Antyllus on lying in bed opens the book: which posture suits each illness, raised for the head, on the side for the kidneys, on the left for those who digest slowly. Exercise and rubbing follow, hard or soft, morning or evening. Last, a physician recounts two patients unable to ejaculate, a man from Corinth and a young Milesian, and how diet, riding and castoreum restored them.

Part of Medical Collections, Books 1–16, 24–25, 43–50

Περὶ κατακλίσεως, ἐκ τῶν Ἀντύλλου, ἐκ τοῦ δ λόγου τῶν ποιουμένων βοηθημάτων.

Τοῖς μὲν ὀξέως νοσοῦσι κατακεκλίσθαι συμφέρει — κοποῦσθαι γὰρ οἱ οὕτω κάμνοντες οὐ δέονται· τοῖς δὲ χρονίως ἀρρωστοῦσι κατὰ τὰς ἐπισημασίας μόνον κατακλίνεσθαι συμφέρει· ἐν δὲ τοῖς διαλείμμασι καὶ κινεῖσθαι οὐδὲν κωλύει μοχλείας δεομένοις καὶ ποικίλων ἐρεθισμῶν. τὸ δὲ σχῆμα τῆς κατακλίσεως τῶν μὲν περὶ τὴν κεφαλὴν πεπονθότων ἀνάρροπον ἔστω πλὴν τῶν φρενιτικῶν· τὸ γὰρ ὕπτιον ἐπὶ τούτων αἱρούμεθα σχῆμα, διότι τὸ ἀνάρροπον ταρακτικόν πώς ἐστιν. καὶ ἐπὶ τῶν κατὰ τὸν θώρακα δὲ συμβαινόντων ἐπιτήδειος ὑψηλὴ κατάκλισις. ἐπὶ δὲ δυσεντερικῶν καὶ κοιλιακῶν καὶ τῶν ὑστερικῶν παθῶν καὶ τῶν περὶ τοὺς κενεῶνας τὸ ὕπτιον ἁρμόζει. ἐπὶ δὲ γονορροίας καὶ σατυριάσεως καὶ νεφρίτιδος ἐφʼ ὁπότερον οὖν τῶν πλευρῶν κατακλίνεσθαι συμφέρει· ἡ μὲν γὰρ γονόρροια καὶ ἡ σατυρίασις παροξύνεται, θερμαινομένων τῶν τόπων, ἐπειδὰν ὕπτιοι κατακλίνωνται· ἡ δὲ νεφρῖτις, θλιβομένης τῆς ὀσφύος τούτῳ τῷ σχήματι. ἐπὶ δὲ τῶν ἀτροφούντων καὶ βραδυπεπτούντων ἡ ἐπὶ τὸ ἀριστερὸν σύμφορος, ὡς ἂν περιπτυσσομένου τῇ γαστρὶ τοῦ ἥπατος καὶ θάλποντος αὐτήν· ἐν μέντοι ταῖς σκιρρώδεσι διαθέσεσι τοῦ ἥπατος καὶ ταῖς ἐξογκώσεσι καὶ ταῖς φλεγμοναῖς ταῖς ἀποστατικαῖς ἡ ἐπὶ τὸ δεξιὸν κατάκλισις ἀμείνων, ὥσπερ γε σπληνὸς ἐν τοιαύταις διαθέσεσιν ὄντος ἡ ἐπʼ αὐτὸν κατάκλισις βελτίων. ἐπὶ δὲ στρόφου καὶ εἰλεοῦ καὶ τῶν περὶ τὸ κῶλον διαθέσεων τὸ μέσον τοῦ τε ὑπτίου καὶ τοῦ ἐπὶ τὸ ἀριστερὸν ἁρμόζει· παραφυλάξαι δʼ ἐπὶ τῶν κωλικῶν παρηγοροῦν αὐτοὺς τὸ ἀνάρροπον ἐκ τῶν ποδῶν σχῆμα. πρηνὲς δὲ σχῆμα συμπληρωτικὸν μὲν κεφαλῆς καὶ τῶν αἰσθητηρίων· τοῖς δὲ τὴν κοιλίαν αὐτὴν ὀδυνωμένοις ἢ κατεψυγμένοις οὐκ ἀνάρμοστον τὸ σχῆμα τοῦτο.

Περὶ ἡσυχίας, ἐκ τοῦ αὐτοῦ λόγου.

Οἷς δʼ ἡ κατάκλισις ἁρμόζει, τούτοις καὶ ἡσυχία καὶ ἠρεμία· μάλιστα δʼ ἁρμόζουσιν ἐν ταῖς ἀρχαῖς τῶν ἐπισημασιῶν καὶ ταῖς ἀναβάσεσιν ἐπί τε τροφῇ προσφάτως εἰλημμένῃ. καὶ πρὸ ὕπνου δὲ μέλλοντος ἁρμόδιος ἡσυχία.

Περὶ ἀσιτίας, ἐκ τοῦ αὐτοῦ λόγου.

Πλῆθος συστεῖλαι καὶ σαρκῶν καὶ αἵματος, ἄπεπτα σιτία πέψαι, πληρότητα κενῶσαι, ῥεύματα ξηρᾶναι, μάλιστα τὰ διὰ πλῆθος γινόμενα. ἔτι παρηγορεῖ πλάδους· παρηγορεῖ δὲ καὶ ὀδύνας, οὐ τὰς ἀπὸ δριμύτητος γινομένας, ἀλλὰ τὰς διὰ πλήθους ἔνστασιν.

Περὶ ὕπνου καὶ ἐγρηγόρσεως· Γαληνοῦ.

Ὕπνος διὰ παντὸς μὲν ὑγραίνει, καθάπερ ἡ ἀγρυπνία ξηραίνει· οὐ διὰ παντὸς δὲ θερμαίνειν ἢ ψύχειν πέφυκεν, ἀλλʼ ὅταν μὲν ἀπυρέτων ὄντων ἤτοι φλεγματώδεις ἢ ὠμοὺς ἢ ὁπωσοῦν ψυχροὺς χυμοὺς εὑρὼν ἐν τῷ σώματι κατεργάσηταί τε καὶ πέψῃ, χρηστὸν ἐξ αὐτῶν ἐργασάμενος αἷμα, θερμαίνει τὸν ἄνθρωπον αὐξήσει τῆς ἐμφύτου θερμασίας, ὅταν δʼ ἤδη πυρέττοντας ἐπὶ σηπεδόνι τοιούτων χυμῶν, ἐμψύξει, τὴν μὲν πυρετώδη θερμασίαν σβεννύς, αὐξάνων δὲ τὴν οἰκείαν. ὅταν οὖν τὸ μὲν οἰκεῖόν τε καὶ κατὰ φύσιν θερμὸν αὐξήσῃ τε καὶ ῥώσῃ, τὸ δʼ ἀλλότριόν τε καὶ παρὰ φύσιν καθέλῃ τε καὶ μαράνῃ, δικαίως ἄν τις φαίη καθʼ ἕνα χρόνον ἐξ ὕπνου θερμότερον ἅμα καὶ ψυχρότερον ἑαυτοῦ γεγονέναι τὸ σῶμα. τῆς βλάβης δὲ τῆς ἐξ ὕπνου διττῆς ὑπαρχούσης, τῆς μὲν κοινῆς, ὅταν ἐν ταῖς ἀρχαῖς τῶν παροξυσμῶν οἱ κάμνοντες κοιμηθῶσι, τῆς δʼ ἰδίας ἐπί τινων νοσημάτων, ὅταν ἐν ἄλλῳ καιρῷ, ταύτην ἡγητέον ἐπισφαλῆ τυγχάνειν· ἐκείνη γὰρ οὔτε θάνατον οὔτε ἄλλο τι σημαίνει, ἑπομένη τῇ φύσει τοῦ καιροῦ· συννεύει γὰρ εἰς τὸ βάθος τοῦ σώματος ἐν ταῖς ἀρχαῖς τῶν παροξυσμῶν ἡ θερμασία καὶ οἱ χυμοί, καὶ εἰ δή τις εἴη φλεγμονὴ περὶ σπλάγχνον, εἰκότως αὐξάνεται, καὶ εἰ χυμοί τινες εἰς τὴν γαστέρα συρρέοιεν, οὐχ ὅπως πέττονται, καθάπερ ἐν τοῖς ἄλλοις ὕπνοις, ἀλλὰ πολὺ πλείους γίνονται. διὰ ταῦτά τοι καὶ παρακελευόμεθα τοῖς κάμνουσιν ἐγρηγορέναι τηνικαῦτα, τὴν ἀπὸ τῆς ἐγρηγόρσεως ἐπὶ τὰ ἐκτὸς φορὰν τοῦ πνεύματος καὶ τοῦ αἵματος καὶ τῆς ἅμα αὐτοῖς θερμασίας ἀντιτάττοντες ὡς μέγα ἴαμα τῇ κατὰ τὰς ἐπισημασίας ἐπιγινομένῃ πρὸς τὸ βάθος αὐτῶν φορᾷ. ἐπὶ δὲ τῶν ἐν τοῖς ἄλλοις καιροῖς ὕπνων ἀκολουθεῖ τοὐπίπαν ἐναργής τις ὠφέλεια, καὶ μάλιστα ὅταν ἐν ταῖς παρακμαῖς γενηθῶσιν· ὠφελοῦσι μὲν γὰρ ἐναργῶς ἐνίοτε καὶ κατʼ αὐτὰς τὰς ἀκμὰς γενόμενοι, καί ποτε κἀν τοῖς τῶν ἀναβάσεων ἐσχάτοις, ὅσα συνάπτει ταῖς ἀκμαῖς· ἀλλʼ ἡ πασῶν ἐναργεστάτη τῶν ὠφελειῶν ἐν ταῖς παρακμαῖς γίνεται. καὶ τοίνυν καὶ βλάπτοντες ἧττον μὲν ὀλέθριοι κατά τε τὴν ἀκμὴν καὶ τὴν αὔξησιν τοῦ παροξυσμοῦ, μάλιστα δʼ ἐν ταῖς παρακμαῖς· ἐν ᾧ γὰρ ἕκαστον ὠφελιμώτατόν ἐστιν, ἐὰν πρὸς τῷ μηδὲν ὠφελεῖν ἔτι καὶ βλάπτῃ, θάνατον εἰκότως δηλώσει. βλάβαι δʼ ἐξ ὕπνων εἰσὶν αἱ ταῖς ὠφελείαις ἐναντίαι, τό τε τὸν πυρετὸν ἢ μὴ λύεσθαι πρὸς αὐτῶν ἢ καὶ παραύξεσθαι, καὶ τὰς ὀδύνας ἐπιτείνεσθαι, καὶ τὰ ῥεύματα πλείω γίνεσθαι, καὶ τὰς φλεγμονὰς αὐξάνεσθαι. τῶν δὲ χυμῶν τοὺς μὲν πέψεως δεομένους ὕπνος ὠφελεῖ, τοὺς δὲ διαφορήσεως ἐγρήγορσις. καὶ τὰς μὲν εἰς τὴν γαστέρα καὶ τὰ ἔντερα καὶ ἧπαρ τῶν χυμῶν ῥοπὰς ἐπιτείνει μὲν ὕπνος, ἀντισπᾷ δʼ ἐγρήγορσις. ἐφʼ ὧν γε μὴν χυμῶν λεπτῦναί τε τὸ πάχος ἢ τὴν γλισχρότητα δεόμεθα χρήσιμος ἐγρήγορσις, οὐ μὴν ἄμετρος· χρὴ γὰρ ἐν μέρει καὶ πέττειν αὐτούς, ὅπερ ὕπνος ἐργάζεται. μεγίστη δὲ βλάβη τοῖς πάνυ ψυχροῖς χυμοῖς, ὅταν ἐπιτρέπῃ τις ἐφʼ ὅσον βούλονται κοιμᾶσθαι· ῥέπουσι μὲν γὰρ εἰς τοῦτο διὰ τὴν ψῦξιν· οὐ μὴν συμφέρει γε αὐτοῖς, ἀλλὰ τοσοῦτον ἐν ἅπασι τοῖς τοιούτοις ὑπνοῦν προσῆκεν, ὅσον ἀνακτήσασθαί τε τὴν δύναμιν ἐν ταῖς ἐγρηγόρσεσι κάμνουσαν ἐργάσασθαί τέ τινα πέψιν· ὁ μὲν γὰρ ὕπνος γίνεται, τῆς ἐμφύτου θερμασίας ἤτοι διὰ κάματόν τινα καὶ ξηρότητα πλείονα πρὸς τὴν τροφὴν ἐπιστραφείσης ἢ διʼ ἀμετρίαν ὑγρότητος ἀδυνατούσης ἐκτὸς ἀποτείνεσθαι· ἔστι δʼ ὁ μὲν πρότερος ὑγιεινὸς καὶ κατὰ φύσιν, ὁ δὲ δεύτερος ῥηθεὶς οἷον ἐν κώμασί τε καὶ ληθάργοις.

Ἐκ τοῦ δ λόγου τῶν ποιουμένων, περὶ τῆς ἐξ ὕπνου ὠφελείας, Ἀντύλλου.

Ὕπνος ἀνίησι τὰ συντεταμένα καὶ μαλάσσει τὰ ἐσκληρυμμένα καὶ χεῖ τὰ συνεστῶτα καὶ τὰ ἀνώμαλα εἰς ὁμαλότητα καθιστᾷ ἔτι τε τοὺς κλόνους καὶ τὰς ψυχικὰς ταραχὰς καθίστησι καὶ τὸ πνεῦμα ὁμαλύνει καὶ ῥεύματα ἵστησι, παχύνων τὰ ἐν τῷ σώματι ὑγρά. καιρὸς δʼ ὕπνου ἐν μὲν τοῖς διαλείπουσιν ὁ τῆς ἀνέσεως· εἰ δʼ ἐπιμήκης ὁ παροξυσμὸς εἴη, ὅ τε τῆς ἀκμῆς καὶ ὁ τῆς παρακμῆς ἐπιτήδειοι, ὁ δὲ τῆς ἀρχῆς ἀλυσιτελέστατος· ὁμοίως δὲ καὶ ὁ πρὸ τῶν παροξυσμῶν ἀνεπιτήδειος. ἐν δὲ τῇ ἐπιδόσει, εἰ μὲν βραχεῖα τυγχάνοι, οὐκ ἐπιτρεπτέον ὕπνον· εἰ δʼ ἐπιμήκης, εἰ μὲν μετὰ μέσην ἡμέραν γίνοιτο τὰ τῆς ἐπιδόσεως, κωλυτέον — φύσει γὰρ πᾶς ὕπνος δειλινὸς κακός —, εἰ δὲ μετὰ μέσην νύκτα καὶ μάλιστα περὶ τὸν ὄρθρον μεσοῦσά πως ἡ ἐπίδοσις τύχοι, συγχωρητέον. ἐν δὲ τοῖς συνεχέσι νὺξ μὲν ἡμέρας ἐπιτηδειοτέρα, νυκτὸς δʼ ἔτι βελτίω τὰ μετὰ τρίτην ὥραν, καὶ μάλιστα τὰ τελευταῖα· τῆς δʼ ἡμέρας ὅ τε ὄρθρος καὶ μέχρι μέσης ἡμέρας.

Περὶ ἐγρηγόρσεως, τοῦ αὐτοῦ, ἐκ τοῦ αὐτοῦ λόγου.

Ἐγρήγορσις πλῆθος διαφορεῖ καὶ τὰ ἐν κοιλίᾳ ὑποβιβάζει καὶ πρὸς τὴν κάτω διέξοδον εὐτρεπίζει καὶ νωθρότητα διαλύει καὶ βάρος ἀποικονομεῖ καὶ τὰ ἐκλελυμένα ἐπιστρέφει καὶ τόνον τῇ τε φύσει τῇ τε ψυχῇ περιτίθησιν, ἱδρῶτας ἐπέχει. τοῖς δὲ καθαιρομένοις ὑπὸ φαρμάκου παρεγγυητέον μέχρι τῆς παντελοῦς καθάρσεως ἐγρηγορέναι. ἐγρηγορτέον δὲ καὶ ἐπὶ τροφῇ αὐτόθι εἰλημμένῃ καὶ ποτῷ καὶ ἐν ἐπισημασίᾳ καὶ πρὸ αὐτῆς, ὡς ἐν τῷ περὶ ὕπνου δεδήλωται τόπῳ. ποιητικὰ δʼ ἐγρηγόρσεως τρῖψις σκληροτέρα χωρὶς λίπους, καὶ ἔτι μᾶλλον ἡ διʼ ὠμολίνων· τριβέσθω δὲ μάλιστα τὰ σκέλη· καὶ τὰ χρίσματα δʼ ὅσα δριμύτερα νίτρον ἢ εὐφόρβιον ἢ λιμνῆστιν ἢ κάγχρυ ἢ καρδάμωμον ἢ πύρεθρον ἢ ἀγρίαν σταφίδα ἢ κόκκον Κνίδιον ἢ νάπυ ἔχει· καταπλάσματα δὲ τὰ διὰ νάπυος σκέλεσιν ἐπιβαλλέσθω. ποιητικὰ δʼ ἐγρηγόρσεως καὶ τὰ τοιαῦτα· κνισμὸς βίαιος, τιλμὸς τριχῶν, ὁλκὴ δακτύλων, σπαραγμὸς στομάχου διὰ καθέσεως δακτύλων, πρόσθετα ἐντιθέμενα τῇ ἕδρᾳ, ὧν ἡ ὕλη γέγραπται, ἔτι ὀσφραντῶν τὰ δυσώδη καὶ πταρμικά, φάρμακα δριμέα προσαγόμενα τοῖς ὄμμασιν ἢ αὐτὸ τὸ ἔλαιον ἐγχεόμενον, σικύαι τιθέμεναι κατὰ βουβώνων, ἐμβοήσεις συνεχεῖς, προσαγγελίαι ταραχώδεις, λόγοι ἐπιτρεπτικοί, θεάματα φοβερά, ἀκούσματα τραχέα. εἰ δὲ τὰ εἰρημένα βοηθήματα οὐ μόνον ἐγρηγόρσεως ποιητικά, ἀλλὰ καὶ καταφορᾶς εἴη διαλυτικά, τί ἂν εἴη ἄτοπον;

Περὶ λαλιᾶς, τοῦ αὐτοῦ, ἐκ τοῦ δ λόγου.

Ἡ λαλιὰ κεφαλῆς μὲν ἔχει τι συμπληρωτικὸν καὶ βάρους ἐμποιητικόν· ἔστι δὲ καὶ δυνάμεως καταλυτική, μάλιστα ἐν πυρετοῖς καὶ ἔτι μᾶλλον κατὰ τὰς ἐπισημασίας, καὶ δίψους ποιητικὴ καὶ γλώσσης ξηραντικὴ καὶ ἐμέτων προκλητική. ἀνάρμοστος δὲ καὶ ὀφθαλμιῶσι καὶ αἱμορραγοῦσιν ἐκ μυκτήρων, μάλιστα δὲ τοῖς αἷμα ἀνάγουσιν· ἐπιτήδειος δὲ τοῖς εἰς ὕπνον ἀμέτρως καταφερομένοις.

Περὶ ἀναφωνήσεως, τοῦ αὐτοῦ, ἐκ τοῦ δ λόγου.

Γυμνάσιον μέν ἐστι θώρακος καὶ τῶν φωνητικῶν ὀργάνων ἀναφώνησις, καὶ πρό γε τούτων τῆς φυσικῆς θερμασίας, τὴν μὲν θερμασίαν αὔξουσα καὶ καθαίρουσα καὶ τονοῦσα καὶ λεπτύνουσα, τὰ δὲ τοῦ σώματος μέρη στερρὰ καὶ εὔτονα καὶ καθαρὰ καὶ δυσπαθῆ κατασκευάζουσα. χρώμεθα δʼ ἀναφωνήσει ποτὲ μὲν ὑπὲρ πάθους θεραπείας, ἤτοι φωνῆς κεκμηκυίας ἢ καὶ παντὸς τοῦ σώματος, ποτὲ δʼ ὑπὲρ διορθώσεως φωνῆς πεπονθυίας κατὰ πάθος ἢ ἐκ φύσεως. ἁρμόζει δὲ στομαχικοῖς ἐμέτοις, ὀξυρεγμιῶσι, φιλαπέπτοις, τοῖς πολυφλεγμάτοις δὲ κατάλληλος καὶ γυναιξὶ ταῖς ἐν κίσσῃ· τοῖς δὲ περὶ κεφαλὴν πάθεσιν ἀνάρμοστος, συμπληρωτικόν τι ἔχουσα καὶ αὐτῆς καὶ τῶν ἐν αὐτῇ αἰσθητηρίων. ἁρμόζει καὶ ἀνορέκτοις καὶ ἀτρόφοις, μάλιστα δὲ παρέτοις καὶ ὑδρωπικοῖς καὶ ἀσθματικοῖς, ἀναλήψεσί τε ταῖς ἀπὸ νόσων καταλληλοτάτη. ἐπειδὴ δὲ καὶ φωνὴ κάμνει ποτὲ μὲν διὰ πολλὴν λαλιὰν καὶ ἄμετρον, ποτὲ δὲ διὰ βοῆς μέγεθος, ποτὲ δὲ διʼ ὀξύτητα καὶ συντονίαν, κάμνει δὲ καὶ διὰ σιωπήν, οἷον ἐπιλανθανομένη τῶν ἰδίων ἔργων, χρήσιμος ἐπὶ πᾶσι τοῖς εἰρημένοις ὁ τῆς ἀναφωνήσεως τρόπος, τὸ μὲν πλῆθος τῆς λαλιᾶς ἐπιδιαλύων, τὴν δʼ ἐκ τοῦ μεγέθους τῆς βοῆς γεγονυῖαν ἰωμένη βλάβην τῇ τε πραείᾳ καὶ ἠρέμα καθαιρέσει, τὴν δʼ ὀξύτητα τῷ κατασπασμῷ πρὸς τοὺς βαρεῖς φθόγγους. ὁ δʼ ἐκ τῆς σιγῆς, εἰ καὶ μὴ κυρίως καλεῖται κάματος φωνῆς, ἀλλὰ τό γε ἀνάλογόν τι πέπονθε καμάτῳ· χρήσιμος καὶ ἐπὶ τούτου τοῦ εἴδους ἡ ἀναφώνησις, γυμνάζουσα τὴν φωνήν· καὶ τῶν ὀργάνων δὲ τῶν φωνητικῶν κεκμηκότων καὶ παντὸς τοῦ σώματος ἠτονηκότος ἢ κεκοπωμένου, χρήσιμος εἰς ἀποθεραπείαν.

Τίς ὁ τῆς ἀναφωνήσεως τρόπος· τοῦ αὐτοῦ, ἐκ τοῦ δ λόγου.

