Ἐκ τῶν Ἡρακλᾶ. Πῶς πλέκεται βρόχος ὁ καλούμενος ἐρτός.
Ἕνεκα τῆς τοῦ ἐρτοῦ βρόχου πλοκῆς καιρία προσλαμβάνεται διπλῆ, ἧς αἱ μὲν ἀρχαὶ τῇ εὐωνύμῳ χειρὶ διακρατοῦνται, ἡ δʼ ἀγκύλη διὰ τῆς δεξιᾶς χειρὸς ταῖς ἀρχαῖς ἐπιτίθεται, εἶτα διὰ μέσης τῆς ἀγκύλης τὰ χαλάσματα τῆς καιρίας, τουτέστιν αἱ ἀρχαί, συνέχονται· ἐντεῦθεν γὰρ γίνονται παρὰ μέρος μὲν ἡ τοῦ βρόχου πλοκή, παρὰ μέρος δʼ αἱ ἀρχαί. ἔστι δʼ ὁ βρόχος οὗτος τῇ δυνάμει ἀνισότονος, καὶ εὔχρηστος οὐ μόνον πρὸς τὴν τάσιν, ἀλλὰ καὶ πρὸς κράτημα κώλου ἐν καταρτισμοῖς καὶ πρὸς σχηματισμοὺς σωμάτων ἐν χρήσει χειρουργίας· πρὸς μὲν γὰρ τὴν τάσιν οἰκείωται ἐπὶ τῶν διζύγων κώλων, ὅταν τὸ ἕτερον τῶν ὀστέων πάθῃ, τῶν μὲν ἀγκυλῶν τοῦ βρόχου τασσομένων κατὰ τοῦ σιναροῦ ὀστέου, τῶν δʼ ἀρχῶν κατὰ τοῦ ὑγιεινοῦ· προσπίπτουσαι γὰρ αἱ ἀγκύλαι τῷ χρωτὶ νεανικῶς τείνουσι τὰ πάσχοντα, αἱ δʼ ἀρχαὶ ἀφιστάμεναι τοῦ χρωτὸς ἤτοι οὐ τείνουσι τὰ μὴ πάσχοντα ἢ ἐπʼ ἔλαττον τείνουσιν. πρὸς κράτημα δὲ κώλου ἐν καταρτισμοῖς ἥρμοσεν ὁ βρόχος οὗτος, καθάπερ ἐπὶ τῶν τριῶν τοῦ ἀγκῶνος διαφορῶν ἐφʼ ὧν κέκαμπται ἡ χεὶρ ἐκτείνεσθαι μὴ δυναμένη, τουτέστιν ἐπὶ τῆς ἔσω διαφορᾶς καὶ τῆς ἔξω καὶ τῆς ὀπίσω, πλησίον τοῦ καρποῦ περιτίθεται ὁ βρόχος τοῖς τοῦ πήχεως ὀστέοις, καὶ τότε αἱ ἀρχαὶ ἀναφέρονται εἰς τὰ μετέωρα καὶ ἀποδίδονταί τινι ἀκινήτῳ πρὸς κράτημα. ἔτι πρὸς σχηματισμὸν σώματος ἐν χειρουργίᾳ λυσιτελὴς γέγονεν ὁ βρόχος· ἐπὶ γὰρ τῶν κατασκευαζομένων παθῶν κατὰ τὴν ἕδραν ὑποβάλλονται μὲν οἱ πήχεις ταῖς ἰγνύαις, οἱ δʼ ἐρτοὶ βρόχοι τοῖς πήχεσι περιτίθενται πλησίον καρπῶν, εἶτʼ ἀναφέρονται τῶν βρόχων αἱ ἀρχαὶ ἐπὶ τὸν αὐχένα τοῦ πάσχοντος καὶ πρὸς ἀλλήλας ἁμματίζονται. ὅτι ὁ ἐρτὸς βρόχος οὐ μόνον πλέκεται καὶ περιτίθεται, ἀλλὰ καὶ ἐκ περιθέσεως τοῦ κώλου γίνεται· ἀπαρτίζεται γὰρ ἡ καιρία, καὶ ἡ μὲν ἀγκύλη ὑποβάλλεται τῷ κώλῳ, αἱ δʼ ἀρχαὶ τῆς καιρίας διὰ μέσης τῆς ἀγκύλης διεκβάλλονται. καὶ οὕτως ἐκ περιθέσεως ὁ προκείμενος γίνεται βρόχος.
Πῶς πλέκεται βρόχος ὁ καλούμενος ναυτικός.
Καιρία προσλαμβάνεται, καὶ ἐκ μέσου τοῦ τῆς καιρίας χαλάσματος δύο πλέκεται ἀγκύλια κατʼ ἐναλλαγὴν ἀλλήλοις παρατιθέμενα, τὸ μὲν ἔσωθεν ἔξω, τὸ δʼ ἔξωθεν ἔσω· οὕτως γὰρ ἀναφέρεται παρὰ μέρος μὲν ἡ τοῦ βρόχου πλοκή, παρὰ μέρος δʼ αἱ ἀρχαί. εὐθετεῖ δὲ καὶ οὗτος ὁ βρόχος πρὸς τὰς ἀνισοτόνους τάσεις καὶ πρὸς κράτημα ναρθήκων ἐπὶ τῶν ναρθηκιζομένων καταγμάτων· μετὰ γὰρ τὴν ἐπίδεσιν τῇ μὲν εὐωνύμῳ διακρατεῖται ἡ τοῦ ἱμάντος ἀρχή, ἀπὸ δὲ τοῦ λοιποῦ χαλάσματος μία καὶ δευτέρα ἀγκύλη γίνεται μετὰ χαλάσματος περὶ τὸ πάσχον κῶλον· ἡ δʼ ἀντικειμένη τοῦ ἱμάντος ἀρχὴ διὰ μέσων τῶν ἀγκυλῶν διεκβάλλεται ἐκ τῶν πρὸς ἡμᾶς μερῶν εἰς τὰ ἀντικείμενα καὶ ὑπὸ τῆς εὐωνύμου χειρὸς διακρατεῖται. μετὰ δὲ τὴν τοῦ βρόχου πλοκὴν οἱ μὲν νάρθηκες παρεντίθενται περὶ τὸ πάσχον κῶλον, ἕλκονται δʼ αἱ τοῦ ἱμάντος ἀρχαὶ καὶ πρὸς ἀλλήλας ἁμματίζονται πρὸς τὴν τῶν ναρθήκων συνοχήν. ὥσπερ δὲ πρὸς τὴν τάσιν καὶ τὴν συνοχὴν τῶν ναρθήκων, οὕτως καὶ πρὸς ἀνάληψιν πήχεως ὁ αὐτὸς οἰκείωται βρόχος· μὴ παρόντος γὰρ πλατυτάτου τελαμῶνος πρὸς ἀνάληψιν τοῦ πήχεως, πλέκεται καὶ περιτίθεται τῷ πήχει, καὶ αἱ μὲν ἀγκύλαι τοῦ βρόχου ἀπʼ ἀλλήλων χωρίζονται οὕτως ὥστε τὴν μίαν ἀγκύλην παρὰ τῷ ἀγκῶνι τετάχθαι, τὴν δʼ ἑτέραν παρὰ τῷ καρπῷ, αἱ δʼ ἀρχαὶ περὶ τὸν τένοντα τοῦ πάσχοντος ἀναφέρονται καὶ πρὸς ἀλλήλας ἁμματίζονται.
Πῶς πλέκεται βρόχος ὁ καλούμενος χιεστός.
Ἕνεκα τῆς πλοκῆς τοῦ χιεστοῦ βρόχου καιρία προσλαμβάνεται διπλῆ, καὶ αἱ μὲν ἀρχαὶ τῆς καιρίας τῇ εὐωνύμῳ χειρὶ διακρατοῦνται, ἡ δʼ ἀγκύλη τῇ δεξιᾷ διακρατεῖται, εἶτʼ ἐπιστρέφεται ἡ ἀγκύλη, ἵνα χιεσθῇ τὰ τῆς καιρίας χαλάσματα· ἐντεῦθεν γὰρ καὶ χιεστὸς βρόχος εἴρηται. μετὰ δὲ τὸν χιεσμὸν τῶν τῆς καιρίας χαλασμάτων ἐπιβάλλεται ἡ ἀγκύλη τοῖς χιέσμασι, καὶ διὰ μέσης τῆς ἀγκύλης τὸ ὑποκείμενον τῆς καιρίας χάλασμα ἀνασπᾶται· οὕτως γὰρ γίνεται μέση μὲν ἡ τοῦ βρόχου πλοκή, παρʼ ἑκάτερα δʼ ὅπου μὲν ἀγκύλη μία, ὅπου δʼ ἀρχαὶ δύο. ἔστι δὲ καὶ ὁ βρόχος οὗτος ἀνισότονος τῇ δυνάμει.
Πῶς πλέκεται βρόχος ὁ καλούμενος βουκολικός.
Ὁ βουκολικὸς βρόχος καλούμενος εἴρηται ὑπό τινων καὶ σανδάλιος· ὡς δʼ ἂν ὑπό τινος προσαγορεύηται, πλέκεται σὺν τῷ προσαγορευομένῳ χιεστῷ· δεῖ γὰρ πλέξαι πρῶτον τὸν χιεστόν, εἶτα, ἵνα γένηται ὁ σανδάλιος, τὴν παρειμένην τοῦ χιεστοῦ ἀγκύλην διὰ μέσης ἀνασπάσαι κάτωθεν ἄνω τῆς ἀντικειμένης ταῖς ἀρχαῖς ἀγκύλης· ἐντεῦθεν γὰρ ἀναφέρεται παρὰ μέρος μὲν ἡ τοῦ βρόχου πλοκή, παρὰ μέρος δʼ αἱ ἀρχαί· ἐν δὲ τῇ πλοκῇ τρεῖς ὁρῶνται ἀγκύλαι γεγονυῖαι, δύο μὲν παρʼ ἑκάτερα, ἡ δὲ τρίτη μέση. εὐχρηστεῖ δʼ ὁ βρόχος οὗτος πρὸς ἀπότασιν σφυροῦ καταρτιζομένου· ἡ μὲν γὰρ μία ἀγκύλη περιτίθεται τῷ πλατεῖ νεύρῳ ὄπισθεν τοῦ σφυροῦ, ἡ δʼ ἑτέρα ἀγκύλη τάσσεται εἰς τὰ ἐμπρόσθια μέρη κατὰ τὴν τοῦ ταρσοῦ τάξιν, ἡ δὲ μέση ἀγκύλη, τουτέστιν ἡ τρίτη, κατὰ τὴν τάξιν τοῦ πέλματος βάλλεται, καὶ τότε αἱ ἀρχαὶ τοῦ βρόχου τοῖς τῆς τάσεως αἰτίοις ἀποδίδονται. οὐκ ἐπὶ μόνου δὲ τοῦ σφυροῦ ἥρμοκεν ὁ βρόχος οὗτος, ἀλλὰ καὶ ἐπὶ γένυος καταρτιζομένης ἐν τοῖς ὀλισθήμασιν· ἡ μὲν γὰρ μία ἀγκύλη τοῦ βρόχου βάλλεται κατὰ τὸ μέτωπον τοῦ πάσχοντος, ἡ δʼ ἑτέρα κατὰ τὸ ἰνίον, ἡ δὲ μέση ἀγκύλη μεταξὺ τοῦ στόματος παρεντίθεται ὑπὸ τὴν ἄνω γένυν, αἱ δʼ ἀρχαὶ διὰ τῶν κροτάφων ὑπὲρ κεφαλῆς τοῦ πάσχοντος ἀναφέρονται, καὶ ἀποδίδονται ἤτοι πρὸς κράτημα ἢ πρὸς ἀνάτασιν.
Πῶς πλέκεται βρόχος ὁ καλούμενος δράκων.
Ἕνεκα τῆς πλοκῆς τοῦ καλουμένου δράκοντος ἡ μεσότης τάσσεται κατὰ τὸν ὀπίσθιον τοῦ σφυροῦ τόπον, ἔνθα τοῦ πλατέος νεύρου ἐστὶν ἡ τάξις· αἱ δʼ ἀρχαὶ διὰ τῶν πλαγίων μερῶν φέρονται εἰς τὰ ἐμπρόσθια καὶ κατὰ τὸν ταρσὸν κατὰ χιεσμὸν ἐναλλάσσονται, εἶτʼ ἀναφέρονται ἐπὶ τὸ πέλμα, καὶ πάλιν ἐναλλάσσονται. ἀπὸ δὲ τοῦ πέλματος ἐπιβάλλονται τῇ κατὰ τὸ σφυρὸν κυκλοτερεῖ εἰλήσει, ἤτοι κάτωθεν ἄνω ἢ ἄνωθεν κάτω, καὶ τότε ἀποδίδονται τοῖς τῆς τάσεως αἰτίοις. εὐθετεῖ δʼ οὗτος ὁ βρόχος πρὸς ἀπότασιν σφυροῦ καταρτιζομένου.
Πῶς πλέκεται βρόχος ὁ καλούμενος ἁπλοῦν ἅμμα.
Ὁ βρόχος ὁ καλούμενος ἁπλοῦν ἅμμα ὑπʼ ἐνίων ὠνόμασται καὶ περίναιος. ὅπως ποτὲ δʼ ἂν λέγηται, πλοκῆς ἠξίωται τοιᾶσδε· καιρία προσλαμβάνεται, καὶ ταύτης γίνεται ἁπλοῦν ἅμμα, εἶθʼ αἱ μὲν ἀγκύλαι τῆς καιρίας ἀνασπῶνται, αἱ δʼ ἀρχαὶ παρειμέναι ἐῶνται, εἶτα τότε τίθεται τὸ καταρτιζόμενον κῶλον μεταξὺ τῶν ἄνω ἀγκυλῶν, εἶθʼ ἡ μία ἀγκύλη διὰ τῆς ἑτέρας ἀγκύλης διεκβάλλεται καὶ φέρεται πρὸς τὰς ἀρχάς, καὶ κατὰ κοινὸν οὖν ἅμμα ταῖς ἀρχαῖς τῷ τῆς τάσεως αἰτίῳ ἀποδίδονται. καὶ οὗτος δʼ ὁ βρόχος τῇ δυνάμει ἐστὶν ἀνισότονος.
Πῶς πλέκεται βρόχος ὁ καλούμενος λύκος.
Δύο καιρίαι προσλαμβάνονται αὐτάρκεις τῷ μήκει καὶ διπλοῦνται, καὶ αἱ μὲν ἀρχαὶ κατὰ τὸν αὐτὸν τάσσονται τόπον, αἱ δʼ ἀγκύλαι ἀντʼ ἀλλήλων, εἶτα τότε τῆς μὲν καιρίας αἱ ἀρχαὶ κάτωθεν ἄνω ἀνασπῶνται, αἱ δʼ ἄνωθεν κάτω καθέλκονται, ὥστε φανῆναι κατὰ μὲν τὴν μεσότητα τὴν τοῦ βρόχου πλοκήν, παρʼ ἑκάτερα δʼ ἀρχαὶ δύο. οὗτος ὁ βρόχος ἰσότονος μέν ἐστι τῇ δυνάμει, ἥρμοκε δʼ οὐ μόνον πρὸς τὴν τάσιν τῶν καταρτιζομένων ὀστέων, ἀλλὰ καὶ πρὸς ἀπόσφιγξιν περιτοναίου, ἀνασκευαζομένου τοῦ ἐντεροκηλικοῦ πάθους, καὶ πρὸς ἀπόσφιγξιν ἀγγείων αἱμορροούντων. σύνηθες δʼ ἡμῖν ἐστι ταῖς ἀγκύλαις τοῦ βρόχου λίνα περιάπτειν ἁπλᾶ· ταῦτα δὲ τὰ λίνα ὁ ἰατρικὸς ὅμιλος ὠνόμασε σχαστηρίας. οὐκ ἀσκόπως δὲ ταῖς σχαστηρίαις χρώμεθα, ἀλλʼ ἵνα, ὅταν θελήσωμεν τὴν σφίγξιν ἀνεῖναι, μὴ διὰ τῶν ἀρχῶν τοῦ βρόχου, ἀλλὰ διὰ τῶν σχαστηριῶν τοῦτο πράσσωμεν.
Πῶς πλέκεται Ἡρακλεωτικὸν ἅμμα.
Ἕνεκα τοῦ Ἡρακλεωτικοῦ ἅμματος καιρία προσλαμβάνεται, καὶ γίνεται ἐκ τῆς καιρίας δύο ἅμματα ἀπʼ ἀλλήλων διεστῶτα. ἐντεῦθεν παρανακύπτει τὸ Ἡρακλεωτικὸν ἅμμα, παρʼ ἑκάτερα ὅπου μὲν ἀγκύλη μία, ὅπου δʼ ἀρχαὶ δύο. ἔστι δʼ ἰσότονος ὁ βρόχος οὗτος· εἴ τις δὲ τὴν ἀντικειμένην ταῖς ἀρχαῖς ἀγκύλην μέσην διακόψειεν, εὑρήσει γεγονότα τὸν λύκον.
Πῶς πλέκεται βρόχος ὁ ἁπλοῦς καρχήσιος.
Ὁ ἁπλοῦς καρχήσιος ἰσότονος τῇ δυνάμει, πλέκεται δʼ οὕτως· καιρία προσλαμβάνεται διπλῆ, καὶ αἱ μὲν ἀρχαὶ τῇ εὐωνύμῳ χειρὶ διακρατοῦνται, ἡ δʼ ἀγκύλη διὰ τῆς δεξιᾶς χειρὸς ἀνακλασθεῖσα ταῖς ἀρχαῖς ἐπιτίθεται. καὶ τὰ μὲν μέσα τῆς καιρίας χαλάσματα κατὰ χιεσμὸν ἐναλλάσσονται, ἡ δʼ ἐπιτεθεῖσα ταῖς ἀρχαῖς ἀγκύλη ἄνωθεν κάτω διὰ μέσου τοῦ χιέσματος ἀνασπᾶται. ἐντεῦθεν ἀναφαίνεται μέση μὲν ἡ τοῦ βρόχου πλοκή, παρʼ ἑκάτερα δʼ ὅπου μὲν ἀγκύλη μία, ὅπου δʼ ἀρχαὶ δύο.
