ἀνεκθερμάντως.
Ἐκ τῶν Λύκου· περὶ τοῦ διὰ ζύμης καταπλάσματος.
Διαχέαι τὰ συνεστῶτα καὶ ἐκτῆξαι ἱκανώτατα τὸ ἐπίπλασμα τοῦτο ἐπιτήδειόν ἐστιν· καὶ γὰρ δοθιῆνας ὠφελεῖ καὶ ἐμπυήματα σχολαίτερον πρὸς τὴν μεταβολὴν ἰόντα καὶ σκόλοπας ἐξάγει καὶ σκίρροις ἐπαρκεῖ καὶ θλάσμασι τοῖς κατὰ πέλματα. ποιήσεις πολυειδεῖς εἰσιν αὐτοῦ· ἢ γὰρ αὐτῷ ἐλαίῳ συμμαλάττεται, ἐξαρκοῦν τοῦτο πρός τε τοὺς δοθιῆνας καὶ τὰς σχολαίας ἐκπυήσεις· ἢ καὶ νίτρον που λεπτὸν συμμίγνυται αὐτῷ, ὅπου δριμυτέρου ἐπιθέματος χρῄζομεν ἐπὶ τῶν σφόδρα στερεῶν σκίρρων· ἢ ἔστιν ὅτε διαχέοντες τὴν ζύμην αὖθις συνίσταμεν, ἑψῶντες αὐτήν, ἔλαιον ὀλίγον ἢ ἴρινον μύρον προσμίξαντες. ἔστι δὲ τοῦδε καὶ ἄλλος μεταχειρισμός· ὄξει διαχεῖται ἡ ζύμη, ὡς εἶναι χυλοῦ τὸ πάχος· τοῦτο τοῖς κατὰ τὸ ἧπαρ καὶ τὸν σπλῆνα σκίρροις ἐπιτήδειόν ἐστιν. ἢ κόμη ἀψινθίου ἢ ἶρις ἢ ἀβρότονον ἢ θύμον ἢ γλήχων, ταῦτα πάντα μετὰ τῆς ζύμης τοῖς κατὰ τὸν σπλῆνα σκίρροις καὶ τοῖς κατὰ τὸ ἧπαρ ἐπαρκεῖ.
Περὶ τοῦ ἐξ ἄρτου.
Τὸ δʼ ἐξ ἄρτου κατάπλασμα παναρκέστατόν ἐστιν· πάσαις γὰρ σχεδὸν ἁρμόζει φλεγμοναῖς. ποιήσεις δʼ αὐτοῦ πολλαὶ πάνυ· ἢ γὰρ ψυχρῷ ὕδατι βραχεὶς καὶ συνεργασθεὶς ῥοδίνῳ ὁ ἄρτος ἐπιπλάττεται — οὗτος δʼ ἐπιτήδειός ἐστι ταῖς ἐρυσιπελατώδεσι φλεγμοναῖς —, ἢ ἀντὶ τοῦ ὕδατος διʼ ὀξυκράτου σκευάζεται — μᾶλλον γὰρ οὗτος ἐφαρμόττει ταῖς ἐρυσιπελατώδεσι φλεγμοναῖς —, ἢ θερμῷ ὕδατι βρέχεται καὶ συμμαλάττεται ἐλαίῳ, εἶτα ἐπιπλάττεται θερμὸς ὁ ἄρτος, ἁρμόττων ταῖς σκληροτέραις καὶ οὐ ζεούσαις φλεγμοναῖς· ἢ ἀντὶ τοῦ ἐλαίου τὸ βούτυρον ἐμβαλεῖς καὶ ποιήσεις χρησιμώτερον πρὸς τὰς αὐτὰς διαθέσεις. γίνεται δὲ καὶ οὕτως· ὕδατι διαλύεται ὁ ἄρτος ὡς χυλοῦ σύστασιν σχεῖν, καὶ τούτῳ μίγνυται ἔλαιον ἢ βούτυρον, εἶθʼ ἑψεῖται μέχρι συστάσεως· τοῦτο ὧν ἐγὼ οἶδα πάντων ἄμεινον πρὸς φλεγμονὰς τὰς ἐπὶ τραύμασι καὶ πρὸς τὸ τάχιον ἐκπυῆσαι τὰ τούτου δεόμενα. ὅπῃ δὲ νεῦρον ἢ νευρῶδές τι διατέθλασται, ἐνταῦθα ἐγὼ καὶ πίττης ὑγρᾶς βραχὺ μιγνὺς οἶδα μετρίως λυσιτελὲς ἀποφήνας τὸ ἐπίπλασμα. τοῦτο δὲ καὶ ταῖς ποδαλγικαῖς φλεγμοναῖς ἐπιτήδειόν ἐστιν. —Ἄλλη σκευασία· χειροῖν διατρῖψαι τὰ ἔνδοθεν τοῦ ἄρτου χρὴ τοῦ χθιζοῦ· ἐπειδὰν δʼ ἀλευρώδης γένηται, μέλιτι ἐμπλάσσειν χρὴ τὸ ἄλευρον καὶ ἑψῶντα εἰς τὸ μέτριον συνιστᾶν πάχος, καὶ εἰ φαίνοιτο ἱκανῶς ἔχειν, ἔλαιον ἐπιχέοντα ἀναμιγνύναι· τοῦτο ἐπιτήδειόν ἐστι ταῖς καθʼ ὑποχόνδρια φλεγμοναῖς. ἄμεινον δέ, εἰ τῷ μέλιτι ὀλίγον ὕδωρ μεμιγμένον εἴη· τὸ γὰρ ἄλευρον εὐμαρέστερον ἐν τῇ ἑψήσει διαχεῖται. καὶ τὸ ἐκ πυρῶν δὲ πάλιν καὶ τὸ ἐξ ἀλεύρων πυρίνων κατάπλασμα σχεδὸν τὰ αὐτὰ δύναται ποιεῖν τὰς αὐτὰς ἐπιδεχόμενον σκευασίας.