Δεῖ δὲ τὸν μέλλοντα ἀναφωνεῖν, κοιλίας ἀποδεδωκυίας τριψάμενον ἡσυχῇ, καὶ μάλιστα τὰ κάτω μέρη, τό τε πρόσωπον ἀποσπογγισάμενον ἢ ἀπονιψάμενον ἠρέμα τε προλαλήσαντα καὶ μέτρια διαστήσαντα, βέλτιον δὲ καὶ προπεριπατήσαντα, οὕτως ἐπὶ τὴν ἀναφώνησιν ἔρχεσθαι. ἀναφωνείτω δʼ ὁ μὲν οὐκ ἄπειρος παιδείας ἃ μέμνηται, καὶ ἃ δοκεῖ γλαφυρὰ εἶναι, καὶ ὅσα πολλὰς μεταβολὰς ἔχει λειότητός τε καὶ τραχύτητος· εἰ δʼ ἀνεπιστήμων ἐπῶν εἴη, ἰαμβεῖα λεγέτω· τρίτην δὲ χώραν ἐλεγεῖα ἐχέτω· τετάρτην δὲ μέλη. ἄμεινον δʼ ἀποστοματίζειν ἤπερ ἀναγινώσκειν τὸν ἀναφωνοῦντα. δεῖ δὲ πρῶτα μὲν ἐπὶ τῶν βαρυτάτων φθόγγων ἀναφωνεῖν, ὡς οἷόν τε μάλιστα κατασπάσαντα τὴν φωνήν, εἶτα ἐπὶ τοὺς ὀξυτάτους φθόγγους ἀνάγειν, κἄπειτα μὴ ἐπὶ πολὺ διατρίψαντας ἐπὶ τῆς ὀξύτητος αὖθις ἀνακάμπτειν ὀπίσω, κατὰ βραχὺ ποιουμένους τὴν ὕφεσιν τῆς φωνῆς, ἄχρις ἂν ἐπὶ τὴν βαρυτάτην ἔλθωμεν, ἀφʼ ἧς ἠρξάμεθα. μέτρον δὲ παρά τε τῆς δυνάμεως καὶ τῆς προθυμίας καὶ τοῦ ἔθους ληπτέον.

Ἐκ τῶν Ἀντύλλου, περὶ ὑγιεινῆς ἀναφωνήσεως.

Τὴν διὰ τῆς φωνῆς γυμνασίαν κατὰ τρόπον ἀσκουμένην πείρᾳ μαθὼν ἁπάντων οὖσαν τῶν παραγγελμάτων ἀνυτικωτάτην εἰς ὑγείας ἀσφάλειάν τε καὶ φυλακήν, ἐσπούδασα τήν τε φύσιν τοῦ βοηθήματος καὶ τὰς μεθόδους κατʼ ἐμὴν δύναμιν ἀναγράψαι. τίς δʼ ἐστὶν ὁ τῆς ἀληθινῆς περὶ φωνὴν ἀσκήσεως τρόπος εἰς σώματος βεβαίαν ὑγείαν καὶ πολυχρονιότητα, ῥητέον ἤδη. ὑπὸ πνεύματος γίνεται πᾶσα φωνὴ κατʼ ἀναπνοὴν καὶ ἐκπνοὴν ταμιευομένου καὶ τυπωθέντος ὑπὸ τῶν εἰς αὐτὸ τοῦτο δεδημιουργημένων ὑπὸ τῆς φύσεως ὀργάνων, ὥστε αὐτῆς ὕλην μὲν εἶναι τὸν ἀναπνεόμενον ἀέρα, τέχνην δέ, εἰ χρὴ τοῦτον εἰπεῖν τὸν τρόπον, τὰ διαπλάττοντα τὸν ἀέρα μέρη τοῦ σώματος. ἀνάγκη δὴ οὖν τὰς ἀρετὰς καὶ κακίας αὐτῆς ἤτοι περὶ τὸ πνεῦμα ἢ περὶ τὰ τυποῦντα τοῦτο συμβαίνειν ὄργανα· ταῦτα δʼ ἐστὶν ἡ τῶν ἄκρων τῆς ἀρτηρίας τόπων, τῆς ἐπιγλωσσίδος ὀνομαζομένης, καὶ τῶν τοῦ στόματος μερῶν, γλώσσης, ὑπερῴας, ὀδόντων, χειλῶν σύμμετρος καὶ κατὰ τὴν ἐνέργειαν εὐδιοίκητος ἁρμονία. διασκεπτέον οὖν, ὁποῖός τις ὢν ὁ ἀὴρ καὶ πῶς οἰκονομούμενος ἀρίστην ἀποδείκνυσι τὴν φωνήν. κατὰ μὲν τοὺς ὀξυτάτους τῶν φθόγγων συνθλίβεσθαι συμβαίνει καὶ στενοῦσθαι τόν τε τράχηλον καὶ τὸν ἀνθερεῶνα, προσπιεζομένων ἰσχυρῶς ἄνω τοῖς περὶ τὸν γαργαρεῶνα τόποις τῶν τελευταίων τῆς γλώσσης μερῶν, καὶ ἀναλόγως τὸ λοιπὸν σῶμα συνισχναίνεσθαι τοῖς προειρημένοις μέρεσι, σύμμετρόν τε τῇ διαστάσει τῶν τόπων ἀέρα διέρχεσθαι· κατὰ δὲ τὰς τῶν ὑπάτων ἐκφωνήσεις τε καὶ μελῳδίας τόν τε τράχηλον, ὡς οἷόν τε μάλιστα, διευρύνεσθαι καὶ πλατύνεσθαι, τὰ σώματά τε τῆς γλώττης τελευταῖα ἀπὸ τῶν κατὰ τὸν γαργαρεῶνα τόπων ἐπὶ μέγα διεστηκέναι, καὶ πολὺ διʼ αὐτῶν κατὰ τὴν ἀναφώνησιν ἐκφυσᾶσθαι πνεῦμα, τό τε λοιπὸν σῶμα πᾶν ἀνίεσθαι καὶ διὰ τὴν ἀραιότητα χαλᾶσθαι. τὴν μὲν οὖν τῶν ὀξυτέρων φθόγγων γυμνασίαν καὶ τὴν ἄχρηστον ἀπὸ τῶν ὑπάτων κατὰ μικρὸν ἐπίτασιν ἢ τὴν παραυξήσεως φιλοτεχνίαν δεῖ πολλὰ χαίρειν ἐᾶν· τί γὰρ ἂν εἰς ἀσφάλειαν σώματος εὐμέλεια καὶ χρηστοφωνία συμβάλλοιτο; τὸν δὲ τῶν βαρυτέρων φθόγγων ἦχον ἀσκῶμεν· φαίνεται γὰρ μεγίστη τις εἶναι μοῖρα καὶ κυριωτάτη πρὸς ἀρετὴν φωνῆς ἀὴρ ὡς πλεῖστος εἰς τὸ σῶμα κατʼ ἀναπνοὴν ἑλκόμενος διά τε τῆς ἀρτηρίας καὶ τῶν ἄλλων τῶν εἰς τὴν ἐπιφάνειαν ἀνεστομωμένων ἀδήλων πόρων· τοῦτο δʼ ἂν γένοιτο μάλιστα ὑπὸ πολλῆς τῶν ἐπισπωμένων αὐτὸν ἀγγείων εὐρύτητος· ἡ δʼ εὐρύτης ὑπʼ ἀσκήσεως ἐπιμελοῦς γίνεται, διιστάντων δὲ καὶ διευρυνόντων ἐπίτηδες ἡμῶν τοὺς πόρους καὶ κατὰ μικρὸν ὡς πλεῖστον δέχεσθαι προσβιαζομένων καὶ πάλιν ἐκφυσᾶν ἀέρα· πάσας γὰρ ὀλίγου δεῖν τὰς ἀρετὰς τῆς ἐκφωνήσεως εὑρήσομεν ὑπὸ τοῦ περὶ τὸ πνεῦμα πλήθους ἐνεργουμένας. οὔτε γὰρ ἰσχυρὸν ἄν τις φθέγξαιτο πώποτε, μὴ σφοδρῷ τῷ πνεύματι διὰ τὸ πλῆθος χρώμενος, οὔτε μέγα τι, μὴ τούτου περιουσίᾳ χορηγούμενος, οὔτε μακρὸν διατεῖνον χρόνον, εἰ μὴ τῷ μήκει τῆς φωνῆς ἐπαρκοίη τὸ τοῦ πνεύματος πλῆθος, οὔτε πυκνὸν ἢ λαμπρὸν ἢ πλῆρες, εἰ διὰ μικρότητα τῆς ἐμπνεύσεως καὶ ἀσθένειαν διάκενον καὶ σομφὸν καὶ χαῦνον ἐκπέμποι τὸν ἦχον, οὔτε ἂν ὁλοκλήρους καὶ σαφεῖς ἀποδοίη τὰς λέξεις, εἰ διὰ βραχύτητα τοῦ πνεύματος ὑποκλέπτοι καὶ κωλύοι τὰ λεγόμενα καὶ μὴ δύναιτο ἐξαρκεῖν, οὔτε ἂν ἄλλο οὐδὲν κατορθώσειέ ποτε φωνῇ, μὴ πολλῷ καὶ δαψιλεῖ τῷ πνεύματι χρώμενος. ἐπειδὴ τοίνυν φαίνεται μεγίστη μοῖρα πρὸς τὰς τῆς φωνῆς ἀρετὰς εἶναι τὸ πλῆθος τοῦ κατʼ ἀναπνοὴν ἀέρος, πρὸ πάντων τούτου τοῖς φωνὰς ἀσκοῦσι φροντιστέον· τίς δʼ ἐστὶν ὁ τρόπος αὐτοῦ τῆς ἐπιμελείας, ῥητέον. ἐπεὶ τοίνυν ἡ εἰς ἡμᾶς ὁλκὴ τοῦ πνεύματος διαστελλομένου τοῦ τε θώρακος καὶ τῆς κοιλίας καὶ τῶν καθʼ ὅλην τὴν σάρκα πόρων γίνεται — βίᾳ γὰρ ὁ ἀὴρ εἴσω ὠθεῖται πρὸς τὴν ὑπὸ τῆς διαστάσεως γεννηθεῖσαν εὐρυχωρίαν κατὰ τὴν φυσικὴν τοῦ πληροῦσθαι τὸ κενούμενον ἀνάγκην —, ἀθροῦν μὲν εἰσερχόμενον διὰ ῥινῶν καὶ στόματος, πολὺ δὲ καὶ διὰ τῶν καθʼ ὅλην τὴν ἐπιφάνειαν πόρων, τοσούτῳ δὲ πλείονα δεξόμεθα τὸν ἔξωθεν εἰς ἑαυτοὺς ἀέρα, ὅσῳπερ ἂν μείζονα τὴν τῶν ἐφελκυσομένων αὐτὸν τόπων εὐρυχωρίαν ποιήσωμεν. διὰ τοῦτο οἱ μὲν πυκνοὶ καὶ στενόποροι μικρόφωνοί τε καὶ τοῖς ἤχοις ἀσθενεῖς· οἱ δʼ ἀραιοὶ καὶ τοῖς ἀγγείοις ἀνεῳγότες ἰσχυρόφωνοι· παῖδές τε οὖν καὶ γυναῖκες καὶ εὐνοῦχοι τῶν ἀνδρῶν ἀσθενέστεροι περὶ φωνὴν διὰ στενότητα πόρων, καὶ οἱ ἄρρωστοι τῶν ὑγιαινόντων. ἐπειδὴ τοίνυν ἀποδέδεικται, τῶν μὲν περὶ τὴν φωνὴν κατορθωμάτων αἴτιον εἶναι τὸ πλῆθος τοῦ κατʼ ἀναπνοὴν ἑλκομένου πνεύματος, τούτου δὲ τὴν τῶν πόρων εὐρύτητα καὶ διάστασιν, λοιπὸν ἂν εἴη σκοπεῖν, πῶς ἂν αὕτη γένοιτο. ἐπεὶ οὖν πᾶσα σώματος εὐρυχωρία καὶ κοιλότης κατὰ δύο τρόπους αὔξεται καὶ διίσταται, κατὰ μικρὸν ἤτοι τῶν περιεχόντων τὰς κοιλότητας χιτώνων περισαττομένων εἰς τὸ κύκλῳ πάντοθεν, ἢ τῶν ἐναρμοζομένων εἰς αὐτὸ σωμάτων ἐκ προσαγωγῆς παραυξανομένων, διʼ ἀμφοτέρων φροντιστέον ἡμῖν καὶ εὐρυντέον τοὺς πόρους. πύκνωσιν μὲν δεῖ πᾶσαν καὶ τὰς ταύτης αἰτίας φεύγειν, ἀνίεσθαι δʼ ὡς μάλιστα, μὴ κατατεινόμενον εἰς μῆκος, κεχυμένον δʼ εἰς πλάτος διαφυλάττειν τὸν ὄγκον. πρὸς δὲ τούτοις παραύξειν δεῖ τὸν ἀέρα, κατά τε τὰς εἰσπνοὰς κατὰ μικρὸν προσβιαζόμενον ἀναπνεῖν πλεῖον, προδιιστάντα ἐπίτηδες τὰ δεξόμενα αὐτὸν ἀγγεῖα, καὶ πάλιν πειρώμενον ἐκ προσαγωγῆς ὡς πλεῖστον ἐκκρίνειν εἰς τὸ ἔξω καὶ τὸ προεισεληλυθὸς πνεῦμα ἐκθλίβειν καὶ κενοῦν βιαιότερον· ἥ τε γὰρ τῆς σαρκὸς ἄνεσις καὶ χύσις παρέξεται τὴν εὐρύτητα τοῖς πόροις, ὅ τε κατὰ τὴν τοῦ πλείονος ἀέρος ἀναπνοὴν προσβιασμὸς ἐπὶ μεῖζον αὐτοὺς ἀεὶ προσδιαστήσει πλάτος, ἥ τε κατὰ τὴν ἐκπνοὴν προσλιπάρησις τοῦ πλεῖστον ἀποδιδόναι τὸ πνεῦμα μεγάλως διίστησι τοὺς πόρους· ὅσῳ γὰρ ἄν τις μᾶλλον ἐπιτηδεύσας κενώσει τὸν θώρακα τοῦ πνεύματος κατὰ τὴν ἐκπνοήν, τοσούτῳ πλείονος ἀέρος πάλιν εἰς τὸν ἀντικαταχωρισμὸν τοῦ δεδαπανημένου δεήσεται. ἡ μὲν οὖν διὰ τῆς φωνῆς ἄσκησις ἀραιοῖ τὸ σῶμα τῇ διαστάσει τῶν πόρων, τὰ δʼ ἄλλα γυμνάσια πάντα πιλοῖ τὰς σάρκας καὶ πυκνοῖ καὶ συστρέφει· κἀκείνη μὲν κοῦφον ἀποτελεῖ τὸν ὄγκον διὰ τὴν τῶν μεταξὺ πόρων εὐρύτητα, ταῦτα δʼ ἐμβριθῆ καὶ στιβαρὸν καὶ βαρύν. καὶ διὰ μὲν τῆς φωνασκίας ἐκ τῆς διὰ ταύτην γινομένης ἀραιότητος ἐνδοτικὴν καὶ πρὸς πᾶσαν ἐνέργειαν εὐμεταχείριστον πλαττομένην ἰδεῖν ἔστι τὴν σάρκα, διὰ δὲ τῶν ἄλλων γυμνασίων ἀντίτυπον καὶ σκληρὰν καὶ δυσαίσθητον· διὸ καὶ τὴν γνώμην ἠλιθιώτεροι γίνονται τῶν ἰδιωτῶν οἱ πολλοὶ τῶν ἀθλητῶν. προκριτέον οὖν ἡ διὰ τῆς φωνασκίας ἄσκησις· πρῶτον μὲν γὰρ αὐταῖς ταῖς ἀναγνώσεσι καὶ προφοραῖς φανερὰς ποιεῖται τῶν πλεοναζόντων ὑγρῶν τὰς ἐκκρίσεις, τοῖς μὲν συντονώτερον ἀναγινώσκουσι μᾶλλον καὶ διʼ ἱδρώτων, τοῖς δʼ ἐπιεικέστερον ἐντεινομένοις διὰ τῆς ἀδήλου γινομένης ἀποφορᾶς καθʼ ὅλον τὸν ὄγκον, πᾶσι δʼ ὁμοίως διά τε τῆς κατὰ τὴν προφορὰν ἐκπνοῆς πολλῶν ἐκφυσωμένων ὑγρῶν, καὶ κατὰ τὸν ἐπιγινόμενον ὑπὸ τῆς ἐκφωνήσεως ἐρεθισμὸν καὶ ἀπολεπτυσμὸν πολλῶν περιττωμάτων ἀναχρεμπτομένων καὶ πτυέλων καὶ μύξης καὶ φλέγματος προχωρούντων. γίνεται δὲ καὶ κατὰ τὴν σύντονον ἀναπνοὴν ἐκ τῆς φωνασκίας κατασκευαζομένην, ἀνευρυνομένων τῶν ἀγγείων, ἀπανάλωσις πολλὴ τῶν ὑγρῶν ἀδήλως τε κατὰ τὴν ἐπιφάνειαν τοῦ σώματος καὶ διὰ ῥινῶν ἐκφυσωμένων καὶ διὰ στόματος. τοῖς γε μὴν ἀναθερμασίας δεομένοις διὰ ψυχρότητα τίς ἂν ἄλλη προσφορωτέρα γένοιτο βοήθεια τῆς κατὰ τὴν ἠσκημένην ἀναπνοὴν ἐνεργείας; τὸ γὰρ πνεῦμα τὴν ἐν ἡμῖν θερμασίαν τῷ πολυκινήτῳ τῆς φορᾶς κατὰ τὴν παράτριψιν ἐγείρει καὶ ζωπυρεῖ, τοσαύτην ἀποτελοῦν διὰ τὸ τῆς ἐνεργείας ἀδιάλειπτον ἐν τῷ σώματι πύρωσιν, ὥστε, εἰ μὴ παρʼ ἕκαστον ἀναψύχομεν ἑαυτοὺς τῇ διὰ τῆς ἀναπνοῆς καταψύξει, λαθεῖν ἂν ὅμοια παθόντας τοῖς εἰς πολλὴν ἐμπεσοῦσιν ἔγκαυσιν. ὅτι μὲν οὖν τὴν ἀπανάλωσιν τῆς πλείονος ἐν ἡμῖν ὑγρασίας καὶ τὴν τῆς σφοδροτάτης καταψύξεως ἐπανόρθωσιν οἱ κατὰ τρόπον πεφωνασκηκότες καλῶς ἔχουσιν, εἴρηται. τό γε μὴν ξηρὸν ἢ τὸ θερμὸν ἐὰν ἐν τοῖς σώμασι πέρα τοῦ μετρίου δοκῇ πλεονάζειν, ὁ πολὺς διὰ τὴν εὐρύτητα τῶν πόρων κατὰ τὴν ἀναπνοὴν εἰσιὼν ἀὴρ ἀνυγραίνοι ἂν μάλιστα τὰ κατεξηραμμένα καὶ μαλάσσοι τὴν ὑπὸ τῆς ξηρασίας ἀπειργασμένην σκληρότητα, λεπτομερέστερος ὢν καὶ ὑγρότερος παντὸς ὕδατος. τήν γε μὴν ἐν τοῖς σώμασι τοῦ μετρίου πλείονα θερμασίαν τί χρὴ λέγειν ὡς οὐδὲν ἂν καταψύξαι καὶ σβέσαι μᾶλλον τοῦ κατὰ τὴν ἀναπνοὴν ἑλκομένου διηνεκῶς ἀέρος; δεῖ τοίνυν ἀναγινώσκειν τε πολλάκις προφέρεσθαί τε, τὸ σῶμα πᾶν ἀνιέντας, καὶ κεχυμένης τῆς σαρκὸς εἰς ἀραίωσιν, διιστάντας ἐπίτηδες τήν τε ἀρτηρίαν καὶ τὰς ἄλλας διεξόδους τοῦ πνεύματος, κατὰ τὰς βαρυτάτας φθέγγεσθαι τῆς φωνῆς ἀπηχήσεις, τοῖς μὲν ἐπὶ τὰς νήτας ἐκ προσαγωγῆς φιλοτέχνως ἀναβαίνουσι φθόγγοις πολλὰ χαίρειν λέγοντας — ἰσχύος μὲν γὰρ καὶ δυνάμεως καὶ ἐπιτάσεως πόρων ἀλλοτριώτατον φωνῆς ὀξύτης, εὐμελείᾳ δὲ καὶ ποικιλίᾳ φθόγγων μεταβολαῖς τε εὐκράτοις μελῶν πρόσφορον, ὧν οὐδὲν ἂν εἰς σώματος ὑγιεινὴν ἀσφάλειαν εὑρεθείη χρήσιμον —, ταῖς δὲ κατὰ τὰς ὑπάτας ἐκφωνήσεσι πλατύνειν, ὡς οἷόν τε μάλιστα, τὸν ἦχον βιαζομένους· φανερώταται γὰρ ἀπαναλώσεις γίνονται τῆς ἔνδον ὑγρασίας τοῖς ἀναγινώσκουσιν ἀκουστὸν ἢ διαλεγομένοις. δηλοῖ δʼ ὅ τε θεωρούμενος ἐπὶ τῶν ἀναγινωσκόντων ἀθροῦς ἐκ τοῦ στόματος ἐξιὼν ἀτμὸς καὶ τῶν παλαιοτέρων χυμῶν αἱ κατὰ τὰς ἀποτεταγμένας ἑκάστῃ τῶν διεξόδων διεκκρινόμεναι περιττώσεις, οὐ μόνον κατὰ τὰς λεγομένας ἐκπνοάς, ἀλλὰ καὶ παραχρῆμα φανερῶς διά τε πτυέλων καὶ μύξης καὶ φλέγματος ἐν ταῖς ἀποχρέμψεσι, διʼ ὧν ἁπάντων ἀποτρίβεται τὸ σῶμα τὰς νοσοποιοὺς αἰτίας. χρηστέον δὲ ταῖς εἰρημέναις τῆς φωνῆς ἐνεργείαις οὔτε εἰκῇ οὔτε ἀπερισκέπτως, καὶ μάλιστα τοῖς ἀσυνήθως ἐπὶ τὴν εἰρημένην ἄσκησιν ἐρχομένοις, ἀλλὰ μήτε φαύλων καὶ διεφθαρμένων μεστοὺς ὄντας ὑγρῶν μήτε ἐπὶ μεγάλαις τοῦ στομάχου καὶ φανεραῖς ἀπεψίαις ἐπὶ τὴν διὰ τῆς φωνῆς γυμνασίαν ἀφικνεῖσθαι, ὅπως ἂν μὴ πλείων ἀνάδοσις τῶν διεφθαρμένων ἀτμῶν εἰς τὸ σῶμα γένηται διὰ τῆς κατὰ τὴν εἰσπνοὴν καὶ πάλιν ἐκπνοὴν ἐνεργείας εὐτονωτέρας τε καὶ βιαιοτέρας γινομένης ἐν τῇ τῆς φωνῆς εἰς μέγεθος καὶ πλῆθος παραυξήσει.