Πῶς πλέκεται βρόχος ὁ διπλοῦς καρχήσιος.
Ὁ διπλοῦς καρχήσιος βρόχος ἐστὶν ἰσότονος μὲν τῇ δυνάμει, κατὰ πολὺ δʼ ἁπλοῦ καρχησίου εὐτονώτερος. πλέκεται δʼ ὅμως τρόπῳ τοιῷδε· καιρίαι προσλαμβάνονται διπλαῖ, καὶ αἱ μὲν ἀρχαὶ τῇ εὐωνύμῳ χειρὶ κρατοῦνται, ἡ δʼ ἀγκύλη παρειμένη ἐᾶται. καὶ ἀπὸ μὲν τοῦ ἀντικειμένου τῆς καιρίας χαλάσματος μικρὸν πλέκεται ἀγκύλιον καὶ κατὰ τῆς ἀριστερᾶς τίθεται χειρός· διὰ μέσου δὲ τοῦ ἀγκυλίου τὸ ἕτερον τῆς καιρίας ἀνασπᾶται χάλασμα, εἶτʼ ἐπιστρέφεται διὰ τῶν ἀγκυλῶν ἡ πλοκή, καὶ κατὰ τῆς ἀριστερᾶς τίθεται χειρός. μετὰ δὲ τὴν στροφὴν πάλιν ἐκ τοῦ ἀντικειμένου τῆς καιρίας χαλάσματος ἕτερον πλέκεται ἀγκύλιον καὶ κατὰ τῆς πλοκῆς τάσσεται. ἐπὶ τέλει δʼ ἡ παρειμένη ἀγκύλη κάτωθεν ἄνω διὰ μέσης τῆς πλοκῆς ἀνασπᾶται· ἐντεῦθεν γὰρ πάλιν μέση μὲν εὑρίσκεται ἡ τοῦ βρόχου πλοκή, παρʼ ἑκάτερα δʼ ὅπου μὲν ἀγκύλη μία, ὅπου δʼ ἀρχαὶ δύο.
Πῶς ἐκ τοῦ ἁπλοῦ διπλοῦς πλέκεται καρχήσιος.
Ἐπεὶ ὁ διπλοῦς καρχήσιος ποικίλως εἴωθεν ἀποτελεῖσθαι, ποτὲ μὲν ἀφʼ αὑτοῦ πλεκόμενος, ποτὲ δʼ ἀπὸ τοῦ ἁπλοῦ καρχησίου, ἔσθʼ ὅπῃ δὲ καὶ ἐκ περιθέσεως ἀπαρτίζεται, κατὰ τὸν εἰκότα λόγον ὑποδείξαντες πῶς ἐξ αὑτοῦ πλέκεται, νῦν διδάξαι βουλόμεθα πῶς ἐκ τοῦ ἁπλοῦ συντελεῖται. τοίγαρτοι δεῖ πρῶτον διαπλέξαι τὸν ἁπλοῦν καρχήσιον καὶ τὰς ἀγκύλας ἀπʼ ἀλλήλων διαστῆσαι, εἶτα τότε τὴν ὑποκειμένην ἀγκύλην κατὰ τῆς μετεώρου ἀγκύλης ἐπιβάλλειν διαστῆσαί τε ἀπʼ ἀλλήλων τὰς ἀγκύλας καὶ διὰ μέσης τῆς διαστάσεως αὐτῶν τὴν ἀντικειμένην ταῖς ἀρχαῖς ἀγκύλην ἀνασπάσαι κάτωθεν ἄνω· οὕτως γὰρ πάλιν μέση εὑρίσκεται ἡ τοῦ βρόχου πλοκή, παρʼ ἑκάτερα δʼ ὅπου μὲν ἀρχαὶ δύο, ὅπου δὲ μία ἀγκύλη.
Πῶς ἐκ περιθέσεως ὁ διπλοῦς καρχήσιος γίνεται.
Ἐπεὶ πολλάκις ἐκ τῶν εὐτόνων σωμάτων σφοδρᾶς τάσεως γινομένης ἀπὸ μέρους αἱ τοῦ βρόχου ῥήγνυνται ἀρχαί, μηδέπω τῆς τάσεως ἀπαρτισθείσης, ἵνα μὴ χαλάσωμεν τὰς καταλελειμμένας τοῦ βρόχου ἀρχάς, ἐκ περιθέσεως ἀποτελοῦμεν τὸν καρχήσιον βρόχον· διακρατοῦμεν γὰρ τῇ εὐωνύμῳ χειρὶ τὴν ἀρχὴν τῆς καιρίας, εἶτα τρεῖς ἀγκύλας ἀποτελοῦμεν περὶ τὸ καταρτιζόμενον κῶλον ἀπʼ ἀλλήλων διεστώσας διὰ χαλάσματος ἱκανοῦ. μετὰ δὲ ταῦτα τὴν πρώτην ἀγκύλην κατὰ τῆς τελευταίας τάσσομεν ἀγκύλης, καὶ ἅπαξ ἢ δὶς ἐπιστρέψαντες διὰ μέσου αὐτῶν τὴν μέσην ἀνασπῶμεν ἀγκύλην· πάλιν γὰρ οὕτως περὶ μὲν αὐτὸ τὸ κῶλον τοῦ βρόχου γίνεται ἡ πλοκή, παρʼ ἑκάτερα δʼ ὅπου μὲν ἀρχαὶ δύο, ὅπου δʼ ἀγκύλη μία.
Πῶς πλέκεται βρόχος ὁ καλούμενος πλίνθιος ὁ τετράκυκλος.
Ἕνεκα τῆς πλοκῆς τοῦ πλινθίου βρόχου καιρία προσλαμβάνεται κεκρικοποιημένη, τουτέστιν ἀρχὴν οὐκ ἔχουσα, καὶ περιτίθενται ἀμφοτέρων τῶν χειρῶν κατὰ τὸν ἔνδον τόπον τοῖς ἀντίχειρσιν καὶ τοῖς μικροῖς δακτύλοις, περιτίθενται δὲ καὶ τοῖς λιχανοῖς, ἵνα αἱ πᾶσαι ἀγκύλαι γένωνται ἕξ, τρεῖς καθʼ ἑκατέραν χεῖρα, κατὰ τοὺς μικροὺς δακτύλους καὶ κατὰ τοὺς λιχανοὺς καὶ κατὰ τοὺς ἀντίχειρας. μετὰ δὲ ταῦτα ἀπὸ μὲν τῶν ἀντιχείρων μεταφέρονται αἱ ἀγκύλαι ἐπὶ τοὺς παραμέσους δακτύλους, ἀπὸ δὲ τῶν μικρῶν ἐπὶ τοὺς λιχανούς, εἶτα διὰ μέσου τῶν πρώτων δακτύλων ὑπὸ τῶν ἀντιχείρων δακτύλων ἄνωθεν κάτω κατασπῶνται ὕστερον τοῖς λιχανοῖς ἐπιβληθεῖσαι ἀγκύλαι· ἐντεῦθεν γὰρ ἀναφέρεται μέση μὲν ῥομβοειδὴς ἡ τοῦ βρόχου πλοκή, παρʼ ἑκάτερα δʼ αἱ ἀγκύλαι δύο καὶ δύο. ἔστι δʼ ὁ βρόχος οὗτος ἰσότονος τῇ δυνάμει καὶ δοκεῖ εὔχρηστος εἶναι οὐ μόνον πρὸς τὴν τάσιν, ἀλλὰ καὶ πρὸς τὸν ἀπευθυσμὸν τῶν τοῦ γενείου καταγμάτων· ἐνίοτε γὰρ διαστρεφομένου τοῦ κατὰ τὸ γένειον γεγονότος κατάγματος κατὰ τὴν ἐπίδειξιν ἔξωθεν, οὕτω τῷ γενείῳ περιτίθεται ἡ ῥομβοειδὴς τοῦ βρόχου πλοκή, αἱ δʼ ἀγκύλαι διὰ παρειάδων εἰς τὰ μετέωρα ἀναφέρονται, καὶ κατὰ τὸν τῆς κορυφῆς τόπον πρὸς ἀλλήλας ἁμματίζονται.
Πῶς πλέκεται ἐπαγκυλωτὸς βρόχος.
Ἕνεκα τῆς πλοκῆς τοῦ ἐπαγκυλωτοῦ βρόχου καιρία προσλαμβάνεται, ἧς ἡ μὲν ἀρχὴ κατὰ τὸν τόπον τῆς χειρὸς τάσσεται μεταξὺ ἀντίχειρος καὶ λιχανοῦ, τὸ δὲ τῆς καιρίας χάλασμα ἔξωθεν περιειλεῖται τῷ μετακαρπίῳ καὶ φέρεται εἰς τὸν ἐσώτατον τόπον καὶ κατὰ τοὺς ἀντίχειρας τάσσεται καὶ κρατεῖται ὑπό τε τοῦ μικροῦ καὶ τοῦ παραμέσου δακτύλου. ἕλκεται δʼ ἡ μὲν ἀρχὴ τῆς καιρίας διὰ τῆς δεξιᾶς χειρός, τὸ πέρας δὲ διὰ τοῦ μικροῦ καὶ παραμέσου δακτύλου· οὕτω γὰρ δύο μὲν ἀγκύλαι φαίνονται, μεταξὺ δὲ τῶν ἀγκυλῶν ἅμμα ἐπίσπαστον. εὐχρηστεῖ δʼ ὁ βρόχος οὗτος πρὸς τοὺς ἐν ταῖς χειρουργίαις σχηματισμοὺς τοῦ σώματος· μεταξὺ γὰρ τῶν ἀγκυλῶν αἱ τοῦ πάσχοντος διεκβάλλονται χεῖρες, διὰ δὲ τοῦ λοιποῦ τῆς καιρίας χαλάσματος ἀσφαλίζεται τὸ σῶμα.
Πῶς πλέκεται βρόχος ὁ καλούμενος ὦτα.
Ἕνεκα τῆς πλοκῆς τῶν ὤτων πλέξαι δεῖ πρῶτον τὸν καλούμενον ἐπαγκυλωτόν· ἐπίτηδες δὲ τὴν μίαν ἀγκύλην μείζονα δεῖ ποιῆσαι, καὶ ἐκ ταύτης τὸν χιεστὸν ἀπεργάσασθαι βρόχον, ἵνα δύο μὲν φανῶσιν ἀγκύλαι, μεταξὺ δὲ τῶν ἀγκυλῶν διπλοῦν εὑρεθῇ τὸ τῆς καιρίας χάλασμα. εὐχρηστεῖ δʼ οὗτος ὁ βρόχος πρὸς τοὺς καταρτισμοὺς τῶν τῆς γένυος ὀλισθημάτων καὶ πρὸς τὰς ἐναρθρήσεις τῶν τῆς κεφαλῆς κορωνῶν· τάσσονται γὰρ αἱ μὲν ἀγκύλαι παρὰ τοῖς τοῦ πάσχοντος κροτάφοις, τὸ δὲ μέσον τῶν ἀγκυλῶν διπλοῦν τῆς καιρίας χάλασμα κατὰ τοῦ μετώπου, καὶ τότε παραλαμβάνεται ἐπίδεσμος ὁ λεγόμενος λαγωός. μετὰ τὴν ἐπίδεσιν αἱ ἀρχαὶ τῶν ὤτων ὑπὲρ κεφαλῆς τοῦ πάσχοντος ἀναφέρονται καὶ ἀποδίδονται ἢ πρὸς κράτημα ἢ πρὸς ἀνάτασιν.
Πῶς πλέκεται βρόχος ὁ καλούμενος διάγκυλος, ὅν τινες καταχρηστικῶς ἄγχοντα καλοῦσιν.
Ὁ καλούμενος διάγκυλος βρόχος ἐκ δύο χιεστῶν γίνεται βρόχων διεστηκότων ἀπʼ ἀλλήλων. εὐθετεῖ δὲ πρὸς σχηματισμὸν σώματος ἀνασκευαζομένου πάθους τινὸς κατὰ τὴν ἕδραν· ὅταν γὰρ οἱ πήχεις ταῖς ἰγνύαις ὑποβληθῶσι, διὰ μὲν τῶν χιεστῶν βρόχων οἱ πήχεις σφίγγονται, τὸ δὲ μέσον τῶν βρόχων διπλοῦν τῆς καιρίας χάλασμα ἀναφέρεται ἐπὶ τὸν τένοντα τοῦ πάσχοντος, καὶ ἐντεῦθεν ὁ σχηματισμὸς τοῦ σώματος ἀποτελεῖται.
Πῶς πλέκεται βρόχος ὁ καλούμενος κυρίως ἄγχων.
Ὁ κυρίως καλούμενος ἄγχων πλέκεται ἐκ τοῦ ἁπλοῦ καρχησίου γινόμενος· πλέκεται γὰρ ἁπλοῦς καρχήσιος, καὶ αἱ μὲν ἀγκύλαι ἀπʼ ἀλλήλων διίστανται. εὐθετεῖ δʼ ἐφʼ ὧν καὶ ὁ πρὸ αὐτοῦ ἀναγεγραμμένος· πάλιν γὰρ οἱ πήχεις μεταξὺ τῶν ἀγκυλῶν διεκβάλλονται καὶ ἀποσφίγγονται, τὸ δὲ διπλοῦν τῆς καιρίας χάλασμα, ὃ δὴ καὶ μέσον τέτακται, ἐπὶ τὸν τένοντα τοῦ πάσχοντος ἀναφέρεται.
Πῶς πλέκεται βρόχος ὁ καλούμενος ὑπερβατός.
Ὁ λεγόμενος ὑπερβατὸς ἐκ τοῦ λεγομένου ναυτικοῦ γίνεται βρόχου· πλέκεται γὰρ ὁ ναυτικὸς βρόχος καὶ περιτίθεται τῷ πήχει, καὶ αἱ μὲν ἀγκύλαι τοῦ βρόχου ἀπʼ ἀλλήλων διίστανται, αἱ δʼ ἀρχαὶ ἐπὶ τὸν τένοντα ἁμματίζονται. καὶ οἱ μὲν διὰ τῆς περιοδίας εὔχρηστοι φανέντες βρόχοι οὗτοί εἰσιν.
Ἐκ τῶν Γαληνοῦ. Περὶ ἐπιδέσμων.