Περὶ τοῦ ἐκ πιτύρων.
Τὰ πίτυρα δʼ ὧδε χρὴ παρασκευάζειν· πολλάκις πιλεῖν αὐτὰ προσήκει ὡς λεπτότατα γενέσθαι, ἢ ἐν ὅλμῳ κόπτοντα καὶ διασήσαντα τὸ αὐτὸ ποιεῖν· χρῆσθαι δʼ αὐτοῖς ἐπὶ σκίρρων πάντῃ τοῦ τε ἄλλου σώματος συνισταμένων καὶ ἐφʼ ἥπατος καὶ σπληνός· σκευάζειν δʼ αὐτὸ διʼ ὀξυμέλιτος, ἢ καὶ τοῦ ἀμμωνιακοῦ μιγνύντας καὶ θερμὸν ἐπιπλάττοντας. λῷον δʼ ἂν εἴη, εἴ τις ἐξ ἑτέρου ἕτερον ἐπιθείη, ὡς μὴ ἐκλείπειν τὴν θάλψιν ποτέ. καὶ ὁπότε δὴ οἱ ὄρχεις φλεγμαίνοιεν, ὠφελιμώτατον γίνεται τοῦτο· σκευαζέσθω δὲ χωρὶς ὄξους. ἁρμόζοι δʼ ἂν τὸ κατάπλασμα τοῦτο καὶ δοθιῆσι καὶ τοῖς ἄλλοις φύμασι τοῖς σκληροῖς. πάνυ δὲ καὶ πρὸς τὰ ἰοβόλα συμφέρει ὄξει δευόμενα τὰ πίτυρα ἐξ ἑτέρων ἕτερα ἐπιτιθέμενα.
Περὶ τοῦ ἐκ κριθίνου ἀλεύρου.
Τὸ ἐξ ἀλεύρων κριθίνων κατάπλασμα δύναται εἰς τὰς περὶ τὰ μυώδη φλεγμονὰς σκληρὰς ἤτοι διαλύειν ἢ ῥᾳδίως εἰς πύον αὐτὰς μεταβάλλειν. ποίησις δʼ αὐτοῦ ἥδε· τὸ μὲν ἄλευρον πάλην εἶναι χρή, ἐνεψεῖν δὲ μελικράτῳ· ἔστω δὲ τὸ μὲν μέλι πλεῖστον, τὸ δʼ ὕδωρ μεῖον εἰς τοσοῦτον, ὡς αὐτὸ μόνον τὸ ἀτέραμνον τοῦδε τοῦ ἀλεύρου ἐν τῇ ἑψήσει διαχεῖσθαι· οὐ γάρ ἐστιν εὐδιάλυτον τοῦτο τὸ ἄλευρον, ὥσπερ τὸ τῶν πυρῶν. —Ἑτέρα τοῦ αὐτοῦ καὶ ἐπὶ τοῖς αὐτοῖς ποίησις· μαλάχης ῥίζα ἢ αὐτὴ ἡ πόα, ἐπειδὰν ἑψηθῇ, τρίβειν ὁμοῦ τῷ μελικράτῳ, καὶ ἐπειδὰν διαλυθῇ, ἑψεῖται ὁμοῦ τῷ ἀλεύρῳ. αὕτη ἡ κατασκευὴ ἀνυσιμωτέρα ἐστὶ πρὸς ἄμφω, πρός τε τὸ μαλακὰ ἀποφῆναι τὰ τέως ὄντα σκληρά, καὶ πρὸς τὸ εἰς πύον μεταστῆσαι. χρὴ δέ, ἐπειδὰν ἑφθὸν ἱκανῶς ᾖ καὶ δὴ ἐπὶ τῶν ῥάκεων ἀληλιμμένον ἤδη, τηνικαῦτα ἐπιχεῖν ἔλαιον· οὕτως γὰρ εὐμενὲς ἔσται τῷ χρώματι καὶ ἐν ταῖς ἀφαιρέσεσιν οὐκ ἐγκαταλείψεταί ποτε ὑπὸ τῶν ῥακίων οὐδὲ προσέξεται ἐν τῷ χρωτὶ τὸ ἐπίπλασμα. πρὸς δὲ τούς τε ἄλλους σπασμοὺς καὶ τοὺς τετάνους χρήσιμον εἴη ἂν οὕτως σκευαζόμενον· ἐν γὰρ δὴ τῷ ὕδατι, καθʼ ὃ ἑψεῖσθαι μέλλει τὸ ἄλευρον, ἐνεψεῖσθαι χρὴ πηγάνου ἢ σικύου ἀγρίου ῥίζης ἢ δάφνης καρπὸν ἢ σάμψυχον ἢ ἶριν. λυσιτελὲς δʼ ἂν εἴη μετὰ τὴν ἕψησιν ἐπιπάττειν τῷ καταπλάσματι καστορίου καὶ οὕτως ἐπιχρίειν αὐτὸ τῷ ῥάκει καὶ ἐπιτιθέναι κατὰ πάσης ῥάχεως· βέλτιον δέ, εἰ καὶ τῆς κεφαλῆς ἐπιλάβοι τὸ κατάπλασμα. ἐπὶ δὲ πλευριτικῶν καὶ περιπνευμονικῶν ἐν ὑδρομέλιτι προεψεῖν ἀβροτόνου χρὴ ἢ δάφνης καρπόν, καὶ οὕτως ἐπεμβάλλειν τὸ ἄλευρον. εἰ δὲ σκίρρος κατὰ τὰ σπλάγχνα εἴη, ἀμμωνιακὸν μιγνύειν ἢ τερεβινθίνην καὶ νίτρον, καὶ ἔσθʼ ὅτε καὶ ὄξος· τῶν δʼ ἐντέρων φλεγμαινόντων μικτέον ἐστίν· εἰ δʼ ἡ κύστις, καὶ τούτου καὶ τοῦ πηγάνου.
