Heliodorus distinguishes three ways of reducing a dislocation: by the hands as in the wrestling school, with ordinary household tools, and with machines, and he classes the instruments used. He then sets out the reduction of the thigh, which slips out in four directions, using a ladder or bench, a padded cord at the perineum and an axle. The knee and ankle follow.

Part of Medical Collections, Books 1–16, 24–25, 43–50

Ἐκ τῶν Ἡλιοδώρου. Περὶ διαφορᾶς καταρτισμῶν.

Τρεῖς εἰσιν αἱ γενικαὶ καὶ ὡσανεὶ ὁλοσχερεῖς διαφοραὶ τῶν καταρτισμῶν. οἱ μὲν γὰρ αὐτῶν λέγονται παλαιστρικοὶ τρόποι, κατὰ τὸ πλεῖστον διὰ ψιλῶν χειρῶν τελειούμενοι· ἀσθενεῖς ὄντες εὐθετοῦσιν ἐπὶ τῶν εὐαφῶν σωμάτων, παιδικῶν τε καὶ γυναικείων, ἐπʼ ἀρρενικῶν τε τῶν ἔτι τούτων ἰσχυροτέρων, ὅταν ἔτι ᾖ πρόσφατα τὰ ὀλισθήματα. οἱ δὲ μεθοδικοὶ καταρτισμοί, διὰ τῶν κοινῶν τοῦ βίου ἐργαλείων συντελούμενοι, τῶν παλαιστρικῶν τρόπων εἰσὶν ἰσχυρότεροι· εὐθετοῦσι δʼ ἐπὶ πάντων ἀνδρῶν, θηλειῶν ἐπʼ ἀρρένων τῶν ἤδη ἰσχυροτέρων ἐπί τε τῶν νεανικῶν σωμάτων καὶ τῶν ἤδη κατὰ ποσὸν κεχρονικότων ὀλισθημάτων. οἱ δʼ ὀργανικοὶ καταρτισμοὶ τούτων εἰσὶ πρακτικώτεροι· καὶ γὰρ ἐπὶ τῶν χρονίων εὐθετοῦσι καὶ ἐπὶ τῶν ἀθλητικῶν σωμάτων, πάντα τε ὅσα θεραπευτὰ ὀλισθήματα μὴ δύνανται οἱ μεθοδικοὶ τρόποι καταρτίσαι, ταῦτα διὰ τῶν ὀργανικῶν καταρτίζεται.

Περὶ διαφορᾶς τῶν ὀργάνων.

Τῶν ἰατρικῶν ὀργάνων διαφοραί εἰσιν ὁλοσχερεῖς καὶ ὡσανεὶ γενικαί, κατὰ μὲν τοὺς ἄλλους ὡς ἐπὶ τὸ πλεῖστον ἀριθμῷ τρεῖς, εἴπερ τὰ μὲν αὐτῶν ἐστι τόνια, ἃ δὲ στάσιμα, ἄλλα δὲ μηχανήματα· κατὰ δʼ ἡμᾶς ἐστιν αὐτῶν τὰ μὲν τόνια, τὰ δὲ μηχανήματα, ἃ δὲ στάσιμα, ἃ δʼ ἐφέδρανα. τόνια μὲν οὖν ἐστιν ὅσα μικρὰ καὶ εὐσταλῆ ὄντα ταῖς κατασκευαῖς τάσιν μόνον ἐπαγγέλλεται, δεῖται δέ τινων ἐπεισάκτων, ἵνα ἐνεργήσῃ, ὡς βάθρου, κλίνης, κλίμακος, καθʼ αὑτὰ ἐνεργῆσαι μὴ δυνάμενα. διὰ δὲ τοῦτο καὶ πρόσδετα ἔτι τε ἐπίπεδα καλεῖται. ὅταν ἐν ἀγρῷ ἢ ἐρήμῳ τινὶ τόπῳ καταρτίζωμεν καὶ μήτε βάθρον ἔχωμεν μήτε κλίνην μήτε κλίμακα, ἐπὶ τοῦ ἐδάφους καταπήξαντες πρὸς αὐτὸ ἀσφαλιζόμεθα τὸ τόνιον. μηχανήματα δʼ ἐστὶν ὄργανα ὅσα μείζονα ὄντα τῶν τονίων, μικρότερα δὲ τῶν ἄλλων ὀργάνων, οὐ μόνον τάσιν, ἀλλὰ καὶ μοχλείαν ἐπαγγέλλεται, προηγουμένως ἐπί τινων μελῶν κατεσκευασμένα. στάσιμα δʼ ὄργανά ἐστιν ὅσα εἰς ὕψος ἀνατεταμένας ἔχοντα τὰς κατασκευὰς οὐ μόνον τάσεις, ἀλλὰ καὶ μοχλείας ἐπαγγέλλεται. ἐφέδρανα δʼ ἐστὶν ὄργανα ὅσα κεκλιμένας ἔχοντα τὰς κατασκευὰς περιέχει ἐν αὑτοῖς τοὺς τατικοὺς καὶ μοχλευτικοὺς τρόπους, ὥστε ἐπικαθημένους αὐτοῖς τοὺς πάσχοντας καταρτίζεσθαι. εἰσὶ δέ τινες αὐτῶν εἰδικαὶ παραλλαγαὶ κατασκευῶν.

Ἐξ ὧν ὀφείλει τὰ ὄργανα κατασκευάζεσθαι.

Βάσεις, σκέλη, πλευρά, διαπήγματα, ἀγκῶνες, χελῶναι, παρασκέλια, πάντα ταῦτα ὅσα μεγάλα ἐστὶν ἐν τοῖς ὀργάνοις κατασκευάσματα, ξύλινα ὀφείλει γίνεσθαι ἐκ τῆς εὐτονωτάτης ὕλης, τῆς πρινίνης, ἐν δευτέρᾳ δὲ τάξει καὶ τῆς μειλίνης. εὐτονωτάτην δʼ εἶναι δεῖ τὴν ὀργανικὴν ὕλην, ἵνα δύνηται ὑπομένειν τὰς τῶν καταρτισμῶν βίας, καὶ μάλιστα ἐπὶ τῶν στασίμων ὀργάνων. στροφώματα δὲ καὶ ῥίζαι, τύλοι τε καὶ κόρακες, ἁλύσεις τε καὶ σκυτάλαι, πάντα ὅσα ἐστὶ μικρά, καὶ μᾶλλον τὰ ἐν τοῖς ἐνεργητικοῖς, ὀφείλει γίνεσθαι χαλκᾶ ἢ σιδηρᾶ, ἵνα τὸ ἐλλιπὲς διὰ τὴν μικρότητα τῆς κατασκευῆς ἀπαρτίζηται τῇ τῆς ὕλης εὐτονίᾳ. ἐζήτηται καὶ περὶ τοῦ πότερον χαλκᾶ δεῖ κατασκευάζειν ἢ σιδηρᾶ. οἱ δὲ τὸν χαλκὸν τοῦ σιδήρου προκρίναντες ἔφασαν αὐτὸν λειότερον, εὐπινέστερον δυσιωτότερόν τε εἶναι τοῦ σιδήρου· οἱ δὲ τὸν σίδηρον τοῦ χαλκοῦ προκρίναντες διὰ τὴν δύναμιν αὐτοῦ ἐπῄνεσαν τὴν ὕλην· δυνατώτερος γὰρ καὶ ἰσχυρότερός ἐστιν ὁ σίδηρος τοῦ χαλκοῦ. ὡς μὲν οὖν ὁ σίδηρος τοῦ χαλκοῦ ἐστιν εὐτονώτερος, συμπεφώνηται· τὸ δὲ περισσὸν τῆς ἰσχύος παρέλκει, ὅταν αὑτοῦ τὴν ἐνέργειαν μὴ ἔχῃ. δύνανται γὰρ εὐθετεῖν τὰ χαλκᾶ κατασκευάσματα ὄντα εὐπινῆ καὶ αὐτάρκη δύναμιν ἔχοντα, δύνανται δὲ καὶ τὰ σιδηρᾶ. ἀλλʼ ἐὰν μὲν χαλκᾶ γίνηται, ἐξ ἐλατοῦ χαλκοῦ κατασκευαζέσθω· ὁ γὰρ χυτὸς λεγόμενος εὔθρυπτός ἐστι καὶ εὔρηκτος, καὶ ἔστιν αἱρετώτερον μᾶλλον τῷ σιδήρῳ ἢ τῷ χυτῷ χαλκῷ χρῆσθαι. ἀλλʼ ἐπεὶ ἰοῦται ταχέως ὁ σίδηρος, διὰ τοῦτο αὐτὸν συνεχέστατα λιπαίνειν διά τινων ἡμερῶν καὶ χειροτριβεῖν, χάριν τοῦ μὴ ἰοῦσθαι αὐτόν, ἐρεῖ τις· ἐὰν δὲ καταλειπόμενος ὁ σίδηρος ἀτημέλητος ἰούμενος φθείρηται, ἔσται ἡ τοῦ ἐγκλήματος ἀναφορὰ ἐπὶ τὸν κεκτημένον τὸ ὄργανον.

Ἐκ τίνων κατεσκεύασται τὰ ὄργανα, καὶ τίνες αὐτῶν αἱ χρεῖαι.

Πᾶν ὄργανον κατεσκεύασται οὐκ ἐκ πάντων ὧν λέγω, ἀλλʼ ἔκ τινων τῶν καταριθμουμένων τῶνδε· ἐκ βάσεων, σκελῶν, διαπηγμάτων, ἀγκώνων, ἀξόνων, κανόνων, χελωνῶν, κοχλιῶν, τυμπάνων, τύλων, περιαγωγίδων, σκυταλῶν, ἐπιτονίων, ἀντηρίδων, σφηνοειδῶν, μηνοειδῶν, τροχῶν, τροχίλων, καπέτων, πωμάτων, στροφωμάτων, περονῶν, ῥιζῶν, κοράκων, ἁλύσεων, ψαλίδων, ἐφεδράνων, πριαπίσκων, ἅμα δὲ καὶ τοῦ λεγομένου περικοχλίου, σφηνίσκων, χηνίσκων, πρίστεων, ἐργάτου. σχεδόν τι ταῦτά ἐστιν ἐξ ὧν τὰ ὄργανα κατασκευάζεται· δεῖ δέ με τούτων ἑπομένως τὰς χρείας διδάξαι ἑκάστου αὐτῶν. αἱ βάσεις προηγουμένως κατεσκευάσθησαν πρὸς τὸ ἐπʼ αὐτῶν βεβηκέναι τὰ στάσιμα ὄργανα. σκέλη δʼ ἐν ὀργάνοις λέγεται καὶ πλευρά, ἀλλʼ ἐν μὲν τοῖς στασίμοις ὀργάνοις κυρίως μὲν σκέλη, καταχρηστικῶς δὲ πλευρὰ καλεῖται· ἐν δὲ τοῖς τονίοις κυρίως μὲν πλευρά, καταχρηστικῶς δὲ σκέλη καλεῖται. κοινῶς δὲ ταῦτα κατεσκεύασται ἐπὶ τῶν ὀργάνων πρὸς συνοχὴν τῶν ἐν αὐτοῖς μηχανημάτων· ἰδίως δʼ ἐπὶ τῶν στασίμων ὀργάνων εὖ καὶ καλῶς τὰ σκέλη μεμετρημένα εὐθετεῖ πρὸς τὸν λεγόμενον καθʼ ὑπεραιώρησιν καταρτισμόν. τὰ δὲ διαπήγματα, ὥσπερ καὶ αὐτὸ δηλοῖ τοὔνομα, γέγονε πρὸς τὸ διαπήσσειν τὰ σκέλη καὶ τὰ πλευρά. ἡ μὲν ἀπότακτος αὐτῶν χρεία καὶ προηγουμένη ἐστὶν αὕτη· κατά τέ τι παρεπόμενον τὰ διαπήγματα γέγονε καὶ πρὸς συνοχὴν μηχανημάτων ὡς τροχίλων, ἀγκώνων, ἄλλων τινῶν. οἱ δʼ ἀγκῶνες ἐν τοῖς ὀργάνοις γεγόνασι πρὸς τοὺς κατʼ ἀνάτασιν καταρτισμούς, ὥσπερ ἔστιν ἰδεῖν ἐπί τε τοῦ Τέκτονος καὶ τοῦ Ἀνδρέου ὀργάνου· διὰ γὰρ τοῦ ἄνω διαπήγματος κατενηνεγμένοι ἀγκῶνες ἐπιβεβήκασι τῇ χελώνῃ, ὡς τῆς χελώνης ἀναβιβαζομένης οἱ κατʼ ἀνάτασιν γίνονται καταρτισμοί. κεκλήκασι δʼ οἱ ὀργανικοὶ τὰ μὲν ἄνω μέρη τῶν ἀγκώνων τὰ πλατέα πτερώσεις, τὰ δὲ κάτω τετράγωνα πτέρνας. κυρίως μὲν οὖν ἀγκῶνες λέγονται· ἐν καταχρήσει δʼ ὑπό τινων σπάθαι. ἐπενοήθησαν πρὸς μοχλείαν εἶναι χρήσιμοι. ἡ δʼ ἐν τῷ Τέκτονος καὶ Ἀνδρέου σπάθη πρὸς τὴν κατʼ ἐξελκυσμὸν μοχλείαν ἐπὶ τῆς ὀπίσω τοῦ μηροῦ διαφορᾶς τέτακται· εἰσὶ δὲ καὶ ἄλλαι σπάθαι ἐν ὀργάνοις τισὶ πρὸς ἄλλας μοχλείας κατεσκευασμέναι. ῥίζαι δὲ καὶ περόναι ἐν τοῖς ὀργάνοις πλείστας ἔχουσι χρείας. εὐθέως μέντοι ῥίζα καὶ περόνη συνέχει πρὸς τὴν χελώνην τὴν ἐκ τοῦ Τέκτονος ὀργάνου σπάθην· ἐν δὲ τῇ χελώνῃ ἐστὶν ἡ ῥίζα. αὕτη δʼ ἡ σπάθη, καθʼ ὃ μέρος ἐστὶ τετράγωνος, μέσην ἔχει ἐγκοπήν, καὶ εἰς τὴν ἐγκοπὴν ἔγκειται ἡ ῥίζα, εἶτʼ ἐκ πλαγίων κατακλείεται περόνη εἰς τετρημένην τὴν σπάθην καὶ τὴν ῥίζαν, ἥτις τῆς συνοχῆς αἰτία ἐστίν. ἰδίως δʼ αἱ ῥίζαι γεγόνασι πρὸς ἐμπτώσεις κοράκων καὶ πρὸς ἄλλας τοιαύτας χρείας, αἱ δὲ περόναι χάριν τοῦ τὰ μηχανήματα εἶναι ἀκίνητα ὥσπερ ἄξονας ἀκινήτους φυλάσσουσιν. αἱ δʼ ἁλύσεις γεγόνασι χάριν τοῦ ἐξ αὐτῶν κρεμασθῆναι τὰς περόνας, ἵνα μένωσιν ἐν τοῖς ὀργάνοις καὶ μὴ διαπίπτωσιν. οἱ δὲ κόρακες πρὸς ἀκινησίαν τῶν κινουμένων μηχανημάτων γεγόνασιν ὡς ἀξόνων, ἵνα ῥίζαις ἐπεμπίπτοντες στήσωσί τινα τῶν ὀργάνων μηχανήματα. τὰ δὲ στροφώματα γέγονε πρὸς τὰς πλείστας χρείας, ἵνα τινὰ τῶν ὀργάνων ἀκινητοῦντα διʼ αὐτῶν κινῆται, ὥσπερ τὰ σκέλη τοῦ Ἀνδρέου ὀργάνου, οὗ ἐπʼ ὀργάνου τὰ σκέλη πλάγια διαπέπρισται καὶ συνέχεται στροφώμασι καὶ περόναις, ἵνα ποτὲ μὲν ἡνωμένα, ποτὲ δὲ διὰ τῶν στροφωμάτων καμπτόμενα τὴν κατὰ περίσφαλσιν μοχλείαν ἐμποιῇ. ἐν ποιᾷ δὲ κατασκευῇ τοῦ Ἀνδρέου ὀργάνου τὰ τοῦ πλινθίου πλησίον τῆς βάσεως διαπέπρισται καὶ πάλιν τοῖς στροφώμασι συνέχεται, ἵνα ποτὲ μὲν ὄρθιον ἡνωμένον ᾖ στάσιμον ὄργανον, ποτὲ δὲ διὰ τῶν στροφωμάτων ἐπὶ τὰ παρασκέλια κινῆται καὶ τὴν τοῦ ἐφεδράνου ὀργάνου χρείαν ἐπιτελῇ. τοιαῦταί εἰσιν αἱ τῶν στροφωμάτων τοῖς ὀργάνοις χρεῖαι· ἄξονες δʼ ἐν ὀργάνοις γεγόνασι πρὸς τὰς τῶν σωμάτων ἀγωγάς, λέγω δὲ τὰς τάσεις. τῶν δʼ ἀξόνων οἱ μέν εἰσιν ἔκθετοι αὐτοκίνητοι, οἱ δὲ κρυπτοί, ὑφʼ ἑτέρων μηχανημάτων κινούμενοι. ἔκθετός ἐστιν ἄξων ὁ ἔν τε τῷ τοῦ Νειλέως πλινθίῳ καὶ οἱ ἐν τῷ Ἱπποκράτους βάθρῳ ἄξονες, κρυπτοὶ δʼ οἱ ἐν τῷ Ἀπελλίδος τρισπάστῳ καὶ ὁ ἐν τῷ Νυμφοδώρου γλωσσοκόμῳ. οἱ μὲν οὖν ἔκθετοι ἄξονες αὐτόθεν διὰ τῶν χειρῶν στρέφονται, οἱ δὲ κρυπτοὶ διά τινων ἑτέρων μηχανημάτων, ὡς ὁ ἐν τῷ Νυμφοδώρου γλωσσοκόμῳ διὰ τυμπάνων καὶ φακωτοῦ κοχλίου, οἱ δʼ ἐν τῷ τρισπάστῳ διὰ κάλων ἐμφύσεως. τύλοι οἱ τοῖς ἄξοσιν ἐγκαθηλωμένοι ὠφελοῦσι πρὸς τὴν περίθεσιν τῶν κάλων ἢ τῶν καιριῶν ἤ τινων ἄλλων τῶν πρὸς τάσιν ἐπιτηδείων ὄντων. περιαγωγίδες δὲ καὶ ἐπιτόνια καὶ σκυτάλαι, ταῦτα πάντα μηχανήματα γέγονε πρὸς κίνησιν ἀξόνων καὶ κοχλιῶν. αἱ δὲ περιαγωγίδες τὴν πρώτην, σκυτάλαι δευτέραν ἔχουσι τάξιν, ἧσσον δὲ τούτων ἐνεργεῖ τὰ ἐπιτόνια· τὰ γὰρ πλεῖστα αὐτῶν τὰ μικρότερα μιᾷ χειρὶ στρέφεται. οἱ δὲ χηνίσκοι ἐπενοήθησαν πρὸς συνοχὴν ἀξόνων, ὡς ἐν τῇ λύρᾳ· μὴ παρόντων δέ, χηνίσκον εἰς διαφορώτερα ἄν τις νοήσειεν· κατὰ γὰρ τὴν δύναμιν τὴν τῶν σκελῶν ἔχουσι χρείαν, τῆς δʼ εὐπρεπείας χάριν ἐκ διαγλυφῆς χηνίσκων προτομαὶ μεμόρφωνται ξύλιναι. φλιαὶ δʼ ἐν ὀργάνοις ἐπενοήθησαν πρὸς τὴν τῶν ἐκθέτων ἀξόνων συνοχήν, ὥσπερ ἐν τῷ Ἱπποκράτους βάθρῳ καὶ ἐν τῷ ἡμετέρῳ. ἔστι δέ τις ἄλλη ἐν τῷ Ἱπποκράτους ὀργάνῳ μέση πιοειδὴς φλιὰ πρὸς τὴν κατʼ ἐξελκυσμὸν μοχλείαν ἐπινενοημένη ἐπὶ τῆς τοῦ μηροῦ διαφορᾶς. τρόχιλοι δὲ γεγόνασιν ἐν τοῖς ὀργάνοις πρὸς διαδρομὰς ἀκωλύτους κάλων, ὥσπερ ἐν τῷ τοῦ Τέκτονος ὀργάνῳ· τρόχιλος δʼ ἐστὶ διπλοῦς ἐπὶ τοῦ ἄνω διαπήγματος τῆς χελώνης κινητικός. κἀν τῷ ἡμετέρῳ δʼ ὀργάνῳ πάλιν εἰσὶ τρόχιλοι διὰ κάλων ἐνδέσεως ἀναβιβάζοντες τοὺς ἄξονας. κοινῶς δὲ τρόχιλοι γεγόνασι πρὸς διαδρομὰς ἀκωλύτους κάλων καὶ καιριῶν, ἅμα δὲ καὶ πρὸς τὰς κατὰ μετάληψιν. οἱ δὲ τροχοὶ πρὸς εὐκινησίαν τῶν τροχίλων ἐπενοήθησαν, εὐκίνητοι ὄντες καὶ ὑπʼ αὐτῶν μεσολαβούμενοι, ὡς ἐν τῇ Δημοσθένους ἀστράβῃ, καὶ πρὸς συνοχὴν κάλων, ὡς ἐν τῷ Ἀπελλίδος τρισπάστῳ. σφηνοειδές, τοῦτο προηγουμένως κατεσκεύασται ἐπὶ τῆς εἰς τὴν μασχάλην τοῦ ὤμου διαφορᾶς· κατὰ δέ τι παρεπόμενον καὶ πρὸς ἄλλας χρείας αὐτῷ χρώμεθα. τὸ δὲ μηνοειδὲς εὐθετεῖ ἐπὶ τῆς ἔμπροσθεν καὶ τῆς ὀπίσω τοῦ ὤμου διαφορᾶς. πόλος λέγεται· ἔστι δʼ οὗτος ὁ πόλος ξύλον ἐπιπεπηγὸς τοῖς ἄνω ἄκροις τῶν τοῦ ὀργάνου σκελῶν. ἔστι δʼ ὁ πόλος οὗτος ἐν τῷ τοῦ Φιλιστίωνος ὀργάνῳ πρὸς τάδε· ἐπὶ τοῦ ὤμου ἐξαρθρήματος ἐκτεινομένης τῆς χειρός, ὁ πόλος ἀντιβαίνει τῷ αὐχένι τοῦ καταρτιζομένου. τὸ δʼ ἐπίπωμα τὸ λεγόμενον ἐπίπηγμά ἐστι πιοειδὲς ἐπὶ τῶν ξύλων κατὰ συμπηγίαν γεγονὸς ἀντιθέτως τῷ πῖ στοιχείῳ, ἐπιπηγνύμενον τῷ ὀργάνῳ ἐν ποιᾷ κατασκευῇ τοῦ λεγομένου Ἑρμοῦ. γέγονε δὲ τοῦτο, ἵνα μὴ ὑπὸ τῆς προτομῆς τοῦ Ἑρμοῦ παρατρίβηται τὰ σώματα, ὡς ἐν τῇ κατασκευῇ τοῦ ὀργάνου δηλωθήσεται. καλάθιον καὶ σκυτάλιον, ταῦτα κοινῶς ἐτεχνάσθησαν χάριν τοῦ βαστάζειν ἐπίπηγμα· ἔστι δὲ τὸ μὲν σκυτάλιον ξύλον ἑξαδακτυλιαῖον μεσόπαχυ, τὸ δὲ καλάθιον ξύλον ἑξαδακτυλιαῖον περιφερὲς στενοτέρᾳ βάσει κεχρημένον ὡμοιωμένον καλαθίῳ. εἰσὶ δέ τινες καὶ πρίστεις ἐν ὀργάνοις ἐκ διαγλυφῆς ὡμοιωμέναι πρίστεων μορφαῖς, εὐπινείας χάριν γεγονυῖαι· αὗται δʼ αἱ πρίστεις γεγόνασι πρὸς τὸ ἄλλο βαστάζειν ἐπίπηγμα. τύμπανα δʼ ἐν τοῖς ὀργάνοις ἐγένετο χάριν τοῦ διʼ αὐτῶν ἠρέμα κινεῖσθαι ἐνεργητικά τινα μηχανήματα, ὡς ἄξονάς τε καὶ κοχλίας· ἔστι δὲ τὸ τύμπανον κυκλοτερὲς κατασκεύασμα ὠδοντισμένον. δελφῖνες ἐπιπίπτοντες ὀδοῦσιν ἀκίνητα φυλάσσουσι τὰ μηχανήματα. τὴν δʼ αὐτὴν χρείαν καὶ κόρακες ἐπιτελοῦσιν. χελῶναι ἐν ὀργάνοις ἐπενοήθησαν πρὸς ἠρεμαίαν καὶ ἀσπάρακτον τάσιν τῶν καταρτιζομένων σωμάτων· ὥσπερ γὰρ τὰ ζῷα αἱ χελῶναι, οὕτως καὶ τὰ μηχανήματα αὐτοῖς ὡμοιωμένα βραδυπορεῖ. τῶν δὲ χελωνῶν αἱ μὲν ἐοίκασι διαπήγματι, αἱ δʼ ὑπομήκεις, ἄλλαι δὲ κυβοειδεῖς. διαπήγματι ἐοίκασιν αἱ ἐν τῷ τοῦ Ἀνδρέου ὀργάνῳ καὶ ἐν τῷ τοῦ Τέκτονος· εὐμήκης δʼ ἐστὶν ἡ ἐν τῷ τετραγώνῳ κίονι τῷ λεγομένῳ Ἑρμῇ· κυβοειδὴς μέντοι ἡ ἐν τῷ στρογγύλῳ κίονι τοῦ Ἐφεσίου Ἡρακλείδου. ἔτι δὲ τῶν χελωνῶν αἱ μὲν ἀναβιβάζουσιν ἀγκῶνας καὶ σπάθας, ἄλλαι δὲ μηνοειδὲς καὶ σφηνοειδές τι ἐπίπηγμα· ἔνιαι δʼ αὐτῶν μηδὲν ἀναβιβάζουσαι πρὸς μόνην τάσιν ἐπενοήθησαν. ἀγκῶνας ἀναβιβάζει ἡ ἀνωφερὴς χελώνη τοῦ Ἀνδρέου ὀργάνου, ἀγκῶνας δὲ καὶ σπάθην ἡ ἐν τῷ Τέκτονος ὀργάνῳ χελώνη· μηνοειδὲς δὲ καὶ σφηνοειδὲς ἐπίπηγμα ἀναβιβάζει ἡ ἐν τῷ Ἑρμῇ χελώνη· οὐδὲν δʼ ἀναβιβάζει, ἀλλὰ πρὸς μόνην τάσιν γέγονεν ἡ ἐν τῷ στρογγύλῳ κίονι τοῦ Ἐφεσίου Ἡρακλείδου, ὡσαύτως δὲ καὶ ἡ κατωφερὴς χελώνη ἡ ἐν τῷ τοῦ Ἀνδρέου ὀργάνῳ. καὶ αἱ ἐν τῷ ὀργάνῳ πτέρυγες δράκοντος καθηλωμέναι χελῶναι τύλων χρείας ἐπέχουσιν· ἰδίως δʼ οἱ δράκοντες, ὅσον ἐπὶ τῇ ὕλῃ, ἀντʼ ἐπαγωγίδων ἐτεχνάσθησαν. ἐπεὶ δὲ κατὰ τὸ πλεῖστον αἱ χελῶναι ὑπὸ κοχλιῶν κινοῦνται, ἑπομένως τὰς τῶν κοχλιῶν κατασκευὰς καὶ τὰς ἐνεργείας δηλώσω. κοχλίαι δὴ ἐν ὀργάνοις ἐτεχνάσθησαν πρὸς κίνησιν ἄλλων μηχανημάτων, ὡς τυμπάνων καὶ χελωνῶν, ἵνα ἀσπάρακτοι καὶ ἠρεμαῖαι αὐτῶν γένωνται αἱ τάσεις. τῶν δὲ κοχλιῶν οἱ μέν εἰσι τετράγωνοι, οἱ δὲ φακωτοί· τὰ δὲ σχήματα ταῦτα ὠνόμασται πρὸς τὰς ἕλικας, οὐ πρὸς τὴν τοῦ τύλου κατασκευήν· πᾶς μὲν γὰρ κοχλίας ἐστὶ στρογγύλος, τετορνευμένος εἰς τὸ περιφερὲς σχῆμα, διαφέρουσι δʼ αὑτῶν οἱ κοχλίαι ταῖς ἕλιξι, διʼ ἃς οἱ μὲν τετράγωνοι λέγονται, οἱ δὲ φακωτοί. τετράγωνός ἐστι κοχλίας ὁ τετραγώνους ἔχων τὰς ἕλικας, τὴν κοίλην ἕλικα καὶ τὴν ὑπερέχουσαν — τοιοῦτοι δʼ εἰσὶν οἱ κοχλίαι τοῦ Ἀνδρέου ὀργάνου· φακωτοὶ δʼ εἰσὶν οἱ τὰς μὲν κοίλας ἕλικας στενὰς ἔχοντες κατὰ τὰ βάθη, εὐρείας δὲ κατὰ τὰ ἄνω, τὰς δʼ ὑπερεχούσας πλατείας μὲν κατὰ τὰς βάσεις, μεμυουρισμένας δὲ κατὰ τὰς κορυφάς, ἐοικυίας ἡμιτόμῳ φακῷ. ἀπό γέ τοι τοῦ σχήματος ὁ τοιοῦτος κοχλίας φακωτὸς ὠνομάσθη. τοιοῦτοι δʼ ὄντες οἱ τετράγωνοι καὶ οἱ φακωτοὶ κοχλίαι γεγόνασι πρὸς κίνησιν διαφόρων μηχανημάτων· οἱ μὲν γὰρ τετράγωνοι χελώνας κινοῦσιν, οἱ δὲ φακωτοὶ προηγουμένως μὲν τύμπανα, ποτὲ δὲ καὶ χελώνας ἐν τοῖς λεγομένοις περικοχλίοις.