Σκοποὶ πάσης ἐπιδέσεώς εἰσι πρῶτοι καὶ μέγιστοι, τῆς γε διʼ ἑαυτὴν παραλαμβανομένης, οὐχ ὑπηρεσίας ἕνεκα τῶν ἐπικειμένων τῷ πάσχοντι μορίῳ, τό τε κατέχειν ἀκίνητον ὡς διεπλάσθη τὸ πεπονθὸς ἀφλέγμαντόν τε φυλάττειν. ἐπεὶ δʼ οὐ δύναται ταῦτα ποιεῖν ἡ ἐπίδεσις ἄνευ τοῦ διεμμένειν αὐτὴν καὶ μὴ μετακινεῖσθαι πρὸς τὰ κάτω τοῦ σώματος ἢ ἄνω, διὰ τοῦτο τοῖς ἀπαθέσι μορίοις ἀναγκαζόμεθα προσπεριβάλλειν τοὺς ἐπιδέσμους, ὅπως ἔνθα μὲν εἰκὸς ἀναδραμεῖν ἐστιν ὅλην τὴν ἐπίδεσιν, ἡ ἀντίληψις αὐτῆς γίνοιτο ἐπὶ τῶν ταπεινοτέρων, ἔνθα δὲ καταδραμεῖν, ἐπὶ τῶν ὑψηλοτέρων. ἐπʼ ἐνίων δὲ μορίων ἡ διὰ τῶν ἀντικειμένων ἀντίληψις ὠφελιμωτέρα, καθάπερ ἐπʼ ὤμου καὶ βουβῶνος, ἀκριβῶς δʼ εἰπεῖν, ἐπʼ ὤμου μὲν οὐ περὶ τὸν ἕτερον ὦμον, ἀλλὰ τὴν μασχάλην, ἐπὶ βουβῶνος δὲ περὶ τὸν κενεῶνα περιβάλλεσθαι δεῖ τὸν ἐπίδεσμον· οὔτε γὰρ ὁ ὦμος οὔτε ὁ γλουτὸς ἀσφαλῶς φυλάττειν δύναται τὰς περιβολάς, ἀλλʼ ἡ μασχάλη καὶ ὁ κενεών. ὡσαύτως δὲ καὶ τῆς κνήμης εὐαπόρρυτον ἐχούσης τὴν ἐπίδεσιν διὰ τὴν κυρτότητα τῆς γαστροκνημίας, ἡ ἄνω περιβολὴ χρησίμη, κατʼ ἐκείνας δηλονότι τὰς ἐπιδέσεις, καθʼ ἃς ἀναγκαῖόν ἐστι τὸ κυρτὸν τῆς γαστροκνημίας περιλαμβάνειν, ἐπεί τοι τὰ κατὰ τὰ σφυρὰ χωρία τὸ μόνιμον τῆς ἐπιδέσεως ἐξ ἑαυτῶν ἔχει, μεταξὺ δυοῖν ἐξοχῶν κείμενα. οἷς δὲ μορίοις οὐκ ἔστιν οὔτε παρακείμενόν τι τοιοῦτον μόριον, οἷον ἐπὶ κνήμης, οὔτε ἀντικείμενον, ὡς ἐπʼ ὤμου καὶ βουβῶνος, ἐπὶ τούτων τοιαύτην χρὴ ποιεῖσθαι τὴν ἐπίδεσιν ὡς ἐν τῷ ὁμαλωτάτῳ τὰς καταλήψεις γίνεσθαι, καθάπερ κἀπὶ τῆς κεφαλῆς. εἰ δʼ οὐκ ἐνδέχεται τὴν κεφαλὴν οὕτως καθάπερ τὰ κῶλα περιλαβεῖν ἐν κύκλῳ — κωλύει γὰρ ὁ τράχηλος συμφυὴς ὢν αὐτῇ —, διὰ τοῦτο ἐπʼ αὐτῆς, ἐάν τε κατὰ τὸ δεξιὸν μέρος ἐάν τε κατὰ τὸ ἀριστερὸν ᾖ τὸ τῆς ἐπιδέσεως δεόμενον πάθος, τὴν κατʼ ἰθυωρίαν ἐπίδεσιν αἱρούμεθα, διὰ μὲν τῆς κορυφῆς ἀγομένου τοῦ ἐπιδέσμου, καταγομένου δʼ ἐντεῦθεν ἐπʼ ἄκραν τὴν κάτω γένυν, εἶτʼ ἀναγομένου πάλιν ἐπὶ τὸ πεπονθός, εἶτʼ αὖθις ὁμοίως, εἴτε δὶς εἴτε τρὶς αὔταρκες εἶναι νομίζοιμεν, ἑλιττομένου μέχρι τῆς τελευτῆς· αὕτη δὲ πάντως κατὰ τῆς κορυφῆς γινέσθω· μονιμώτατον γὰρ τὸ χωρίον τοῦτο. λοιπῶν δʼ ὄντων τῶν τῆς κεφαλῆς ἑτέρων μερῶν ἐναντίων ἀλλήλοις, ὧν τὸ μὲν ὀπίσω τε καὶ κατʼ ἰνίον ἐστί, τὸ δὲ πρόσω τε καὶ κατὰ τὸ μέτωπον, ἀπὸ δυοῖν ἀρχῶν ἐπιδεῖν χρή· ἔστι δʼ ἀπὸ δυοῖν ἀρχῶν ἐπίδεσις, ὅταν τὸ μέσον ὅλου τοῦ ἐπιδέσμου κατὰ τοῦ πεπονθότος ἐρείσαντες ἰσορρόπως ἑκάτερον αὐτοῦ τῶν μερῶν ἐπὶ τὸν ἀντικείμενον ἄγωμεν τόπον. ὅσαι δὲ τελευταὶ τῶν οὕτως ἐπιδουμένων ἐπὶ τὸ μέτωπον ἄγονται, μονιμώτεραι· τοῦτο γὰρ τὸ χωρίον τοῦ ἰνίου μονιμώτερον. πεπονθότων δʼ ὁμοίως τῶν ἀντικειμένων μερῶν, ὡς ἐπειδὰν τὰ καλούμενα καυληδὸν γένηται κατάγματα, τὴν ἐπίδεσιν ἀπὸ δυοῖν ἀρχῶν ποιήσει καθάπερ ἐπὶ τῶν σκεπαρνηδὸν περιβαλλομένων σπληνῶν. ἐὰν δʼ ἀπὸ μιᾶς ἀρχῆς ἐπιδέῃς τὰ τοιαῦτα, κατὰ τὴν ὁμοιότητα τῆς ἀπὸ δυοῖν ἀρχῶν ἐπιδέσεως ἑλίττων τὸν ἐπίδεσμον, οὕτως ἄξεις ἐπὶ τὸ μόνιμον χωρίον ὡς ἐνταῦθα τελευτῆσαι. ἥκιστα δὲ λοξῷ τῷ ἐπιδέσμῳ δεῖ χρῆσθαι, διότι τὸ χρησιμώτατον τῆς ἐπιδέσεώς ἐστι τὴν τελευτὴν αὐτῆς ἀπαρέγκλιτον φυλάττειν εὐθύτατα περατουμένην, ἤτοι γε ἐπὶ τὸ μέτωπον ἢ τὸ μέσον ὅλης τῆς κεφαλῆς, ἔνθα τὸ καλούμενον βρέγμα· τῆς μὲν γὰρ ἐπʼ ἀνθερεῶνα καταγομένης ἐπιδέσεως ἡ τελευτὴ προσηκόντως ἂν ἐπὶ τὸ μέσον ἀνάγοιτο τῆς κεφαλῆς, ἀπαρέγκλιτος ἀνατεινομένη, τῆς δὲ κυκλοτερῶς περιβαλλομένης ἐπὶ τὸ μέτωπον, ὁμοίως καὶ αὕτη κατὰ μηδὲν ἐγκεκλιμένη· περιαγομένη γὰρ οὕτως ἑλιχθήσεται καὶ τοῖς ὀπίσω μέρεσι περὶ τὸ καλούμενον ἰνίον, ὃ μεταξὺ τοῦ τραχήλου καὶ τῆς ὀπίσω κυρτότητός ἐστι τοῦ κρανίου. διὰ τοῦτο δέ φησιν Ἱπποκράτης τὴν ἐσχάτην περιβολὴν τῶν ἐπιδέσμων ἥκιστα λοξὴν εἶναι προσήκειν, ὅτι τὰς πρὸ αὐτῆς ἤδη πολλάκις ἐξ ἀνάγκης γινομένας λοξὰς ἕνεκα τοῦ περιλαμβάνεσθαι τὸ πεπονθὸς ἄλλοτε κατʼ ἄλλο μέρος ὑπάρχον· ἀλλὰ τάς γε διὰ τὸ πάθος λοξὰς γεγονυίας περιβολὰς ἡ ὑστάτη κατέχει μηδαμόθεν λοξουμένη. δῆλον οὖν ὅτι τῇ αὐτῆς ἀσφαλείᾳ κἀκεῖναι συνδιαμενοῦσιν ἀμετακίνητοι. ὡς οὖν ἐπὶ τῆς κεφαλῆς, οὕτω κἀπὶ τῆς ἄνω τοῦ γόνατος ἢ κάτω γινομένης ἐσχάτης περιβολῆς ἀκριβῶς φυλάττεσθαι χρὴ τὸ ἀπαρέγκλιτον· ἐπὶ μέντοι τῶν κατὰ βουβῶνα καὶ ὦμον ἐπιδέσεων, ἐν αἷς ἀναγκαζόμεθα καὶ τῶν ἀντικειμένων τι μορίων συγκαταλαμβάνειν, αἱ ἔσχαται περιβολαὶ κυκλοτερεῖς ἀπαρέγκλιτοι γίνεσθαι δέονται, κατὰ τοὺς κενεῶνας μὲν ἀμφοτέρους, ἔνθα τὸν βουβῶνα δεσμεῖν προαιρούμεθα, κατὰ δὲ τὸ στέρνον, ἐφʼ ὧν τὸν ὦμον. ἀνάλογον δὲ τούτοις ἥ τε τῆς κατὰ τὸν καρπὸν καὶ τῆς κατὰ τὸν ἀστράγαλον διαρθρώσεως. τῇ μύλῃ δὲ τῇ καλουμένῃ πρός τινων ἐπιγονατίδι πλατὺν χρὴ περιτετάσθαι τὸν ἐπίδεσμον ὡς ὅλην αὐτὴν περιλαμβάνειν· ὁ γὰρ μὴ περικείμενος οὕτως ἢ πρὸς τὴν ἄνω χώραν ἐνεχθήσεται ῥᾳδίως ἢ πρὸς τὴν κάτω, περισφαλλόμενος ἐφʼ ἑκάτερα διὰ τὴν κυρτότητα τῆς μύλης. τῇ δʼ ἰγνύι συνεσταλμένον τὸν ἐπίδεσμον χρὴ περιβάλλειν· οὔτε γὰρ ὑποδέξασθαι δύναται τὸν εἰς πλάτος ἐκτεταμένον οὔτε φυλάξαι. οἶδα δέ τινα πάθη μὴ φέροντα τὴν ἐπίδεσιν· ταῦτα δʼ ἐστὶν ἐφʼ ὧν, εἰ καὶ βραχὺ κινηθῇ τὸ πεπονθὸς μόριον, ὀδύνη μεγίστη γίνεται, καθάπερ ἐκ καταπτώσεως οὐ πρὸ πολλοῦ τις οὕτως ἔπαθε τὰ κατὰ τὴν ῥάχιν ὡς μηδὲ βραχύτατον εἰ κινηθείη, δύνασθαι φέρειν τὸ μέγεθος τῆς ὀδύνης. ἠναγκάσθημεν οὖν αὐτοῦ τὸν χιτωνίσκον ἀφελεῖν, οὐκ ἀποδύσαντες, ἀλλὰ διαρρήξαντες μὲν πρῶτον ἁπάσας τὰς ῥαφάς, μετὰ δὲ ταῦτα παμπόλλοις τοῖς διακρατοῦσιν ὅλον τὸ σῶμα χρησάμενοι πρὸς τὸ μετεωρίσαι τὸν ἄνθρωπον ἰσορρόπως. ἡτοίμαστο δʼ ἡμῖν ἐπὶ βάθρου πλατέος ἐκτεταμένον ῥάκος ἐπιβεβλημένην ἔχον ἐρίου πλάκα. ταῦτα μὲν οὖν ἐκελεύσαμεν, ἐπειδὰν ὁ κάμνων ὑπὸ τῶν διακρατούντων ἀπὸ τῆς στρωμνῆς ὑψωθῇ, διὰ ταχέων ἐπιβάλλειν μὲν ἐκείνῃ κατὰ πλάτος, ὑποβάλλειν δὲ τῇ ῥάχει τοῦ μετεωρισθέντος, αὐτοὶ δʼ ἑτέραν ἐρίου πλάκα διαβεβρεγμένην ἔχοντες ἐλαίῳ θερμῷ, μετὰ τὴν ἀφαίρεσιν τοῦ χιτωνίσκου ταχέως περιβαλόντες τῇ ῥάχει κατεκλίναμεν ὑποκειμένης πλακὸς ἅμα τῷ ῥάκει, καὶ οὕτως πρῶτα μὲν ἀνηγάγομεν ἐπὶ τὰ πρόσω τοῦ σώματος τὰ πέρατα τῆς διαβρόχου πλακὸς ἓν ἑκατέρωθεν, εἶτʼ ἐπʼ αὐτῇ τὰ τῆς ξηρᾶς, καὶ μετʼ ἐκεῖνα τὰ τοῦ ῥάκους, ἃ καὶ πρὸς ἄλληλα διὰ ῥαφῶν ἡνώσαμεν. ὡσαύτως δὲ κἀπὶ τῶν κατʼ ἰσχίον μερῶν ἐπράξαμέν ποτε, καὶ τῶν κατὰ μηρὸν ἐπʼ ἄλλου, καὶ κατὰ βραχίονά γέ ποτε, καὶ τοῦ τραχήλου τὴν ὀπίσω χώραν. μετὰ δὲ τὴν ἐπίδεσιν, ἐὰν μὲν τὸ πέρας αὐτὸ μόνον τοῦ ἐπιδέσμου συρράπτηται τοῖς ὑποκειμένοις αὐτοῦ μέρεσιν, ἐφʼ ὧν μὲν ἐπιδέσεων οὐ δεόμεθα τῶν ἀντικειμένων μορίων, ὡς ἐπὶ πήχεως καὶ βραχίονος καὶ μηροῦ καὶ κνήμης, ἐπὶ τούτων ἀναγκαῖόν ἐστιν, ἤτοι γε ἀπὸ τῶν ἀριστερῶν μερῶν ἐπὶ τὰ δεξιὰ διείρειν τὴν βελόνην ἢ ἀνάπαλιν, ἑκατέρως δὲ πειρᾶσθαι τὴν φορὰν αὐτῆς ἐκκλίνοντα πρὸς τὸ ἄνω συρράπτειν οὕτως τὸ πέρας τῆς ὀθόνης ταῖς ὑποβεβλημέναις περιβολαῖς· ἐφʼ ὧν δʼ ἐστὶ χρεία καὶ τῶν ἀντικειμένων μορίων, ὡς ἐπʼ ὤμου καὶ ἰσχίου, πειρᾶσθαι τὴν τελευτὴν τοῦ ἐπιδέσμου ποιεῖσθαι κατὰ τὴν ἄνω φοράν, εἶτʼ ἐνταῦθα τὴν βελόνην διείροντα κάτωθεν ἄνω, τὴν συρραφὴν οὕτως ποιεῖσθαι, μὴ κατασπῶντα τὸ ὑψηλὸν μέρος τῆς ἐπιδέσεως, ἀλλʼ ἀνασπῶντα τὸ ταπεινόν. ἐγχωρεῖ μὲν γὰρ ἑκάτερον ποιεῖν ἐν τῇ συρραφῇ τῶν ὀθονίων· ἀλλὰ μετὰ τὸ διεκβαλεῖν τὸ ῥάμμα μετὰ τῆς βελόνης ἀνατείνειν χρὴ τὸ κάτωθεν αὐτοῦ μέρος πρὸς τὸ ἄνω καὶ μὴ κατατείνειν τὸ ἄνωθεν εἰς τὸ κάτω, σκοπὸν ἔχοντα διὰ τῶν ἄνω μερῶν τῆς ἐπιδέσεως ἀνέλκεσθαι τὰ κάτω. ὥσπερ γὰρ σχῆμα ταὐτὸν φυλάττεσθαι δεῖ τῶν ἐπιδεδεμένων μορίων, οὕτως καὶ τὴν νομὴν τοῦ ἅμματός τε καὶ ῥάμματος, ἀλλὰ τὴν ἀνάτασιν ἴσχειν ἄνω, πρώτου μὲν τοῦ πέρατος τῆς ἐπιδέσεως ἀσφαλῶς ἀνατεινομένου τε καὶ κρατουμένου, διʼ ἐκείνου δὲ καὶ ὅλης αὐτῆς. χρὴ δὲ μήτε κατʼ ἐκεῖνο τὸ μέρος τὰς ἀρχὰς τοῦ ῥάμματος, ἐν ᾧ τὸ ἕλκος ἐστί, μήτε τὸ ἅμμα κατὰ τὸ ἕλκος γίνεσθαι· θλιφθήσεται γὰρ οὐ μόνον ὑπʼ αὐτοῦ τοῦ ἅμματος, ἀλλὰ καὶ τοῦ ἐπιδέσμου πιλουμένου σφοδρότερον ὑπʼ αὐτοῦ, δεομένου τοῦ ἅμματος ἐσφίγχθαι βιαιότερον, εἰ μέλλοι κρατήσειν τὸν ἐπίδεσμον. οὕτως δὲ κἂν χωρὶς ῥάμματος ἅμμα γίνηται, τῶν τοῦ ἐπιδέσμου περάτων ἐπιπλεκομένων ἀλλήλοις, ἤ τινος ἔξωθεν καταλήμματος, οὐ χρὴ βάλλεσθαι κατὰ τὸ ἕλκος αὐτά. τό τε οὖν ἅμμα τίθεσο μὴ κατὰ τὸ ἕλκος, ἀλλʼ ἔνθα δυνήσῃ τὴν νομὴν αὐτοῦ πρὸς τὴν ἄνω χώραν ποιεῖσθαι, φυλαττόμενος, ὥς φησιν Ἱπποκράτης, τρίβον καὶ ἔργον. τρίβον μὲν οὖν καλεῖ καθʼ ὃ τρίβεταί τι μέρος τοῦ σώματος, ἔργον δὲ καθʼ ὃ τὴν ἐνέργειαν ἔχει καμπτόμενον, ἢ ἐκτεινόμενον ἢ εἰς τὰ πλάγια παραγόμενον. ἔσται δὴ τρίβος τῷ μὲν βαδίζοντι τὸ ἴχνος τοῦ ποδός, τῷ δὲ κατακειμένῳ τὸ ἰνίον ἅπαν, καὶ μάλιστα αὐτοῦ τὰ ἐξέχοντα τῆς κεφαλῆς ὀπίσω, τῷ δὲ καθημένῳ τὰ κατὰ τὰς πυγάς. εἰ δὲ καὶ διὰ τῶν χειρῶν ἐνεργεῖν τις ἐπιδεδεμένος μέλλοι, σκέψαι τίνα τε τὴν ἐνέργειαν ἐνεργήσει, καὶ περὶ τί τῶν ἔξωθεν· οὕτως γὰρ δυνήσῃ καὶ τὴν ἐν αὐτῇ τρίβον ἐξευρεῖν· αἱ δʼ ἐνέργειαι δηλονότι κατὰ τὰς διαρθρώσεις γίνονται. φυλάξει τοίνυν αὐτὰς ἀεί, καὶ μάλιστα τὰς μελλούσας ἐνεργεῖν ἐπιδεδεμένου τοῦ κάμνοντος· εἰ γὰρ τὸ συνέχον ὅλην τὴν ἐπίδεσιν ἅμμα τεθείη κατὰ τῶν μάλιστα σχηματιζομένων μορίων ἐν ταῖς κινήσεσιν, ἀναγκαῖον ἔσται ποτὲ μὲν χαλαρὰ περαιτέρω τοῦ προσήκοντος, αὖθις δὲ θλίβοντα γίνεσθαι τὰ ἅμματα καθʼ ἡντινοῦν ἐπιβεβλημένα διάρθρωσιν. τῶν δʼ ἐπιδέσμων ἁπλαῖ τρεῖς εἰσιν ἐπιβολαί, εὔκυκλος μὲν ἡ κατὰ κύκλον ἀπαρεγκλίτως περιλαμβάνουσα τὸ πεπονθὸς μέλος, ἐφʼ ἧς τὰ τῆς δευτέρας καὶ τρίτης ἐπιβολῆς τῶν ὀθονίων τὰ τοῦ πλάτους πέρατα κατʼ ἀλλήλων ἐπικείσεται, μήτε ὑπερέχοντός τινος μήτε ἐνδέοντος· τὴν δʼ ἐπʼ ὀλίγον ἐγκεκλιμένην σκέπαρνον ὀνομάζομεν, ὥσπερ γε τὴν ἐπὶ πολὺ σιμήν. τὸ δὲ τῆς ἐπιδέσεως εἶδος, ὃ καλοῦμεν ὀφθαλμόν, ἐπʼ ὀφθαλμοῦ παραλαμβάνομεν, ἤτοι προπεσεῖν κινδυνεύοντος, ἢ κρατήματος ἕνεκα τῶν ἐπικειμένων αὐτῷ· τὸν δὲ ῥόμβον ἐπὶ κεφαλῆς, ἤτοι ῥαφὰς κεχαλασμένας βουλόμενοι συναγαγεῖν, ἢ ἕλκους ἐκπεπταμένα χείλη, καί ποτε καὶ προσστεῖλαι καὶ κολλῆσαι τὸ δέρμα μέχρι πλείονος ἀποσεσυρμένον. ἀνάλογον δὲ τοῖσδε καὶ ἡ τοῦ ἡμιρρομβίου γίνεται χρεία.