Ἐκ τῶν Γαληνοῦ, περὶ γυμνασίων.

Οὐ πᾶσα κίνησις γυμνάσιόν ἐστιν, ἀλλʼ ἡ σφοδροτέρα μόνον· ἐν δὲ τῷ πρός τι τὸ σφοδρόν· εἴη ἂν οὖν ἡ αὐτὴ κίνησις ἑτέρῳ μὲν γυμνάσιον, ἑτέρῳ δʼ οὐ γυμνάσιον. ὅρος δὲ τῆς σφοδρότητος ἡ τῆς ἀναπνοῆς ἀλλοίωσις, ὡς αἵ γε κινήσεις οὐκ ἀλλοιοῦσι τὴν ἀναπνοήν, οὔπω καλοῦσι ταύτας γυμνάσια. ἐπεὶ τοίνυν κίνησίς ἐστι σφοδρὰ τὸ γυμνάσιον, ἀνάγκη τρία μὲν πρῶτα ταῦτα γίνεσθαι πρὸς αὐτοῦ κατὰ τὸ γυμναζόμενον σῶμα, τήν τε σκληρότητα τῶν ὀργάνων ἀλλήλοις παρατριβομένων καὶ τῆς ἐμφύτου θερμότητος αὔξησιν τήν τε τοῦ πνεύματος κίνησιν βιαιοτέραν, ἕπεσθαι δὲ τούτοις τἄλλα σύμπαντα κατὰ μέρος ἀγαθὰ τοῖς σώμασιν ἐκ γυμνασίων γινόμενα, διὰ μὲν τὴν σκληρότητα τῶν ὀργάνων τήν τε δυσπάθειαν αὐτῶν καὶ τὴν πρὸς τὰς ἐνεργείας εὐτονίαν, διὰ δὲ τὴν θερμότητα τήν τε τῶν ἀναδιδομένων ὁλκὴν ἰσχυροτέραν καὶ τὴν ἀλλοίωσιν ἑτοιμοτέραν καὶ τὴν θρέψιν βελτίονα καὶ χύσιν αὐτῶν τῶν σωμάτων, ἐφʼ ᾗ χύσει τὰ μὲν στερεὰ μαλακώτερα, τὰ δʼ ὑγρὰ λεπτότερα, τοὺς πόρους δʼ εὐρεῖς γίνεσθαι συμβαίνει· διὰ δὲ τὴν τοῦ πνεύματος ἰσχυρὰν κίνησιν ἐκκαθαίρεσθαι τοὺς πόρους ἀναγκαῖον ἔσται καὶ κενοῦσθαι τὰ περιττώματα. θερμαίνει μὲν οὖν καὶ ξηραίνει τὰ γυμνάσια διαφοροῦντα τὰς περιττὰς ὑγρότητας, νόσους δʼ ἐργάζεται ψυχρὰς ἢ ὑγρὰς κατὰ συμβεβηκός· ἐπὶ γοῦν τῶν ἠθροικότων φλέγμα πλέον χεῖ τὸ συνεστὸς τοῦ χυμοῦ καὶ ῥυῆναι πρός τι τῶν κυρίων μερῶν ἀναγκάζει, καὶ οὕτως, ψυχθέντος ἢ ὑγρανθέντος κυρίου τινὸς μορίου, τὸ ὅλον σῶμα ψυχρὰν ἢ ὑγρὰν ἴσχει διάθεσιν. καὶ τοίνυν καὶ ἀργίαι κατὰ μὲν τὸ πλεῖστον ἀθροίζουσι πλῆθος ψυχρόν, ἐν δὲ τῷ σπανίῳ καὶ θερμαίνουσιν, ὅταν ἡ φύσις τοῦ σώματος ᾖ δύσκρατος, ὡς ἀπορροὰς ἔχειν δριμείας· ἐπεὶ γὰρ ἐν ταῖς παντελέσιν ἀργίαις ἴσχονται, καὶ πυρεκτικὴν ἀθροίζουσι θερμότητα. καὶ μέντοι καὶ ξηραίνουσιν ἀργίαι κατὰ συμβεβηκός, ἀρρώστους ἐργαζόμεναι τὰς δυνάμεις, καθʼ ἃς ἀνάδοσίς τε τῆς τροφῆς .... τὰ στερεὰ μόρια ξηραίνει. χρὴ δʼ οὐδαμῶς ἀμελεῖν τῶν τοῦ σώματος κινήσεων, ὥσπερ ἔνιοι τῶν περὶ τὰ μαθήματα φιλοπόνως ἐχόντων, ἀλλʼ, ὡς οἷόν τε, κινητέον ὅλον τε αὐτὸ καὶ τὰ μόρια κινήσεις ἰσοσθενεῖς, πάντα μεταχειριζόμενον τὰ τῶν γυμνασίων εἴδη, διʼ ὧν ἕκαστον τῶν μορίων τὰς οἰκείας ἐνεργείας ἐνεργήσει. χρησιμώτεραι δʼ εἰσὶ κινήσεις αἱ ἐξ ἡμῶν αὐτῶν γινόμεναι, τὴν ὁρμὴν ἐκ βάθους ἔχουσαι καὶ ἐνέργειαι ἡμέτεραι τυγχάνουσαι.

Τίς καιρὸς γυμνασίου.

Ἀλλʼ εἴπερ ταῦτα δύναται γυμνάσιον, οὐ χαλεπὸν ἔτι τὸν καιρὸν τῆς χρήσεως ἐξευρεῖν αὐτοῦ· διότι μὲν γὰρ ἀναδόσει συνεργεῖ, χρὴ μήτε πλῆθος ὠμῶν καὶ ἀπέπτων μήτε σιτίων μήτε χυμῶν ἢ κατὰ τὴν κοιλίαν ἢ ἐν τοῖς ἐντέροις περιέχεσθαι· κίνδυνος γὰρ αὐτοῖς ἑλχθῆναι πρὸς ἅπαντα τὰ τοῦ ζῴου μόρια πρὶν χρηστοῖς γενέσθαι πεφθεῖσιν. διότι δὲ καθαίρει τοὺς πόρους καὶ κενοῖ τὰ περιττώματα, κάλλιον αὐτὸ πρὸ τῶν σιτίων παραλαμβάνεσθαι· τὰ γὰρ μὴ καθαρὰ σώματα ὁκόσῳ ἂν μᾶλλον τρέφῃς, μᾶλλον βλάψεις, ὥστε ἐκ τῶν εἰρημένων εὔδηλον ὡς οὗτος ἄριστός ἐστι γυμνασίων καιρός, ἡνίκα ἂν ἡ μὲν χθιζὴ τροφὴ τελέως ᾖ κατειργασμένη τε καὶ πεπεμμένη τὰς δύο πέψεις, τήν τε ἐν τῇ γαστρὶ καὶ τὴν ἐν τοῖς ἀγγείοις, ἑτέρας δʼ ἐφεδρεύῃ τροφῆς καιρός. εἰ δʼ ἤτοι τοῦδε πρόσθεν ἢ ὄπισθεν γυμνάζοις, ἢ χυμῶν ἀπέπτων ἐμπλήσεις τὸ ζῷον ἢ τὴν ὠχρὰν χολὴν ἐπιτρέψεις γεννηθῆναι πλείονα. γνώρισμα δὲ τοῦ τοιούτου καιροῦ τῶν οὔρων ἡ χρόα· τὸ μὲν οὖν ὑδατῶδες ἄπεπτον ἔτι σημαίνει τὸν ἐκ τῆς γαστρὸς ἀναδοθέντα χυμὸν ἐν τοῖς ἀγγείοις περιέχεσθαι, τὸ δὲ πυρρὸν καὶ χολῶδες ἐκ πολλοῦ κατειργάσθαι, τὸ δὲ μετρίως ὠχρὸν τῆς δευτέρας ἄρτι πέψεως γεγενημένης ἐστὶ σημεῖον· τηνικαῦτα γοῦν ἄγειν ἐπὶ τὰ γυμνάσια προαποθέμενον ὅσον ἂν ἐν τῇ κύστει καὶ τοῖς ἐντέροις τοῖς κάτω περιεχόμενον ᾖ περίττωμα. κίνδυνος κακῶν τοιούτων εἰς τὴν ἕξιν τοῦ σώματος ἐνεχθῆναί τι τῇ ῥύμῃ τῆς ἐν τοῖς γυμνασίοις θερμότητος ἀναρπασθέν.

Περὶ τρίψεως παρασκευαστικῆς.

Εἰ μὲν οὖν εὐθέως ἀποδυσάμενός τις ἐπὶ τὰς ἰσχυροτάτας ἔρχοιτο κινήσεις πρὶν μαλάξαι τε σύμπαν τὸ σῶμα καὶ λεπτῦναι τὰ περιττώματα καὶ τοὺς πόρους εὐρῦναι, κίνδυνος μὲν καὶ ῥῆξαί τι καὶ σπάσαι τῶν στερεῶν σωμάτων, κίνδυνος δὲ καὶ τὰ περιττώματα τῇ τοῦ πνεύματος ῥύμῃ κινήσαντος τοὺς πόρους ἐμφράξαι. ὅπως οὖν ταῦτα μὴ γίνοιτο, χρὴ προθερμῆναί τε μετρίως ἀνατρίψαντα σινδόνι τὸ σῶμα, κἄπειτα διʼ ἐλαίου τρίβειν· οὐ γὰρ δή γε εὐθέως χρῆσθαι τῷ λίπει συμβουλεύω πρὶν θερμανθῆναί τε τὸ δέρμα καὶ τοὺς πόρους εὐρυνθῆναι καί, συλλήβδην εἰπεῖν, εὐτρεπισθῆναι τὸ σῶμα πρὸς τὸ καταδέξασθαι τοὔλαιον· ἱκαναὶ δʼ εἰς τοῦτο παντάπασιν ὀλίγαι περιαγωγαὶ τῶν χειρῶν ἄθλιπτοί τε καὶ μετρίως ταχεῖαι, σκοπὸν ἔχουσαι θερμῆναι τὸ σῶμα χωρὶς τοῦ θλῖψαι. καὶ δὴ καὶ φανεῖταί σοι, τούτων ὧδε γινομένων, ἔρευθος εὐανθὲς ἐπιτρέχον ἅπαντι τῷ δέρματι· τότε οὖν ἤδη λίπος ἐπάγειν αὐτῷ καὶ τρίβειν γυμναῖς ταῖς χερσὶ συμμέτρως ἐχούσαις σκληρότητός τε καὶ μαλακότητος, ὅπως μήτε συνάγηται καὶ σφίγγηται τὸ σῶμα μήτε λύηται καὶ χαλᾶται περαιτέρω τοῦ προσήκοντος, ἀλλʼ ἐν τῇ φύσει φυλάττηται. τρίβειν δὲ κατὰ μὲν τὰς πρώτας ἐπιβολὰς ἀτρέμα, τοὐντεῦθεν δʼ ἤδη κατὰ βραχὺ παραύξοντα καὶ μέχρι γε τοσούτου τὴν τρῖψιν ἐπὶ τὸ ῥωμαλεώτερον ἀνάγειν, ὡς θλίβεσθαι μὲν ἤδη σαφῶς τὴν σάρκα, μὴ θλᾶσθαι δέ. μὴ πολλῷ δὲ χρόνῳ τὴν οὕτως ἰσχυρὰν τρῖψιν ἐπάγειν, ἀλλʼ ἅπαξ ἢ δὶς ἐφʼ ἑκάστου μέρους· οὐ γὰρ ὥστε σκληρῦναι τὸ σῶμα τοῦ παιδός, οὕτω τρίβομεν, ὅταν ἤδη τοῖς πόνοις προσάγωμεν, ἀλλʼ ὑπὲρ τοῦ προτρέψαι τε πρὸς τὰς ἐνεργείας καὶ συστρέψαι τὸν τόνον καὶ τὴν ἐκ τῆς μαλακῆς τρίψεως ἀραιότητα σφίγξαι· σύμμετρον γὰρ αὐτοῦ τὸ σῶμα φυλάττεσθαι προσῆκε καὶ οὐδαμῶς οὔτε σκληρὸν οὔτε ξηρὸν ἀποτελεῖσθαι, μή πως ἐπίσχωμέν τι τῆς κατὰ φύσιν αὐξήσεως. τοῦ δὲ χρόνου προϊόντος, ὅταν ἤδη μειράκιον ἡμῖν γίνηται, τότε καὶ τῇ σκληροτέρᾳ τρίψει χρησόμεθα καὶ ταῖς μετὰ τὰ γυμνάσια ψυχρολουσίαις. πολυειδεῖς δὲ ταῖς ἐπιβολαῖς τε καὶ περιαγωγαῖς τῶν χειρῶν αἱ τρίψεις γινέσθωσαν, οὐκ ἄνωθεν κάτω μόνον ἢ κάτωθεν ἄνω φερομένων αὐτῶν, ἀλλὰ καὶ πλαγίων καὶ λοξῶν ἐγκαρσίων τε καὶ σιμῶν ἕνεκα τοῦ συμπάσας, ὡς οἷόν τε, τῶν μυῶν τὰς ἶνας ἐκ παντὸς ἀνατρίβεσθαι μέρους. δεῖ δὲ καὶ τὸν οἶκον, ἐν ᾧ γυμνάζεσθαι μέλλει, μήτε θερμότερον μήτε ψυχρότερον ὑπάρχειν, ὡς εὔκρατον ἀκριβῶς ἀποτελεσθῆναι τὸ σῶμα κατὰ τὸν τῆς τρίψεως καιρόν· εἰ γὰρ ἤτοι θερμότερος ἢ ψυχρότερος εἴη περαιτέρω τοῦ προσήκοντος, ἐν μὲν τῷ θερμοτέρῳ φθάσειεν ἂν ἱδρῶσαι πρὶν αὐτάρκως μαλαχθῆναι, κατὰ δὲ τὸν ψυχρότερον οὐδʼ ἂν ἐκθερμανθείη τὴν ἀρχὴν οὐδὲ μαλαχθείη ποτὲ καλῶς, οὐδʼ ἐπανθήσειεν ἔρευθος εὐανθές, οὐδʼ εἰς ὄγκον ἀρθείη τὸ σῶμα· ταῦτα γὰρ τὰ γνωρίσματα συμμέτρου τρίψεώς ἐστιν ἐν ἀέρι συμμέτρῳ περὶ τὴν εὔκρατον ἕξιν τοῦ σώματος.

Περὶ τῶν εἰδῶν τοῦ γυμνασίου καὶ τῆς δυνάμεως αὐτοῦ.

Τὸ μὲν δὴ κοινὸν ἁπάντων γυμνασίων ἐστὶ θερμότητος αὔξησιν ἐξ ἑαυτῶν τοῖς ζῴοις ἐργάσασθαι, τὰ δὲ διὰ τῶν καθʼ ἕκαστα γυμνασίων. τὸ μὲν εὔτονον γυμνάσιον, τουτέστι τὸ βιαίως ἄνευ τάχους διαπονοῦν, εἰς εὐτονίαν παρασκευάζει τούς τε μῦς καὶ τὰ νεῦρα. τοιαῦτα δʼ ἐστὶ τὸ σκάπτειν, τὸ τέτταρας ἵππους ἅμα κατέχειν ἢ φορτίον ἀράμενον μέγιστον ἢ μένειν κατὰ χώραν ἢ προβαίνειν μικρά. καὶ οἱ ἀνάντεις δὲ περίπατοι τούτου τοῦ γένους εἰσὶ καὶ τὸ ἀναρριχᾶσθαι διὰ σχοινίου καὶ τὸ προτείναντα ἢ ἀνατείναντα τὼ χεῖρε πὺξ ἔχειν ἀτρεμίζειν τε μέχρι πλείστου καὶ τὸ κελεύειν τὼ χεῖρε καθέλκειν μὴ ἐνδιδόντα, καὶ μᾶλλον εἴ τι βάρος ἄκραις ταῖς χερσὶ περιλαβών, οἷοίπερ εἰσὶν οἱ ἁλτῆρες, ἀτρέμα ἔχοι προτείνας ἢ ἀνατείνας αὐτάς. μυρία δʼ ἕτερα τοιαῦτα κατὰ παλαίστραν ἐστὶν εὔτονα γυμνάσια, περὶ ὧν ἁπάντων ἐμπειρίαν τε ἅμα καὶ τριβὴν ὁ παιδοτρίβης ἔχει, ἕτερός τις ὢν ὅδε τοῦ γυμναστοῦ, καθάπερ ὁ μάγειρος τοῦ ἰατροῦ. ὅσα μὲν οὖν εὔτονα, καὶ δὴ λέλεκται· μεταβαίνειν δʼ ἤδη καιρὸς ἐπὶ τὰ ταχέα χωρὶς εὐτονίας καὶ βίας· δρόμοι δʼ εἰσὶ ταῦτα καὶ σκιαμαχία καὶ ἀκροχειρισμοὶ καὶ τὸ διὰ τοῦ κωρύκου τε καὶ τῆς μικρᾶς σφαίρας γυμνάσιον. τοιοῦτόν τι καὶ τὸ ἐκπλεθρίζειν ἐστὶ καὶ τὸ πιτυλίζειν· τὸ δʼ ἐκπλεθρίζειν, ἐπειδάν τις ἐν πλέθρῳ πρόσω τε ἅμα καὶ ὀπίσω διαθέων ἐν μέρει πολλάκις ἐφʼ ἑκάτερα χωρὶς καμπῆς ἀφαιρῆται τοῦ μήκους ἑκάστοτε βραχὺ καὶ τελευτῶν εἰς ἓν καταστῇ βῆμα· τὸ δὲ πιτυλίζειν, ἐπειδὰν ἐπʼ ἄκρων τῶν ποδῶν βεβηκὼς ἀνατείνας τὼ χεῖρε κινῇ τάχιστα, τὴν μὲν ὀπίσω φέρων, τὴν δὲ πρόσω. ταχεῖαι δὲ κινήσεις εἰσίν, οὐ μὴν βίαιοί γε, καὶ ὅσαι κατὰ παλαίστραν ἐπιτελοῦνται, καλινδουμένων ὀξέως μεθʼ ἑτέρων τε καὶ καταμόνας. ἐγχωρεῖ δὲ καὶ ὀρθοὺς ἐνειλουμένους τε ἅμα καὶ μεταλαμβάνοντας ἐν τάχει τοὺς πέλας ὀξὺ γυμνάσασθαι γυμνάσιον. ἐγχωρεῖ δὲ καὶ διὰ τῶν σκελῶν μόνων ὀρθὸν ἐφʼ ἑνὸς χωρίου γυμνάσασθαι γυμνάσιον ὀξύ, πολλάκις μὲν εἰς τοὐπίσω μόνον ἀφαλλόμενον, ἔστιν ὅτε δὲ καὶ εἰς τοὔμπροσθεν, ἀναφέροντα τῶν σκελῶν ἑκάτερον ἐν μέρει. καὶ μὲν δὴ καὶ διὰ τῶν χειρῶν ἔστιν ὀξὺ γυμνάσιον ὁμοίῳ τρόπῳ γυμνάσασθαι, χωρὶς τοῦ κατέχειν ἁλτῆρας ἐπισπεύδοντα τὰς κινήσεις αὐτῶν εἰς πυκνότητά τε ἅμα καὶ τάχος, εἴτε πὺξ ἐθέλοι τις εἴτε χωρὶς πυγμῆς ἀνασείειν ἁπλῶς. τοιοῦτον μὲν δή τι καὶ τὸ ταχὺ γυμνάσιόν ἐστιν, ἐν οἷς εἴπομεν εἴδεσιν ἀφωρισμένον, ἐπὶ δὲ τὸ σφοδρὸν ἰέναι καιρός· ἔστι δὲ τοῦτο σύνθετον ἐξ εὐτόνου τε καὶ ταχέως· ὅσα γὰρ εὔτονα τῶν γυμνασίων εὕρηται, τούτοις ἅπασιν ὡς σφοδροῖς ἄν τις χρῷτο, κινήσεις ταχείας προστιθείς. οὐχ ἥκιστα δὲ καὶ τὰ τοιαῦτα γυμνάσια σφοδρά, σκάψαι καὶ δισκεῦσαι καὶ πηδῆσαι συνεχῶς ἄνευ τοῦ διαναπαύσασθαι· οὕτω δὲ καὶ τὸ ἀκοντίζειν ὁτιοῦν τῶν βαρέων βελῶν, συνείροντα τὴν ἐνέργειαν, ἢ βαρέσιν ὅπλοις ἐσκεπασμένον ἐνεργεῖν ὀξέως. ταῦτα οὖν ἅπαντα γυμνασίων ἐστὶν εἴδη, καὶ πρὸς τούτοις ἔτι τὸ τὰ μὲν ὀσφὺν μᾶλλον ἢ χεῖρας ἢ σκέλη διαπονεῖν, τὰ δὲ τὴν ῥάχιν ἢ τὸν θώρακα μόνον ἢ τὸν πνεύμονα. βάδισις μὲν καὶ δρόμος ἴδια σκελῶν γυμνάσια, ἀκροχειρισμοὶ δὲ καὶ σκιαμαχία χειρῶν, ὀσφύος δὲ τὸ ἀνακύπτειν καὶ ἐπικύπτειν συνεχῶς. θώρακος δὲ καὶ πνεύμονος αἱ μέγισται τῶν ἀναπνοῶν οἰκεῖα γυμνάσια, καθάπερ γε καὶ αἱ μέγισται φωναὶ πρὸς τοῖς εἰρημένοις ἁπάντων τῶν φωνητικῶν ὀργάνων. ἐξ ἑαυτῶν μὲν οὖν τοῖς ζῴοις ἐγγίνονται κινήσεις ἃς ἔμπροσθεν εἶπον· ἔξωθεν δὲ κατά τε τοὺς πλοῦς καὶ τὰς ἱππασίας καὶ τὰς αἰωρήσεις, ὅσαι τε ἐπὶ τῶν ὀχημάτων γίνονται, καὶ ὅσαι διὰ σκιμπόδων κρεμαμένων ἢ λίκνων σειομένων ἢ ἐν ταῖς τροφῶν ἀγκάλαις τοῖς βρέφεσιν· ἐκ δὲ τῶν ἔξωθεν κινήσεων εἴη ἂν καὶ ἡ ἀνάτριψις. ἔνιαι μέντοι κινήσεις εἰσὶ μικταί, καθάπερ καὶ ἡ ἱππασία· οὐ γάρ, ὥσπερ ἐν τοῖς ὀχήμασιν, οὕτω κἀν ταῖς τῶν ἵππων ὀχήσεσι συμπίπτει σείεσθαι μόνον ὑπὸ τοῦ φέροντος, ἐνεργοῦντα μηδέν, ἀλλὰ τήν τε ῥάχιν ὀρθίαν ἀπευθύνειν χρὴ καὶ τοῖς μηροῖς ἀμφοτέροις ἀκριβῶς ἔχεσθαι τῶν πλευρῶν τοῦ ἵππου καὶ τετάσθαι τὰ σκέλη καὶ προορᾶσθαι τὰ πρόσθεν· ἐν τούτῳ δὲ καὶ ἡ ὄψις γυμνάζεται καὶ ὁ τράχηλος πονεῖ. σείεταί γε μὴν οὐδὲν ἧττον καὶ τὰ σπλάγχνα τοῖς ἱππαζομένοις· ἐν μέντοι ταῖς ἐπὶ τῶν ὀχημάτων αἰωρήσεσιν ἧττον, ὥστε εἴ τις θέλοι τὰ κάτω τῶν φρενῶν σπλάγχνα κινῆσαι βιαιότερον, ἐπί τε τοὺς εἰρημένους ἡκέτω πόνους, καὶ πρὸς τούτοις ὅσα διὰ τῆς τῶν ἁμμάτων περιθέσεως τρίβουσιν. συγκινοῦσιν ἡμῖν καὶ τὰ κάτω τῶν φρενῶν σπλάγχνα καὶ αἱ μέγισται τῶν ἀναπνοῶν τε καὶ φωνῶν, ὥσπερ γε καὶ αἱ ἐκφυσήσεις· καὶ αὐτὴ δʼ ἡ κατάληψις τοῦ πνεύματος γυμνάσιόν ἐστιν οὐχ ἧττον τῶν κατʼ ἐπιγάστριον ἢ τῶν κατὰ θώρακα μυῶν. τοιαῦται μέν εἰσι καὶ ἔξωθεν ἐγγινόμεναι κινήσεις.