Πῶς τετράγωνος κοχλίας κινεῖ χελώνην.

Ἔστω οὕτως ἔχουσα ἡ κατασκευὴ ὥσπερ ἐν τῷ τοῦ Ἀνδρέου ὀργάνῳ χελῶναι· ἑκάστη δʼ αὐτῶν τέτρηται, καὶ διὰ τοῦ τρήματος διενήνεκται ὁ κοχλίας, ἔνδοθεν δὲ κατὰ τὸ τρῆμα σιδηροῦν ἢ χαλκοῦν ἐλασμάτιον προσήλωται τῇ χελώνῃ. τὸ δʼ ἐλασμάτιον τοῦτο κέκληται ὀδούς. οὗτος ἤδη ὁ τῆς χελώνης ὀδοὺς εἰς τὴν τοῦ κοχλίου ἕλικα κατακέκλεισται· λοιπὸν δὴ συμβαίνει τῇ ποιᾷ τοῦ κοχλίου συστροφῇ εἰλούμενον τὸ ἐλασμάτιον τὸ λεγόμενον ὀδοντάριον περὶ τὸν κοχλίαν ἐν αὐτῇ τῇ κοίλῃ ἕλικι συνεχόμενον κινεῖν τὴν χελώνην. αὐτῶν δὲ τούτων τῶν τετραγώνων οἱ μέν εἰσιν ἁπλοῖ, οἱ δὲ διπλοῖ. ἁπλοῦς ἐστι κοχλίας ὁ μιᾷ ἕλικι συντετμημένος καὶ μίαν κινῶν χελώνην· διπλοῦς δὲ τοιοῦτός ἐστι κοχλίας ὁ δυσὶν ἕλιξι διατετμημένος καὶ δύο κινῶν χελώνας. τοιοῦτος δʼ ἐστὶ κοχλίας ἐν τῷ μεγάλῳ πλινθίῳ τῷ Ἀνδρέου ὀργάνῳ· ἀπὸ γὰρ τῆς μεσότητος τὸ ξύλον ἐκ τῶν διαπηγμάτων ἀντιθέτοις ἕλιξι τέτμηται, ὥστε κατὰ ποιὰν τοῦ κοχλίου συστροφὴν ἤτοι ἀπὸ τῆς μεσότητος ἐπὶ τὰ διαπήγματα ὁρμᾶν τὰς χελώνας ἢ ἀπὸ τῶν διαπηγμάτων εἰς τὸν μέσον τόπον συντρέχειν. ἔστι δὲ καὶ ἄλλος διπλοῦς κοχλίας ἐν τῷ λεγομένῳ κηρυκείῳ, ἄνωθεν ἀπὸ τῆς ἀρχῆς ἕως τοῦ πέρατος ἀντιθέτοις ἕλιξι τετμημένος, πάλιν καὶ αὐτὸς κινῶν δύο χελώνας, ὡς ἐν αὐτῇ τῇ τοῦ ὀργάνου κατασκευῇ δηλωθήσεται. ὁ δὲ φακωτὸς κοχλίας κινεῖ τύμπανον· αἱ γὰρ ἕλικες τοῦ κοχλίου ἐπιβαίνουσαι τοῖς ὀδοῦσι τοῦ τυμπάνου στρέφουσι τὸ μηχάνημα· ὅσπερ κοχλίας διὰ τοῦ περιτονίου ἢ τῆς περιαγωγίδος στρεφόμενος καὶ ἐπεμπίπτων τοῖς ὀδοῦσι τοῦ τυμπάνου κινεῖ τὸ μηχάνημα. κινεῖ δέ ποτε ὁ αὐτὸς κοχλίας χελώνην, ἀλλʼ οὐκέτι διʼ ὀδόντος, ὥσπερ ὁ τετράγωνος, ἀλλʼ ἐν τῷ λεγομένῳ περικοχλίῳ συνεχόμενος, ὃ περικόχλιον ἐν αὐτῇ τῇ τῆς χελώνης γίνεται κατασκευῇ· αὐτὸ γὰρ τὸ τῆς χελώνης τρῆμα τὸ παραδεχόμενον τὸν κοχλίαν ἀντιθέτοις ἕλιξι τοῖς τοῦ φακωτοῦ κοχλίου περιέσκαπται, ὥστε τὰς ἐξεχούσας ἕλικας τοῦ φακωτοῦ κοχλίου κατακεκλεῖσθαι εἰς τὰς τοῦ περικοχλίου κοιλίας καὶ παραδεδέχθαι εἰς τὰς τοῦ φακωτοῦ κοιλίας τὰς τοῦ περικοχλίου ἐξοχάς. συμβαίνει δὴ ἐν τῇ τοῦ κοχλίου συστροφῇ τῶν κοχλιῶν ἐν ταῖς ἕλιξιν εἰλουμένων τὴν τῆς χελώνης κίνησιν γίνεσθαι ποτὲ μὲν ἄνω, ποτὲ δὲ κάτω. μᾶλλον δὲ πλεονάζουσιν αἱ τοιαῦται κατασκευαὶ ἐν τοῖς πιεστηρίοις ὀργάνοις· ἐγένοντο γὰρ χάριν τοῦ κλινομένων τῶν ὀργάνων ἐπʼ αὐτῶν ἐφεδράζεσθαι τοὺς καταρτιζομένους· τὰ γὰρ ἐφέδρανα ὄργανα ὅσα κεκλιμένας ἔχει τὰς κατασκευάς, οὕτω κατεσκεύασται, ὥστε ἢ καθημένους ἐπʼ αὐτῶν ἢ κεκλιμένους τοὺς πάσχοντας καταρτίζεσθαι. πριαπίσκος λέγεται ὁ αὐτὸς καὶ στυλίσκος, ἔτι τε σκαλμός. ὅπου τὸ ἐφέδρανον, ἐκεῖ καὶ τὸν πριαπίσκον εὑρήσεις· γέγονε γὰρ οὗτος πρὸς ἀντέρεισιν τοῦ περιναίου τὴν ἐν τοῖς καταρτισμοῖς γινομένην. ἔστι δʼ ὁ πριαπίσκος ξύλον ὀκτωδακτυλιαῖον περιφερὲς κατὰ τὸ πλεῖον αὐτοῦ μέγεθος, κατὰ δὲ τὸ λοιπὸν μέρος τετράγωνον, ἵνα τὸ τετράγωνον αὐτοῦ μέρος εἰς τὴν πιοειδὴν ἐκκοπὴν τοῦ ἐφεδράνου ἐνίζηται, τὸ δὲ λοιπὸν τὸ ἄνω μέρος ἀντερείδηται τῷ περιναίῳ. πῖ σιδηροῦν γέγονε προσπηγνύμενον τοῖς διαπήγμασιν ἀσφαλοῦς χάριν συνεχείας τοῦ πριαπίσκου· ἐν δὲ τῷ ἡμετέρῳ ὀργάνῳ εὑρεθήσεται μέγα σιδηροῦν πῖ πρὸς ἄλλην χρείαν κατεσκευασμένον, πρὸς τὴν κατʼ ἴπωσιν μοχλείαν τῶν τῆς ῥάχεως ὑβωμάτων. τὰ δὲ λεγόμενα πώματα γέγονεν ἐν τοῖς τονίοις ὀργάνοις χάριν τοῦ ὑπʼ αὐτῶν κρύπτεσθαι τὰ μηχανήματα πρὸς τὸ μὴ τοῖς ἰδιώταις φανερὰ γενέσθαι οὕτως ἐκκείμενα ἀσκέπαστα. οἱ δὲ κρίκοι γεγόνασιν ἐν τοῖς τονίοις τῆς προσδέσεως χάριν· ἐν ἄλλοις δʼ ὀργάνοις εἰσὶ πρὸς συνοχὴν μηχανημάτων τετεχνασμένοι, ὥσπερ ἐν τῷ τοῦ Μενεκρίτου βουκρανίῳ οἱ τὸν ἄξονα συνέχοντες. καὶ ἐν ἄλλοις ὀργάνοις χάριν τῆς αὐτῆς χρείας παρελήφθησαν ψαλίδες· ἐν δέ τισιν ὀργάνοις πρὸς ἀσφαλῆ συμπηγίαν σκελῶν πρὸς διαπήγματα ψαλίδας χαλκᾶς εὑρίσκομεν προσηλωμένας. παρασκέλια δʼ ἐπὶ τῶν στασίμων ὀργάνων ἐγένετο χάριν τοῦ κλινόμενα τὰ ὄργανα καὶ τὴν τῶν ἐφεδράνων χρείαν ἐπιτελοῦντα ἐπʼ αὐτῶν στηρίζεσθαι. παραδοὺς ἐξ ὧν πάντα τὰ ὄργανα κατεσκεύασται, καὶ ἃς χρείας ἕκαστον τῶν ἐν αὐτοῖς μηχανημάτων ἐπιτελεῖ, ἑξῆς βούλομαι διδάξαι, τίνα τῶν ἐν τοῖς ὀργάνοις ἀκίνητα ὄντα ἐνεργεῖ, τίνα κινούμενα, καὶ τῶν κινουμένων τίνα ἐν τῷ αὐτῷ τόπῳ μένοντα κινεῖται, καὶ τίνα ἀμείβοντα ἐνεργεῖ, πάλιν τε τῶν ἀκινητούντων τίνα ἀεὶ καὶ εἰς ἅπαν μένει ἀκίνητα, καὶ τίνα ἐξαιρούμενα ἑτέρας χρείας ἐπιτελεῖ. ἀκίνητα δή ἐστιν ἐν τοῖς ὀργάνοις ταῦτα, βάσεις, σκέλη, πλευρά, διαπήγματα, σφηνοειδῆ, μηνοειδῆ, ἐφέδρανα, πριαπίσκοι, ἄλλα τινὰ πλεῖστα· κινούμενα δʼ ἐνεργεῖ στροφώματα, κόρακες, ἄξονες, τύμπανα, ἀγκῶνες, κοχλίαι, χελῶναι, ἄλλα τε πλεῖστα τούτοις ἀνάλογα· ἀλλʼ ἐν μὲν τῷ αὐτῷ τόπῳ μένοντα κινεῖται τὰ τοιαῦτα, στροφώματα, κόρακες, τύμπανα, κοχλίαι, οἱ πλεῖστοι ἄξονες· τόπον δʼ ἐκ τόπου ἀμείβουσι χελῶναι, ἀγκῶνες. τῶν δʼ ἀκινητούντων ἐν τοῖς ὀργάνοις ἃ μὲν ἀεὶ καὶ εἰς ἅπαν ἀκίνητα μένει, ἃ δʼ ἐστὶν ἐξαίρετά τε καὶ ἔνθετα. ἀεὶ μὲν οὖν ἀκίνητα μένει τὰ τοιαῦτα· βάσεις, σκέλη, πλευρά, διαπήγματα, ῥίζαι, ἐφέδρανα, μηνοειδῆ· ἐξαίρετα δʼ ἐπί τινων ὀργάνων ἀκίνητα ὄντα σφηνοειδῆ. ὡσαύτως δὲ καὶ οἱ πριαπίσκοι πρὸς ἑτέρας χρείας ἔνθετοί τε καὶ ἐξαίρετοι γίνονται.

Ἐκ τῶν Γαληνοῦ. Περὶ μηχανημάτων.

Μόνον μὲν ἱκανόν ἐστιν εἰς ἐμβολὰς ἄρθρων τὸ καλούμενον Ἱπποκράτειον βάθρον· εἰ δʼ ἄρα τις θέλοι καὶ ἄλλοις χρῆσθαι, πρὸς μὲν τὰς ὁδοιπορίας τὸ καλούμενον πολύσπαστον ἐπιτήδειον — Ἀρχιμήδους δʼ αὐτό φασιν εὕρημα εἶναι —, πρὸς δὲ τὰς ἐν πόλει χρείας στάσιμον μὲν ἄξιον λόγου τὸ τοῦ Τέκτονος καλούμενόν ἐστιν ἢ τὸ τοῦ Ἀνδρέου, ἐφέδρανον δὲ τουτὶ τὸ Ἱπποκράτους βάθρον.

Περὶ τοῦ μηχανικοῦ γλωττοκόμου.

Οὐκ ἀλόγως εὑρῆσθαί μοι δοκεῖ τοῖς νεωτέροις ἰατροῖς γλωσσόκομον ὄργανον ἐπιτήδειον εἰς τὰς πωρώσεις, ἐάν τε μηρὸς ἐάν τε κνήμη συντριβῇ· πρόσκειται γὰρ αὐτῷ κατὰ τὸ πέρας ἄξων, ἐφʼ ὃν αἱ τελευταὶ τῶν ἀντιτεινόντων τὸ κῶλον βρόχων ἀχθεῖσαι περιβάλλονται· τοὺς βρόχους δʼ αὐτοὺς περιτιθέναι χρὴ κατὰ τὰ πέρατα τοῦ θεραπευομένου τῶν ὀστῶν. ἔστωσαν δʼ ἐκ δυοῖν διανταίων, ὡς εἶναι σκέλη τέτταρα τῶν βρόχων ἑκατέρου, δύο μὲν ἐκ τῶν δεξιῶν, δύο δʼ ἐκ τῶν ἀριστερῶν. ταῦτα οὖν τὰ σκέλη τὰ μὲν ἐκ τοῦ κάτω βρόχου διεκβάλλοντα διὰ τρημάτων τινῶν ἐν τῷ κάτω πέρατι τοῦ γλωσσοκόμου γεγονότων ἐπὶ τὸν ἄξονα φέρειν χρή, τὰ δʼ ἐκ τοῦ ἄνω βρόχου πρότερον ἀπάγοντα πρὸς τὴν ἄνω χώραν τοῦ γλωσσοκόμου διεκβάλλειν καὶ αὐτὰ τρημάτων τινῶν ἐν τοῖς πλαγίοις αὐτοῦ μέρεσι γεγονότων· ἐχέτω δὲ τὰ τρήματα τροχιλίας ἐν ἑαυτοῖς. εἶθʼ ἑκατέρωθεν ἐκ τῶν ἔξω μερῶν τοῦ γλωσσοκόμου κατάγοντα χρὴ φέρειν ἐπὶ τὸν ἄξονα τὰ εἰρημένα πέρατα τῶν βρόχων· τούτων γὰρ οὕτως σκευασθέντων μία περιστροφὴ τοῦ ἄξονος ὡσαύτως τείνει τοὺς δύο βρόχους, κάτω μὲν τὸν ἐν τῷ κάτω πέρατι τοῦ κατεαγότος ὀστοῦ περιβεβλημένον, ἄνω δὲ τὸν ἕτερον, ὥστε μετὰ μὴν ἀπόθεσιν ἔτι σοι λοιπὸν εἶναι καθʼ ἑκάστην ἡμέραν ἐπανορθοῦσθαι τὴν ἀντίτασιν τῶν βρόχων, ἤτοι γε ἐπιτείνοντι τὴν τάσιν αὐτῶν ἢ ἐκλύοντι· τὸν μὲν γὰρ ἐν τοῖς κάτω μέρεσι τοῦ κώλου βρόχον ὁ ἄξων διʼ εὐθυπόρου τάσεως ἐπισπᾶται, τὸν δʼ ἄνω μετὰ τῆς μεταληπτικῆς ἢ ἀντιμεταληπτικῆς ὀνομαζομένης.

Ἐκ τῶν Ἡλιοδώρου. Νειλέως πλινθίον.

Τὸ τοῦ Νειλέως πλινθίον κατεσκεύασται ἐκ τῶν λεγομένων τετραγώνων ὑπομήκων τονίων· πλευρὰ γὰρ ἔχει δύο μήκει τετραπαλαιστιαῖα, πλάτει παλαιστιαῖα, πάχει δακτυλιαῖα, συμπεπηγότα πρὸς ἄλληλα κατὰ τὰ πέρατα τοῖς λεγομένοις διαπήγμασιν· τὰ δὲ διαπήγματα ταῦτα ἰσοπλατῆ μέν ἐστι καὶ ἰσοπαχῆ ταῖς πλευραῖς, τῷ δὲ μήκει παλαιστιαῖα. τοιγαροῦν κατὰ λόγον τῶν μὲν ὄντων τετραπαλαιστιαίων, παλαιστιαίων δὲ τῶν διαπηγμάτων, ἐγένετο συμπηγία τοῦ τονίου τετράγωνος ὑπομήκης. ἐξέσται δὲ τῷ βουλομένῳ καὶ τὰ πλευρὰ κολοβώτερα τοῦ ἱστορημένου μέτρου ποιῆσαι, ἐπείπερ ἑνὶ ἄξονι ἐνεργεῖ τὸ ὄργανον. ἐν δὲ μέσοις τοῖς πλευροῖς ἐκκεκομμένοις στρογγύλοις καὶ διανταίοις τρήμασιν ἄξων ἐστὶν ἔκθετος μέσον ἔχων τύλον, κατὰ δὲ τὰς ἐκθέτους ἀποτορνώσεις σκυτάλας, τῇ μὲν ὕλῃ χαλκᾶς ἢ σιδηρᾶς, δεκαδακτυλιαίους δὲ τῷ μεγέθει. ἔχει δὲ καὶ κρίκους τέσσαρας τὸ τόνιον τοῖς πλευροῖς καθηλωμένους, δύο ἄνω καὶ δύο κάτω. ἡ ἀρχαία καὶ κατʼ αὐτὸν τὸν Νειλέα τοῦ Νειλέως κατασκευή ἐστιν αὕτη· γενόμενος δέ τις Ἡρόδοτος ἀνὴρ ὀργανικὸς τὰ διαπήγματα κατὰ τὰ ἐμπρόσθια μέρη κατὰ μεσότητας ἐκοίλανε σιγμοειδῶς, ἵνα αἱ ἀπὸ τῶν τεινομένων σωμάτων καιρίαι καταφερόμεναι ἐπὶ τὸν τύλον τοῦ ἄξονος μὴ προστρίβωνται ἐκθέτοις οὔσαις ταῖς γωνίαις, ἀλλὰ κατάλληλοι ἐπʼ αὐτὸν ἄγωνται. τοιοῦτος καὶ ὁ Ἡρόδοτος· καθάπερ δʼ ἡμεῖς παρειλήφαμεν τὴν ἱστορίαν ταύτην, κατὰ ταῦτα παραδίδομεν. λέγεται Πασικράτην τὸν ὀργανικὸν γενόμενον ἐν τῇ Σιδῶνι τεθεωρηκέναι τὸ τόνιον τοῦτο ὑπʼ ἀνδριάντος διακρατούμενον, κατασκευῇ διαφόρῳ κεχρημένον· τῆς γὰρ αὐτῆς οὔσης συμπηγίας, εἶχεν ἐκεῖνο τὸ τόνιον κατὰ τὰς ἐκθέτους τοῦ ἄξονος ἀποτορνώσεις χαλκῶν δρακόντων ἐμπλοκάς, κατʼ ἰθὺ προκειμένων τῶν κεφαλῶν καὶ τῶν οὐρῶν. οὗτοι δʼ οἱ δράκοντες τίνος χάριν ἐγένοντο; ὅτι ἀντὶ τῶν σκυταλῶν κατεσκευάσθησαν πρὸς τὴν τοῦ ἄξονος στροφήν, ἐπεὶ τὸ ἐν τῇ Σιδῶνι ὄργανον μέσα τὰ διαπήγματα εἶχε τετρημένα στρογγύλοις τρήμασι καταλλήλοις τῷ τύλῳ τοῦ ἄξονος. δῆλον δʼ ὅτι τῶν τρημάτων ἐστὶν ἡ αὐτὴ χρεία τῇ κατὰ τὸν Ἡρόδοτον, ἵνα διὰ τῶν τρημάτων κατάλληλοι ἄγωνται ἐπὶ τὸν τύλον αἱ ἀπὸ τῶν τεινομένων σωμάτων καιρίαι. ἔτι ὁ Πασικράτης ἱστόρησε καὶ τῷ ἄξονι περικείμενα τέσσαρα τύμπανα περιτεθειμένα χαλκᾶ πλησίον τῶν πλευρῶν, δύο μὲν ἔνδοθεν, δύο δʼ ἔξωθεν· ἐτέτρητο γὰρ καὶ τὰ πλευρὰ κατὰ τὴν τῶν ὀδόντων τάξιν. τούτων δʼ εὐχρηστία αὕτη· ἵνα μετὰ τὴν αὐτάρκη τάσιν ἐντιθέμεναι περόναι εἰς τὰ μεταξὺ τῶν ὀδόντων διαστήματα στηρίζωσι τὸν ἄξονα πρὸς τὴν ἐν τοῖς καταρτισμοῖς χρείαν. οἱ δὲ μεταγενέστεροι τὰ μὲν τύμπανα παρῃτήσαντο, ἔτρησαν δʼ ἀντία τὰ πλευρὰ κατὰ τὰ ἐμπρόσθια μέρη, ἔτρησαν δʼ ἅμα κατὰ κύκλον ἐκ διαστημάτων τινῶν καὶ αὐτὰς τὰς τοῦ ἄξονος ἀποτορνώσεις, ἵνα πρὸς τὴν δεδηλωμένην χρείαν περόναι ἐντιθέμεναι ἀκίνητον φυλάξωσι τὸν ἄξονα. ἐγὼ δέ, ἐπείπερ διαπίπτουσιν αἱ περόναι, τῆς ἱστορημένης εὐχρηστίας χάριν κόρακας ἐφήλωσα τοῖς πλευροῖς αὐτάς τε τὰς τοῦ ἄξονος ἀποτορνώσεις τοῖς τῶν πλευρῶν κατὰ κύκλον ἐκ διαστημάτων συμμέτρων ἔτρησα τρήμασι καταλλήλοις, ἵνα ὁπότε βουληθείην ἐν καταρτισμῷ ἀκινητεῖν τὸν ἄξονα, κατακλείσω τὸν κόρακα εἰς τὸ κατάλληλον τρῆμα. ἡ κοινὴ τοῦ τονίου πλινθίου κατασκευή ἐστιν αὕτη, ἐγὼ δὲ καὶ ἄλλως τὸ πλινθίον κατεσκεύασα· τῶν γὰρ αὐτῶν ὄντων μέτρων τῶν πλευρῶν, τὸ κάτω διάπηγμα ἄνω ἀναβεβίβακα, τὰ κάτω τῶν πλευρῶν πέρατα ἔτι παλαιστιαῖα ὑπὲρ τὸ διάπηγμα καταλιπών, τὸν δʼ ἄξονα ἔταξα ἐν μέσῳ τῷ τῶν διαπηγμάτων λεγομένῳ φωτί. καὶ βάθρον δέ τι τῶν σχολικῶν κατὰ τὸ ἓν πέρας τῆς σανίδος ἐξέκοψα τετραγώνοις ὑπομήκεσιν ἐκκοπεῦσιν, ἵνα τὰ δεδηλωμένα τῶν πλευρῶν πέρατα ἐναρμόζηται εἰς τὰς ἐκκοπάς· αὐτὰ δὲ τὰ πλευρὰ κατὰ τὰ πέρατα ἔτρησα ἐκ τῶν πλαγίων εἰς τὰ πλάγια διανταίοις τρήμασιν, ἵνα ἐντιθεμένη περόνη εἰς τὰ τρήματα συνάγῃ τὸ πλινθίον. αὕτη τοῦ ὀργάνου κατασκευή· ἑξῆς δʼ ἐπὶ τὴν κίνησιν αὐτοῦ πάρειμι.

Περὶ κινήσεως τονίων.