Ἐκ τῶν Ἡλιοδώρου. Περὶ ἐπιδέσμων.
Τῶν ἐπιδέσμων οἱ μέν εἰσιν εἰλητοί, οἱ δὲ ῥαπτοί, οἱ δὲ σχιστοί, καὶ τῶν εἰλητῶν οἱ μὲν ἁπλοῖ, οἱ δὲ ποικίλοι. εἰλητοῖς ἁπλοῖς ἐπιδέσμοις χρώμεθα ἐπὶ καταγμάτων, τὰ ἔσχατα αὐτῶν κηρωτῇ προσπλάσσοντες· οὐδὲ γὰρ θέλομεν ἅμματα ποιεῖν, φυλασσόμενοι τὴν ἐκ τούτων ἀνωμαλίαν. στενοῖς ἐπιδέσμοις εἰλητοῖς χρώμεθα ἐπὶ δακτύλου καὶ καυλοῦ, τὰ τέλη αὐτῶν ῥάμματι ἢ λίνῳ καταλαμβανόμενοι. εἰλητοῖς ἐπιδέσμοις χρώμεθα ἐπὶ τῶν κώλων, ὧν τὰ πέρατα τῷ στενῷ τελαμωνιδίῳ τῷ λεγομένῳ καταλήμματι συνέχομεν, ἢ οὕτως τὸ τοῦ ἐπιδέσμου πέρας εἰς δύο σκέλη ἐπιρρήξαντες, ἐναλλάξαντες δὲ τὰ σκέλη πρὸς ἄλληλα ἁμματίζομεν συνοχῆς χάριν τῆς ὅλης ἐπιδέσεως. εἰλητοῖς ἐπιδέσμοις χρώμεθα ἐπὶ θώρακος, νώτου, ὤμων, μασχαλῶν, ὀσχέου, καθʼ ὅλων τῶν μέσων τοῦ σώματος, τὰ πέρατα αὐτῶν εἰς δύο καὶ δύο σκέλη ῥηγνύντες ἐπὶ τέλει τῆς ἐπιδέσεως, τὰς ἀρχὰς πρὸς ἀλλήλας ἁμματίζοντες ἀσφαλείας χάριν. σχιστοῖς ὀθονίοις χρώμεθα ἐφʼ ὧν πρόκειται μιᾷ ἁπλῇ τοῦ ὀθονίου προσθέσει σκεπάσαι τὸν ἐπιδεόμενον τόπον, ὥσπερ ἐπὶ κεφαλῆς, σιαγόνων, ἄλλων τινῶν τοῦ σώματος μερῶν· τοῖς δὲ ῥαπτοῖς ἐπὶ μαστῶν, γυναικείων, ἕδρας, ὀσχέου. περὶ μὲν τῶν ἁπλῶν ἐπιδέσμων ταῦτα· μνησθήσομαι δὲ καὶ τῶν ἐν ταῖς καταβολαῖς ταῖς ἐν ταῖς πλοκαῖς τῶν ποικίλων ἐπιδέσμων ὀνομάτων, εὐσήμου διδασκαλίας χάριν. λέγεταί τις εὐθεῖα, πλαγία, λοξή· εὔδηλοι δʼ εἰσὶν αὗται ἀπὸ τῶν ὀνομάτων. καλεῖταί τις παρειάς, ἡ κατὰ τῆς παρειάδος εὐθεῖα, στεφανιαία ἡ περιστεφανοῦσα τὸ βρέγμα κυκλοτερὴς περιείλησις, κροταφιαία ἡ κατὰ κροτάφου λοξὴ καταβολή, μετωπιαία ἡ περὶ τὸ μέτωπον κυκλοτερὴς περιείλησις, γενειὰς ἡ περὶ τὸ γένειον κυκλοτερὴς περιείλησις, σκέπαρνος ἡ μηνοειδὴς ἐπαγωγὴ τῆς περιειλήσεως. ἐν δὲ τοῖς ἀποτελέσμασι τῶν πλοκῶν λέγεται φολίς, στεῖρα, ἡμιρρόμβιον, ῥόμβος, ἑτερόσχημα διαλείμματα. φολὶς μὲν οὖν ἐστιν ἡ διὰ δύο σκεπάρνων καταβολὴ ἀντικειμένων ἀλλήλοις, μέσον τι καταλιποῦσα διάστημα. στεῖρα δʼ ἐστὶν ἡ ἐξ ἀντικειμένων λοξῶν καταβολῶν γινομένη τῆς ἐπιδέσεως πλοκή, ὁμοιουμένη τῇ ἐν βίῳ λεγομένῃ στείρᾳ. ἡμιρρόμβιον δʼ ἐστὶ τὸ δύο λοξὰς ἔχον καταβολὰς καὶ μίαν πλαγίαν, τοῦ μέσου διαστήματος τῷ δέλτα στοιχείῳ ὁμοιουμένου. ῥόμβος δʼ ἐστὶν ὁ ἐκ τεσσάρων λοξῶν παραλλήλων καταβολῶν πλεκόμενος, τοῦ μέσου διαστήματος ὁμοιουμένου ῥόμβῳ. τὰ δὲ λεγόμενα ἑτερόσχημα διαλείμματα μέσα ἐστὶ τῶν καταβολῶν διαστήματα ὡρισμένα σχήματα οὐκ ἔχοντα. τὴν τοῦ τόπου τεχνολογίαν παραδοὺς ἤδη βούλομαι ἐπὶ τὰς τῶν ἐπιδέσμων πλοκὰς ὁρμῆσαι· τῆς δʼ ἀρίστης τάξεως ἐχόμενος πρώτους παραδώσω τοὺς ἐπὶ τῆς κεφαλῆς εὐθετοῦντας ἐπιδέσμους.
Σχιστὸς ὀκτασκελὴς ἐπὶ κεφαλῆς.
Πρὸς τὴν τῆς ὅλης κεφαλῆς ἐπίδεσιν, κατὰ πολλὰ μέρη θλασμάτων ἢ τραυμάτων γενομένων, μὴ βουλόμενοι ἅμμασιν ἀνωμάλοις σκληροῖς θλίβειν τὰ σώματα, σχιστῷ ἐπιδέσμῳ χρώμεθα ὀκτασκελεῖ· ὁ δὲ τρόπος τῆς ἐπιδέσεως τοιοῦτος ὀφείλει γίνεσθαι. τελαμῶνα δεῖ λαβεῖν πλάτει καὶ μήκει ἱκανὸν ἐξαρκέσαι πρὸς τὴν δηλουμένην ἐπίδεσιν, ἔπειτʼ αὐτὸν ἑκατέρωθεν ἐπιρρῆξαι εἰς σκέλη τὰ πάντα ὀκτώ, τέσσαρα καὶ τέσσαρα. πρὸς τὴν ἐπίδεσιν τὸ μέσον αὐτοῦ μέρος ἐπιτίθεται τῇ κεφαλῇ πρὸς τὴν σκέπην, ἔπειτα δύο σκέλη μέσα κατὰ τὰ ὦτα ἐπιρρήγνυνται, ὧν αἱ ἀρχαὶ ὑπὸ τὸν ἀνθερεῶνα ἁμματίζονται, καὶ τότε ἐξόπισθεν ἀπʼ ἰνίου δύο τὰ ὀπίσθια σκέλη περιάγεται ὑπεράνω τῶν ὤτων ὡς ὑπὸ τὸ βρέγμα, καὶ ὁ μὲν ὑποστέλλεται, ὁ δʼ ἐπάγεται, εἶτʼ ἄλλα δύο σκέλη ἐμπρόσθια ἀπὸ μετώπου ὀπίσω φέρεται ὡς ἐπʼ ἰνίον καὶ πάλιν ἐναλλάσσονται, ἧς μὲν ὑποστελλομένης ἀρχῆς, ἧς δὲ κατὰ τῶν πρώτων σκελῶν, τὸ δὲ πέρας τοῦ τελευταίου σκέλους καταρράπτεται πρὸς τὴν ἐπίδεσιν. τούτῳ χρώμεθα τῷ ἐπιδέσμῳ ὅλην ἐπιδέοντες τὴν κεφαλήν.
Σχιστὸς ἑξασκελὴς ἐπὶ κορυφῆς.
Ἐπὶ τῆς κορυφῆς καὶ τῶν γειτνιώντων τῇ κορυφῇ τόπων ἑξασκελεῖ ἐπιδέσμῳ χρώμεθα, ἐπιδέοντες τρόπῳ τούτῳ. τὸ μέσον τοῦ ὀθονίου μέρος τὸ συνεχὲς ἐπιτίθεμεν τῇ κορυφῇ, ἔπειτα δύο σκέλη τὰ μέσα ῥήξαντες κατὰ τὰ ὦτα ἄγομεν αὐτῶν τὰς ἀρχὰς κάτω καὶ ὑπὸ τὸν ἀνθερεῶνα ἁμματίζομεν, ἔπειτα μεσότητα στενοῦ ταινιδίου ὡς διδακτυλιαίου προστίθεμεν τῷ ἰνίῳ, τούτου δὲ τὰ χαλάσματα ὑπεράνω τῶν ἐκ πλαγίων τῆς κεφαλῆς ἄγοντες ἁμματίζομεν κατὰ τὰ ἀπολήγοντα μέρη τοῦ βρέγματος. τῶν δὲ λοιπῶν σκελῶν δύο τὰ ἐμπρόσθια ἄγομεν ὀπίσω καὶ ὑπεράνω τοῦ ἰνίου πρὸς ἄλληλα ἁμματίζομεν, καὶ δύο τὰ ὀπίσθια ἄγομεν ἔμπροσθεν καὶ κατὰ τὰ ἀπολήγοντα τοῦ βρέγματος ὑπεράνω τοῦ πρώτου ἅμματος ἁμματίζεται.
Σχιστὸς τετρασκελής.
Ἐπὶ τοῦ μετώπου καὶ τοῦ πλησιάζοντος τοῦ βρέγματος σχιστῷ τετρασκελεῖ ἐπιδέσμῳ χρώμεθα. τούτου δὲ τοῦ ἐπιδέσμου τὸ μέσον μέρος τὸ συνεχὲς προστίθεμεν τῷ μετώπῳ καὶ τῷ βρέγματι, τῶν δὲ σκελῶν τὰ μὲν ἄνω κάτω παρίεμεν, τὰ δὲ κάτω κατὰ τῶν παρειμένων ἀγαγόντες ἁμματίζομεν κατʼ ἰνίον ὀπίσω, τὰ δὲ λοιπὰ δύο σκέλη ὑπεράνω τοῦ πρώτου ἅμματος πρὸς ἄλληλα διαδέομεν. τῷ δʼ αὐτῷ ἐπιδέσμῳ καὶ ἐπὶ τοῦ ἰνίου χρώμεθα, πᾶν τὸ ἄσχιστον αὐτοῦ μέρος προστιθέντες τῷ ἰνίῳ καὶ τὰ μὲν ἄνω σκέλη ποιοῦντες χαλασθῆναι κάτω, τὰ δὲ κάτω κατὰ τῶν πρώτων ἄγοντες καὶ ὑπεράνω μετώπου ἁμματίζοντες, ἔπειτα τὰ λοιπὰ δύο σκέλη ὑπεράνω τοῦ πρώτου ἅμματος κατὰ τὸ βρέγμα πρὸς ἄλληλα διαδέομεν. τούτοις τοῖς σχιστοῖς ἁπλοῖς ἐπιδέσμοις ἐπὶ τῆς κεφαλῆς χρώμεθα. ἐπὶ τοὺς ποικίλους μέτειμι.
Ὁ Ἱπποκράτους ῥόμβος.
Οὗτος ὁ ἐπίδεσμος εὐθετεῖ ἐπὶ τῶν κατὰ τὰς ῥαφὰς διαστημάτων, καὶ ἐφʼ ὧν τραύματος ὄντος κατὰ τὸ βρέγμα τὰ γειτνιῶντα αὐτῷ σώματα ἀφίσταται· ἠθέλησαν γὰρ οἱ τῷδε τῷ ἐπιδέσμῳ χρησάμενοι τὰ μὲν ἀφεστῶτα ἐπιδῆσαι πρὸς παρακόλλησιν, τὸν δὲ τοῦ τραύματος τόπον γυμνὸν ἐᾶσαι πρὸς τὴν τῶν ὑγρῶν ἔκκρισιν. πλέκεται δʼ ὁ ἐπίδεσμος οὗτος τρόπῳ τοιούτῳ· τῆς ἀρχῆς τοῦ τελαμῶνος ἐκ πλαγίων τῆς κεφαλῆς κρατουμένης, ἀπʼ ἰνίου ἄγεται λοξὴ ὡς ἐπὶ τὸ βρέγμα, ἀφʼ ἧς συντελεῖται παρειάς, εἶτʼ ἐπὶ τὸν ἀνθερεῶνα, ἀπὸ τοῦ ἀνθερεῶνος ἀντικειμένη παρειάς, εἶτʼ ἐπὶ τὸ βρέγμα λοξή, ἵνα γένηται χίεσμα, ἀπὸ τοῦ βρέγματος ἐπʼ ἰνίον, ἀπʼ ἰνίου λοξὴ ὡς ἐπὶ τὸ βρέγμα διεστῶσα τῆς πρώτης, εἶτʼ ἐπʼ ἰνίον, ἀπʼ ἰνίου λοξὴ ὡς ἐπὶ τὸ βρέγμα διεστῶσα τῆς δευτέρας, καὶ πάλιν παρειάδες δύο, ἵνα γένηται δύο χιέσματα, ὧν ὁ ῥόμβος κατὰ τὸ τραῦμα, καὶ πάλιν ἐπʼ ἰνίον, ἀπʼ ἰνίου κυκλοτερὴς μετωπιαία. ἡ δὲ νομὴ τῆς ἐπιδέσεως κατὰ τῶν ὤτων, αὐτοῦ γινομένου τοῦ ἅμματος ὑπεράνω μετώπου.
Διοκλέους. Σκαφεῖον ἢ θόλος.
Οὗτος ὁ ἐπίδεσμος δύο ἔχει κυκλοτερεῖς περιειλήσεις κεφαλὴν περιστεφούσας, μίαν μὲν τὴν κάτω τὴν λεγομένην μετωπιαίαν, ἄλλην δʼ ὑπεράνω κατὰ τὸ βρέγμα τὴν καλουμένην στεφανιαίαν· ἡ δὲ νομὴ τῆς ἐπιδέσεως γίνεται τῆς μὲν κάτω πρὸς τὰ ἄνω, τῆς δʼ ἄνω πρὸς τὰ κάτω. οὗτος ὁ ἐπίδεσμος εὐθετεῖ ἐφʼ ὧν πλαγίας οὔσης κατὰ τὸ βρέγμα διαιρέσεως, πρόκειται τὰ χείλη συνάγειν πρὸς τὴν κόλλησιν ὡς ἐπὶ περισκυθισμοῦ.
Λαγωὸς χωρὶς ὤτων.
Τῆς τοῦ τελαμῶνος ἀρχῆς ἐκ πλαγίων τῆς κεφαλῆς διακρατουμένης, ἀπʼ ἰνίου ἄγεται λοξὴ ὑπὸ λοβὸν ὠτὸς τοῦ πλησίον ἐπὶ κρόταφον, ἀπὸ κροτάφου ἐπὶ βρέγμα, ἀπὸ βρέγματος ἐπʼ ἰνίον, ἀπʼ ἰνίου λοξὴ καὶ ἐκ πλαγίων τῆς κορυφῆς ἐπὶ τὸ βρέγμα, ἵνα γένηται χίεσμα, εἶτʼ ἐπὶ τὸν ἕτερον κρόταφον, καὶ τότε ὑπὸ λοβὸν ὠτὸς τοῦ ἀντικειμένου, ἀπὸ δὲ τούτου ἐπʼ ἰνίον, ἀπʼ ἰνίου κυκλοτερὴς μετωπιαία περιείλησις, ἵνα γένηται διάστημα ἐμφερῶς τῷ δέλτα στοιχείῳ, τὸ λεγόμενον ἡμιρρόμβιον· ἐπὶ τέλει δὲ τῆς ἐπιδέσεως τὸ ἅμμα γίνεται κατὰ τὰ ἀπολήγοντα τοῦ βρέγματος. οὗτος ὁ ἐπίδεσμος εὐθετεῖ ἐπὶ τῶν κατὰ τὰς ῥαφὰς διαστημάτων πρὸς τὴν τῶν διεσταμένων ὀστέων συναρμογήν.
Λαγωὸς σὺν ὤτοις.
Πλέξαι δεῖ βρόχον ὃν καλοῦμεν ὦτα, οὗ τὴν πλοκὴν παραδέδωκα ἐν τῷ εἰσαγωγικῷ ὑπομνήματι τῆς ὀργανικῆς πραγματείας, ἔπειτʼ αὐτοῦ τὰς ἀγκύλας τάξαι κατὰ τοὺς κροτάφους, παρατετηρημένως δʼ ἀγκύλην τὴν κατὰ τὸ ἅμμα, ὅπου ἐστὶν ἡ βραχυτέρα ἀρχὴ πλησίον τοῦ δεξιοῦ κροτάφου, τοῦ μέσου διπλοῦ τῆς καιρίας διαστήματος κατὰ τὸ μέτωπον ὄντος. τούτων τε γενομένων, ἄγεται περιείλησις ὑπὸ τὸ ἰνίον ἀπὸ τοῦ δεξιοῦ κροτάφου ὡς ἐπὶ τὸν ἀριστερόν, καὶ τότε τῷ ἅμματι τῆς μετωπικῆς ἀγκύλης δύο ἢ τρεῖς περιειλήσεις γινέσθωσαν, εἶθʼ ὑπονοστείτω ἡ καιρία ὡς ὑπὸ τὸ ἰνίον, ἀπὸ τοῦ ἰνίου λοξὴ ἀγέσθω καταβολὴ ὑπὸ λοβὸν ὠτὸς τοῦ πλησίον καὶ κατὰ τοῦ δεξιοῦ κροτάφου, εἶτʼ ἐπὶ τὸ βρέγμα, ἀπὸ τοῦ βρέγματος ἐπʼ ἰνίον, ἀπʼ ἰνίου λοξὴ ἐπὶ τὸ βρέγμα, καὶ τότε ὑπειλήσθωσαν τῷ λοβῷ τοῦ ἀριστεροῦ ὠτός, εἶτʼ ἐπʼ ἰνίον, ἀπʼ ἰνίου μετωπιαία, καὶ τὸ ἅμμα γινέσθω πλησίον τοῦ δεξιοῦ κροτάφου, ὅπου ἐστὶν ἡ βραχυτέρα ἀρχή. οὗτος ὁ ἐπίδεσμος εὐθετεῖ πρὸς κράτημα κεφαλῆς, καταρτιζομένης γένυος, ἢ ἄλλου τινὸς συμπτώματος μεθοδευομένου κατὰ πρόσωπον.