Περὶ τοῦ ἀπὸ λινοσπέρματος.
Τὰς πάντῃ τοῦ σώματος γινομένας φλεγμονὰς οἵας δή ποτε οὖν ὀνίνησι τὸ διὰ λινοσπέρματος κατάπλασμα, μάλιστα ἂν συνῶσιν αὐταῖς ὀδύναι περιττότεραι, ὡς καὶ πρὸς τὴν ἁφὴν ἐπιτείνεσθαι τὴν ὀδύνην. τὰ δʼ ὑποχόνδρια εἴ τις ἐθέλοι φλεγμαίνοντα τούτῳ ἐπιπλάττειν, σκευάζοντα, ἐπειδὰν ἀναζέσῃ τὸ μέλι, ἐμπάσσειν χρὴ τὸ σπέρμα, λεπτότατον ἄλευρον γενόμενον.
Περὶ τοῦ ἐξ ἀλφίτου.
Ἀλφίτων πάλη συνεργασθεῖσα χυλῷ ἑλίκων ἀμπέλου ἢ πολυγόνου ἢ μήλων ναυτίας ἰᾶται καὶ πυρώσεις. μέλιτι δʼ ἐνεψώμενον τὸ ἄλφιτον, ἅλατος ἢ νίτρου προσβαλλομένου, ὑδρωπικοῖς ἐπιτήδειον γίνεται. τὸ δʼ αὐτὸ τοῦτο καὶ ταῖς τῶν ὄρχεων φλεγμοναῖς ἁρμόζει χωρὶς τοῦ νίτρου καὶ τῶν ἁλῶν.
Περὶ τοῦ ἀπὸ τῆς τήλεως.
Τὸ ἄλευρον τὸ ἀπὸ τῆς τήλεως οὐκ εἰς πολλὰ ἐπιτηδείως κατάπλασμα γινόμενον· φλεγμοναῖς μὲν γὰρ οὐχ ἁρμόζει, σκιρρώδεσι δὲ διαθέσεσι, προσλαβὸν λινοσπέρμου. ἕτερον δὲ τρόπον μεταχειρισθεῖσα ἡ τῆλις καὶ μάλα ἐπιτήδειος ὡς πολλά ἐστιν· ὕδατι ἑψεῖται ἐπὶ μακρόν, ἔστε ἂν ἱκανῶς ἑφθὴ γένηται, κἄπειτα τὸ μὲν ὕδωρ ἐκχεῖται, αὐτὴ δὲ πάνυ λειοῦται, καὶ μέλι ὅσον ἱκανὸν μίγνυται ταύτῃ, καὶ ὅταν συνεργασθῇ καλῶς τῷ μέλιτι, λειουμένη ἑψεῖται, ἔστε ἂν ἐπιθέματος πάχος ὑπάρχῃ. οὕτω σκευασθεῖσα χρησιμεύει παραπλησίως τοῖς πλείστοις ἐπιθέμασι, καὶ σχεδὸν πρὸς πάσας τὰς ἔξωθεν γινομένας φλεγμονὰς ἁρμόζει· πρός τε γὰρ τὰ ὑποχόνδρια καὶ τὰ ἔντερα καὶ τὴν ὑστέραν καλῶς ποιεῖ. ὅταν δʼ ἑψηθεῖσα καὶ λειωθεῖσα, ὡς εἴρηται, ἀντὶ τοῦ μέλιτος πάλιν ἐν ὕδατι ἑψηθῇ, ἐπιτήδειος γίνεται ὀφθαλμοῖς καὶ ἕδρᾳ φλεγμαίνουσιν· βέλτιον δέ, εἰ καὶ μελιλώτου προσλάβοι.
Περὶ τοῦ ἐκ χόνδρου.
Θλάσεις ὤτων καὶ ῥινὸς χόνδρῳ ἐπιπλάττονται λυσιτελῶς· ἑψεῖσθαι δὲ καὶ λελειῶσθαι χρὴ αὐτόν· ἄμεινον δʼ ἂν εἴη, κόμμεως καὶ λιβάνου προσμιγέντος ὀλίγου. καὶ δοθιῆσι δʼ ἐπιτήδειος ὁ χόνδρος, καὶ λειχῆσι καὶ ψώραις οὐκ ἀναρμόττων ἐπιπλάττεται.
Περὶ τοῦ ἐκ κέγχρου.