Ἐπεὶ τὰ τόνια ὄργανά ἐστιν ἐλλιπῆ καθʼ ἑαυτὰ ἐνεργῆσαι μὴ δυνάμενα, ἀλλὰ προσδεῖται ἑτέρῳ, ὡς κλίμακι, κλίνῃ, βάθρῳ, ὅ τε καταρτισμὸς μηδενὸς τούτων παρόντος ἐπὶ τοῦ ἐδάφους γίνεται εἰς τὴν γῆν, καλῶς ἔχειν μοι δοκεῖ, ὡς ἐν σχολικῇ παραδόσει, πρὸς τὴν παροῦσαν διδασκαλίαν ἐπὶ κλίμακος παρεσκευασμένης τὴν τοῦ ὀργάνου κίνησιν δηλῶσαι. ἡτοιμάσθω κλίμαξ μία τῶν κοινῶν, μὴ ἐκείνη ἡ πλατεῖα μὲν καὶ λοξὰ τῇ θέσει ἔχουσα κλιμάκια — τὰ γὰρ τοιαῦτα τῶν κλιμακίων πρὸς τὸν καταρτισμόν ἐστιν ἀνεπιτήδεια —, ἀλλʼ ἔστω κλίμαξ ἰσοπαχὴς ἔχουσα τετράγωνα τὰ κλιμάκια. χάριν δὲ τοῦ τὰ σώματα μὴ παρατρίβεσθαι ὑπὸ τῶν γωνιῶν ἔστωσαν αἱ γωνίαι αὐτῶν ἀπολελειωμέναι καὶ εἰς τὸν στρογγύλον τρόπον ἐξεσμέναι· ὅταν δὲ μὴ ᾖ τοιαῦτα τὰ κλιμάκια τῆς κλίμακος, ἐρίοις περιειλήσθω εὐαφείας τῶν σωμάτων χάριν. ἄρξομαι δὲ τῆς παραδόσεως ἀπὸ τῆς εἰς τὴν μασχάλην τοῦ ὤμου διαφορᾶς. δεῖ δέ, ὅταν καταρτίζηται τὸ ἐξάρθρημα τοῦτο, αἱρεῖσθαι σφηνοειδὲς τὸ ἐκ τῶν κάλων ἠρτημένον· τοῦτο δὲ τὸ σφηνοειδὲς κατὰ κλιμακίου τοῦ ἐπιτηδείου πρὸς τὴν τῆς χειρὸς ὑπέρθεσιν, ὥσπερ ὑπέδειξα, τιθέσθω καὶ διὰ τῶν κάλων πρὸς αὐτὸ ἀσφαλιζέσθω· ἐπιτήδειον δʼ ἐστὶ κλιμάκιον πρὸς τὸν καταρτισμὸν ἐκεῖνο ὃ ἔφην. μετὰ τὴν τῆς χειρὸς ὑπέρθεσιν καὶ κατάτασιν κρεμασθήτω ὁ πάσχων ἀφεστὼς τοῦ ἐδάφους ὡς διπαλαιστιαῖον μέτρον. τὸ δὲ σφηνοειδὲς μὴ ἀδιαφόρως, ἀλλὰ παρατετηρημένως τῷ κλιμακίῳ ἀσφαλῶς προστιθέσθω, ὥστε τὸ μὲν ἀμβοειδὲς αὐτοῦ μέρος σχηματίζεσθαι πρὸς τὸν βραχίονα, τὸ δὲ περίκυρτον αὐτοῦ πρὸς τὰς πλευράς. ἀπὸ δὲ διαστήματος τοῦ σφηνοειδοῦς εἰς τὰ κάτω ὡς μετὰ δύο ἢ τρία κλιμάκια τὸ ὄργανον ἀσφαλιζέσθω πρὸς τὴν κλίμακα διὰ τῶν προσόντων αὐτῷ κρίκων καὶ κάλων ἢ καιριῶν ἢ ἄλλων τινῶν διεκβαλλομένων· προσδείσθωσαν δὲ τῇ κλίμακι καὶ αὐτῇ ἀσφαλῶς καταπεπηγυίᾳ εἰς τὸ ἔδαφος εἰς τὸ ἀκινητοῦσαν ἐν ταῖς κατατάσεσιν ἑδραίαν καὶ ἀκλινῆ μένειν. τρόχιλοι δὲ τέσσαρες μονόξυλοι ἢ δίξυλοι σπουδαιότεροι ἔστωσαν, δύο μὲν ἄνω ἐκ τοῦ ἄνω κλιμακίου ἀνηρτημένοι νεύοντες κάτω, δύο δὲ κάτω τῷ κάτω κλιμακίῳ προσδεδεμένοι νεύοντες ἄνω. γενομένης δʼ οὕτω τῆς σκευῆς, φέρειν πρὸς καταρτισμὸν τὸ σφηνοειδές, ἐρίῳ δὲ μαλακῷ λεπτῷ σκέπειν· ἐπεὶ γάρ ἐστιν ἀπηνὲς τὸ ξύλον, τὸ ἔριον περιτιθέμενον αὐτῷ ὡς μάλαγμα παραλαμβάνεται. καὶ διʼ ἑτέραν δʼ αἰτίαν τοῦτο γίνεται· ἰδίως γὰρ ἱδρῶτες ἐπιγίνονται ἐν τῇ μασχάλῃ πολυθέρμῃ οὔσῃ, καὶ μᾶλλον διὰ τὴν τοῦ καταρτιζομένου δειλίαν καὶ πόνον. τούτους τοὺς ἱδρῶτας ἀναρπάζει τὸ περιειλούμενον τῷ σφηνοειδεῖ ἔριον. καὶ αὐτὴ δʼ ἡ κλίμαξ ἤτοι ὑπὸ τῶν παρόντων ἀσφαλῶς διακρατείσθω, ἢ τὰ κάτω τῶν σκελῶν πέρατα εἰς τὸ ἔδαφος καταπεπήχθω μετὰ σφηνώσεως, ὡς πρόκειται. δῆλον δʼ ὅτι μήκους εὖ ἔχειν δεῖ τὴν κλίμακα καὶ εἶναι μετὰ τὸ εἰς τὴν γῆν καταπεπῆχθαι τὸ ὑπερκείμενον αὐτῆς μέτρον αὔταρκες ἀεὶ πρὸς τὸ τοῦ καταρτιζομένου μέγεθος. ἐστηριγμένης δὲ τῆς κλίμακος ὑποπόδιον αὐτῇ παρατιθέσθω, ἐφʼ ᾧ ἐπιβεβηκὼς ὁ πάσχων ὑπερτιθέτω τὴν χεῖρα ὑπὲρ τὸ κλιμάκιον, ἵνα τὸ σφηνοειδὲς εὐαρμόστως ἐντεθῇ εἰς τὴν μασχάλην. ἔπειτα διπλῆς καιρίας μεσότης τασσέσθω μεταξὺ τοῦ σφηνοειδοῦς καὶ τοῦ βραχίονος, ἧς αἱ ἀρχαὶ ἔστωσαν ἔξω παρειμέναι. μετὰ δὲ ταῦτα βρόχος ὁ καρχήσιος λεγόμενος ἢ ἄλλος τις ἰσότονος περιτιθέσθω τῷ βραχίονι, ἀλλὰ μὴ κατὰ μέσου, ἵνα μὴ ὁ μῦς σφίγγηται, ὑπεράνω δὲ τοῦ τοῦ μυὸς πάχους ἢ ὑπὸ τὸν μῦν· νῦν γὰρ ἡ ἐκ τοῦ ἀγκῶνος ἀνωμαλία κωλύσει τὸν βρόχον ὑποχωρῆσαι, καὶ μᾶλλον οὕτω συμφέρει· τὰ γὰρ ἐκ πολλοῦ διαστήματος τεινόμενα σώματα εὐχερῶς ἀνίεται, τὰ δὲ σύνεγγυς εὐχερῶς τεινόμενα δυσχερῶς χαλᾶται. μετὰ δὲ τὴν περίθεσιν τῆς καιρίας αἱ τοῦ βρόχου ἀρχαὶ ἀγέσθωσαν κάτω καὶ ἀποδιδόσθωσαν κατʼ εὐθὺ τῷ τύλῳ τοῦ ἄξονος, εἶτα τότε διὰ τῶν σκυταλῶν ἢ αὐτόθεν διὰ χειρῶν ὁ ἄξων στρεφέσθω, ἵνα τῇ τοῦ ἄξονος στροφῇ γένηται κατάτασις εὐθύπορος. ἅμα δὲ τῇ κατατάσει, ἤδη τῆς τάσεως προκοπτούσης, ὑφελκέσθω τὸ ὑποπόδιον, ἵνα ἐκ τῆς κλίμακος κρεμασθῇ ὁ πάσχων πρὸς τὸν καθʼ ὑπεραιώρησιν καταρτισμόν. κρεμαμένου δὲ τοῦ καταρτιζομένου, ὁ ὑπηρέτης ἐξόπισθεν πλησίον αὐτοῦ ἑστὼς ἀμφοτέρας τὰς χεῖρας αὑτοῦ συνημμένας καθαπτέτω κατὰ τοῦ τραχήλου τοῦ καταρτιζομένου καὶ ἀντιμεταγέτω βίᾳ τὸν τράχηλον. προστιθέσθω δʼ ἅμα τῇ κατατάσει καὶ τῇ ὑπεραιωρήσει· ἀνίεται γὰρ τὰ περικείμενα τῷ ἄρθρῳ πλέγματα. τῆς δὲ τάσεως αὐτάρκους γινομένης, παρεστὼς ὁ καταρτίζων, συλλαβὼν τὴν τῆς καιρίας ἀρχήν, διʼ αὐτῆς ἑλκέτω τὴν τοῦ βραχίονος κεφαλήν, τὸν ἀγκῶνα ἀντιμετάγων εἰς τὰ κλιμάκια· τοῦ δʼ ἐξελκυσμοῦ γενομένου, ἀνίεται ἡ τάσις καὶ σφάλμα ἐπαγέσθω πρὸς τὴν ἐνάρθρωσιν. τοιοῦτός ἐστιν ὁ τρόπος τῆς εὐθυπόρου κατατάσεως· συμφέρει δὲ πρὸς τὸν ἀσφαλῆ καταρτισμὸν πρὸ τῆς κατατάσεως ἀσφαλίζεσθαι καιρίαις τὰ σκέλη πρὸς ἄλληλα καὶ τὴν ὑγιῆ χεῖρα παρατεταμένην πρὸς τὰς πλευρὰς δεῖν, ἵνα μὴ ἐκ τῆς τοῦ καταρτισμοῦ ἀλγηδόνος ἤτοι ἐπιβαίνῃ τοῖς κλιμακίοις ὁ καταρτιζόμενος ἢ τῇ χειρὶ τὰς ἀρχὰς τοῦ βρόχου συνέχῃ. ἐξέσται δέ τινι καὶ κατὰ μετάληψιν κατατεῖναι. τίς δὴ ὁ τρόπος τῆς κατὰ μετάληψιν κατατάσεως, ὑποδείξω. πάντων τῶν αὐτῶν γεγονότων ἐπὶ τῆς εὐθυπόρου κατατάσεως τῶν δεδηλωμένων, αἱ τοῦ βρόχου ἀρχαὶ διὰ τῶν κάτω τροχίλων μεταλαμβανέσθωσαν ἔσωθεν ἔξω, ἀποδιδόσθωσαν δὲ τῷ τύλῳ τοῦ ἄξονος, ἢ ἔξωθεν ἔσω, καὶ περιτιθέσθωσαν ταῖς σκυτάλαις τοῦ ἄξονος, ἵνα συνεπιστρεφομένου τοῦ ἄξονος ἡ κατὰ μετάληψιν γένηται κατάτασις. δύναται δὲ διὰ τῆς αὐτῆς παρασκευῆς καὶ ἡ κατʼ ἀντιμετάληψιν κατάτασις γίνεσθαι· δηλῶ δὲ τοῦτο πῶς. αἱ τοῦ βρόχου ἀρχαὶ ἄγονται κάτω καὶ διεκβάλλονται καὶ διὰ τῶν ἄνω τροχίλων, ἐπὶ τέλει τε καταφέρονται καὶ ἀποδίδονται ταῖς σκυτάλαις τοῦ ἄξονος, ὅτε κίνησις ἡ κατʼ ἀντιμετάληψιν καὶ κατάτασις γενήσεται. πάλιν μετὰ τὴν αὐτάρκη τάσιν αἱ ἀκόλουθοι μοχλεῖαι ἐγκρίνονται αἱ ἐπὶ τῆς εὐθυπόρου τάσεως δεδηλωμέναι. οἱ ἐκ κατατάσεως τρόποι εἰσὶν οὗτοι· δεῖ δὲ μετὰ τὸν καταρτισμὸν πλησίον τῆς κλίμακος τὸ ὑποπόδιον τιθέναι, ἵνα ἐπιβῇ αὐτῷ ὁ καταρτισθείς, καὶ τότε αὐτὸν ἀπὸ τοῦ σφηνοειδοῦς παράγειν, χωρίζειν δʼ ἀπὸ τῆς κλίμακος ἔχοντα τὸν βραχίονα, ὡς προεῖπον. ἐπεὶ δὲ διὰ τοῦ αὐτοῦ ὀργάνου ἀνάτασις τοῖς πρὸ ἡμῶν ἱστορήθη γίνεσθαι, ὀφείλω κἀγὼ κατὰ τὸ ἀκόλουθον καὶ τοὺς τῆς ἀνατάσεως τρόπους ὑμῖν δηλῶσαι. ὥσπερ οὖν ἔφην, ἠθέλησαν οἱ προγενέστεροι καὶ τοὺς κατʼ ἀνάτασιν καταρτισμούς, ἔτι τε καὶ τοὺς κατὰ διάτασιν εἰσηγήσασθαι· μάλιστα δὲ τῇ ἀνατάσει ἐχρήσαντο ἐφʼ ὧν οὐ μόνον ἐξάρθρημα, ἀλλὰ καὶ κάταγμα τοῦ βραχίονος ἐγένετο. ἴδωμεν οὖν τοὺς τρόπους καθʼ οὓς ἔδοξεν αὐτοῖς καταρτίζειν ἐπὶ τοῦ κατʼ ἀνάτασιν τρόπου. τῆς ἄλλης τοίνυν κατασκευῆς τοῦ κλιμακίου τῆς αὐτῆς οὔσης, οὐκέτι τὸ σφηνοειδὲς ἐπηρτισμένον τῷ κλιμακίῳ πρὸς αὐτὸ ἀσφαλίζεται, ἀλλʼ αὐτὸ μόνον ἐπιτίθεται αὐτῷ· αἱ δὲ τῶν κάλων ἀρχαὶ μακρόταται οὖσαι διὰ τῶν ἄνω προσδεδεμένων τροχίλων διεκβάλλονται ἔσωθεν ἔξω, εἶτʼ ἄγονται κάτω καὶ ἀποδίδονται ταῖς σκυτάλαις τοῦ ἄξονος ὡς τύλοις. τούτων οὕτως γενομένων, τίθεται πλησίον τῆς κλίμακος ὑποπόδιον, ᾧ ἐπιβεβηκὼς ὁ πάσχων ὑπερτίθησι τὴν χεῖρα, ἵνα πάλιν τὸ σφηνοειδὲς εἰς τὴν μασχάλην ἐντεθῇ, ἔπειτα βρόχος ὁ καρχήσιος ἢ ἄλλος τις ἰσότονος περιτίθεται τῷ βραχίονι, οὗ αἱ ἀρχαὶ ἄγονται κάτω καὶ ἀποδίδονται κλιμακίῳ ἑνί τινι κλίμακος πρὸς κράτημα. γενομένου δὲ τοῦ κρατήματος, καθὼς ἐδηλώθη, στρέφεται ὁ ἄξων, ὅτε συμβαίνει τῇ τοῦ ἄξονος στροφῇ διὰ τοῦ κάλου κατὰ μετάληψιν ἀνελκόμενον τὸ σφηνοειδὲς τὴν ἀνάτασιν ἐπιτελεῖν. μετὰ δὲ τὴν αὐτάρκη τάσιν ἡ κατʼ ἐξελκυσμὸν μοχλεία διὰ διπλῆς καιρίας γίνεται, τὸ δὲ σφάλμα διὰ χειρῶν. τούτῳ ἐγὼ τῷ καταρτισμῷ οὐ συναρέσκομαι· διότι, ἐγὼ φράσω· αἰωρούμενον τὸ σφηνοειδὲς περιτρέπεται· ὅταν δὲ μὴ μένῃ ἐν τῇ μασχάλῃ, οὐ γίνεται οὐδὲ τὸ τοῦ καταρτισμοῦ τέλος, καὶ μάλιστα ὅταν θέλῃ τις κρεμαμένου τοῦ πάσχοντος καθʼ ὑπεραιώρησιν καταρτίσαι· ἀσφαλὴς δὲ γίνεται ἡ κατάτασις, βεβηκότος τοῦ σφηνοειδοῦς κατὰ τῶν κλιμακίων καὶ διὰ τῶν κάλων ἠσφαλισμένου, ὡς πρόσθεν ἐδηλώθη. πῶς δὲ καὶ κατʼ ἀνάτασιν ἡμεῖς ἐνεργοῦμεν ἀσφαλῶς, εἴσεσθε μετʼ ὀλίγον ἐν τῇ παραδόσει τῶν κεκλιμένων καταρτισμῶν· ὁ δὲ κατὰ διάτασιν τρόπος γίνεται, τῶν ἄλλων μὲν πάντων συντελουμένων, τῶν δὲ τοῦ βρόχου ἀρχῶν οὐκέτι ἀσφαλιζομένων πρὸς τὸ κλιμάκιον, ἀλλὰ τῷ τύλῳ τοῦ ἄξονος αὐτόθεν προσδεδεμένων, ἢ κατὰ μετάληψιν πρότερον διὰ τῶν κάτω τροχίλων μεταλαμβανομένων καὶ τότε τῷ ἄξονι ἀποδιδομένων. ἐγκλήματα δὲ ταὐτὰ καὶ νῦν κομιζέσθω τὰ τῆς διατάσεως τὰ μικρῷ πρόσθεν ἐπὶ τῆς ἀνατάσεως εἰρημένα· ἀεὶ γάρ μοι ἀρέσει, ὀρθοῦ τοῦ πάσχοντος καταρτιζομένου, μόνῃ τῇ κατατάσει ἐνεργεῖν. περὶ τῆς εἰς τὴν μασχάλην διαφορᾶς λόγον ποιησάμενος ἀκολούθως βούλομαι καὶ περὶ τῆς ἔμπροσθεν ἔτι καὶ τῆς ὀπίσω διαστείλασθαι διαφορᾶς.

Περὶ τῆς ἔμπροσθεν καὶ τῆς ὀπίσω τοῦ ὤμου διαφορᾶς.

Ἐπὶ τῆς ἔμπροσθεν καὶ ὀπίσω τοῦ ὤμου διαφορᾶς τοῦ κλιμακίου κατὰ ταὐτὰ καὶ ὡσαύτως παρεσκευασμένου ἢ ἐσχηματισμένου, προσδεδεμένου δὲ τοῦ τονίου καὶ τῶν τροχίλων, καθάπερ προείρηται, πάλιν πρὸς τὸν καταρτισμὸν ὑποπόδιον δεῖ τιθέναι πλησίον τῆς κλίμακος καὶ τὸ πρὸς τὸν καταρτισμὸν ἐπιτήδειον κλιμάκιον ἐρίῳ ἢ ὀθονίῳ περιειλεῖν, ἔπειτα ὑπερτιθέναι τὴν χεῖρα, ἵνα κατὰ τοῦ κλιμακίου προπεριειλημένου, ὡς ὑπεδείχθη, στηριχθῇ ἡ μασχάλη, καὶ τότε τῷ βραχίονι τὸν καρχήσιον βρόχον ἢ ἄλλον ἰσότονον περιτιθέναι, καθὼς εἴρηται. τοῦ βρόχου τὰς ἀρχὰς ἄγειν κάτω ἐπὶ τὸ τόνιον δεῖ καὶ ἀποδιδόναι τῷ ἄξονι ἤτοι κατʼ εὐθὺ ἢ κατὰ μετάληψιν, ὡς προϊστόρηται ἐπὶ τῆς εἰς τὴν μασχάλην διαφορᾶς, ἵνα πάλιν τῇ τοῦ ἄξονος στροφῇ ἡ τοιάδε κατάτασις γένηται. ἅμα δὲ τῇ κατατάσει πάλιν ὀφείλει τις ἐξόπισθεν παρεστὼς καθάπτειν ἑαυτοῦ τὰς χεῖρας κατὰ τοῦ τραχήλου τοῦ καταρτιζομένου πρὸς τὴν τοῦ σώματος ἀντιμεταγωγήν. ἐξέσται δὲ νῦν μᾶλλόν τι προσθεῖναι τῇ τῆς τάσεως βίᾳ καὶ τῇ κατατάσει, τὸ ὑποπόδιον ὑφελκύσαντα, τὸν δὲ πάσχοντα κρεμάσαντα, ἵνα καὶ ἡ ὑπεραιώρησις συνεργήσῃ τῷ χαλάσματι τῶν προκειμένων τῷ ἄρθρῳ πλεγμάτων. αὐτάρκους δὲ τῆς τάσεως γενομένης, πρὸς τὴν ἀρθρεμβολίαν αἱ κατὰ παραγωγὴν μοχλεῖαι γινέσθωσαν ὑπʼ αὐτοῦ τοῦ καταρτίζοντος. δεῖ δʼ ἐπὶ μὲν τῆς ἔμπροσθεν διαφορᾶς τῷ θέναρι τῆς χειρὸς βιάζεσθαι τὴν κεφαλὴν τοῦ βραχίονος ἐκ τοῦ παρὰ φύσιν τόπου εἰς τὸ κατὰ φύσιν, τῇ ἑτέρᾳ χειρὶ ἀντιμεταγομένου τοῦ ἀγκῶνος ἐκ τῶν ὀπισθίων μερῶν εἰς τὰ ἐμπρόσθια. τούτου δὲ τοῦ ἔργου γινομένου, ὑπηρέτης παρεστὼς πλατείᾳ τῇ χειρὶ ἀνατρεπέτω τὴν ὠμοπλάτην, ἀντερείδων τὴν χεῖρα τῇ ὠμοπλάτῃ, ἵνα μὴ ἐκλύηται ἡ τοῦ ἔργου βία. ἐπὶ δὲ τῆς ὀπίσω διαφορᾶς γινέσθω τὰ ἐναντία· τῆς μὲν κεφαλῆς τοῦ βραχίονος κατὰ τὴν τοῦ αὐτοῦ θέναρος ἀντέρεισιν ἀπὸ τοῦ πρὸς τῇ ὠμοπλάτῃ τόπου εἰς τὸ κατὰ φύσιν μεταγομένης, ὁ δʼ ἀγκὼν τῇ ἑτέρᾳ χειρὶ εἰς τοὐπίσω πάντῃ μεταγέσθω. οὕτως ἡμῖν ἀρέσκει τὴν εἰς τὸ ἔμπροσθεν καὶ τὸ ὀπίσω τοῦ ὤμου διαφορὰν καταρτίζειν· οἱ δʼ ἄλλοι ἐπεὶ ἀμφοτέρων τούτων ἀνέγραψαν καὶ τὸν κατʼ ἀνάτασιν καταρτισμόν, ἴδωμεν πῶς ἔδοξεν αὐτοῖς ἐνεργεῖν. κλιμακίου ὡσαύτως παρεσκευασμένου, διπλῆς καιρίας ἢ κάλου μεσότης ἐρίῳ ἢ ὀθονίῳ περιειλεῖται, εἶθʼ ὑποτίθεται ὑπὸ τὴν μασχάλην, καὶ τότε αἱ ἀρχαὶ ὑπὸ τῶν ἄνω τροχίλων ἐκληφθεῖσαι ἄγονται κάτω καὶ ἀποδίδονται ταῖς σκυτάλαις ταῖς τοῦ ἄξονος ὡς τύλοις. ἔπειτα τῷ βραχίονι καρχήσιος βρόχος ἢ ἄλλος ἰσότονος περιτίθεται, οὗ αἱ ἀρχαὶ ἄγονται κάτω, καὶ προσδέονται κλιμακίῳ τινὶ τῆς κλίμακος πρὸς κράτημα. τούτων γενομένων, ὡς εἴρηται, στρέφεται ὁ ἄξων· στρεφομένου δὲ τοῦ ἄξονος, κράτημα γίνεται καὶ ἀνάτασις. πάλιν δὲ μετὰ τὴν αὐτάρκη τάσιν αἱ κατὰ παραγωγὴν δοκιμάζονται μοχλεῖαι. ἐπὶ τῆς διατάσεως αἱ μὲν τοῦ βρόχου ἀρχαὶ τῷ τύλῳ τοῦ ἄξονος ἀποδίδονται, ἢ αὐτόθεν ἢ κατὰ μετάληψιν, αἱ δὲ τοῦ κάλου ἀρχαὶ κατὰ μετάληψιν, ἵνα τῇ τοῦ ἄξονος στροφῇ ἡ διάτασις γένηται, μετὰ τὴν αὐτάρκη τάσιν τῶν αὐτῶν μοχλειῶν τῶν κατὰ παραγωγὴν δοκιμαζομένων. αἱ μὲν οὖν τάσεις γίνονται, αἱ δὲ μοχλεῖαι οὐκ εἰσὶν ἀσφαλεῖς· αἰωρούμενος γὰρ τῷ κρεμασμῷ καὶ παραφερόμενος ὁ πάσχων δυσχερῶς ἀρθρεμβολεῖται. καὶ διὰ ταύτην τὴν αἰτίαν ἔδοξέ μοι καὶ νῦν ὑπερτίθεσθαι τὴν ἀνάτασιν καὶ τὴν διάτασιν, ἐνεργεῖν δὲ τὴν ἐπὶ πάντων τοῦ ὤμου ὀλισθημάτων κατάτασιν, ὀρθοῦ τοῦ πάσχοντος καταρτιζομένου γινομένην. ἀπὸ τοῦ ὤμου ἐπὶ τὸν ἀγκῶνα μέτειμι.

Περὶ ἀγκῶνος.

Κοινῶς τὰ δύο τοῦ πήχεως ὀστᾶ εἰς τέσσαρας τόπους ὀλισθαίνει, τὸν ἔσω, τὸν ἔξω, τὸν ἔμπροσθεν, τὸν ὀπίσω, καὶ ἐπὶ μὲν τῶν τριῶν διαφορῶν, τῆς ἔσω καὶ τῆς ἔξω καὶ τῆς ὀπίσω, κέκαμπται ἡ χεὶρ ἐκτείνεσθαι μὴ δυναμένη, ἐπὶ δὲ τῆς ἔμπροσθεν διαφορᾶς ἐκτέταται κάμπτεσθαι μὴ δυναμένη. κοινῶς δʼ ἐπὶ τῶν τριῶν διαφορῶν, ἐφʼ ὧν κεκαμμένη ἡ χεὶρ ἀδυνατεῖ ἐκτείνεσθαι, τῆς κλίμακος μετὰ τοῦ τονίου παρεσκευασμένης, καθὼς εἴρηται, πρὸς τὸν καταρτισμόν, εἶτʼ αὐτόθεν παρεστὼς τῇ κλίμακι ὁ καταρτιζόμενος καὶ πλησίον ὄντι τῷ ὑποποδίῳ ἐπιβεβηκὼς ὑπερτιθέτω τὴν χεῖρα ὑπὲρ τὸ ἐπιτήδειον αὐτῆς κλιμάκιον, καὶ τότε ὁ βραχίων διὰ τοῦ λεγομένου φοίνικος ἐπιδέσμου κρατείσθω. βρόχος ἀνισότονος, ὡς ὁ ἐρτός, χιεστός, ναυτικός, περιτιθέσθω τῷ πήχει πλησίον τοῦ καρποῦ, οὗ αἱ ἀρχαὶ ἀναγέσθωσαν καὶ ἀποδεδέσθωσαν ἑνὶ κλιμακίῳ πρὸς κράτημα, ἵνα μείνῃ ἐν τῇ τάσει ἀσφαλῶς φυλασσόμενον τὸ τῆς χειρὸς ἐγγώνιον σχῆμα· ὧν οὕτως γενομένων, διπλῆς καιρίας μεσότης περιτιθέσθω τῷ πήχει ἐγγὺς ἀγκῶνος· ἧς αἱ ἀρχαὶ ἀγέσθωσαν κάτω ἐπὶ τὸν ἄξονα καὶ ἤτοι κατʼ εὐθὺ τῷ τύλῳ τοῦ ἄξονος ἀποδιδόσθωσαν ἢ κατὰ μετάληψιν, καθάπερ ἐπὶ τῶν τοῦ ὤμου ἐξαρθρημάτων, ἵνα πάλιν τῇ τοῦ ἄξονος στροφῇ γένηται κατάτασις. ἀναγέγραπται δʼ ἐπὶ τοῦ ἀγκῶνος καὶ ὁ κατʼ ἀνάτασιν καταρτισμός, τρόπῳ δὲ γίνεται τούτῳ· τῶν ἄλλων ἁπάντων συντελουμένων, καθὼς ἱστορήθη, οὐκέτι ὁ βραχίων ἀσφαλίζεται κρατήματι, ἀλλʼ αὐτῷ ὁ βρόχος ὁ καρχήσιος ἢ ἄλλος τις ἰσότονος περιτίθεται· οὗπερ βρόχου αἱ ἀρχαὶ ἀνάγονται καὶ διὰ τῶν ἄνω τροχίλων ἔσωθεν ἔξω ἐκλαμβάνονται, εἶτα φέρονται κάτω καὶ ταῖς σκυτάλαις τοῦ ἄξονος ὡς τύλοις ἀποδίδονται· τῆς δὲ διπλῆς καιρίας αἱ ἀρχαὶ καταφέρονται καὶ ἀποδίδονται ἀκινήτῳ τινὶ πρὸς κράτημα, ὅτε λοιπὸν στρεφομένου τοῦ ἄξονος οὐδὲν ἄλλο γίνεται ἢ κράτημα καὶ ἀνάτασις ἡ κατὰ μετάληψιν. πρόδηλος δʼ ἐκ τούτων ἐστὶ καὶ ὁ τῆς διατάσεως τρόπος· τὴν γὰρ διάτασιν ... αἱ μὲν τοῦ βρόχου ἀρχαὶ τῷ τύλῳ τοῦ ἄξονος αὐτόθεν ἢ κατὰ μετάληψιν, οἱ δὲ τῆς διπλῆς καιρίας κατὰ μετάληψιν ταῖς σκυτάλαις τοῦ ἄξονος ἀποδίδονται, ἵνα τῇ αὐτῇ τοῦ ἄξονος στροφῇ διάτασις γένηται. μετὰ δὲ τὴν αὐτάρκη τάσιν αἱ ἀκόλουθοι μοχλεῖαι δοκιμάζονται, ἐπὶ μὲν οὖν τῶν δύο διαφορῶν, τῆς τε ἔσω καὶ τῆς ἔξω ἡ κατὰ παραγωγήν, ἐπὶ δὲ τῆς ὀπίσω ἡ κατʼ ἐξελκυσμόν· τοὺς δὲ τρόπους τῶν μοχλειῶν τούτων ἐν τῇ Περὶ ὀλισθημάτων πραγματείᾳ δεδήλωκα. ταῦτα δεῖ ποιεῖν ἐπὶ τῶν δεδηλωμένων τοῦ ἀγκῶνος διαφορῶν· ἐπὶ δὲ τῆς ἔμπροσθεν διαφορᾶς, ἐφʼ ἧς ἔλεξα ἐκτεταμένην τὴν χεῖρα μὴ κάμπτεσθαι, πάλιν τῆς αὐτῆς οὔσης τῆς κλίμακος καὶ τῆς τοῦ τονίου παρασκευῆς, πλησίον τῆς κλίμακος ἑστῶτος τοῦ καταρτιζομένου, ὑπερτίθεται ἡ χεὶρ εἰς τὸ ἐπιτήδειον τῆς κλίμακος κλιμάκιον, εἶτʼ ἀσφαλίζεται ὁ βραχίων πρὸς τὸ κλιμάκιον διὰ τοῦ αὐτοῦ ἐπιδέσμου, καὶ τότε βρόχος ἰσότονος τῷ πήχει περιτίθεται πλησίον τοῦ καρποῦ. οὗ αἱ ἀρχαὶ ἄγονται ἐπὶ τὸ τόνιον πρὸς τὴν κατάτασιν. εἰ δέ τις βούλοιτο κατὰ κράτημα καὶ ἀνάτασιν ἐνεργεῖν, μηκέτι τὸν βραχίονα ἀσφαλιζέσθω πρὸς τὸ κλιμάκιον, ἀλλʼ ἀμφοτέροις τοῖς κώλοις ἰσοτόνους βρόχους περιτιθέτω, ἕνα μὲν τῷ βραχίονι, ἕνα δὲ τῷ πήχει, καὶ τοῦ μὲν ἄνω βρόχου τὰς ἀρχὰς ἀναγέτω ὑπὲρ κεφαλῆς, τοῦ δὲ κάτω, ἵνα τάσεις γένωνται, καθὼς ἐν τοῖς ἄλλοις καταρτισμοῖς ἐδηλώθη. μετὰ δὲ τὴν αὐτάρκη τάσιν νῦν πρὸς τὴν καταγωγὴν δύο μοχλευτικὰ ἐνεργήματα παραλαμβάνεται, τό τε κατʼ ἴπωσιν καὶ τὸ κατὰ περίσφαλσιν· πρωτοστατεῖ δʼ ἡ ἴπωσις ἐπιμενούσης τῆς τάσεως γινομένη, εἶτʼ ἐπακολουθεῖ ἡ περίσφαλσις ἀνεθείσης. τοὺς δὲ τρόπους τῶν μοχλειῶν τούτων πολὺ πρότερον ἐκτέθειμαι ἐν τῷ Περὶ τῶν ὀλισθημάτων ὑπομνήματι. δεῖ δὲ μετὰ τὴν καταγωγὴν τῶν μερῶν κάμπτειν τὴν χεῖρα καὶ ἐκτείνειν στρέφειν τε αὐτὴν ἐπί τε τὸ πρηνὲς καὶ τὸ ὕπτιον σχῆμα εἰς ἐπίγνωσιν τοῦ καταρτισμοῦ τέλους καὶ τότε ἐγγώνιον τὴν χεῖρα σχηματίζειν πρὸς τὴν ἑξῆς ἀκόλουθον θεραπείαν. τοῖς δεδηλωμένοις τρόποις καταρτίζεται ἀμφότερα τὰ τοῦ πήχεως ὀστᾶ παρὰ φύσιν διατεθέντα· ἐπεὶ δέ ποτε καὶ ἑκάτερον αὐτῶν κατʼ ἰδίαν πάσχει ἐξιστάμενον τῆς ἰδίας χώρας, ἀναγκαῖόν ἐστιν ἑξῆς εἰπεῖν, πῶς ὁ πῆχυς ἐξαρθρήσας καταρτισθήσεται, καὶ πῶς ἡ κερκὶς παραρθρήσασα καταγωγῆς ἀξιωθήσεται.