Σχιστὸς ἐπίδεσμος ἐπʼ ὀφθαλμούς.
Προπαρασκευάσαι δεῖ δύο τελαμωνίδια μικρὰ ὡς διδακτυλιαῖα τῷ πλάτει, μήκει αὐτάρκη πρὸς τὴν χρείαν, καὶ ἄλλον τελαμῶνα μείζονα, τῷ πλάτει καὶ τῷ μήκει ἱκανὸν ἐξαρκέσαι πρὸς τὴν ἐπίδεσιν. οὗτος δʼ ὁ τελαμὼν κατὰ τὴν μίαν ἀρχὴν εἰς δύο σκέλη ῥήγνυται, ῥήγνυται δὲ κατὰ τὸ πλεῖον αὐτοῦ μέγεθος. πρὸς δὲ τὴν ἐπίδεσιν τῶν δύο στενῶν τελαμωνιδίων ἓν τὸ στενότερον πλάγιον κατὰ τῆς κορυφῆς τάσσεται, οὗ αἱ ἀρχαὶ ἐῶνται παρειμέναι κάτω. καὶ τότε τοῦ μεγάλου τελαμῶνος τὸ συνεχὲς μέρος ἀπὸ κορυφῆς καὶ βρέγματος ἐπὶ μέτωπον καὶ τὸν δεόμενον σκέπης ὀφθαλμόν, καὶ τότε τὰ σκέλη τοῦ τελαμῶνος ὑπὸ τὴν σιαγόνα ἐνηνεγμένα διὰ τοῦ αὐχένος ἐπʼ ἰνίον ἄγεται καὶ πρὸς ἄλληλα ἁμματίζεται ἅμματι ἁπλῷ, εἶθʼ ὁμόσε αἱ ἀρχαὶ ἄγονται, καὶ πρὸς διακρατουμένην τὴν ἄσχιστον ἀρχὴν διπλοῖς ἅμμασιν ἀσφαλίζονται. μετὰ δὲ τὸν ἁμματισμὸν ἐναλλάσσονται αἱ ἀρχαὶ τοῦ πλαγίου τελαμῶνος — λέγεται δʼ οὗτος ἀγκτήρ —, ἵνα τῇ τῶν ἀρχῶν ἐναλλαγῇ ὡς ὑπὸ τοπικοῦ ἅμματος κρατηθῇ ὁ τελαμών. τούτων δὲ τῶν ἀρχῶν καθειλκυσμένων, τοῦ πλατυτέρου τελαμῶνος ἡ μεσότης προστίθεται τῷ ἰνίῳ, οὗ αἱ ἀρχαὶ ὑπεράνω ὤτων ἄγονται, καὶ ἁμματίζονται πρὸς ἀλλήλας κατὰ τὰ ἄνω μέρη τοῦ μετώπου· ἐπὶ τέλει δὲ τοῦ ἀγκτῆρος αἱ ἀρχαὶ κατὰ τὴν κορυφὴν πρὸς ἀλλήλας διαδέονται. ἡ ἐπίδεσις ὡς ἐφʼ ἑνὸς ὀφθαλμοῦ εἴρηται· ὡς ἐξ ἐπινοίας δὲ τῶν εἰρημένων δυνατὸν ἔσται ἀμφοτέρους ἐπιδῆσαι τοὺς ὀφθαλμούς. ὀθονίοις σχιστοῖς ἐπιδέονται οἱ ὀφθαλμοί, ὡς ἱστόρησα ὑμῖν. τῇ τάξει ἐπὶ τοὺς εἰλητοὺς μέτειμι.
Ἁπλοῦς ὀφθαλμός· οἱ δʼ ἔφασαν Ἱπποκράτους ὀφθαλμός.
Τελαμῶνος αὐτάρκους πρὸς τὴν χρείαν τῆς ἀρχῆς διακρατουμένης ἐκ πλαγίων τῆς κεφαλῆς, ἀπʼ ἰνίου ἄγεται λοξὴ ὑπὸ λοβὸν ὠτὸς τοῦ πλησίον, καὶ τότε κατὰ τοῦ ὀφθαλμοῦ τοῦ δεομένου σκέπης, εἶτʼ ἐπὶ τὸ μέτωπον ἀνάγεται, ἀπὸ τοῦ μετώπου ἐπὶ τὸ βρέγμα, ἀπὸ τοῦ βρέγματος ἐπʼ ἰνίον, ἀπʼ ἰνίου μετωπιαία κυκλοτερὴς περιείλησις, ἐπὶ τέλει τοῦ ἅμματος γινομένου κατὰ τὰ ἀπολήγοντα τοῦ βρέγματος.
Διπλοῦς ὀφθαλμός.
Ἐπὶ τετελειωμένῳ τῷ ἁπλῷ ὀφθαλμῷ χωρὶς τῆς μετωπιαίας περιειλήσεως ὁ διπλοῦς ὀφθαλμὸς ἔχει ἀπʼ ἰνίου λοξὴν ἐπαγωγὴν ἐπὶ κορυφὴν καὶ βρέγμα, μέτωπον, ὀφθαλμὸν τὸν ἕτερον πρὸς τὴν σκέπην, χιέσματος κατὰ τὸ μέτωπον γεγονότος, εἶθʼ ὑπὸ λοβὸν ὠτὸς τοῦ πλησίον, καὶ τότε ἐπʼ ἰνίον, ἀπʼ ἰνίου μετωπιαία κυκλοτερὴς περιείλησις, πάλιν τοῦ ἅμματος γινομένου κατὰ τὰ ἀπολήγοντα τοῦ βρέγματος. οὗτος ὁ ἐπίδεσμος εὐθετεῖ πρὸς τὴν ἀμφοτέρων τῶν ὀφθαλμῶν ἐπίδεσιν.
Ἀμύντου χάραξ.
Ἐπὶ τετελειωμένῳ τῷ ἁπλῷ ὀφθαλμῷ ἔχει ὁ τοῦ Ἀμύντου χάραξ περισσὴν κυκλοτερῆ περιείλησιν ἀπʼ ἰνίου γινομένην ὑπὸ λοβοὺς ὤτων κατὰ μέσης τῆς ῥινός, πάλιν τοῦ ἅμματος κατὰ τὰ ἀπολήγοντα τοῦ βρέγματος γινομένου. εὐθετεῖ δʼ ἐφʼ ὧν ὀφθαλμὸν ἅμα καὶ ῥῖνα ἐπιδῆσαι θέλομεν. ἐπὶ τῶν πλαγίων τοῦ τῆς ῥινὸς ὀστώδους, ἐφʼ ὧν οἱ λεγόμενοι αἰγίλωπες καὶ ἀγχίλωπες γίνονται, τοῦ ἑτέρου μέρους ἐπιδεομένου, ἐπιδέσει χρῶμαι τοιαύτῃ. δεῖ δὲ πρὸς τὴν ἐπίδεσιν τελαμωνίδιον λαβεῖν ὡς δακτυλιαῖον τῷ πλάτει, μήκει ἱκανὸν ἐξαρκέσαι πρὸς τὴν ἐπίδεσιν, ἔπειτα τὴν ἀρχὴν τάξαι κατὰ τὸν τῆς κορυφῆς τόπον, ἀπὸ δὲ τῆς κορυφῆς καὶ τοῦ βρέγματος ἀγαγεῖν λοξὴν καταβολὴν ὡς ἐπὶ τὸ μέτωπον ἐκ πλαγίων τοῦ τῆς ῥινὸς ὀστώδους, εἶτʼ ἐπὶ χαλινόν, ἀπὸ τοῦ χαλινοῦ ὑπὸ τὸν ἀνθερεῶνα, ἀπὸ τοῦ ἀνθερεῶνος ἐπὶ τὸν αὐχένα, εἶτʼ ἐπʼ ἰνίον, ἀπʼ ἰνίου κυκλοτερῆ μετωπιαίαν περιείλησιν ἐπιτελέσαι, καὶ τότε τῇ κατʼ ἰνίον κυκλοτερεῖ περιειλήσει ἐπεμβαλεῖν τὸ τοῦ τελαμωνιδίου πέρας, ἢ κάτωθεν ἄνω ἢ ἄνωθεν κάτω, ἔπειτα τὰς ἀρχὰς ἁμματίσαι πρὸς ἀλλήλας κατὰ τὸν τῆς κορυφῆς τόπον.
Σχιστὸς ἐπὶ ῥινός.
Τελαμῶνα δεῖ ἑτοιμάσαι πλάτει καὶ μήκει αὐτάρκη πρὸς τὴν δηλουμένην ἐπίδεσιν, καὶ πάλιν τοῦτον, ὡς εἴρηται ἐπὶ τοῦ ὀφθαλμοῦ, κατὰ μίαν ἀρχὴν ῥῆξαι ἐπὶ τὸ πλεονάζον μέρος τοῦ μήκους. τούτου τοῦ λεγομένου ἡ συνεχὴς ἀρχὴ τάσσεται κατὰ τὸν τῆς κορυφῆς καὶ τοῦ βρέγματος τόπον, εἶτʼ ἄγεται ἐπὶ τὸ μέτωπον καὶ τὴν ῥῖνα πρὸς τὴν σκέπην αὐτῆς. τῶν δὲ τοῦ τελαμῶνος σκελῶν ἀπὸ τοῦ σφαιρίου παρειμένων κάτω, στενοῦ τελαμωνιδίου ἡ μεσότης κατὰ τῶν σκελῶν τῷ ἄνω χείλει προστίθεται, οὗ αἱ ἀρχαὶ ὑπὸ λοβοὺς ὤτων ἄγονται καὶ κατὰ τὰ ὀπίσθια μέρη τῆς κορυφῆς πρὸς ἀλλήλας ἁμματίζονται ἅμματι ἁπλῷ, ἔπειθʼ ὁμόσε πρὸς τὴν διακρατουμένην ἄσχιστον ἀρχὴν κατὰ τὴν κορυφὴν καὶ τὸ βρέγμα διπλοῖς ἅμμασιν ἁμματίζονται. καὶ τὰ παρειμένα σκέλη ἐναλλάσσονται πρὸς τὴν τῶν πτερύγων συναγωγήν, ἔπειτα διʼ ἀλλήλων ἀνάγεται καὶ κατὰ τὸν τῆς κορυφῆς τόπον ἁμματίζεται πρὸς ἄλληλα. ἐπὶ τέλει δὲ πρὸς συνοχὴν ὅλης τῆς ἐπιδέσεως τελαμωνιδίου ὡς διδακτυλιαίου καὶ ποσὸν στενοτέρου ἡ μεσότης τῇ ῥινὶ προστίθεται, οὗ τὰ χαλάσματα διʼ ἀλλήλων ὑπὸ λοβοὺς ὤτων ἄγεται, αἱ δʼ ἀρχαὶ κατʼ ἰνίον ἐναλλαγεῖσαι ὑπεράνω ὤτων φέρονται καὶ κατὰ τὰ ἀπολήγοντα τοῦ βρέγματος πρὸς ἀλλήλας ἁμματίζονται. τούτῳ δὲ μάλιστα τῷ ἐπιδέσμῳ χρώμεθα ἐπί τε πουλύπων μετὰ τὴν χειρουργίαν καὶ ἐπὶ τῶν αἱμορραγούντων μυξωτήρων ἐπί τε ἄλλων τῶν ἐν τοῖς πόροις γινομένων παθῶν.
Μεταγωγεὺς Ἡλιοδώρου.
Τοῦ μυκτῆρος εἰς τὰ πλάγια μέρη διεστραμμένου, ἔδοξέ μοι μετὰ τὸν διαπλασμὸν καὶ τὴν τῶν ἐλλυχνίων μότων ἔνθεσιν καὶ στηριζόντων τὸν μυκτῆρα, ἅμα καὶ τοῦ ὠοβραχοῦς ἐρίου ἐσκεπακότος τὴν ῥῖνα, χρήσασθαι ἐπιδέσει πρὸς τὴν τοῦ διαπλασμοῦ ἀσφάλειαν. πολὺ πρότερον δʼ ἐχρήσατο τῇ μεταγωγῇ ὁ ἀρχαῖος Ἱπποκράτης διὰ τοῦ Καρχηδονίου ἱμάντος. ἱμάντα ἑτοιμάσας αὐτάρκη πρὸς τὴν χρείαν, τὴν μίαν αὐτοῦ ἀρχὴν τὴν πλατυτέραν ἀπογλύψας, λεπτοτέραν γενομένην ταυροκόλλῃ καταχρίσας, ἐκ πλαγίων τῷ μυκτῆρι προσέθηκεν. ἔπειθʼ ὑπειλήσας δηλονότι τοῖς πτερυγίοις καὶ τῷ κίονι ἤγαγεν ὑπὸ λοβὸν ὠτὸς τοῦ πλησίον, καὶ τὴν κεφαλὴν ἐπιστρέψας ἐξ ἐπεμβολῆς τοῦ πέρατος ἠσφαλίσατο τὴν ἐπίδεσιν. ἡ μὲν ἐπίνοια αἱρετὴ συνεργῆσαι δυναμένη τῇ μονῇ τοῦ διαπεπλασμένου μυκτῆρος, οὐκ ἐπὶ κεφαλῆς δέ, ἐπείπερ εἴωθε χαλατονεῖν· ὁρμηθεὶς δʼ ἀπὸ τῆς ἐπινοίας τοῦ θαυμασιωτάτου Ἱπποκράτους, ἐπιδέσμῳ ἐχρησάμην τοιούτῳ. στενοῦ τελαμωνιδίου ὡς διδακτυλιαίου τῷ πλάτει τὴν ἀρχὴν τάξας κατὰ τὴν κορυφὴν καὶ τὸ βρέγμα, ἤγαγον εὐθεῖαν κατὰ τοῦ μετώπου, ἀφεὶς ἐκ πλαγίων τῆς ῥινὸς ὑπὸ τὸν μυκτῆρα ἀπευθύνουσαν τὴν διαστροφήν, εἶθʼ ὑπὸ λοβὸν ὠτὸς τοῦ πλησίον, ἀπὸ δὲ τούτου τοῦ τόπου ὑπʼ ἰνίον· ἀπʼ ἰνίου κυκλοτερῆ περιείλησιν ὑπὸ λοβοὺς ὤτων καὶ τῆς ῥινὸς πλησίον τοῦ σφαιρίου, ἅμα μὲν πρὸς κράτημα τῆς εὐθείας, ἅμα δὲ συναπευθύνουσαν τὸν διαστραφέντα μυκτῆρα, μετὰ δὲ ταύτην ἄλλην συντελέσας περιείλησιν, τὸ τοῦ τελαμωνιδίου πέρας ἐπεμβαλλόμενος τῇ κατʼ ἰνίον κυκλοτερεῖ περιειλήσει, τὰς ἀρχὰς ἡμμάτισα πρὸς ἀλλήλας κατὰ τὸν τῆς κορυφῆς τόπον.
Κράτημα Ἡλιοδώρου.
Τοῦ τῆς ῥινὸς ὀστώδους ἀποτεθραυσμένου καὶ διεστραμμένου, μετὰ τὸν τοῦ κατάγματος διαπλασμόν, ὅλῃ τῇ ῥινὶ ἐπιτεθέντος σπληνίου καταγματικῆς δυνάμεως, ἢ ἄλλου τινὸς ἐπιθέματος δοκιμασθέντος, τῶν ἑκατέρωθεν τοῦ ὀστώδους προσπτυγματίοις παραπεπληρωμένων, εἴωθα ἐπιδέσει συνέχειν τὸ ἡρμοσμένον κάταγμα. στενοῦ τελαμωνιδίου τὴν ἀρχὴν τάσσω κατὰ τὴν κορυφὴν καὶ τὸ βρέγμα, εἶτʼ ἄγω λοξὴν κατὰ τὸ μέτωπον ἐκ πλαγίων τοῦ τῆς ῥινὸς ὀστώδους, ἀπὸ δὲ τούτου ἐπὶ τὸν πλησίον τῶν χειλῶν χαλινόν, εἶτʼ ἐπὶ τὴν σιαγόνα, ἀπὸ τῆς σιαγόνος ὑπὸ τὸν ἀνθερεῶνα, ἀπὸ τοῦ ἀνθερεῶνος ἐπʼ ἰνίον, ἀπʼ ἰνίου ἄγω λοξὴν ἐπὶ κορυφὴν καὶ τὸ βρέγμα ἀντικειμένην τῇ πρώτῃ, καὶ πάλιν κατὰ τὰ πλάγια τοῦ ὀστώδους ὡς ἐπὶ τὸν ἕτερον χαλινόν, εἶθʼ ὑπὸ τὸν ἀνθερεῶνα ἐπὶ τὸν αὐχένα καὶ τὸ ἰνίον. καὶ ἀπὸ τοῦ ἰνίου μετωπιαία κυκλοτερὴς περιείλησις, καὶ πάλιν ἐπʼ ἰνίον, ἀπʼ ἰνίου κατὰ μέσης τῆς ῥινὸς ὑπεράνω μυκτῆρος πλησίον τοῦ ὀστώδους ὑπὸ τοὺς λοβοὺς τῶν ὤτων, εἶτʼ ἄλλη μετωπιαία. καὶ πάλιν τὸ τοῦ δεσμιδίου πέρας ἐπεμβάλλεται ταῖς κατʼ ἰνίον κυκλοτερέσι περιειλήσεσιν, ἔπειτα πρὸς τὴν διακρατουμένην ἀρχὴν ἁμματίζεται κατὰ τὸν τῆς κορυφῆς τόπον. ἀπὸ τῆς ῥινὸς γενόμενος ἐπὶ τὰ χείλη μέτειμι.