Πῶς χρὴ γυμνάζειν.

Ἀποδυέσθω δὲ τὸ μειράκιον, ὡς καὶ πρόσθεν εἶπον, ἐπὶ πεπεμμένοις ἀκριβῶς τοῖς οὔροις· ἐφεξῆς δὲ τριβέσθω συμμέτρως· τὴν δὲ τῆς τρίψεως δηλώσει συμμετρίαν τό τε ἐπιτρέχον ἄνθος αὐτῷ καὶ τὸ ῥᾳδίως ἐκμαλάττειν τὰ κῶλα καὶ τὸ πρὸς τὰς κινήσεις ἁπάσας ἑτοίμως ἔχειν. μετὰ ταῦτα δʼ ἤδη γυμναζέσθω, μέχρις ἂν εἰς ὄγκον αἴρηται τὸ σῶμα καὶ εὐανθὲς ὑπάρχῃ, καὶ αἱ κινήσεις ἑτοῖμοί τε καὶ ὁμαλεῖς καὶ εὔρυθμοι γίνωνται· ἐν τούτῳ δὲ καὶ ἱδρῶτα θεάσῃ θερμὸν ἀτμῷ συμμιγῆ. παύεσθαι δὲ τηνικαῦτα πρῶτον, ἐπειδὰν ἕν τι τῶν εἰρημένων ἀλλοιωθῇ, οἷον εἰ φανείη σοι συστελλόμενος ὁ τοῦ σώματος ὄγκος, αὐτίκα παύειν τὸ μειράκιον· εἰ γὰρ ἐπὶ πλέον γυμνάσαις, ἐκκενώσεις τι καὶ τῶν χρηστῶν, ὥστε ἰσχνότερον ἀποδείξειν τὸ σῶμα καὶ ξηρότερον καὶ ἀναυξέστερον. ὡσαύτως δὲ καὶ εἰ τὸ τῆς χρόας εὐανθὲς μαραίνοιτο, παύεσθαι· καὶ γὰρ καταψύξεις τὸ σῶμα καὶ διαφορήσεις, εἰ ἐπὶ πλέον γυμνάζοις ἔτι. καὶ μὲν δὴ καὶ τὸ τῶν κινήσεων ἑτοῖμον ἢ εὔρυθμον ἢ ὁμαλὲς ἐπειδὰν ἐνδιδόναι που φαίνηται καὶ ὀκλάζειν, καταπαύειν αὐτίκα· καὶ εἰ περὶ τὸν ἱδρῶτα γίνοιτό τις ἢ κατὰ τὸ πλῆθος ἢ κατὰ τὴν ποιότητα μεταβολή· πλείονα γὰρ αὐτὸν ἀεὶ καὶ μᾶλλον χρὴ γίνεσθαι καὶ θερμότερον, εἰς ὅσον ἂν αἱ κινήσεις ἀνάγωνται πρὸς τὸ σφοδρότερον. ὅταν δʼ ἐλάττων ἢ ψυχρότερος γίνηται, διαφορεῖταί τε ἤδη τὸ σῶμα καὶ ψύχεται καὶ ξηραίνεται περαιτέρω τοῦ προσήκοντος. ἀκριβῶς οὖν προσέχειν τὸν νοῦν τῷ γυμναζομένῳ σώματι καὶ διαναπαύειν εὐθέως, ἐπειδὰν προφαίνηταί τι τῶν εἰρημένων σημείων, οὐ μὴν αὐτίκα γε ἀπολύειν λουσόμενον, ἀλλὰ τῆς μὲν ἀκμῆς τῶν γυμνασίων ἐπισχεῖν καὶ στῆναι κελεῦσαι καί, εἰ βουληθείης, μετὰ κατοχῆς πνεύματος πληρῶσαι τὴν λαγόνα, περιχέοντα δʼ ἔλαιον ἀποθεραπεύειν τοὐντεῦθεν. διττὴ δʼ ἐστὶν αὕτη κατὰ γένος, ἡ μέν τις ὡς μέρος, ἡ δʼ ὡς εἶδος γυμνασίου· περὶ μὲν δὴ τῆς ὡς εἶδος ἑξῆς ἐροῦμεν.

Περὶ τρίψεως ἀποθεραπευτικῆς.

Περὶ δὲ τῆς ὡς μέρος ἤδη λέγωμεν. ἅπαντος γυμνασίου καλῶς ἐπιτελουμένου τὸ τελευταῖον μέρος ἀποθεραπεία καλεῖται· δύο δʼ αὐτῆς οἱ σκοποί, κενῶσαί τε τὰ περιττώματα καὶ ἄκοπον φυλάξαι τὸ σῶμα. κοινὸς μὲν ὁ πρότερος ὅλῳ τῷ γυμνασίῳ· καὶ γὰρ κἀκείνου δύο τοὺς πάντας ἐλέγομεν εἶναι σκοπούς, ἐπιρρῶσαί τε τὰ στερεὰ μόρια τοῦ ζῴου καὶ κενῶσαι τὰ περιττώματα. ὁ δʼ ἴδιος τῆς ἀποθεραπείας σκοπὸς ἐνστῆναί τε καὶ διακωλῦσαι τοὺς εἰωθότας ἐπιγίνεσθαι τοῖς ἀμετροτέροις γυμνασίοις κόπους· ὁποίαν δέ τινα ποιητέον αὐτήν, ἡ τῶν σκοπῶν φύσις ἐνδείξεται. ἐπειδὴ γὰρ πρόκειται τῶν ἐν τοῖς στερεοῖς τοῦ ζῴου μέρεσι περιττωμάτων ὅσα θερμανθέντα καὶ λεπτυνθέντα πρὸς τῶν γυμνασίων ἔτι μένει κατὰ τὸ σῶμα κένωσιν ἀκριβῆ ποιήσασθαι, χρὴ δήπου τάς τε διʼ ἑτέρων ἀνατρίψεις παραλαμβάνεσθαι μετὰ τάχους καὶ πολλαῖς χερσὶ γινομένας, ἵνα, ὡς οἷόν τέ ἐστι μάλιστα, μηδὲν ᾖ μέρος τοῦ τριβομένου γυμνόν, ἐν τούτῳ δὲ καὶ συνεντείνειν τὰ τριβόμενα μόρια, καὶ πρὸς τούτοις ἔτι τὴν καλουμένην τοῦ πνεύματος κατάληψιν. χρὴ δʼ ἔλαιον δαψιλὲς περικεχύσθαι τῷ τριβομένῳ σώματι· καὶ γὰρ εἰς τάχος τοῦτο καὶ εἰς μαλακότητα τῇ τρίψει συνεργεῖ, καὶ πρόσεστιν αὐτῷ τι καὶ ἄλλο μέγιστον ἀγαθόν· ἐκλύει τὰς τάσεις καὶ μαλάττει τὰ πεπονηκότα κατὰ τὰς σφοδροτέρας ἐνεργείας. μέση δʼ ἔστω μαλακῆς καὶ σκληρᾶς ἡ τρῖψις, ἥπερ δὴ καὶ σύμμετρός ἐστιν. ἐνεργηθήσεται δέ, τῶν μὲν τοῦ τρίβοντος χειρῶν ἐρρωμένως ἐπιβαλλομένων, ὡς ἐγγύς τι τὴν ἀπʼ αὐτῶν θλῖψιν εἶναι τῇ σκληρᾷ τρίψει. δεῖ δὲ τὸ πλῆθος τοῦ λίπους καὶ τὸ τάχος τῆς φορᾶς ἐκλύειν εἰς τοσοῦτον, ὡς ἀκριβῶς γίνεσθαι σύμμετρον. τείνειν δʼ ἀξιοῦμεν ἐν τούτῳ τὰ τριβόμενα μόρια χάριν τοῦ πᾶν ὅσον ἐστὶ μεταξὺ τοῦ δέρματος καὶ τῆς ὑποκειμένης σαρκὸς περίττωμα διὰ τοῦ δέρματος ἐκκενοῦσθαι. διὰ τὰ αὐτὰ δὲ ταῦτα καὶ ἡ τοῦ πνεύματος κατοχὴ καὶ κατάληψις οὐ μικρὸν μόριον ἀποθεραπείας ἐστίν, ἥτις γίνεται, τεινομένων μὲν ἁπάντων τῶν τοῦ θώρακος μυῶν, ἀνιεμένων δὲ τῶν καθʼ ὑπογάστριόν τε καὶ φρένας· οὕτως γὰρ ἐνεχθήσεται κάτω τὰ περιττώματα. δευτέραν δʼ ἔχει τάξιν ἡ μετρίως ἐντείνουσα τοὺς κατʼ ἐπιγάστριον μῦς ὑπὲρ τοῦ τὰ κάτω φρενῶν ἀποθεραπεῦσαι σπλάγχνα. τῶν δʼ αὐτῶν τούτων ἕνεκα καὶ τῶν ἁμμάτων περιφοραὶ γινέσθωσαν, συντεινομένου μὲν ἁπάσαις αὐταῖς τοῦ τριβομένου, συνεπιστρεφομένου δʼ οὐχ ἁπάσαις· οὐδὲ γὰρ συνεχεῖς ἔτι αὐτὸν ἐπὶ τῆς ἀποθεραπείας χρὴ ποιεῖσθαι τὰς κινήσεις, ὥσπερ οὐδὲ σφοδράς, ἀλλὰ ποιεῖσθαι μέν τινας, ἐκ διαλειμμάτων δʼ ἐχόντων τρίψεις· διὸ πολλάκις μὲν ἐνειλείσθω, πολλάκις δὲ καὶ ἀπωθείσθω, πολλάκις δὲ καὶ μεταβαλλέτω τὸν προσγυμναζόμενον ἐν τούτῳ τῷ καιρῷ, πολλάκις δὲ καὶ κατὰ νώτου γινόμενος αὐτὸς ἑκάτερον ἐν μέρει τῶν σκελῶν περιπλέκων τῷ προσγυμναστῇ μετʼ ἐντάσεως οὐκ ἠπειγμένης ὑφʼ ἑτέρων εὐκαίρως ἐπαφωμένων τριβέσθω· οὕτως γὰρ ἂν μάλιστα διαφυλάττοι τε τὴν ἐν τοῖς γυμνασίοις ηὐξημένην θερμότητα καὶ συνεκκρίνοι ταῖς ἰδίαις ἐντάσεσί τε καὶ κινήσεσι τὰ περιττώματα, πρὸς ὃ δὴ καὶ ἡ τοῦ πνεύματος κατάληψις οὐκ ὀλίγον ἔοικε προσβοηθεῖν. καὶ τοίνυν τῶν γυμνασίων αὐτῶν μεταξὺ παραλαμβάνουσιν οἱ ἄριστοι γυμνασταὶ κατάληψιν πνεύματος, ὥσπερ γε καὶ τὴν προειρημένην ἀποθεραπευτικὴν τρῖψιν, ἅμα μὲν ἀναπαύοντες, ὅταν ἄρχωνται καμεῖν, ἅμα δὲ κατὰ βραχὺ διακαθαίροντες τοὺς πόρους, ἵνα εὔπνουν τε ἅμα καὶ καθαρὸν ᾖ τὸ σῶμα πρὸς τοὺς ἑξῆς πόνους, ὡς κίνδυνός γε μηδενὸς τοιούτου προνοήσαντα τὸν γυμναστὴν ἐμφράξαι μᾶλλον ἢ καθᾶραι τοὺς πόρους· αἱ γάρ τοι σφοδρότεραι κινήσεις τῶν ὑλῶν τὰ ἐναντία πεφύκασιν ἐργάζεσθαι, κατὰ διαφέροντας καιροὺς καὶ τρόπους ἐνεργούμεναι, ἐμφράξεις μέν, ὅταν ἀθρόον τε ἅμα καὶ παχὺ καὶ πολὺ φερόμενον ᾖ, καθάρσεις δέ, ἐπειδὰν ὀλίγον καὶ λεπτομερὲς ὑπάρχον μὴ πάνυ κατεπείγηται καὶ καταναγκάζηται πᾶν ἀθρόως ἐκκενοῦσθαι. διὰ ταῦτα μὲν δὴ τοὺς ἐν μέσοις τοῖς πόνοις ἀποθεραπείᾳ χρωμένους ἐπαινῶ, καὶ μάλιστα ἐπὶ τῶν τοὺς βαρεῖς καλουμένους ἄθλους ἀσκούντων.

Περὶ τῆς ἰδίως τρίψεως.

Ἡ τρῖψις ἐνίοτε μὲν αὐτὴ καθʼ αὑτὴν ἐργάζεταί τι περὶ τοῖς σώμασιν ἡμῶν χρηστόν, ἐνίοτε δὲ τοῖς ἐργαζομένοις ὑπηρετεῖν πέφυκεν· ὑπηρετεῖ μὲν ἐν τοῖς γυμνασίοις, παρασκευάζουσά τε πρὸς αὐτὰ καὶ μετὰ ταῦτα παραλαμβανομένη, καὶ καλεῖται παρασκευαστικὴ μὲν ἡ προτέρα τρῖψις, ἀποθεραπευτικὴ δʼ ἡ ἑτέρα, περὶ ὧν ἔμπροσθεν εἰρήκαμεν. ἡ δὲ καθʼ ἑαυτὴν ἐργαζομένη τι χρηστὸν τρῖψις δύναται λῦσαι, δῆσαι, σαρκῶσαι, μινυθῆσαι, ἡ σκληρὴ δῆσαι, ἡ μαλακὴ λῦσαι, ἡ πολλὴ μινυθῆσαι, ἡ μετρίη σαρκῶσαι· τέτταρες γὰρ αὗται διαφοραὶ κατὰ γένος ἐπὶ τέτταρσι δυνάμεσί τε καὶ χρείαις ἁπασῶν τῶν τρίψεών εἰσιν. εἰ δὲ δὴ καὶ τὰς μέσας αὐτῶν προσλογιζόμεθα, συνεμφαινομένας ταῖς εἰρημέναις, ἓξ αἱ πᾶσαι διαφοραὶ γενήσονται· εἰ γὰρ ἡ μὲν σκληρὰ δύναται δεῖν, ἡ μαλακὴ δὲ λύειν, ὅσα μὲν ἐκλέλυται πέρα τοῦ μέτρου σώματα, σκληρῶς ἀνατριπτέον, ὅσα δʼ ἔσφιγκται, μαλακῶς· εἰ δέ τι συμμέτρως ἔχει, τοῦτο εὔδηλον ὡς οὔτε σκληρῶς οὔτε μαλακῶς, ἀλλʼ, ὅσον οἷόν τε, τὰς ὑπερβολὰς ἑκατέρας φυλαττόμενον. ὥσπερ δʼ ἐν ταύταις ταῖς κατὰ ποιότητα διαφοραῖς οὐ σκληρὰ καὶ μαλακὴ μόνον ἔστιν, ἀλλὰ καὶ σύμμετρος, οὕτως κἀν ταῖς κατὰ ποσότητα οὐ πολλὴ καὶ ὀλίγη μόνον, ἀλλὰ καὶ μετρία· δυοῖν γὰρ ὄντων πραγμάτων ὅλῳ τῷ γένει κεχωρισμένων, εἴ γε δὴ τὸ ποιοῦν τοῦ ποιουμένου τῷ γένει διενήνοχεν, αἱ μὲν τρίψεις ἐκ τῶν ποιούντων εἰσίν, αἱ δʼ ὑπʼ αὐτῶν ἀποτελούμεναι κατὰ τὸ σῶμα ἡμῶν διαθέσεις ἐκ τῶν ποιουμένων, ὥστε καὶ τὰς ἐναντιότητας ἀναγκαῖον ἑτέρας μὲν ἔν τε τῷ τῶν τρίψεων, ἑτέρας δʼ ἐν τῷ τῶν διαθέσεων γένει ὑπάρχειν, ἐν μὲν τῷ τῶν τρίψεων τήν τε μαλακὴν καὶ τὴν σκληρὰν καὶ τὴν πολλὴν καὶ τὴν ὀλίγην, ἐν δὲ τῷ τῶν διαθέσεων τὴν οἷον δέσιν τε καὶ λύσιν τῶν σωμάτων καὶ τὴν ἰσχνότητα καὶ σάρκωσιν. ἡ μὲν οὖν προτέρα τῶν διαθέσεων ἐναντίωσις ὑπὸ τῆς προτέρας κατὰ τὰς τρίψεις ἐναντιώσεως γίνεται, ἡ δευτέρα δʼ οὐκέτι· συμβαίνει γὰρ ἐπʼ αὐτῆς τὴν μὲν ἰσχνότητα πρὸς τῆς πολλῆς γίνεσθαι τρίψεως, τὴν δʼ ἀνάθρεψιν ὑπὸ τῆς μετρίας· ἡ γὰρ ὀλίγη σαρκοῦν οὐ δύναται, διότι δεῖται μὲν τὸ σαρκωθησόμενον αἵματός τε παραθέσεως συμμέτρου καὶ δυνάμεως εὐρώστου, καὶ ταῦτα ἄμφω καλῶς αὐτῷ πρὸς τῆς συμμέτρου γίνεται τρίψεως, οὐδέτερον δʼ ἱκανῶς οὐδʼ αὐτάρκως ὑπὸ τῆς ὀλίγης. ἀναγαγὼν οὖν ὥσπερ εἰς στοιχεῖά τινα τὰς ἁπλᾶς διαφορὰς ὁ Ἱπποκράτης ἅπαντα τὸν περὶ τῆς τρίψεως λόγον ἐδίδαξεν, ὅπως αὐτάρκως θρέψεις ἢ καθαιρήσεις ἢ μαλάξεις ἢ σφίγξεις τὸ σῶμα. τούτοις δʼ εὐθέως συνεμφαίνεται τά τε μέσα τῶν ἔργων καὶ τὰ κατὰ συζυγίαν ἀποτελούμενα, μέσα μέν, ὅταν μήτε λῦσαι μήτε δῆσαι τὸ σῶμα μήτε σαρκῶσαι μήτε μινυθῆσαι προελώμεθα, κατὰ συζυγίαν δέ, ὅταν, εἰ οὕτως ἔτυχεν, ἅμα δῆσαι καὶ σαρκῶσαι σῶμα προελώμεθα· τίς γὰρ οὐκ ἂν ἐπινοήσειεν, ὡς, ἐπειδὰν σκληρᾷ σαρκὶ σαρκῶσαι σῶμα προαιρώμεθα, τὴν σκληρὰν ἡμῖν τρῖψιν ἅμα συμμέτρῳ ποσότητι παραληπτέον ἐστίν, ὥσπερ γε, κἀπειδὰν μαλακῇ, τὴν μαλακήν τε ἅμα καὶ σύμμετρον ἐν τῷ ποσῷ, καὶ τὰς ἄλλας συζυγίας ἀνὰ λόγον; αἱ γὰρ τρεῖς διαφοραὶ τῶν κατὰ ποιότητα τρίψεων ταῖς τρισὶ διαφοραῖς τῶν κατὰ ποσότητα τρίψεων ἐπαλλαττόμεναι συζυγίας ἀποτελοῦσιν ἐννέα. ἐκθήσομαι δʼ αὐτὰς ἐπὶ διαγράμματος, ἐν ᾧ διαγράμματι τὸν μὲν πρότερον στοῖχον ἄνωθεν κάτω ποιοτήτων χρὴ νοεῖν, τὸν δὲ δεύτερον ποσοτήτων.

Ποιότητες. Ποσότητες. Σκληρά. Ὀλίγη. Σκληρά. Πολλή. Σκληρά. Σύμμετρος. Μαλακή. Ὀλίγη. Μαλακή. Πολλή. Μαλακή. Σύμμετρος. Σύμμετρος. Ὀλίγη. Σύμμετρος. Πολλή. Σύμμετρος. Σύμμετρος.

Περὶ τῆς ἑωθινῆς ἀνατρίψεως.