Περὶ πήχεως καὶ κερκίδος.

Ἐξαρθρεῖ ποτε καθʼ ἑαυτὸν ὁ πῆχυς, καὶ πάλιν κατʼ ἰδίαν ἡ κερκὶς παραρθρεῖ εἰς τοὺς εἰρημένους τόπους τῇ Περὶ τῶν ἄρθρων. πάλιν δὲ πρὸς τὸν καταρτισμὸν τῶν ὀστέων τούτων ..., εἶτʼ ἀσφαλίζεσθαι τὸν βραχίονα πρὸς τὸ κλιμάκιον διὰ τοῦ φοίνικος ἐπιδέσμου· αὐτῷ δὲ τῷ πήχει συμφέρει περιτιθέναι ἀνισότονον βρόχον. τούτου δὲ τοῦ βρόχου αἱ μὲν ἀγκύλαι ἐπὶ τοῦ καταρτιζομένου μέρους, αἱ δʼ ἀρχαὶ κατὰ τὸ ἀντικείμενον, τουτέστι κατὰ τὸ ὑγιές· ἰδίως γὰρ οἱ ἀνισότονοι βρόχοι ἐκεῖνα μᾶλλον βιάζονται τὰ μέρη οἷς περιτίθενται αὐτῶν αἱ ἀγκύλαι, ἧσσον δὲ κατὰ τὰς ἀρχάς· θέλομεν δʼ ἡμεῖς τὸ μὲν ἄνω ὠλισθηκὸς ὀστέον κατατείνειν, τὸ δὲ κατὰ φύσιν ἔχον μὴ βιάζεσθαι. τοῦ δὴ οὖν βρόχου αἱ ἀρχαὶ ὀφείλουσιν ἀποδίδοσθαι τῷ τύλῳ τοῦ ἄξονος, ἢ αὐτόθεν ἢ κατὰ μετάληψιν, ἵνα τῇ τοῦ ἄξονος στροφῇ ἡ κατάτασις γένηται, μετὰ δὲ τὴν αὐτάρκη τάσιν πρὸς τὴν καταγωγὴν ταῖς ἀκολούθοις μοχλείαις χρήσασθαι. ἐπὶ μὲν τῆς ἔσω τοῦ πήχεως διαφορᾶς καὶ τῆς ἔξω τῆς κερκίδος παραγωγῆς τῶν δύο χειρῶν οἱ δάκτυλοι συνημμένοι ὑποτίθενται τῷ ἀγκῶνι, καὶ τὰ θέναρα ἑκατέρωθεν παρατίθεται, ὧν τῇ βεβιασμένῃ προσερείσει ἡ παραγωγὴ γίνεται. ἐπὶ δὲ τῆς ὀπίσω διαφορᾶς, καὶ μάλιστα τοῦ πήχεως, τὸ κατʼ ἐξελκυσμὸν ἐνέργημα εὐθετεῖ· τῆς δὲ κερκίδος εἰς τὸν ἔμπροσθεν τόπον παρηρθρηκυίας, ἴπωσις καὶ περίσφαλσις δοκιμάζεται, καθὼς ἐδηλώθη, ὅτε κατηρτίζετο ἀμφότερα τὰ ὀστέα εἰς τὸν ἔμπροσθεν τόπον ἐνηνεγμένα. τοὺς δʼ ἀκριβεῖς τρόπους τῶν μοχλειῶν τούτων ἐν τῇ Περὶ τῶν ὀλισθημάτων πραγματείᾳ ἐκτέθειμαι. τεκμήριον δʼ ἔσται τοῦ καταρτισμοῦ, ἐπὶ μὲν τοῦ πήχεως ἡ ἀνεμπόδιστος τῆς χειρὸς κάμψις τε καὶ ἔκτασις, ἐπὶ δὲ τῆς κερκίδος ἡ ἐπὶ τὸ πρηνὲς καὶ τὸ ὕπτιον στροφή. ὡς μὲν οὖν δεῖ διὰ τοῦ κλιμακίου ὀρθὸν τὸν πάσχοντα καταρτίζειν, ἐδηλώθη· ἐπεὶ δὲ διά τινα εὔλογον αἰτίαν, ἢ διʼ ἀσθένειαν ἢ διὰ κάταγμα τοῦ μηροῦ ἅμα γενόμενον ἢ κνήμης, ὀρθὸς καταρτίζεσθαι οὐ δύναται ὁ πάσχων, ἀναγκαῖόν μοί ἐστιν ἑξῆς διδάξαι πῶς κεκλιμένης τῆς κλίμακος ἐπικεκλιμένος αὐτῇ ἢ βάθρῳ ὁ πάσχων καταρτισθήσεται.

Πῶς κεκλιμένον τὸν πάσχοντα δεῖ καταρτίζειν.

Κλίνειν δεῖ τὴν κλίμακα καὶ τότε τοῖς σκέλεσιν αὐτῆς ἑκατέρωθεν ὑπὸ τὰ πέρατα λίθους ἢ ξύλα ὑποτιθέναι, ἵνα μετεωρισθῇ ἀπὸ τοῦ ἐδάφους, σινδόνα δὲ τοῖς κλιμακτῆρσιν ἐπιτιθέναι ὁμαλισμοῦ χάριν· οὕτω γὰρ ἢ κλίνῃ ἀναλογήσει ἢ βάθρῳ πρὸς τὴν ἐν τῷ καταρτισμῷ κατάκλισιν τοῦ πάσχοντος. τὸ δὲ τόνιον ἀσφαλιζέσθω πρὸς τὴν κλίμακα πρὸς τοῖς κάτω πέρασι τῶν σκελῶν, καὶ πάλιν οἱ τρόχιλοι, καθὼς εἴρηται, προσδεδέσθωσαν, δύο μὲν ἄνω, δύο δὲ κάτω. τῆς δὲ κλίμακος πρὸς τὸν κεκλιμένου καταρτισμὸν αἱρετώτερόν ἐστι βάθρον μᾶλλον πᾶν τὸ κατὰ τὸ πέρας τῆς σανίδος τετραγώνοις ἐκκοπαῖς ἐκκεκομμένον πρὸς ἀσφαλῆ τὴν εἰς αὐτὸ τοῦ τονίου ἔνθεσιν. ἡ μὲν παρασκευὴ ἡμῖν τίς εἶναι ὀφείλει, δεδήλωται· τούτους δὲ πάλιν ἐκθήσομαι τοὺς τοῦ ὤμου καταρτισμούς. δεῖ δὴ τοίνυν ἐπὶ τῶν τοῦ ὤμου ἐξαρθρημάτων κεκλιμένον σχηματίζειν τὸν κάμνοντα, ἤτοι ἐπὶ τῆς κλίμακος ἢ ἐπὶ τοῦ βάθρου, τοῦ τονίου πλησίον τῶν ποδῶν ὄντος, ὕπτιον μὲν ἐπί τε τῆς εἰς τὴν μασχάλην καὶ τῆς ἔμπροσθεν διαφορᾶς, πρηνῆ δʼ ἐπὶ τῆς ὀπίσω. λοιπὸν δὲ δεῖ ἐπὶ τῆς εἰς τὴν μασχάλην διαφορᾶς ἀπάγειν τὰς τῶν κάλων ἀρχὰς ὑπὲρ κεφαλῆς μὲν ἔμπροσθεν ἢ ὄπισθεν οὔσας καὶ τῆς διπλῆς καιρίας τὴν μεσότητα περιτιθέναι τῷ βραχίονι μεταξὺ τοῦ βραχίονος καὶ τοῦ σφηνοειδοῦς, ὡς γίνεσθαι ἔξω τὰς τῆς καιρίας ἀρχάς, καὶ οὕτως ἐᾶν παρειμένας, μετὰ ταῦτα δὲ καρχήσιον βρόχον ἢ ἄλλον ἰσότονον περιτιθέναι τῷ βραχίονι, καθὼς ἐλέχθη πρόσθεν, οὗ βρόχου τὰς ἀρχὰς ἄγειν κάτω ὡς ἐπὶ τὸ τόνιον. λοιπὸν δʼ ἔχοντες τὰς ἀρχὰς κάτω πρὸς τοὺς πόδας, ἐνεργήσομεν ἢ κατὰ κράτημα καὶ ἀνάτασιν ἢ κατὰ διάτασιν, ἤτοι κατὰ τὸ εὐθύπορον ἢ κατὰ μετάληψιν, ὡς πρόσθεν ὑπεδείχθη. δεῖ δὲ μετὰ τὴν αὐτάρκη τάσιν ταῖς καταλλήλοις μοχλείαις ἀρθρεμβολεῖν τὸν βραχίονα· εὐθετεῖ δʼ εἰς τὴν τῆς μασχάλης διαφορὰν δύο μοχλευτικὰ ἐνεργήματα, τό τε κατʼ ἐξελκυσμὸν καὶ τὸ κατὰ σφάλμα· γίνεται δʼ ἐπιμενούσης τῆς τάσεως διὰ τῆς διπλῆς καιρίας. τὰς ἀρχὰς διακρατήσαντες ἐξέλκομεν βιαίως τὴν κεφαλὴν τοῦ βραχίονος, ἅμα δὲ τῷ ἐξελκυσμῷ ἀντιμετάγομεν τὸν ἀγκῶνα ἔνδον πρὸς τὰς πλευράς· τῷ γὰρ δεδηλωμένῳ ἐνεργήματι ῥᾳδίως ἐξάγεται καὶ εὐχερῶς μετάγεται ἡ κεφαλὴ τοῦ βραχίονος εἰς τὸν ἔξω τόπον. τοῦ δʼ ἐξελκυσμοῦ γενομένου, ἐπαναγέσθω τὸ σφάλμα ὡς ἂν τὰ σχήματα ἅμα νοήματι ἡ μὲν τάσις ἀνιέσθω, συλλαμβανέσθω δʼ ὁ βραχίων καὶ ἀναβιβαζέσθω πρὸς ἐνάρθρωσιν. ταῦτα δεῖ ποιεῖν ἐπὶ τῆς εἰς τὴν μασχάλην διαφορᾶς.

Περὶ ὤμου διαφορᾶς.

Ἐπὶ τῆς ἔμπροσθεν καὶ τῆς ὀπίσω διαφορᾶς τοῦ ὤμου, ἐσχηματισμένου τοῦ πάσχοντος, καθὼς δεδήλωται, ὑπτίου μὲν ἐπὶ τῆς ἔμπροσθεν διαφορᾶς, πρηνοῦς δʼ ἐπὶ τῆς ὀπίσω, κάλου ἢ καιρίας μεσότης ἐρίῳ ἢ ὀθονίῳ περιειλημένη ὑποτιθέσθω τῇ μασχάλῃ, καὶ τότε αἱ ἀρχαὶ ἀναγέσθωσαν ὑπὲρ κεφαλῆς, ἀλλὰ μὴ κατὰ κάθετον κατὰ τὸν πάσχοντα ὦμον, λοξαὶ δʼ ὡς ἐπὶ τὸν ἀντικείμενον φερέσθωσαν καὶ ἀποδιδόσθωσαν ἀκινήτῳ τινὶ πρὸς κράτημα. ἡ δʼ αἰτία ἐζήτηται, διὰ τί οὐ κατʼ εὐθὺ ἀνάγονται αἱ ἀρχαί, ἀλλὰ λοξούμεναι φέρονται ὡς ἐπὶ τὸ ἀντικείμενον μέρος. οἱ μὲν οὖν περὶ τὸν Πασικράτην καί τινες ἄλλοι ἔφασαν τοῦτο γίνεσθαι, ἵνα μή, ὑπὸ τῆς τοῦ κάλου μεσότητος ἀνελκομένης τῆς τοῦ βραχίονος κεφαλῆς, ἐμποδίζηται ἡ κατάτασις· ἐπλανήθησαν δʼ οὗτοι τῇ τοῦ μηροῦ ὁμοιότητι, τοῦ πράγματος οὐκ ἔχοντος οὕτως· ὁ μὲν γὰρ μηρὸς ἐπικλινείᾳ κέχρηται γαμμοειδεῖ, ὁ δὲ βραχίων καθʼ ἡμίτομον ἐσφαίρωται, καὶ οὐχ ὥσπερ ὁ μηρός, οὕτως καὶ ὁ βραχίων ὑπὸ τῆς μεσότητος τοῦ κάλου ἀνέρχεται. τίνος οὖν χάριν τοῦτο γίνεται; ἵνα μὴ ὑπὸ τῆς μεσότητος τοῦ κάλου ἀναπιεζούμενα τὰ τῆς μασχάλης σώματα πληρώσῃ τὸν τῆς μασχάλης τόπον· τῆς γὰρ κοτύλης ἀναπληρωθείσης, οὐκέτι τόπον ἕξει πρὸς τὴν ἐνάρθρωσιν ἡ κεφαλὴ τοῦ βραχίονος. ὡσαύτως δὲ καὶ ἡμεῖς κατὰ ταὐτὰ τοῖς οὐ πολὺ πρὸ ἡμῶν γενομένοις σχηματίζομεν τὴν καιρίαν ἢ τὸν κάλων διὰ τὴν ἱστορημένην αἰτίαν. εἰώθαμεν δέ ποτε καὶ ἄλλως τὸ κράτημα ἐπιτελεῖν· δύο γὰρ βρόχους ἀνισοτόνους πλέκοντες περιτίθεμεν τῷ θώρακι καὶ τῷ νώτῳ καὶ ὑπὸ τὰς μασχάλας καὶ κατʼ ἀντίθετον τάξιν τὰς ἀρχὰς ἀναδίδομεν τῷ κρατήματι. γενομένου δὲ τοῦ κρατήματος κατὰ τὸν ἱστορημένον τρόπον, βρόχον ἰσότονον τῷ βραχίονι περιτίθεμεν, καθὼς εἴρηται ἐπὶ τῆς εἰς τὴν μασχάλην τοῦ ὤμου διαφορᾶς, καὶ τότε τοῦ βρόχου τούτου τὰς ἀρχὰς ἄγομεν κάτω ἐπὶ τὸ τόνιον καὶ ἀποδίδομεν τῷ ἄξονι, ἵνα τῇ τοῦ ἄξονος στροφῇ κράτησις γένηται καὶ κατάτασις. μετὰ δὲ τὴν αὐτάρκη τάσιν τῇ κατʼ ἴπωσιν μοχλείᾳ χρώμεθα πρὸς τὴν τοῦ ἄρθρου καταγωγήν, τῷ θέναρι τῆς χειρὸς βίᾳ ἰποῦντες τὴν κεφαλὴν τοῦ βραχίονος καὶ τῇ ἑτέρᾳ ἀντανακλῶντες τὸν ἀγκῶνα· τὸ δὲ σημεῖον τῆς καταγωγῆς πρόσθεν ἡμῖν ἐδηλώθη. ἔσθʼ ὅτε δέ ποτε μετὰ τοῦ ἐξαρθρήματος καὶ κάταγμα γίνεται κατὰ μέσον τοῦ βραχίονος, καὶ ἀνάγκην ἴσχει ὁ ἰατρὸς ὑπὸ τὸν αὐτὸν καιρὸν ἀμφότερα τὰ συμπτώματα καταρτίσαι· στήσω δὲ τὸν λόγον διδασκαλίας χάριν ἐπὶ τῆς εἰς τὴν μασχάλην διαφορᾶς, ἅμα τοῦ βραχίονος μέσου κατεαγότος. ἐζήτησαν δʼ οἱ προγενέστεροι ἄνδρες περὶ τοῦ καταρτισμοῦ τῶν τοιούτων συμπτωμάτων, καὶ ὁ μὲν Πασικράτης πρῶτον κατήρτισε τὸ ὀλίσθημα, ὅτι πλείστην ἐζήτει βίαν ἐν τῷ καταρτισμῷ, τὸ δὲ κάταγμα ἥσσω. ἂν δέ τις ὑπὸ τὸ κάταγμα περιθεὶς τὸν βρόχον ἐν τῷ αὐτῷ καιρῷ ἀμφότερα τὰ συμπτώματα καταρτίζῃ, τοῦ κατάγματος μᾶλλον ἢ δεῖ κατατεινομένου, ἐν ᾧ χρόνῳ αὐτάρκως τείνεται τὰ ἐξαρθρήματα, τὰ περικείμενα πλέγματα τῷ κατάγματι ὑπερδιατεινόμενα ἀδικηθήσεται καὶ τὰ νεῦρα παραλυθήσεται ἢ ῥαγήσεται, τάχα δὲ καὶ ὅλα τὰ σώματα, μήπω φθάσαντος τοῦ ἄρθρου χαλασθῆναι. διὰ ταῦτα ἔδοξεν αὐτῷ ὑπὲρ τὸ κάταγμα βρόχον περιτιθέναι, καὶ πρῶτον τὸ ἐξάρθρημα καταρτίζειν, εἶτα μετὰ τοῦτο τὸ κάταγμα. Ἀριστίων δʼ ὑπὸ τὸν αὐτὸν καιρὸν ἠθέλησεν ἀμφότερα τὰ συμπτώματα καταρτίζειν· ἐὰν γὰρ πρῶτον τὸ ἐξάρθρημα καταρτισθῇ, ἐν τῇ τοῦ κατάγματος καταρτίσει ὑπογύως κατηρτισμένη ἡ κεφαλὴ τοῦ βραχίονος ἐκπεσεῖται. τὰ δʼ εἰς ἑκάτερον μέρος εἰρημένα ἐγκλήματά ἐστιν ἀληθῆ, καὶ διὰ ταῦτα ἡμῖν ἀρέσκει πρῶτον μὲν καταρτίζειν τὸ ἐξάρθρημα, καὶ τότε τὸ κάταγμα, ἀλλὰ μετʼ ἀσφαλείας, ἵνα μὴ τῇ τοῦ κατάγματος κατατάσει ἐκπέσῃ καὶ τὸ ἄρθρον. πρὸς δὲ τὸν καταρτισμὸν τὸ ἐκ τῶν κάλων ἠρτημένον σφηνοειδὲς ἐντίθεται εἰς τὴν μασχάλην, καὶ πάλιν αἱ τῶν κάλων ἀρχαὶ ἀνάγονται ὑπὲρ κεφαλῆς. τῷ βραχίονι ὑπεράνω τοῦ κατάγματος βρόχος καρχήσιος ἢ ἄλλος ἰσότονος περιτίθεται, καὶ τούτου αἱ ἀρχαὶ ἄγονται κάτω, καὶ ἀποδίδονται ἀκινήτῳ τινὶ πρὸς κράτημα, κατʼ ἀνάτασιν καταρτισθέντος τοῦ ἄρθρου, ἅτε ἐγκείμενον τὸ σφηνοειδὲς εἰς τὴν μασχάλην, ἵνα μείνῃ ἡ κεφαλὴ τοῦ βραχίονος. ἅμα δὲ καὶ αἱ τοῦ βρόχου ἀρχαὶ λύονται κάτωθεν καὶ ὑπὲρ κεφαλῆς ἀναχθεῖσαι τῷ κρατήματι ἀποδίδονται, ἵνα κατὰ τὸ συναμφότερον ὑπὸ τοῦ σφηνοειδοῦς καὶ τοῦ βρόχου μείνῃ κεκρατημένον τὸ ἄρθρον ἐν τῇ ἰδίᾳ χώρᾳ. γενομένων δὲ τούτων, βρόχος ὁ καρχήσιος ἢ ἄλλος ἰσότονος περιτίθεται τῷ βραχίονι, οὗ αἱ ἀρχαὶ ἄγονται κάτω καὶ ἀποδίδονται τῷ ἄξονι πρὸς τὴν κατάτασιν, ἵνα τὸ κάταγμα κατὰ τάξιν καταρτισθῇ, τοῦ ἄρθρου ἄνω κεκρατημένου. ἀπὸ τοῦ ὤμου ἐπὶ τὸν ἀγκῶκα μέτειμι.

Περὶ διαφορᾶς ἀγκῶνος.

Ἐπὶ τῶν τριῶν τοῦ ἀγκῶνος διαφορῶν, ἐφʼ ὧν ἡ χεὶρ κέκαμπται ἐκτείνεσθαι μὴ δυναμένη, τοῦ πάσχοντος ὑπτίου ἐσχηματισμένου ἐπὶ τῆς ἐπικειμένης τῇ κλίμακι σανίδος τοῦ βάθρου, καὶ τοῦ τονίου κάτω προσδεδεμένου, βρόχος ἀνισότονος τῷ πήχει περιτιθέσθω πλησίον τοῦ καρποῦ, οὗ αἱ ἀρχαὶ ἀναγέσθωσαν καὶ ἀποδεδέσθωσαν ἑνὶ κλιμακίῳ πρὸς κράτημα, τῷ δὲ βραχίονι περιτιθέσθω βρόχος ἰσότονος, οὗ αἱ ἀρχαὶ ἀναγέσθωσαν ὑπὲρ κεφαλῆς, καὶ ἀποδιδόσθωσαν ἀκινήτῳ τινὶ πρὸς κράτημα, καὶ τότε διπλῆς καιρίας ἡ μεσότης κατὰ τοῦ πήχεως ἐγγὺς τοῦ ἀγκῶνος τασσέσθω, καὶ ταύτης αἱ ἀρχαὶ ἀγέσθωσαν κάτω. λοιπὸν δὴ ἔχοντες ἀρχὰς τοῦ βρόχου τοῦ περικειμένου τῷ βραχίονι ὑπὲρ κεφαλῆς καὶ ἀρχὰς διπλῆς καιρίας κάτω, ἐνεργήσομεν ἢ κατὰ κράτημα καὶ ἀνάτασιν ἢ κατὰ διάτασιν, ὡς ἐν τοῖς πρόσθεν ἱστορήθη. μετὰ δὲ τὴν αὐτάρκη τάσιν ταῖς αὐταῖς μοχλείαις χρησόμεθα ταῖς πάλαι ἐπʼ ὀρθῆς τῆς κλίμακος δεδηλωμέναις. ἐπὶ δὲ τῆς ἔμπροσθεν διαφορᾶς ἐκτεταμένης τῆς χειρός, πάλιν τοῦ πάσχοντος ὑπτίου ἐσχηματισμένου, βρόχος ἰσότονος περιτιθέσθω τῷ βραχίονι, οὗ αἱ ἀρχαὶ ἀναγέσθωσαν ὑπὲρ κεφαλῆς, καὶ ἄλλος βρόχος ἰσότονος τῷ πήχει κατὰ τὰ ἀπολήγοντα μέρη περιτιθέσθω, οὗ αἱ ἀρχαὶ ἀγέσθωσαν κάτω πρὸς τοὺς πόδας. αἱ δὲ τάσεις ὀφείλουσι γίνεσθαι ὡς ἐν τοῖς πρόσθεν ἐκτέθειμαι. ταῖς δʼ αὐταῖς μοχλείαις ὀφείλει ἡ κατάτασις τοῦ ἄρθρου γίνεσθαι, τῇ κατʼ ἴπωσιν καὶ τῇ κατὰ περίσφαλσιν. ὡσαύτως καταρτίζειν δεῖ ὡς ἐπὶ τοῦ ὀρθοῦ ἐδηλώθη, καὶ ὅταν τὸ ἕτερον ὀστέον παρὰ φύσιν διατεθῇ, ἤτοι ὁ πῆχυς ἐξαρθρήσει, ἢ ἡ κερκὶς παραρθρήσει, πάλιν τῷ μὲν βραχίονι ἰσοτόνου περιτιθεμένου βρόχου, καὶ τῶν ἀρχῶν ἄνω ὑπὲρ κεφαλῆς ἀποδιδομένων κρατήματι, τῷ δὲ πήχει ἀνισοτόνου, καθὼς ἐδηλώθη, περιτιθεμένου, καὶ τῶν ἀρχῶν ἀγομένων κατὰ τὸ ἐπιτόνιον, μοχλειῶν τῶν αὐτῶν δοκιμαζομένων πρὸς τὰς τῶν ὀστέων καταταγάς. σύμπας μοι ἀπήρτισται ὁ περὶ τοῦ ὤμου καὶ τοῦ ἀγκῶνος λόγος, ὥστε με δεῖν ἑπομένως περὶ τοῦ καρποῦ ἀποδεῖξαι.

Περὶ καρποῦ.

Ὁ καρπὸς εἰς τέσσαρας τόπους παραρθρεῖ, ἔσω, ἔξω, ἔμπροσθεν, ὀπίσω· καταρτίζεσθαι δʼ ὀφείλει ἤτοι ἐπὶ τοῦ βάθρου ἢ ἐπὶ τῆς κλίμακος κεκλιμένης, παρακαθημένου τοῦ πάσχοντος τῇ κλίμακι ἢ τῷ βάθρῳ. σχηματιζέσθω δʼ ἡ χεὶρ ὑπτία μὲν ἐπὶ τῆς ἔσω διαφορᾶς, πρηνὴς δʼ ἐπὶ τῶν λοιπῶν τριῶν διαφορῶν, καὶ τότε τῷ κοίλῳ τῆς χειρὸς πλάγιον καυτήριον προσδεδέσθω ἢ πλαγία σκυτάλη. εἶτʼ ἀσφαλιζέσθω τὸ μετακάρπιον πρός τι τῶν εἰρημένων, καὶ τότε τοῖς προκειμένοις ἄκροις τῆς σκυτάλης ἢ τοῦ καυτηρίου βρόχων ἀνισοτόνων ἀγκύλαι ἢ διπλῶν καιριῶν μεσότητες περιτιθέσθωσαν, ὧν αἱ ἀρχαὶ ἀγέσθωσαν ἔμπροσθεν ὡς ἐπὶ τὸ τόνιον. τῷ δὲ πήχει πλησίον τοῦ καρποῦ βρόχος ἰσότονος περιτιθέσθω, οὗ αἱ ἀρχαὶ ἀγέσθωσαν ὀπίσω, καὶ πάλιν τάσεις γινέσθωσαν αἱ μικρῷ πρόσθεν εἰρημέναι, ἤτοι κατὰ κράτημα καὶ κατάτασιν ἢ κατὰ κράτημα καὶ ἀνάτασιν ἢ κατὰ διάτασιν. μετὰ δὲ τὴν τάσιν ἐγκρινέσθωσαν μοχλεῖαι αἱ ἐν τῇ Περὶ τῶν ὀλισθημάτων πραγματείᾳ δεδηλωμέναι, ἐπὶ μὲν τῆς ἔσω καὶ τῆς ἔξω διαφορᾶς κατʼ ἴπωσιν, ἐπὶ δὲ τῆς ἔμπροσθεν καὶ ὀπίσω κατὰ παραγωγήν. μέτειμι δὴ τῇ τάξει ἐπὶ τὴν ῥάχιν.

Περὶ ῥάχεως.

Τῆς ῥάχεως ὑβώματα τὰ πρόσφατα ἐκ πληγῆς γινόμενα καταρτίζεται· πρὸς δὲ τὸν καταρτισμὸν πρηνῆ σχηματίζειν δεῖ τὸν πάσχοντα, ἤτοι ἐπὶ τῆς κλίμακος τῆς ἐχούσης ἐπικειμένην τοῖς κλιμακτῆρσι τὴν σανίδα ἢ ἐπὶ τοῦ βάθρου καὶ τῶν τροχίλων, καθὼς ἐδηλώθη, ἔπειτα τῇ ῥάχει βρόχους περιτιθέναι ἤτοι ἰσοτόνους δύο, ἕνα μὲν ἄνω ὑπὲρ τὸ ὕβωμα, ἕνα δὲ κάτω ὑπὸ τὸ ὕβωμα, ἢ τέσσαρας ἀνισοτόνους ἀντιθέτους, δύο ἄνω καὶ δύο κάτω, καὶ τῶν μὲν ἄνω βρόχων τὰς ἀρχὰς ἄγειν ἄνω, τῶν δὲ κάτω κάτω· ἐνεργεῖν δέ, ἤτοι κατὰ κράτημα καὶ κατάτασιν ἢ κατὰ κράτημα καὶ ἀνάτασιν ἢ κατὰ διάτασιν, πρὸς δὲ τὴν διάτασιν τοῖς τροχίλοις κατὰ μετάληψιν χρωμένου τοῦ ἐνεργοῦντος, εἶτʼ ἐγκρίνειν μετὰ τὴν αὐτάρκη τάσιν μοχλείαν, καθὼς ὑπέδειξα ἐν τῇ Περὶ τῶν ἄρθρων πραγματείᾳ. ἑπόμενον δʼ ἐστὶ δηλῶσαί με τοὺς καταρτισμοὺς τῶν τοῦ μηροῦ ἐξαρθρημάτων.