Χειλοφύλαξ Ἡλιοδώρου.
Ἀγκτῆρα δεῖ τάξαι κατὰ τὸν τῆς κορυφῆς τόπον, ἔπειτα τελαμωνιδίου στενοῦ τὴν μεσότητα τῷ ἰνίῳ προσθεῖναι, οὗ τὰ χαλάσματα κατʼ ἐναλλαγὴν ἐπὶ τὸ χεῖλος ἀγαγεῖν, καὶ τότε διὰ τῶν σιαγόνων παρὰ τὰ μῆλα πλησίον τῶν ὤτων τὰς ἀρχὰς ἀγαγεῖν ὑπεράνω ἰνίου ὡς ἐπὶ τὰ ὀπίσθια τῆς κορυφῆς, ἃς καὶ ἐναλλάξαι, καὶ μετὰ τὸ χίεσμα ὑπεράνω ὤτων ἀγαγεῖν καὶ κατὰ τὰ ἀπολήγοντα τοῦ βρέγματος ἁμματίσαι· ἐπὶ τέλει δὲ δεῖ τὰς τοῦ ἀγκτῆρος ἀρχὰς ἁμματίσαι καὶ πρὸς ἀλλήλας διαδῆσαι. ἐπὶ δὲ τοῦ κάτω χείλους ἀγκτῆρα δεῖ πλάγιον τάξαι κατὰ τὸν τῆς κορυφῆς τόπον, οὗ τὰς ἀρχὰς ἐᾶσαι χαλασθῆναι κάτω, καὶ τότε μεσότητα τελαμῶνος στενοῦ προσθεῖναι τῷ ἰνίῳ, ἔπειτα κατʼ ἐναλλαγὴν ἐπαγαγεῖν τῷ χείλει καὶ τότε ἐπὶ τὸ ἰνίον ἐνεγκεῖν, ἀπὸ δὲ τοῦ ἰνίου ὑπεράνω τῶν ὤτων ὡς ἐπὶ τὰ ἀπολήγοντα τοῦ βρέγματος καὶ κατὰ τοῦ μετώπου ἁμματίσαι αὐτά, καὶ νὺν ἤδη τοῦ συνοχῆς χάριν τῆς ὅλης ἐπιδέσεως προκαταβεβλημένου ἀγκτῆρος τὰς ἀρχὰς κατὰ τὸν τῆς κορυφῆς τόπον ἁμματίσαι.
Σχιστὸς ἐπὶ γενείου.
Τελαμῶνα δεῖ λαβεῖν αὐτάρκη ὄντα πρὸς τὴν ἐπίδεσιν καὶ ἑκατέρωθεν ἐπιρρῆξαι κατὰ τὰ πλείονα μέρη εἰς σκέλη τέσσαρα, ἔπειτα τοῦ τελαμῶνος τούτου τὴν μεσότητα προσθεῖναι τῷ γενείῳ καὶ τὰ ἄνω σκέλη διὰ τῶν σιαγόνων ἐπʼ ἰνίον ἀγαγεῖν καὶ ἁμματίσαι ἅμματι ἁπλῷ, τὰ δὲ κάτω σκέλη ἔμπροσθεν τῶν ὤτων διὰ τῶν κροτάφων ἐπὶ τὸ βρέγμα ἀγαγεῖν καὶ πάλιν πρὸς ἄλληλα ἁμματίσαι ἅμματι ἁπλῷ, ἔπειτα αὐτῶν ἐνηλλαγμένας τὰς ἀρχὰς κατὰ τὸν τῆς κορυφῆς τόπον διπλοῖς ἅμμασιν.
Σχιστὸς ἐπὶ σιαγόνος, ἀνθερεῶνος, παρειῶν.
Ἐπίδεσμον δεῖ λαβεῖν ἑξασκελῆ, οὗ τὸ συνεχὲς μέρος ὑποθεῖναι τῷ ἀνθερεῶνι, διʼ αὐτοῦ δʼ ἅμα καὶ τὰς παρειὰς ὅλας σκεπάσαι καὶ τὰς σιαγόνας, ἔπειτα δύο σκέλη τὰ ἐμπρόσθια ἔμπροσθεν τῶν ὤτων διὰ τῶν κροτάφων ἀγαγεῖν ἐπὶ τὸ βρέγμα καὶ πρὸς ἄλληλα ἁμματίσαι ἅμματι ἁπλῷ, δύο δὲ τὰ ὄπισθεν τῶν ὤτων ἀναγαγεῖν καὶ κατὰ τὰ ὀπίσθια τῆς κορυφῆς πάλιν πρὸς ἄλληλα ἁμματίσαι ἅμματι ἁπλῷ, ὧν τὰς ἀρχὰς ἐνηλλαγμένας πρὸς ἀλλήλας διαδῆσαι τοῖς διπλοῖς ἅμμασιν. ἐπὶ τέλει δὲ δεῖ τὰ ὀπίσθια σκέλη ἀπὸ τοῦ ἰνίου κατʼ ἐναλλαγὴν ὑπεράνω τῶν ὤτων ἀναγαγεῖν καὶ κατὰ τὸ μέτωπον ἁμματίσαι. τούτῳ τῷ ἐπιδέσμῳ συνεχέστατα χρώμεθα ἐπί τε παρωτίδων καὶ χοιράδων καὶ τῶν ἄλλων τοπικῶν παθῶν.
Φορβεὰ ἐπὶ γένυος καθʼ ἓν μέρος ἐξαρθρηκυίας καὶ ἐπὶ τῶν κυνικῶς σπωμένων.
Εἰλῆσαι δεῖ τὸν ἐπίδεσμον ἀπὸ δύο ἀρχῶν ἕως τῆς μεσότητος, εἶτʼ αὐτοῦ τὴν μεσότητα προσθεῖναι τῷ ἰνίῳ, καὶ τότε τῷ ὑπηρέτῃ προσδοῦναι τὸ ἓν τοῦ τελαμῶνος εἴλημα, ἔπειτα ἀπὸ τοῦ ἰνίου ἐκ τοῦ ἑτέρου εἰλήματος λοξὴν ἀγαγεῖν καταβολὴν ἐπὶ τὸ βρέγμα, ἀπὸ τοῦ βρέγματος εἰς εὐθεῖαν ἐπιτελέσαι παρειάδα ἀπευθύνουσαν τὴν διαστραφεῖσαν γένυν, εἶτʼ ἐπὶ τὸν ἀνθερεῶνα, ἀπὸ τοῦ ἀνθερεῶνος ἀντικειμένην παρειάδα ἀποτελέσαι, καὶ τότε ἐπὶ τὸ βρέγμα λοξήν, εἶτʼ ἐπʼ ἰνίον, καὶ ταύτην μὲν τὴν ἀρχὴν προσδοῦναί τινι διακρατῆσαι, ἐκ δὲ τοῦ ἑτέρου εἰλήματος τὴν μετωπιαίαν καὶ τὴν γενειάδα συντελέσαι, ἵνα καὶ αὗται αἱ κυκλοτερεῖς περιειλήσεις ἀναλογήσασαι τῇ πρώτῃ παρειάδι ἀπευθύνωσι τὴν στροφήν.
Φορβεὰ ἡ κυρίως ἀπὸ δύο ἀρχῶν πλεκομένη.
Ἀπὸ τῶν δύο ἀρχῶν εἰλημένου τοῦ ἐπιδέσμου, ἡ τοῦ τελαμῶνος μεσότης ὑποτίθεται τῷ ἀνθερεῶνι, ἀπὸ τοῦ ἀνθερεῶνος ἀνάγονται δύο παρειάδες ὡς ἐπὶ τὸ βρέγμα, ἔνθα γίνονται δύο λοξαὶ χιεζούμεναι, εἶτʼ ἐπʼ ἰνίον, ἀπʼ ἰνίου δύο μετωπιαῖαι ἐναλλασσομένων τῶν ἀρχῶν καὶ δύο γενειάδες, εἶτʼ ἐπʼ ἰνίον, καὶ τότε αἱ ἀρχαὶ κατὰ τὸν εἰρημένον τρόπον ἁμματίζονται. αὕτη ἡ ἐπίδεσις εὐθετεῖ ἐφʼ ὧν κατʼ ἀμφότερα τὰ μέρη γένυς ἐξήρθρηκε, καὶ ἐπὶ τῶν ὅλον τὸ πρόσωπον κυνικῶς σπωμένων.
Διεζευγμένος.
Οὗτος ὁ ἐπίδεσμος πλέκεται ἐκ τῆς κυρίως ἀπὸ τῶν δύο ἀρχῶν συντελουμένης φορβεᾶς ἐπιδέσεως χωρὶς τῆς γενειάδος· εὐθετεῖ δʼ ἐπὶ τῆς κάτω γένυος καταγείσης.
Ἀπολλωνίου θηρὸς μόνωψ.
Τῆς ἀρχῆς τοῦ τελαμῶνος ἐκ πλαγίων τῆς κεφαλῆς διακρατουμένης, ἀπʼ ἰνίου ἄγεται λοξὴ ὑπὸ λοβὸν ὠτὸς τοῦ πλησίον, ἔπειτα κατὰ τοῦ ὀφθαλμοῦ τοῦ δεομένου σκέπης· ἀπὸ δὲ τούτου ἐπὶ τὸ μέτωπον καὶ τὸ βρέγμα ἄγεται, εἶτʼ ἐπʼ ἰνίον· ἐπὶ τέλει δʼ ἅμματα γίνεται κατὰ τὰ ἀπολήγοντα τοῦ βρέγματος. ὁ ἐπίδεσμος οὗτος εὐθετεῖ πρὸς ἐπίδεσιν τοῦ ἐκ πλαγίων τῆς γένυος τοῦ κατὰ τὴν σιαγόνα γεγονότος κατάγματος, ἀλλὰ δὴ καὶ πλησίον τοῦ ὀφθαλμοῦ δεομένου σκέπης.
Ἡμίτομος.
Πάλιν τῆς ἀρχῆς τοῦ ἐπιδέσμου ὡσαύτως κρατουμένης κατὰ τὰ ἀντικείμενα μέρη τοῦ ἰνίου, ἀπʼ ἰνίου ἄγεται λοξὴ ἐπὶ κορυφὴν καὶ βρέγμα, ἀφʼ ἧς παρειὰς γίνεται, εἶθʼ ὑπὸ τὸν ἀνθερεῶνα ὁ τελαμὼν ἄγεται, ἀπὸ δὲ τοῦ ἀνθερεῶνος λοξὴ πλησίον τοῦ χαλινοῦ ἐκ πλαγίων τοῦ τῆς ῥινὸς ὀστώδους, καὶ τότε ἐπὶ τὸ μέτωπον καὶ τὸ βρέγμα, εἶτʼ ἐπʼ ἰνίον, ἀπʼ ἰνίου μετωπιαία κυκλοτερὴς περιείλησις, καὶ πάλιν ἐπʼ ἰνίον, ἀπʼ ἰνίου γενειάς, εἶτʼ ἐπʼ ἰνίον· τὸ δʼ ἅμμα γίνεται κατὰ τὰ ἀπολήγοντα τοῦ βρέγματος. οὗτος ὁ ἐπίδεσμος ἀναγέγραπται ἐπὶ τῶν κυνικῶς σπωμένων καθʼ ἓν μέρος τὸ πρόσωπον καὶ ἐπὶ τῆς καθʼ ἓν μέρος ἐξηρθρηκυίας γένυος.
Ἐπάνεσις.
Ἐπὶ προπλακέντι τῷ χωρὶς ὤτων λαγωῷ ἐπιδέσμῳ χωρὶς τοῦ ἁμματισμοῦ, ἐκείνη ἐπάνεσις· ἀπʼ ἰνίου λοξὴ ἐπὶ κορυφὴν καὶ βρέγμα, ἔπειτα δὲ δύο παρειάδες, καὶ τότε ἐπʼ ἰνίον, πάλιν τοῦ ἅμματος ἐπὶ τέλει τῆς ἐπιδέσεως κατὰ τὰ ἀπολήγοντα τοῦ βρέγματος γινομένου. εὐθετεῖ δʼ ἡ ἐπίδεσις αὕτη ἐπὶ τῆς κάτω γένυος καταγείσης καὶ ἐπὶ τῶν κατὰ τὰς ῥαφὰς διαστημάτων.
Φάλαρα.
Ἐπὶ τετελειωμένῃ τῇ ἐπανέσει οὗτος ὁ ἐπίδεσμος ἔχει περισσὴν ἀπʼ ἰνίου κυκλοτερῆ περιείλησιν ἀγομένην κατὰ τοῦ γενείου. εὐθετεῖ δʼ ἐφʼ ὧν ἡ ἐπάνεσις, ἅμα σπουδαζόντων ἡμῶν συνεπιδῆσαι τὸ γένειον.
Γλαυκείου ῥόμβος φάλαρα.
Τοῦ τελαμῶνος ἀπὸ τῶν δύο ἀρχῶν εἰλημένου, ἡ μεσότης αὐτοῦ προστίθεται τῷ ἰνίῳ, ἔπειτα ἀπάγονται δύο λοξαὶ ὑπὸ λοβοὺς ὤτων κατὰ τῶν ὀφθαλμῶν ὡς ἐπὶ τὸ βρέγμα, καὶ ἐνθάδε γίνεται χίεσμα, εἶτʼ ἐπʼ ἰνίον, ἀπʼ ἰνίου δύο παρειάδες, καὶ πάλιν ἐπʼ ἰνίον, ἀπʼ ἰνίου δύο κυκλοτερεῖς, μετωπιαία καὶ γενειάς· πάλιν δὲ τὸ ἅμμα ὑπεράνω μετώπου γίνεται. οὗτος ὁ ἐπίδεσμος εὐθετεῖ πρὸς ἐπίδεσιν τῶν σιαγόνων καὶ τῶν ὀφθαλμῶν.
Στάχυς.
Ὁ ἐπίδεσμος οὗτος πλέκεται τρόπῳ τούτῳ· ἡ ἀρχὴ τοῦ τελαμῶνος ἐπερρηγυῖα εἰς ἀρχὰς δύο, ὅταν ἁμματίζηται ἡ ἐπίδεσις, τάσσεται ὑπὸ τὴν ἀντικειμένην μασχάλην ὡς ἐπὶ τὸν μασθόν, εἶτʼ ἐξόπισθεν ἄγεται λοξὴ καταβολὴ κατὰ τοῦ νώτου ὡς ἐπʼ ὠμοπλάτην, σφαγήν, κλεῖδα τὴν κατὰ τὸ πάσχον μέρος, εἶθʼ ὑπειλεῖται τῇ μασχάλῃ, ἀπὸ τῆς μασχάλης ἀνάγεται ὡς ἐπʼ ὠμοπλάτην καὶ κλεῖδα τὴν αὐτήν, εἶθʼ ὡς ἐπὶ τὸ στῆθος καὶ τὴν ἀντικειμένην μασχάλην, χιέσματος γεγονότος κατὰ τὴν σφαγήν. ἡ δὲ τῆς ἐπιδέσεως νομὴ κατὰ τῶν αὐτῶν γίνεται πρὸς τὴν τῶν γυμνῶν σκέπην. ἐπὶ τέλει δὲ μία κυκλοτερὴς δοκιμάζεται περιείλησις κατὰ τοῦ νώτου καὶ τοῦ στήθους. τὸ δὲ πέρας τοῦ τελαμῶνος ἐπιρρήγνυται, καὶ τότε αἱ ἀρχαὶ πρὸς ἀλλήλας κατὰ τὸ στῆθος ἁμματίζονται. οὗτος ὁ ἐπίδεσμος εὐθετεῖ πρὸς ἐπίδεσιν νώτου, ὠμοπλάτης, σφαγῆς, κλειδός, μασχάλης.
Γερανίς.
Ἐπὶ τετελειωμένῳ τῷ στάχυϊ ἐπιδέσμῳ χωρὶς τῆς κατὰ τοῦ νώτου καὶ τοῦ στήθους κυκλοτεροῦς περιειλήσεως ἔχει ἡ γερανὶς ἐπίδεσις ἀπὸ τῆς ἀντικειμένης μασχάλης κυκλοτερῆ περιείλησιν ἐπαγομένην κατὰ τοῦ βραχίονος συνέχουσαν τὸν βραχίονα πρὸς τὰς πλευράς. εὐθετεῖ δʼ ἐπὶ τοῦ ἐξηρθρηκότος ὤμου κατηρτισμένου, πρὸς τὴν τοῦ ἄρθρου συνοχήν, καὶ ἐπὶ καταγείσης κλειδός. εἴωθα δὲ τὴν αὐτὴν ἐπίδεσιν ἀσφαλέστερον πλέκειν· μετὰ γὰρ τὴν κυκλοτερῆ περιείλησιν ἀπʼ ἀντικειμένης μασχάλης λοξὴν ἄγω κατὰ τοῦ νώτου, ὠμοπλάτης, σφαγῆς, κλειδός, εἶθʼ ὑπειλῶ τὴν μασχάλην συνέχων τὴν εἰρημένην κυκλοτερῆ περιείλησιν, καὶ τότε πάλιν φέρω ἐπʼ ὠμοπλάτην, σφαγήν, κλεῖδα τὴν αὐτήν, εἶτʼ ἐπὶ στῆθος καὶ τὴν ἀντικειμένην μασχάλην, ἐπὶ τέλει δὲ κυκλοτερῆ περιείλησιν ἐργασάμενος κατὰ τὸ στῆθος ἁμματίζω τὰς ἀρχάς.
Θώραξ.