Ποίησις μὲν τοῦδε τοῦ ἐπιπλάσματος, ὁποία καὶ ἡ ἐκ τοῦ σπέρματος τοῦ λινοσπέρμου· ἐπαρκὲς δʼ ἔσται, εἰ ῥεῦμα γαστρὸς ὀδυνηρὸν εἴη, καὶ οἴδημα εἴ πῃ ὑπάρχει. εἰ δὲ πίτταν ξηρὰν λάβοι, καὶ ἰσχιάσιν ἂν εἴη λυσιτελές. ὕδατι δʼ ἢ ὄξει ἢ ὀξυκράτῳ ἀναληφθὲν σκολοπενδρῶν δήγμασι χρήσιμον εἶναι ἔγνωσται.
Περὶ τοῦ ἐκ σύκων.
Πολυειδεστάτη ἐστὶ τοῦ ἐπιπλάσματος τοῦδε ἡ μεταχείρισις καὶ ἐπαρκὴς εἰς πολλά· ἤτοι γὰρ εὖ μάλα κόπτεται ὡς μηδʼ ὁτιοῦν ἀργὸν ἀφεῖσθαι μέρος, μήτε οὖν αὐτοῦ τοῦ σύκου, μήτε, εἰς ὅσον ἀνυστόν, τοῦ σπέρματος, καὶ τῷ οὕτω πεποιημένῳ προσηνείας ἕνεκεν μύρου ἰρίνου οὐ πολὺ μίγνυται αὐτῷ. ποιεῖ δὲ πρὸς τὰς σκληρότητας τῶν νεύρων καὶ τὰ ἠγκυλωμένα τῶν ἄρθρων καὶ τὰ πέρα τοῦ μετρίου ἐκτεταμένα καὶ πρὸς σκίρρους, καὶ μάλιστα τοὺς τῶν σπληνῶν· ὠφελεῖ δὲ καὶ τοὺς τοῦ ἥπατος. προσλαβὸν δὲ νίτρον ὀλίγον ῥήττει τε κόλπους καὶ σκόλοπας ἀνάγει. εἰ δʼ ὁμοίως κοπείη τὰ σῦκα καὶ προσλάβοι γλήχωνος ἢ ὀριγάνεως ἢ θύμου κόμης ἢ ἀψινθίου, εἰς τὸ λεπτότατον εἰργασμένα, ὑδρωπικοῖς ἁρμόσει καταπλασσόμενον κατά τε τῶν ὑποχονδρίων πάντων καὶ τῆς ὀσφύος καὶ τοῦ νώτου παντός. — Ἄλλη ποίησις· ἑψεῖται, ὅσον εὐπετῶς διαχεῖσθαι μέλλῃ τὰ σῦκα, κἄπειτα λειοῦται ὁμοῦ τινι μέρει τοῦ ὕδατος, ἐν ᾧ ἥψηται, εἶτα κρίθινον ἄλευρον ἢ πύρινον ἢ καὶ ἄρτος μίγνυται αὐτοῖς, καὶ συνεργάζεται ὡς μάλιστα, καὶ ἑψεῖται αὖθις ἄχρι συστάσεως καταπλάσματος. ἁρμόζει δὲ φύμασι τοῖς μὴ ῥᾳδίως πεπαινομένοις καὶ παρωτίσιν, ἃς ἐκπυεῖσθαι χρή, καὶ δοθιῆσιν· λίπει δʼ εἴ τις ἐθέλοι χρῆσθαι, βούτυρον μιγνύει. εἰ δὲ πηγάνου φύλλα τριφθέντα λεῖα μιχθείη, τὰς ἐν τοῖς ἐντέροις ὀδύνας ὑπὸ τοῦ πνεύματος γινομένας ὀνίνησιν· λίπος δὲ μιγνύσθω ἔλαιον, ἔνθα πήγανον ἢ κύμινον ἐνήψηται.
Περὶ τοῦ ἔτνους τοῦ ἐκ τῶν κυάμων.
Ἑψεῖται τὸ ἔτνος τὸ ἐκ τῶν κυάμων ἄχρι συστάσεως, εἶτα μίγνυται κύμινον οὐ πολὺ λεῖον, καὶ γίνεται κατάπλασμα φλεγμαίνουσιν ὄρχεσιν ἐπαρκέστατον. τὸ δʼ αὐτὸ τοῦτο ποιεῖ, εἰ κυπαρίσσου τοῦ καρποῦ λειοτάτου μίσγοις ὀλίγον. πρὸς δὲ τὰς παλαιοτέρας φλεγμονὰς τῶν ὄρχεων καὶ ἀμμωνιακοῦ τι μιγνύειν προσήκει.
Περὶ τοῦ ἐκ θέρμων.
Ἄλευρον λεπτότατον θέρμων ἑψεῖται σὺν μέλιτι ἢ καθʼ ἑαυτὸ μετὰ λινοσπέρμου, ἔλαιόν τε οὐ πολὺ μίγνυται αὐτῷ, καὶ γίνεται κατάπλασμα ἕλμισιν ἐπιτήδειον. —Ἑτέρα ποίησις καταπλάσματος· ἑψῶνται οἱ θέρμοι ἐν ὕδατι ὡς λειοῦσθαι ῥᾳδίως, καὶ χολὴ ταύρου συμμίγνυται καὶ τοῦ ἀβροτόνου κόμη λειοτάτη· ποιεῖται πρὸς τὰ αὐτὰ ἑλμίνθων τε φάρμακόν ἐστιν. καὶ ἐπειδὰν ἑψηθῶσι, μίγνυε λείων μελανθίου καὶ μέλιτος, ὁμοῦ τε λειωθέντων καὶ ἑψηθέντων αὖθις.