Περὶ μηροῦ.

Ὁ μηρὸς εἰς τέσσαρας τόπους ἐκπίπτει, ἔσω, ἔξω, ἔμπροσθεν, ὀπίσω, καὶ ἐπὶ μὲν τῶν τριῶν διαφορῶν ἐστιν ἐκτεταμένον τὸ σκέλος κάμπτεσθαι μὴ δυνάμενον, ἐπὶ δὲ τῆς ὀπίσω διαφορᾶς κέκαμπται μὴ ἐκτεινόμενον. ἐπὶ τῶν τριῶν διαφορῶν ἐφʼ ὧν ἐστιν ἐκτεταμένον τὸ σκέλος, ὕπτιος ὁ πάσχων σχηματιζέσθω ἐπὶ κλίμακος ἢ ἐπὶ τοῦ βάθρου, καὶ τότε διπλῆς καιρίας ἢ κάλου μεσότης ἐρίῳ ἢ ὀθονίῳ περιειλημένη τῷ περινέῳ προστιθέσθω· αἱ δὲ τοῦ κάλου ἀρχαὶ ἀναγέσθωσαν ὑπὲρ κεφαλῆς. ἐπὶ μὲν οὖν τῆς ἔξω καὶ τῆς ἔμπροσθεν διαφορᾶς ἀδιαφόρως προστίθεται τῷ περινέῳ τῆς καιρίας διʼ ὅλου ἡ μεσότης, ἐπὶ δὲ τῆς ἔσω διαφορᾶς παρατετηρημένως μεταξὺ τοῦ κατὰ φύσιν μηροῦ καὶ τῆς κεφαλῆς τοῦ καταρτιζομένου κώλου, ἵνα μὴ ὑποκειμένη τῇ κεφαλῇ τοῦ μηροῦ κωλύῃ κατατείνεσθαι τὸ κῶλον. τούτου δὲ γενομένου, καρχήσιος βρόχος ἢ ἄλλος ἰσότονος περιτίθεται τῷ μηρῷ κατὰ τὰ ἀπολήγοντα μέρη, οὗ αἱ ἀρχαὶ ἄγονται κάτω ὡς ἐπὶ τὸ τόνιον καὶ τῷ τύλῳ τοῦ ἄξονος ἀποδίδονται, ἵνα τῇ τοῦ ἄξονος στροφῇ κράτημα γένηται καὶ κατάτασις. ἐξέσται δὲ καὶ κατʼ ἀνάτασιν ἢ κατὰ διάτασιν ἐνεργῆσαι, καθὼς ἐπὶ τοῦ ὤμου δεδήλωται. μετὰ δὲ τὴν αὐτάρκη τάσιν μοχλείαις κεχρήμεθα ταῖς αὐταῖς ταῖς ἱστορημέναις ἡμῖν ἐν τῇ Περὶ τῶν ἄρθρων πραγματείᾳ. ἐπὶ δὲ τῆς ὀπίσω διαφορᾶς, ἐφʼ ἧς ἔλεξα κεκαμμένον τὸ σκέλος μὴ ἐκτείνεσθαι, ... μὲν ... ἀλλʼ ἢ τοῦ τονίου κάτω προσδεδεμένου, σχηματιζέσθω ὁ πάσχων καθέδριος μέν, μᾶλλον δὲ προσανανενευκὼς πρὸς τὸ ὕπτιον σχῆμα, ἐπιρρεπὴς πρὸς τὸ ἕτερον ἰσχίον. ἔπειτα γίνεται τὸ κράτημα, καθὼς ἐδηλώθη ἐν τῇ Περὶ τῶν ἄρθρων πραγματείᾳ, καὶ τότε βρόχος καρχήσιος ἢ ἄλλος ἰσότονος περιτίθεται τῷ μηρῷ, οὗ αἱ ἀρχαὶ ἄγονται κάτω καὶ ἀποδίδονται τῷ ἄξονι πρὸς τὴν κατάτασιν. μετὰ δὲ τὴν αὐτάρκη τάσιν πρὸς τὴν ἀρθρεμβολίαν ταῖς αὐταῖς μοχλείαις χρώμεθα ταῖς ἱστορημέναις ἐν τῇ Περὶ τῶν ἄρθρων πραγματείᾳ, πάλιν τῇ ἰπώτριδι σπάθῃ κατʼ ἐξελκυσμὸν μοχλευομένης ἔξω καὶ προβιβαζομένης τῆς τοῦ μηροῦ κεφαλῆς, καὶ τοῦ μὲν σκέλους τῇ κατατάσει ἐκτεινομένου, τοῦ δὲ πάσχοντος κατʼ ἀνατροπὴν ὑπτίου σχηματιζομένου πρὸς τὴν τοῦ ἄρθρου καταταγήν. σημειούμεθα δὲ τὴν ἐμβολὴν ἐκ τῆς ἀπηχήσεως καὶ τῆς τοῦ σκέλους ἐκτάσεως· ἐπὶ πάσης γὰρ διαφορᾶς μετὰ τὸν καταρτισμὸν τεκμαιρόμεθα τὴν καταταγήν, ἀπαρεμποδίστων ὄντων τῶν τοῦ σκέλους ἐνεργημάτων, τῆς κάμψεως λέγω καὶ τῆς τάσεως.

Περὶ γόνατος.

Τὸ γόνυ εἰς τρεῖς τόπους παραρθρεῖ, ἔσω, ἔξω, ὀπίσω. ἀεὶ δὲ τοῦ σκέλους ἐκτεταμένου, ἐπὶ μὲν τῆς ἔσω καὶ τῆς ἔξω διαφορᾶς ὕπτιον δεῖ σχηματίζειν τὸν πάσχοντα τὸ σκέλος, ἐπὶ δὲ τῆς ὀπίσω διαφορᾶς πρηνῆ, καὶ τότε τοὺς βρόχους ἰσοτόνους περιτιθέναι τοῖς κώλοις, ἕνα τῷ μηρῷ πλησίον τοῦ γόνατος, καὶ ἄλλον τῇ κνήμῃ ὑπὲρ τὴν γαστροκνημίαν, εἶτα πάλιν τοῦ τονίου κάτω προσδεδεμένου, τὰς αὐτὰς δοκιμάζειν τάσεις τὰς ἐπὶ τῶν ἄλλων ὀλισθημάτων ἱστορημένας καὶ μοχλείας τὰς δεδηλωμένας ἐν τῇ Περὶ τῶν ἄρθρων πραγματείᾳ.

Περὶ σφυροῦ.

Τὸ σφυρὸν ποτὲ μὲν ἔσω, ποτὲ δʼ ἔξω διαστρέφεται, ἔσθʼ ὅτε δʼ ὀπίσω ὑποχωρεῖ. πάλιν δὲ δεῖ, τοῦ πάσχοντος καθεδρίου ἐσχηματισμένου καὶ τοῦ σκέλους ἐκτεταμένου, βρόχον ἰσότονον περιτιθέναι τῇ κνήμῃ, οὗ τὰς ἀρχὰς ἄγειν ὀπίσω, τῷ δὲ σφυρῷ τὸ σανδάλιον ἢ τὸν δράκοντα, οὗ τὰς ἀρχὰς ἄγειν ἔμπροσθεν ἐπὶ τὸν ἄξονα, ἐνεργεῖν δὲ κατὰ κράτημα καὶ κατάτασιν καὶ τὰς αὐτὰς ἐγκρίνειν μοχλείας τὰς παραδεδομένας ἐν τῷ Περὶ τῶν ὀλισθημάτων ὑπομνήματι. τοὺς δὲ καταρτισμοὺς ἐπέδραμον, ἐπεὶ προηγουμένως περὶ αὐτῶν λέγω ἐν τῇ κινήσει τῶν ἐφεδράνων ὀργάνων, μάλιστα δὲ τοῦ ἡμετέρου κατασκευάσματος.

Νυμφοδώρου γλωσσόκομον.

Τὸ Νυμφοδώρου γλωσσόκομόν ἐστιν ἐκ τῶν λεγομένων τετραγώνων τονίων. πλευρὰ κατέχει δύο συμπεπηγότα πρὸς ἄλληλα κατὰ τὰ πέρατα δυσὶ τοῖς λεγομένοις διαπήγμασιν· ἔστι δὲ τοῖς μέτροις τὰ διαπήγματα τοῖς πλευροῖς ἀνάλογον, μήκει μὲν καὶ πλάτει διπαλαιστιαῖα, τῷ δὲ πάχει διδακτυλιαῖα. ἴσης δʼ οὔσης τῆς ἀναμετρήσεως αὐτῶν, κατὰ λόγον ἐγένετο γλωσσόκομον ἴσον κυρίως τετραγώνῳ λεγομένῳ. ἐν μέσοις δὲ τοῖς πλευροῖς ἀνεσκαμμένοις καὶ κεκοιλασμένοις κοιλότησιν ἐπιπολαίοις ἄξων ἐστὶ κρυπτὸς μέσον ἔχων τύμπανον, καὶ τούτου τοῦ τυμπάνου ἑκατέρωθεν ἤτοι ἀγκύλια σιδηρᾶ δύο τὰ πάντα ἢ τρήματα γέγονε πρὸς κάλων ἔνδεσιν, ὧν ἡ ἔνδεσίς ἐστι τοιαύτη· δύο κάλοι κατὰ τὰ μέσα μέρη περιτίθενται τοῖς ἀγκυλίοις καὶ ἁμματίζονται ἑκατέρωθεν πλησίον τῶν τρημάτων. τεσσάρων δʼ οὐσῶν ἀρχῶν, δύο μὲν ἀρχαὶ διεκβάλλονται διὰ τοῦ ἐμπροσθίου διαπήγματος τετρημένου ἔσωθεν ἔξω, αἱ δὲ λειπόμεναι δύο διὰ τοῦ ὀπισθίου. τῷ δὲ τυμπάνῳ παρέστηκε κατʼ εὐθὺ φακωτὸς κοχλίας ὁ λεγόμενος κατʼ ἐπισύνθεσιν κοχλιάξων, οὗ τὸ ἄκρον ἔγκειται εἰς ἐπιπόλαιον κοιλότητα τοῦ ἐμπροσθίου διαπήγματος, τὸ δʼ ἑλικωτὸν μέρος τῷ τυμπάνῳ ἔγκειται, τὸ δὲ λειπόμενον αὐτοῦ μῆκος διενήνεκται διὰ τοῦ τρήματος, καὶ κατὰ τὸ πέρας ἔχει ἐπιτόνιον προσκείμενον πρὸς τὴν στροφήν, ἵνα διὰ τῆς τοῦ ἐπιτονίου στροφῆς κινούμενος ὁ κοχλιάξων στρέφῃ τὸ τύμπανον· στρεφομένου δὲ τοῦ τυμπάνου, στρέφεται ὁ ἄξων, κινουμένου δὲ τοῦ ἄξονος, εἰσάγονται αἱ ἔκθετοι τῶν κάλων ἀρχαὶ πρὸς τὰς τάσεις. ἔχει δὲ καὶ πώματα τὸ γλωσσόκομον χάριν τοῦ κρύπτεσθαι τὰ ἐν αὐτῷ μηχανήματα· ἔχει δὲ καὶ κρίκους τέσσαρας τοῖς πλευροῖς προσηλωμένους, δύο ἄνω καὶ δύο κάτω, χάριν τῆς προσδέσεως τοῦ τονίου. αὕτη ἡ κατασκευὴ κατʼ Ἀριστίωνά ἐστι τὸν Πασικράτους πατέρα, ἐπεί τοί γε κατʼ αὐτὸν τὸν Νυμφόδωρον ἄλλως ἔχει ἡ ὀργανοποιία τοῦ τονίου· ἐν γὰρ τῇ ἀρχαίᾳ κατασκευῇ ἡ τοῦ κοχλιάξονος ἔνθεσις οὐκ ἔστιν ἐν τοῖς διαπήγμασιν, ἀλλὰ κατὰ τὴν τῶν πωμάτων τάξιν· δύο γάρ εἰσι ψαλίδες σιδηραῖ ἐνηλωμέναι τοῖς πλευροῖς, κατὰ τὰ μέσα μέρη τετρημέναι, ὧν ἡ μὲν ὑπόκειται τῷ ἄξονι, ἡ δʼ ἐπίκειται· ἀμφότεραι δὲ παρὰ μέρος τοῦ τυμπάνου κεῖνται. ἡ μὲν οὖν κάτω ψαλὶς στενότερον ἔχει τὸ τρῆμα, ἡ δʼ ἄνω εὐρύτερον, τοῦ κοχλιάξονος ἐντὸς κατὰ τὰ πώματα ὑπὸ τῶν ψαλίδων συνεσχημένου. τὸ μὲν οὖν κάτω πῶμα ἀνεμποδίστως κλείεται, τὸ δʼ ἕτερον ἐπικλείεται ἄνω διὰ τοῦ προκειμένου τοῦ κοχλιάξονος λεπτοτέρου μέρους, ᾧ τὸ τόνιον ἐπιπέπηγεν. τοῦτο δὲ τὸ πῶμα ἤτοι κατὰ τὴν μεσότητα ἐκτετμημένον ἐστὶν ἢ διχοτομεῖται πλάγιον, καὶ τὸ μέν τι αὐτοῦ μέρος μένει ἀκίνητον, τὸ δʼ ἐπικλείεται, κατὰ τὴν ἡμίσειαν τοῦ μήκους μηνοειδῶς ἐκκεκομμένον, ἵνα ὅταν ἐπικλείηται τὸ πῶμα, ἡ μηνοειδὴς ἐκκοπὴ τὸ προκείμενον τοῦ κοχλιάξονος παραδέξηται. ὁ δʼ Ἀριστίων οὐ συγκατατιθέμενος τῇ τοῦ Νυμφοδώρου κατασκευῇ περισσὸν ἄξονα προσέθηκε τῷ ὀργάνῳ ἔχοντα τύμπανα καὶ τρήματα, ἵνα ὁ μέσος τῶν ἀξόνων κινούμενος ὁπουοῦν στηρίζηται καὶ μὴ τῇ βίᾳ παρεγκλίνῃ. μετέθηκε δὲ καὶ τοὺς κρίκους πλησίον τοῦ ἐμπροσθίου διαπήγματος, ἵνα τοῦ τονίου ἡ πρόσδεσις μὴ γίνηται κατὰ τὴν τῶν πωμάτων τάξιν, ἀλλὰ κατὰ τὴν τοῦ ἐμπροσθίου διαπήγματος, ἅμα δὲ καὶ τὰς ἀρχὰς τῶν κάλων διὰ τῶν πωμάτων ἐξέβαλεν, ἃς μὲν ἄνω, ἃς δὲ κάτω. τῇ δὲ τῶν κρίκων διαθέσει ἡμεῖς συναινοῦμεν, ὧν τὸν δεύτερον ἄξονα ὡς περισσὸν παραιτούμεθα· αὐτάρκης γάρ ἐστιν ὁ εἷς ἄξων πρὸς τὴν χρείαν ἐξ εὐτόνου ὕλης κατεσκευασμένος. εἰρημένης ἡμῖν τῆς κατασκευῆς τοῦ γλωσσοκόμου, ἀκόλουθόν ἐστι καὶ ἐπὶ τὴν τοῦ ὀργάνου κίνησιν χωρῆσαι.

Περὶ κινήσεως τοῦ ὀργάνου.

Ἐπὶ τῶν τοῦ ὤμου ἐξαρθρημάτων, μάλιστα δʼ ἐπὶ τῆς εἰς τὴν μασχάλην διαφορᾶς, τῆς κλίμακος παρασκευασθείσης, ὡς ἐδηλώθη ἐν τῇ κινήσει τοῦ Νειλέως πλινθίου, ἀντὶ τοῦ πλινθίου νῦν ἀσφαλιζέσθω πρὸς τὴν κλίμακα τὸ ὄργανον καὶ προσδεδέσθω τῇ κλίμακι κατὰ τὸ κλιμάκιον, μὴ κατὰ τὴν τῶν πωμάτων τάξιν, ἵνα μὴ ὑπὸ τοῦ κοχλιάξονος ἐγκόπτωνται αἱ καιρίαι, ἀλλὰ κατὰ τὸ ἐμπρόσθιον διάπηγμα, κρίκων πλησίον αὐτοῦ ὄντων. ἀνοιγέσθω δὲ καὶ τὰ πώματα, εἶθʼ αἱ τῶν δεδεκότων τὸν ἄξονα κάλων ἀρχαὶ ἐκλαμβανέσθωσαν, αἱ μὲν ἄνω, αἱ δὲ κάτω, καὶ τότε πρὸς τὸν καταρτισμὸν ὑποπόδιον πλησίον τῆς κλίμακος τιθέσθω, ᾧ ἐπιβεβηκὼς ὁ πάσχων ὑπερτιθέτω τὴν χεῖρα, ἵνα τὸ σφηνοειδὲς ἐντεθῇ εἰς τὴν μασχάλην. βρόχος ὁ καρχήσιος ἢ ἄλλος ἰσότονος περιτιθέσθω τῷ βραχίονι, οὗ αἱ ἀρχαὶ ἀγέσθωσαν πρὸς τὰς ἄνω τῶν κάλων ἀρχάς, ἵνα τῇ τῶν μηχανημάτων κινήσει εὐθύπορος γένηται κατάτασις. καὶ ἡ κατὰ μετάληψιν κατάτασις γίνεται τρόπῳ τοιούτῳ. αἱ ἀρχαὶ τοῦ βρόχου διὰ τῶν κάτω τροχίλων μεταλαμβάνονται καὶ ἐπάγονται καὶ πρὸς τὰς τῶν κάλων ἀρχὰς ἁμματίζονται, ὅτε πάλιν συμβαίνει τῇ κινήσει τῶν τοῦ γλωσσοκόμου μηχανημάτων κατάτασιν γίνεσθαι τὴν κατὰ μετάληψιν τῶν τοῦ βρόχου ἀρχῶν. μεταλαμβανομένων δὲ καὶ διὰ τῶν ἄνω, εἶτʼ ἀποδεδεμένων ταῖς κάτω τῶν κάλων ἀρχαῖς, πάλιν τῶν μηχανημάτων κινουμένων, ἡ κατʼ ἀντιμετάληψιν γίνεται κατάτασις. αἱ δʼ ἑξῆς μοχλεῖαι συντελοῦνται κατὰ τὸν εἰρημένον τρόπον ἐπὶ τῆς εἰς τὴν μασχάλην διαφορᾶς, ἡ κατʼ ἐξελκυσμὸν ὑπὸ τῆς διπλῆς καιρίας, τὸ δὲ σφάλμα διὰ χειρῶν, τῆς τάσεως χαλασθείσης. ἱστορήθησαν τοῖς ἄλλοις καὶ διὰ τοῦ αὐτοῦ ὀργάνου οἱ κατʼ ἀνάτασιν καταρτισμοί. τὸ τόνιον ἄνω ὑπὲρ κεφαλῆς ὑπερμετατίθεται, καὶ τότε τὸ σφηνοειδὲς ἐπερηρεισμένον τῷ κλιμακίῳ, μὴ προσδεδεμένον δʼ αὐτῷ, ἐντίθεται εἰς τὴν μασχάλην, ἔπειτʼ αἱ ἀρχαὶ τοῦ σφηνοειδοῦς προσάπτονται ταῖς κάτω ἀρχαῖς τῶν κάλων τοῦ ὀργάνου. βρόχος δʼ ὁ καρχήσιος περιτίθεται τῷ βραχίονι, οὗ αἱ ἀρχαὶ ἄγονται κάτω καὶ ἀποδίδονται κάτω κλιμακίῳ ἀκινήτῳ πρὸς τὸ κράτημα γίνεσθαι καὶ ἀνάτασιν εὐθύπορον. δύναται δὲ καὶ κάτω τοῦ τονίου δεδεμένου ἀνάτασις ἡ κατὰ μετάληψιν γίνεσθαι. τῶν τοῦ βρόχου ἀρχῶν ἀποδεδομένων τῷ κρατήματι, ὡς ἱστόρηται, αἱ ἀρχαὶ τῶν ἀπὸ τοῦ σφηνοειδοῦς κάλων διὰ τῶν τροχίλων μεταληφθεῖσαι ἀποδίδονται ταῖς ἄνω ἀρχαῖς τῶν τοῦ ὀργάνου κάλων, ἵνα τῇ τῶν μηχανημάτων κινήσει ἡ κατὰ μετάληψιν γίνηται ἀνάτασις. ἡ δὲ διάτασις γίνεται τῶν τοῦ βρόχου ἀρχῶν μηκέτι τῷ κρατήματι, ἀλλὰ τοῖς κάλοις τοῦ ὀργάνου ἀποδιδομένων, ἤτοι κατʼ εὐθὺ τοῖς ἄνω ἢ κατὰ μετάληψιν τοῖς κάτω. πάλιν δὲ μετὰ τὴν αὐτάρκη τάσιν ταῖς αὐταῖς μοχλείαις ἐχρήσαντο ταῖς μικρῷ πρόσθεν εἰρημέναις. εἴρηταί μοι τὰ τῆς ἱστορίας· ὥσπερ δʼ ἐπὶ τοῦ Νειλέως πλινθίου ἐκτέθειμαι, καὶ ἐπὶ τούτου μοι ἀρέσκει, ὀρθῆς οὔσης τῆς κλίμακος, κατὰ κατάτασιν ἐνεργεῖν, ἀσφαλιζομένου τοῦ σφηνοειδοῦς πρὸς κλιμάκιον, τὴν δʼ ἀνάτασιν καὶ τὴν διάτασιν ὑπερτίθεσθαι· ἀσθενεῖς γάρ εἰσιν αὗται αἱ τάσεις· κεκλιμένου δὲ τοῦ πάσχοντος, οὕτω ποτὲ ἐδικαίωσα καταρτίζειν. ἀρκοῦμαι τοῖς ἱστορημένοις καταρτισμοῖς πρὸς τὴν τοῦ ὀργάνου κίνησιν, παραδείγμασιν αὐτοῖς χρησάμενος· πάντα γὰρ ὀλισθήματα καὶ τοῦτο τὸ ὄργανον καταρτίζειν δύναται, ὥσπερ καὶ τὸ Νειλέως πλινθίον· τὰ μὲν γὰρ μηχανήματα αὐτῶν ἐστι διάφορα, οἱ δʼ αὐτοὶ καταρτισμοί, ὥστε ὑμᾶς ἀπὸ τῶν προεκτιθεμένων τὴν ὅλην κίνησιν δύνασθαι τοῦ ὀργάνου γινώσκειν.

Ἀπελλίδος ἢ Ἀρχιμήδους τρίσπαστον.