Περὶ δὲ τῆς ἑωθινῆς ὧδέ πως σκοπεῖσθαι χρὴ κατά γε τὸ σῶμα τὸ εὔκρατον· εἰ μὲν γὰρ ἄμεμπτον ὑπάρχοι, περίεργόν ἐστιν ἀνατρίβειν αὐτό, πλὴν εἴ ποτε ἀναγκαῖον εἴη συνενεχθῆναι κρύει καρτερῷ· τηνικαῦτα γάρ, ὡς τοὺς μέλλοντας ψυχρολουτεῖν, οὕτως τῇ τρίψει παρασκευάζομεν· εἰ δέ τις αἴσθησις εἴη κόπων, ἀλείφειν χρὴ τηνικαῦτα καὶ ἀνατρίβειν μαλακῶς. οὕτω δὲ καὶ εἰ ξηρότης εἴη πλείων τοῦ δέοντος, ἀλειπτέον ἐλαίῳ γλυκεῖ — τέγγει γὰρ τοῦτο ξηρὸν χρῶτα· τριπτέον δʼ ἐλάχιστα μέν, ἀλλὰ μήτε σκληρᾷ τρίψει μήτε μαλακῇ· προτρέψαι γὰρ μόνον δεόμεθα τὴν ἀνάδοσιν, οὔτε ἀλλοιῶσαι τὴν ἕξιν οὔτε διαφορῆσαί τι τῶν περιεχομένων, ἐργάζεται δʼ ἄμφω μὲν ἡ μαλακή, θάτερον δʼ ἡ σκληρὰ τρῖψις, εἴ γε δὴ πυκνοῖ μὲν αὕτη καὶ σκληρύνει τὸ δέρμα, διαφορεῖ δʼ ἡ μαλακὴ καὶ ἀραιὸν καὶ ἁπαλὸν ἀπεργάζεται τὸ σῶμα. πύκνωσιν μέντοι τοῦ σώματος ἐπανορθώσασθαι βουλόμενοι τὴν μὲν ἐπὶ ταῖς σκληραῖς ἀνατρίψεσι καὶ λαβαῖς καὶ σφοδρῷ γυμνασίῳ καὶ κόνει πολλῇ γεγενημένην, ἐλαίῳ δαψιλεῖ καὶ γλυκεῖ χρώμενοι μαλακῶς ἀνατρίψομεν· τὴν δʼ ἐπὶ ψύξει πρώταις μὲν ταῖς ξηραῖς τρίψεσι, δευτέραις δὲ ταῖς διʼ ἐλαίου θερμαίνοντες εἰς τὸ κατὰ φύσιν ἐπανάξομεν. ἀραιότητα δὲ τὴν ἐπί τε λουτροῖς πλείοσι καὶ τρίψεσι μαλακαῖς ἀφροδισίων τε χρήσεσι γεγενημένην ὀλίγαις μὲν ταῖς ξηραῖς ἀνατρίψεσιν, ὀλίγαις δʼ ἐφεξῆς αὐτῶν ταῖς σὺν ἐλαίῳ τινὶ τῶν στυφόντων ἰασόμεθα. τὰς δʼ ἐπὶ πλείοσι ποτοῖς ὑγρότητας ξηραὶ τρίψεις μόναι θεραπεύουσι διά τε σινδόνων ἢ χειριδίων ἐπιτελούμεναι, καὶ αὐτῶν μόνων ἐνίοτε τῶν χειρῶν χωρὶς λίπους τινὸς ἢ σὺν ἐλαχίστῳ τινί· ἔστω δὲ τὸ ἔλαιον τοῦτο διαφορητικόν, ἁπάσης ἀπηλλαγμένον ψυχούσης ποιότητος.

Περὶ τῆς ἑσπερινῆς ἀνατρίψεως.

Ὧδε μὲν ἔχει περὶ τῆς ἑωθινῆς ἀνατρίψεως· ἡ δʼ εἰς ἑσπέραν ἤτοι κοπώδεσιν ἱκανῶς ὑπάρχουσιν ἢ κατεξηραμμένοις ἢ ἀτροφοῦσιν ἐπιτήδειος. ἀλλὰ τὸ μὲν τῆς ἀτροφίας σύμπτωμα τό γε νῦν ἐξῃρήσθω τοῦ λόγου, μετὰ τῶν ἄλλων ἁπάντων συμπτωμάτων ἑτέρωθι λεχθησόμενον. ἐπὶ δὲ τῆς εὐκράτου φύσεως, ὅταν ἤτοι κόπος ἰσχυρὸς ἢ ξηρότης τις ἄμετρος ὑπάρχῃ κατὰ τὸ σῶμα, τὸ μὲν ἄριστον ἔλασσον γινέσθω, πλείων δʼ ὁ μεταξὺ χρόνος ἄχρι τοῦ δείπνου, τὰ πολλὰ δʼ ἐφʼ ἡσυχίας· ὀλίγον δέ τι καὶ περιπατείτωσαν, ὡς ὑποκαταβῆναι τὰ σιτία ταῖς ὀρθαῖς κινήσεσι κατασεισθέντα· βέλτιον δέ, εἰ καὶ ἀποπατῆσαι δυνηθείη· τούτων γὰρ πάντων γενομένων, ἀκίνδυνον ἀνατρίβειν ἐλαίῳ γλυκεῖ μὴ πάνυ τι τῆς γαστρὸς ἐφαπτόμενον· εἰ δὲ μή γε, κίνδυνος αὐτά τε τὰ σιτία πεφθῆναι χεῖρον ἀναδοθῆναί τέ τινα χυμὸν ἐξ αὐτῶν ἡμίπεπτον ἐπιθολωθῆναί τε τὴν κεφαλὴν καὶ ἀνατραπῆναί τε τὸν στόμαχον. ἄριστον μὲν οὖν ἐστι μηδʼ ὅλως ἅπτεσθαι τῆς γαστρός· εἰ δέ ποτε τῶν ἐπʼ αὐτῇ μυῶν ἤτοι κοπώδης τις αἴσθησις ᾖ, ἢ πλείων ἐμφαίνοιτο ξηρότης, ἀλείφειν τὰ μέτρια, πράως ἐφαπτόμενον.

Ἐκ τῶν Ἡροδότου, περὶ τρίψεως ἀνασκευαστικῆς, ἐκ τοῦ Περὶ ποιουμένων βοηθημάτων λόγου.

Τὰς δὲ τρίψεις τὰς παραλαμβανομένας ἕνεκα πυρετῶν λύσεως ἐν τοῖσδε τοῖς καιροῖς παραληπτέον· περὶ γὰρ τὴν ἀκμὴν τῆς νόσου τυγχάνουσιν ἐπιτήδειοι, οὐ κατὰ πάντα δὲ τὰ μέρη, ἀλλὰ περὶ τὰ ἔσχατα, ὡς μὴ μακρὰν τῆς παρακμῆς εἶναι. τῶν δὲ κατὰ τοὺς παροξυσμοὺς καιρῶν αἱρετέον τὸν ἐν τῇ παρακμῇ πρῶτον. ὑφορατέον δὲ τοὺς περὶ τοῖς μέσοις φλεγμονὰς ἔχοντας, ὧν παρουσῶν ἀδύνατόν ἐστι λυθῆναι τὸν πυρετόν. πεφυλάχθαι δὲ δεῖ καὶ τὰς δυσπνοίας καὶ τοὺς ἐπιφαινομένους ἱδρῶτας ἀτάκτως περὶ ὅλῳ τῷ σώματι ἢ περὶ τῷ προσώπῳ καὶ τραχήλῳ. τοὺς οὖν κριθέντας ἐπιτηδείως ἐν τῇ τῆς παρακμῆς ἀρχῇ θέρους καὶ φθινοπώρου ἐν εὐκράτῳ τόπῳ κατακλιτέον· ἔχοιμεν δʼ ἂν ὑδρέλαιον θερμὸν ἐν ἑτοίμῳ, συνεμβεβλημένου ἀφονίτρου ὀπτοῦ. ἡ δὲ τρῖψις ἐπὶ μὲν τῶν νεωτέρων καὶ βραχυτέρων γινέσθω διὰ τεσσάρων, ἐπὶ δὲ τῶν ἀκμαζόντων καὶ μειζόνων διʼ ἓξ τριβέσθωσαν. τριβέτωσαν δʼ οἱ μὲν βραχίονας μέχρι τῶν ἐν χερσὶ δακτύλων, οἱ δὲ θώρακα μέχρι βουβώνων, οἱ δὲ σκέλη μέχρι ποδῶν. περιχυθέντος δὲ τοῦ λίπους, παραγέτωσαν ἄνωθεν κάτω τὰς χεῖρας, πᾶν μέρος τρίβοντες· εἶτα πρηνῆ σχηματίσαντες ἀναλόγως τριβέτωσαν. καὶ κατὰ μὲν τὰς ἀρχὰς τῇ παραγωγῇ κούφῃ καὶ βραδείᾳ χρήσθωσαν, ὕστερον δὲ ταχείᾳ καὶ πεπιεσμένῃ, τὸ δὲ τελευταῖον ἀνειμένῃ καὶ κατὰ πάντα ἐμφερεῖ τῇ πρώτῃ. διαψηλαφάσθω δὲ καὶ τὰ περὶ τὴν κεφαλὴν καὶ τὸν αὐχένα, ἐμβεβλημένου τοῦ λίπους. τριβέσθω δʼ ἕκαστον μέρος ἐπὶ μὲν τῶν νεωτέρων ὡς ἑκατοντάκις, ἐπὶ δὲ τῶν ἀκμαζόντων διακοσιάκις· ἐπὶ δὲ τῶν ἀθλητικῶς βιούντων διπλασιαζέσθω τὸ πλῆθος. ἐν δὲ τῷ τρίβεσθαι πολλῆς τῆς εὐαρεστήσεως οὔσης, καὶ τοῦ πυρετοῦ συναποπαυομένου, παρούσης εὐπνοίας καὶ εὐχροίας, καὶ τοῦ περὶ τὸν σφυγμὸν μεγέθους μὴ παρὰ πολὺ ταπεινουμένου μηδὲ πυκνουμένου, προσανοιδούσης δὲ καὶ τῆς σαρκὸς μετʼ ἐρυθήματος, προσθετέον τῷ πλήθει. εἰ δὲ καὶ τριβομένοις ἱδρὼς γένοιτο, πρότερον μὴ γενόμενος, εἰδέναι δεῖ καλῶς τε προσηγμένην τὴν τρῖψιν καὶ ὠφελούμενον τὸν νοσοῦντα, ἔχοντα μέντοι χρείαν καὶ δευτέρας πείρας. εἰ δʼ ἐπὶ τῶν ἴσων παροξυσμῶν μείνειαν, μηδενὸς ἀπαντήσαντος ὡς πρὸς αἴσθησιν μήτε ὠφελίμου μήτε βλαβεροῦ, παρʼ ἑαυτῶν λαμβάνοντας τὴν προτροπὴν ἐπιμένειν δεῖ τοῖς κριθεῖσιν· ἔσται γὰρ φανερὰ τὰ τῆς ὠφελείας ἐκ τῆς δευτέρας προσαγωγῆς. πᾶσι δὲ μετὰ τὰς τρίψεις ὕδατος θερμοῦ τὸ αὔταρκες ἐπιδοτέον, καὶ εἰ μὲν παρεῖεν οἱ τῆς ἀνέσεως καιροί, μετὰ τὴν ἀπὸ τοῦ βοηθήματος ταραχὴν καὶ τὴν ἀποκατάστασιν τοῦ βρασμοῦ θρεπτέον· ἐπὶ δὲ τῶν μηδέπω ἐξανιεμένων, περιμείναντες τὰς παντελεῖς ἀνέσεις θρέψομεν, ἐν τοῖς μέσοις χρόνοις ἄφθονον ποτὸν διδόντες, καὶ μᾶλλον τοῖς ἐν τῇ ξηρότητι μείνασιν. τὰς δὲ τροφὰς δοτέον ὑγρὰς καὶ θερμάς. εἰ δὲ χειμὼν εἴη, τὰ τῆς ἐπιμελείας ἐν θερμοτέρῳ γινέσθω τόπῳ καὶ τῷ ἐλαίῳ ἀφόνιτρον μικτέον καὶ οἴνου τὸ δέκατον μέρος. ἐν δὲ ταῖς ἐκ δευτέρου προσαγωγαῖς εἰ μὴ χαλασθεῖεν, ἐρρωμένης τῆς δυνάμεως καὶ τῶν σφυγμῶν ἐπὶ τοῦ ἰδίου μεγέθους μενόντων, ἔτι δὲ τῆς ἀναπνοῆς οὐδεμιᾶς ταραχῆς ὑπόνοιαν ἐμφαινούσης, ἀναλαμβάνοντας ἀπὸ τῶν τρίψεων ἐγκαθίζειν δεῖ τινας καὶ ἐξαντλεῖν, ὡς ἐντεῦθεν χαλασθησομένων τῶν σωμάτων, καὶ τῆς κατὰ τοὺς ἱδρῶτας θερμότητος ὅμοιόν τι μετασυγκρίσει ἀπεργαζομένης. αἱ δʼ ὠφέλειαι ποικιλώτερον συναντῶσιν· ἢ γὰρ μένουσιν, ὥσπερ ἔφην, ἐπὶ τῶν αὐτῶν, πρὸς τὴν διάθεσιν ὠφελημένοι, ἢ μεταπίπτουσιν οἱ τύποι εἰς ἑτερογενεῖς χαρακτῆρας ἢ διακοπὰς λαμβάνουσιν, ἢ σφοδρυνθέντες αὐτῆς ἡμέρας ἐπαύσαντο· πολλάκις δʼ ἀσφαλεῖς ἐπιφέρουσι διαμονάς, μεθʼ ἃς τὸν ἀγωνιστικὸν τῆς τρίψεως παραιτητέον τρόπον· ἐπὶ μὲν γὰρ τῶν προτέρων μενετέον, οὐ διὰ μικροῦ τὸ ἀποτέλεσμα προσδοκῶντας. εἰ δὲ τῆς τῶν χειρῶν ἐπιθέσεως μὴ ἀνέχοιντο, ἑλκώδους τῆς ἁφῆς αἰσθανόμενοι, παύεσθαι δεῖ τῆς τρίψεως. εἰ δὲ τριβόμενοι πλείονος τῆς περὶ αὑτοὺς θέρμης ἀντιλαμβάνοιντο, καὶ τοῦτο ἀεὶ καὶ μᾶλλον πάσχοιεν, παρείη δέ τι καὶ ἄλλο δυσαρεστικὸν σύμπτωμα, καὶ οὕτως ἀποστατέον τῆς τοιαύτης βοηθείας, ἄποπτον αὐτοῖς θερμὸν διδόντας καὶ τοὺς τῆς ἀνέσεως περιμένοντας χρόνους εἰς τὴν τῶν λοιπῶν προσαγωγήν. εἰ δὲ τῆς τρίψεως ἐπὶ χρονίων καὶ διαλειπόντων τῶν πυρετῶν παραληφθείσης, συμβαίη συνεχῆ καὶ σφοδρὸν πυρετὸν ἐπακολουθῆσαι, οὐ δεῖ ταράττεσθαι, ὡς τοῦ πράγματος ἐπὶ κακῷ γεγονότος· ταχὺ γὰρ τὸ ἐντεῦθεν ἀποκαθίσταται. χρηστέον δʼ ἀνασκευῆς χάριν πυρετῶν τρίψει καὶ ἐφʼ ὧν μαλακοὶ πυρετοὶ καὶ χλιώδεις ἤτοι ἐξ ἀρχῆς συστάντες παρέμειναν ὁμοειδῶς ἢ ἀπὸ σφοδρῶν καὶ χαλεπῶν πυρετῶν παρακμάσαντες εἰς τοιαῦτα μεγέθη περιῆλθον. ἐπειδὰν δʼ ἤτοι τοὺς μὴ δεομένους τρίψεως ἐπιτηδείους κρίνωμεν ἢ μὴ ἀσφαλῶς καταλάβωμεν τοὺς καιρούς, οὐ μὴν ἀλλὰ καὶ παρὰ τὴν ἰδιοσυγκρισίαν τοῦ νοσοῦντος ....... διόπερ ἀναγκαῖον τὰς ἐκ τούτων ἐπιθεωρεῖν βλάβας· ὅταν γὰρ οἱ γενόμενοι ἀπὸ τῆς τρίψεως πυρετοὶ σφοδροὶ μένωσιν ἀκλινεῖς τε εἶεν, εἰδέναι δεῖ μὴ ἐπʼ ἀγαθῷ προσηγμένον τὸ βοήθημα· ὁμοίως, εἴπερ νωθεῖς καὶ ὑπνωδέστεροι παρʼ ὅλην γίνοιντο τὴν θερμασίαν κοπῶδές τε τὸ σῶμα καὶ τὴν ἀναπνοὴν ταχυτέραν καὶ τοὺς σφυγμοὺς μικροὺς καὶ ἀμυδροὺς ἔτι τε πυκνοὺς ἔχοιεν, ἐπὶ κακῷ προσηγμένην κριτέον τὴν τρῖψιν· γένοιτο δʼ ἂν καὶ τρόμος καὶ σπασμὸς ἐξ ἀκαίρου καὶ πολλῆς τρίψεως· ὁμοίως, κἂν ἄλγημά τι γένηται ἢ φλεγμονή, περιοιδούσης τῆς καθʼ ὅλον τὸν ὄγκον σαρκός. τούτοις δὴ τοῖς συμπτώμασιν ἀκριβῶς παρακολουθοῦντας ἐξ ἑτοίμου δεῖ πορίζεσθαι τὰς θεραπείας.

Ἐκ τῶν Ἀντύλλου, περὶ περιπάτου, ἐκ τοῦ δ λόγου τοῦ Περὶ ποιουμένων βοηθημάτων.