Περὶ τοῦ ἐκ φακῆς.
Ἑψεῖται ἡ φακή, καὶ ἀποχεῖται τὸ ὕδωρ, εἶτα λειοῦται ἱκανῶς προσλαβὸν ῥοδίνου, καὶ γίνεται ἐπίθεμα αἰδοίων κάλλιστον φλεγμαινόντων μετʼ ἐρυθήματος. καὶ ἄρτου δὲ μιγνυμένου καλῶς ποιεῖ. — Ἄλλη ποίησις· ῥοᾶς τὰ κενώματα ἑψεῖται σὺν τῇ φακῇ, καὶ λειοῦται ἰσχυρῶς ἄμφω ὁμοῦ μετὰ ῥοδίνου. εἰ δὲ καὶ ἄρτος τούτοις προσβληθῇ, ἠπιώτερον ἔσται τὸ κατάπλασμα. ἁρμόζει δὲ τοῦτο, ὅπῃ ἐσχάραι εἶεν ἐκ πυρός, καὶ ὅπῃ νομαί τινες, μάλιστα ἐπὶ τῶν αἰδοίων. δεῖ δὲ γινώσκειν ὅτι, τῆς μὲν φλεγμονῆς ἐπικρατούσης, ὁ ἄρτος ὀφείλει πλέον παραπλέκεσθαι· τῆς δὲ νομῆς κίνδυνον ἀπειλούσης μείζονα, ἐλάττονα παράπλεκε τὸν ἄρτον. —Ἄλλη ποίησις· ἄλευρον λεπτότατον φακῆς καὶ ῥοιᾶς λέμματος λεπτοτάτου τὸ μέτριον ὀξυμέλιτι ἑψωμένῳ ἐμπάσσεται· τὸ δʼ ὄξος οὐ πολὺ χρὴ ὑπάρχειν· γίνεται γὰρ οὕτως οὐκ εὐδιασκέδαστον. τὸ ἐπίθεμα τοῦτο κοιλιακοῖς ἐπαρκεῖ καὶ νομαῖς καὶ ῥεύμασιν. —Ἄλλη ποίησις· ἑψηθεῖσα ἡ φακὴ τεύτλῳ ἑφθῷ ὁμοῦ λειοῦται. τοῦτο δʼ ἐστὶν ἐπιτήδειον τοῖς ἀμφὶ τὴν κεφαλὴν ἕλκεσι καὶ τοῖς ἑρπυστικοῖς, εἰ μετὰ ῥεύματος ὑποφλεγμαίνει.
Περὶ τοῦ ἐξ ὀρόβων.
Ὀρόβων ἄλευρον ἑψηθὲν σὺν μέλιτι ποιεῖ πρὸς ἄνθρακας καὶ ταῖς ἀπὸ πυρὸς ἐσχάραις καὶ τὰ νεμόμενα ἀποκαθαίρει. καὶ ἑψηθέντες δʼ αὐτοὶ οἱ ὄροβοι καὶ λειωθέντες ὁμοίως τῇ φακῇ κατάπλασμα ποιοῦσι προσηνέστερον. εἰ δὲ καὶ ἐμβραχέντες καὶ ἁπαλοὶ γενόμενοι, ὡς λειωθῆναι ῥᾳδίως, σκευασθῶσιν, ἔτι μᾶλλον προσηνέστερον ποιήσουσι τὸ κατάπλασμα πρός τε τὸ ἀφεστάναι τὰς ἐσχάρας ἐπιτήδειον ἢ τοὺς ἄνθρακας καὶ τὰς νομὰς ἀποκαθαίρειν. καὶ ταῖς ἐκ τούτων φλεγμοναῖς οὐκ ἀνωφελὲς τὸ τοιοῦτο ποιηθέν ἐστιν.
Περὶ τοῦ ἐξ ἐρεβίνθων.
Τὸ ἐκ τῶν ἐρεβίνθων γινόμενον ἐπίπλασμα ὕδρωψι τοῖς τυμπανίαις ἁρμόζει. ποίησις δʼ αὐτοῦ ἥδε· πηγάνου χλωροῦ φύλλα λειοῦται πάνυ ἰσχυρῶς, κἄπειτα ἀνεργάζεται, καὶ ἑψωμένῳ τῷ μέλιτι ἐμβάλλεται τὸ ἄλευρον τῶν ἐρεβίνθων.
Περὶ τοῦ ἐκ φοινίκων.