Γνωστέον ἐστὶν ὑμῖν ἐν πρώτοις ὅτι οὔτε ὁ Ἀπελλὶς οὔτε Ἀρχιμήδης ἦσαν ἰατροί, ἀλλὰ μηχανικοὶ ἄνδρες, οἳ καὶ τὸ ὄργανον ἐπενόησαν, καθάπερ ἐν τῇ ἱστορίᾳ παρειλήφαμεν, πρὸς τὰς τῶν πλοίων καθολκάς, οὐ χερσὶ τῶν κάλων ἑλκομένων, ἀλλʼ ἐργάταις· οἱ δὲ τότε ἰατροὶ συστείλαντες τὰ τῆς κατασκευῆς μέτρα τόνιον ὄργανον ἰατρικὸν τὸ τρίσπαστον τοῦτο πρὸς τοὺς τῶν ἐξαρθρημάτων καὶ τῶν καταγμάτων καταρτισμοὺς ἐποίησαν. ἔστι δʼ αὐτοῦ ἡ κατασκευὴ αὕτη· τὸ ὅλον ἐκ διαφορᾶς ἐστι τῶν λεγομένων τετραγώνων ὑπομήκων· συμπηγίαν δʼ ἔχει τοιαύτην. δύο πλευρὰ μήκει τετραπαλαιστιαῖα, πλάτει διπαλαιστιαῖα, τῷ πάχει δακτυλιαῖα· ταῦτα δὲ τὰ πλευρὰ συνέσχηται πρὸς ἄλληλα τοῖς διπαλαιστιαίοις διαπήγμασι, πάχει δακτυλιαίοις. τῷ πλάτει δὲ τὸ ὀπίσθιον διάπηγμα μάλιστα ἑξαδακτυλιαῖον γίνεται διὰ τὰ πώματα, τὸ δʼ ἐμπρόσθιον διπαλαιστιαῖον. ὡς δὲ Πασικράτης ἱστόρησεν, ἐν μέσοις τοῖς πλευροῖς ἀνεσκαμμένοις κοιλότησιν ἐπιπολαίοις δύο εἰσὶν ἄξονες κρυπτοὶ πλησίον τῶν πλευρῶν τροχοὺς ἔχοντες· ἑκάτερος δὲ τροχὸς τέτρηται τρήματι διαμπερεῖ· τὰ δὲ τρήματα ταῦτα γέγονε πρὸς κάλων ἐνδέσεις· ἔστι δὲ τοιαύτη. δύο κάλοι λαμβάνονται ἡμματισμένοι κατὰ τὰ πέρατα· οὗτοι οἱ κάλοι εἴρονται διὰ τῶν τρημάτων τοῦ ἐμπροσθίου ἄξονος καὶ διέλκονται, ἵνα τὰ ἅμματα τοῖς τρήμασι προσπέσῃ, καὶ τότε ἕκαστος κάλος τῷ κατʼ αὐτὸν τροχῷ περιειλεῖται διὰ τῶν τρημάτων τοῦ ὀπισθίου ἄξονος καὶ ἁμματίζεται. ὁ δʼ ὀπίσθιος ἄξων ἐν μέσῳ τῷ μεταξὺ τῶν τροχῶν διαστήματι τρῆμα ἔχει· πάλιν δὲ καὶ τοῦτο τὸ τρῆμα πρὸς ἔνδεσιν κάλου. κάλος δʼ εὐμήκης λαμβάνεται διημματισμένος καθʼ ἓν πέρας, εἶτʼ εἴρεται διὰ τοῦ δεδηλωμένου τρήματος καὶ ἀνέλκεται, ἵνα τὸ ἅμμα τῷ τρήματι προσπέσῃ, ἔπειτα εἰλεῖται τῇ μεσότητι τοῦ ἄξονος, καὶ τότε τὸ πέρας αὐτοῦ διεκβάλλεται διὰ τοῦ ὀπισθίου διαπήγματος μέσου τετρημένου. τί δὴ νῦν γίνεται; πρός τινος τοῦ ἐκθέτου κάλου ἑλκομένου τῇ χειρὶ καὶ ἀνειλημένου στρέφεται ὁ ὀπίσθιος ἄξων· στρεφομένου δὲ τούτου, εἰσάγονται ἄλλαι ἀρχαὶ τῶν ἐκθέτων κάλων· εἰσὶ δὲ τέσσαρες, δύο καὶ δύο. τῶν κάλων ἡ ἔνδεσίς ἐστι τοιαύτη· δύο λαμβάνονται κάλοι ἡμματισμένοι κατὰ τὰ πέρατα· οὗτοι οἱ κάλοι εἴρονται διὰ τῶν δύο τρημάτων τοῦ ἐμπροσθίου ἄξονος τῶν ὄντων ἐν τῷ μεταξὺ διαστήματι τῶν τροχῶν καὶ διέλκονται, ἵνα τὰ ἅμματα προσπέσῃ τοῖς τρήμασι, καὶ τότε αἱ τῶν κάλων ἀρχαὶ διὰ τοῦ ἐμπροσθίου διαπήγματος τετρημένου ἔσωθεν ἔξω ἐκλαμβάνονται· ἢ εἷς κάλος διπλοῦς, οὗ αἱ ἀρχαὶ διὰ τῶν τρημάτων τοῦ ἐμπροσθίου ἄξονος ἐκλαμβάνονται καὶ διέλκονται, ἵνα τὸ μέσον τοῦ κάλου κατὰ τὸ μεταξὺ διάστημα τῶν τρημάτων γένηται. ἔπειτα αἱ τοῦ κάλου ἀρχαὶ διὰ τῶν τρημάτων τοῦ ἐμπροσθίου διαπήγματος ἐκλαμβάνονται, ἄλλοι δὲ δύο κάλοι λαμβάνονται ἡμματισμένοι κατὰ τὰ πέρατα. οὗτοι οἱ κάλοι εἴρονται διὰ τῶν δύο τρημάτων τοῦ ὀπισθίου ἄξονος, ὄντων μὲν ἐν τῷ μεταξὺ διαστήματι τῶν τροχῶν, κεχωρισμένων δὲ τοῦ μέσου τρήματος. οὗτοι οἱ κάλοι εἴρονται· εἶθʼ ὅταν αὐτῶν τὰ ἅμματα προσπέσῃ τοῖς τρήμασι, τότε διέλκονται καὶ διεκβάλλονται διὰ τοῦ ὀπισθίου διαπήγματος τετρημένου, ὥστε νῦν εἶναι ἐκθέτων κάλων ἀρχὰς πέντε, δύο μὲν διὰ τοῦ ἐμπροσθίου διαπήγματος, τρεῖς δὲ διὰ τοῦ ὀπισθίου. ἑλκόμεναι δὲ διὰ τοῦ μέσου ὀπισθίου κάλου τῇ χειρί, καὶ τῶν κρυπτῶν κάλων ἀντιμετειλημένων, ὡς εἴρηται, εἰσάγονται ἔκθετοι τῶν κάλων ἀρχαί, ταῖς δʼ ἀρχαῖς ἀποτείνονται αἱ ἀπὸ τῶν τεινομένων σωμάτων καιρίαι. ταύτην τὴν κατασκευὴν ὁ Πασικράτης εἰσηγησάμενος κατηγόρησε τῆς ὀργανοποιίας ὡς ἀπράκτου· ἡ γὰρ ὅλη ἐνέργεια τοῦ ὀργάνου κίνησις γίνεται τοῦ ὀπισθίου κάλου τῇ χειρὶ ἑλκομένου· οὐκ ἰσχύσει δʼ ἐν τοῖς καταρτισμοῖς ἡ χεὶρ τὴν τοσαύτην βίαν ὑπομεῖναι, καὶ μάλιστα ἐπὶ μεγάλων ἄρθρων καὶ ἐπὶ σωμάτων εὐτόνων· ἧς αἰτίας χάριν μετεποίησε τὴν ὀργανοποιίαν καὶ τοὺς δύο κρυπτοὺς ἄξονας ἐκθέτους κατεσκεύασε, τὸν μὲν ἐμπρόσθιον μικρότερον ἠλασσωμένον ταῖς ἐκθέτοις ἀποτορνώσεσι, τὸν δʼ ὀπίσθιον μείζονα καὶ μακροτέρας τὰς ἀποτορνώσεις ἔχοντα. καὶ τῷ μὲν ἐμπροσθίῳ ἄξονι προσήλωσε τύλους ἐν ταῖς ἐκθέτοις ἀποτορνώσεσι, τῷ δʼ ὀπισθίῳ προσέθηκεν ἐπιτόνια ἢ περιαγωγίδας. ἐνδεδεμένων δὲ τῶν ἀξόνων δυσὶ κρυπτοῖς τύλοις, τὸ ὄργανον ἐν τοῖς καταρτισμοῖς οὕτως ἐκίνησεν. τὰς ἀπὸ τῶν τεινομένων σωμάτων καιρίας περιέθηκε τοῖς ἐκθέτοις τύλοις τοῦ ἐμπροσθίου ἄξονος, ἵνα τῇ τοῦ ὀπισθίου ἄξονος στροφῇ καὶ τοῦ προσθίου εἰλουμένου ὑπὸ τῶν ἀντειλουμένων κάλων αἱ τάσεις γίνωνται. Ἀριστίων δʼ ὁ τοῦ Πασικράτους υἱὸς ὑπήντησε τῷ πατρὶ ἠγνοηκότι τὴν ἀρχαίαν τοῦ ὀργάνου κατασκευήν· ἐν γὰρ τῇ ἀρχαίᾳ, φησίν, ὀργανοποιίᾳ οὐκ ἐν κοιλότησι πλευρῶν ἐκινοῦντο οἱ ἄξονες, ἀλλὰ περὶ κνώδακας προσηλωμένους τοῖς πλευροῖς κοιλότητας ἔχοντας ἑλικοειδεῖς, ὥσπερ ἔστι θεάσασθαι τὸ τοιοῦτον γινόμενον ἐπὶ τῶν ὑδραγωγῶν ὀργάνων, διὰ τὴν κατασκευὴν ῥᾳδίως στρεφομένων. οὐδὲ μὴν οἱ τροχοὶ κοῖλοί εἰσιν, ἀλλʼ ὑπερέχοντες. ἐπείπερ οὖν ὁλμίσκοις περὶ κνώδακας κινοῦνται, καὶ οἱ τροχοί εἰσι μετέωροι, εὐχερέστατα τῶν ἀξόνων κινουμένων, ἀνεμπόδιστοι αἱ τάσεις ἔσονται, κἂν χειρὶ ἕλκηται ὁ κάλος· διὰ γὰρ αὐτό που καὶ τρίσπαστον προσηγορεύθη τὸ ὄργανον, ὅτι τρεῖς εἰσιν οἱ ἐνεργοῦντες κάλοι, εἷς μὲν ἔκθετος, δύο δὲ κρυπτοί. ταῦτα μὲν ὑπὸ τούτου πεπιθανολόγηται· ἀληθῆ δʼ ἦν τὰ ὑπὸ τοῦ Πασικράτους εἰρημένα· οὐδὲ γὰρ ἡ χεὶρ ἰσχύει ἕλκουσα τὸν κάλον καταρτίσαι καλῶς, ἀλλὰ τάχα ἴσως πρὸς τὴν σχολικὴν ἐπίδειξιν κινῆσαι τὸ ὄργανον, ἡ δʼ ἐν τοῖς καταρτισμοῖς βία διὰ τῆς χειρὸς οὐκ ἐπιγενήσεται· διʼ ἣν αἰτίαν ἔδοξεν ἡμῖν, τῶν αὐτῶν γινομένων τῶν δεδηλωμένων ἐν τῇ ἀρχαίᾳ κατασκευῇ, τρίτον ἄξονα προστιθέναι τῷ ὀργάνῳ ἔκθετον, ὅπως ὁ ὀπίσθιος νῦν μέσος γένηται ἄξων. ὁ δʼ ὀπίσθιος ἐχέτω τρῆμα καὶ ἐν ταῖς ἐκθέτοις ἀποτορνώσεσι σκυτάλας ἢ περιαγωγίδας ἢ ἐπιτόνια· τοῦ δὲ μέσου ὀπισθίου κάλου μετὰ τὴν περὶ τὸν ἄξονα περιείλησιν ἡ ἀρχὴ διείρεται διὰ τοῦ τοῦ ἐκθέτου ἄξονος τρήματος καὶ ἐφαμματίζεται. τούτων δὲ γενομένων, τῇ τοῦ ὀπισθίου ἄξονος στροφῇ, τῇ τοῦ ἐκθέτου λέγω, ἀντιπεριειλημένου τοῦ κάλου τῷ ἐκθέτῳ ἄξονι, κινεῖται ὁ μέσος ἄξων, στρεφομένου δʼ αὐτοῦ, κινεῖται καὶ ὁ ἐμπρόσθιος ἄξων· τῇ δὲ τῶν τριῶν ἀξόνων στροφῇ εἰσάγονται αἱ ἔκθετοι τῶν κάλων ἀρχαί, αἷς ἀποδέδενται αἱ ἀπὸ τῶν τεινομένων σωμάτων καιρίαι. ἔχει δὲ καὶ πώματα τὸ τόνιον ὡς τὸ γλωσσόκομον, ἵνα κρύπτηται τὰ μηχανήματα· ἔχει δὲ καὶ κρίκους τοῖς πλευροῖς προσηλωμένους τῆς προσδέσεως χάριν. τοιαύτη ἐστὶν ἡ σύμπασα τοῦ τρισπάστου κατασκευή· οἱ δὲ καταρτισμοὶ τοιοῦτοί εἰσιν οἱ δεδηλωμένοι ἐπὶ τοῦ γλωσσοκόμου· τὰ μὲν γὰρ κινούμενα μηχανήματά ἐστι διάφορα, εἰσαγωγὴ δὲ κάλων ἡ αὐτή, τῶν καιριῶν πρὸς τοὺς κάλους ἁμματιζομένων. τετελείωται ἡμῖν καὶ ἡ τοῦ τρισπάστου κατασκευή.

Περὶ τῆς κατασκευῆς τοῦ Τέκτονος ὀνομαζομένου ὀργάνου.

Κατεσκεύασται τὸ τοῦ Τέκτονος ὄργανον διὰ τῆσδε τῆς συμπηγίας· δύο σκέλη ἐπινοήσας ἐπιβεβηκότα βάσει τῇ λεγομένῃ κρηπῖδι, ὀργανικῇ ἀναμετρήσει μεμετρημένα, μήκει μὲν δύο ἥμισυ πηχῶν ἢ μακρότερα, πλάτει δὲ τετραδάκτυλα, καὶ πάχει τριδάκτυλα, ταῦτα τὰ σκέλη συμπέπηγε πρὸς ἄλληλα δυοῖν διαπήγμασιν, ἑνὶ μὲν κάτω, ἀφεστῶτι τῆς βάσεως πενταπαλαιστιαῖον μέτρον, ἄλλῳ δʼ ἄνω κατὰ τὰ τῶν σκελῶν πέρατα. ὑπὸ δὲ τὸ κάτω διάπηγμα σανίς ἐστι πλαγία προσπεπηγυῖα τῷ διαπήγματι καὶ τοῖς σκέλεσι τοῦ ὀργάνου. ταύτην τὴν σανίδα συνήθως πάντες ἐφέδρανον καλοῦσιν, ὃ πρὸς τῷ διαπήγματι κατὰ τὴν τοῦ πλάτους μεσότητα ἐκκέκοπται πῖ ἀνεστραμμένου ἐκκοπῇ· κατὰ δὲ τὴν τῆς ἐκκοπῆς τάξιν τῷ διαπήγματι προσήλωται σιδηροῦν πῖ. κοινότερον δὲ τοῦτο τὸ πῖ καὶ ἡ ἐκκοπὴ ἐγένετο πρὸς ἔνθεσιν πριαπίσκου ὀκταδακτυλιαίου τῷ μεγέθει. μεταξὺ δὲ τῶν διαπηγμάτων ἔνδον τὰ σκέλη σεσωλήνισται σωληνισμοῖς, ἵνα ἐν τούτοις κινῆται χελώνη τετράγωνος, ἐν τοῖς καταρτισμοῖς σπάθην τε καὶ ἀγκῶνας κινοῦσα· τὸ γὰρ ἐμπρόσθιον μέρος τῆς χελώνης τὸ λεγόμενον μέτωπον τέτρηται διανταίως· εἰς δὲ τοῦτο τὸ τρῆμα ἔγκειται ῥίζα, ἧς τὸ μύουρον πέρας ὀπίσω διενήνεκται τοῦ τῆς χελώνης πάχους. τῆς δὲ ῥίζης τὸ προκείμενον πέρας τέτρηται ἐκ τῶν πλαγίων εἰς τὰ πλάγια· εἰς ὃ τρῆμα περόνη ἔγκειται, ἵνα ἡ ῥίζα μὴ ἐξέλκηται, ἀλλʼ ἐν τῷ τρήματι οὖσα στρέφηται· ἡ δὲ περόνη κατὰ τὸ τῆς ῥίζης πέρας ἔξωθεν κεκάλυπται ἀσπιδίσκης ἐπιθέσει. γέγονε δʼ ἡ ῥίζα τῆς σπάθης τῆς ἐν τῷ ὀργάνῳ ἐξαρτήσεως χάριν· σπάθην γὰρ ἕξει τὸ ὄργανον ἀμβοειδῆ μεγέθει τηλικαύτην ὡς ἀπὸ τοῦ κάτω διαπήγματος ὑπερέχουσαν τὸ ἄνω διάπηγμα τὸ λεγόμενον κεφάλιον ἀναλόγως σφηνοειδεῖ. ταύτης τῆς σπάθης τὸ ἀντικείμενον πέρας τῷ ἀμβοειδεῖ σχήματι κατὰ τὴν αὐτοῦ μεσότητα ἐκκόπτεται τετραγώνῳ ἐκκοπῇ, εἰς ἥνπερ ἐκκοπὴν κατακέκλεισται τὸ προκείμενον τῆς ῥίζης πλατύ τε καὶ τετρημένον πέρας. τέτρηται δὲ καὶ αὕτη ἡ σπάθη ἐκ τῶν πλαγίων εἰς τὰ πλάγια· εἰς ταῦτα δὲ τὰ τρήματα περόνη ἔγκειται συνοχῆς χάριν τῆς σπάθης πρὸς τὴν ῥίζαν. αὕτη δʼ ἡ χελώνη κατὰ τὰ μέσα ἑαυτῆς μέρη τέτρηται τρήμασι τέτρασι τὸν ἀριθμόν, ἤτοι στοιχηδὸν τεταγμένοις ἢ δυσὶ μὲν ἐμπροσθίοις, δυσὶ δʼ ὀπισθίοις. τὰ δὲ τρήματα ταῦτα γέγονε πρὸς κάλου ἔνδεσιν, ὡς ἐν τοῖς ἐχομένοις δηλώσω. μέσον δὲ τὸ κεφάλιον, τὸ ἄνω διάπηγμα λέγω, τετράγωνον ἔχει ἐκκοπήν, ἐν ᾗ ἐκκοπῇ διπλοῦς τρόχιλος τέτακται περὶ περόνῃ κινούμενος. ἔχει δὲ καὶ ἄλλας τὸ κεφάλιον δύο τετραγώνους διαμπερεῖς ἐκκοπὰς ἐν ἑκατέρῳ μέρει τοῦ τροχίλου, μίαν καὶ μίαν, περιεχούσας τὰ τετράγωνα μέρη τῶν ἀγκώνων· δύο γάρ εἰσιν ἀγκῶνες διενηνεγμένοι ἄνωθεν κάτω, τῇ χελώνῃ ἐπιβεβηκότες, κοιλότητας ἐχούσῃ τετραγώνους ἐπιπολαίους. τῶν δʼ ἀγκώνων τὰ μὲν κάτω μέρη τετράγωνα καὶ λεπτὰ πτέρνας ὠνόμασαν οἱ ὀργανικοί, τὰ δʼ ἄνω πλατέα τε καὶ περιφερῆ πτερώσεις. ἐν δὲ ταῖς ὑπὲρ τὸ κεφάλιον τῶν ἀγκώνων πτερώσεσι διεκτετρημέναις διανταίοις τρήμασιν ἄξων ἐστὶν ἔκθετος, μέσον ἔχων σφηνοειδές, ἐν αὐταῖς δὲ ταῖς ἐκθέτοις ἀποτορνώσεσιν ἤτοι σκυτάλας ἢ περιαγωγίδας πρὸς τὴν στροφήν. τέτρηται δὲ τὰ ἐμπρόσθια μέρη τῶν πτερώσεων κατὰ τὰ τρήματα, συντέτρηται δὲ καὶ ὁ ἄξων κατὰ τὰς ἀποτορνώσεις, ἵνα, εἴ ποτε πρὸς τὴν χρείαν, ἐντεθειμέναι περόναι εἰς τὰ τρήματα ἀκίνητον φυλάξωσι τὸν ἄξονα. ἔτι τε τὸ ὄργανον παρασκέλια ἔχει δύο προσκείμενα τοῖς τῶν σκελῶν πέρασιν, ἵνα, ἐάν ποτε ὡς ἐφέδρανον ἐνεργῇ τὸ ὄργανον, ἐπὶ τὴν βάσιν καὶ τὰ παρασκέλια κινῆται. ἐπειδὴ ἡ χελώνη διὰ κάλου ἀναβιβαζομένη ἀνάγει τὴν σπάθην καὶ τοὺς ἀγκῶνας, ἑπομένως δὴ βούλομαι τὴν τοῦ κάλου ἔνδεσιν δηλῶσαι. διπλοῦς κάλος λαμβάνεται, οὗ αἱ ἀρχαὶ διὰ δύο πήχεων ἢ τρημάτων εἴρονται, ἢ τῶν ἐμπροσθίων ἢ τῶν ὄπισθεν ἢ τῶν μέσων, κάτωθεν ἄνω καὶ ἀνέλκονται, ἵνα ἡ τοῦ κάλου μεσότης γένηται κατὰ τὸ μεταξὺ τῶν τρημάτων διάστημα. εἶθʼ αἱ ἀρχαὶ ἀνάγονται καὶ περιειλοῦνται τῷ ἐν τῷ κεφαλίῳ διπλῷ τροχίλῳ· ἐναλλαγεῖσαι δέ, ὡς εἴρηται, ἄγονται κάτω καὶ ἀποδίδονται τύλοις ἐκθέτου ἄξονος· ἔχει γὰρ τὸ τοῦ Τέκτονος ὄργανον καὶ ἄλλον ἄξονα κάτωθεν κεκρυμμένον τοῖς σκέλεσιν ὑπεράνω τοῦ διαπήγματος ὡς διὰ πενταδακτυλιαίου μέτρου. οὗτος δʼ ὁ ἄξων δύο τύλους ἔχει μέσους καὶ ἐν ταῖς ἐκθέτοις ἀποτορνώσεσι σκυτάλας ἢ περιαγωγίδας. ταύταις δὲ ταῖς σκυτάλαις στρεφομένου τοῦ ἄξονος, διὰ τοῦ κάλου ἀναβιβαζομένη ἡ χελώνη συναναβιβάζει τὴν σπάθην καὶ τοὺς ἀγκῶνας ἐπὶ τὸν ἐν ταῖς πτερώσεσιν ἄξονα πρὸς τοὺς κατʼ ἀνάτασιν καταρτισμούς. αὕτη ἐστὶν ἡ ἀρχαία τοῦ Τέκτονος ὀργάνου κατασκευή.

Κίνησις τοῦ ὀργάνου.

Ἐπείπερ προηγουμένως στάσιμα ὄργανα ἐγένοντο ἐπὶ τοῦ ὤμου πρὸς τοὺς καθʼ ὑπεραιώρησιν καταρτισμούς, καὶ πρὸς τοὺς ἄλλους δὲ τρόπους ἐστὶν ἐπιτήδεια, πρόκειται περὶ τῶν τοῦ ὤμου καταρτισμῶν δηλῶσαι· ἄρξομαι δʼ ἀπὸ τῆς εἰς τὴν μασχάλην διαφορᾶς. ἵνα δὲ γένηται ἀπηρτισμένη ἡμῖν ἡ τοῦ ὀργάνου κίνησις, προστιθέσθωσαν τῷ κατασκευάσματι τρόχιλοι τέσσαρες, δύο μὲν κάτω ἐν τῷ λεγομένῳ ἄμβακι τῆς βάσεως, δύο δʼ ἄνω πρὸς τοῖς ἄνω πέρασι τῶν σκελῶν. ὅταν δὲ καταρτίζηται ὁ πάσχων, πρότερον τὸ σφηνοειδὲς ἐρίῳ ἢ ὀθονίῳ περιειλείσθω, καὶ τότε ὑποπόδιον πλησίον τοῦ ὀργάνου ἐπιτιθέσθω, ᾧ ὑποποδίῳ ἐπιβαινέτω ὁ πάσχων. ἔπειτα αὐτοῦ τὰ σκέλη ἀσφαλιζέσθω πρὸς ἄλληλα καιρίᾳ, καὶ ἡ χεὶρ ἡ κατὰ φύσιν ἔχουσα παρατεταμένη πρὸς τὴν πλευράν. εἰς δὲ τὰ τρήματα τῶν πτερώσεων καὶ τοῦ ἄξονος αἱ περόναι ἐντιθέσθωσαν, ἵνα μένῃ ἀκίνητος ὁ ἄξων ἕως τῆς ἐπιτηδείου τῆς κινήσεως χρείας. γενομένων δὲ τούτων, ὑπερτιθέσθω ἡ χεὶρ ὑπὲρ τὸν ἄξονα, εἶθʼ ὅταν τὸ σφηνοειδὲς ἐντεθῇ εἰς τὴν μασχάλην, βρόχος ὁ καρχήσιος ἢ ἄλλος ἰσότονος περιτιθέσθω τῷ βραχίονι, καὶ αἱ τοῦ βρόχου ἀρχαὶ ἀγέσθωσαν κάτω καὶ ἀποδιδόσθωσαν τοῖς τύλοις τοῦ ἐν τοῖς σκέλεσιν ἄξονος, τοῦ κάλου μὴ ἐνδεδεμένου, ὥσπερ ἐν τῇ κατασκευῇ ἱστορήθη. τοῦ δʼ ἄξονος στρεφομένου, εὐθύπορος ἔσται ἡ κατάτασις. ἡ δὲ κατὰ μετάληψιν κατάτασις τρόπῳ τοιούτῳ γίνεται· αἱ ἀρχαὶ τοῦ βρόχου πρότερον μεταλαμβάνονται διὰ τῶν κάτω τροχίλων, εἶτʼ ἀνάγονται καὶ ἀποδίδονται τοῖς τύλοις, ἵνα τῇ τοῦ ἄξονος κινήσει ἡ δεδηλωμένη τάσις γένηται, ἣ κατὰ μετάληψιν γίνεται. μεταλαμβανομένων τῶν τοῦ βρόχου ἀρχῶν διὰ τῶν κάτω τροχίλων, καὶ τότε περιειλουμένων τοῖς ἄνω τροχίλοις, εἶτʼ ἀποδιδομένων τοῖς τύλοις τοῦ ἄξονος, γίνεται ἡ κατʼ ἀντιμετάληψιν κατάτασις. οἱ ἐκ κατατάσεως τρόποι εἰσὶν οὗτοι· ὅταν δέ τις βούληται κατʼ ἀνάτασιν ἐνεργῆσαι, ἐνδεδεκότος τοῦ κάλου τὴν χελώνην, καθὼς ἐν τῇ κατασκευῇ ἐδηλώθη, τὰς ἀρχὰς τοῦ βρόχου ἀγέτω κάτω καὶ ἀποδιδότω τινὶ ἀκινήτῳ πρὸς κράτημα, ἔπειτα στρεφέτω τὸν ἄξονα. συμβήσεται δὲ τῇ τοῦ ἄξονος στροφῇ κατὰ μετάληψιν τὴν διὰ τοῦ κάλου βιβαζομένην χελώνην τὴν ἀνάτασιν ἐπιτελεῖσθαι. ἐκ δὲ τῶν εἰρημένων φαίνεται καὶ ὁ τῆς διατάσεως τρόπος· πρὸς δὲ τὴν διάτασιν τὰς ἀρχὰς τοῦ βρόχου οὐκέτι δεῖ τῷ κρατήματι ἀποδιδόναι, ἀλλὰ τῶν ἔσω τύλων τοῦ ἄξονός τινι, ἢ αὐτόθεν ἢ κατὰ μετάληψιν, ἵνα μιᾷ τῇ τοῦ μηχανήματος κινήσει ἡ δεδηλωμένη διάτασις γένηται. ἐν ἁπάσαις δὲ ταῖς τάσεσιν ὁ ἄξων ἀκινητείτω, καθὼς ἐδηλώθη. μετὰ δὲ τὴν αὐτάρκη τάσιν ἐξελκέσθωσαν αἱ τῆς ἀκινησίας τοῦ ἄξονος αἰτίαι περόναι, καὶ τότε αὐτὸς ὁ ἄξων διὰ τῶν σκυταλῶν ἢ τῶν περιαγωγίδων ἐπιστρεφέσθω, ἵνα κατὰ ποσὸν ἐπινεύοντος τοῦ σφηνοειδοῦς, ἡ κατʼ ἐξελκυσμὸν γένηται μοχλεία, ὡς καὶ ἐπὶ τῶν ἄλλων ὀργάνων εἴρηται. εἶτʼ ἐν τῷ καταρτίζειν κατατεινομένου τοῦ βραχίονος, ὑπηρέτης ἐξόπισθεν ἑστὼς καθαπτέτω τὰς χεῖρας ἑαυτοῦ κατὰ τοῦ τραχήλου τοῦ καταρτιζομένου πρὸς τὴν τοῦ σώματος εἰς τοὺς ὑπὸ πόδα τόπους ἀντιμεταγωγήν. ἐὰν δὲ καθʼ ὑπεραιώρησιν καταρτίζηται ὁ πάσχων, ἅμα τοῦ ὑπηρέτου τὸ δεδηλωμένον ἐνέργημα ποιοῦντος, τὸ ὑποπόδιον ὑφελκέσθω τὸ ὑπὸ τοὺς πόδας τοῦ καταρτιζομένου κείμενον, ἵνα ἐκ τοῦ ὀργάνου κρεμασθῇ ὁ πάσχων. εἶτα, ὡς ἔφην ἐν ἄλλοις, ἅμα τῇ κατατάσει καὶ τῇ ὑπεραιωρήσει ἐπιτηδεία τοῦ σφηνοειδοῦς κατʼ ἐξελκυσμόν ... χαλάσαι δεῖ τὴν τάσιν καὶ τὸ σφάλμα ἁρμόζειν, ταῖς δὲ χερσὶν ἀμφοτέραις συλλαμβάνειν τὰ κῶλα καὶ ἀναβιβάσαι πρὸς τὴν ἐμβολήν. οὕτως καταρτίζεται ἡ εἰς τὴν μασχάλην τοῦ ὤμου διαφορά· ἐπὶ δὲ τῆς ἔμπροσθεν καὶ τῆς ὀπίσω τοῦ ὤμου διαφορᾶς στρέψαι δεῖ τὸν ἄξονα, ἵνα τὸ μὲν σφηνοειδὲς κάτω γένηται, τὸ δὲ λεῖον αὐτοῦ μέρος ἄνω· τοῦτο γάρ ἐστιν ἐπιτήδειον πρὸς τὸν νῦν καταρτισμὸν τοῦ ὤμου ἐπὶ τῶν προκειμένων διαφορῶν. γενομένου τούτου, πλησίον τοῦ ὀργάνου ὑποπόδιον τιθέσθω, ᾧ ὁ καταρτιζόμενος ἐπιβαινέτω, καὶ τότε τὴν χεῖρα ὑπερτιθέτω, ἵνα κατὰ τοῦ ἄξονος ἐρεισθῇ. τούτου δὲ γενομένου, βρόχος ἰσότονος περιτιθέσθω τῷ βραχίονι, οὗ αἱ ἀρχαὶ ἀγέσθωσαν κάτω ὡς ἐπὶ τὸν ἄξονα· τάσεις τε γινέσθωσαν αἱ αὐταὶ ταῖς ἐπὶ τῆς εἰς τὴν μασχάλην διαφορᾶς δεδηλωμέναις, καὶ μετὰ τὴν αὐτάρκη τάσιν μοχλεῖαι αἱ παραδεδομέναι ἡμῖν ἐν τῇ τῶν ἄλλων ὀργάνων κινήσει γινέσθωσαν. μὴ ὄντων δʼ ἀγκώνων δηλονότι, οὐδὲ ἄξονος ἐν ταῖς πτερώσεσιν, ἡ εἰς τὴν μασχάλην διαφορὰ διὰ τῆς σπάθης καταρτίζεται τρόπῳ τοιούτῳ· ἀνακλᾶται ἡ σπάθη, ὥστε αὐτῆς τὸ ἀμβοειδὲς πέρας ὑπερᾶραι τὸ κεφάλιον ὡσανεὶ σφηνοειδές, καὶ τότε διπλῆς καιρίας μεσότης τάσσεται μεταξὺ τοῦ διαπήγματος καὶ τῆς σπάθης, ἧς αἱ ἀρχαὶ ἔξω ἐῶνται παραμεῖναι. πρὸς δὲ τὸν καταρτισμὸν παρεστῶτος τοῦ πάσχοντος τῷ ὀργάνῳ, ὑπερτίθεται ἡ χεὶρ ὑπὲρ τὸ διάπηγμα, ἵνα ἡ σπάθη ὡς ἄμβη ἐντεθῇ εἰς τὴν μασχάλην. ἔπειτα τῷ βραχίονι ὁ καρχήσιος βρόχος ἢ ἄλλος ἰσότονος περιτίθεται, οὗ αἱ ἀρχαὶ ἄγονται κάτω καὶ ἀποδίδονται τῷ διαπήγματι πρὸς κράτημα. ἐνδεδεμένης δὲ τῆς χελώνης τῷ κάλῳ, τῇ τοῦ ἄξονος στροφῇ ἀναβιβαζομένης τῆς χελώνης, συναναβιβαζούσης δὲ καὶ τὴν σπάθην, τὸν κατʼ ἀνάτασιν τρόπον ἐπιτελεῖ. δύναται δὲ καὶ ὁ κατὰ διάτασιν τρόπος, τῶν τοῦ βρόχου ἀρχῶν μεταλαμβανομένων καὶ ἀποδιδομένων τῷ ἄξονι· νυνὶ γὰρ κινουμένου τοῦ ἄξονος ἔσται ἡ διάτασις. δεῖ δὲ μετὰ τὴν αὐτάρκη τάσιν συνέχειν τὰς τῆς διπλῆς καιρίας ἀρχὰς καὶ διʼ αὐτῆς τῆς καιρίας συνέχειν τὴν σπάθην, ἵνα νῦν διὰ τῆς σπάθης ἡ κατʼ ἐξελκυσμὸν γένηται μοχλεία. γενομένου δὲ τοῦ ἐξελκυσμοῦ, ἡ ἔντασις ἀνιέσθω, τὸ δὲ σφάλμα ὡς ὅτι τάχιστα συντελείσθω πρὸς τὴν τοῦ ἄρθρου ἐμβολήν. μὴ οὔσης δὲ σπάθης ἐν τῷ ὀργάνῳ μήτε ἀγκώνων μήτε τοῦ ἐν αὐτοῖς ἄξονος, ἡ εἰς τὴν μασχάλην διαφορὰ καταρτίζεται διὰ τοῦ σφηνοειδοῦς τρόπῳ τοιούτῳ· τὸ ἐκ τῶν κάλων ἠρτημένον σφηνοειδὲς ἐρείδεται κατὰ τοῦ ἄνω διαπήγματος καὶ πρὸς αὐτὸ διὰ τῶν κάλων ἀσφαλίζεται, ἔπειτα ὑπερτίθεται ἡ χείρ, καὶ ἡ μασχάλη κατὰ τὸ σφηνοειδὲς τείνεται. τοῦ δὲ σφηνοειδοῦς ἐντεθέντος εἰς τὴν μασχάλην, ὁ καρχήσιος βρόχος τῷ βραχίονι περιτίθεται, οὗ αἱ ἀρχαὶ ἄγονται κάτω καὶ ἀποδίδονται τῷ ἐν τοῖς σκέλεσιν ἄξονι, ἵνα τῇ τούτου στροφῇ ἡ κατάτασις γένηται. μετὰ δὲ τὴν αὐτάρκη τάσιν δοκιμάζονται αἱ μοχλεῖαι αἱ ἐπὶ τῶν ἄλλων ὀργάνων δεδηλωμέναι, ἡ κατʼ ἐξελκυσμὸν καὶ ἡ κατὰ σφάλμα. τῇ δεδηλωμένῃ κατατάσει γίνεται ... ᾗ συγκατατίθεμαι· τοῖς δʼ ἄλλοις ἔδοξε διὰ τῆς χελώνης καταρτίζειν τρόπῳ τοιούτῳ· πρότερον ἐκλύεται ὁ κάλος καὶ τότε διπλοῦται· διπλωθέντος δʼ αὐτοῦ, αἱ ἀρχαὶ ἄνωθεν κάτω διὰ δύο τῆς χελώνης τρημάτων διεκβάλλονται καὶ ἀποδίδονται τοῖς τύλοις τοῦ κάτω ἄξονος· ἀναβιβάζεται δʼ ἡ χελώνη πλησίον τοῦ ἄνω διαπήγματος, καὶ τότε πρὸς τὸν καταρτισμὸν ὑπερτίθεται ἡ χείρ, καὶ ἐντίθεται τὸ σφηνοειδὲς εἰς τὴν μασχάλην, εἶθʼ ὁ βραχίων ἀσφαλίζεται πρὸς τὴν χελώνην διὰ τοῦ φοίνικος ἐπιδέσμου. γενομένων δὲ τούτων, στρέφεται ὁ κάτω ἄξων, ὑπὸ τε τοῦ ὑποκειμένου κάλου καθελκομένη ἡ χελώνη κατατείνει τὸν βραχίονα, καὶ ἡ μὲν κατάτασις γίνεται, αἱ δʼ ἀκόλουθοι μοχλεῖαι παραποδίζονται, προσδεδεμένου τοῦ βραχίονος τῇ χελώνῃ.

Περὶ τῶν τριῶν τοῦ ἀγκῶνος διαφορῶν.

Ἐπὶ τῶν τριῶν τοῦ ἀγκῶνος διαφορῶν, ἐφʼ ὧν κατακέκαμπται ἡ χείρ, τῆς ἔσω λέγω καὶ τῆς ἔξω, ἐπί τε τῆς ὀπίσω, ὁλοκλήρου οὔσης τῆς τοῦ ὀργάνου κατασκευῆς, τοῦ πάσχοντος πλησίον ἑστῶτος ἐπί τινος ὑποποδίου, στρεφέσθω ὁ ἄξων, ἵνα τὸ σφηνοειδὲς κάτω γένηται, τὸ δὲ λεῖον αὐτοῦ μέρος ἄνω, καὶ τότε ὑπερτιθέσθω ἡ χεὶρ ὑπὲρ τὸν ἄξονα. εἶθʼ ὁ μὲν βραχίων ἀσφαλιζέσθω πρὸς τὸν ἄξονα διὰ τοῦ φοίνικος ἐπιδέσμου, τῷ δὲ πήχει πλησίον τοῦ καρποῦ ἀνισότονος περιτιθέσθω βρόχος, οὗ αἱ ἀρχαὶ ἀναγέσθωσαν καὶ τῇ καταλλήλῳ πτερώσει ἢ τῇ ἐκθέτῳ τοῦ ἄξονος ἀποτορνώσει προσαπτέσθωσαν. οὕτω δὲ τοῦ τῆς χειρὸς σχήματος ἐγγωνίου πεπλεγμένου, διπλῆς καιρίας μεσότης ἢ πλατείας ταινίας τασσέσθω κατὰ τοῦ πήχεως ἐγγὺς τοῦ ἀγκῶνος, ἧς αἱ ἀρχαὶ φερέσθωσαν κάτω ὡς ἐπὶ τὸν ἄξονα. αἱ δὲ τάσεις τελειούσθωσαν, καθὼς ἱστορήθη ἐν τοῖς τοῦ ὤμου καταρτισμοῖς· ἐξέσται δὲ καὶ νῦν ἢ κατὰ κράτημα καὶ ἀνάτασιν ἢ κατὰ διάτασιν ἐνεργῆσαι. πάλιν μετὰ τὴν αὐτάρκη τάσιν μοχλεῖαι αἱ αὐταὶ ἐγκρινέσθωσαν αἱ προπαραδεδομέναι ἐν τῇ τῶν ἄλλων ὀργάνων κινήσει. ἐπὶ δὲ τῆς ἔμπροσθεν διαφορᾶς, τῆς χειρὸς ἐκτεταμένης, μετὰ τὴν ὑπέρθεσιν ὁ βραχίων ἀσφαλιζέσθω πρὸς τὸν ἄξονα, καὶ τότε τῷ πήχει βρόχος ὁ καρχήσιος ἢ ἄλλος ἰσότονος περιτιθέσθω, οὗ αἱ ἀρχαὶ ἀγέσθωσαν κάτω, καὶ πάλιν αἱ αὐταὶ δοκιμαζέσθωσαν τάσεις, καὶ μετὰ τὰς τάσεις αἱ ἱστορημέναι μοχλεῖαι ἐν τῇ τῶν ὀργάνων παραδόσει. ἰδίως δʼ ἐδόκει ἡ σπάθη εὐθετεῖν πρὸς τοὺς τοῦ ἀγκῶνος καταρτισμούς· ἴδωμεν δὲ πῶς, τῶν ἀγκώνων μὴ ὄντων μηδὲ τοῦ ἐν ταῖς πτερώσεσιν ἄξονος, συντελεῖται τὸ ἔργον. ἐκλύεται ὁ κάλος καὶ διπλοῦται, εἶτʼ αὐτοῦ αἱ ἀρχαὶ διὰ δύο τρημάτων τῆς χελώνης ἄνωθεν κάτω διεκβάλλονται καὶ ἀποδίδονται τοῖς τύλοις τοῦ ἄξονος· ἡ δὲ χελώνη μετὰ τῆς σπάθης ἀναβιβάζεται ὡς πρὸς τὸ ἄνω διάπηγμα, καὶ τότε ἡ σπάθη ἀνακλᾶται, εἶθʼ ὑπερτίθεται ἡ χεὶρ ὑπὲρ τὸ διάπηγμα ἐρίου περιειλημένου, καὶ ὁ μὲν βραχίων ἀσφαλίζεται πρὸς τὸ διάπηγμα τῇ τοῦ φοίνικος ἐπιδέσει, ὁ δὲ πῆχυς πρὸς τὴν σπάθην τῆς χειρὸς κεκαμμένης, ὅτε λοιπὸν στρεφομένου τοῦ ἐν τοῖς σκέλεσιν ἄξονος ὑπὸ τοῦ κάλου καθελκομένη ἡ χελώνη κατατείνει τὴν σπάθην. εἶθʼ οὕτως ἡ κατάτασις γίνεται· μετὰ δὲ τὴν κατάτασιν δοκιμάζονται μοχλεῖαι αἱ πάλαι ἱστορημέναι, ἐπὶ μὲν τῶν δύο διαφορῶν, τῆς ἔσω καὶ τῆς ἔξω, αἱ κατὰ παραγωγήν, ἐπὶ δὲ τῆς ὀπίσω ἡ κατʼ ἐξελκυσμόν. καὶ ἡ μὲν κατάτασις γίνεται· αἱ δὲ μοχλεῖαι διὰ τὴν τῆς χειρὸς πρὸς τὴν σπάθην πρόσδεσιν παραποδίζονται, ἐκτὸς εἰ μὴ ἡ κατʼ ἐξελκυσμὸν μοχλεία γένοιτο, τῆς ῥίζης ἐξέλκεσθαι δυναμένης ἐκ τοῦ τρήματος. μᾶλλον δʼ εὐθετεῖ ἡ σπάθη ἐπὶ τῆς ἔμπροσθεν διαφορᾶς. ταύτης καταρτιζομένης ὡσαύτως τοῦ κάλου ἐνδεδεμένου, ἐᾶσαι τὴν σπάθην κάτω παρειμένην εἶναι, ἔπειτα τῆς χειρὸς ὑπερταθείσης τὸν μὲν βραχίονα ἀσφαλίζεσθαι πρὸς τὸ διάπηγμα, τὸν δὲ πῆχυν πρὸς τὴν σπάθην, κἄπειτα μετὰ ταῦτα τὴν κατάτασιν δοκιμάσαι, μετὰ δὲ τὴν αὐτάρκη τάσιν τὰς ἀκολούθους μοχλείας παραλαμβάνειν, μίαν μὲν τὴν κατʼ ἴπωσιν, δευτέραν δὲ τὴν κατὰ περίσφαλσιν, τῆς σπάθης μετὰ τῆς χειρὸς ἀνακλωμένης καὶ καμπτομένης περὶ τὸ τῆς ἰπώσεως αἴτιον. οὕτω καὶ τὰ τοῦ ἀγκῶνος ἐξαρθρήματα.

Ἐκ τῶν Ῥούφου. Τὸ Ἱπποκράτους βάθρον.

Ὁ θαυμασιώτατος Ἱπποκράτης τὸ αὑτοῦ ὄργανον ἐν πολλοῖς συγγράμμασιν εἴρηκε ξύλον, ἐν δέ τισι σχεδίαν· οἱ δὲ μετʼ ἐκεῖνον βάθρον αὐτὸ προσηγόρευσαν, ὑποπήξαντές τε αὐτῷ πόδας ὡς ὀργάνῳ καὶ ὡς βάθρῳ ἐχρήσαντο. ἔστι δʼ αὐτοῦ ἡ κατασκευὴ τοιαύτη· ξύλον ἑξάπηχυ τῷ μήκει, τῷ πλάτει δὲ δίπηχυ, πάχει δέ πως σπιθαμιαῖον. τοῦτο τὸ ξύλον ἔχει κατὰ τὰ πέρατα ἐπιπεπηγότα τῇ ὑπτίᾳ σανίδι ἕτερα ξύλα ποδιαῖα τῷ μήκει, τῷ δʼ ἀριθμῷ τέσσαρα, δύο καὶ δύο, περιφερῆ κατὰ τὰς κορυφὰς γεγονότα. ταῦτα τὰ ξύλα ὁ Ἱπποκράτης φλιὰς ὠνόμασεν· ἐν δὲ ταῖς φλιαῖς ἐκκεκομμέναις κατὰ τὰ πλάτη στρογγύλοις καὶ διανταίοις τρήμασιν ἄξονες ἔγκεινται ἔκθετοι, μέσους ἔχοντες τύλους καὶ κατὰ τὰς ἐκθέτους ἀποτορνώσεις περιαγωγίδας πρὸς τὴν στροφήν. ὅλον δὲ τὸ ξύλον κατὰ τὴν ἡμίσειαν ἐκ διαστημάτων τετραδακτυλιαίων σεσωλήνισται σωλῆσιν ὁμοίως κατὰ βάθος τετραδακτυλιαίοις· τούτους δὲ τοὺς σωληνισμοὺς καπέτους ὠνόμασεν Ἱπποκράτης. ἔτι μέσον τὸ ξύλον ἐκκοπὴν ἔχει τετράγωνον βαθεῖαν, εἰς ἣν ἔγκειται σκαλμὸς ὁ λεγόμενος πριαπίσκος. ἔστι δʼ ἄλλη μέση πιοειδὴς φλιὰ πρὸς χρείαν ἐπινενοημένη. καὶ ἡ μὲν κατασκευὴ ἡ κατὰ τὸν Πασικράτην ἐστὶν αὕτη· μεθʼ ἣν ἀκολούθως ἐκθήσομαι τὴν κίνησιν τοῦ Ἱπποκρατείου βάθρου ἔχοντος τὴν ἀρχαίαν ὀργανοποιίαν, ἵνα κεκλιμένου τοῦ πάσχοντος πάντα δύναται καταρτίζεσθαι τὰ ὀλισθήματα, καθὼς ἱστορηθήσεται ἡμῖν ἐν τοῖς κατὰ μέρος.

Περὶ γένυος.

Ἐπὶ τῶν τῆς γένυος διαφορῶν, ὑπτίου τοῦ πάσχοντος ἐσχηματισμένου, ἄν τε καθʼ ἓν μέρος τύχῃ ἐξηρθρηκυῖα ἡ γένυς, ἄν τε κατʼ ἀμφότερα τὰ ἄκρα, τοῦ πάσχοντος ἐσχηματισμένου ὑπτίαν ἔχοντος τὴν κεφαλὴν παρὰ τῷ καταλλήλῳ ἄξονι, τῶν χειρῶν ἀσφαλιζομένων πρὸς τῷ θώρακι καὶ τῷ ἐπιγαστρίῳ, καὶ τῶν σκελῶν πρὸς ἄλληλα, καὶ πάντων πρὸς τὸ ὀργανικὸν βάθρον, τῇ κεφαλῇ ἐπιπλεκέσθω ὁ λαγωὸς ἐπίδεσμος σὺν τοῖς ὠτίοις. καὶ τότε τοῦ ἐπιδέσμου αἱ ἀγκύλαι ἁμματιζέσθωσαν πρὸς τὴν ὑπερκειμένην φλιὰν κρατήματος χάριν, μεσότης τε καιρίας ἐντιθέσθω τῷ στόματι ὡς ἐσωτάτω πλησίον τῶν χαλινῶν μεταξὺ τῶν μυλιαίων ὀδόντων· ἧς αἱ ἀρχαὶ καταγέσθωσαν κάτω καὶ ἀποδιδόσθωσαν τῷ πρὸς τοὺς πόδας ἄξονι, ἄλλης τε καιρίας μεσότης ὑπερτιθέσθω τῷ γενείῳ, ἧς αἱ ἀρχαὶ ὑπὲρ κεφαλῆς ἀγέσθωσαν καὶ ἀποδιδόσθωσαν τῷ ὑπὲρ κεφαλῆς ἄξονι διαστήματος χάριν. γενομένων δὲ τούτων, στρεφέσθω ὁ κάτω ἄξων, ἵνα ὡσανεὶ κατὰ κράτημα καὶ κατάτασιν ἡ ἐνέργεια γένηται. μετὰ δὲ τὴν αὐτάρκη τάσιν μοχλεῖαι ἐγκρινέσθωσαν αἱ παραδεδομέναι ἡμῖν ἐν τῇ Περὶ ἄρθρων πραγματείᾳ. ἐπὶ μὲν τῆς καθʼ ἓν μέρος ἐξαρθρήσεως τρεῖς ἐνέργειαι παραλαμβανέσθωσαν, παραγωγή, ἴπωσις, σφάλμα· ἐπὶ δὲ τῆς κατʼ ἀμφότερα τὰ ἄκρα ἐκπαλείας ἴπωσις καὶ σφάλμα. ταῦτα εἴρηταί μοι περὶ τῆς γένυος· μέτειμι νῦν ἑξῆς περὶ τοῦ ὤμου.

Περὶ ὤμου.

Τῆς εἰς τὴν μασχάλην διαφορᾶς καταρτιζομένης καὶ τῆς ἔμπροσθεν, ὕπτιος ὁ πάσχων σχηματιζέσθω· τῆς δʼ ὀπίσω, πρηνής. τῆς μὲν οὖν εἰς τὴν μασχάλην διαφορᾶς καταρτιζομένης, τὸ σφηνοειδὲς εἰς τὴν μασχάλην ἐντιθέσθω παρατετηρημένως, ὥστε τὸ μὲν ἀμβοειδὲς αὐτοῦ μέρος ἔμπροσθεν νενευκέναι, τὸ δὲ περιτετραμμένον ὀπίσω. συμφέρει δὲ τὸ σφηνοειδὲς ὀθονίῳ ἢ ἐρίῳ περιειλεῖν μαλάγματος χάριν· πᾶν γὰρ ξύλον ἀστεργὲς καὶ ἀπηνές, καθάπερ Ἱπποκράτης λέγει. ταύτης μὲν οὖν πρώτης αἰτίας χάριν τῇ ἀπὸ τοῦ ἐρίου σκέπῃ χρώμεθα· δευτέρας δὲ διὰ τοὺς ἐν τῇ μασχάλῃ ἱδρῶτας γενομένους, ἅμα μὲν διὰ τὴν τοῦ καταρτισμοῦ εὐλάβειαν, ἅμα δὲ καὶ διὰ τὴν τοῦ τόπου φυσικὴν θερμασίαν συνεργοῦσαν τῷ χαλάσματι. ἀναπίνει τοιγαροῦν τὸν συλλεγόμενον ἱδρῶτα καὶ ἅμα οὐ παρολισθαίνει τὸ σφηνοειδές. εἶθʼ αἱ τῶν κάλων ἀρχαί, αἱ μὲν ἔμπροσθεν, αἱ δʼ ὄπισθεν, ὑπὲρ κεφαλῆς ἀγέσθωσαν ἐπὶ τὸν ἄξονα, καιρίας τε διπλῆς ἡ μεσότης ὑποτιθέσθω τῇ μασχάλῃ μεταξὺ τοῦ σφηνοειδοῦς καὶ τοῦ βραχίονος, ὡς δʼ ἔδοξεν ἄλλοις, μεταξὺ τοῦ σφηνοειδοῦς καὶ τῶν πλευρῶν, ἧς αἱ ἀρχαὶ ἔξω ἀγέσθωσαν. αὐτῷ δὲ τῷ βραχίονι βρόχος καρχήσιος ἢ ἄλλος ἰσότονος περιτιθέσθω· περιαπτέσθω δʼ ὁ βρόχος μὴ τῷ μυΐ, ἵνα μὴ νευρώδης ὢν σφιγγόμενος ἀγανακτήσῃ, ἀλλʼ ὑπεράνω τοῦ μυὸς ἢ ὑπὸ τὸν μῦν. οἱ πολλοὶ τὸν ἄνω αἱροῦνται τόπον ὡς ἐπιτηδειότερον, ὅτι συνεγγίζει τῷ ἄρθρῳ· δυσχρηστότερος δʼ ἐστὶν οὗτος πρὸς τὴν ἐνέργειαν, παραποδίζων τὴν κατʼ εὐθὺ μοχλείαν. ἅμα δὲ καὶ διʼ ἐκεῖνο μάλιστα τὸν ὑπὸ τὸν μῦν αἱρούμεθα τόπον, ἐπείπερ τοπικῶς σφιγγομένου τοῦ ἄρθρου δυσχερῶς ἀνίεται τὰ σώματα, ἐκ διαστήματος δὲ συμμέτρου τεινόμενα ῥᾳδίως χαλᾶται. συμφέρει δὲ μαλάγματος χάριν συμπεριειλεῖν ἔριον λεπτὸν τῷ βραχίονι καὶ τότε τὸν βρόχον περιάπτειν· ὑποκείμεναι γὰρ αἱ τοῦ ἀγκῶνος ἀνωμαλίαι συνέχουσι τὸν βρόχον, ὥστε μηκέτι τῇ τῆς τάσεως βίᾳ ἀπορρεῖν κάτω· ὧν οὕτως γενομένων, αἱ τοῦ βρόχου ἀρχαὶ καταφερέσθωσαν κάτω καὶ ἀποδιδόσθωσαν κατʼ εὐθὺ τῷ τύλῳ τοῦ ἄξονος, ἢ κατὰ περιείλησιν ἢ πρὸς ἀλλήλας ἡμματισμέναι. μᾶλλον δὲ συμφέρει αὐτὰς ἁμματίζειν καὶ τότε περιτιθέναι τῷ τύλῳ· ἔστι γὰρ ἥδε ἡ ἐνέργεια ἀσφαλεστέρα. ἐνεργήσομεν δʼ ἢ κατὰ κράτημα καὶ κατάτασιν ἢ κατὰ κράτημα καὶ ἀνάτασιν ἢ κατὰ διάτασιν διὰ τῶν ἐν τῷ ὀργάνῳ ἀξόνων. μετὰ δὲ τὴν αὐτάρκη τάσιν ἡ μὲν κατʼ ἐξελκυσμὸν μοχλεία διὰ τῆς διπλῆς καιρίας πρώτη γινέσθω διὰ τῆς μιᾶς χειρός, καὶ ἅμα τῷ ἐξελκυσμῷ ὁ ἀγκὼν μεταγέσθω ἔξωθεν ἔσω τῇ ἑτέρᾳ χειρὶ τοῦ ἐνεργοῦντος, ἔτι τῆς τάσεως οὔσης· δευτέρα δʼ ἡ κατὰ σφάλμα ἀνεθείσης καὶ χαλασθείσης τῆς τάσεως διὰ τῶν χειρῶν. ἐπὶ δὲ τῆς ἔμπροσθεν καὶ τῆς ὀπίσω διαφορᾶς, τοῦ πάσχοντος οἰκείως ἐσχηματισμένου, ἐπὶ μὲν τῆς ἔμπροσθεν διαφορᾶς ὑπτίου, ἐπὶ δὲ τῆς ὀπίσω πρηνοῦς, τὸ σφηνοειδὲς παραιτούμεθα. ἐπὶ μὲν τῆς ἔμπροσθεν διαφορᾶς διπλῆς καιρίας μεσότης ἐρίῳ περιειλημένη ὑποτιθέσθω τῇ μασχάλῃ, καὶ τότε αἱ ἀρχαὶ ὑπὲρ κεφαλῆς ἀγέσθωσαν, μὴ κατὰ κάθετον κατὰ τὸν πάσχοντα ὦμον, ἀλλὰ κατὰ τὸ ἀντικείμενον μέρος τοῦ πάσχοντος. ἡ δʼ αἰτία ἐζήτηται διʼ ἣν τοῦτο γίνεται· καὶ ἔφασαν οἱ περὶ τὸν Πασικράτην, ἵνα μὴ τῇ κατʼ εὐθὺ ἀναγωγῇ ὑπὸ τῆς καιρίας ἄνω κρατῆται ὁ βραχίων· οἱ δὲ μετʼ αὐτοὺς οὐ τούτου χάριν ἐᾶν λοξοῦσθαι τὰς ἀρχάς, ἀλλʼ ἵνα μὴ ἀναπιεζούμενα τὰ τῆς μασχάλης σώματα πληροῖ τὸν τῆς ὠμοπλάτης τόπον. συμφώνως δὲ πᾶσιν ἤρεσεν ἡμῖν λοξὰς ποιεῖσθαι τὰς ἀρχὰς ὡς πρὸς τὰ ἀντικείμενα μέρη πρὸς τῇ καταλλήλῳ φλιᾷ. πάλιν τε ὁμοίως τῷ βραχίονι καρχήσιος βρόχος περιτιθέσθω ἢ ἕτερος ἰσότονος, οὗ αἱ ἀρχαὶ ἀγέσθωσαν κάτω ἐπὶ τὸν πρὸς τοῖς ποσὶν ἄξονα, ἵνα γένηται κράτημα καὶ κατάτασις, ἢ εἴ τις βούλοιτο τῷ κατὰ διάτασιν ἐνεργῆσαι τρόπῳ. αἱ ἀκόλουθοι ἐπὶ τούτων μοχλεῖαι παραλαμβανέσθωσαν αἱ ἐπάνω ἡμῖν εἰρημέναι· προηγουμένως δʼ ἡ διὰ τῶν χειρῶν παραγωγὴ καὶ ἴπωσις. ὁμοίως δὲ καὶ ἐπὶ τῆς ὀπίσω διαφορᾶς, πρηνοῦς τοῦ πάσχοντος ἐσχηματισμένου, τὰ αὐτὰ ἐνεργήματα προσαγέσθω, ἃ καὶ ἐπὶ τῆς ἔμπροσθεν διαφορᾶς τοῦ ὤμου. μετὰ τὴν αὐτάρκη τάσιν ἡ διὰ τῶν χειρῶν ἴπωσις καὶ παραγωγὴ καὶ σφάλμα παραλαμβανέσθω.

Περὶ ἐξαρθρήματος βραχίονος καὶ κατάγματος.

Ἔσθʼ ὅτε τῷ τοῦ βραχίονος ἐξαρθρήματι συγχρονίζει καὶ κάταγμα, μέσου τοῦ κώλου ῥαγέντος, γίνεταί τε χρεία ἅμα μὲν κατατάξεως τοῦ ἐξαρθρήματος, ἅμα δὲ διαπλασμοῦ τοῦ κατάγματος. νῦν εὐτεθήσει καταρτισμὸς τοῦ ἐξαρθρήματος κατὰ κράτημα καὶ ἀνάτασιν, τοῦ δὲ κατάγματος κατὰ κράτημα καὶ κατάτασιν, πρῶτον δὲ καταρτιζέσθω τὸ ἐξάρθρημα, καὶ τότε τὸ κάταγμα. πρὸς μὲν οὖν τὸν τοῦ ἐξαρθρήματος καταρτισμὸν τὸ σφηνοειδὲς ἐντιθέσθω εἰς τὴν μασχάλην, ἀναγέσθωσάν τε ὑπὲρ κεφαλῆς αἱ τῶν κάλων ἀρχαί· μεσότης δὲ καιρίας τασσέσθω μεταξὺ τοῦ σφηνοειδοῦς καὶ τοῦ βραχίονος, ἧς αἱ ἀρχαὶ φερέσθωσαν ἔξω· δὲ καρχήσιος βρόχος ὑπὸ τὸ σφηνοειδὲς ὑπεράνω τοῦ κατάγματος περιτιθέσθω. τούτου αἱ ἀρχαὶ ἀγέσθωσαν κάτω καὶ ἀποδιδόσθωσαν τῇ φλιᾷ πρὸς κράτημα· αἱ δὲ τῶν κάλων ἀρχαὶ τῷ ὑπὲρ κεφαλῆς ἄξονι, ἵνα τῇ τούτου στροφῇ κράτημα γένηται καὶ ἀνάτασις. μετὰ δὲ τὴν αὐτάρκη τάσιν διὰ τῶν ἀκολούθων μοχλειῶν ἡ τοῦ ἄρθρου γινέσθω κατάταξις, κἄπειτα τοῦ ἐξαρθρήματος καταρτισθέντος αἱ τοῦ βρόχου ἀρχαὶ ἀγέσθωσαν καὶ ὑπὲρ κεφαλῆς ἀναφερέσθωσαν καὶ ἀποδιδόσθωσαν κρατήματι. ἄλλος δὲ βρόχος ἰσότονος ὡς καρχήσιος τῷ βραχίονι περιτιθέσθω, οὗ αἱ ἀρχαὶ καταφερέσθωσαν κάτω, καὶ ἀποδιδόσθωσαν τῷ ἄξονι τῷ πλησίον τῶν ποδῶν, ἵνα γένηται τὸ ἐνέργημα κατὰ κράτημα καὶ κατάτασιν. νῦν οὐκ ἔστιν εὐλαβὴς ἐν τῇ τοῦ κατάγματος κατατάσει ἡ τοῦ κατηρτισμένου ἄρθρου ἐκπαλεία· κεκράτηται γὰρ ἄνω ὑπὸ τοῦ σφηνοειδοῦς καὶ τοῦ ἄνω βρόχου. μετὰ τὴν κατάτασιν διὰ χειρῶν τὸ κάταγμα διαπλασσέσθω, καθὼς πλειστάκις ἐδηλώσαμεν. καὶ ἐπὶ τῆς ἔμπροσθεν ἔτι τε τῆς ὀπίσω διαφορᾶς ταῖς αὐταῖς ἐπινοίαις γινέσθωσαν οἱ καταρτισμοί. καὶ τὰ μὲν περὶ τοῦ ὤμου ἐν τοσούτοις μοι μεμηνύσθω.

Περὶ ἀγκῶνος.