Δύο εἴδη θετέον τοῦ περιπάτου, τὸ μὲν ἐν βοηθήματος μοίρᾳ παραλαμβανόμενον, τὸ δʼ εἰς ἀποθεραπείαν τοῦ σώματος. ὡς βοήθημα μὲν οὖν ἐγκρίνομεν περίπατον ἐπὶ τῶν περὶ τὴν κεφαλὴν συμβαινόντων παθῶν καὶ τῶν περὶ τοὺς ὀφθαλμοὺς καὶ τὸν γαργαρεῶνα καὶ ἐπὶ τῶν κατὰ τὸν θώρακα πλὴν αἵματος πτύσεως· χρήσιμος δʼ ἐν τοῖς μάλιστα καὶ στομάχῳ πλαδῶντι καὶ ὀδυνωμένῳ καὶ ἀποξύνοντι καὶ διαφθείροντι τὰς τροφὰς καὶ γυναιξὶν ἐπεχομέναις κάθαρσιν· ἐπιτήδειος καὶ γαστρὸς ἰσχομένης, καὶ σιτίων μετεώρων ὄντων, καὶ οὔρου ἰσχομένου. ὀνίνησι καὶ τοὺς ἰσχιαδικοὺς οὐ μετρίως, καὶ καθόλου ἐφʼ ὧν δεῖ ἢ ἄνωθέν τι μεταρρυῆναι εἰς τὰ κάτω χωρία ἢ κάτω μὲν τὴν ῥοπὴν ἔχοντα, δεόμενα δʼ ἐκκρίσεως. ἀποθεραπευτικῷ δὲ χρώμεθα περιπάτῳ μετὰ στιβαρώτερα γυμνάσια καὶ μετὰ καθάρσεις τὰς ἀπὸ φαρμάκων μεθʼ ὑπάλειψίν τε ὀφθαλμῶν καὶ μετʼ ἔμετον πολύν· καὶ ἁπλῶς περίπατος δύναται ὁ ἀποθεραπευτικὸς ἀνεῖναι μὲν ψυχὴν καὶ μεταστεῖλαι πνεῦμα καὶ εἰς τάξιν ἀγαγεῖν λῦσαί τε τὰ συντεταμένα καθᾶραί τε τὸν θώρακα καὶ εὔπνουν παρασκευάσαι ἐπιρρῶσαί τε τὰ αἰσθητήρια καὶ ῥῶσαι τὴν γαστέρα, τὸ δὲ μέγιστον, πᾶσαν κοπώδη διάθεσιν ἐνοχλοῦσαν διαλῦσαι. δεῖ δὲ τὸν μὲν ἕνεκα βοηθείας παραλαμβανόμενον πλῆθός τε εἶναι πολὺν καὶ σύντονον μετά τε ἀπερείσεως τῶν σκελῶν καὶ τῆς ἐπὶ τῶν πτερνῶν βάσεως ἤπερ ἐπὶ τῶν στηθῶν τῶν ποδῶν γίνεσθαι μετʼ ἐντάσεως ἰγνυῶν, καὶ κατὰ μὲν τὰς ἀρχὰς ἠρεμαῖον, αὖθις δὲ συντονώτερον, ἔπειτα πάλιν ἀνειμένον· πλῆθος δὲ τὸ πρὸς δύναμιν ἐκλογιζέσθω· τὸν δʼ ἀποθεραπευτικὸν ὀλίγον τε καὶ προσηνῶς ἀνέντατον ἠρεμαῖόν τε μετὰ διαχύσεως τῆς ψυχῆς καὶ τοῦ σώματος. οἱ μὲν οὖν ἠρεμαῖοι χρήσιμοι τοῖς ἀσθενεστέροις, ἔτι δὲ τοῖς μετὰ τροφὴν χρωμένοις τῷ περιπάτῳ καὶ τοῖς ἄρτι ἐκ τῶν ὕπνων ἀναστᾶσι καὶ τοῖς πρὸ γυμνασίων μειζόνων χρωμένοις εἰς προπαρασκευὴν αὐτῷ καὶ τοῖς διʼ ὀδύνην ἡντινοῦν· οἱ δʼ εὔτονοι τοῖς ἰσχυροτέροις καὶ τοῖς κατεψυγμένοις καὶ τοῖς δυσκίνητον καὶ νωθρὸν μετὰ δυνάμεως ἔχουσι τὸ πνεῦμα καὶ τοῖς ἀργότερον τὸν ὄγκον τοῦ σώματος κεκτημένοις καὶ τοῖς ἀναλαμβάνουσι σάρκα περιβεβλημένοις ἀναληθῆ. οἱ δὲ μετὰ συνεντάσεως τῶν σκελῶν ἢ μετὰ τοῦ τὰς πτέρνας ἀπερείδειν καταλληλότατοι κεφαλῇ πεπονθυίᾳ πεῖσιν ἣν δή τινα καὶ θώρακι ὑγροτέρῳ καὶ ὑστέρᾳ ἀνεσπασμένῃ καὶ καθάρσει ἐπεχομένῃ καὶ ἀτροφίᾳ τῶν κάτω μερῶν, καὶ ὅλως οἷς ὕλη τὴν ῥοπὴν ἄνω ποιεῖται. οἱ δʼ ἀσύντατοι τοῖς ἀτρεμαίοις ὅμοιοι τυγχάνοντες εἰς τὰ αὐτὰ χρήσιμοι. οἱ δʼ ἐπʼ ἄκρων γινόμενοι τῶν δακτύλων ἰδίως ὀφθαλμιῶσι τετήρηνται χρησιμεύοντες καὶ γαστρὶ ἐπεχομένῃ· οἱ δʼ ἀνάντεις θώρακι βραχυπνοοῦντι καὶ πρὸ τροφῆς, καὶ ὅταν ἀντὶ μειζόνων τινῶν γυμνασίων περίπατος παραλαμβάνηται. οἱ δὲ κατάντεις σκέλεσι μὲν κάματον ἐμποιοῦσι, τὴν δʼ ὕλην μᾶλλον τῶν ἄλλων περιπάτων καταβιβάζουσιν, ἀπὸ τῆς κεφαλῆς κάτω συγκατάγοντες. οἱ δʼ ἀνώμαλοι χρήσιμοι τοῖς καὶ ταχέως ἀπαυδῶσι πρὸς περίπατον. οἱ δʼ ἐν πεδίῳ κοπωδέστεροι μὲν τούτων, καταστῆσαι δὲ καὶ πνεῦμα καὶ σῶμα τούτων ἱκανώτεροι. οἱ δʼ ἐν ἀποκρότῳ κεφαλῆς συμπληρωτικοί. οἱ δʼ ἐν ψάμμῳ, καὶ μάλιστα βαθείᾳ, γυμνάσιον μὲν ἕν τι τῶν ἐμβριθεστάτων εἰσί, τονῶσαι δὲ πᾶν μέρος τοῦ σώματος ἱκανώτατοι καὶ μεταγαγεῖν ὕλην ἐκ τῶν ἄνω μερῶν δυνατώτατοι. οἱ δʼ ἐν μαλακῇ γῇ ἐγγίζουσί πως τοῖς ἐν ψάμμῳ. οἱ δʼ ἐν λειμῶνι προσηνέστατοι καὶ ἀπληκτότατοι καὶ ἀσυγκινητότατοι· συμπληρωτικοὶ δʼ εἰσὶ κεφαλῆς διά τε τὴν εὐωδίαν καὶ τὴν ἐν αὐτοῖς ὑγρότητα. οἱ δʼ ἐν ταῖς ὁδοῖς τῶν ἐν περιπάτοις ἀκοπώτεροι. οἱ δʼ ἐξελιγμοὺς ἔχοντες βλαβεροὶ τοῖς περὶ τὴν κεφαλήν. οἱ δʼ ἐπιμήκεις τοῖς ἐν ταῖς ὁδοῖς εἰσι παραπλήσιοι. οἱ δʼ ὑπερῷοι πάντων περιπάτων προκριτέοι· τῆς γὰρ ἐκ τῆς γῆς ἀναθυμιάσεώς εἰσιν ἀπηλλαγμένοι ἀέρα τε καθαρώτερον ἔχουσιν· καὶ τούτων ἐπιτηδειότεροι οἱ ἐπὶ σανίδων κατεστρωμένων γινόμενοι· ὑπείκουσαι γὰρ τήν τε κεφαλὴν κουφίζουσι καὶ τὴν ὕλην κατασπῶσιν. ὀλιγότης δὲ περιπάτου ὀνίνησι τοὺς κεκμηκότας, τοὺς ἀπὸ γυμνασίων μὴ λουμένους, τοὺς ἐπὶ τροφῇ δεομένους περιπάτου, τοὺς βαρύτητος ἀντιλαμβανομένους περὶ τὸ σῶμα. πολὺς δὲ περίπατος ὠφελεῖ τοὺς περὶ κεφαλὴν ἢ θώρακα διάθεσιν ἔχοντας καὶ τοὺς τὰ κάτω μέρη τοῦ σώματος ἠτροφηκότας καὶ τοὺς ἐν γυμνασίῳ στιβαρωτέρου δεομένους. καὶ οἱ μὲν παρὰ θάλασσαν ξηραντικοὶ καὶ λεπτυντικοὶ τῶν ὑλῶν. οἱ δὲ παρὰ ποταμοῖς ἢ λίμναις ὑγραντικοί· κακίους δʼ οἱ παρὰ λίμναις. οἱ δʼ ἐν μεσογείοις τῶν μὲν ἄλλων τῶν προειρημένων βελτίους εἰσίν, τῶν δὲ παρὰ θάλατταν ἀπολείπονται. οἱ δʼ ἐν δρόσῳ τοῖς παρὰ λίμναις ἀφωμοίωνται. οἱ δʼ ἐν ἀναπεπταμένοις διαφορητικώτατοι καὶ κουφιστικώτατοι περὶ πάντων εἰσίν· παραπλησίως δὲ καὶ οἱ ἐφʼ ὑψηλῶν χωρίων. οἱ δʼ ἐν κοίλοις χωρίοις καὶ φάραγξι κακοί· δύσκρατος γὰρ ὁ ἐν αὐτοῖς ἀὴρ καὶ μοχθηρός. ὁμοίως δὲ καὶ οἱ κατάστεγοι χείρους τῶν ὑπαιθρίων· συμπληρωτικοὶ γάρ, καὶ μάλιστα εἰ ταπεινὰ τὰ τῆς στέγης εἴη. καὶ οἱ μὲν ἐν νηνέμῳ διαφορητικοί τε καὶ διασκορπιστικοὶ τῶν περιττωμάτων καὶ ἀνετικοὶ καὶ ἄπληκτοι. τῶν δʼ ἐν πνεύματι οἱ μὲν ἐν βορείῳ βηχὸς γεννητικοὶ καὶ θώρακος βλαπτικοί, στόμαχον δʼ ἐκλυόμενον τονοῦσι καὶ δύναμιν διαρρέουσαν συνιστᾶσιν, εὐαισθησίας δὲ ποιητικοί· οἱ δὲ νοτιώτεροι συμπληρωτικοὶ κεφαλῆς καὶ τῶν αἰσθητηρίων ἀμβλυντικοί, κοιλίαν δὲ μαλάσσουσι καί εἰσι διαλυτικοί· οἱ δὲ περὶ ζέφυρον γινόμενοι πάντων ἄριστοι τῶν ἐν πνεύματι — τὰς μὲν γὰρ ἀηδίας τῶν βορείων οὐκ ἔχουσιν αὐτῶν μετὰ προσηνείας ὁμοῦ καὶ διαχύσεως· οἱ δʼ ἐν ἀφηλιώτῃ κακοί, πληκτικοί. οἱ δʼ ἐν ἡλίῳ διαχυτικοὶ καὶ συμπληρωτικοὶ κεφαλῆς καὶ ἀνωμαλίας ποιητικοί. οἱ δʼ ὑπὸ δένδροις βελτίους τῶν ὑπὸ στέγην — ῥιπίζεται γὰρ ὁ ἀὴρ καὶ ὑγιεινότερος γίνεται· κατά τε τὴν ποιότητα τῶν δένδρων ὠφέλειαν ἢ βλάβην τοῖς σώμασι παρέχονται. καὶ οἱ μὲν ἐν αἰθρίᾳ κουφιστικοί, διαφορητικοί, λεπτυντικοί, εὐπνοίας καὶ εὐκινησίας παρασκευαστικοί. οἱ δʼ ὑπονέφελοι συμπληρωτικοὶ μὲν κεφαλῆς καὶ βάρους ἐμποιητικοί, διαφοροῦσι δʼ ἧσσον. καὶ οἱ μὲν ἑωθινοὶ κοιλίαν μαλάσσουσι καὶ τὰς νωθρότητας ἐκ τῶν ὕπνων ἀποδιαλύουσι, πνεύματα λεπτύνουσιν. δειλινοὶ δὲ περίπατοι πρὸς ὕπνον παρασκευάζουσι καὶ τὰς ἐμπνευματώσεις σκορπίζουσιν.

Περὶ δρόμου, ἐκ τῶν Ἀντύλλου, ἐκ τοῦ αὐτοῦ λόγου.

Ὁ δρόμος σύντονος ὢν περίπατος ἐν τοῖς συντόνοις κατατάσσεται γυμνασίοις· ἐπιτήδειος δὲ καὶ κατὰ τὴν χειμερινὴν ὥραν, ὁμοίως δὲ καὶ θέρους μέσου. χρήσιμος δʼ εἰς τὸ θερμᾶναι τὸ σῶμα, ὀρέξεις ἀνακαλέσασθαι καὶ ἐπιρρῶσαι τὰς τῆς φύσεως ἐνεργείας καὶ στόμαχον τονῶσαι καὶ ῥεῦμα στῆσαι· εἰ γὰρ καὶ τὴν πρώτην δοκεῖ παροξύνειν τὰ ῥεύματα, ἀλλʼ ἐξ ὑστέρου στελεῖ τοὺς ῥευματισμούς· πληροῖ δὲ κεφαλήν. ἐπὶ δὲ νεφριτικῶν καὶ γονορροϊκῶν ὡς τετηρημένον βοήθημα δρόμον παρειλήφαμεν. ὀνίνησιν ἰσχιαδικούς, ἐπὶ μὲν τὴν ἀρχὴν τοῦ δρόμου μόγις παραγινομένους, ἐν αὐτῷ δὲ τῷ τρέχειν ὥσπερ ἐπιλανθανομένους τῆς διαθέσεως. ἐπὶ δὲ στροφουμένων καὶ μύκητας βεβρωκότων καὶ σκορπιοπλήκτων αὐτοὶ παρεφυλάξαμεν ὠφελοῦντα δρόμον. τὰς μὲν οὖν διαφορὰς τάς τε παρὰ ποιότητα καὶ ποσότητα καὶ τὰς παραπλησίους ληψόμεθα ἐκ τῶν πρόσθεν εἰρημένων ἐπὶ τῶν περιπάτων· περὶ δὲ τῶν οὐκ εἰρημένων — εἰσὶ δὲ βραχεῖαι — νῦν ῥητέον. ἔστι μὲν οὖν ὁ μὲν εἰς τοὔμπροσθεν ἐπʼ εὐθείας, ὃς αὐτὸ τοῦτο εἴληφεν ὄνομα, ὁ δέ τις εἰς τοὐπίσω, ὅντινα καὶ ἀνατροχισμὸν καλοῦσιν, ὁ δʼ ἐν κύκλῳ, καὶ τοῦτον περιτροχισμὸν καλοῦσιν. ὁ μὲν οὖν εἰς τοὔμπροσθεν τὰ ἤδη προειρημένα δύναται· ὁ δʼ εἰς τοὐπίσω ὁ ἀνατροχισμὸς κεφαλῇ καὶ ὄμμασι καὶ τένουσι καὶ στομάχῳ καὶ ὀσφύϊ χρήσιμος, οὐ ταχὺς γινόμενος — διὸ οὐδὲ συμπληροῖ τὴν κεφαλήν· ἥ τε ἀναβάδισις ἀναγκάζουσα στερεώτερον βαίνειν καὶ ἐπʼ ἄκρων τῶν ποδῶν ὑπὲρ τοῦ μὴ καταπεσεῖν καθέλκει τὴν ὕλην κάτω. περιτροχισμὸς δὲ θώρακι μὲν καὶ σκέλεσι κατάλληλός ἐστι, τοῖς δὲ περὶ κεφαλὴν ἀνάρμοστος. οἱ μὲν οὖν μετὰ τοῦ σκέπεσθαι τὸ σῶμα δρόμοι θερμαίνουσι τὴν σάρκα καὶ ἱδρῶτας κινοῦσιν· οἱ δὲ χωρὶς τοῦ σκέπεσθαι ἱδρώτων μὲν οὐ πολλῶν εἰσι γεννητικοί, κατὰ δὲ τὸ ἄδηλον ἰσχυρῶς διαφοροῦσι, καὶ σκληρύνουσι δὲ καὶ ἀναξηραίνουσι τὰ σώματα.

Περὶ αἰώρας, τοῦ αὐτοῦ, ἐκ τοῦ αὐτοῦ λόγου.

Τὰ μὲν ἄλλα γυμνάσια ἐν τῇ τοῦ σώματος κινήσει κεῖται· ἡ δʼ αἰώρα συμμιγής ἐστιν ἔκ τε κινήσεως καὶ σχέσεως, τῶν μὲν μερῶν τοῦ σώματος ἀτρεμούντων, παντὸς δʼ ὑπὸ τῆς φορᾶς κινουμένου· ἐντεῦθεν ὠφελιμώτατόν τε γυμνάσιον καὶ προσηνέστατον οὐδὲ κόπον ἐμποιοῦσα τοῖς σώμασι κινοῦσά τε αὐτὰ οὐδὲν ἧσσον τῶν μεγάλων γυμνασίων. δύναται δʼ αἰώρα πᾶσα ἐπεγείρειν τὸ ἔμφυτον θερμὸν σκορπίζειν τε πλῆθος ὕλης τονοῦν τε τὴν ἕξιν καὶ ἐπεγείρειν τὰ νεναρκωμένα τῶν ἐνεργημάτων· πρὸς δὲ καὶ νωθρότητος διαλυτικὴ καὶ ταράχου τοῦ περὶ σῶμα κατασταλτικὴ ὕπνου τε τοῖς ἠγρυπνηκόσι παρασκευαστική, καὶ ἐκ τῶν ἐναντίων ἐπιστροφῆς τε καὶ ἐγρηγόρσεως τοῖς νωθροῖς καὶ διαλελυμένοις· τὸν μὲν γὰρ ὕπνον ἐπάγει τῷ διαφορεῖν τά τε ἀπὸ τῆς κεφαλῆς καὶ τοῦ στομάχου περισσώματα, τούτων μάλιστα τῶν μερῶν ἀγρυπνίας ὄντων ποιητικῶν· τὴν δʼ ἐγρήγορσιν ἐργάζεται ἐπιστρέφουσα καὶ ἐπιρρωννύουσα τὸν τόνον. διαφοραὶ δʼ αἰώρας ἄνευ τῶν κοινῶν, ἃς εἰρήκαμεν ἐν τῷ Περὶ τοῦ περιπάτου λόγῳ, ἴδιοι αἵδε, ἥ τε ἐπὶ κλίνης — διπλῆ δʼ αὕτη, ἢ κρεμαμένης τῆς κλίνης ἢ ὑπόβαθρα ἐχούσης κατὰ τοὺς διαγωνίους πόδας —, ἡ ἐν φορείῳ — διπλῆ δὲ καὶ ἥδε, ἤτοι καθεζομένων τῶν αἰωρουμένων ἢ κατακειμένων —, ἡ ἐπὶ ζεύγους, ἡ ἐπὶ νηός, καὶ τῆς ἐπὶ νηὸς δʼ ἡ μέν τις οὐριοδρομούσης, ἡ δʼ ἐρεσσομένης. θετέον δʼ ἐν αἰώρας μέρει καὶ ἱππασίαν, εἰ καί τινες περὶ αὐτὴν ἰδίᾳ διαλέγονται. τῇ μὲν οὖν ἐπὶ κλίνης αἰώρᾳ χρηστέον ἐπί τε πυρεσσόντων ἢ τῶν ἀρρωστίαν χρονίαν ἀρρωστούντων ἐπί τε ἐλλεβοριζομένων, ἔν τε ἀναλήψει χρήσιμος ἐπὶ τῶν ἀτονούντων ἔτι καὶ τοῖς ἀγρυπνοῦσι, τοῖς ὀκνηρῶς διακειμένοις, τοῖς ἐπιτεταμένοις κυνωδῶς τὰς ὀρέξεις, παύουσα τὴν ἐπίτασιν, τοῖς βραδέως διοικοῦσι τὰς τροφάς, τοῖς πρὸς τἄλλα γυμνάσια ἀδυνάτως ἔχουσιν· κατὰ τὸ ἀνάλογον δὲ καὶ τοῖς χρονίως ἀρρωστοῦσιν ὠφέλιμος. ἀλλὰ τὸ μὲν ἕτερον εἶδος τὸ διὰ τοῦ κρεμαστοῦ κλινιδίου καὶ πρὸ τροφῆς καὶ ἐπὶ τροφῇ χρήσιμον· τὸ δʼ ἕτερον ἄχρηστον μὲν ἐπὶ τροφῇ. ὁ δὲ τρόπος τῆς χρήσεως αὐτῶν ἐν τῷ Περὶ ἐλλεβόρου δεδήλωται. ἐν φορείῳ δὲ κατακειμένους αἰωροῦμεν πυρέσσοντας, τούτων δὲ ληθαργικούς τε μᾶλλον καὶ κατεχομένους τούς τε ἁπλῷ καὶ ἐμμόνῳ καὶ χρονίῳ πυρετῷ κατεχομένους. δεῖ δέ, εἰ τὰ τῆς δυνάμεως ὑπείη, ἐπὶ πλεῖον κεχρῆσθαι τῇ αἰώρᾳ· ἡ γὰρ ἐπʼ ἔλαττον ἀνακινοῦσα τὰ σώματα ἐνίοτε παροξύνει τοὺς πυρετούς. ἐπὶ μὲν οὖν πυρεσσόντων τοὺς εἰς ἄνεσιν εἰλικρινῆ παραγινομένους ἢ μακράν γε τὴν ἄνεσιν ἔχοντας ἢ ἐν πυρετοῖς μακροῖς, κἂν μὴ μεγάλα ᾖ τὰ διαλείμματα, τῶν δʼ ἀπυρέτων τοὺς . ..... καθεδρίῳ σχήματι αἰωρητέον. ἀσκέπαστον μᾶλλον ἤπερ ἐσκεπασμένον ἔστω τὸ φορεῖον. τοὺς δὲ καιροὺς τῆς αἰώρας καὶ τοὺς τόπους, ἐν οἷς αἰωρητέον, καὶ τρόπους, καθʼ οὓς παραληπτέον, εὑρήσομεν ἐκ τῶν εἰρημένων ἐν τοῖς Περὶ περιπάτου λόγοις. ἡ δʼ ἐπὶ ζεύγους αἰώρα μοχλευτικὸν ἔχει τι καὶ κινητικὸν τῶν ἐμμόνων νοσημάτων. τῆς δʼ ἐπὶ νηὸς αἰώρας ἡ μὲν διʼ ἐρεσίας ὡς τὰ πολλὰ βραχεῖά τε καὶ παρὰ τὴν γῆν γίνεται καὶ ἐν ἀκύμονι τῇ θαλάσσῃ· κλόνον οὖν οὐ πολὺν ἔχει οὐδʼ αἰκισμὸν, ὥστε σχεδόν τι τούτοις ἁρμόδιός ἐστιν, οἷς καὶ ἡ διὰ τοῦ ὀχήματος, πλήν γε δὴ τοῦτο ἔχει περιττότερον, ὅτι ἐν καθαρῷ τε ἀέρι γίνεται καὶ ἀναθυμιάσεις ὑγρὰς οὐκ ἔχοντι, ἀλλὰ ξηράς τε καὶ δριμείας· διὸ προκριτέα. ἡ δὲ διαπόντιος αἰώρα, πνεύματι φερομένης νηός, ποικιλωτάτη τε καὶ ἐκ τῶν ἐναντιωτάτων συνεστῶσα· κίνησίν τε γὰρ ὀξυτάτην καὶ σφοδροτάτην καὶ ἀδιάπαυστον κατὰ τὴν τῆς νηὸς φορὰν ἔχει συμμιγής τέ ἐστιν ἔκ τε ῥᾳθυμίας καὶ φόβου· μεταβολὰς γὰρ ῥᾴστας καὶ ταχίστας ἔχει· αἱ δὲ τοιαῦται μεταβολαὶ πᾶσαν χρονίαν διάθεσιν νόσων ἀνασκευάζουσιν. ὁ δὲ γινόμενος σάλος ἐν τῷ πλῷ δύναμιν ἔχει παραπλησίαν ἐλλεβόρῳ κούφῳ λευκῷ.

Περὶ ἱππηλασίας, τοῦ αὐτοῦ, ἐκ τοῦ αὐτοῦ λόγου.

Τῆς δʼ ἱππασίας ὀλίγη χρῆσίς ἐστιν ἐπὶ νοσούντων· εἰ μὲν γὰρ ἠρέμα ὁ ἵππος ἐλαύνοιτο, οὐδὲν ἂν πλέον παρέχοι πλὴν κόπου, καὶ μάλιστα βουβώνων· εἰ δὲ σφοδρῶς ἐλαύνοιτο, κλονεῖ μὲν πᾶν τὸ σῶμα ἐπιπόνως, ὅμως δʼ ἔχει τι χρήσιμον· τονοῖ γὰρ ὑπὲρ πάντα τἄλλα γυμνάσια τὸ σῶμα, καὶ μάλιστα τὸν στόμαχον, καθαίρει τε τὰ αἰσθητήρια καὶ ὀξύτερα ἐργάζεται· θώρακι δὲ κάκιστον γυμνάσιον.

Περὶ τῆς ἐν πυρετοῖς ἁρμοζούσης αἰώρας, ἐκ τῶν Ἡροδότου, ἐκ τοῦ Περὶ ποιουμένων βοηθημάτων λόγου.

Μέτρον δʼ αἰώρας ἔστω ἐπὶ μὲν πυρετῶν, τῆς διὰ φορείου ἢ καθέδρας γινομένης αἰώρας, τὸ πρῶτον μήτε ἔλαττον σταδίων πέντε μήτε πλεῖον τοῦ διπλασίου, τηρουμένου τοῦ αὐτοῦ μέτρου καὶ τῇ δευτέρᾳ τῶν ἡμερῶν· ἀπὸ δὲ τῆς τρίτης προστιθέσθω πέντε στάδια καθʼ ἑκάστην ἡμέραν ἄχρι τῶν τριάκοντα σταδίων. οἱ δὲ μακροτέρας αἰώρας δεόμενοι τῆς διὰ χειραμάξης χρῄζουσιν, οὓς ἀπὸ τριάκοντα σταδίων ἀρξάμενοι κινεῖν ἐπὶ τὰ διπλασίονα προάξομεν. τοὺς δʼ ἀγρύπνους ἐν πυρετοῖς μέχρι τῶν ὕπνων αἰωρεῖν δεῖ καὶ τοὺς ἐν ὀδύνῃ τυγχάνοντας ἢ ἐν ἄλλῳ τινὶ τοιούτῳ συμπτώματι μέχρι τῆς ὑπεξαιρέσεως τοῦ διοχλοῦντος. τῆς δὲ διὰ τοῦ κρεμαστοῦ κλινιδίου αἰώρας μέτρον ἀριθμῷ μὲν οὐκ εὐόριστον· συλλογιστέον δὲ χρόνον τὸν ἐν ᾧ τις φορείῳ φερόμενος ἀνύσαι σταδίων τεσσαράκοντα μῆκος. τοὺς δʼ ἐν ζευκτοῖς αἰωρουμένους ἀπὸ σταδίων ἀρχομένους τριάκοντα ἢ τεσσαράκοντα προβιβάζειν δεῖ μέχρι τῶν διπλῶν. πλείονος δὲ προσδέονται μέτρου οἱ ταῖς ἱππασίαις εἰωθότες χρῆσθαι, ὅπερ δοκιμαστέον κατά τε τὰς φύσεις αὐτῶν καὶ τὰς συνηθείας. τοῖς δὲ διὰ πλοίων αἰωρουμένοις ἀφʼ ἑξήκοντα σταδίων ἀρχομένους καταλήγειν ἐπὶ τὰ διπλάσια δεῖ.

Περὶ κρικηλασίας, ἐκ τῶν Ἀντύλλου, ἐκ τοῦ δ λόγου Τῶν ποιουμένων βοηθημάτων.