Φοίνικες οἱ πατητοὶ ὀλίγῳ ῥαίνονται οἴνῳ, καὶ πάλη ἀλφίτων συμμίγνυται· τοῦτό ἐστιν ἐπίθεμα στομάχου ἀσωμένου. ἢν δʼ οὗτοι μὴ τύχωσιν οἱ φοίνικες παρόντες, ἕτεροι δέ τινες πιότεροι, διακνισθέντες καὶ οἴνῳ βρεχθέντες εἰς τοσόνδε, εἰς ὁπόσον ἂν ἀπολαύσειαν τῆς ἰκμάδος τοῦ οἴνου, κόπτονται καὶ λειοποιοῦνται, εἶτα προσβάλλεται ἀλφίτου πάλη, καὶ γίνεται καὶ τοῦτο πρὸς τὰ αὐτὰ λυσιτελές. εἰ δὲ καὶ φλεγμονή τις ὁμοῦ ἀμφὶ τοῖς ὑποχονδρίοις εἴη, πάνυ ἀγαθὸν ἐπίπλασμα γίνεται· ὀλίγον γὰρ μέλι ἅμα τοῖς φοίνιξιν ἑψεῖται, καὶ λινόσπερμα λεῖον ἐμπάσσεται αὐτῷ. —Ἄλλο· οἴνῳ συμμίγνυνται οἱ φοίνικες, καὶ σὺν αὐτοῖς μυρσίνης φύλλα εἰς τὸ λεπτότατον ἐξειργασμένα. ἁρμόζει τοῦτο τοῖς αὐτομάτοις ἀνὰ τὸ δέρμα ἕλκεσιν. — Ἄλλο· τῆς μήκωνος τὰ φύλλα τὰ ἁπαλώτατα χυλὸς γίνεται· ἐν τούτῳ διαχεῖται φοίνιξ ὁ πατητός. τοῦτο ὀφθαλμῶν ὀδυνωμένων ἐπίπλασμά ἐστιν. —Ἄλλο· φοίνικες ὕδατι διεθέντες ἑψῶνται σὺν ὀλίγῳ μέλιτι, καὶ ἐμπάσσεται ῥοῦ βυρσοδεψικῆς ξηρᾶς τὸ λεπτότατον καὶ λίνου σπέρμα λεῖον. δυσεντερίας τοῦτο ἐπίπλασμα. τὸ δʼ αὐτὸ στῆσαι ἰσχυρὰς αἱμορραγίας ἐπιτήδειόν ἐστιν.
Περὶ τοῦ ἐξ ἀχέρδων.
Οἰδήματα χαῦνα ἐπὶ τῶν ἄρθρων γίνεται τῶν τε ἄλλων καὶ μάλιστα ἐπὶ τῶν γονάτων, καὶ οὐ πάνυ ῥᾳδίως παύεται ταῦτα. ἅλμῃ προπυριῶν ἢ θαλάττῃ ἐπίπλαττε τῶν ἀγρίων ἀχέρδων τῷ καρπῷ συγκεκομμένῳ. ψαφαρὸν δὲ τὸ ἐπίπλασμα, καὶ δεῖ σφόδρα καλῶς τῷ ῥακίῳ προσβάλλειν αὐτό, ἵνα προσμένῃ.
Περὶ τοῦ ἐξ αἰρῶν.
Αἰρῶν ἄλευρον μεταχειρισθὲν ὁμοίως τοῖς ἄλλοις ἐπιπλάσμασιν ὑδερικοῖς ἐπαρκεῖ τιτάνου ἐμπαττομένης· τό τε γὰρ ὕδωρ διαφορεῖ καὶ τὸν σκίρρον ἐλάττονα ἀποφαίνει, εἴτε οὖν ἐπὶ τοῦ ἥπατος, εἴτε οὖν ἐπὶ τοῦ σπληνός. ἢν δʼ ἐνδελεχῶς τις χρῷτο αὐτῷ, καὶ τὰ χρόνια οἰδήματα τῶν τε ἄρθρων καὶ τῶν γονάτων ἰᾶται. θείῳ δὲ μιγνύμενον τὸ τῶν αἰρῶν ἄλευρον ἐπιτήδειον τοῖς ἐπὶ τῶν ὤτων οἰδήμασιν.
Περὶ τοῦ ἐκ μήκωνος.
Τὰ φύλλα τῆς μήκωνος τὰ ἁπαλὰ λειοῦται, καὶ ἔστι τοῦτο ἐπίπλασμα φλεγμαινόντων τε καὶ ὀδυνωμένων ὀφθαλμῶν καὶ ἕδρας, καὶ εἰς τὰς ὀδύνας τῆς κεφαλῆς ἀγαθὸν τοῦτο ἐπίπλασμά ἐστι καὶ ὀδυνωμένῳ ποδαλγῷ. συλλειοῦται καὶ λεκίθῳ ὠῶν ἑφθῶν, καὶ γίνεται εἰς τὰ αὐτὰ ἐπίπλασμα ἐπιτήδειον. λίνου δὲ σπέρματι ἀληλεσμένῳ καὶ ἄρτῳ δʼ ἢ ψυλλίῳ συμφυραθέντα καὶ συνεργασθέντα ἄριστον ἐπίπλασμα γίνεται ἐρυσιπέλατι. εἰ δέ τις βούλοιτο τὸν χυλὸν αὐτῶν ταῖς λεκίθοις ἀναμιγνύναι ἢ τῷ ἄρτῳ ἢ τῷ λινοσπέρμῳ ἢ τῷ ψυλλίῳ, κάλλιστον ποιήσει φάρμακον πρὸς τὰ αὐτά. παράσχοι δʼ ἂν τὰ οὕτως σκευαζόμενα καὶ ὕπνον ἐπιπλαττόμενα τῇ κεφαλῇ. εἰ δὲ καὶ ἡ κεφαλὴ τῆς μήκωνος, ἤτοι ὑγρὰ οὖσα ἢ ἑψηθεῖσα, καλῶς μίσγοιτο τοῖς προειρημένοις, ὥσπερ τὰ φύλλα γενήσεται πρὸς τὰ αὐτὰ ἐπιτήδεια ἐπιπλάσματα, ὥσπερ γε κἂν χυλὸς τῶν κεφαλῶν ἐκληφθῆναι δυνηθῇ, μιγεὶς ὁμοίως ὁ χυλὸς τῷ τῶν φύλλων πρὸς τὰ αὐτὰ ποιήσει. καὶ ἡ ξηρὰ δὲ μήκων ἑψωμένη ἐπὶ μικρὸν ὁμοῦ τῷ σπέρματι, ὡς ἁπαλὴ γενέσθαι, κόπτεται ἐν ὅλμῳ ὡς εἰς ἐπιπλάσματος ἰδέαν ἥκειν· τὸ δʼ ὑγρόν, ᾧ ἑψεῖσθαι μέλλει, ἢ ὕδωρ ἢ ἔλαιόν ἐστιν. ποιεῖ πρὸς τὰ αὐτὰ καὶ μόνη ἐπιπλασσομένη καὶ σύν τινι τῶν εἰρημένων μιγνυμένη. καὶ τὸ ὑγρὸν δέ, ἐν ᾧ ἂν ἑψηθῇ, μιγνύμενόν τινι τῶν προειρημένων τὰ αὐτὰ ποιεῖ. καὶ ξηρὰ δʼ ἡ κεφαλὴ ὁμοῦ τῷ σπέρματι κοπεῖσα καὶ σεισθεῖσα, εἰ μιγείη τινὶ τῶν προειρημένων, ἁρμόσει πρὸς τὰ αὐτά. καὶ τοῖς σχετηρίοις δέ, ῥεομένης τῆς γαστρός, μιγνυμένη, δραστικώτερα ποιεῖ τὰ φάρμακα. καὶ ἀπὸ τοῦ ἄνθους δὲ τῆς μήκωνος σκευάζεται καταπλάσματα ὃν τρόπον ἀπὸ τῶν φύλλων, καὶ ὁμοίως ὠφελεῖ.
Περὶ τοῦ ἐκ βολβῶν.
Οἱ βολβοὶ ὀπτώμενοι καὶ ἐπιπλαττόμενοι τὰς ἀπὸ τῶν καυστηρίων ἐσχάρας ῥᾳδίως ἀφίστασθαι ποιοῦσιν. καὶ ἄνθραξι δʼ ὁμοίως ἐπιτήδειον τοῦτό ἐστιν. ἐπιπλάττονται βολβοὶ καὶ ταῖς ἐπὶ τοῦ προσώπου γινομέναις κηλῖσιν ἐπιτηδείως, φακοῖς τε καὶ ἐφήλισι καὶ ἄλλοις τοῖς τοιούτοις. ἀνέχεσθαι δὲ δεῖ τοῦ γινομένου ὑπὸ τοῦ καταπλάσματος ἐνοχλήματος· ἐρυθραίνει γὰρ τὴν χρόαν καὶ ἐκλέπει τὸ δέρμα ἄκρον, ἀλλʼ οὐκ εἰς μακρόν· τὸ μὲν δέρμα ἀπέρχεται, ἕλκος δʼ οὐ γίνεται, καὶ ἡ κηλὶς ἀφανίζεται. ῥᾷστα δʼ ἄν τις φέροι, εἰ μετὰ τοὺς βολβοὺς ἄρτῳ ἐπιπλάσσοι τὸ πρόσωπον· ῥοδίνῳ δʼ ὁ ἄρτος κεχρίσθω.
Περὶ τοῦ ἐκ πράσων.
Ὅπῃ ἐσχάραι ἐκ καυτηρίων εἶεν, ταύτῃ καὶ αἱ τοῦ πράσου κόμαι ἐπιπλαττόμεναι τὰς ἐσχάρας ἐξάγουσι ῥᾷστα. συγκόπτονται δʼ ἰσχυρῶς, καὶ ἅλες οὐ πολλοί τινες συμμιγνύονται. καὶ ἀνθράκων τὸ ἐπίπλασμα τοῦτό ἐστι φάρμακον ἀγαθόν.
Περὶ τοῦ ἐκ θρίδακος.
Ὀδυνωμένης κεφαλῆς διὰ θερμότητα, τὰ φύλλα τῆς θρίδακος συγκοπέντα καὶ τῷ μετώπῳ ἐπιπλασθέντα ὠφέλιμά ἐστι, καὶ μάλιστα εἰ τόδε τὸ εἶδος ἡ θρίδαξ εἴη ἡ τὸν ὀπὸν ἀνιεῖσα τὸν λευκὸν συχνόν. ἔστι δὲ καὶ ὑπνοφόρον τὸ ἐπίπλασμα τοῦτο. ὄξει δʼ ἐν τῷ κόπτεσθαι ἐπιρραινόμενον καὶ ἐρυσιπέλασι τοῖς ἄνευ ἕλκους ἐστὶν ἐπιτήδειον.
Περὶ τοῦ ἐξ ὑσσώπου καὶ γλήχωνος.
Ὕσσωπον ἡ πόα ξηρὰ κόπτεται καὶ σείεται ὡς γενέσθαι λεπτοτάτη, καὶ ἑψεῖται ὁμοῦ λινοσπέρμου ἀλεύρῳ, καὶ γίνεται κατάπλασμα θώρακι ἐπιτήδειον, ἐφʼ ὧν καὶ διὰ γλισχρότητα οὐκ εὐανάγωγά ἐστι τὰ πτυόμενα. καὶ ἥπατος δὲ σκίρροις ἐπιτήδειόν ἐστιν. γένοιτο δʼ ἂν καὶ ἐκ τῆς γλήχωνος κατάπλασμα ὁμοίως σκευασθείσης τῷ ὑσσώπῳ πρὸς τὰ αὐτά· ἀνυσιμώτερον δὲ τοῦτο τοῦ διʼ ὑσσώπου.