Ἡ τοῦ τελαμῶνος ἀρχὴ τάσσεται ὑπὸ τὴν ἀριστερὰν μασχάλην καὶ ἐπάγεται λοξὴ κατὰ τοῦ νώτου, ὠμοπλάτης, σφαγῆς, κλειδὸς δεξιᾶς, καὶ ὑπειλεῖται τῇ μασχάλῃ καὶ ἄγεται κατὰ τῶν αὐτῶν ὡς ἐπὶ τὸ στῆθος καὶ τὴν ἀντικειμένην μασχάλην, ἀπὸ τῆς μασχάλης ἀνάγεται λοξὴ καταβολὴ κατὰ τῆς ἀριστερᾶς ὠμοπλάτης, εἶτʼ ἐπὶ τὴν κατακλεῖδα φέρεται, καὶ κατὰ τοῦ στήθους ὑπὸ τὴν δεξιὰν μασχάλην, ἀφʼ ἧς ἀνάγεται λοξὴ κατὰ τοῦ νώτου ἐπʼ ἀριστερὰν ὠμοπλάτην, σφαγήν, κλεῖδα, μασχάλην, ἵνα γένηται χιέσματα τέσσαρα, ὧν δύο μὲν κατὰ τὰς κλεῖδας, τῶν δὲ λοιπῶν δύο τὸ μὲν ἐμπρόσθιον κατὰ τὸ στῆθος, τὸ δʼ ὀπίσθιον κατὰ τὸν νῶτον. ἡ δʼ αὐτὴ τῆς ἐπιδέσεως γινέσθω νομὴ πρὸς τὴν τῶν γυμνῶν σκέπην. ἐπὶ τέλει δὲ μία ὀφείλει δοκιμασθῆναι κυκλοτερὴς περιείλησις, ἵνα κατὰ τὸ στῆθος γένηται τὰ ἅμματα. εὐθετεῖ δʼ ὁ ἐπίδεσμος οὗτος πρὸς ἐπίδεσιν ὤμων, κλειδῶν, μασχαλῶν, στήθους.
Στηθοδεσμίς.
Δύο τελαμωνίδια δεῖ λαβεῖν, ἔπειτα τούτων τὰ μέσα ἐπιθεῖναι σφαγαῖς, εἶτα κλεισὶ καὶ ὠμοπλάταις, τὰς δʼ ἀρχὰς χαλασθῆναι ἐᾶσαι κάτω, καὶ τότε τῷ εἰλητῷ ἐπιδέσμῳ εἰλῆσαι καὶ σκεπάσαι τὸν νῶτον καὶ τὸν θώρακα, ἔπειθʼ ἁμματίσαι αὐτοῦ τὰς ἀρχὰς ἢ τὸ πέρας καταρράψαι πρὸς τὰς κυκλοτερεῖς περιειλήσεις, καὶ τότε τὰς τῶν τελαμωνιδίων ἀρχὰς ἀναγαγεῖν καὶ κατὰ τὰς σφαγὰς ἁμματίσαι. οὗτος ὁ ἐπίδεσμος εὐθετεῖ πρὸς ἐπίδεσιν νώτου τε καὶ θώρακος.
Ῥαπτὸς ἀνάδεσμος ἐπὶ μασθοῦ.
Τελαμῶνα λαβόντες πλάτει καὶ μήκει ἱκανὸν ἐξαρκέσαι πρὸς τὴν ἐπίδεσιν, διπλώσαντες αὐτὸν κατὰ μέσα μέρη, συρράπτομεν ἀπὸ μέσης τῆς διπλόης κάτω λοξὸν σχῆμα, ἔπειτα τὸ ἐπὶ τὴν συρραφὴν αὐτοῦ μέρος ἀποψαλίσαντες, ἵνα εὐρυχωρία γένηται πιλοειδὴς δυναμένη χωρῆσαι τὸν μασθὸν σὺν τοῖς σκεπάσμασι, τούτου τὰς ἀρχὰς εἰς τέσσαρα ῥήξαντες, δύο καὶ δύο, τῷ ἀντικειμένῳ μέρει τῇ συρραφῇ, τῷ ὡσανεὶ χείλει τοῦ ὀθονίου, τελαμῶνα ὡς διδακτυλιαῖον τῷ πλάτει παρὰ μέρος προσράπτομεν, ὡς τὴν μὲν μακροτέραν εἶναι ἀρχήν, τὴν δὲ κολοβωτέραν. ὁ δὲ τελαμὼν οὗτος ζώνη λέγεται μέν, παρασκευὴ δὲ τοιάδε· περιτίθεται τῷ μασθῷ τὸ τοῦ ἀναδέσμου χώρημα πρὸς τὴν σκέπην αὐτοῦ, ἔπειτα τὸ μακρότερον μέρος τῆς ζώνης ἐπὶ τὴν ῥάχιν ἄγεται καὶ ἐπὶ τὸν ὑγιῆ μασθὸν πρὸς τὴν κολοβωτέραν ἀρχὴν ἁμματίζεται. τῶν δὲ σκελῶν δύο τὰ ἐμπρόσθια ἀνάγεται καὶ τῷ τένοντι κατʼ ἐναλλαγὴν περιειλεῖται, τὰ δὲ λοιπὰ δύο πρὸς τὰς παρειμένας ἀρχὰς ἁμματίζεται.
Εἰλητὸς ἐπίδεσμος ἐπὶ μασθῶν.
Μακροτέρου τελαμῶνος τῷ πλάτει αὐτάρκους ὄντος πρὸς τὴν χρείαν ἡ μία ἀρχὴ ῥήγνυται εἰς δύο σκέλη, τάσσεται δὲ κατὰ τὸν ἀντικείμενον τόπον πλησίον τοῦ ὑγιοῦς μασθοῦ, εἶτʼ ἐπὶ ῥάχιν, ἀπὸ ῥάχεως ἄγεται λοξὴ κατὰ τοῦ πεπονθότος μασθοῦ καὶ τῷ ὑγιεῖ ὑπειλεῖται, εἶτʼ ἐπὶ ῥάχιν, ἀπὸ ῥάχεως ἐπὶ τὸν πεπονθότα μασθὸν ἄνω ὡς ἐπὶ τὸν ὑγιῆ λοξή, ἵνα γένηται χίεσμα κατὰ τὸ μεσομάζιον, ἀπὸ τούτου ἐπὶ ῥάχιν. αἱ ἐπινομαὶ κατὰ τῶν αὐτῶν πρὸς τὴν τῶν γυμνῶν σκέπην. τὸ δὲ πέρας τοῦ τελαμῶνος ῥήγνυται, καὶ τότε τὰ σκέλη πρὸς ἄλληλα ἁμματίζεται, οὗ μὲν ἅμματος ὑπὸ τὸν ὑγιῆ μασθὸν γινομένου, οὗ δʼ ὑπεράνω τούτου.
Ἐπὶ τοῦ ἀγκῶνος
εἰλητῷ ἐπιδέσμῳ τοιούτῳ χρώμεθα· τοῦ τελαμῶνος τὴν ἀρχὴν προστιθέντες τοῦ βραχίονος κατὰ τὰ ἀπολήγοντα μέρη τὰ πλησιάζοντα τῷ ἀγκῶνι, κυκλοτερῆ περιείλησιν ἐργαζόμενοι τοπικήν, λοξὴν ἄγομεν καταβολὴν κατὰ τὸν ἐμπρόσθιον τόπον τοῦ ἀγκῶνος, καθʼ ὃν αἱ φλεβοτομίαι γίνονται, καὶ τῷ πήχει ὑπειλοῦντες ἀνάγομεν λοξὴν ὡς ἐπὶ τὸν βραχίονα, ἵνα γένηται χίεσμα κατὰ τὸν ἐμπρόσθιον τόπον τοῦ ἀγκῶνος. ἡ δὲ τῆς ἐπιδέσεως νομὴ κατὰ τῶν αὐτῶν ὀφείλει γενέσθαι πρὸς τὴν τῶν γυμνῶν σκέπην, ἀεὶ τοῦ ἅμματος ἐκ πλαγίων τοῦ ἀγκῶνος γινομένου. κοινότερον δʼ ὅ τε βραχίων καὶ ὁ πῆχυς πάντα τε τὰ κῶλα ταῖς κυκλοτερέσι περιειλήσεσιν ἐπιδεδῆσθαι ὀφείλει, μεθʼ ὧν ἔσθʼ ὅτε καὶ ταῖς ἐπαγομέναις λοξαῖς καταβολαῖς πρὸς τὴν τῆς ἐπιδέσεως ἀσφάλειαν, τούτου τοῦ ἐπιδέσμου τοῦ πέρατος ἢ καταρραπτομένου ἢ στενῷ τελαμωνιδίῳ καταλαμβανομένου ἢ ῥηγνυμένου, ἵνα τὰ δύο σκέλη ἐνηλλαγμένα κατὰ τὸ ἕτερον μέρος τοῦ κώλου ἁμματισθῇ.
Ἔξακρος Μενεκρίτου.
Ἡ ἀρχὴ τοῦ ἐπιδέσμου τάσσεται κατὰ τὰ ἀπολήγοντα τοῦ πήχεως πλησίον καρποῦ καὶ μετὰ μίαν τοπικὴν κυκλοτερῆ περιείλησιν ἄγεται λοξὴ κατὰ τοῦ μετακαρπίου, εἶθʼ ὑπειλεῖται τῷ κοίλῳ τῆς χειρός, ἀφʼ οὗ ἀνάγεται λοξὴ ἀντικειμένη τῇ πρώτῃ, ἵνα χίεσμα γένηται κατὰ τὸ μετακάρπιον, ἀπὸ δὲ τοῦ μετακαρπίου ἐπὶ τὸν καρπόν. πάλιν δʼ ἡ τῆς ἐπιδέσεως νομὴ κατὰ τῶν αὐτῶν γίνεται πρὸς τὴν τῶν γυμνῶν σκέπην. οὗτος ὁ ἐπίδεσμος εὐθετεῖ πρὸς ἐπίδεσιν τοῦ καρποῦ καὶ τοῦ μετακαρπίου.
Καρκῖνος.
Στενοῦ τελαμωνιδίου ὡς διδακτυλιαίου ἡ ἀρχὴ προστίθεται τῷ καρπῷ καὶ τῷ κοίλῳ τῆς χειρός, ἔπειτα ἄγεται λοξὴ ἔσωθεν ἔξω ὡς ἐπὶ τὸν μέγαν δάκτυλον, εἶτʼ ἔξωθεν ἄλλη λοξὴ κατὰ τοῦ δακτύλου ὡς ἐπὶ τὸν καρπὸν ἀντικειμένη τῇ πρώτῃ, ἵνα γένηται χίεσμα κατὰ τὰ ἔξω μέρη τοῦ ἀντίχειρος δακτύλου. κατὰ δὲ τῶν αὐτῶν ἡ ἐπίδεσις πρὸς τὴν τῶν γυμνῶν σκέπην. ἐπὶ τέλει δὲ μία γίνεται κυκλοτερὴς περιείλησις περὶ τὸν καρπόν, ὅπου καὶ τὸ ἅμμα. οὗτος ὁ ἐπίδεσμος εὐθετεῖ πρὸς ἐπίδεσιν τοῦ μεγάλου δακτύλου τοῦ ἀντίχειρος λεγομένου.
Ἁπλοῦς βουβωνίσκος, ὅν τινες καρκῖνον ἐπὶ βουβῶνος προσηγόρευσαν.
Ἡ ἀρχὴ τοῦ ἐπιδέσμου κατὰ τὴν ἀντικειμένην λαγόνα τάσσεται, ἔπειτα ἀπὸ τῆς ὀσφύος ἄγεται λοξὴ κατὰ τοῦ βουβῶνος τοῦ δεομένου σκέπης, καὶ τότε ὑπειλεῖται τῷ ἀκρισχίῳ, ἀπὸ τοῦ ἀκρισχίου ἀνάγεται ἐπὶ τὸν αὐτὸν βουβῶνα καὶ τὸ ἦτρον, ἵνα γένηται χίεσμα, ἀπὸ τοῦ ἤτρου ἐπὶ τὴν ἀντικειμένην λαγόνα. ἡ δὲ τῆς ἐπιδέσεως νομὴ κατὰ τῶν αὐτῶν γίνεται πρὸς τὴν τῶν γυμνῶν σκέπην. καὶ τότε μία κυκλοτερὴς περιείλησις δοκιμάζεται περὶ τὴν ὀσφὺν καὶ τὸ ἦτρον, τῶν ἁμμάτων γινομένων κατὰ τὸ ἦτρον. οὗτος ὁ ἐπίδεσμος εὐθετεῖ πρὸς ἐπίδεσιν βουβῶνος.
Διπλοῦς βουβωνίσκος.
Ἐπὶ τετελειωμένῳ τῷ ἁπλῷ βουβωνίσκῳ χωρὶς τῆς κυκλοτεροῦς περιειλήσεως ὁ διπλοῦς ἔχει ἀπὸ τῆς ὀσφύος λοξὴν καταβολὴν ὡς ἐπὶ τὸ ἦτρον καὶ τὸν ἕτερον βουβῶνα, εἶθʼ ὑπὸ τὸ ἀκρίσχιον, ἀπὸ τοῦ ἀκρισχίου ἐπὶ τὸν αὐτὸν βουβῶνα, ἵνα καθʼ ἑκάτερον φανῇ χίεσμα, εἶτʼ ἐπὶ τὴν ὀσφύν. ἡ δὲ δευτέρα πλοκὴ κατὰ τῶν αὐτῶν γίνεται πρὸς τὴν τῶν γυμνῶν σκέπην. οὗτος ὁ ἐπίδεσμός ἐστιν ἐπιτήδειος πρὸς τὴν τῶν δύο βουβώνων ἐπίδεσιν, ἐπὶ τέλει τῆς πλοκῆς τῆς κυκλοτεροῦς περιειλήσεως δοκιμαζομένης.
Βουβωνοφύλαξ.
Εἰλητοῦ ἐπιδέσμου πρὸς μίαν ἀρχὴν ὡς ἐπὶ τριπαλαίστου διαστήματος εὐθὺς τελαμὼν προσράπτεται πηχῶν δύο τὸ μέγεθος ἔχων. τούτου τοῦ ἐπιδέσμου ἡ ἀρχὴ τάσσεται κατὰ τὴν ἀντικειμένην λαγόνα, ἔπειτα ὁ εὐθὺς τελαμὼν ἐξόπισθεν ἀπὸ τῆς ὀσφύος καὶ τοῦ γλουτοῦ ὑπάγεται τῷ περιναίῳ, ἀπὸ τοῦ περιναίου ἄγεται ἐπὶ βουβῶνα τὸν δεόμενον σκέπης. τούτου δὲ τοῦ τελαμῶνος ἀνατεινομένου, ἀπὸ τοῦ εἰλητοῦ ἐπιδέσμου ἐπάγονται δύο ἢ τρεῖς κυκλοτερεῖς περιειλήσεις, καὶ τότε ὁ τελαμὼν καθέλκεται διʼ αὐτοῦ ὡς ὑφʼ ἅμματος, ἅμα ταῖς κυκλοτερέσι περιειλήσεσι πιεζομένου τοῦ βουβῶνος· εἶθʼ ὑπειλεῖται τῷ ἀκρισχίῳ, ἀπὸ δὲ τούτου ἀνάγεται ἐπὶ τὸν αὐτὸν βουβῶνα καὶ τὸ ἦτρον. καὶ τότε ἐκ τοῦ εἰλητοῦ ἐπιδέσμου ἡ τοῦ ἁπλοῦ βουβωνίσκου γίνεται πλοκή, τῶν ἁμμάτων συντελουμένων κατὰ τὸ ἦτρον. ἄριστός ἐστιν ὁ ἐπίδεσμος οὗτος ἐπὶ βουβωνοκήλης, τῆς χειρουργίας ὑπέρθεσιν ἐχούσης.
Ῥαπτὸς ἐφʼ ἕδρας.
Τελαμῶνα δεῖ λαβεῖν πλάτει καὶ μήκει ἱκανὸν πρὸς τὴν δηλουμένην ἐπίδεσιν. πρὸς μίαν ἀρχὴν ἄλλος πλάγιος στερεώτερος τελαμὼν προσράπτεται, ὡς τριδακτυλιαῖος τῷ πλάτει· ζώνη δʼ οὗτος καλεῖται. ἀπὸ διαστήματος τῆς ζώνης ὡς ἐπὶ σπιθαμιαίου ἄλλος πλάγιος τελαμὼν προσράπτεται ὁμοιοπλατὴς τῇ ζώνῃ· οὗ τὰ ἑκατέρωθεν μέρη καλεῖται παρασκέλια. τὸ δʼ ἕτερον πέρας τοῦ εὐθέος τελαμῶνος τὸ τῇ συρραφῇ ἀντικείμενον εἰς δύο ῥήγνυται σκέλη. τῇ ζώνῃ περιχάσκων ζώννυται ὁ πάσχων, καὶ τότε ὁ εὐθὺς τελαμὼν ἀπὸ τῆς ὀσφύος ἄγεται ἐπὶ τὴν ἕδραν καὶ τὸν περίναιον· οὗ τὰ σκέλη διὰ τῶν βουβώνων ἀναχθέντα ἐπεμβάλλεται τῇ ζώνῃ, καὶ τότε τὰ παρασκέλια ἀνάγεται τεταμένα, καὶ τότε τῇ αὐτῇ ζώνῃ ἐπεμβληθέντα πρὸς τὰς τῶν σκελῶν ἀρχὰς ἁμματίζεται. τούτῳ τινὲς τῷ ἐπιδέσμῳ χωρὶς τῶν παρασκελίων ἐπὶ τῶν λελιθοτομημένων ἐχρήσαντο, ἡμεῖς δʼ αὐτὸν παραιτούμεθα διὰ τὰς ἐκ τῶν ῥαμμάτων ἀνωμαλίας, ἵνα μὴ θλίβηται τὸ ἦτρον· πιεζομένη γὰρ ἀνωμάλως ἡ κύστις εἰς φλεγμονὴν περιίσταται. χρώμεθα δʼ ἡμεῖς ἐπὶ τῶν λελιθοτομημένων ἐπιδέσμῳ τῷ μικρῷ πρόσθεν ἐπὶ βουβωνοκήλης ἱστορημένῳ, νῦν κολοβώτερον εὐθὺν τελαμῶνα συρράπτοντες καὶ κατὰ τὸ πέρας εἰς δύο σκέλη ῥηγνύντες, οἷς κατὰ πολύ ἐστι τοῦ ἑδρικοῦ αἱρετώτερος· τῷ γὰρ εἰλητῷ ἐπιδέσμῳ κατὰ κύκλον περιειλουμένῳ σκέπεται ὅλον τὸ ἦτρον καὶ ἡ ὀσφύς, οὗ τὸ πέρας καταρράπτεται πρὸς τὰς κατὰ τὸ ἦτρον κυκλοτερεῖς περιειλήσεις, καὶ τούτου τοῦ εὐθέος τελαμῶνος τὸ συνεχὲς μέρος ἀπὸ τῆς ὀσφύος ἄγεται ἐπὶ τὴν ἕδραν καὶ τὸν περίναιον, καὶ τότε καὶ τὰ σκέλη διὰ βουβώνων ἀχθέντα προσάπτεται ταῖς κυκλοτερέσι περιειλήσεσιν. σπουδαῖός ἐστιν ὁ ἐπίδεσμος οὗτος ἐπὶ τῶν λελιθοτομημένων.