Ἐπὶ τῶν τριῶν τοῦ ἀγκῶνος διαφορῶν, τῆς ἔσω, τῆς ἔξω, τῆς ὀπίσω, ἐφʼ ὧν κέκαμπται ἡ χεὶρ ἐκτείνεσθαι μὴ δυναμένη, ὕπτιος ὁ πάσχων ἐπὶ τοῦ ὀργάνου κλινέσθω, καὶ μετὰ τὸν οἰκεῖον σχηματισμὸν βρόχος ὁ καρχήσιος ἢ ἄλλος ἰσότονος περιτιθέσθω τῷ βραχίονι, οὗ αἱ ἀρχαὶ ἄνω φερέσθωσαν ὑπὲρ κεφαλῆς κρατήματος χάριν. τῷ δὲ πήχει πλησίον καρποῦ ἀνισότονος περιτιθέσθω βρόχος ὡς ἐρτὸς ἢ χιεστὸς ἢ ναυτικός, οὗ αἱ ἀρχαὶ ἀναγέσθωσαν καὶ τῇ καταλλήλῳ φλιᾷ προσδείσθωσαν, ὡς γενέσθαι τὸ σχῆμα ἐγγώνιον. εἶτα τότε διπλῆς καιρίας μεσότης ἢ ταινίας πλατείας τασσέσθω κατὰ τοῦ πήχεως ἐγγὺς ἀγκῶνος, οὗ αἱ ἀρχαὶ ἀγέσθωσαν κάτω ἐπὶ τὸν πρὸς τοῖς ποσὶν ἄξονα. ἔχοντες οὖν ἄνω μὲν τοῦ βρόχου ἀρχάς, κάτω δὲ τῆς διπλῆς καιρίας, ἄξονάς τε δύο, ὃν μὲν ὑπὲρ κεφαλῆς, ὃν δὲ πρὸς τοῖς ποσίν, ἐνεργήσομέν γε ἢ κατὰ κράτημα καὶ κατάτασιν ἢ κατὰ κράτημα καὶ ἀνάτασιν ἢ κατὰ διάτασιν, καὶ μετὰ τὴν αὐτάρκη τάσιν μοχλείαις χρησόμεθα ταῖς καταλλήλοις πρὸς τὴν τοῦ ἄρθρου καταταγήν, ἐπὶ μὲν τῆς ἔσω καὶ τῆς ἔξω διαφορᾶς ταῖς κατὰ παραγωγήν, ἐπὶ δὲ τῆς ὀπίσω τῇ κατʼ ἐξελκυσμόν. ἐπὶ δὲ τῆς ἔμπροσθεν διαφορᾶς, ἐφʼ ἧς ἐκτέταται ἡ χεὶρ κάμπτεσθαι μὴ δυναμένη, σχηματιζέσθω ὁ πάσχων ὕπτιος ἐπιρρεπὴς ἐπὶ τὸ πάσχον μέρος· τῆς δὲ χειρὸς ἐκτεταμένης ἐπὶ τοῦ σανιδώματος, βρόχος ὁ καρχήσιος περιτιθέσθω τῷ βραχίονι, οὗ αἱ ἀρχαὶ ἀγέσθωσαν ὑπὲρ κεφαλῆς, καὶ τῷ πήχει ἄλλος ἰσότονος βρόχος κατὰ τὰ ἀπολήγοντα μέρη τὰ πρὸς τῷ καρπῷ, οὗ αἱ ἀρχαὶ ἀγέσθωσαν κάτω, τάσεις τε δοκιμαζέσθωσαν αἱ προειρημέναι ἢ κατὰ κράτημα καὶ κατάτασιν ἢ κατὰ διάτασιν. καὶ μᾶλλον νῦν αἱρετωτέραν νομίζω τὴν κατὰ διάτασιν ἐνεργεστέραν οὖσαν τῆς ἁπλῆς κατατάσεως πρὸς τὴν τοῦ ἄρθρου καταταγήν. δεῖ δὲ μετὰ τὴν αὐτάρκη τάσιν τὰς ἐπιτηδείους ἐγκρίνειν μοχλείας, τὴν κατʼ ἴπωσιν καὶ κατὰ περίσφαλσιν, τὴν μὲν κατʼ ἴπωσιν ἔτι μενούσης τῆς τάσεως, τὴν δὲ κατὰ περίσφαλσιν χαλασθείσης. δεῖ δὲ μετὰ τὸν καταρτισμὸν πρὸς ἀσφαλῆ γνῶσιν τῆς τῶν ὀστέων καταταγῆς πειράζειν τὰ φυσικὰ τῆς χειρὸς ἐνεργήματα, κάμψιν λέγω καὶ ἔκτασιν, ἔτι τε τὴν ἐπὶ τὸ πρηνὲς καὶ ὕπτιον στροφήν· ταῦτα γὰρ τὰ ἐνεργήματα ἀνεμποδίστως γινόμενα δηλοῖ τὸ τοῦ καταρτισμοῦ τέλος. ἔνεστι δὲ καὶ ἐξ ἀντιπαραβολῆς τῆς πρὸς τὸν ἕτερον ἀγκῶνα ἐπιγινώσκειν τὸ ἀποτέλεσμα. ἐπὶ τέλει δʼ ἡ χεὶρ καμπτέσθω τῷ οἰκείῳ ἐγγωνίῳ σχήματι φυλαττέσθω τε πρὸς τὴν ἀκόλουθον θεραπείαν. τοῖς δεδηλωμένοις τρόποις καταρτίζεται τὰ δύο τοῦ πήχεως ὀστέα παρὰ φύσιν διατεθέντα· ἐπεὶ δὲ καὶ κατʼ ἰδίαν ἕκαστον αὐτῶν πάσχει, ὁ μὲν πῆχυς ἐξαρθρῶν, ἡ δὲ κερκὶς παραρθροῦσα, καὶ περὶ τούτων διαλέξομαι. διατίθεται κατʼ ἰδίαν ὁ πῆχυς χωρὶς τῆς κερκίδος, καὶ πάλιν ἡ κερκὶς παραρθρεῖ καθʼ αὑτὴν χωρὶς τοῦ πήχεως· ὁπότερον δʼ ἂν τῶν ὀστέων τούτων πάθῃ, πάλιν τοῦ καταρτισμοῦ διὰ τοῦ ὀργάνου γινομένου, ὁ μὲν βραχίων ἀσφαλιζέσθω βρόχῳ πρὸς τὴν ὑπερκειμένην φλιάν, τῷ δὲ πήχει πάλιν κατὰ τὰ ἀπολήγοντα μέρη περιτιθέσθω βρόχος ἀνισότονος, ὡς ἐρτὸς ἢ ναυτικός, οὗ αἱ ἀρχαὶ ἀγέσθωσαν κάτω καὶ περιτιθέσθωσαν τοῖς τοῦ ἄξονος τύλοις πρὸς τὴν τάσιν. ἡ δὲ τοῦ ἀνισοτόνου βρόχου περίθεσις παρατετηρημένη γινέσθω, ὥστε τὰς μὲν ἀγκύλας τετάχθαι πρὸς τὸ καταρτιζόμενον μέρος, τὰς δʼ ἀρχὰς κατὰ τὸ ἀντικείμενον· ἰδίως γὰρ οἱ ἀνισότονοι βρόχοι ἐκεῖνα μᾶλλον βιάζονται τὰ μέρη οἷς περίκεινται αὐτῶν αἱ ἀγκύλαι, ἧσσον δὲ τὰ ἀντικείμενα· ἐπεὶ δὲ διζυγής ἐστιν ὁ πῆχυς, καὶ τὸ ἕτερον ὀστέον παρὰ φύσιν ἔχον καταρτίζεται, συμφέρει ἐκεῖνο μὲν βιάζεσθαι, τὸ δὲ κατὰ φύσιν, εἰ οἷόν τε, μὴ διαταθῆναι. τάσεως αὐτάρκους γενομένης, μοχλεῖαι παραλαμβανέσθωσαν αἱ τῷ ὀλισθήματι κατάλληλοι. ἐπὶ μὲν τῆς ἔσω τοῦ πήχεως διαφορᾶς καὶ τῆς ἔξω τῆς κερκίδος συνημμένοι οἱ δάκτυλοι τῶν δύο χειρῶν ὑποτιθέσθωσαν τῷ ἀγκῶνι, καὶ τὰ θέναρα ἐκ πλαγίων παρατιθέσθω, ἵνα διὰ τῆς τῶν θενάρων παραθέσεως ὡσανεὶ κατὰ παραγωγὴν βίᾳ καταταγῆς ἀξιωθῇ τὸ ὀστέον. ἐπὶ δὲ τῆς ὀπίσω τοῦ πήχεως ἢ τῆς κερκίδος διαφορᾶς, τῆς χειρὸς κατὰ ποσὸν κεκαμμένης, ἅμα τῇ κατατάσει θέναρι χειρὸς ἡ ἴπωσις γινέσθω πρὸς τὴν τοῦ ὀστοῦ καταταγήν, καὶ αὐτῆς τῆς τάσεως ἰδίως συνεργούσης τῷ καταρτισμῷ. τῆς δὲ κερκίδος εἰς τὸν ἔμπροσθεν τόπον παρηρθρηκυίας, ἐκτεταμένης τῆς χειρός, οὕτως ἐνεργεῖν δεῖ ὡς ἐπὶ τῆς ἔμπροσθεν διαφορᾶς ἀμφοτέρων τῶν ὀστέων. δοκιμαζέσθω τοίνυν τάσις μὲν ἡ κατὰ κράτημα καὶ κατάτασιν· μετὰ δὲ τὴν αὐτάρκη τάσιν μοχλεῖαι δύο παραλαμβανέσθωσαν ἡ κατʼ ἴπωσιν καὶ ἡ κατὰ περίσφαλσιν, καὶ ἡ μὲν κατʼ ἴπωσιν μενούσης τῆς τάσεως, ἡ δὲ κατὰ περίσφαλσιν ἀνεθείσης, ὡς ἐκεῖ ἐδηλώθη. μετὰ δὲ τὸν καταρτισμὸν κοινότερον ἐπʼ ἀμφοτέρων τῶν χειρῶν δοκιμάσαι δεῖ τὰ τῆς χειρὸς ἐνεργήματα, εἰ ἀνεμποδίστως γίνεται, κάμψιν λέγω καὶ ἔκτασιν, ἐπί τε τὸ πρηνὲς καὶ τὸ ὕπτιον στροφήν. τούτων τῶν ἐνεργημάτων ἀπαραποδίστων ὄντων, τεκμαίρεσθαι δεῖ τὴν τελείαν καταταγὴν γεγονυῖαν, μεθʼ ἣν τὸ ἐγγώνιον σχῆμα χαρίσασθαι τῇ χειρὶ δεῖ πρὸς τὴν ἀκόλουθον θεραπείαν.

Περὶ καρποῦ.

Ὁ καρπὸς εἰς τέσσαρας τόπους παραρθρεῖ, ἔσω, ἔξω, ἔμπροσθεν, ὀπίσω. δεῖ δʼ ἐπὶ τῆς ἔσω διαφορᾶς ὑπτίαν σχηματίζειν τὴν χεῖρα ἐπὶ τοῦ βάθρου, τοῦ πάσχοντος ὁμοίως κεκλιμένου, ἐπὶ δὲ τῶν λοιπῶν τριῶν διαφορῶν πρηνῆ. μετὰ τὸν προειρημένον σχηματισμὸν τῷ πήχει καρχήσιος βρόχος ἢ ἄλλος ἰσότονος περιτιθέσθω, τῷ δὲ κοίλῳ τῆς χειρὸς πλαγία σκυτάλη ἢ καυτήριον ἐντιθέσθω, ἔπειτα ἀσφαλιζέσθω πρὸς τὸ μετακάρπιον διὰ τοῦ καλουμένου ἐξάκρου ἐπιδέσμου, καὶ τότε τοῖς τῆς σκυτάλης ἄκροις ἢ τοῦ καυτηρίου διπλῶν καιριῶν μεσότητες ἢ βρόχων ἀνισοτόνων ἀγκύλαι περιτιθέσθωσαν ἀγόμεναι κάτω, ἕτερός τε βρόχος περιτιθέσθω τῷ πήχει ἰσότονος, οὗ αἱ ἀρχαὶ ὑπὲρ κεφαλῆς ἀγέσθωσαν ἀποδεδομέναι κρατήματι· αἱ δὲ κάτω ἀρχαὶ περιτιθέσθωσαν τῷ ἄξονι πρὸς τὴν κατάλληλον τάσιν, ἵνα κινουμένου τούτου κράτημα γένηται καὶ κατάτασις. μετὰ δὲ τὴν αὐτάρκη τάσιν αἱ ἁρμόζουσαι μοχλεῖαι παραλαμβανέσθωσαν, μάλιστα δὲ νῦν συμφέρει ἐπὶ τοῦ καρποῦ κατὰ κράτημα καὶ κατάτασιν ἐνεργεῖν· ἐξέσται δὲ καὶ ἀνατάσει καὶ διατάσει χρήσασθαι. τῆς τάσεως αὐτάρκους γενομένης, ἁρμοζέσθωσαν αἱ κατάλληλοι μοχλεῖαι πρὸς τὴν καταταγήν. ἐπὶ μὲν τῆς ἔσω καὶ τῆς ἔξω διαφορᾶς θέναρι χειρὸς ἢ πτέρνης κατʼ ἐπίβασιν βιαζέσθω τὰ ἰπούμενα ὀστέα, εἶθʼ ἡ χεὶρ ἄκρα κατὰ τὰ μέρη τὰ πρὸς τοῖς δακτύλοις ἀντανακλάσθω· ἐπὶ δὲ τῆς ἔμπροσθεν καὶ τῆς ὀπίσω διαφορᾶς αἱ κατὰ παραγωγὴν μοχλεῖαι ὀφείλουσι παραλαμβάνεσθαι.

Περὶ ὑβώματος.

Πᾶσαι μὲν αἱ διαφοραὶ τῶν ἐκβολῶν τῷ τοῦ Ἱπποκράτους ὀργάνῳ καταρτίζονται, προηγουμένως δὲ τὰ τῆς ῥάχεως ὑβώματα· τῶν δὲ τῆς ῥάχεως ὑβωμάτων μάλιστα θεραπευτὰ νενόμισται τὰ ἐκ πληγῆς γινόμενα πρόσφατα ὄντα. σχηματιζέσθω δὲ νῦν ὁ πάσχων πρηνὴς ἐπὶ τοῦ βάθρου, ἵνα αἱ τῶν βρόχων ἀρχαὶ κατάλληλοι γίνοιντο τοῖς ἄξοσιν, περιτιθέσθωσαν δὲ τῇ ῥάχει ἤτοι ἰσότονοι βρόχοι δύο, εἷς μὲν ἄνω ὑπὲρ τὸ ὕβωμα, εἷς δὲ κάτω ὑπὸ τὸ ὕβωμα, ἢ ἀνισότονοι τέσσαρες, δύο ἄνω καὶ δύο κάτω, κατʼ ἀντίθετον τασσόμενοι, ὡς ἐδηλώθη ἐν τῇ Τῶν ὀλισθημάτων πραγματείᾳ. ἡ δὲ τῆς τάσεως ἐνέργεια γινέσθω μᾶλλον μὲν κατὰ διάτασιν, ἔσθʼ ὅπῃ δὲ κατὰ κράτημα καὶ κατάτασιν ἢ κατὰ κράτημα καὶ ἀνάτασιν. μετὰ δὲ τὴν αὐτάρκη τάσιν προσαγέσθωσαν μοχλεῖαι αἱ κατʼ ἴπωσιν· διαφόρους δʼ ἰπώσεις ἀνέγραψεν ὁ Ἱπποκράτης, τήν τε διὰ τοῦ θέναρος τῆς χειρὸς καὶ τὴν διὰ τῆς ἰπωτρίδος σπάθης. ἡ δὲ διὰ τῆς ἰπωτρίδος σπάθης μοχλεία ἐγίνετο ἐν τοῖς εὐπορίστοις καταρτισμοῖς, τοῦ τῆς σπάθης ἄκρου ἐντιθεμένου εἰς ἐντοίχιον ὄρυγμα ἢ ξύλον ἐσκαμμένον. ἡμεῖς δʼ ἐν τῷ Ἱπποκρατείῳ βάθρῳ πρὸς τὴν τῆς σπάθης ἀντέρεισιν ἐποιήσαμεν πῖ σιδηροῦν ἀνάλογον τῇ σπάθῃ ἔνθετον καὶ ἐξαίρετον, τετρημένον πολλοῖς τρήμασιν, εἰς τρήματα τῶν τοῦ ὀργάνου σκελῶν ἐντιθέμενον. πρὸς τὸ κατάλληλον τοῦ ὑβώματος μέγεθος ἁρμόσας τὸ πῖ, τὸ τῆς σπάθης ἄκρον ἐνθεὶς εἰς τὸ πῖ, κατάγω τὴν ἰπωτρίδα κατὰ τοῦ ὑβώματος πρὸς τὴν κατʼ ἴπωσιν μοχλείαν. ἔνιοι δὲ καὶ διπλῆς καιρίας ὑποθέντες μεσότητα τῷ ὀργάνῳ τὴν αὐτάρκη, ἐκεῖ τὴν ἰπωτρίδα σπάθην ἐνθέντες ἴπωσαν. τὸ δὲ μέτρον τῆς ἰπώσεως ἐν τοῖς Περὶ ὀλισθημάτων ἀκριβέστερον εἴρηται.

Περὶ τῶν τοῦ μηροῦ ἐξαρθρημάτων.

Εἰς τέσσαρας τόπους ἐξαρθρεῖ ὁ μηρός, ἔσω, ἔξω, ἔμπροσθεν, ὀπίσω, καὶ ἐπὶ μὲν τῶν τριῶν διαφορῶν, τῆς ἔσω, τῆς ἔξω, τῆς ἔμπροσθεν, ἐκτέταται τὸ σκέλος κάμπτεσθαι μὴ δυνάμενον, ἐπὶ δὲ τῆς ὀπίσω διαφορᾶς κέκαμπται ἐκτείνεσθαι μὴ δυνάμενον. ἐπὶ τῶν τριῶν διαφορῶν, ἐφʼ ὧν ἐκτέταται τὸ σκέλος, σχηματιζέσθω ὕπτιος ὁ πάσχων, καὶ τότε διπλῆς καιρίας μεσότης ἐρίῳ περιειλημένη τῷ περινέῳ ὑποτιθέσθω, αἱ δʼ ἀρχαὶ ἀνατετάσθωσαν ὑπὲρ κεφαλῆς. ἀδιαφορώτερον μὲν ἐπὶ τῶν λοιπῶν διαφορῶν ἥ τε μεσότης τῆς καιρίας τῷ περινέῳ περιτιθέσθω, παρατετηρημένως δὲ μᾶλλον ἐπὶ τῆς ἔσω διαφορᾶς πρὸς τῷ ὑγιεῖ μηρῷ, ἵνα μὴ ὑπὸ τῆς μεσότητος τῆς καιρίας ἡ τοῦ μηροῦ κεφαλὴ ἐν τῇ τάσει κρατηθῇ· ἄνω δʼ οὖσαι αἱ ἀρχαὶ ἀποδιδόσθωσαν ἢ τῷ ἄξονι, εἰ κατὰ διάτασιν ἐνεργεῖν μέλλομεν· εἰ δὲ κατὰ κράτημα καὶ κατάτασιν, τῇ ὑπερκειμένῃ φλιᾷ, καὶ τότε τῷ μηρῷ κατὰ τὰ ἀπολήγοντα μέρη τὰ πρὸς τῷ γόνατι καρχήσιος βρόχος περιτιθέσθω, οὗ αἱ ἀρχαὶ ἀγέσθωσαν κάτω καὶ ἀποδιδόσθωσαν τῷ τύλῳ τοῦ ἄξονος, ἵνα τῇ τούτου στροφῇ κράτημα γένηται καὶ κατάτασις. τάσεως αὐτάρκους γενομένης, μοχλεῖαι προσαγέσθωσαν. ἰδίως δʼ ἡ πιοειδὴς φλιὰ ἐπενοήθη ἐπὶ τῆς ἔσω διαφορᾶς τοῦ μηροῦ· ἧς καταρτιζομένης, σχηματίζεται ὁ πάσχων κεκλιμένος ἐπὶ τὸ κατὰ φύσιν ἔχον μέρος, τοῦ πριαπίσκου ἐξῃρημένου, καὶ τὸ μὲν ὑγιὲς σκέλος τάσσεται ὑπὸ τὴν φλιάν, καὶ οὕτως ἀσφαλίζεται πρὸς τὸ βάθρον, ἵνα ἀτρεμῇ· ὡσαύτως δὲ καὶ αἱ χεῖρες σὺν τῷ λοιπῷ σώματι· τὸ δὲ σιναρὸν σκέλος φέρεται ἄνω ὑπὲρ τὴν φλιὰν κατὰ τοῦ πιοειδοῦς πήγματος πλησίον περινέου. καὶ τῷ μηρῷ κατὰ τὰ ἀπολήγοντα μέρη τὰ πρὸς τῷ γόνατι καρχήσιος βρόχος ἢ ἄλλος ἰσότονος περιτίθεται, οὗ αἱ ἀρχαὶ ἄγονται κάτω ἐπὶ τὸν ἄξονα· αὐτῇ δὲ τῇ φλιᾷ ὑπὸ τὸ καταρτιζόμενον σκέλος ἐπιτίθεται σπάθη ἰπωτρὶς ἢ ἄμβη ἔσωθεν ἀπὸ τοῦ περινέου ὅλῳ τῷ σκέλει ὑποκειμένη. τούτων γενομένων, πρὸς τὸν καταρτισμὸν στρέφεται ὁ ἄξων, οὗ κινουμένου γίνεται κατάτασις. μετὰ τὴν αὐτάρκη τάσιν ἄγεται ἡ σπάθη ἢ ἄμβη κατὰ τῆς φλιᾶς καταγομένη βίᾳ μετὰ τοῦ σκέλους, ἥ τε κατʼ ἐξελκυσμὸν γίνεται μοχλεία· μετὰ δὲ τὸν ἐξελκυσμὸν δοκιμάζεται τὸ σφάλμα, ὡς καὶ ἐπὶ τῆς εἰς τὴν μασχάλην διαφορᾶς εἴρηται. ἐπὶ δὲ τῆς ὀπίσω διαφορᾶς οὔτε τὸ πρηνὲς οὔτε τὸ ὕπτιον σχῆμα αἱρούμεθα, ἀλλὰ τὸ καθέδριον ὡς ἐπὶ τὸ ὑγιὲς ἰσχίον μᾶλλον προσκεκλιμένον. τοιούτου δʼ ὄντος τοῦ σχήματος, δύο δεῖ λαβεῖν καιρίας, ὧν ἣν μὲν ἁπλῆν παρατεῖναι, ἣν δὲ διπλῆν ἐπεμβαλέσθαι τῇ μεσότητι τῆς ἁπλῆς, καὶ τῇ μὲν ἁπλῇ καιρίᾳ περιζῶσαι τὸν πάσχοντα, τὴν δὲ διπλῆν ἄνωθεν κάτω ἀπαγαγεῖν ἀπὸ τοῦ ἤτρου ὡς ἐπὶ τὸν περίνεον καὶ διὰ τῆς ἕδρας ὀπίσω ἐνεγκεῖν, ἵνα ὁμόσε αἱ τέσσαρες τῶν καιριῶν ἀρχαὶ ἀποδοθῶσιν ὀπίσω πρὸς τὸ κράτημα. γενομένου δὲ τοῦ κρατήματος, σπάθης ἰπωτρίδος τὸ πλατὺ μέρος ὑποτιθέσθω τῷ ἰσχίῳ, τῷ δὲ μηρῷ κατὰ τὰ ἀπολήγοντα μέρη τὰ πρὸς τῷ γόνατι ἰσότονος βρόχος περιτιθέσθω, οὗ αἱ ἀρχαὶ ἀγέσθωσαν κάτω ἐπὶ τὸν ἄξονα, ἵνα τῇ τοῦ ἄξονος στροφῇ κράτημα γένηται καὶ κατάτασις. τάσεως αὐτάρκους γενομένης, ἅμα τῇ κατατάσει ἡ τοῦ μηροῦ κεφαλὴ διὰ τῆς σπάθης ἔξω προβιβαζέσθω, καὶ πλατείᾳ τῇ χειρὶ εἰς τὸ ὕπτιον κατακλινέσθω ὁ πάσχων· τῇ γὰρ δεδηλωμένῃ βίᾳ ἀρθρεμβοληθήσεται ὁ μηρός. τὸ δὲ τῆς καταταγῆς σημεῖον ἐξ ἀντιπαραβολῆς τῆς πρὸς τὸ ἕτερον σκέλος γνωρίζεται καὶ τῶν ἀνεμποδίστων ἐνεργημάτων αὐτοῦ τοῦ σκέλους· ὅταν γὰρ ἀνεμποδίστως κάμπτηται καὶ ἐκτείνηται, τότε λογίζεσθαι δεῖ περὶ τῆς ἀρίστης καταταγῆς.

Περὶ γόνατος.

Τὸ γονάτιον εἰς τρεῖς τόπους παραρθρεῖ, τὸν ἔσω, τὸν ἔξω, τὸν ὀπίσω· ἐπὶ δὲ πάσης διαφορᾶς ἐκτέταται τὸ σκέλος κάμπτεσθαι μὴ δυνάμενον. δεῖ δʼ ἐπὶ μὲν τῆς ἔσω καὶ τῆς ἔξω διαφορᾶς ὕπτιον σχηματίζεσθαι ἐπὶ τοῦ βάθρου τὸν πάσχοντα, ἐκτεταμένου τοῦ σκέλους, ἐπὶ δὲ τῆς ὀπίσω πρηνῆ. τοῦ σχηματισμοῦ γενομένου, καθὼς εἴρηται, δύο βρόχοι ἰσότονοι περιτιθέσθωσαν τῷ σκέλει, εἷς μὲν ἄνω κατὰ τοῦ μηροῦ, εἷς δὲ κάτω κατὰ κνήμης, καὶ τοῦ μὲν ἄνω βρόχου αἱ ἀρχαὶ ἀναγέσθωσαν ἄνω ὑπὲρ κεφαλῆς, τοῦ δὲ κάτω ἐπὶ τὸν ἄξονα, εἶτʼ ἐγκρινέσθωσαν αἱ τάσεις αἱ καὶ ἐπὶ τῶν λοιπῶν ἄρθρων δεδηλωμέναι· ἐξέσται γὰρ ἢ κατὰ κράτημα καὶ κατάτασιν ἐνεργῆσαι ἢ κατὰ κράτημα καὶ ἀνάτασιν ἢ κατὰ διάτασιν. τάσεως αὐτάρκους γενομένης, ἐπὶ μὲν τῶν εἰς τὰ πλάγια διαφορῶν, τῆς ἔσω καὶ τῆς ἔξω, αἱ κατὰ παραγωγὴν ἐγκρίνονται μοχλεῖαι, ἐπὶ δὲ τῆς ὀπίσω καὶ ἡ κατʼ ἴπωσιν καὶ ἡ κατὰ περίσφαλσιν. τοὺς δὲ τρόπους τῶν μοχλειῶν τούτων ἐμφερεῖς ὄντας τοῖς ἐπὶ τοῦ ἀγκῶνος μετάγειν δεῖ καὶ ἐνθάδε.

Περὶ σφυρῶν.

Τὸ σφυρόν ποτε μὲν ἔσω, ποτὲ δʼ ἔξω διαστρέφεται, ἔσθʼ ὅπῃ δʼ ὀπίσω ὑποπηδᾷ. κοινότερον δʼ ἐπὶ πάσης διαφορᾶς σχηματιζέσθω ὁ πάσχων ὕπτιος, ἐκτεταμένον τὸ σκέλος ἔχων, καὶ τότε τῇ κνήμῃ βρόχος ἰσότονος καρχήσιος περιτιθέσθω, οὗ αἱ ἀρχαὶ ἀγέσθωσαν ὀπίσω κατὰ τοῦ ὑπὲρ κεφαλὴν ἄξονος. τῷ δὲ σφυρῷ βρόχος περιτιθέσθω ὁ καλούμενος δράκων ἢ τὸ σανδάλιον, αἵ τε τούτου ἀρχαὶ ἀγέσθωσαν κάτω ἐπὶ τὸν ἄξονα, καὶ τότε ἢ διατεινέσθω ἢ κατὰ κράτημα καὶ κατάτασιν τεινέσθω τὸ μέρος. τάσεως αὐτάρκους γενομένης, αἱ ἀκόλουθοι μοχλεῖαι δοκιμαζέσθωσαν· ἐπὶ μὲν τῆς ἔσω καὶ τῆς ἔξω διαφορᾶς δοκιμαζέσθωσαν μοχλεῖαι αἱ κατʼ ἀντεπιστροφήν, ἐπὶ δὲ τῆς ὀπίσω ἡ κατʼ ἐξελκυσμόν. νυνὶ γὰρ διὰ τὸν σχηματισμὸν γίνεται ἡ κατʼ ἐξελκυσμόν. τοὺς δὲ τρόπους τῶν μοχλειῶν τούτων ἐπιμελέστερον ὑμῖν ἐκθήσομαι ἐν τῇ Περὶ ὀλισθημάτων πραγματείᾳ.