Ἡ κρικηλασία δύναται μαλάξαι τὰ συντεταμένα τῶν σωμάτων καὶ εὐκαμπῆ παρασκευάσαι τὰ κατεσκληκότα διὰ τοὺς ἐξελιγμοὺς καὶ τὴν ποικιλίαν τῶν τοῦ σώματος σχημάτων νεῦρά τε ἐπιρρῶσαι καὶ χαλάσαι ἠτονηκότα καὶ θερμασίαν ἐγεῖραι καὶ διάνοιαν ἐπτοημένην τε καὶ μελαγχολῶσαν καταστεῖλαι. ἐλάσσονα δʼ ἐχέτω ὁ κρίκος τὴν διάμετρον τοῦ μήκους τοῦ ἀνθρώπου, ὥστε τὸ ὕψος αὐτοῦ μέχρι τῶν μαστῶν ἐξικνεῖσθαι. ἐλαυνέσθω δὲ μὴ κατὰ μῆκος, ἀλλὰ καὶ πεπλανημένως. ἔστω δʼ ὁ ἐλατὴρ σιδηροῦς ξύλινον ἔχων τὴν λαβήν. τοὺς μέντοι λεπτοὺς κρίκους τοὺς περικειμένους τῷ τροχῷ ᾠήθησάν τινες εἶναι περιττούς· τὸ δʼ οὐχ οὕτως ἔχει, ἀλλʼ ὁ ψόφος ὁ γινόμενος ἐξ αὐτῶν διάχυσιν ἐργάζεται καὶ ἡδονὴν τῇ ψυχῇ. δεῖ δὲ κατὰ μὲν τὰς ἀρχὰς ὀρθοὺς ἐλαύνειν τοὺς κρίκους, μετὰ δὲ τὸ ἀναθερμανθῆναι τὸ σῶμα καὶ νοτερὸν γενέσθαι, τότε διεκπηδᾶν τε καὶ διατρέχειν, ἐπὶ τέλει δὲ πάλιν ὀρθοὺς ἐπελαύνειν εἰς τὸ καταστεῖλαι τὴν σύστασιν τὴν ἀπὸ τοῦ γυμνασίου. καιρὸς δʼ ὁ πρὸ τροφῆς ἢ πρὸ λουτροῦ, καθάπερ καὶ ἐπὶ τῶν ἄλλων τῶν μεγάλων γυμνασίων.

Περὶ νήξεως, τοῦ αὐτοῦ, ἐκ τοῦ αὐτοῦ λόγου.

Ὀλίγοις μὲν τῶν χρονίων παθῶν ἡ νῆξις ἁρμόδιος καὶ ὀλιγάκις· παραλαμβάνεται δὲ θέρους μόνον καὶ δύναται ἰσχναίνειν, διαφορεῖν, τονοῦν, θερμαίνειν, λεπτύνειν, δυσπάθειαν παρασκευάζειν. ἡ μὲν οὖν ἐν θαλάττῃ ὑδεριώδεσι, ψωρώδεσι, τοῖς ὑπʼ ἐξανθημάτων ἐνοχλουμένοις, ἔτι δὲ τοῖς ἐλεφαντιῶσι καὶ τοῖς ῥεῦμά τι κατὰ σκέλος ἢ μέρη τινὰ τοῦ σώματος ἐσχηκόσι κατάλληλος καὶ ἀτρόφοις καὶ τοῖς ἐκ νόσου παρῳδηκόσιν· κεφαλῇ δʼ ἀσύμφορος οὐχ ἡ ἐν θαλάττῃ μόνον, ἀλλὰ καὶ ἡ πανταχοῦ. ἡ δʼ ἐν τοῖς γλυκέσιν ὕδασιν ἀσθενῶς καὶ ἀτόνως δύναται τὰ προειρημένα· διὸ καὶ παραιτητέα ὡς τὸ πολύ· καὶ γὰρ κακοῖ τὸ νευρῶδες διὰ τὴν ψῦξιν καὶ τὴν ὑγρότητα τοῖς ἐγχρονίσασιν. ἡ δʼ ἐν τοῖς θερμοῖς τοῖς αὐτοφυέσι νῆξις ἀνάρμοστος, συμπληρωτικὴ τυγχάνουσα· ἔτι δὲ μᾶλλον παραιτητέος κόλυμβος ἐξ ὕδατος τεθερμασμένου. ἀλλʼ εἴτε θαλάττῃ, εἴτε καὶ ἄλλῳ τις ὕδατι ἐννήχοιτο, δεῖ προαλειψάμενον μετρίως καὶ τρίψει προθερμάναντα τὸ σῶμα ἐξαπίνης ἐμπίπτειν τῷ ὕδατι.

Περὶ πάλης.

Ἡ μὲν σύντονος πάλη πνεύματος εὐτονίαν καὶ ἰσχὺν ἐργάζεται καὶ τὸ σῶμα στερεὸν καὶ μυῶδες νεῦρά τε κρατύνει καὶ τὰ αἰσθητήρια παροξύνει καὶ τὰς φυσικὰς ἐνεργείας ἐπιρρώννυσιν· σάρκα δὲ πυκνὴν μὲν καὶ ναστήν, ὀλίγην δὲ παντάπασι περιβάλλει· πιμελῆς δὲ καὶ οἰδημάτων καὶ ὄγκων ὑδέρων τε πάντων καταλυτική, θώρακι δʼ ἀνάρμοστος. ἡ δὲ πραεῖα ἀντιστρόφως σαρκὸς πολλῆς κατασκευαστική· διὸ τοῖς ἀρχομένοις ἀναλαμβάνειν χρησιμωτέρα τῆς ἑτέρας. ἔτι ἡ μὲν ὄρθιος πάλη ὠφέλιμος κεφαλῇ καὶ θώρακι καὶ τονοῖ τὰ νεῦρα. ἡ δʼ ἐπὶ τοῦ ἐδάφους ὀνίνησιν ὀσφὺν καὶ γόνατα καὶ ὑποχόνδριον καὶ ἔντερα κεκακωμένα, κεφαλῇ δʼ ἀνοικειοτέρα.

Περὶ σκιομαχίας, τοῦ αὐτοῦ, ἐκ τοῦ αὐτοῦ λόγου.

Σκιομαχία δὲ χρήσιμος εἰς τὸ κοπώδη τε διάθεσιν παῦσαι καὶ ὤμους τονῶσαι καὶ νεύρων ἀκράτειαν καὶ τρόμον καταστῆσαι. ἔστι δὲ καὶ ὕλης ὑποβιβαστικὴ καὶ μάλιστα τοῖς μιμουμένοις τοὺς πύκτας ἐπʼ ἄκρων τῶν ποδῶν· χρήσιμος δὲ καὶ νεφροῖς καὶ κώλῳ, καὶ μὲν δὴ καὶ τοῖς περὶ θώρακα συμβαίνουσιν. δεῖ δὲ μὴ μόνον ταῖς χερσὶ σκιομαχεῖν, ἀλλὰ καὶ τοῖς σκέλεσι, ποτὲ μὲν ὥσπερ ἁλλομένους, ποτὲ δʼ ὥσπερ λακτίζοντας.

Περὶ χειρονομίας, ἐκ τοῦ αὐτοῦ λόγου.

Ὀρχήσεως καὶ σκιομαχίας μεταξὺ χειρονομία ἐστίν· μᾶλλον μὴν ἔχεται σκιομαχίας. χρήσιμος δʼ ἐπὶ τῶν αὐτῶν ἐφʼ ὧν καὶ σκιομαχία· προκριτέα δʼ ἐπὶ παίδων καὶ γυναικῶν καὶ γερόντων καὶ τῶν σφόδρα ἰσχνῶν καὶ ἀρρώστων τὸ σῶμα· πρόσφορον γὰρ τούτοις καὶ οἰκεῖον γυμνάσιόν ἐστιν.

Περὶ ἀφαλμοῦ καὶ ἐξαλμοῦ, ἐκ τοῦ αὐτοῦ λόγου.

Διαφέρει τὸ ἀφάλλεσθαι τοῦ ἐξάλλεσθαι· ἡ μὲν γὰρ ἄφαλσις δρόμῳ προσέοικεν, ἐν τῷ αὐτῷ τόπῳ μένοντος τοῦ σώματος μετὰ τοῦ κάμπτειν τὰς ἰγνύας· ὁ δʼ ἐξαλμὸς κομιδὴ σκελῶν ἐστι συνεχής. παράκειται δὲ τούτοις τὸ πρὸς πυγὴν ἅλλεσθαι, ᾧ καὶ αἱ Λάκαιναι γυναῖκες τὸ πρόσθεν ἐχρῶντο· τοῦτο δʼ ἐστὶν ἄφαλσις, καμπτομένων τῶν σκελῶν, ὥστε τὰς πτέρνας τῶν πυγῶν προσάπτεσθαι, ποτὲ μὲν ἐναλλὰξ τῶν σκελῶν ἀναλακτιζόντων, ποτὲ δʼ ἀμφοτέρων ἅμα. ἄφαλσις μὲν τοῖς περὶ κεφαλὴν χρονίοις νοσήμασι χρησίμη καὶ θώρακι καὶ ὕλῃ ῥοπὴν ἐχούσῃ πρὸς τὰ ἄνω μέρη καὶ σκέλεσιν ἀτόνοις καὶ ἀτρόφοις καὶ ἀσάρκοις καὶ ναρκώδεσι καὶ τρομώδεσιν. ἐξαλμὸς δʼ ἀφάλσεως ὕλην μὲν ὑποβιβάζει μᾶλλον, σείων δὲ τὸν θώρακα καὶ τοῖς περὶ αὐτὸν πάθεσιν ἀνάρμοστος· εὐκίνητον δὲ καὶ ἑτοῖμον πρὸς τὰς πράξεις ἱκανῶς παρασκευάζει τὸ σῶμα. ἡ δὲ πρὸς πυγὴν ἅλσις κεφαλὴν καθαίρει καὶ ξηραίνει, προκαλεῖται δὲ καὶ ἔμμηνα γυναιξὶ καὶ ἔμβρυα ἀσύστατα ἐκβάλλει, καθάπερ καὶ Ἱπποκράτης ἐν τῷ Περὶ παιδίου φύσεως ἀνέγραψεν. ἐκβάλλει δὲ καὶ δεύτερα κατεχόμενα, καὶ ὑστέρας ἀναδρομῆς κατασπαστικὸν καὶ αἱμορροΐδος προκλητικόν.

Περὶ σφαίρας, ἐκ τοῦ αὐτοῦ λόγου.

Τὸ ἀπὸ τῆς σφαίρας γυμνάσιον εὐκινητοτέρους τοὺς χρωμένους ἀπεργάζεται καὶ τὰς ζωτικὰς ἐνεργείας ῥώννυσιν. διαφοραὶ δʼ αὐτοῦ παρὰ τὰς διαφορὰς τῆς σφαίρας· ἡ μὲν γάρ ἐστι μικρά, ἡ δὲ μεγάλη, ἡ δὲ μέση, ἡ δʼ εὐμεγέθης, ἡ δὲ κενή. τῆς δὲ μικρᾶς ἐν μεγέθει εἴδη τρία· καθʼ ἕκαστον δὲ τῶν εἰδῶν ἓν γυμνάσιον. ἡ μὲν γάρ ἐστι σφόδρα μικρά· γυμνάζονται δʼ αὐτῇ, συνερείσαντες μάλιστα τὰ σώματα τῶν συσφαιριστῶν τάς τε χεῖρας ταῖς χερσὶ συσφαιριζούσας ἐγγυτάτω καταστήσαντες· καὶ ἔστι τὸ ἀπʼ αὐτῆς γυμνάσιον σκέλεσι μὲν ἐπιτηδειότατον, ἅτε μετʼ ἐντάσεως γινόμενον τῶν σκελῶν, χρήσιμον δὲ καὶ μεταφρένῳ καὶ πλευραῖς τεθηλυσμέναις καὶ αὐτοῖς βραχίοσιν· ἔστι δὲ καὶ σαρκὸς στερεωτικόν. ἄλλο δὲ σφαιρίον, ὀλίγῳ τοῦδε μεῖζον, ᾧ χρῶνται τοὺς μὲν πήχεις τοῖς πήχεσι τῶν γυμναζομένων ἐπιβάλλοντες, οὔτε τοῖς σώμασιν ἐγχριμπτόμενοι τοῖς ἀλλήλων οὔτε προσνεύοντες, ποικίλως δὲ καὶ κινούμενοι καὶ μεταβαίνοντες διὰ τοὺς μετασφαιρισμούς. καὶ ἔστι κάλλιστον τῶν ἀπὸ σφαίρας τόδε τὸ γυμνάσιον, ὅτι καὶ τὸ σῶμα ὑγιὲς καὶ εὐκίνητον μετὰ ῥώμης παρέχεται καὶ τὴν ὄψιν τονοῖ καὶ οὐδὲ κεφαλὴν συμπληροῖ. τρίτον δὲ σφαιρίον μεῖζον τοῦδε, ᾧ σφαιρίζουσιν ἐξ ἀποστήματος διεστῶτες. τούτου δὲ τὸ μὲν στάδιόν ἐστι, τὸ δὲ δρομικόν. οἱ μὲν γὰρ ἑστῶτες ἀφιᾶσι τὴν σφαῖραν μετὰ σφοδρότητος καὶ συνεχείας καὶ ὀνίνανται βραχίονάς τε καὶ ὄμματα· τὸ δὲ δρομικὸν βραχίονας μὲν καὶ ὄψιν ὁμοίως ὀνίνησι τῷ προειρημένῳ, ὠφελεῖ δὲ καὶ σκέλη διὰ τὸν δρόμον καὶ ῥάχιν διὰ τὰς γινομένας ἐν τῷ δρόμῳ καμπάς. ταῦτα μὲν περὶ τῆς μικρᾶς σφαίρας· τὸ δʼ ἀπὸ τῆς μεγάλης σφαίρας γυμνάσιον οὐ μόνον διαφέρει διὰ τὸ μέγεθος αὐτῆς τῶν προειρημένων, ἀλλὰ καὶ παρὰ τὸ σχῆμα τῶν χειρῶν. ἐν μὲν γὰρ ἐκείνοις πᾶσιν αἰεὶ τῶν ὤμων ἐν ταπεινοτέρῳ σχήματί εἰσιν αἱ χεῖρες ἄκραι, ἐν δὲ τούτῳ τῆς κεφαλῆς ὑψηλότεραι· διὰ τοῦτο καὶ ἡ λαγὼν ἀνακλίνεται κατὰ τοῦτο τὸ γυμνάσιον. ἐνίοτε καὶ ἐπʼ ἄκρων βαίνουσι τῶν ποδῶν ὑψῶσαι τὴν χεῖρα πειρώμενοι· ἄλλοτε δὲ καὶ ἐξάλλονται, τῆς σφαίρας ὑπερπετοῦς φερομένης. τονωτικὸν δʼ ἐστὶ παντὸς τοῦ σώματος καὶ κεφαλῇ χρήσιμον, ὑποβιβάζον τὴν ὕλην. ἡ δʼ ὑπερμεγέθης σφαῖρα τοὺς μὲν βραχίονας ἐν τῷ βάλλεσθαι τονοῖ· βάλλεται δὲ διὰ τὸ μέγεθος ἀμφοτέραις ταῖς χερσίν· πληγὰς δʼ ἀτεράμνους ἔχουσα οὐ μόνον τοῖς νοσοῦσιν ἢ τοῖς ἐκ νόσου ἀναλαμβάνουσιν ἄρχηστος, ἀλλʼ ὁμοῦ τι καὶ τοῖς ὑγιαίνουσιν. ἡ δὲ κενὴ σφαῖρα, ἥτις καὶ θύλακος προσαγορεύεται, γυμνάζει μὲν παραπλησίως τῷ δρομικῷ, οὐ πάνυ δʼ εὔκολον οὐδʼ εὔσχημον· διὸ παραιτήσεως ἄξιον.

Περὶ κωρύκου, ἐκ τοῦ αὐτοῦ λόγου.

Κώρυκος ἐπὶ μὲν τῶν ἀσθενεστέρων ἐμπίπλαται κεγχραμίδων ἢ ἀλεύρων, ἐπὶ δὲ τῶν ἰσχυροτέρων ψάμμου. τὸ δὲ μέγεθος αὐτοῦ πρός τε δύναμιν καὶ ἡλικίαν συναρμοζέσθω. κρεμάννυται δʼ ἐν τοῖς γυμνασίοις ἄνωθεν ἐξ ὀροφῆς, ἀπέχων τῆς γῆς τοσοῦτον, ὥστε τὸν πυθμένα κατὰ τὸν ὀμφαλὸν εἶναι τοῦ γυμναζομένου. τοῦτον διχείρως ἔχοντες ἀμφοτέραις αἰωροῦσιν οἱ γυμναζόμενοι, τὴν μὲν πρώτην ἡσύχως, ἔπειτα σφοδρότερον, ὥστε καὶ ἐπεμβαίνειν ἀποχωροῦντι αὐτῷ καὶ πάλιν προσιόντος ὑπείκειν ἐξωθουμένους ὑπὸ τῆς βίας· τὸ δὲ τελευταῖον ἀφιᾶσιν αὐτὸν ἔξω τῶν χειρῶν ἀπώσαντες, ὥστε ὑποστρέψαντα σφοδρότερον ἐμπίπτειν τῷ σώματι ἐκ τῆς προσελεύσεως· τὰ δʼ ὕστατα ἐπὶ πλεῖστον αἰκίσαντες αὐτὸν ἀποπέμπουσιν, ὥστε ἐκ τῆς προσόδου, εἰ μὴ σφόδρα προσέχοιεν, ἀποστρέφεσθαι. ποτὲ μὲν οὖν ταῖς χερσὶν ἀντιβαίνουσιν αὐτῷ προσιόντι, ποτὲ δὲ τῷ στέρνῳ, τὰς χεῖρας ἀναπετάσαντες, ἄλλοτε δʼ ἐπιστρέφοντες κατὰ μετάφρενον. δύναται μὲν οὖν μυῶσαι σῶμα καὶ τόνον περιβαλεῖν, καὶ ὤμοις καὶ παντὶ τῷ σώματι δυνατὸν γυμνάσιον· σπλάγχνοις δὲ πᾶσι κατάλληλον διὰ τὰς πληγάς.

Περὶ ἁλτηριοβολίας, ἐκ τοῦ αὐτοῦ λόγου.

Σκληρὸν γυμνάσιον ἁλτηρίων βολίς· στομάχῳ δὲ ῥευματιζομένῳ καὶ ἀτονοῦντι καὶ ἀποξύνοντι καὶ γαστρὶ δυσχερῶς πεττούσῃ κατάλληλον· γυμνάζει δὲ καὶ ὤμους εὖ μάλα καὶ σαρκοῖ· κεφαλῇ δʼ οὐ χρήσιμον οὐδὲ θώρακι. διαφορὰ δʼ ἐστὶν αὐτῶν τῶν ἁλτηρίων· ἢ γὰρ βάλλονται, παρὰ μέρος τῶν χειρῶν ἐκτεινομένων τε καὶ συγκαμπτομένων, ἢ κρατοῦνται μόνον, ἐν προτάσει τῶν χειρῶν ἡσυχαζουσῶν ὡς τὰ πολλὰ βραχεῖάν τε κίνησιν κινουμένων, αὐτῶν τε τῶν γυμναζομένων ἐμβαινόντων καὶ ἀνασειόντων τοῖς πύκταις ὁμοίως, ἢ κατὰ σύννευσιν τῆς ῥάχεως ταῖς χερσὶ παρεγκαμπτόντων τῶν γυμναζομένων. τὸ μὲν οὖν πρῶτον εἶδος τὰ προειρημένα δύναται· τὸ δὲ δεύτερον σκελῶν κρατυντικὸν καὶ νεύρων καὶ ὕλης ὑποβιβαστικόν· τὸ δὲ τρίτον ῥάχιν μὲν καὶ ὀσφὺν ὀνίνησι καὶ μαλάσσει, κεφαλὴν δὲ κάκιστα διατίθησιν.

Περὶ τῆς ἐπὶ τῶν σιμῶν διαβάσεως, ἐκ τοῦ αὐτοῦ λόγου.

Πνεύματος τονωτικὸν τοῦτο τὸ γυμνάσιον καὶ εὐκαμπείας τῆς περὶ τὸ σῶμα, μάλιστα δὲ τῆς περὶ σκέλη ποιητικὸν μετὰ τοῦ καὶ ἰσχὺν περιποιεῖν τοῖς κινουμένοις μέρεσιν· ἔστι δὲ καὶ μακροτονίας παρασκευαστικὸν καὶ νεύρων καταλλάξεως ἐπιτρεπτικόν· μεταβιβάζει καὶ ὕλην καὶ περιττώματα μετέωρα πρὸς τὰς ἐξόδους ἀπωθεῖ. εἰ δὲ καὶ μετὰ κρατήσεως ἁλτηρίων παραλαμβάνοιτο, τῶν στιβαρωτάτων γυμνασίων ἕν τι γίνεται, διαπονοῦν ὁμοίως καὶ τὰ ἄνω καὶ τὰ κάτω τοῦ σώματος.

Περὶ ὁπλομαχίας, ἐκ τοῦ αὐτοῦ λόγου.

Οὐ τῶν παλαιῶν γυμνασίων τοῦτο, λέγω δὲ τῶν τοῖς κάμνουσιν ὠφελίμων, ἐπεὶ ἄλλως ἡ ἐν ὅπλοις ἄσκησις παλαιά. Ῥωμαῖοι δʼ ἐξεῦρον τὴν ὁπλομαχίαν τήνδε, πρῶτον δʼ ὑπὲρ τῆς εἰς πόλεμον παρασκευῆς· τὸ δὲ νῦν ὑπὲρ τοῦ διαπονεῖν τὰ σώματα οἵ γε οὖν στρατιῶται· μονομάχων γὰρ ὅπλα ἐνδυόμενοι ἢ πρὸς ἀντιπάλους ἢ πρὸς κίονα ὡς πρὸς ἀντίπαλον διαμάχονται. δύναται δὲ τοῦτο τὸ γυμνάσιον εὐκίνητόν τε ποιῆσαι τὸ σῶμα καὶ εὔσαρκον· πλαδαρὰν μέντοι σάρκα περιποιεῖ· κεφαλῇ δʼ ἀλυσιτελὲς διά τε τὸ σκέπεσθαι λίαν αὐτὴν ὑπὸ τῶν πίλων καὶ τῆς περικεφαλαίας διά τε τὸ μοχθεῖν ὑπὸ τοῦ βάρους. μέγιστον δʼ ἐπάγγελμα τοῦδε τοῦ γυμνασίου μακρόπνοια καὶ συντονία τοῦ σώματος, ἔνθεν οἱ προεθίσαντες αὐτῷ πᾶσαν ἄλλην ἀποδίωξιν πνεύματος ὑποφέρειν εἰσὶν ἱκανοί.