Σχιστὸς ἐπʼ ὀσχέου.
Τελαμῶνα δεῖ λαβεῖν πλάτει καὶ μήκει ἱκανὸν δυνάμενον ἐξαρκέσαι πρὸς τὴν δηλουμένην ἐπίδεσιν, ἔπειθʼ ἑκατέρωθεν αὐτὸν ῥῆξαι εἰς σκέλη τέσσαρα καὶ τέσσαρα, ὀκτὼ τὰ πάντα. τῶν δεδηλωμένων σκελῶν ἃ μὲν κολοβώτερα γινέσθω, ἃ δὲ μακρότερα. ὑπὸ δὲ μέσοις τοῖς κολοβωτέροις σκέλεσιν ὁ τελαμὼν ἐκκοπτέσθω ἐκκοπῇ ἀναλογούσῃ τῇ τοῦ καυλοῦ περιοχῇ πρὸς τὴν χρείαν. ζώνῃ δὲ περιζωννύσθω ὁ πάσχων, καὶ τότε τοῦ τελαμῶνος δύο τὰ μέσα κολοβώτερα σκέλη ἐπεμβληθέντα τῇ ζώνῃ ἁμματιζέσθω πρὸς ἄλληλα, τὰ δὲ λοιπὰ δύο σκέλη τῇ αὐτῇ ζώνῃ ἐπεμβληθέντα ἐάσθω παρειμένα. ἔπειθʼ ὁ καυλὸς διὰ τῆς ἐκκοπῆς ἐκλαμβανέσθω, ὁ δʼ ὅλος ὀσχέος τῷ συνεχεῖ μέρει τοῦ τελαμῶνος σκεπέσθω. καὶ τότε τῶν κάτω παρειμένων τῶν μακροτέρων σκελῶν δύο τὰ ἔξω κατʼ ἐναλλαγὴν παρειληθέντα τῷ ὀσχέῳ, τῇ αὐτῇ ζώνῃ ἐπεμβληθέντα, ὡς τὰ πρῶτα ἐάσθω παρειμένα, τὰ δὲ λοιπὰ δύο τὰ μέσα πάλιν τῷ ὀσχέῳ κατʼ ἐναλλαγὴν ὑπειληθέντα διὰ τῶν ἀκρισχίων ἀναγέσθω καὶ τῇ αὐτῇ ζώνῃ ἐπεμβληθέντα πρὸς τὰς παρειμένας ἀρχὰς τῶν πρώτων σκελῶν ἁμματιζέσθω.
Πρὸς κράτημα κώλου ἐν καταρτισμοῖς
ἁπλοῦς ἐπίδεσμος ἀναγέγραπται, τοῦ κώλου ὡς τοῦ βραχίονος ἀσφαλιζομένου πρός τι, ὡς πρὸς κλιμάκιον κλίμακος, ἢ διάπηγμα στασίμου ὀργάνου ἢ ἄλλου τινὸς τῶν ὁμοίων. ἡ ἀρχὴ τῆς καιρίας ἄνω τάσσεται, ἄγεται λοξὴ κατὰ τοῦ κώλου, καὶ τῷ διαπήγματι ὑπειλεῖται, εἶτʼ ἄγεται ἄνωθεν κάτω λοξὴ ἀντικειμένη τῇ πρώτῃ. δὶς ἢ τρὶς τὰ αὐτὰ γίνεται, καὶ τότε ἄνω τὸ ἅμμα.
Εὔκυκλος, οἱ δʼ Ἱπποκράτους εὔκυκλος.
Οὗτος ὁ ἐπίδεσμος ἐπί τινος κώλου κυκλοτερέσι περιειλήσεσιν ἐπαγομέναις συντελεῖται. κατὰ ταὐτὰ δὲ καὶ οὗτος εὐθετεῖ πρὸς κράτημα κώλου ἐν καταρτισμοῖς· μᾶλλον δὲ δεδοκίμασται πρὸς παρακόλλησιν ἀφεστώτων σωμάτων, τῇ τεχνικῇ παρατηρήσει τῆς ἐπιδέσεως γινομένης· κάτω μὲν γὰρ ὄντος τοῦ στομίου καὶ τῶν ἀφεστώτων, ἄνωθεν κάτω ἡ τῆς ἐπιδέσεως γίνεται νομή, ἵνα τὰ μὲν ὑγρὰ ἐκκρίνηται, τὰ δʼ ἀφεστῶτα προσπίπτῃ πρὸς τὴν παρακόλλησιν· ἄνω δὲ τοῦ στομίου ὄντος, κάτωθεν ἄνω ἐγκρίνεται ἡ ἐπίδεσις. ὅταν δʼ ᾖ τὰ πλάγια ἀφεστῶτα σώματα, ἀπʼ αὐτῶν ἄγονται περιειλήσεις ὡς ἐπὶ τὸ στόμιον πρὸς τὴν τῶν ὑγρῶν ἔκκρισιν.
Ἰσοσκελὴς ῥόμβος.
Οὗτος ὁ ἐπίδεσμος ἐπὶ τοῦ μηροῦ ἀναγέγραπται, τραύματος ὄντος κατά τι τοῦ μηροῦ μέρος καὶ τῶν πλησίον σωμάτων ἀφεσταμένων· συντελεῖται δὲ τρόπῳ τοιούτῳ. κατὰ τὰ κάτω μέρη τοῦ ἕλκους ὑπὲρ τὸ γόνυ γίνεται κυκλοτερὴς περιείλησις, ἀφʼ ἧς ἀνάγεται λοξὴ ἐκ πλαγίων τοῦ ἕλκους, καὶ πάλιν ἄνω γίνεται κυκλοτερὴς περιείλησις, ἀφʼ ἧς ἄγεται λοξὴ κάτω, ἵνα γένηται χίεσμα, ἔπειτα ἐκ διαστήματος συμμέτρου παρὰ τὸ ἕλκος ἄλλαι δύο λοξαί, ἡ μὲν κάτωθεν ἄνω, ἡ δʼ ἄνωθεν κάτω, ἵνα γένηται δύο χιέσματα, ὧν μέσος ῥόμβος κατὰ τὸ ἕλκος, ὥστε διὰ τοῦ μέσου διαστήματος, γεγυμνωμένου τοῦ τόπου, τὴν τῶν ὑγρῶν ἔκκρισιν γίνεσθαι. ἡ δὲ νομὴ κατὰ τῶν αὐτῶν ὀφείλει γίνεσθαι πρὸς τὴν τῶν γυμνῶν σκέπην, ὥστε τὰ μὲν ἀφεσταμένα διὰ τῆς ἐπιδέσεως πειθηνίως ἄγεσθαι πρὸς παρακόλλησιν, γεγυμνωμένου δὲ τοῦ ἕλκους τὰ συλλεγόμενα ὑγρὰ ἐκκρίνεσθαι.
Ἀνισοσκελὴς ῥόμβος.
Ἐπὶ τετελειωμένῳ τῷ προκειμένῳ ἐπιδέσμῳ ἔχει ὁ ἐπίδεσμος οὗτος καὶ κατὰ τοῦ ἕλκους ἀγομένας λοξὰς καταβολάς. τούτῳ δʼ ἐχρήσαντο ἅμα βουληθέντες σκεπάσαι τὸ ἕλκος.
Σκέπαρνον.
Οὗτος ὁ ἐπίδεσμος ἀναγέγραπται ὑπὸ τῶν χρησαμένων αὐτῷ ἐφʼ ὧν ἕλκους ὄντος κατά τι μέρος τοῦ μηροῦ τὰ γειτνιῶντα μέρη προσαφίσταται· γίνεται δὲ τρόπῳ τοιούτῳ. ὑπὸ τὸ ἕλκος ἐνσκέπαρνος γίνεται καταβολή, τὸ μὲν περίκυρτον ἔχουσα ἐσχηματισμένον κάτω, τὸ δὲ σιμὸν ἄνω, εἶτʼ ἄλλη ἀντικειμένη ταύτῃ ὑπὲρ τὸ ἕλκος. ἡ δὲ τῆς ἐπιδέσεως νομὴ συντελεῖται πρὸς τὴν τῶν γυμνῶν σκέπην, τῆς μὲν κάτω πρὸς τὰ ἄνω, τῆς δʼ ἄνω πρὸς τὰ κάτω, ἔσθʼ ὅτε δὲ καὶ κατὰ τοῦ ἕλκους πρὸς τὴν τοῦ ἕλκους σκέπην.
Πλάγιος χιεσμός.
Πρώτη γίνεται κυκλοτερὴς περιείλησις ... καὶ κατὰ τὰ ἀπολήγοντα τοῦ μηροῦ πλησίον τοῦ γόνατος, ἀφʼ ἧς ἄγεται λοξὴ ἀντικειμένη τῇ πρώτῃ, ἵνα γένηται χίεσμα ἐκ πλαγίων τοῦ γόνατος. ἡ δὲ νομὴ τῆς ἐπιδέσεως κατὰ τῶν αὐτῶν γίνεται τόπων. οὗτος ὁ ἐπίδεσμος εὐθετεῖ ἐπὶ παρηρθρηκότος γόνατος εἰς τὰ πλάγια μετὰ τὸν καταρτισμὸν δοκιμαζόμενος, τῶν χιεσμάτων γινομένων κατὰ τὸν τοῦ παραρθρήματος τόπον.
Χελώνη.
Ὑπὲρ τὸ γόνυ γίνεται κυκλοτερὴς περιείλησις, ἀφʼ ἧς ἄνωθεν κάτω ἄγεται λοξὴ κατὰ τῆς ἐπιγονατίδος ὡς ἐπʼ ἰγνύαν, εἶτʼ ἄλλη γίνεται κυκλοτερὴς περιείλησις ὑπὸ τὸ γόνυ, ἀφʼ ἧς ἄγεται λοξὴ ἀντικειμένη τῇ πρώτῃ, ἵνα γένηται χίεσμα κατὰ τὴν ἐπιγονατίδα, καὶ τότε ἐπάγεται μέση κυκλοτερὴς περιείλησις περὶ τὴν ἰγνὺν καὶ τὴν ἐπιγονατίδα. ἡ δὲ νομὴ τῆς ἐπιδέσεως κατὰ τῶν αὐτῶν γίνεται. οὗτος ὁ ἐπίδεσμος ἀναγέγραπται ἐπὶ παντὸς γονατίου παραρθρήματος.
Περιπτερνίς.
Περὶ τὸ σφυρὸν γίνεται κυκλοτερὴς περιείλησις, ἀφʼ ἧς ὀπίσω λοξὴ ἐκ πλαγίων τοῦ πλατέος νεύρου ... ἀντικειμένη τῇ πρώτῃ, καὶ τότε ὑπειλεῖται τῇ πτέρνῃ, ἀπὸ δὲ τῆς πτέρνης ἐπὶ τὸν ταρσόν· ἡ δὲ νομὴ κατὰ τῶν αὐτῶν γίνεται. ὁ ἐπίδεσμος οὗτος εὐθετεῖ πρὸς τὴν τῆς πτέρνης ἐπίδεσιν.
Περισφυρίς.
Ὑπὲρ τὸ σφυρὸν γίνεται κυκλοτερὴς περιείλησις, ἀφʼ ἧς ἄγεται λοξὴ κατὰ τοῦ ταρσοῦ, εἶθʼ ὑπειλεῖται τῷ πέλματι, ἀπὸ τοῦ πέλματος ἀνάγεται λοξὴ ἀντικειμένη τῇ πρώτῃ, ἵνα γένηται χίεσμα κατὰ τὸν ταρσόν· ἡ δὲ νομὴ κατὰ τῶν αὐτῶν. ὁ ἐπίδεσμος οὗτος εὐθετεῖ πρὸς τὴν τοῦ σφυροῦ ἐπίδεσιν. ὅταν οὖν συνεπιδέηται τῷ σφυρῷ τὸ πεδίον, ἅμα τῇ εἰρημένῃ πλοκῇ κυκλοτερεῖς γίνονται περιειλήσεις.
Στάχυς ἐπʼ ἴχνους.
Κυκλοτερὴς γίνεται περιείλησις περὶ τὸν μέγαν δάκτυλον, ἀφʼ ἧς ἄγεται λοξὴ κατὰ τοῦ πεδίου καὶ τῷ σφυρῷ περιειλεῖται, ἀπὸ τοῦ σφυροῦ ἄγεται λοξὴ κατὰ τοῦ πεδίου, ἵνα γένηται χίεσμα, ὡς ἐπὶ τὸν μικρὸν δάκτυλον, εἶθʼ ὑπειλεῖται τῷ στήθει τοῦ ποδός· ἡ δὲ νομὴ τῆς ἐπιδέσεως κατὰ τῶν αὐτῶν γίνεται. οὗτος ὁ ἐπίδεσμος ἀναγέγραπται τοῖς προγενεστέροις πρὸς τὴν τοῦ μεγάλου δακτύλου τοῦ ποδὸς ἐπίδεσιν, καί μοι δοκεῖ περίεργος εἶναι τοῦ δακτύλου τῷ πεδίῳ συνεπιδεομένου· διό μοι δοκεῖ τοπικὴν ἐπιτελεῖν τὴν τοῦ δακτύλου ἐπίδεσιν, συνεπιδεομένου τοῦ πεδίου καὶ τοῦ στήθους τοῦ ποδὸς κατὰ τὰ πρὸς τοῖς δακτύλοις μέρη, ὡς ἐπὶ τῆς χειρὸς εἴρηται.
Παραδοὺς τοὺς ἐπιδέσμους ἔτι βούλομαι ἐπὶ τέλει τοῦ ὑπομνήματος περὶ τῶν ἁμμάτων διαστείλασθαι· ἀκολουθήσω δʼ Ἱπποκράτους τῇ λέξει ἐν τῷ Κατʼ ἰητρεῖον δεδηλωμένῃ, διʼ ἧς ἔφη· «ἀρχὰς βάλλεσθαι μὴ ἐπὶ τὸ ἕλκος, ἀλλʼ ἔνθα ἢ ἔνθα τὸ ἅμμα· τὸ δʼ ἅμμα μήτε ἐν τρίβῳ μήτε ἐν ἔργῳ μήτε ἐκεῖσε ὅπου μὴ ἐνεὸν ᾖ.» οἱ δʼ οὕτως· «ὅπῃ μὴ κενεὸν ᾖ.» καὶ ἀμφότερα δὲ σημαίνει τὸ ἄπρακτον. τρίβον δʼ ἐξηγήσαντο οἱ ἐξηγησάμενοι τὸν ἄνδρα τὸ πέλμα, ἐπείπερ ἐν τῷ περιπάτῳ τρίβεται· οὐ δεῖ δʼ ἐν τῷ πέλματι ποιεῖν τὸ ἅμμα διὰ τὴν ἀνωμαλίαν. ἔστω μὲν οὕτως· ἐχέτω δʼ ἡ ἀπόδοσις κοινὴν τὴν ἔκδοσιν, ὥστε εἶναι τρίβον πάντα τόπον τὸν τριβόμενον, ἢ ἐν περιπάτῳ ἢ ἐν καθέδρᾳ ἢ ἐν κατακλίσει· ὥσπερ γὰρ ἐπὶ τὸ πέλμα ἅμμα ποιεῖν οὐ δεῖ, οὕτως οὐδὲ κατʼ ἰσχίον διὰ τὴν ἐφέδραν, οὐδὲ κατὰ νῶτον ἢ ῥάχιν διὰ τὴν ἐν τῷ ὑπτίῳ σχήματι κατάκλισιν. μηδὲ ἐν ἔργῳ· πάλιν ἔργον ἐξηγήσαντο οἱ ἄλλοι τὰς χεῖρας, τὰ κοῖλα τῶν χειρῶν· διὰ γὰρ τῶν χειρῶν γίνεται τὰ ἔργα. προσδεκτέον μέντοι τὴν ἀπόδοσιν· κοινὸν δὲ πᾶν ἔργον νοείσθω ἄρθρον διὰ τὴν κίνησιν καὶ τὴν ἐνέργειαν· οὔτε γὰρ κατʼ ὦμον ἢ μασχάλην ἅμμα δεῖ ποιεῖν οὔτε κατʼ ἀγκῶνα οὔτε κατὰ βουβῶνα ἢ ἰγνύαν ἢ ἄλλο τι ἄρθρον. μηδὲ μὴν ἐκεῖ ὅπου ἄπρακτον ἔσται· διὰ τοῦτο ἡμεῖς ὡς ὅτι μάλιστα τὰ κῶλα ἐπιδέοντες λίνον ποιοῦμεν κατὰ τὴν ἀρχὴν τῆς ἐπιδέσεως. τετελείωταί μοι διὰ τοσούτων τὸ περὶ τῶν ἐπιδέσμων ὑπόμνημα.