Περὶ τοῦ ἐξ ὠκίμου.
Σκορπίων πληγαῖς ἁρμόττει τὸ ἐκ τῶν ὠκίμων ποιούμενον ἐπίπλασμα, συγκόπτεται δέ, καὶ ἄλλο τούτῳ μίγνυται οὐδέν, εἰ μή τι ὄξος ὀλίγον τις ἐθέλοι ἐπιρραίνειν αὐτῷ.
Περὶ τοῦ ἐξ ἡδυόσμου.
Τὸ ἡδύοσμον τὸ ξηρὸν κόπτεται ὡς ὅτι λεπτότατον καὶ συμμίγνυται ἢ λινοσπέρμου ἀλεύρῳ ἢ κριθῆς ἀλεύρῳ ἢ ἄρτῳ ἤ τινι τῶν τοιούτων, καὶ μέλιτος βραχὺ ἐπιμίγνυται πρὸς τὸ συνδεῖσθαι ταῦτα, καὶ γίνεται ἑλμίνθων λυπούντων φάρμακον. καὶ βηξὶ δὲ ταῖς δυσαναγώγοις διὰ γλισχρότητα ἁρμόσειεν ἄν.
Περὶ τοῦ ἐκ συκῆς ἀγρίας.
Συκῆ ἀγρία καὶ τρίφυλλον, ἣ καὶ ἀσφάλτιον καλεῖται, σκορπιοπλήκτοις ἐπιπλαττομένη ἄκρως βοηθεῖ, καὶ τούτου πεπείραμαι καὶ αὐτός. δεῖ δὲ συγκόπτοντα αὐτὴν ἐπιπλάττειν.
Περὶ τοῦ ἐκ κράμβης.
Συγκοπεῖσα ἡ κράμβη αὐτὴ μίγνυται πάλῃ πυρίνῃ. εἰ δέ τις βούλοιτο οὐκ αὐτήν, ἀλλὰ τὸν χυλὸν αὐτῆς, μιγνὺς ποιήσει ἐπίπλασμα ἀρωγὸν ἐρυσιπέλασι καὶ χοιράσι νεαραῖς — ἰσχναίνει γὰρ αὐτάς — καὶ μαστοῖς σφριγώδεσι ἐκ τόκων ὀδυνωμένοις καὶ δέος ἐπάγουσιν ἐκπτοήσεως.
Περὶ τοῦ ἐκ μαλάχης.
Ἑφθὴ ἢ καὶ ὠμὴ μαλάχη ἄρτῳ ἢ πάλῃ ἀλεύρων μίγνυται, καὶ γίνεται ἐπίπλασμα ταῖς ὀχληραῖς φλεγμοναῖς ἐπιτήδειον, καὶ ἐνίοτε μὲν εἰς πύον ῥᾳδίως μετέστησεν αὐτάς, ἔστι δʼ ὅτε ὑποφθάσας τοῦ πύου τὴν γέννησιν προαπέπαυσε τὴν φλεγμονήν.
Περὶ τοῦ ἐκ τεύτλου.
Καὶ ἑφθὸν καὶ ὠμὸν τεῦτλον ἀχῶρσί τε καὶ ἕρπησι καὶ λειχῆσι καὶ πιτύροις, ἢν προαποξυρῇς τὴν κεφαλήν, ἐπιπλαττόμενον ἁρμόζει πάνυ.
Περὶ τοῦ ἐκ ῥαφανίδων.
Ῥαφανῖδες συγκοπτόμεναι μετʼ ὀλιγοστῶν ἁλῶν ποιοῦσιν ἐπιπλαττόμεναι πρὸς τὰ ἐκχυμώματα, εἴτε οὖν προσπεσόντος τινὸς ἔξωθεν γένοιτο, εἴτε διὰ γῆρας ἀμφὶ ταῖς κνήμαις καὶ ὠλέναις· εἰς τὸ ἀρχαῖον γὰρ ἐπανάγουσι τὴν χρόαν. καὶ εἰ χυλὸν δὲ τῆς ῥαφάνου ἄρτῳ τις ἀναμίξειε μετʼ ὀλίγων ἁλῶν, ἐπιτήδειον ποιήσει φάρμακον πρὸς τὰ ἐκχυμώματα.
Περὶ τοῦ ἐκ ψυλλίου.
Τοῦ ψυλλίου τὸ σπέρμα οὔτε ἀλεῖν δυνατὸν οὔτε κόπτειν, ἀλλʼ εἰς ὕδωρ ἐμβάλλειν αὐτὸ χρὴ καὶ ἀνακινεῖν τῇ χειρί· γένοιτο γὰρ ἂν οὕτω γλίσχρον τε καὶ ἐπιπλαστῶδες. τοῦτο χρήσιμόν ἐστιν ἐρυσιπέλασιν· δεῖ δʼ ὑπαλλάττειν συνεχῶς αὐτό. ἐπαρκεῖ δὲ τοῦτο τὸ ἐπίπλασμα καὶ ταῖς χοιραδώδεσι φλεγμοναῖς· ἢ γὰρ ἀποπαύει ῥᾳδίως αὐτὰς ἢ ὅτι μάλιστα εἰς πύον καθίστησιν.