Περὶ ἀφροδισίων, ἐκ τῶν Γαληνοῦ.

Ἀφροδισίων δὲ κατὰ μὲν Ἐπίκουρον οὐδεμία χρῆσις ὑγιεινή· κατὰ δὲ τἀληθὲς ἐκ διαλειμμάτων τηλικούτων, ὡς ἐπὶ ταῖς χρήσεσι μήτε ἐκλύσεως αἰσθάνεσθαι καὶ κουφότερον αὐτὸν αὑτοῦ δοκεῖν γεγονέναι καὶ εὐπνούστερον. ὁ δὲ καιρὸς τῆς χρήσεως, ὅταν ἀκριβῶς μέσον ᾖ τῶν ἔξωθεν περιστάσεων ἁπασῶν τὸ σῶμα, μήτε ὑπερπεπληρωμένον μήτε ἐνδεὲς μήτε ὑπερεψυγμένον μήτε ὑπερτεθερμασμένον ἢ ἐξηραμμένον ἢ ὑγρασμένον ἀμέτρως. εἰ δὲ καὶ διαμαρτάνοιέν ποτε κατά τι, μικρὸν μὲν ἔστω τὸ ἁμαρτανόμενον· ἄμεινον δὲ τὸ τεθερμασμένῳ μᾶλλον ἢ ἐψυγμένῳ, καὶ πεπληρωμένῳ μᾶλλον ἢ ἐνδεεῖ, καὶ ὑγρασμένῳ μᾶλλον ἢ ἐξηραμμένῳ τῷ σώματι χρῆσθαι τοῖς ἀφροδισίοις. οἱ μὲν οὖν ἀσθενῆ τὴν δύναμιν ἔχοντες ὑπὸ τῆς λαγνείας εἰς ἐσχάτην ἀρρωστίαν ἀφικνοῦνται· οἱ δʼ ἰσχυρὰν καὶ νοσοῦντες ἀπὸ φλέγματος οὔτε καταλυθήσονται καὶ ξηραίνουσι τὴν τοῦ φλέγματος περιουσίαν τῷ διαφορεῖν ἐπὶ πλέον τοὺς χυμούς· ἀβλαβῆ γὰρ ἀφροδίσια τοῖς ὑγροῖς καὶ θερμοῖς ἐστι καὶ ὅσοι φύσει πολύσπερμοι. ἀλλὰ καὶ θερμαίνει τὸ σῶμα τοῖς ἐρρωμένην ἔχουσι τὴν δύναμιν ἡ λαγνεία· τοῖς δʼ ἀσθενέσιν ἐν μὲν τῷ παραχρῆμα θερμαίνει, ψύχει δὲ μετὰ ταῦτα γενναίως. ἔνιοι μὲν οὖν εὐθέως ἐπὶ ταῖς συνουσίαις ἀπὸ νεότητος ἀσθενεῖς γίνονται· τινὲς δέ, εἰ μὴ συνεχῶς χρῷντο, βαρύνονται τὴν κεφαλὴν ἀσώδεις τε καὶ πυρετώδεις γίνονται καὶ χεῖρον ὀρέγονται καὶ ἧττον πέττουσιν· τοιαύτης γοῦν ἐνίους ὄντας φύσεως, εἶτα ἐγκρατεῖς ἀφροδισίων χρήσεως γενομένους ναρκώδεις τε καὶ δυσκινήτους ἔγνωμεν ἀποτελεσθέντας, ἐνίους δὲ καὶ σκυθρωποὺς ἀλόγως καὶ δυσέλπιδας ὁμοίως τοῖς μελαγχολικοῖς, ταῦτα δὲ παυόμενα ταχέως ἐπὶ ταῖς τῶν ἀφροδισίων χρήσεσιν. ταῦτα ἀναλογιζομένῳ μοι μεγάλως φαίνεται βλάπτειν ἡ τοῦ σπέρματος ἐπίσχεσις, ἐφʼ ὧν αὐτό τε φύσει κακοχυμότερον καὶ πλεῖον, ἀργότερός τε ὁ βίος, καὶ τῶν ἀφροδισίων ἡ χρῆσις πρότερον μὲν ἱκανὴ πάνυ, μετὰ ταῦτα δὲ .... ἰσχυροί τε καὶ νέοι· τούτοις ἡ τοῦ σώματος ἕξις εἰς ἀραιότητα πλέον ἤπερ ἡ δύναμις εἰς ἀρρωστίαν ἀλλοιοῦται, καὶ τοίνυν ἐπανόρθωσις διὰ τῶν συναγόντων καὶ σφιγγόντων γίνεται αὐτοῖς, ὁποῖόν ἐστι τὸ παρασκευαστικὸν γυμνάσιον. εἰ δὲ δὴ καὶ ψῦξίς τις ἐπὶ τοῖς ἀφροδισίοις ἐγγίνοιτο, καὶ κατὰ τοῦτο ἂν εἴη τῷ παρασκευαστικῷ γυμνασίῳ χρηστέον· ἐπεγείρει γὰρ τὴν θερμότητα. τῆς δʼ ὥρας τοῦ ἔτους ἐπιτρεπούσης, οὐδὲ τῆς ψυχρολουσίας ἀφεκτέον. ἐδέσματα δὲ τῷ πλήθει μὲν ἐλάττω, τῇ ποιότητι δʼ ὑγρότερα δοτέον, ἵνα καὶ πέψῃ καλῶς αὐτὰ καὶ τὴν ἐκ τῶν ἀφροδισίων ἐπανορθώσηται ξηρότητα. χρὴ δʼ οὐδὲ ψυχρότερα τὴν κρᾶσιν, ἀλλὰ τῆς μέσης ἰδέας τῶν θερμαινόντων ὑπάρχειν αὐτά· διότι γὰρ ἐξ ἀφροδισίων ἀραιότερον ἅμα καὶ ἀσθενέστερον καὶ ξηρότερον ἀποτελεῖται τὸ σῶμα, χρὴ δήπου τὰ πυκνοῦντα καὶ θερμαίνοντα καὶ τὴν δύναμιν ἀναρρωννύντα προσφέρεσθαι, καὶ τούτους εἶναι σκοποὺς ἐπʼ αὐτοῖς.

Περὶ ἀφροδισίων, Ῥούφου· ἔχει δὲ καὶ δίαιταν.

Καθόλου μὲν αἱ μίξεις ψυχρότερον τὸ σῶμα ἀπεργάζονται. ἧσσον μέν εἰσι βίαιοι αἱ πρὸς τὸ θῆλυ γινόμεναι· διὸ καὶ ἧσσον λυπηραί· αἱ δὲ πρὸς τὸ ἄρρεν σύντονοι μέν, πονεῖν δὲ μειζόνως ἀναγκάζουσιν. ὡσαύτως δὲ καὶ αἱ ὀρθαὶ κοπωδέστεραι καὶ αἱ μετὰ πλησμονήν τε καὶ θέρμην· αἱ δὲ πρὸ τοῦ σίτου ῥᾷσται μὲν καὶ τάχισται· ἔνι δέ τι ἐν αὐταῖς ἀσθενικόν. αἱ δʼ ἐν τῷ πλησιάζειν μεταξὺ καταλήψεις σπέρματος νεφροῖς καὶ κύστει πονηρόταται. οὐ μὴν παντάπασι κάκιστα ἀφροδίσιά ἐστιν, εἰ καὶ τὸν καιρὸν καὶ τὸ μέτρον σκοπεῖν ἐθέλοις· ὠφέλειαι δʼ ἐξ αὐτῶν εἰσιν αἵδε· πλησμονήν τε κενῶσαι καὶ ἐλαφρὸν παρασχεῖν τὸ σῶμα καὶ εἰς αὔξησιν προτρέψαι καὶ ἀνδρωδέστερον ἀποφῆναι· κατὰ δὲ ψυχὴν συνεστηκότα τε λογισμὸν διαλύει καὶ ὀργῆς ἀκράτου ἐπανίησιν. διὸ καὶ τῷ μελαγχολικῷ, ὥς τι καὶ ἕτερον, ἴαμα. καὶ τοὺς τὸν ἄλλον τρόπον ἐκμανέντας καί τινας καὶ ἐπιλήπτους ἔπαυσεν ἐν μεταβολῇ τοῦ ἡβάσκειν καί τινας βαρυνομένους καὶ ἀλγοῦντας κεφαλήν. Ἱπποκράτης δʼ ἑνὶ λόγῳ «ἀφροδίσια» ἔφη «τοῖς ἀπὸ φλέγματος νοσήμασιν εἶναι κράτιστα». πολλοὶ δὲ καὶ ἐκ νόσων ἄτροφοι ἀνεκομίσθησαν εὐπετέστερον· οἱ δὲ καὶ εὐπνούστεροι ἀντὶ δυσπνουστέρων ἐγένοντο καὶ εὐσιτότεροι ἀντὶ ἀσίτων· οἱ δὲ καὶ ὀνειρωγμῶν συνεχῶν ἀπηλλάγησαν, ὅπερ πεπίστευται μὲν ἧσσον εἶναι λυπηρόν, ἐμοὶ δʼ οὐ δοκεῖ· διαλελυμένον γοῦν τὸ σῶμα προσδιαλύουσιν ἐν τοῖς ὕπνοις. τὰ μὲν οὖν πρῶτα τοῦ λόγου ὧδε ἔχει· φύσεις δʼ ἐπιτήδειοι πρὸς ἀφροδίσια αἱ θερμότεραι καὶ ὑγρότεραι· διὰ τόδε μὴν καὶ ὥρα ἔτους ἡ θερμοτέρα καὶ ὑγροτέρα καὶ ἡλικία ὡσαύτως· ὥρα μὲν τὸ ἔαρ, ἡλικία δʼ ἡ τοῦ νεανίσκου· δίαιτα δʼ ἡ θερμοτέρα καὶ ὑγροτέρα πλέον τῶν ἄλλων εἰς λαγνείαν εὔφορος· ἥκιστα δὲ δίαιτα μὲν ἡ ξηραίνουσα καὶ ψύχουσα, ἡλικία δʼ ἡ τοῦ γέροντος, ὥρα δʼ ἡ τοῦ φθινοπώρου· φύσις δʼ ἡ τούτοις μάλιστα εἰκασμένη. καί μοι πρόεισιν ἤδη ὁ λόγος εἰς ὅπερ ἐξ ἀρχῆς ὡρμήθη· καὶ γὰρ δίαιται καταφαίνονται πρὸς μίξεις καὶ θεραπεία τῷ ἀδυνάτῳ μίσγεσθαι ἐπιτήδειοι· χρὴ γὰρ τὴν δίαιταν ὑγρὰν καὶ θερμὴν παρέχειν· εἴη δʼ ἂν πόνων τε μετριότης καὶ σίτου εὐωχία. τὸ μὲν κεφάλαιον τοῦτο τῆς διαίτης· καθʼ ἕκαστα δὲ πόνων μὲν σύντονοι περίπατοι καὶ σχολαῖοι δρόμοι καὶ ἱππασίαι μήτε ἄγαν σύντονοι μήτε ἄγαν πολλαί· ταλαιπωρεῖσθαι γὰρ ἐν τούτῳ μειζόνως καὶ ὀσφὺν καὶ διδύμους ἀνάγκη. τῷ δὲ ψυχροτέρῳ πάντα καὶ πλεῖον καὶ ὀξύτερον ποιεῖν συμφέρει καὶ τῷ ὑγροτέρῳ· τὸν δὲ ξηρότερον ἀναπαύων καταστήσεις εἰς τὸ δέον. ὥσπερ δʼ οἱ εἰρημένοι πόνοι ἁρμόζουσιν, οὕτω καὶ αὐτῶν τῶν ἀφροδισίων· προτρέπουσί τε γὰρ εἰς τὸ ἔργον καί τινα ῥᾳστώνην τῷ ἐθισμῷ παρέχουσιν, ὡς πολλοί γε δὴ τὸν ἐθισμὸν ἐκλείποντες, οἱ μὲν καὶ πάνυ ἀδύνατοι ἐγένοντο μίσγεσθαι, οἱ δὲ ταλαιπώρως αὖθις αὐτὸ ἔδρασαν· μόνον δὲ χρὴ τῇ ἐφεξῆς διαταγῇ τὸ σῶμα ἀνακομίζειν εἰς τὴν ἰδίαν τάξιν. ἧσσον δʼ ἀγαθοὶ πόνοι τοῖς παροῦσι πάλαι τε καὶ τρίψεις πολλαὶ καὶ χειρονομίαι καὶ ἀκοντισμοί· τῇ μὲν ῥώμῃ συμφέρουσιν, ἀλλὰ περιάγουσι τὴν τροφὴν ἑτέρωσε μᾶλλον· δεῖ δέ, εἴπερ τινὸς ἄλλου, καὶ τροφῆς περιουσίας. ταῖς μὲν οὖν ταλαιπωρίαις ὧδε ἄν τις χρῷτο προσφόρως· ποτοῖς δὲ καὶ σιτίοις, ποτοῖς μὲν οἴνοις κιρροῖς — οὗτοι γὰρ μετριώτατοι οἴνων καὶ οὔτε κατὰ κύστιν ἄγαν πόριμοι, ὥσπερ οἱ λευκοί, οὔτε ξηροί τε καὶ παχεῖς, ὥσπερ οἱ μέλανες· κεφαλῇ δʼ εὐφορώτατοι καὶ πέψεσιν, ὧν ἁπάντων δεῖ· σιτίων δʼ ἄρτοις μὲν καθαροῖς ἰπνίταις — ὑγρότεροι γὰρ τῶν ἄλλων —, ὄψοις δὲ κρέασιν ἐρίφων καὶ ἀρνῶν καὶ χοίρων καὶ ὄρνισιν ἀλεκτορίσι καὶ ἀτταγῆσι καὶ πέρδιξι καὶ χησὶ καὶ νήσσαις· πάντα γὰρ τὰ εἰρημένα τροφιμώτατα. ἰχθύων δʼ οἱ πολύποδες — καὶ γὰρ καὶ ἄλλως πεπίστευνται ἐρεθίζειν — καὶ ὅσα μαλάκια· λαχάνων δὲ τὸ ὅρμινον καὶ τὸ ἐρύσιμον καὶ τὸ εὔζωμον καὶ ἡ γογγυλίς — ταῦτα δὲ καὶ ὡς φάρμακα· ὀσπρίων δὲ κύαμοί τε καὶ ἐρέβινθοι καὶ ὦχροι καὶ δόλιχοι καὶ πισσοί, πνεύματος ὑποπιμπλάντα καὶ τῇ ἀφθονίᾳ τῆς τροφῆς, ὥσπερ καὶ τὸ πήγανον, ὅτι πνεύματα συμπέσσει καὶ ἀφανίζει, διὰ τοῦτο καὶ τὰς μίξεις ἀμβλύνει καὶ ἀφανίζει. μεγάλως δʼ ἐπαινῶ τοὺς βότρυς εἰς τὴν νῦν δίαιταν· τῇ τε γὰρ ὑγρότητι ὑπερβάλλουσι, καὶ ἐν ὀλίγοις δὲ καλῶς ὑπιόντες καλῶς καὶ τρέφουσι τό τε αἷμα τῷ ἀνθρώπῳ πληροῦσι πνεύματος, ὃ δὴ ἐξορμᾷ μάλιστα. οἰκεῖον δὲ δήπου καὶ τοὺς καιροὺς σκέψασθαι τοῖς ἀφροδισίοις, ἵνα μηδενὸς ἐπιδεὴς ᾖ ὁ λόγος. καιροὶ δʼ ἐπὶ πᾶσι μὲν πολλοί εἰσιν, ὥς τις παρασκευῆς τυγχάνοι ἔχων, τὸ δʼ οὖν κεφάλαιον ἐν τοῖς παροῦσιν. πλησμονὰς προσφάτους φυλακτέον καὶ μέθας· ἐπὶ γὰρ τούτοις οὐδʼ ἄλλος πόνος ἐπιτήδειος. φυλακτέον δὲ καὶ τὰς ἐνδείας· εὐαπαλλακτότεραι μὲν γάρ εἰσι τῶν πλησμονῶν, ἀλλʼ ἀσθενέστεραι. φυλακτέον δὲ καὶ ἀπεψίας· διὸ δὴ τὰ μεσούσης νυκτὸς ἀφροδίσια σφαλερά, ἐφʼ ἡμιέργῳ τῷ σίτῳ γενόμενα, καὶ τὰ πρὸς τὴν ἕω, τάχα μὲν καὶ ἀπέπτων ἔτι ἐνόντων τῶν ἐν τῇ γαστρί, καὶ ὅτι οὔπω τὸ περίσσωμα οὔτε οὔρησεν ἅπαν οὔτε ἀπεπάτησεν. κακὸν δὲ καὶ ἐπὶ περισσώμασι μίσγεσθαι· πρὸ δὲ τῶν γυμνασίων καὶ τῶν λουτρῶν ἧσσον μὲν σφαλερόν· τῷ δὲ τὰ εἰωθότα ποιεῖν μέλλοντι ἀσθενές. κάλλιστον οὖν ἐπὶ σίτῳ μίσγεσθαι μὴ ἐμπλησθέντα· καὶ γὰρ πρὸς τὴν ἰσχὺν συμφέρει, καὶ ψύξεις αἱ ἐπιγινόμεναι μείους γίνονται· τὸ δʼ ἐνθένδε, εἰ μὲν ἐπὶ τῷ ἀρίστῳ προθυμηθείη, ἀναπαύσασθαι χρή, μέχρι καταστῇ ἐκ τοῦ πολλοῦ πόνου· εἰ δʼ ἐπὶ τῷ δείπνῳ, ὕπνου ἀνάγκη· τοῦτο δʼ ἡ μεγίστη ἀνάπαυσίς ἐστιν. ἔοικε δὲ καὶ ἡ φύσις εἰς τὸ αὐτὸ τῷ λόγῳ συμβαίνειν, πρῶτον μὲν τηνικαῦτα μάλιστα παρορμῶσα, ἔπειτα ἐκ τοῦ περιόντος εὐφορώτερον ἢ ἐκ τοῦ ἴσου ἀποκρίνουσα. καὶ οἱ ἰατροὶ δὲ ταῦτα σκεψάμενοι παρακελεύονται πρὸς τὰς παιδοποιίας τὸν μὲν ἄνδρα ἐδηδοκότα καὶ τεθωρηγμένον, τὴν δὲ γυναῖκα ἐνδεέστερον διῃτημένην παραγίνεσθαι, ὅτι τὸν μὲν δοῦναι δεῖ, τὴν δʼ ὑποδέξασθαι. χρὴ δὲ πρὸς τοῖς εἰρημένοις ἐπιβλέπειν καὶ τὰς ἄλλας διαθέσεις τοῦ σώματος· καὶ γὰρ ἐπὶ πόνοις πονηρὸν ἀφροδισιάζειν, καίτοι διαλύειν πεπίστευται τοὺς πόνους· οὐ μὴν ὀρθῶς· οὐ γάρ ἐστιν ἡ ἀσθένεια τῶν κόπων ἴαμα· ὁρμὰς δέ τινας ἐνδιδόασιν οὗτοι τῇ θερμασίᾳ τῶν κατʼ ὀσφὺν νεύρων. κόπους δὲ δὴ φυλακτέον καὶ ἐμέτους μέλλοντάς τε καὶ ὀλίγον ἔμπροσθεν γεγενημένους καὶ καθάρσεις ὡσαύτως καὶ διάρροιαν ἐξαπιναίαν — τὴν δὲ κεχρονισμένην ἐπιξηραίνουσιν —, καὶ ὅσα ἐν θώρακι νοσήματα ἢ ἔστιν ἢ ἔσεσθαι προσδοκᾶται, καὶ τὰς τῶν νεύρων κακίας· διὸ δὴ καὶ τὰς σφοδρὰς ἐπιθυμίας οὐκ ἐπαινῶ, ἀλλὰ κελεύω τότε δὴ πλέον ἀντέχειν ἢ ἄλλοτε, καὶ μάλιστα οἷς νόσημά τί ἐστι περὶ κύστιν καὶ νεφρούς, ἢ ᾧ ἐπιληψία ἐστὶν ἢ μανία· μελλόντων γὰρ ἥξειν τῶν νοσημάτων, ὁρμαὶ σύντονοι γίνονται. ἄριστον δὲ πάντα ἄνδρα συνιέναι, ἡνίκα μὲν τῇ γνώμῃ προθυμεῖται, ὁπηνίκα δὲ τῷ σώματι, καὶ τὰ μὲν τῆς γνώμης ὑπερβάλλεσθαι, τῷ δὲ σώματι ὑπηρετεῖν· οὐ γὰρ δόξαι εἰσίν, ἀλλὰ προοίμια τῆς φύσεως κενωθῆναι χρῃζούσης, οἷα δὴ καὶ τἄλλα ζῷα καταλαμβάνειν εἴθισται. αἱ μὲν οὖν δίαιται ὧδε ἔχουσιν· εὔπορον δʼ ἐνθένδε καὶ θεραπείας εὑρίσκεσθαι τοῖς οὐ δυναμένοις ἀφροδισιάζειν. ὁ μὲν γὰρ ἀφικόμενος πρὸς ἡμᾶς ἐκ Κορίνθου ἔφη μὲν καὶ πάνυ ἐφίεσθαι μιγῆναι, μισγόμενος δὲ θορὴν μὲν μὴ ἀφιέναι, πνεῦμα δὲ πολὺ ἐκφυσᾶν. τούτῳ ἐτεκμηράμην ξηρότητα εἶναι τὸ πάθος, καὶ ἔδειξεν ἡ ἴασις· ὡς γὰρ τάχιστα ὑγρῶς διῃτήθη, καὶ θορὴν ἀφῆκεν. ὁ δὲ νεανίσκος ὁ Μιλήσιος ἦν μὲν ἀμφὶ ἔτη δύο καὶ εἴκοσιν· ἔλεγε δέ, εἰ μὲν μίσγοιτο, μὴ δύνασθαι ἀφιέναι, καθεύδοντι δʼ οἱ πολὺ ὑπέρχεσθαι τοῦ σπέρματος. ἐδόκει δή μοι διὰ πολλὴν ὑγρὰν ψῦξιν οὐκ ἐκπυριᾶσθαι ταῖς μίξεσιν, ἐν δὲ τοῖς ὕπνοις θερμαίνεσθαι πλέον, καθότι δύνανται ὕπνοι τὰ μὲν εἴσω θερμαίνειν, τὰ δʼ ἔξω ψύχειν· ἀτὰρ οὖν καὶ ἐξήρκεσεν αὐτῷ πόνων μὲν ἡ ἱππασία, φαρμάκων δʼ ὄρχις κάστορος πινόμενος· δίαιτα δʼ ἡ ἄλλη πᾶσα ξηρὰ καὶ θερμή.